TLG 2040 067 :: BASILIUS :: Epitimia (epitimia 26) [Sp.]

BASILIUS Theol., Episcopus
(Caesariensis (Cappadociae): A.D. 4)

Epitimia (epitimia 26) [Sp.]

Citation: Volume — page — (line)

31

.

1308

(30)

ιβʹ Εἴ τις ἐξέλθοι τοῦ μοναστηρίου, μὴ λαβὼν εὐλογίαν, ἢ ἀπολυθεὶς ὑπὸ τοῦ ἀρχιμανδρίτου μετὰ εὐχῆς, ἔστω ἀκοινώνητος. ιγʹ Εἴ τις κέκτηταί τι ἐν τῷ μοναστηρίῳ, ἢ ἔξω τοῦ μοναστηρίου, ἔστω ἀκοινώνητος.
35ιδʹ Εἴ τις συνδυάζει μετά τινος ἐπὶ τὸ ἀναχωρή‐ σαι τοῦ μοναστηρίου ἐφ’ ἑτέρῳ τινὶ κακῷ, ἔστω ἀκοινώνητος. ιεʹ Εἴ τις τῶν ἀρχικουνιτῶν εὑρίσκει τινὰ ταράσ‐ σοντα ἢ διαλεγόμενον ἐν τῷ κουνίῳ, καὶ μὴ ἐκβάλ‐
40 λει αὐτὸν ἔξω τοῦ χοροῦ, αὐτὸς γενέσθω ἀπευλο‐ γίας. ιϛʹ Εἴ τις γένηται ἀπευλογίας ἕνεκεν παιδείας, καὶ καταφρονήσας μὴ ἀπολογήσηται, καὶ λάβῃ εὐλο‐ γίαν, ἀφοριζέσθω.
45ιζʹ Εἴ τις παρατιθεῖ τι ἐν ταῖς τραπέζαις ἢ ἑαυ‐

31

.

1309

τῷ, ἢ ἄλλῳ, μὴ ἐπιτραπεὶς παρὰ τοῦ ἀρχιμανδρί‐ του, γενέσθω ἀπευλογίας. ιηʹ Εἴ τις ἄνευ μαφορίου ποιεῖ ἔργον ἐν οἱῳδήποτε τόπῳ, γενέσθω ἀπευλογίας.
5ιθʹ Εἴ τις συντυγχάνει τῷ ἐρχομένῳ ξένῳ ἢ ἰδίῳ, μὴ ἐπιτραπεὶς παρὰ τοῦ ἀρχιμανδρίτου, ἐκτὸς τῶν ἐντετυπωμένων, γενέσθω ἀπευλογίας.
9κʹ Εἴ τις ἄρῃ ἀπὸ ἀδελφοῦ τι καὶ ἀποκρύψει, γενέ‐
10 σθω ἀπευλογίας. καʹ Εἴ τις, μὴ λαβὼν εὐλογίαν, ἐσθίει ἄνευ παιδείας ὢν, ἀφοριζέσθω. κβʹ Εἴ τις οὐχ αἱρῇ εὐλογίαν εἰς τὸν ὄρδινον αὐτοῦ, γενέσθω ἀπευλογίας· εἰ δὲ χρείας ἕνεκεν οὐκ
15 ἔφθασεν, ἀπολογησάσθω. κγʹ Εἴ τις εὑρεθῇ τὴν νύκτα ἰδιάζων μετά τινος, ἢ τὸν τόπον ἀλλάσσων, ὅπου κοιμᾶται, παρὰ γνώ‐ μην τῶν ἐντετυπωμένων, ἀφοριζέσθω.
20κδʹ Εἴ τις ἐμβάλλει ἑαυτὸν εἰς ἄλλο ἔργον, μὴ ἐπι‐ τραπεὶς, γενέσθω ἀπευλογίας. κεʹ Εἴ τις ἀλλάσσῃ τι μετά τινος, ἢ χαρίζεται παρὰ γνώμην τοῦ ἀρχιμανδρίτου, γενέσθω ἀπευ‐ λογίας.
25κϛʹ Εἴ τις ἑσπέρας μετὰ τὸ Πάτερ ἡμῶν εὑρεθῇ ὁμιλῶν, ἀφοριζέσθω. κζʹ Εἴ τις τῶν ὑγιαινόντων κοιμᾶται ἔξω τοῦ εὐ‐ κτηρίου, ἔστω ἀφωρισμένος. κηʹ Εἴ τις ἐν τραπέζῃ ἐσθίων φλυαρεῖ, ἐγειρέσθω
30 εἰς προσευχήν. κθʹ Εἴ τις γένηται ἀπευλογίας, καὶ λυπηθεὶς ἀντι‐ παιδεύσει τὸν παιδεύσοντα, ἢ ἀντιλέγων μὴ κατα‐ δέξηται, ἀφοριζέσθω. Εἰ δὲ λέγοι ἀδίκως παιδεύε‐ σθαι, γνωριζέσθω τὴν αἰτίαν τῷ ἀρχιμανδρίτῃ,
35καὶ τὸ ὑπ’ αὐτοῦ ὁριζόμενον καταδεχέσθω.
37λʹ Εἴ τις ἔχει πρός τινα λύπην, καὶ καταφρονῶν μὴ διαλλάσσεται πρὸ τῆς ὑπηρεσίας, ἢ λέγει τὴν αἰτίαν τῷ ἀρχιμανδρίτῃ, ἢ τῷ ἀρχικουνίτῃ, ἀφ‐
40 οριζέσθω. λαʹ Εἴ τις ἐν ἡμέρᾳ προσφορᾶς κωλύει ἑαυτὸν τῆς κοινωνίας παρὰ γνώμην τοῦ ἀρχιμανδρίτου, γενέσθω ἀπευλογίας. λβʹ Εἴ τις ἀπὸ Γραφῶν φιλονείκως διαλέγεται, γενέ‐
45σθω ἀπευλογίας· εἰ δὲ παραγγελθεὶς ἐπιμένει, ὡς ἀπειθὴς καὶ ἀνυπότακτος ἀφοριζέσθω.
48λγʹ Εἴ τις πλύνει ἢ ἑτέρου ἢ ἑαυτοῦ ἱμάτιον παρὰ γνώμην τοῦ ἀρχιμανδρίτου, γενέσθω ἀπευλογίας.
51λδʹ Εἴ τις ἀπολιμπάνεται τῶν τραπεζῶν, μὴ εἰρηκὼς
τὴν αἰτίαν, μενέτω ἄσιτος.

31

.

1312

λεʹ Εἴ τίς τι ἀπολέσει, καὶ, μὴ εὑρὼν αὐτὸ, μὴ ἀναγγείλῃ τῷ ἀρχιμανδρίτῃ, γενέσθω ἀπευ‐ λογίας. λϛʹ Ἐὰν εὑρεθῶσι δύο ἐπὶ τὸ αὐτὸ συνεχῶς πλη‐
5 σιάζοντες ἀλλήλοις, καὶ παραγγελθέντες μὴ χω‐ ρίζωνται, ἔσονται ἀφωρισμένοι, ἕως διορθώσων‐ ται. λζʹ Εἴ τις ἑσπέρας μὴ φθάσῃ εἰς τὸ Πάτερ ἡμῶν, ἐκτός τινος αἰτίας, στηκέτω εἰς προσευχὴν, ἕως ἂν
10 πάντες κοιμηθῶσιν ληʹ Εἴ τις, ἐν τῷ καιρῷ τῆς κοινωνίας λύπην ἔχων πρὸς τὸν ἀδελφὸν, μὴ δῷ αὐτῷ εἰρήνην, ἔστω ἀφ‐ ωρισμένος. λθʹ Εἴ τις μεθιστᾷ τὸν ἀδελφὸν αὐτοῦ ἀπὸ τοῦ ὀρδί‐
15 νου τῆς ὑπηρεσίας, ἐκτὸς τῶν ἐγκεχειρισμένων τὴν φροντίδα, γενέσθω ἀπευλογίας. μʹ Εἴ τις γνῷ ἀδελφὸν λάθρα ἀναχωρῆσαι θέλοντα τοῦ μοναστηρίου, καὶ μὴ μηνύσῃ τῷ ἀρχιμαν‐ δρίτῃ, ἢ τοῖς προεστῶσιν, ἀφοριζέσθω
20μαʹ Εἴ τις ἐγείρεται τῆς τραπέζης παρὰ γνώμην τοῦ ἀρχιμανδρίτου, στηκέτω εἰς προσευχὴν ἕως τοῦ λυχνικοῦ. μβʹ Εἴ τις μετὰ τὴν κοινωνίαν ἐξέρχεται τῆς ὑπ‐ ηρεσίας, ἕως πάντες λάβωσιν εὐλογίας, ἐκτὸς ἀν‐
25θρωπίνης ἀνάγκης, καθ’ ἑαυτὸν ἐσθιέτω.
27μγʹ Εἴ τις ποιεῖ τινα ἀπευλογίαν γενέσθαι ἀκαίρως, αὐτὸς γενέσθω ἀπευλογίας. μδʹ Εἴ τις εὑρεθῇ λαλῶν εἰς τὰ κέλλια, ἐκτὸς τῶν
30 ἐνοικούντων αὐτὰ, ἢ τῶν ἡσυχαστῶν, γενέσθω ἀπευλογίας. μεʹ Εἴ τις εὐτράπελα λαλῶν ἢ ἀργολογῶν, γενέσθω ἀπευλογίας. μϛʹ Εἴ τις εὑρεθῇ καταλαλῶν τινος, ἢ ἀκούων κα‐
35 ταλαλούντων τινῶν, καὶ μὴ ἐπιτιμῶν αὐτῷ, ἢ μηνύων τῷ ἀρχιμανδρίτῃ, σὺν αὐτῷ ἀφοριζέ‐ σθω. μζʹ Εἴ τις εὑρεθῇ εἰς τὸν κῆπον λαλῶν μετά τινος, ἢ δευτερῶν ψαλμοὺς, ἢ κοιμώμενος, ἐκτὸς
40 τῶν ἐργαζομένων, ἢ τῶν ἐντετυπωμένων, γενέσθω ἀπευλογίας. μηʹ Εἴ τις ἐξέλθοι εἰς τὸ ὀστιάριον μὴ ἐπιτραπεὶς ἐκ τῶν ἐν τετυπωμένων, γενέσθω ἀπευλογίας· εἰ δὲ εἰς τὸ φρούριον ἐξέλθοι, ἀφοριζέσθω.
46μθʹ Εἴ τις διδοῖ ἔξω τι, ἢ λαμβάνει, παρὰ γνώμην τοῦ ἀρχιμανδρίτου, ἀφοριζέσθω.
49νʹ Εἴ τις συντυχὼν ὁμιλήσει τινὶ τῶν ὑποστρε‐

31

.

1312

(50)

φόντων ξένων, πλὴν τοῦ δοῦναι τὴν εἰρήνην, ἐκτὸς

31

.

1313

τῶν ἐντετυπωμένων, γενέσθω ἀπευλογίας.
3ναʹ Εἴ τις ὀχλεῖ τῷ ἀρχιμανδρίτῃ προφάσει τῆς ἐφημερίας, πλὴν τοῦ κελλαρίου, ἢ τοῦ ἀρχιεβδο‐
5μαρίου, γενέσθω ἀπευλογίας· ἵνα ἑκάστης ἐφημε‐ ρίας ὁ ἀρχιεβδομάριος καὶ ὁ φροντιστὴς περὶ πά‐ σης χρείας φροντίζωσιν ἐπιμελῶς, ἵνα μὴ τῷ κρί‐ ματι τῆς ἀμελείας συμπέσωσιν.
10νβʹ Εἴ τις ἀκαίρως ἔρχεται εἰς τὸ ἑψητήριον ἢ εἰς τὸ κελλάριον ἐκτὸς τῶν ἐντετυπωμένων καὶ τῶν φροντιζόντων τῆς εὐταξίας, γενέσθω ἀπευλογίας. νγʹ Εἴ τις ἐξυπνισθεὶς παρά τινος λυπηθῇ ἐν τῷ καιρῷ τῆς ὑπηρεσίας ἢ τοῦ ἀναγνώσματος, ἀφ‐
15 οριζέσθω. νδʹ Εἴ τις περισσῶς μετὰ τὴν ἐπίσκεψιν τὴν μετὰ τὰ ὀρθρινὰ εἰσέρχεται εἰς τὸ νοσοκομεῖον, ἐκτὸς τῶν ἡσυχαστῶν καὶ τὴν φροντίδα ἐγκεχειρισμένων, γενέσθω ἀπευλογίας.
20νεʹ Εἴ τις παρὰ γνώμην τοῦ νοσοκόμου εἰσελθὼν ἀναπαύει εἰς τὸ νοσοκομεῖον, γενέσθω ἀπευ‐ λογίας· εἰ δὲ θλίβεται ἢ ἀῤῥωστεῖ, δηλούτω πρῶ‐ τον τῷ νοσοκόμῳ. νϛʹ Εἴ τις τῶν κακουμένων ἀλλάσσει τόπον, ὅπου
25 κοιμᾶται, παρὰ γνώμην τοῦ νοσοκόμου, ἀφοριζέ‐ σθω. νζʹ Εἴ τις τῶν τετυπωμένων ὑπηρετῶν ἐν τῷ νοσοκομείῳ παρατιθεῖ τι ἀδελφῷ παρὰ γνώμην τοῦ νοσοκόμου, γενέσθω ἀπευλογίας.
32νηʹ Εἴ τις τῶν ἀῤῥώστων εὑρεθῇ καταλλάσσων παρὰ γνώμην τοῦ νοσοκόμου, ἤ τινος τῶν ὑπηρετούντων, γενέσθω ἀπευλογίας.
36νθʹ Εἴ τίς εὑρεθῇ, ἐκτὸς τοῦ ἀρχιμανδρίτου, γράφων τινὶ ἢ δεχόμενος γράμματα, ἔστω ἀφωρισμένος.
39ξʹ Εἴ τις πέμπει τινὶ εὐλογίαν, ἢ δέχεται τι ποτε,
40παρεκτὸς τοῦ ἀρχιμανδρίτου, γενέσθω ἀπευλο‐
γίας.