TLG 2040 065 :: BASILIUS :: Poenae in monachos delinquentes (epitimia 24) [Dub.]

BASILIUS Theol., Episcopus
(Caesariensis (Cappadociae): A.D. 4)

Poenae in monachos delinquentes (epitimia 24) [Dub.]

Citation: Volume — page — (line)

31

.

1305

(20t)

ΕΠΙΤΙΜΙΑ.
21αʹ Εἴ τις ὑγιαίνων τῷ σώματι ἀμελοίη τῶν προσ‐ ευχῶν, ἢ τῆς ἐκμαθήσεως τῶν ψαλμῶν, προφασι‐ ζόμενος προφάσεις ἐν ἁμαρτίαις, οὗτος ἀφοριζέ‐ σθω, ἢ νηστευέτω ἑβδομάδα μίαν.
25βʹ Εἴ τις ἐλέγχοιτο ἐπὶ πταίσματι μετὰ ἀγάπης, καὶ μὴ καταδέχοιτο τὸν ἔλεγχον, μετὰ πάσης εὐλα‐ βείας παρακαλῶν, καὶ αἰτῶν συγγνώμην ἐφ’ οἷς ἐπλημμέλησε, καὶ αὐτὸς ἀφοριζέσθω ἑβδομάδα μίαν.
30γʹ Εἴ τις συγγνῷ τινι ἁμάρτημα, καὶ μὴ διορθώσεται αὐτὸν, ἢ ἐλέγξει ἐν εἰρήνῃ μετὰ ἀγάπης τῆς ἐν Χριστῷ, ἀλλ’ ἐν λύπῃ, ὡς θριαμβεύων μᾶλλον τὸν ἀδελφὸν, ἢ θεραπεύων τὸν αἴτιον τῆς ἁμαρ‐ τίας, καὶ αὐτὸς συναφοριζέσθω τῷ ἐλεγχομένῳ
35ἐπὶ τῷ ἁμαρτήματι ἑβδομάδας δύο, ἐπειδὴ ὡς ἐχθρὸς, καὶ οὐχ ὡς ἀδελφὸς ἤλεγξεν.
38δʹ Εἴ τις ὑβρίζει ἢ ἀντιλέγει, ἐπιτασσόμενος παρὰ ἀδελφοῦ τὰ κατὰ δύναμιν, καὶ μὴ ὑπακούει
40μετὰ πάσης τῆς ἐν Χριστῷ χαρᾶς, ὡς πληροφο‐ ρῶν αὐτὸν, ὁμοίως ἀφοριζέσθω ἑβδομάδα μίαν.
43εʹ Εἴ τις ἀργολογοίη ἢ εὐτραπελεύοιτο, μὴ φυλάσ‐ σων μετὰ φόβου καὶ τρόμου τὴν διδασκαλίαν τοῦ
45μακαρίου Ἀποστόλου καὶ τῶν Εὐαγγελίων, καὶ
αὐτὸς ἀφοριζέσθω ἑβδομάδα μίαν.1305

31

.

1308

ϛʹ Εἴ τις πλὴν τοῦ ναὶ καὶ τοῦ οὒ, ἄλλον ὀμνύει ὅρκον, καὶ αὐτὸς ἀφοριζέσθω ἑβδομάδα μίαν.
4ζʹ Εἴ τις συγγνῷ τινι ἀδελφῷ πταίσαντι, καὶ
5μετὰ τὸ παρελθεῖν ὀνειδίζοι, ὡς παραδειγμα‐ τίζων, καὶ αὐτὸς ὡς ἀσυμπαθὴς καὶ ἐπιχαιρέ‐ κακος ἀφοριζέσθω ἑβδομάδα μίαν.
9ηʹ Εἴ τις συγγνῷ τινι ἁμάρτημα, καὶ ὁρᾷ αὐτὸν
10ἀδιαφόρως φέροντα, καὶ μὴ μετὰ συντριμμοῦ καρ‐ δίας καὶ πολλῶν δακρύων ἐξιλεούμενον τὸν Κύριον, παρακαλείτω καὶ ὑπομιμνησκέτω αὐτὸν μετα‐ νοεῖν, καὶ ἐπιδείκνυσθαι ἔργα μετανοίας. Εἰ δὲ τούτων γινομένων ἀμελοίη τῆς ἑαυτοῦ σωτηρίας,
15 χωριζέσθω ὁ τοιοῦτος τῆς συνοδίας παντελῶς. Μικρὰ γὰρ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ, κατὰ τὸν εἰπόντα ἅγιον. θʹ Εἴ τις προέρχοιτο παρὰ τὰς ἀναγκαίας χρείας, περιάγων ἀκαίρως, ἀφοριζέσθω ὁ τοιοῦτος, ἵνα
20 ἡσυχάζωσιν ἐν οἴκῳ οἱ πόδες αὐτοῦ, καθὼς γέ‐ γραπται. ιʹ Εἴ τις ὀργισθῇ εἰκῆ, καὶ μὴ παραχρῆμα πα‐ ρακαλέσῃ τὸν ἀδελφὸν ὃν ἐλύπησεν, ὅπως ἀφῇ αὐτῷ τὴν ἁμαρτίαν ἣν ἥμαρτεν εἰς αὐτὸν, ἀφ‐
25 οριζέσθω καὶ αὐτὸς ἑβδομάδα μίαν. ιαʹ Εἴ τις ὑβρισθείη παρὰ ἀδελφοῦ, καὶ παρακλη‐ θεὶς ὑπὸ τῆς συνοδίας, μὴ συγχωρήσῃ τὸ ἁμάρτημα, μνημονεύσας τοῦ λέγοντος· Ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ Χριστὸς
30ἐχαρίσατο· καὶ αὐτὸς ὁμοίως ἀφοριζέσθω ἑβδο‐
μάδα μίαν.1307