TLG 2040 063 :: BASILIUS :: De jejunio (homilia 3) [Sp.] BASILIUS Theol., Episcopus De jejunio (homilia 3) [Sp.] Citation: Volume — page — (line) | ||
11t | ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΝΗΣΤΕΙΑΣ ΛΟΓΟΣ Γʹ. | |
---|---|---|
12 | Νηστείας καὶ ἱλασμοῦ ὁ καιρὸς οὐ μόνον τῆς τῶν βρωμάτων ἀποχῆς, ἀλλὰ καὶ τῆς τῶν ἁμαρ‐ τιῶν ἀπαλλαγῆς. Ἀπαλλάξαντες τοίνυν ἑαυτοὺς | |
15 | ἀπὸ πάσης ἁμαρτίας, προθύμως νηστεύσωμεν· εἰδό‐ τες, ὅτι νηστεία ἀπόφασιν Θεοῦ ἀνεκαλέσατο. Νόμος τοίνυν ἐκκλησιαστικὸς τὴν νηστείαν προμηνύει, κή‐ ρυκα μεγαλοφωνότατον προστησάμενος τὸν προφητικὸν καὶ ἀποστολικὸν χορόν. Καλεῖ δὲ οὗτος οὐκ ἄνδρας καὶ | |
20 | πρεσβύτας μόνους, ἀλλὰ καὶ γυναῖκας καὶ παῖδας· τῶν μὲν ἀνανεῶν τὴν νεότητα, τῶν δὲ μεταβάλλων τὴν φύσιν εἰς ἀνδρικὴν ἀρετήν. «Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐκ ἔνι ἄρσεν καὶ θῆλυ.» Ἆθλα δὲ τοῖς ἀγωνιζομέ‐ νοις προτίθησι, βασιλείαν οὐρανῶν, καὶ στέφανον | |
25 | ἀειθαλῆ, καὶ ζωὴν αἰώνιον, ἐὰν μετὰ ἁγιωσύνης νηστεύσωμεν, κατὰ τὸν μακάριον Ἰωὴλ τὸν προφή‐ την λέγοντα· «Ἁγιάσατε νηστείαν, κηρύξατε θε‐ ραπείαν, συναγάγετε νήπια θηλάζοντα μαστούς· ἱερεῖς, κλαύσατε ἐνώπιον θυσιαστηρίου· συγκαλέ‐ | |
30 | σατε πρεσβυτέρους. Ἐξελθέτω νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς, καὶ νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ.» Ἅγιος γὰρ ὁ τρόπος τῆς νηστείας, ἁγίῳ Θεῷ ὑπὸ ἁγίων ἁγίως προσφερόμενος. Πάντας τοίνυν ὁ κῆρυξ καλεῖ ἐπὶ τὸν ἀγῶνα. Διαφορὰ δὲ πολλὴ τοῖς ἀθλοῦσι καὶ βίου | |
35 | καὶ ἡλικιῶν. Οὐκ ἔστι δὲ ὁ ἀγὼν πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τὰ πνευματικὰ τῆς πονηρίας. Ἐχθροὺς μὲν γὰρ ἔχων τις πολεμίους ὁρωμένους, ἐὰν μὲν δυνατὸς ᾖ, ἀντιπολεμήσειεν· εἰ δὲ ἀδύνατος, ἀποκρυβεὶς σωθή‐ | |
40 | σεται· ἀοράτους δὲ πολεμίους ἔχων τις, τί ποιήσειεν, ἐὰν μὴ Θεὸν ἐπικαλέσηται βοηθόν; Ἐὰν γὰρ κα‐ θεύδῃ, ἐκεῖνοι γρηγοροῦσιν; ἐὰν δὲ ἀποκρύβηται, ἐκεῖνοι ἔνδοθεν πολεμοῦσιν. Δεινὸς ὁ ἐχθρός· πολλά σοι προσάγει τεχνάσματα κατὰ τὴν πάλην τὴν | |
45 | τῆς φιλοχρηματίας, τὴν τῆς ἀκολασίας, τὴν τῆς κραιπάλης καὶ τρυφῆς καὶ κενοδοξίας. Ἐφίστα‐ ταί σοι καὶ καθεύδοντι· οὐδὲ γὰρ τῶν ὕπνων δυσωπεῖται τοὺς νόμους. Τί οὖν ποιήσεις | |
πρὸς τοὺς πολλοὺς τούτους πολεμίους ἔχων; | 1508 | |
31.1509 | Τάφον ὀρύξαι; Ἀλλὰ καὶ τοῦτον ὑπερβήσεται. Χάρακα προστῆσαι; Ἀλλὰ καὶ τοῦτον διαβήσεται. Πῶς οὖν ἀγωνίσασθαι χρή; πῶς δὲ ἐπισχεῖν τὴν τοσ‐ αύτην ἐπιβουλήν; Οὐδὲ γὰρ ὁρᾷν ἐστι τοὺς μαχο‐ | |
5 | μένους. Ἀλλ’ εὕρηται μέγιστον βοήθημα, νηστεία καὶ προσευχή. Τούτῳ γὰρ τῷ τρόπῳ ἡττῶνται οἱ χείρους τῶν ὁρατῶν πολεμίων, πονηροὶ δαίμονες· ὡς διδάσκει ὁ Κύριος τοὺς μαθητὰς, περὶ τοῦ σελη‐ νιαζομένου λέγων· «Τοῦτο τὸ γένος ἐν οὐδενὶ | |
10 | ἐλαύνεται, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.» Μέγα οὖν ἀγαθὸν ἀνθρώποις νηστεία, ἥτις ἀπόφασιν Θεοῦ ἀνεκαλέσατο. Ἐκηρύχθη ἐν Νινευῇ τριήμερος καταστροφή· καὶ ἐνίκησεν ἡ πρὸς τὸν Θεὸν ἐπιστροφὴ τὴν καταστροφήν. Ἡ γὰρ ἀπειλὴ τῆς καταστροφῆς διὰ | |
15 | τὴν ἐπιστροφὴν ἀνείθη. Εὐγνώμονες ἁμαρτωλοὶ οἱ Νι‐ νευῖται, ἀκούσαντες τοῦ Ἰωνᾶ κηρύσσοντος τὴν κατα‐ στροφὴν, τῷ τρόπῳ τῆς νηστείας ἔστησαν τὴν ἀπει‐ λὴν, καὶ τῷ φαρμάκῳ τῆς ἐξομολογήσεως καὶ προσ‐ ευχῆς ἐπεσπάσαντο τὴν σωτηρίαν. | |
20 | Διὰ τῆς νηστείας Μωσῆς ἐξ οὐρανοῦ τὸν νόμον κατήνεγκεν· διὰ νηστείας ἐξιλάσατο περὶ τῶν μο‐ σχοποιησάντων. Διὰ νηστείας Ἠλίας ἕως οὐρανοῦ ἀνελήφθη, ὅπλον φέρων τῆς σωφροσύνης τὴν νη‐ στείαν· νηστείαν βρωμάτων, καὶ ἀποχὴν ἁμαρτη‐ | |
25 | μάτων. Ἐὰν γὰρ τὸ στόμα νηστεύῃ, αἱ δὲ χεῖρες τὰ ἀλλότρια ἁρπάζωσιν, ἀκούεις· «Οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, λέγει Κύριος.» Ἐὰν ἀπέχῃ βρω‐ μάτων, καὶ συκοφαντῇς τὸν ἀδελφόν σου, ἀκούεις· «Οὐ τὸ εἰσερχόμενον εἰς τὸ σῶμα, κοινοῖ τὸν ἄνθρω‐ | |
30 | πον, ἀλλὰ τὰ ἐκπορευόμενα.» Καθαρὰ τοίνυν ἔστω καὶ ἡ κοιλία ἀπὸ βρωμάτων, καὶ ἡ διάνοια ἀπὸ ἁμαρτημάτων. Σύμφωνα ἔστω τὰ ἔνδον τοῖς ἔξω. Μήτε τὸ σῶμα τοῖς σιτίοις βαρυνέσθω, μήτε ἡ ψυ‐ χὴ ταῖς κακίαις μολυνέσθω· ἵνα ὁ Θεὸς τῶν ὅλων | |
35 | ἀξίους ἀπεργάσηται ἡμᾶς τῆς οὐρανῶν βασιλείας ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ | |
τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 1509 |