TLG 2040 062 :: BASILIUS :: Homilia in illud: Ne dederis somnum oculis tuis [Sp.]

BASILIUS Theol., Episcopus
(Caesariensis (Cappadociae): A.D. 4)

Homilia in illud: Ne dederis somnum oculis tuis [Sp.]

Citation: Volume — page — (line)

31

.

1497

(7t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
8tΒΑΣΙΛΕΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ
9tἈρχιεπισκόπου Καισαρείας Καππαδοκίας.
10tΕἰς τό· Μὴ δῷς ὕπνον σοῖς ὀφθαλμοῖς, μηδὲ
11tἐπινυστάξῃς σοῖς βλεφάροις.
12 Οὐ λυπεῖ με ἐλάττωσις τῶν συνελθόντων ἐπὶ τὴν πνευματικὴν ταύτην πανήγυριν. Ὁρῶ γὰρ, ὅτι τὸ θορυβοῦν ἠλαττώθη, τὸ δὲ φιλήκοον πάρεστι. Καὶ
15γὰρ οὐδὲν δέομαι τῶν ἔξω περιηχούντων τὸν τύ‐ πον· ἀλλ’ ἐπιζητῶ ψυχὰς φιληκόους, εὐσχημό‐ νως περιεστώσας τὸ πνευματικὸν ἀκροατήριον, καὶ δεχομένας ἐν κόσμῳ τὰς ὑπομνήσεις τοῦ Πνεύματος, καὶ φυλασσούσας τῇ μνήμῃ τὰ σωτήρια διδάγματα·
20ἅπερ εὔχομαι ὑπάρξαι τοῖς παροῦσιν. Ἐπεὶ καὶ ποιμένι ἀσφαλεστέρα ἡ ἐνέργεια ἐν ὀλίγῳ ἢ τῷ πλήθει τῶν ποιμνίων, καὶ κυβερνήτῃ εὐεπιχείρη‐ τος ναῦς, ἄλλως τε κἂν κλύδων ᾖ πανταχόθεν ὁ περικλύζων τὴν γῆν, καὶ χαλεπὴν ποιῶν κυβέρνη‐
25σιν τῷ ἐπιτεταμένῳ. Ἕνεκα μὲν γὰρ τῆς ἀγάπης τῆς περὶ ἕκαστον, πάντας ἀνθρώπους ἐβουλόμην παρεῖναι· ἀλλ’ ἐπειδὴ τῷ πλήθει συμπαρέσπαρται καὶ τὸ νόθον, εὔχομαι τὸ καθαρὸν φυλοκρινηθὲν ἀκρι‐
βῶς κεχωρισμένον τοῦ βλαβεροῦ μόνον συνεῖ‐1497

31

.

1500

ναι ἡμῖν· μὴ πρὸς ἐπήρειαν περιεστηκὸς, ἀλλὰ κατὰ ἀλήθειαν τὴν ἀκρόασιν ποιούμενον. Εὔχομαι τὸν σῖτον κεχωρισμένον τοῦ ἀχύρου. Τὸ μὲν γὰρ παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφέρεται· τὸ δὲ
5βαρὺ καὶ εὐσταθὲς καὶ αὐτόπιπτον, τῷ Πνεύματι διακρινόμενον, τῆς ἀποθήκης ἀξιοῦται. Τί εἴπω; πῶς ὑμᾶς προσφθέγξομαι; Πῶς προκαταλήψομαι τὰ παρελθόντα; τῶν μελλόντων τὸ χρέος; Καὶ γὰρ παρελθόντων ὑπεύθυνός εἰμι, καὶ μελλόντων χρεώ‐
10στης. Ἀπὸ ποίας Γραφῆς ἂν ὑμῖν καιρίως δια‐ λεχθείην; Πάντα ὁμότιμα, καὶ πάντα πνευματικά· πάντα θεόπνευστα, καὶ πάντα ὠφέλιμα. Ἀλλ’ οὐ ῥᾳδία οὐδὲ ἐμοὶ ἡ διάκρισις, οὐδὲ ὑμῖν δυνατὸν τὸ μὲν ἀποπέμπεσθαι, τὸ δὲ προΐεσθαι, ἴσης οὔσης
15τῆς ἐν ἑκάστῳ χάριτος, καὶ ὁμοτίμου τῆς πανταχό‐ θεν ὠφελείας ἡμῖν προκειμένης. Ἐφθέγξατο ἡμῖν ῥήματα χρήσιμα ὁ παροιμιαστὴς Σολομών. Τοῦτο πρῶτον προσέβαλεν ὑμῶν ταῖς ἀκοαῖς· ἐντεῦθεν ἀρ‐ ξώμεθα τῆς πρὸς ὑμᾶς ὁμιλίας. Διορατικόν σε βού‐
20λεται εἶναι μαθητὴν καὶ ὑψηλὸν τῷ φρονήματι. Ἑκάτερον τούτων παρίστησι δυϊκὸς λόγος· «Μὴ δῷς ὕπνον σοῖς ὀφθαλμοῖς, μηδὲ νυσταγμὸν σοῖς βλε‐ φάροις.» «Μὴ δῷς ὕπνον.» Ἆρα τοῦτον ἀπαγορεύει τὸν ὕπνον, τὸ κοινὸν πάθος τῆς φύσεως, καὶ βού‐
25λεται ἡμᾶς ἀΰπνους εἶναι; Οὐκοῦν κατηγόρημα τοῦ δημιουργοῦ τοῦ συζεύξαντος τῇ ζωῇ ἡμῶν τὴν ἐκ τοῦ ὕπνου ἀνάπαυσιν; «Μὴ δῷς ὕπνον σοῖς ὀφθαλ‐ μοῖς, μηδὲ νυσταγμὸν σοῖς βλεφάροις.» Οὐ ταυτο‐ λογεῖ, ἀλλ’ οἶδε τὴν διαφορὰν τοῦ ὕπνου καὶ τοῦ
30νυσταγμοῦ. Ὁ μὲν γὰρ ὕπνος βαρεῖά τίς ἐστιν ἀναι‐ σθησία· ὁ δὲ νυσταγμὸς μίγμα ἐστὶν ἐγρηγόρσεως καὶ ὕπνου. Ἐπεὶ οὖν οἱ μὲν βαθεῖ κατέχονται ὕπνῳ, ληθαργήσαντες τῶν τοῦ Θεοῦ δωρεῶν· οἱ δὲ ἀναμὶξ, ποτὲ μὲν ἐγρηγόρασιν, ποτὲ δὲ ὥσπερ ἐπινυστά‐
35ζουσιν· οὔτε τὸν ἀλλότριον δέχονται, οὔτε τόν ποτε ἐπιστρέφοντα, οὔτε τὸν νοσοῦντα ὡς ὑγιαίνοντα. «Ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων.» Ἡ δορκὰς ζῶόν ἐστιν ὀξυδερκὲς, ἐπώνυμον τῇ ἑαυτοῦ ὀξυδορ‐ κίᾳ. Οὐδὲν λανθάνει τὸν ὀφθαλμὸν τῆς δορκάδος·
40οἶδεν ὃ φυλάξεται, καὶ οἶδεν ὅπου τοῦ δρόμου τὸ κυβερνητικόν. Ἀλλὰ καὶ δορκὰς ἔσο πρὸς τὸ τὰ κά‐ τω ἐρευνᾷν· καὶ ὄρνεον, πρὸς τὸ τὰ ὑψηλὰ ζητεῖν· ἵνα μὴ τῇ παγίδι ἐνσχασθῇς, ἀλλὰ καὶ ὑψηλότερος γένῃ τῶν βρόχων. Οὐδέποτε ὄρνεον πίπτει εἰς πα‐
45γίδα, ἐὰν, τῷ κατὰ φύσιν πτερῷ τὸν ἀέρα τέμνον, τὴν γῆν ὑπεραίρηται. Βούλεται οὖν σε τῷ ὑψηλῷ τῆς διανοίας, ὃ ἔλαβες παρὰ τοῦ κτίσαντός σε, ἀσφαλῶς φυλάσσειν, καὶ τὸ σύντροφον πάθος τῆς
ἀργίας, ὡς τὴν εὐπραξίαν τῶν διατεταγμένων ἡμῖν1499

31

.

1501

παρὰ τοῦ Κυρίου ἀποδιῶκον, διώκεσθαι. Χαλεπω‐ τάτη γὰρ ἀργία, ἡ τῶν ψυχῶν νωθρία. Μὴ ἔσο ἀρ‐ γὸς περὶ τὰς ἐντολὰς τοῦ Κυρίου· μὴ τὸ μὲν ποίει, τὸ δὲ ἀναβάλλου. Δανειστικόν τι ποιεῖς ἀφοσίωμα,
5ὡς τὸ ὅλον πληρώσας. Ἀλλὰ βούλεταί σε ἐν τοῖς ἔμ‐ προσθεν ἐπεκτείνεσθαι. Ὁρᾷς, ὅτι εὐπερίδρομόν σε βούλεται τῆς εὐσεβείας εἶναι, τρέχοντα ἐπὶ τὸ βρα‐ βεῖον τῆς ἄνω κλήσεως; Οὐ τοίνυν χρὴ τὸν αὐτὸν καὶ ἀργὸν εἶναι καὶ ἐμπορεύεσθαι. Πάρεστιν ὁ
10αἰτῶν· ἐὰν ἀργῇς πρὸς τὴν ἐλεημοσύνην, ἡ ἀργία ἐμπόδιόν σοι γίνεται πρὸς τὸν δρόμον τῆς σωτηρίας. Ἵνα οὖν σε διυπνίσῃ, καὶ ζηλωτὴν ποιήσῃ τῶν κα‐ λῶν ἔργων, μικρὸν ζῶον ἐκλεξάμενος τὸ πάντων ἐλάχιστον, τοῦτο προστίθησί σοι. «Ἴθι πρὸς τὸν
15μύρμηκα, ὦ ὀκνηρὲ, καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ.» Εἶδες πῶς σοι κέχρηται· εὐτελῆ διδάσκαλον προ‐ δείκνυσιν· ἵν’ οὕτως, τὸν ὕπνον ἀποσεισάμενος, τὴν ἀργίαν ἀπωσάμενος, τῇ αἰσχύνῃ τῇ πρὸς τὸν συγ‐ κρινόμενον, ποιήσῃς σεαυτὸν ἄξιον τῷ κτίσαντι.
20Εἴ σοι εἶπεν· Μίμησαι τοῦ ἵππου τὸν δρόμον, μίμη‐ σαι τὴν ἀχθηφορίαν τῆς καμήλου, μίμησαι τὸν γεηπονοῦντα βοῦν· εἶπες ἂν, Πῶς μιμήσωμαι τὰ ἁπλᾶ τὰ τῷ μεγέθει τοῦ σώματος; Ἄλλος ἐκεῖ‐ νος ὁ τόνος τοῦ σώματος πάρεστιν· ἐγὼ δὲ μικρὸς
25καὶ ἀσθενής. Ἵνα μὲν τοῦτο προβάλλῃ, τὸ ἀναντιῤ‐ ῥήτως ὑποδεέστερον, τοῦτό σοι προέθηκεν εἰς μίμη‐ σιν. «Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ.» Τί κατα‐ φρονεῖς τοῦ μεγάλου διδασκάλου; Ὁ μύρμηξ σε διερεθιζέτω πρὸς τὴν ἐνέργειαν. «Καὶ παρ’ ἐκείνου
30μάθε.» Ἐκεῖνος οὐ διδάσκαλον οἶδεν, οὐκ ἀποδη‐ μίαν ἀπεδήμησεν, οὐκ ἔμαθε γεωργικοὺς λόγους, οὐκ ἔζευξε βοῦν, οὐ κέκτηται βοῦν ἀροτῆρα, οὐ μάχεται περὶ ὅρων γῆς, οὐ παροργίζει τοὺς γείτο‐ νας, οὐ τὰ μὲν κατέχει, τὰ δὲ προσλαμβάνεται,
35οὐδὲν οἶδε τῶν κατὰ γεωργίαν· οὐκ ἔχει δεσπότην τὸν ἐπικείμενον, οὐκ ἔχει φορολόγον τὸν ἀναγκά‐ ζοντα, οὐκ ἔχει τοὺς οἰκέτας τοὺς, ὅτε ἐὰν μὴ δια‐ νεμηθῇ αὐτοῖς τὸ σιτηρέσιον, δικαζομένους τῷ δε‐ σπότῃ. Οὐδὲν τούτων πάρεστιν· ἀλλὰ φυσική τις
40ἀνάγκη τὸ ζῶον διερεθίζει. Οὐκοῦν ἡ φύσις τότε. Καὶ σὺ τῆς φύσεως παρίει λόγος αἴτιος. Λόγῳ πλεονεκτεῖς τὸν μύρμηκα. Εἰ δύναμις συνεργὸς, προτιμοτέρα ἡ σὴ δύναμις τοῦ μύρμηκος. «Ἴθι οὖν πρὸς τὸν μύρμηκα, ὀκνηρέ· καὶ παρ’ ἐκείνου μά‐
45θε.» Προλαβὼν ἐδιδάχθης· ὑπὸ δὲ ἀργίας αὐτὰ ἔῤ‐ ῥιψας, καὶ λήθην ἔλαβες ἐκ τοῦ ὕπνου ὃν ἠγάπη‐ σας. Μάθε ἀπὸ τοῦ μύρμηκος. Ἐκεῖνος γὰρ γεώρ‐ γιον οὐκ ἔχει, οὐδὲ δεσπότην κέκτηται, οὐδὲ ὑπὸ ἀνάγκην ἐστίν· καὶ οὐδεμιᾷ ἀνάγκῃ δουλεύων, ἀδέ‐

31

.

1501

(50)

σποτος ὢν, αὐτόνομον βίον καὶ ἐλεύθερον κεκτημέ‐ νος, αὐτὸς ἑαυτῷ ἐφέστηκεν, ἐπείγων ἑαυτὸν πρὸς τὸ ἔργον. Τίς εἶπε τῷ μύρμηκι, ὅτι Νῦν θέρος; καὶ τίς πάλιν ἐρεῖ, ὅτι Νῦν πάλιν χειμών; Ἵνα δεί‐
ξῃ σοι τὴν τοῦ Θεοῦ πρόνοιαν δι’ ὅλων ἀνήκουσαν1501

31

.

1504

ἐφ’ ἡμῖν· ἵνα δὲ μήτε σεαυτὸν ἐλεύθερον ἣ ἀδέσπο‐ τον ὑπολάβῃς τὸν μύρμηκά σοι προσέδειξε. Καὶ γὰρ ἐκεῖνος οὐκ αὐθαιρέτῳ τινὶ συντυχίᾳ ταῦτα ἐνεργεῖ, ἀλλ’ ἔχει τὸν ἐπείγοντα, τὴν τοῦ Θεοῦ
5οἰκονομίαν, διδασκάλῳ χρώμενος τῷ τῆς φύσεως νόμῳ. Ταῦτά ἐστι τὰ διδάγματα. Θέρος ἐστὶ, καὶ ὁ μύρμηξ ἐνεργεῖ, τὰ ἀποπίπτοντα τῆς σῆς ἐνερ‐ γείας ἴδιον κέρδος ποιούμενος. Φοβοῦμαι μή ποτέ σου κατήγορος γένηται, ὡς φιλοπόνως τὰς τοῦ Θεοῦ
10δωρεὰς μὴ συναγαγόντος, ὡς ἐκεῖνος τὰς ἑαυτοῦ ἀποθήκας πληροῖ. Μάθε μυρμήκων τὸ καταγώγιον. Ἐκεῖνος ἑαυτῷ διώροφα καὶ τριώροφα, τὸν Νῶε μιμούμενος, τὴν τοῦ κατακλυσμοῦ κατασκευὴν ἐπὶ τῆς κιβωτοῦ, ποιούμενος, τὰ μὲν ἑαυτῷ ὑπεύθυνα,
15τὰ δὲ ὑπαναβεβηκότα τῶν οἴκων κατασκευά‐ σας, ἄλλα ἐποίησεν ὑποδοχὰς, ἄλλα τὰ σιτηρέσια. Εἶδές ποτε τὴν μυρμηκίαν; Κατέμαθες φιλοπόνως, ἢ ὡς μηδὲ τὰ τοῦ μύρμηκος καταμανθάνειν; Εὐ‐ σχήμονες τοῦ μύρμηκος αἱ διαγωγαί· κεχωρισμένα
20παρ’ ἐκείνῳ τὰ ῥυπαρὰ τῶν καθαρῶν· ἔστιν ἐν τῇ ἀποθήκῃ, καὶ ἔστι σοφὴ ἡ ἀπόθεσις. Εἶδον ἐγὼ σῖτον ὑπὸ μύρμηκος ἀποτεθέντα, οὐχ ἁπλῶς δὲ ῥι‐ φέντα, ἀλλὰ μετὰ σοφῆς ἐπινοίας τῆς ἀποθήκης ἠξιωμένον. Κόπτει δὲ ταῖς χηλαῖς τὸ μέσον τοῦ σί‐
25του, ὑφορώμενος μήποτε, ὑπόγεως πεσὼν, εἶτα νοτισθεὶς, ἀναγάγῃ πρὸς τὴν βλάστησιν· ἀλλὰ δια‐ κόπτει καὶ ἀπονεκροῖ τὸν σῖτον, ἵνα πρὸς μὲν τὴν τροφὴν ἐπιτήδειος ᾖ, πρὸς δὲ τὴν βλάστησιν ἄχρη‐ στος. Ἆρα δοκεῖ σοι ἀξιοπιστότερος εἶναι διδάσκα‐
30λος, τοσαύτῃ σοφίᾳ καὶ τέχνῃ κεχρημένος; «Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ·» μάθε τὴν εὐταξίαν τοῦ μύρμηκος· πῶς οἱ ἐπισιτιζόμενοι τοῖς ἐξιοῦσιν οὐκ ἐμποδίζουσιν, ἀλλ’ εἷς τόπος τῶν ἐξιόντων, ἕτερος τῶν ἐπεισαγόντων· καὶ τάξις ἐστὶν ἐν αὐτοῖς,
35καίτοι ὁ βασιλεὺς οὐκ ἀφηγεῖται ἐν αὐτοῖς, οὐδὲ εἰς χιλιάρχους τὰ ἐν αὐτοῖς διῄρηται· ἀλλ’ ὡς μία εὐταξία τῶν ὁδῶν, ἔνθεν ἄλλη, ἑτέρα δὲ τῶν ἐκεῖ‐ θεν, ἀλλήλους ὅταν παρέρχωνται, οὐκ ἐμπόδιον ἀλ‐ λήλοις πρὸς τὸν δρόμον γίνονται. Τίς δὲ ἔταξε ταῦτα;
40Ἐγὼ νομίζω καὶ τοὺς ταξιάρχας καὶ τοὺς στρατη‐ γάρχας ἐντεῦθεν λαμβάνοντας τὰ τακτικὰ μετατι‐ θέναι ἐπὶ τὴν τῶν ἀνθρώπων εὐταξίαν. Οὕτως ὁ τῆς σοφίας νόμος πρεσβύτερός ἐστι τῶν ἐπιτηδευμάτων τῆς τέχνης. Πάρεστι τῷ μύρμηκι καὶ πρόγνωσις.
45Πολλάκις γοῦν ἐκ τῶν ἑαυτῶν καταδύσεων προκο‐ μίσαντες τὸν σῖτον διαψύχουσιν, ἐπειδὰν διάβροχος γένηται. Τότε τοίνυν, ὅταν ἴδῃς τὰ σιτηρέσια ἐπὶ τὴν μυρμηκιὰν, γίνωσκε, ὅτι ἀνέχει ὁ ὄμβρος. Πό‐ θεν τοῦτο ἢ τοῦ Κυρίου; ἵνα μείνῃ τὸ ζῶον, καὶ μὴ λιμῷ

31

.

1504

(50)

διαφθαρῇ. Μὴ τοίνυν μήτε τὰ περὶ σὲ ἀλόγῳ τινὶ καὶ αὐθαιρέτῳ συντυχίᾳ νομίσῃς οἰκονομεῖσθαι. «Ἢ πορεύ‐ θητι πρὸς τὴν μέλισσαν.» Τί κοινότερον τῶν ὑποδειγμά‐ των τούτων; Τίς ἀγνοεῖ μύρμηκα; Τίς οὐκ οἶδε μέλισ‐ σαν; Τὰ πατούμενα ζῶα, τὰ σύντροφα ἡμῖν, ταῦτα ἡμῖν
55ὑποδείκνυσιν. Ἵνα δὲ αὐτῶν λάβωμεν ὁδηγίαν εἰς τὸ
ἐπιμελεῖσθαι ἑαυτῶν, ἐπειδὴ οὐκ αὔταρκες ἦν τὸ ὑπό‐1503

31

.

1505

δειγμα τοῦ μύρμηκος, τὴν μέλισσαν προσπαρέθη‐ κεν. Ἠδύνατο γάρ μοι εἰπεῖν ὁ φειδωλὸς, ὁ περιεκτι‐ κὸς τῶν ἰδίων κτημάτων, ὅτι μιμοῦμαι τὸν μύρμηκα· ἀμετάδοτον γὰρ τὸ ζῶον, καὶ ἑαυτῷ μὲν συνάγει,
5ἑτέρῳ δὲ οὐ θησαυρίζει. Εἶπεν ἂν, Τῇ διδασκαλίᾳ πείθομαι. Ὁ μύρμηξ πονεῖ εἰς οἰκείαν ἀπόλαυσιν· οὐκοῦν κἀγὼ ἀποτίθεμαι· μηδέν μοι πλέον παραι‐ νεθῇ. Ἀλλ’ ἐνταῦθα πρὸς τὸ φιλόπονόν σε καὶ ἐργα‐ στικὸν εἶναι ὁ μύρμηξ παρηνέχθη· πρὸς δὲ τὸ μετα‐
10δοτικὸν ἡ μέλισσα. «Ἢ πορεύθητι πρὸς τὴν μέλισσαν, καὶ μάθε, ὡς ἐργάτις ἐστίν.» Χρήσιμον τὸ ὑπόδειγμα τῆς μελίσσης δοῦναι τὸν καρπὸν, καὶ ἀμύνασθαι. Καὶ γὰρ ἡ μέλισσα, ἀμυνομένη, ἐπαπο‐ θνήσκει τῇ πληγῇ, καὶ Χριστιανοῦ θάνατος ἡ ἀντα‐
15πόδοσις τοῦ κακοῦ. Ἐκεῖνον μὲν μικρὸν ὠνείδισας, σεαυτὸν δὲ ἀπέκτεινας τῇ παρακοῇ τῆς ἐντολῆς· «Μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες.» Εἶδες πῶς ἡ μέλισσα τῷ κέντρῳ τὴν ζωὴν ἐναφίησιν; Οὕτω καὶ Χριστιανὸς, τὸν ἐχθρὸν ἀμυνόμενος, διὰ τῆς πληγῆς
20τῆς εἰς τὸν ἐχθρὸν τὴν ἑαυτοῦ ζωὴν ἀποβάλλει. Μήτε οὖν ἀμυντικὸς ἔσο τῶν ἐχθρῶν, μήτε φειδωλὸς τῶν οἰκείων· ἀλλὰ μάθε ἀπὸ τῆς μελίσσης· ᾗ τῇ μὲν θά‐ νατον προξενεῖ τὸ ἀμύνασθαι· τὴν δὲ ἐνέργειαν αὑ‐ τῆς προτίθεται εἰς ἀπόλαυσιν βασιλεῦσι καὶ ἰδιώταις,
25τρυφῶσί τε καὶ ἀῤῥώστοις· τῇ μὲν ἐπιτηδεύσει καὶ παντὶ τῷ βίῳ χρησιμεύει μέχρι τῆς ὀσμῆς. Ἡ δὲ μέλισσα τῇ ποικιλίᾳ τῆς τέχνης καὶ μέλι ἐκλέγεσθαι οἶδεν ἀπὸ τοῦ αὐτοῦ ἄνθους· καὶ τὸ μὲν εἰς μέλι ἀπο‐ τίθεται, τὸ δὲ εἰς κηρίον, καὶ τὸν κηρὸν περιπήγνυσι
30τῷ μέλιτι. Τίς ἐδίδαξε τὴν μέλισσαν ἐκείνην ποιεῖν τὰς σύριγγας, ὑφαίνειν δὲ τὸν λεπτὸν ὑμένα; Τίς αὐ‐ τῶν, παλαιῷ διδασκάλῳ φοιτήσασα, τὰ ἑξάπλευρα καὶ τετράπλευρα ποιεῖν ἐδιδάχθη; Πῶς γωνίαν ἔστησε διὰ τοῦ κηροῦ, καὶ τοίχους διύφανεν, ἵνα αἱ μὲν γω‐
35νίαι τὸ στερεὸν παρασκευάσωσιν, οἱ δὲ τοῖχοι τὸ μέλι φυλάξωσι; Διὰ τί οὐχ ἕνα σύριγγα ἐποίησεν, ἀλλ’ ἔνθεν κἀκεῖθεν διέπηξε τοῦ μέλιτος τὰς ἀποθήκας; Πῶς ἑκάστῳ πυθμένι ἴδιον ἐνίησι μέλι; Εἰ ἓν ἐποίει τὸ πανδοχεῖον, διεῤῥάγη ἂν τῷ βάρει τὸ ὑποκείμενον·
40ἀλλ’ ὑποτίθησι τοὺς πυθμένας, καὶ τοίχους ὑποβάλ‐ λει, καὶ γωνίας ἀσφαλίζεται. Τίς οἰκοδόμος; Οὐκ ἐκεῖνος ἐπαιδεύθη τὰ οἰκοδομικά. Εἶδες ἐν μελίσσῃ ὅση σοφία, ἐν μύρμηκι ὅσον τὸ φιλόπονον; Οὐκ αἰ‐ σχυνόμεθα, ἐὰν ἀπέλθωμεν μύρμηκος σοφίας, καὶ
45φιλοπονίας μελίσσης ἀπολιπόμενοι; Τὰ μικρὰ ταῦτα ζῶα διεγειρέτω ἡμῶν τὸν νοῦν πρὸς τῶν ἀγαθῶν ἔρ‐ γων ἐπιμέλειαν. Συναγελαστικὸν τὸ ζῶον· οὔτε μύρ‐ μηξ ἰδιαστικὸν, οὔτε μέλισσα μοναστική· κατὰ ἀγέλας ζῶσι, κατὰ ἀγέλας ἵπτανται. Οὐκ εἶδες μέλισσάν ποτε

31

.

1505

(50)

καθ’ ἑαυτὴν πετομένην, ἀλλ’ ἀλλήλαις κοινωνοῦσι τῆς πτήσεως. Οὐ βασκαίνουσιν ἀλλήλαις τῶν ἀνθῶν· κοινῇ ἀπαίρουσιν ἐπὶ λειμῶνας, κοινῇ πάλιν ἐπὶ ἰδίας σηκοὺς ἐπανέρχονται. Ἑκάστη τὴν ἰδίαν καλιὰν γνωρίζει·
ἀπὸ τοῦ ἰδίου ἐξερχομένη ἔργου, κοινωνεῖ τῆς ἐργα‐1505

31

.

1508

σίας τοῖς συννόμοις. Τοῦτο δὲ ἐν ἡμῖν οὐκ ἔστιν. Οὐ γὰρ ἔτι ἐσμὲν κοινωνοὶ ἀλλήλων, οὔτε ἐπὶ τὰ ἄνθη τῶν Ἐκκλησιῶν κοινῇ πετόμεθα· ἀλλ’ ἑκάστου τὸ κέντρον σφοδρὸν ἐπήρθη κατὰ τοῦ πλησίον· καὶ οἶδε
5μὲν, ὅτι ἐπὶ τῷ κέντρῳ ἀποθνήσκει, ἐν ᾧ μαστίζει τὸν ἀδελφὸν, ὅμως δὲ, τῷ θυμῷ πλέον ἢ τῆς ἑαυτοῦ σωτηρίας ἐπιμελόμενος, ποιεῖ καὶ τὰ ἀπη‐ γορευμένα παρὰ τοῦ Κυρίου, καὶ ἡμῖν προξενοῦντα τὴν αἰώνιον κόλασιν· ἧς ῥυσθῆναι εὐχώμεθα ἐν Χρι‐ στῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
10Ἀμήν.1507