TLG 2040 070 :: BASILIUS :: Sermo ob sacerdotum instructionem (recensio brevior) [Sp.]

BASILIUS Theol., Episcopus
(Caesariensis (Cappadociae): A.D. 4)

Sermo ob sacerdotum instructionem (recensio brevior) [Sp.]

Citation: Volume — page — (line)

31

.

1685

(38t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ
39tΛΟΓΟΣ ΠΕΡΙ ΚΑΤΑΣΤΑΣΕΩΣ ΙΕΡΕΩΝ.
42 Πρόσεχε σεαυτὸν, ὦ ἱερεῦ, καὶ βλέπε τὴν διακο‐ νίαν, ἣν παρέλαβες, ἵνα ἀναπληρώσῃς αὐτὴν μετὰ φόβου Θεοῦ. Βλέπε λοιπόν· οὐ γὰρ ἐπίγειον διακονίαν
45ἐνεχειρίσθης ἀλλὰ οὐράνιον, οὐκ ἀνθρωπίνην ἀλλ’
ἀγγελικήν· σπούδασον σεαυτὸν παραστῆσαι ἐργάτην1685

31

.

1688

ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀλη‐ θείας· πρόσεχε, μὴ στῇς εἰς σύναξιν ἔχων ἔχθραν μετά τινος, ἵνα μὴ φυγαδεύσῃς τὸν Παράκλητον. Ἡμέρᾳ συνάξεως μὴ δικάζου, μηδὲ φιλονείκει τὸ
5καθόλου· ἀλλὰ κρυπτόμενος εὔχου, ἀναγινώσκων μέχρι ταύτης τῆς ὥρας· καὶ οὕτω παράστα ἐν κα‐ τανύξει τῷ ἁγίῳ θυσιαστηρίῳ· μηδὲ περιβλεπόμε‐ νος ὧδε κἀκεῖσε· μὴ ἐν σπουδῇ τὰς εὐχὰς συντέ‐ μνοις· ἀλλὰ παρακαλῶν, μὴ λάμβανε πρόσωπόν
10τινος, ἀλλ’ ὅρα τὸν προκείμενον βασιλέα, καὶ τὰς παρεστώσας δυνάμεις κύκλωθεν· καὶ μὴ ὑποκρίνου, μηδὲ μεταδίδῳς τὸ θεῖον σῶμα ὅπου οὐ χρή. Σεαυτὸν ἄξιον ποίησον τῶν ἱερῶν κανόνων, καὶ συλλειτούργει ὡς οἱ κανόνες ἀπόθενται. Ὅρα οὖν πῶς παρίστασαι
15τῇ ἁγίᾳ τραπέζῃ, καὶ πῶς ἱερουργεῖς, καὶ τίνος μεταδίδως, καὶ πῶς καταστέλλεις· ὅρα οὖν, μὴ ἐπι‐ λάθῃ τὰς δεσποτικὰς ἐντολὰς καὶ τῶν ἁγίων αὐτοῦ μαθητῶν τὰς παραδόσεις· φησὶ γάρ· «Μὴ δότε τὰ ἅγια τοῖς κυσὶ, μηδὲ ῥίπτετε τοὺς μαργαρίτας μου
20ἔμπροσθεν τῶν χοίρων.» Ὅρα οὖν καὶ σὺ, μὴ φόβῳ ὑπαχθῇς ἀνθρωπίνῳ, καὶ παραδώσῃς τὸν Υἱὸν τοῦ Θεοῦ εἰς χεῖρας ἀναξίων· ἀλλὰ μὴ ἐντραπῇς τινα τῶν ἐνδόξων τῆς γῆς, ἀλλὰ μηδὲ αὐτῶν τῶν τὸ διά‐ δημα φορούντων πτοηθῇς ἐν τῇ ὥρᾳ ἐκείνῃ ὅτε ἱε‐
25ρουργήσαις. Βλέπε τοὺς βουλομένους τὰ δῶρα μετα‐ λαμβάνειν ἐν τοῖς οἴκοις· σὺ ὄψει, ὅτι καὶ ὑπὸ γυναι‐ κῶν χαρίζονται, ἀλλὰ καὶ ἀναξίων. Ὅρα οὖν, ὡς οἱ θεῖοι κανόνες καὶ αἱ σύνοδοι τῶν ἁγίων Πατέρων ἐπεκύρωσαν· οὕτω πράττε, καὶ μὴ μεταδίδῳς ἀν‐
30αξίοις ἢ λαϊκοῖς, παρὰ ἐπιστρέψαι αὐτοὺς τῇ ὀρθοδόξῳ πίστει. Οὐαὶ δὲ τοῖς μεταδιδοῦσιν αὐτοῖς! Ὅρα οὖν μὴ μυῖαι ἐμπέσωσι εἰς τὸ ἅγιον ποτήριον, ἢ ἐξ ἀμελείας σου νοτισθῇ, ἢ μοχλιάσῃ, ἢ κονοπισθῇ, ἢ ἐγχειρισθῇ ὑπὸ αἱρετικῶν· ἀλλὰ βλέπε πῶς κατα‐
35στέλλεις μετὰ τὴν συμπλήρωσιν τῆς θείας λειτουρ‐ γίας, μὴ σπεύδων μαργαρίτης ἀποπέσῃ, ἢ ἀπομείνῃ ἐν τῷ ποτηρίῳ· ἢ ἔχον νᾶμα τὸ ἅγιον ποτήριον, καὶ κονοπισθῇ· ἀλλὰ ἀμφότερα καταστείλας, πορεύου ἐν εἰρήνῃ. Ταύτην τὴν παράδοσιν ἐὰν φυλάξῃς, ὦ ἱε‐
40ρεῦ, σώσεις σεαυτὸν, καὶ οὓς μέλλεις διδάσκειν· εὐ‐ χόμενος καὶ ὑπὲρ ἐμοῦ τοῦ τάλανος πρὸς Κύριον,
ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.1687