TLG 2040 069 :: BASILIUS :: Homilia de misericordia et judicio [Sp.] BASILIUS Theol., Episcopus Homilia de misericordia et judicio [Sp.] Citation: Volume — page — (line) | ||
31.1705(18t) | ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΕΛΕΟΥΣ ΚΑΙ ΚΡΙΣΕΩΣ. | |
21 | Πάτερ, εὐλόγησον. Ὁ μὲν ἐπιλανθανόμενος τοῦ Θεοῦ κόσμος, ἀδελ‐ φοὶ, ἀδικίᾳ τῇ πρὸς τὸν πλησίον, καὶ ἀπαν‐ θρωπίᾳ τῇ πρὸς τοὺς ἀδυνάτους κρατεῖται, καθά‐ | |
---|---|---|
25 | περ ὁ θεῖος Ἀπόστολος λέγει, ὅτι Καθὼς οὐκ | |
ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, | 1705 | |
31.1708 | παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα, πεπληρωμένους πάσῃ ἀδικίᾳ, πονηρίᾳ, πλεονεξίᾳ, κακίᾳ, μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας, ψι‐ | |
5 | θυριστὰς, καταλάλους, θεοστυγεῖς, ὑβριστὰς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γο‐ νεῦσιν ἀπειθεῖς, ἀσυνέτους, ἀστόργους, ἀνελεήμονας· οὓς δὲ εἰς θεοσέβειαν ἐπανάγει Θεὸς, διδάσκει καὶ τὴν τῶν κακῶν ἀποχὴν | |
10 | καὶ τὴν τοῦ ἐλέους πρὸς τὸν πλησίον ἐπιμέ‐ λειαν· ὥσπερ ὁ προφήτης ἐδίδαξεν Ἡσαΐας ἐκ προσώπου τοῦ Θεοῦ λέγων· Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν. Καὶ εἶχεν ὁ νόμος πολλὰ μὲν προστάγματα περὶ τοῦ μὴ βλά‐ | |
15 | πτειν τὸν πλησίον, ἐντολὰς δὲ καὶ περὶ τοῦ φιλ‐ ανθρωπεύεσθαι καὶ ἐλεεῖν. Εἰ γάρ τις τὸ ἕτερον τούτων καταλίποι, θάτερον οὐχ ἱκανὸν εἰς διόρθω‐ σιν ἀνθρώπου. Οὔτε γὰρ ἐξ ἀδίκων κερδῶν εὐεργεσία πρὸς τὸν δεόμενον δεκτὴ παρὰ τῷ Θεῷ, | |
20 | οὔτε ὁ τῶν ἀδικιῶν ἀπεχόμενος ἐπαινετὸς, εἰ μηδενὶ μεταδοίη τῶν ἑαυτοῦ. Περὶ μὲν γὰρ τῶν ἀδικούντων καὶ δῶρα Θεῷ προσφέρειν ἐπιχειρούντων γέγραπται· Θυσία ἀσεβῶν βδέλυγμα Κυρίῳ· περὶ δὲ τῶν μὴ ἐλεούντων· Ὁ φράσσων τὰ ὦτα αὐτοῦ τοῦ μὴ | |
25 | εἰσακοῦσαι πένητος, καὶ αὐτὸς ἐπικαλέσεται, καὶ οὐκ ἔσται ὁ ἐπακούων. Διὰ τοῦτο ἡ Παροιμία συμ‐ βουλεύει· Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πό‐ νων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιο‐ σύνης. Εἰ γὰρ ἐξ ἀδικίας καὶ ἁρπαγῆς μέλλεις | |
30 | προσφέρειν τῷ Θεῷ, κάλλιον μήτε κτήσασθαι τὴν τοιαύτην κτῆσιν, μήτε προσφέρειν ἐξ αὐτῆς. Καθα‐ ρὸν γὰρ δῶρον ἀνοίσει τὴν εὐχὴν, ὡς γέγραπται· Εὐχαὶ κατευθυνόντων δεκταὶ παρ’ αὐτῷ. Καὶ πά‐ λιν, εἰ κτώμενος ἐκ δικαίων πόνων μὴ προσφέρεις | |
35 | Θεῷ προσφορὰς, ἀφ’ ὧν τρέφονται πένητες, ἁρπαγὴ λογισθήσεταί σοι καθά φησι διὰ τοῦ προφήτου Μα‐ λαχίου, ὅτι Αἱ ἀπαρχαὶ καὶ τὰ ἐπιδέκατα μεθ’ ὑμῶν εἰσι, καὶ ἔσται ἡ διαρπαγὴ ἐν τοῖς οἴκοις ὑμῶν. Δεῖ τοίνυν, ἔλεον καὶ κρίσιν συγκεράσαντας | |
40 | ὑμᾶς, κτᾶσθαι μὲν μετὰ κρίσεως, ἀναλίσκειν δὲ εἰς ἔλεον, κατὰ τὸ γεγραμμένον· Ἔλεον καὶ κρῖμα φυλάσσου, καὶ ἔγγιζε πρὸς Θεόν σου διαπαντός. Ἐλεημοσύνην γὰρ καὶ κρίσιν ἀγαπᾷ ὁ Θεός. Διόπερ ἐγγίζει πρὸς Θεὸν ὁ τοῦ ἐλέους καὶ τῆς κρίσεως | |
45 | προνοούμενος. Λοιπὸν ἐνταῦθα ἐξεταζέτω τις ἑαυ‐ τὸν, καὶ σκοπείτω τοὺς ἰδίους πόρους ὁ πλού‐ σιος, ἐξ ὧν ἀναφέρειν δῶρα μέλλει Θεῷ· μὴ τὸν πέ‐ | |
νητα κατεδυνάστευσε, μὴ τὸν ἀσθενέστερον ἐβιάσατο, | 1707 | |
31.1709 | μὴ τὸν ὑποκείμενον αὐτῷ πεπλεονέκτηκεν, ἐξουσίᾳ χρώμενος ἀντὶ δικαιοσύνης. Τὸ δίκαιον γὰρ καὶ τὴν ἰσό‐ τητα κελευόμεθα φυλάττειν καὶ πρὸς τοὺς δούλους. Μὴ γὰρ, ὅτι κρατεῖς, βιάζου, μηδὲ, ὅτι δύνασαι, πλεονέκτει· | |
5 | ἀλλ’ ὅτι πάρεστί σοι τὰ τῆς ἐξουσίας, δεῖξον τὰ τῆς δι‐ καιοσύνης. Οὐ γὰρ ἐν ᾧ μὴ δύνασαι, παρέξεις τὴν ἀπόδειξιν τῆς πρὸς τὸν Θεὸν ὑπακοῆς καὶ τοῦ φόβου, ἀλλ’ ἐν ᾧ παραβῆναι δυνάμενος, οὐ παραβαίνεις. Εἰ δὲ, ἀφελόμενος τὰ τῶν πενήτων, πένησι δίδως, κάλ‐ | |
10 | λιον ἦσθα μήτε ἁρπάζων, μήτε διδούς. Τί μολύνεις τὸν σαυτοῦ πλοῦτον, ἐπεισάγων αὐτῷ τὰ μὴ δίκαια κέρδη; Τί βδελυκτὴν ποιεῖς τὴν σαυτοῦ προσφορὰν ἐξ ἀδικίας, προσφέρειν ἐπιχειρῶν, ἐν ᾧ μέλλεις ἕτερον πτωχὸν ἐλεεῖν; Ἐκεῖνον ἐλέησον, ὃν | |
15 | ἀδικεῖς. Εἰς τοῦτον κατάχρησαι τῇ φιλανθρω‐ πίᾳ· τούτῳ χάρισαι, καὶ πληρώσεις ἔλεον μετὰ κρί‐ σεως. Οὐ γὰρ κοινωνήσει πλεονεξίᾳ Θεὸς, οὐδὲ λῃ‐ στῶν καὶ ἁρπάγων κοινωνὸς ὁ Κύριος· οὐδὲ ὡς ἀδύ‐ νατος τρέφειν τοὺς πένητας, ἡμῖν κατέλιπεν αὐτούς· | |
20 | ἀλλὰ τὴν δικαίαν καὶ φιλάνθρωπον καρποφορίαν παρ’ ἡμῶν ζητῶν, εἰς ἡμετέραν εὐεργεσίαν. Ἐλεη‐ μοσύνη ἐξ ἀδικίας οὐ γίνεται, οὐδὲ ἐκ κατάρας εὐ‐ λογία, οὐδὲ ἐκ δακρύων εὐεργεσίαι. Λέγει ὁ Θεὸς τοῖς τὰ δάκρυα κινοῦσι τῶν ἀδικουμένων, ὅτι | |
25 | Ἃ ἐμίσουν, ἐποιεῖτε, ἐκαλύπτετε δάκρυσι τὸ θυ‐ σιαστήριόν μου, καὶ κλαυθμῷ καὶ στεναγμῷ. Ἐκ πόνων ἐλέησον, καὶ μὴ θέλε ἀδικεῖν, προφασι‐ ζόμενος ἐξ ἀδικίας τῷ Θεῷ προσάγειν τὸν ἔλεον. Κενοδοξία τὰ τοιαῦτα, καὶ πρὸς τοὺς ἐξ ἀνθρώπων | |
30 | ἐπαίνους, οὐ πρὸς τὸν ἔπαινον τὸν ἐκ Θεοῦ ἐνορῶν‐ τα. Διὰ τοῦτο καλῶς ὁ Κύριος μὴ πρὸς τὸ θεα‐ θῆναι, φησὶν, ὑπὸ ἀνθρώπων. Ἐὰν γὰρ ὡς Θεοῦ τὴν ἐλεημοσύνην ὁρῶντος ποιῇς αὐτὴν, φυλάξῃ μὴ ποιεῖν αὐτὴν ἐκ πλεονεξίας, εἰδὼς, ὅτι τὸν ἐπόπτην | |
35 | Θεὸν οὐκ εὐφραίνεις. Οὕτως ἐλεημοσύνην ποιῶμεν, ἵνα ἀπολάβωμεν παρὰ Θεοῦ. Ἀποδίδωσι δὲ ὁ Θεὸς ἐκείνοις, οὓς ἐπαινεῖ· ἐπαινεῖ δὲ πλεονέκτην οὐδένα. Οὐκ ἔστι σοι δῶρα προσενεγκεῖν Θεῷ, ἐὰν λυπήσῃς τὸν ἀδελφόν. Ἐὰν προσφέρῃς, φησὶ, τὸ δῶρόν σου | |
40 | ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς, ὅτι ὁ ἀδελ‐ φός σου ἔχει τι κατὰ σοῦ, ὕπαγε πρῶτον, διαλ‐ λάγηθι τῷ ἀδελφῷ σῷ, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. Μέμνησο τοῦ τελώνου Ζακχαίου, ὃς, προθέμενος ἀποδοῦναι τετραπλάσιον, εἴ τι ἐσυκοφάν‐ | |
45 | τησεν, οὕτω τῶν ὑπολειπομένων χρημάτων τὰ ἡμίση πτωχοῖς ἀπεμέρισεν. ᾜδει γὰρ, ὅτι Χριστὸν ὑποδέ‐ ξασθαι βούλεται, καὶ οὐκ ἄλλως ἀποδέξεται Χριστὸς τὰς εἰς τοὺς πτωχοὺς φιλοτιμήσεις, εἰ μὴ λυθεῖεν αἱ κατὰ τῶν ἀδικηθέντων πλεονεξίαι. Καὶ οὕτως ὁ Κύ‐ | |
31.1709(50) | ριος ἀπεδέξατο τοῦ Ζακχαίου τὴν ὀρθότητα, καὶ ἔφη· | |
Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο. Καὶ | 1709 | |
31.1712 | ταῦτα μὲν πρὸς τοὺς ἐλεημοσύνας ποιοῦντας, ἰσότη‐ τος δὲ μὴ προνοουμένους. Πρὸς δὲ τὸν ἀδικεῖν μὲν φυλαττόμενον, ἐλεεῖν δὲ ἀμελοῦντα, λέγομεν, ὅτι Πᾶν δένδρον μὴ ποιοῦν καρπὸν ἐκκόπτεται καὶ εἰς πῦρ | |
5 | βάλλεται, καὶ οὐδέποτε τὸ τοιοῦτο δένδρον ἀρέσει τῷ ἐπουρανίῳ γεωργῷ τῷ λέγοντι, ὅτι Ἦλθε ζητῶν καρπὸν ἐν τῇ συκῇ, καὶ οὐχ εὗρε, καὶ κελεύοντι αὐ‐ τὴν ἐκκόπτεσθαι, ἵνα μὴ καὶ τὸν τόπον κατασχο‐ λῇ. Κατεγνωσμένος δὲ παρὰ Θεῷ φαίνεται καὶ ὁ | |
10 | τὸ ἐνεχύρασμα τῷ πένητι μὴ ἀποδιδοὺς, καὶ ἀπειλὴ κατὰ τοῦ τοιούτου γίνεται. Ὅτι, φησὶ, κεκράξεται πρὸς μὲ ὁ τὸ ἐνέχυρον μὴ ἀπολαβὼν, καὶ ἐπ‐ ακούσομαι αὐτοῦ. Ἐλεήμων γάρ εἰμι. Δεινὸν δὲ καὶ παράνομον ἦν καὶ τὸν θερισμὸν ἐπεκθερίζειν, | |
15 | καὶ τὸν ἀμπελῶνα ἐπανατρυγᾷν, καὶ τὸν ἐλαιῶ‐ να καλαμᾶσθαι, ὅτι ταῦτα πτωχοῖς ἔδει κατα‐ λείπεσθαι. Εἰ δὲ ταῦτα τοῖς ἐν νόμῳ προσετέτα‐ κτο, τί ἐροῦμεν περὶ τῶν ἐν Χριστῷ; πρὸς οὓς λέγει Κύριος· Ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη | |
20 | πλεῖον τῶν Γραμματέων καὶ τῶν Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Διὰ τοῦτο οὐ μόνον ἐξ ἀγρῶν καὶ προσόδων, ἀλλὰ καὶ ἐκ τῆς τῶν χειρῶν ἐργασίας μεταδιδόναι τοῖς μὴ ἔχουσιν ὁ Ἀπόστολος παραινεῖ· Ἐργαζόμενοι φησὶ, | |
25 | τὸ ἀγαθὸν ταῖς χερσὶν, ἵνα ἔχητε μεταδιδόναι τῷ χρείαν ἔχοντι. Τῷ δὲ ἀκολουθεῖν βουλομένῳ, καὶ πᾶσαν πιπράσκειν τὴν οὐσίαν εἰς εὐεργεσίαν πενήτων ὁ Κύριος εἰσηγήσατο, καὶ οὕτως ἀκολουθεῖν αὐτῷ· τοῖς μὲν ἀκολουθηταῖς καὶ τελείοις τὴν ἀθρόον | |
30 | καὶ τελείαν τῶν ἐλεημοσυνῶν πλήρωσιν ἐπιτάττων, ἵνα, πληρώσαντες τὴν διὰ χρημάτων λειτουργίαν, ἐπὶ τὴν διὰ λόγου καὶ πνεύματος μεταβῶσι· τοῖς δὲ λοι‐ ποῖς τὰς, ἐξ ὧν ἔχουσι, μεταδόσεις καὶ κοινωνίας διηνεκεῖς παραγγέλλων, ἵνα διὰ τούτων εὑρεθῶσι | |
35 | Θεοῦ φιλανθρωπίας μιμηταὶ, ἐλεοῦντές τε καὶ μετα‐ διδόντες καὶ χαριζόμενοι. Δίδοτε γὰρ, φησὶ, καὶ δο‐ θήσεται ὑμῖν. Διὰ τούτων δὲ καὶ τὴν πρὸς ἑαυτὸν κοινωνίαν ἑαυτοῖς ἐπηγγείλατο. Οὗτοι γάρ εἰσιν οἱ ἐκ δεξιῶν ἱστάμενοι τοῦ Κυρίου, πρὸς οὓς ἐρεῖ | |
40 | παραγενόμενος ὁ βασιλεύς· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμέ‐ νην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψη‐ σα, καὶ ἐποτίσατέ με· γυμνὸς ἤμην, καὶ περι‐ | |
45 | εβάλετέ με· ξένος, καὶ συνηγάγετέ με· ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ ἤλθετε πρὸς μέ. Θαυμασάν‐ των δὲ τῶν δικαίων καὶ εἰπόντων· Πότε ταῦτα ἐποιήσαμεν εἰς σὲ, Κύριε; ἐρεῖ πρὸς αὐτούς· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ | |
31.1712(50) | τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ | 1711 |
31.1713 | ἐποιήσατε. Ἡ γὰρ εἰς τοὺς ἁγίους προθυμία εἰς Χριστόν ἐστιν εὐσέβεια, καὶ ὁ πρὸς τὸν πτωχὸν πρόθυμος ὑπηρέτης εὑρίσκεται Χριστοῦ κοινω‐ νός· οὐ μόνον, εἰ μεταδοίη τι μέγα ἔχων, ἀλλ’ | |
5 | εἰ καὶ μικρὸν κεκτημένος, τοῦτο προσάγοι, καὶ εἰ ποτήριον ψυχρὸν μόνον ποτίσειε τὸν μαθητὴν εἰς ὄνομα μαθητοῦ. Ἡ γὰρ τῶν μαθητῶν ἔνδεια κατὰ τὸν κόσμον ἀληθινοῦ σοι πλούτου πρόφασις, ὦ πλούσιε. Διὰ γὰρ τούτων εὑρίσκῃ Χριστοῦ συνεργός· | |
10 | στρατιώτας τρέφεις Χριστοῦ, καὶ τρέφεις ἑκὼν, οὐκ ἀναγκαζόμενος. Ὁ γὰρ οὐράνιος βασιλεὺς οὐκ ἐπαναγκάζει, οὐδὲ ἀπαιτεῖ τελέσματα, ἀλλὰ δέχεται τοὺς προθυμουμένους, ἵνα διδόντες λάβωσι, καὶ τιμήσαντες τιμηθῶσι, καὶ κοινωνήσαντες τῶν | |
15 | προσκαίρων, εἰς κοινωνίαν τῶν αἰωνίων κληθῶσι. Ταῦτα ἡμῖν ἐν παντὶ καιρῷ διὰ μνήμης ἔστω, καὶ πρὸ ὀφθαλμῶν τῆς ψυχῆς, ἵνα μὴ παραλίπωμεν τὸν ἐμπεσόντα καιρὸν, μηδὲ ὑπερθέμενοι τὸν παρ‐ όντα, ἕτερον ἀναμείνωμεν, μήποτε ἐν τῷ μένειν καὶ ἀναβάλλεσθαι τῷ τέλει καταληφθῶμεν. Δῴη δὲ ὁ Κύριος ἐγκάρπους ἡμᾶς καὶ γρηγοροῦντας καὶ τῶν ἐντολῶν αὐτοῦ μεμνημένους εἰς τὴν ἀπάν‐ τησιν αὐτοῦ τὴν ἔνδοξον ἑτοίμους καὶ ἀνεμποδίστους εὑρεθῆναι, ἐν αὐτῷ τῷ Χριστῷ καὶ Θεῷ ἡμῶν, | |
20 | μεθ’ οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐ | |
νων. Ἀμήν. | 1713 |