TLG 2040 068 :: BASILIUS :: Consolatoria ad aegrotum [Sp.] (sub auctore Proclo)

BASILIUS Theol., Episcopus
(Caesariensis (Cappadociae): A.D. 4)

Consolatoria ad aegrotum [Sp.] (sub auctore Proclo)

Dup. partim PROCLUS Scr. Eccl. (2755 034)

Citation: Volume — page — (line)

31

.

1713

(22t)

ΤΟΥ ΑΥΤΟΥ ΟΜΙΛΙΑ ΠΑΡΑΜΥΘΗΤΙΚΗ ΑΣΘΕΝΟΥΝΤΙ.
25 Πάτερ, εὐλόγησον. Ὁ βίος τῶν ἀνθρώπων βραχὺς, καὶ ὀλιγοχρό‐ νιος τῆς ἐπιμόχθου ζωῆς ἡ φαιδρότης, ἱστὸς ἀρά‐ χνης, εὐδιάλυτος ἡ δόξα, ἡ φαντασία τοῦ βίου ὄναρ, ἀλλὰ μακαριωτάτη τῶν δικαίων ἡ ἄνεσις. Ἀπέραν‐
30τός ἐστιν ἡ ἐν οὐρανοῖς ἀνάπαυσις, ἀμαράντου φιλο‐ τίμου τὰ δῶρα, εἰκότως. Οὗ γὰρ ἀναλλοίωτος ἡ φύσις, τούτου καὶ ἄπαυστος ἡ δόσις. Διὸ πρόσκαι‐ ρος μὲν αὐτῶν ἐνθάδε ἡ πάλη· ἀΐδιος δὲ ἡ μετὰ τῶν ἄθλων ἐκεῖσε νίκη. Ἱδροῦμεν γὰρ ὡς ἐν
35παλαίστρᾳ τῷ βίῳ, ταῖς θλίψεσι παλαίοντες, καὶ πολλοὺς ἀνταγωνιστὰς ἔχει ἡ φύσις. Αἱ ἡδοναὶ τὸ
στεῤῥὸν ὑπεκλύουσιν, αἱ τρυφαὶ τὸ ἀνδρεῖον μετ‐1713

31

.

1716

αλλάττουσιν, αἱ ἀθυμίαι τὸν τόνον ἐκνευρίζου‐ σιν, αἱ συκοφαντίαι τὰς ὕβρεις καταχέουσιν, αἱ κο‐ λακεῖαι τὰς ἐπιβουλὰς προσπλάττουσιν, οἱ φόβοι εἰς ἀπόγνωσιν σκελίζουσι, καὶ ἐν τοιαύτῃ ζάλῃ
5χειμάζεται ἀπαύστως ἡ φύσις. Οὐδὲ γὰρ μόνον τὰ λυπηρὰ τοῦ βίου φορτικὰ, ἀλλὰ καὶ αὐτὰ τὰ δοκοῦντα ἡδέα τῇ μεταβολῇ ἀνιᾷ, καὶ σχεδὸν θλίψεων καὶ δακρύων μεστὸν ὁδεύομεν βίον, καὶ εἰ θέλεις γνῶναι, μάθε τὰ λυπηρὰ τοῦ βίου. Ἐσπάρη ὁ ἄν‐
10θρωπος ἐν τῇ μήτρᾳ, ἀλλὰ θλῖψις τῇ σπορᾷ ἡγήσατο. Κατεβλήθη τὸ σπέρμα εἰς τὴν τῆς φύσεως αὔλακα· εἰ μόνον ἐνθυμηθῶμεν, ἐρυθριῶμεν τὰ προοίμια τῆς γενέσεως. Ἠλλοιώθη τὸ καταβληθὲν εἰς αἷμα, ἐπαχύνθη τὸ αἷμα εἰς σάρκα, ἐμορφώθη ἡ
15σὰρξ τῷ χρόνῳ, ἐψυχώθη τὸ μορφωθὲν ὑπὲρ λόγον, ἐτράφη ὁ ψυχωθεὶς τοῖς κατὰ φύσιν, σκιρτᾷ τὸ ἔμβρυον στενοχωρούμενον, δυσχεραίνει πρὸς τὸ τῆς φύσεως δεσμωτήριον· ἀλλ’ ἦλθε μόλις ὁ χρόνος τοῦ τόκου, ἐλύθη τῶν ὠδίνων τὰ κλεῖθρα, ἀνεῴχθησαν αἱ
20τῆς φύσεως θύραι, ἀπέλυσεν ἡ μήτρα, ὃν κατεῖχεν· ἐξωλίσθησεν εἰς τὸν βίον ὁ τῆς θλίψεως πύκτης, ἀνέπνευσε τὸν ἀέρα ἡ τῆς κτίσεως γλῶσσα, καὶ τί μετὰ τοῦτο; Πρώτη φωνὴ, ἔκλαυσεν. Ἀρκεῖ ἀπὸ τῶν προοιμίων γνῶναι τὸν βίον. Ἔπεσεν εἰς τὴν γῆν
25τὸ βρέφος, καὶ οὐκ ἐγέλασεν· ἀλλ’ εὐθὺς πεσὸν, τῶν πόνων ἀντελάβετο καὶ κλαίει. Ἔγνω γὰρ, ὅτι εἰς τὴν τῶν θλίψεων ἐναυάγησε θάλασσαν. Ἐτράφη μετὰ δακρύων, ἀπεγαλακτίσθη μὴ βουλόμενον, εἰς παῖδας τελεῖ, καὶ δέδοικε γονέας ἢ οἰκέτας. Μει‐
30ρακίσκος ἐγένετο, καὶ παιδαγωγοῖς παρεδόθη εἰς λόγους. Ἴδε φόβος ἄνεσιν οὐκ ἔχων. Ἐῤῥᾳθύ‐ μησεν, ἐμαστίχθη, ἠγρύπνησεν, ἀλλ’ ἐξέμαθε, προέκοψε κατάκρας, ἀπηρτίσθη ἐν λόγοις, ἐπεδεί‐ ξατο εὐδοκίμησιν, διὰ πάσης ἰδέας λόγων ἀστράπτει,
35νομικῆς πεπλήρωται πείρας, εἰς ἄνδρας προέβη τῷ χρόνῳ, στρατείᾳ ἑαυτὸν ἐπέδωκεν. Ἀρχὴ πάλιν μει‐ ζόνων θλίψεων. Φοβεῖται ἄρχοντας, ὑφορᾶται ἐπι‐ βουλὰς, προσήλωται τῷ κέρδει, ἐρευνᾷ, λυσσᾷ περὶ τὸ κέρδος, ἀγρυπνεῖ, ἐν ταῖς δίκαις ζῇ, ἐν λο‐
40γοθεσίοις ἀποδημεῖ, μὴ ἑλκόμενος, ἀκολουθεῖ γὰρ ἄκων, κάμνει ὑπὲρ δύναμιν, ἐν ταῖς νυξὶ φροντίζει, ἐν ἡμέρᾳ παρέστηκεν, ὡς δοῦλος. Ἡ γὰρ χρεία τὴν ἐλευθερίαν ἐπώλησεν. Εἶτα μετὰ ταῦτα πολλάκις καμὼν καὶ ἀρέσας, τιμῶν ἠξιώθη,
45πρὸς ὕψος ἀρχῆς ἀνήχθη, ἐπιστατεῖ ἔθνεσι, στρα‐1715

31

.

1717

τοπέδοις κελεύει, ὡς ὕπατος φιλοτιμεῖται, ἐσώρευσε πλοῦτον· ἀλλὰ συνέδραμε τοῖς καμάτοις ὁ χρόνος, καὶ συνέφθασε τῷ ἀξιώματι τὸ γῆρας, καὶ πρὶν ἢ ἀπολαῦσαι τοῦ πλούτου, ἀπῆλθεν ἁρπασθεὶς
5τοῦ βίου, καὶ ἐν αὐτῷ τῷ λιμένι ὑπέμεινε τὸ ναυάγιον. Συνακολουθεῖ γὰρ ταῖς ματαίαις ἐλ‐ πίσι καταγελῶν τῶν βροτῶν ὁ θάνατος. Τοιοῦτος ὁ τῶν ἀνθρώπων βίος, ἄστατος θάλασσα, ἀὴρ ἀνώμα‐ λος, ὄναρ ἀβέβαιον, ῥεῦμα παρατρέχον, καπνὸς
10διαχεόμενος, σκιὰ μεταπηδῶσα, πέλαγος ὑπὸ κυμά‐ των ἐνοχλούμενον· καὶ ἡ μὲν ζάλη φοβερὰ, ὁ δὲ πλοῦς ἐπισφαλὴς, οἱ δὲ ἐπιβάται νυστάζομεν. Φοβε‐ ρὰ γὰρ καὶ ἀγρία ἡ τοῦ βίου θάλασσα, μάταιαι αἱ ἐλπίδες, ὡς καταιγίδες σπιλάζουσαι. Αἱ θλίψεις
15ὡς κύματα ὠρύονται, αἱ ἐπιβουλαὶ ὡς ὕφαλοι κρύπτονται πέτραι, οἱ ἐχθροὶ ὡς κύνες περικεχή‐ νασιν, οἱ ἅρπαγες ὡς πειραταὶ ἐφεδρεύουσι, τὸ γῆρας ὡς χειμὼν ἐπέρχεται, ὁ θάνατος ὡς ναυάγιον ἐφίσταται. Εἶδες τὴν ζάλην, κυβέρνησόν
20σου τὸν χειμῶνα, βλέπε πῶς πλέεις, μὴ ὑπέραν‐ τλον ποιήσῃς τὸ σαυτοῦ σκάφος, ἢ τῷ ἐξ ἀδι‐ κίας πλούτῳ, ἢ τῷ ἐκ παθῶν φόρτῳ· διὰ τοῦτο ὁ μακάριος Παῦλος ἀρτίως βοᾷ· Ἔστι πορισμὸς μέγας ἡ εὐσέβεια. Πλοῦτος οὐράνιος, θησαυρὸς
25μυστηρίων, σοφίας πέλαγος, γνῶσις ἀληθείας, προσκύνησις τῆς ἀκτίστου Τριάδος, ἔσοπτρον τοῦ παρθενικοῦ μυστηρίου, πίστις ἀπολυπραγμόνητος, ὁμολογία ἔρευναν φεύγουσα, κήρυγμα ὅσιον, διὰ γλώσσης προσφερόμενον, δι’ ἀκοῆς εἰσδυόμενον, ἐν
30ψυχῇ ῥιζούμενον, καὶ Τριάδος ἔλλαμψιν χαριζόμε‐ νον. Ἔστι πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐτ‐ αρκείας. Οὐδὲν γὰρ αὐταρκείας πλουσιώτερον, βίος ἀπέριττος, ἀνάπαυσις ἀφρόντιστος, πλοῦτος ἀνεπι‐ βούλευτος, χρεία μετὰ ἀνέσεως, βάρος ἄνευ θλί‐
35ψεως, ζωὴ ἀνενδεὴς, ἀπόλαυσις ἀνύβριστος. Οἱ αὐτάρκειαν ἀσκοῦντες φεύγουσι τὴν τοῦ πλούτου ζάλην. Πάντα γὰρ φοβεῖται ὁ πλούσιος· τὰς ἡμέρας, ὡς δικαστηρίων καιρούς· τὰς ἑσπέρας, ὡς λῃστῶν εὐκαιρίας· τὰς νύκτας, ὡς φροντίδων μάστιγας·
40τοὺς ὄρθρους, ὡς κολάκων ἐφόδους. Καὶ οὐ μόνον καιρὸν, ἀλλὰ καὶ τόπον δέδοικε. Φρίττει λῃστῶν διορυγὰς, κλεπτῶν ἐπιβουλὰς, βιαστῶν συκοφαντίας, τῶν βιασθέντων τὰς κατηγορίας, τῶν δυνατω‐ τέρων τὰς διαρπαγὰς, τῶν οἰκετῶν τὰς κακουργίας,
45τῶν δηλατόρων τὰς περιεργίας, τῶν ἀναπρατ‐ τόντων τὴν ἀγνωμοσύνην, τῶν γειτόνων τὰς ἐνθυμήσεις, τῶν τοίχων τὴν σαθρότητα, τῶν οἰκιῶν τὰς καταπτώσεις, τῶν βαρβάρων τὰς ἐφόδους, τῶν
πολιτῶν τοὺς δόλους, τῶν δικαζόντων τὰς ἀποφάσεις,1717

31

.

1720

τὸ μετὰ τὸ σχεῖν ἀπολέσαι, τὴν μετὰ τὴν κτῆσιν ἀφαίρεσιν. Ἄνθρωπε, εἰ τοσοῦτος ὁ χειμὼν τῆς κτήσεως, ποῦ τὸ ἔαρ τῆς ἀπολαύσεως; Ἔστι πορι‐ σμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας. Οὐ τῷ
5παρόντι συγκατακλείεται βίῳ, φησίν. Ἀθάνατος γάρ ἐστιν ἡ κτῆσις, πλούτῳ δαπανωμένῳ γὰρ οὐχ ἁλίσκεται. Εἰπὲ, ὦ Παῦλε, Οὐδὲν εἰσηνέγ‐ καμεν εἰς τὸν κόσμον. Ἀρκεῖ ἡ ἰσοτιμία τῆς εἰσ‐ όδου διῶξαι τὴν ἀνωμαλίαν τοῦ τύφου τῆς
10πολιτείας. Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον· γυμνοὶ τῆς μητρῴας γαστρὸς ἐξήλθομεν. Οὐδὲν εἰσῆλθες ἔχων, πλεονέκτα· οὐ χρυσόν· ἐκ γῆς γὰρ μεταλλεύεται· οὐκ ἄργυρον· οὐ γὰρ συνεσπάρη· οὐκ ἐσθῆτα· τέχνης γὰρ ὑφαντικῆς ἐπίνοια· οὐ κτήμα‐
15τα, ἅπερ ἐφιλέργησε πλοῦτος, καὶ ᾠκοδόμησαν χεῖ‐ ρες· οὐκ ἀξίωμα, εἰ μὴ μόνον τὸ κατ’ εἰκόνα· οὐ δυναστείαν, ἣν φθείρει χρόνος, καὶ θερίζει θά‐ νατος. Γυμνὸς εἰς τὸν κόσμον εἰσῆλθες, εἴθε καὶ γυ‐ μνὸς ἁμαρτημάτων ἐξέλθοις τοῦ βίου! Οὐδὲν εἰσ‐
20ηνέγκαμεν εἰς τὸν βίον, ἀλλ’ οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Καὶ οὐδὲν, ὦ Παῦλε, τῶν τοῦ βίου ἐκφέρομεν; Τῶν τοῦ βίου οὐδὲν, εἰ μὴ μόνον ἀρετὰς, εἰ ἐπράξαμεν. Ἐκφέρομεν σωφροσύνην, εἰ ἠνθή‐ σαμεν. Ἐκφέρομεν ἐλεημοσύνην, εἰ ἐπλουτή‐
25σαμεν. Αὗται ψυχῇς συνήγοροι, βίου ἄγ‐ κιστρα. Ἐνταῦθα πλοῦτος ἀπομένει, ἁρπάζεται χρυσὸς, μερίζεται ἄργυρος, πιπράσκεται κτή‐ ματα, ληθαργεῖται δόξα, παύεται δυναστεία, σβέννυται φόβος. Τῇ γὰρ σκηνῇ τοῦ βίου συν‐
30διαλύεται τὸ σχῆμα. Τί οὖν, Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησό‐ μεθα. Φεύγω τὸ περιττὸν, ὡς ἄχρηστον, καὶ ζητῶ τὸ ἀναγκαῖον, ὡς ἀκατηγόρητον. Ἕστηκεν ἐκεῖ γυμνὸς ὁ πλούσιος, εἰ μὲν ἔχει ἀρετὰς, κἀκεῖ πλού‐
35σιος· εἰ δὲ τούτων γυμνὸς, πένης αἰώνιος. Οὐδὲν γὰρ τῆς ἐναρέτου πενίας πλουσιώτερον. Πέτρος πέ‐ νης· ἀλλ’ ἐσκύλευσε θάνατον. Ἰωάννης πένης· ἀλλὰ χωλοῦ ἀνώρθωσε πόδας. Φίλιππος πένης· ἀλλ’ εἶδεν ἐν τῷ Υἱῷ τὸν Πατέρα. Ματθαῖος πένης· ἀπ‐
40εδύσατο γὰρ μετὰ τῆς ἁρπαγῆς τὸν πλοῦτον. Θωμᾶς πένης· ἀλλ’ ὤρυξε θησαυρὸν ἀνελλιπῆ τὴν πλευρὰν
τοῦ Δεσπότου. Παῦλος πένης· ἀλλὰ τοῦ παραδείσου1719

31

.

1721

γέγονε κληρονόμος. Ὁ Δεσπότης κατὰ σάρκα πένης· θεότητι γὰρ πλούσιος ἄμετρος. Ἰδοὺ γὰρ σήμερον ἐξέχεε τὸν τῆς ἰάσεως πλοῦτον, τὴν πενθερὰν Πέτρου νόσου ἀπήλλαξε, τῇ ἁφῇ τὸν πυ‐
5ρετὸν ἐφυγάδευσεν. Ἤγειρε, μὴ περιοδεύσας, τὴν κάμνουσαν· ὕλη οὐκ ἐφαίνετο, καὶ ἴασις ἐσχεδιάζετο. Πόνους πλουσίους ἀνάλωσε, καὶ οὐδεὶς ὁ ἐλεῶν. Ἐνταῦθα δὲ μόνον ἐπέστη ὁ τῆς φύσεως ἰατρὸς, ἐλύθη τοῦ σώματος ὁ χειμών.
10Καὶ βλέπε μοι τὸ θαυμαστόν. Τρεῖς ἐν ταυτῷ ἐθεράπευσε, δύο ἄνδρας καὶ μίαν γυναῖκα, τὸν Λά‐ ζαρον, τὸν τῆς χήρας υἱὸν, τὴν θυγατέρα Ἰαείρου, καὶ διὰ τί ἄκουε· ἀπόῤῥητος γὰρ ὁ λόγος. Ἵνα δείξῃ, ὅτι αὐτός ἐστι νόμου καὶ χάριτος Δεσπότης,
15διὰ τοῦτο τὴν ὁμοίαν ἐν ἑτέροις σώζει εἰκόνα. Ὥσπερ γὰρ ἐκεῖ τρεῖς ἐπέστησε τῷ λαῷ δημα‐ γωγοὺς, τὸν Μωσέα, τὸν Ἀαρὼν καὶ τὴν Μαριάμ. Ἄκουε αὐτοῦ ἐν προφήταις βοῶντος· Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἠδίκησά σε, ἀποκρίθητί μοι,
20διότι ἀπέστειλα πρὸ προσώπου σου τὸν Μωσῆν καὶ τὸν Ἀαρὼν καὶ τὴν Μαριάμ; Τὸν Μωσέα εἰς πρόσωπον τοῦ νόμου· τὸν Ἀρὼν εἰς πρόσωπον τῶν προφητῶν, καὶ τὴν Μαριὰμ εἰς πρόσωπον τῆς Ἐκ‐ κλησίας, ἢν ἐπήρωσε τῶν εἰδώλων ἡ ἀκαθαρσία,
25καὶ ἰάσατο ἡ τοῦ σαρκωθέντος φιλανθρωπία. Διὰ τοῦτο ἡ Ἐκκλησία, καθάπερ Μαριὰμ, ἐλευθερω‐ θεῖσα τοῦ νοητοῦ Φαραὼ, τοῦ διαβόλου, καὶ τῆς τῶν δαιμόνων καταδυναστείας, καθάπερ Αἴγυπτον ὁρῶσα ὑπὸ τὸ πέλαγος τῆς κολυμβήθρας τὸν παλαιὸν ἄνθρωπον πνιγέντα, λαβοῦσα τὸ τύμπανον τῆς εὐ‐
30χαριστίας, καὶ ἐναρμόσασα τῷ ξύλῳ τοῦ σταυροῦ τὰς χορδὰς τῶν ἀρετῶν, ἀνακρουομένη βοᾷ· Ἄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. Ἐξ οὐρανοῦ κατῆλθε, καὶ τοῦ Πατρὸς οὐκ ἐχωρίσθη· ἐν σπηλαίῳ ἐτέχθη, καὶ τὸν θρόνον οὐκ ἐγύμνωσε· ἐν φάτνῃ ἀνεκλίθη, καὶ τοὺς πατρικοὺς κόλπους οὐκ ἐκένω‐ σεν· ἐκ παρθένου σαρκωθεὶς ἐγεννήθη, καὶ ἔμεινεν, ὡς Θεὸς, ἀπάτωρ· κατέβη, καὶ τῶν ἄνω οὐκ ἐχω‐ ρίσθη· ἀνέβη, καὶ τῇ Τριάδι προσθήκην οὐκ ἐποίησεν· ἐν μορφῇ δούλου ἐφάνη, καὶ τὸ πρὸς τὸν Πα‐
35τέρα ἰσότιμον οὐκ ἀπώλεσεν· ἀλλ’ ἔστιν ὁ Λόγος καὶ εἰκὼν, καὶ ἀπαύγασμα, καὶ χαρακτήρ. Λόγος, οὐ‐ δέποτε γὰρ τοῦ νοῦ ἀφίσταται· εἰκὼν, οὐ κηρόχυτος σανὶς, ἀλλὰ σφραγὶς ἰσότυπος· ἀπαύγασμα, συν‐ αΐδιον γὰρ τὸ φῶς τῷ ἡλίῳ· χαρακτὴρ, ὁ γὰρ ἑωρακὼς τὸν Υἱὸν ἑώρακε τὸν Πατέρα. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ μονογενεῖ αὐτοῦ Υἱῷ καὶ τῷ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.1721