TLG 2040 066 :: BASILIUS :: Epitimia in canonicas (epitimia 25) [Dub.] BASILIUS Theol., Episcopus Epitimia in canonicas (epitimia 25) [Dub.] Citation: Volume — page — (line) | ||
31.1313(41t) | ΕΠΙΤΙΜΙΑ ΕΙΣ ΤΑΣ ΚΑΝΟΝΙΚΑΣ. | |
42 | αʹ Ἡ ὀμόσασα τὸν τυχόντα ὅρκον ἀφοριζέσθω ἑβδο‐ μάδας δύο. βʹ Ἡ βλασφημήσασά τινα τῶν πρεσβυτίδων τῶν | |
---|---|---|
45 | πεπιστευμένων διατυποῦν τὰ ἐν τῷ ἀσκητηρίῳ ἀφοριζέσθω ἑβδομάδα μίαν. γʹ Ἡ κατὰ ἀπούσης ἀδελφῆς κρυφῆ λέγουσά τι σκο‐ πῷ τοῦ διαβάλλειν αὐτὴν, ἀφοριζέσθω ἑβδομάδα μίαν. | |
31.1313(50) | δʹ Ἡ ὑβρίσασά τινα ὕβριν τὴν τυχοῦσαν ἀφοριζέσθω ἑβδομάδα μίαν. εʹ Ἥτις εὑρίσκεται ψιθυρίζουσα ἄλλη ἐκτὸς τῶν πρεσβυτίδων τῶν πεπιστευμένων διακονεῖν, ἀφορι‐ | |
ζέσθω ἑβδομάδα μίαν | 1313 | |
31.1316 | ϛʹ Ἥτις χωρὶς ἀναγκαίας χρείας ἄκαιρον ὁμιλίαν προβαλλομένη ἀργολογεῖ, ἀφοριζέσθω ἑβδομάδα μίαν. ζʹ Ἥτις εὐτράπελα φθέγγεται, ἢ γέλωτα ἀπρεπῆ, | |
5 | ἀφοριζέσθω ἑβδομάδα μίαν. ηʹ Ἥτις ἐν τῷ ἔργῳ τῆς διακονίας οὖσα, καὶ ἀναγ‐ καίαν χρείαν ἔχουσα, ὁμιλήσει τῇ πλησίον ἢ μετὰ κραυγῆς ἢ θρασυλογίας, ἀφοριζέσθω ἑβδομάδα μίαν. | |
10 | θʹ Ἥτις ἀντέχεται τῆς ἐπικαταγινωσκομένης ἐπὶ πταίσματι παρὰ τῶν μετὰ δοκιμασίας οἰκο‐ νομεῖν καὶ διατυποῦν πεπιστευμένων, συναφορι‐ ζέσθω ἐκείνῃ ᾗ ἀντέχεται ἑβδομάδας δύο. | |
15 | ιʹ Ἥτις τινὶ τῶν ἔξωθεν ἐπεισερχομένων ὁμιλήσει, πρὶν ἐπιτραπῇ παρὰ τῆς τὴν φροντίδα ἐμπεπι‐ στευμένης ἐν πάσῃ ἐξουσίᾳ εὐταξίας, ἀφοριζέσθω ἑβδομάδα μίαν. | |
20 | ιαʹ Ἥτις εὑρίσκοιτο γογγύζουσα ἐν τῇ στενοχωρίᾳ τῶν πρὸς τὴν χρείαν, ἢ ἐν τῷ καμάτῳ τῶν ἔργων, ἀφοριζέσθω ἑβδομάδα μίαν. ιβʹ Ἡ ἀντιπίπτουσα τῷ προστάγματι τῶν πεπι‐ στευμένων τὴν φροντίδα ἀφοριζέσθω ἑβδομάδα | |
25 | μίαν. ιγʹ Ἡ καταφρονητικῶς, μετὰ δῆθεν ἡσυχίας μὴ πλη‐ ροῦσα τὸ ἐπίταγμα ἀφοριζέσθω ἑβδομάδα μίαν. ιδʹ Ἡ θέλουσα καλλωπίζεσθαι, μετὰ μίαν καὶ δευτέ‐ | |
30 | ραν νουθεσίαν, ἐπὶ τοῦ προεστῶτος ἐλεγχέσθαι. ιεʹ Ἡ ἄνευ γνώμης τῶν πεπιστευμένων τὴν φροντίδα εἰς μητέρα ἢ εἰς ἀδελφὴν ἀπελθοῦσα, ἀφοριζέσθω ἑβδομάδα μίαν. ιϛʹ Ἡ ἐννεύσασα ὀφθαλμοὺς σχήματι πονηρῷ | |
35 | λυποῦσα τῇ πλησίον, ἀφοριζέσθω ἑβδομάδα μίαν. | |
37 | ιζʹ Ἡ μετὰ τὴν ἀπόλυσιν τῶν συνάξεων ὁμιλοῦσά τινι τῶν ἔξω γυναικῶν ἀφοριζέσθω ἑβδομάδας δύο. | |
40 | ιηʹ Ἡ ἀπ’ ἔργου εἰς ἕτερον ἔργον μεταβαίνουσα χωρὶς ἐπιταγῆς τῶν ἐχόντων τὴν φροντίδα ἀφοριζέσθω ἑβδομάδα μίαν. ιθʹ Ἥτις τὸ ἐπιτίμιον ἀποβάλλοιεν (sic), ἢ ἀντιλέγει, ἢ γογγύζει, μὴ γνωρίζουσα τὸ ἑαυτῆς ὄφελος ἐν | |
45 | τῇ διορθώσει, ἀφοριζέσθω ἑβδομάδας δύο. | 1315 |