TLG 2040 061 :: BASILIUS :: Adversus eos qui per calumniam dicunt dici a nobis tres deos

BASILIUS Theol., Episcopus
(Caesariensis (Cappadociae): A.D. 4)

Adversus eos qui per calumniam dicunt dici a nobis tres deos

Citation: Volume — page — (line)

30tΤΟΥ ΑΥΤΟΥ ΟΜΙΛΙΑ
31tΠρὸς τοὺς συκοφαντοῦντας ἡμᾶς, ὅτι τρεῖς
32tθεοὺς λέγομεν.
33 Μεγάλη παράκλησις ψυχαῖς, διὰ τὸ μισεῖσθαι κεκακωμέναις, τὸ μετὰ Κυρίου μισεῖσθαι. «Εἰ ὁ
35κόσμος γὰρ ὑμᾶς μισεῖ, γινώσκετε, φησὶν, ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκε.» Διὸ εἰ ὁ Ἀγαπητὸς μισεῖ‐ ται, τί μέγα, εἰ ἡμεῖς τοῦ μίσους ἀξιούμεθα παρ’ ἀν‐ θρώποις, οἷς περισσεύει τὸ κτῆμα τοῦ μίσους; Ἐπ‐ έχει μου τὸν λόγον ἡ μνήμη τῶν λυπηρῶν, ὑποτρέ‐
40χουσα τὴν καρδίαν· καὶ προπῖπτον τὸ δάκρυον τὴν φωνὴν ἐπικόπτει, ὅταν ἐνθυμηθῶ, ὅτι ἀγάπης καὶ εἰρήνης ἡμῖν παρὰ Κυρίου καταλειφθείσης, οὐ ζητοῦμεν τὸ καταλειφθέν. Ἀφανές ἐστι τὸ δῶρον ἐν οὐδενὶ εὑρισκόμενον. Ἀγάπη κατελείφθη· καὶ μάχη
45ἐμπολιτεύεται. Ἕνωσις ἐδόθη· καὶ μῖσος ἐξήφθη. Με‐ γάλην κατ’ ἀλλήλων τὴν πυρκαϊὰν τοῦ μίσους ἐξ‐ ήψαμεν· ἕκαστος καθ’ ἑαυτὸν ὀδυρόμεθα, εἰς ἀλλήλους δὲ οὐ συμβιβαζόμεθα. Τίς μοι δώσει θέατρον τὴν οἰκουμένην ἅπασαν, καὶ φωνὴν σάλπιγγος εὐτονωτέ‐

31

.

1488

(50)

ραν, καὶ θρήνους Ἱερεμίου, καὶ δάκρυον δαψιλὲς κα‐1488

31

.

1489

ταῤῥῆξαι καρδίαν ὀδύναις συντετριμμένην, κατα‐ χέασθαι κόνιν τὴν νῦν ἐκ τῆς ἀτιμίας ἡμῖν κατακε‐ χυμένην, πενθῆσαί τε τὴν κοινὴν συμφορὰν, ὅτι ἐπι‐ λέλοιπεν ἡ ἀγάπη ἡ ῥίζα τῶν ἐντολῶν; Διὰ τοῦτο
5ἀκορέστῳ τῇ περιπλοκῇ τοῦ πνεύματος συμπερι‐ πτύσσομαι τοὺς παρόντας, ὅτι θέαμα ξένον ἔδειξαν εἷς ἑνὶ συγκολλώμενοι. Γεγενήμεθα γὰρ καθ’ ἑαυτὸν ἕκαστος ὥσπερ ἡ ψάμμος, οὐ συνημμένοι ἀλ‐ λήλοις, ἀλλ’ ἕκαστος καθ’ ἑαυτὸν διῃρημένοι. Οὔτε
10γὰρ οἰκοδομὴν συστῆναι, συνδέσμων ὑφαιρεθέντων, δυνατόν· οὔτε Ἐκκλησίαν εἰς ὕψος αὐξηθῆναι, μὴ συνδεδεμένην τῷ συνδέσμῳ τῆς εἰρήνης καὶ τῆς ἀγά‐ πης. Μικρὸν ἡμῖν μακροθύμως χρήσατε τὴν ἀκοὴν,
15οὐ πρὸς ἐπίδειξιν διαλεγομένοις, ἀλλ’ εἰς κοινωνίαν τῶν λυπηρῶν συμπεριλαμβάνειν ἐπειγομένοις· φέρει γὰρ παραμυθίαν ὀδυρομένοις ἡ κοινωνία τῶν στεναγμῶν. Τάχα δὲ καὶ πρὸς Κύριον ἑνωθεῖσα ἡμῶν ἡ λύπη εὐτονώτερον ἂν διαβαίη. Ἢ ἕκαστος ἡμῶν καθ’
20ἑαυτὸν εἰσακουσθήσεται διὰ τὴν ἐκ τῶν ἔργων ἀτο‐ νίαν; Αὐτὸ τὸ ὁρώμενον τῆς παλαιᾶς ἀγάπης τῶν πατέρων ἐστὶ λείψανον. Τούτου γὰρ ἕνεκα ἐκεῖ‐ νοι τὰς πανηγύρεις ταύτας ἐμηχανήσαντο, ἵνα τὴν ἐκ τῶν χρόνων ἐγγινομένην ἀλλοτρίωσιν διὰ τῆς τῶν και‐
25ρῶν ἐπιμιξίας ἀνανεοῦσθαι· καὶ τοὺς τὴν ὑπερ‐ ορίαν οἰκοῦντας, ἕνα τοῦτον καταλαβόντας τόπον, ἑαυτοῖς ἀρχὴν φιλίας καὶ ἀγάπης τὴν συντυχίαν παρ‐ έχειν. Τοῦτο πνευματικὴ πανήγυρις τὰ ἀρχαῖα ἀνα‐ νεουμένη· τοῖς μέλλουσιν ἀρχὴν παρεχομένη. Οὐ γὰρ
30ἤλθομεν ὠνίων ποιήσασθαι διάμειψιν, ἀλλ’ ἀγάπης ἀλλήλοις δοῦναι ἀντάλλαγμα, πλήρη δοῦναι, καὶ πλή‐ ρη λαβεῖν τὴν ἀγάπην. Ταῦτα οἱ πατέρες ἡμῶν κατ‐ εστήσαντο. Ἡμεῖς δὲ παραλαβόντες εἰς τί κατελή‐ ξαμεν δείξει τὰ ὁρώμενα. Οἱ πλεῖστοι τῶν παρόν‐
35των κατάσκοποι μᾶλλόν εἰσι κατάσκοποι τῶν λεγο‐ μένων ἢ μαθηταὶ τῶν διδαγμάτων. Καὶ λόγος ἐπιζητεῖται οὐ πρὸς οἰκοδομὴν τῶν παρόντων, ἀλλὰ πρὸς ἐπήρειαν τῶν ἐφεδρευόντων. Κἂν μέν τι λεχθῇ συμβαῖνον ταῖς ἐπιθυμίαις τῶν ἐξοστρακιζόντων τὴν
40γνώμην, ἀπῆλθε καταδεξάμενος ὡς τὸ ἴδιον εὑρὼν παρ’ ἡμῖν. Ταῦτα ἐγγραφέσθω ταῖς ὑμετέραις καρδίαις. Μαρτυρήσατε τῇ ἀληθείᾳ καὶ ἡμῖν πρὸς τοὺς ἐπιτρυλλοῦντας τὰ τοιαῦτα, ὅτι ἄρα ἡμεῖς τὴν πα‐ λαιὰν δωρεὰν ἀνενεωσάμεθα.
47 Ταῦτα γὰρ μὴ φοβουμένων τὸν Κύριον τὰ ῥή‐ ματα, ἀνοιγόντων καθ’ ἡμῶν στόμα, ὡς ἡμῶν
τρεῖς θεοὺς καταγγελλόντων. Ὁ τρεῖς θεοὺς κηρύττων1490

31

.

1492

τί ζητεῖ ἐν Ἐκκλησίᾳ Κυρίου; Ἀλλαχοῦ πολυθεΐα· καὶ ἀλλαχοῦ θεοσέβεια. Ὁ τρεῖς λέγων κατατολμάτω καὶ τεσσάρων· ἐκτεινάτω τὸν ἀριθμὸν εἰς δώδεκα. Τίς οὖν ἡ μανία τῶν ἠκονημένην γλῶσσαν ἐχόντων
5κατὰ τῆς ἀληθείας; Οὐ μικροψυχῶ πρὸς τὸν ἔλεγχον, ἀλλ’ ἐκδέχομαι τὸ τοῦ Χριστοῦ δικαστήριον. Ἐκεῖ ἀν‐ τικαταστήσονταί μοι οἱ τὴν ἐπήρειαν ταύτην ῥάπτον‐ τες· «Οἶδε Κύριος τοὺς ὄντας αὑτοῦ·» καὶ, «Ὁ συ‐ κοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν.»
10Εἰ μεταδίδωμι τὴν πίστιν τῶν Πατέρων, τί, παρ‐ εὶς τοὺς Πατέρας, ἐμοὶ πολεμεῖς; Εἰ πιστεύω εἰς Πατέρα, εἰ ὁμολογῶ τὸν Υἱὸν, εἰ μὴ ἀθετῶ τὸ Πνεῦ‐ μα. Εἰ ὁ Τριάδα ὁμολογῶν τρεῖς ὀνομάζει θεοὺς, ἀθε‐ τεῖ τὸ βάπτισμα, καὶ πολεμεῖ τῇ πίστει. Τί, τὸ ἐμὸν
15πρόσωπον ὑποθέμενος, πολεμεῖς τῷ Κυρίῳ; Τίς κατ‐ έλειπε βαπτίζειν εἰς ὄνομα Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος; ἐγὼ, ἢ Δεσπότης; Τίνος τὰ ῥήμα‐ τα; κήρυκος, ἢ τοῦ ἀποστείλαντος; Τί, τὸ ἐμὸν πρόσ‐ ωπον εὐεπίβατον ταῖς συκοφαντίαις εὑρὼν, δι’ ἐμοῦ
20πολεμεῖς τῇ ἀληθείᾳ; δι’ ἐμοῦ κατασείεις τὸ ὀχύρωμα τῆς πίστεως; Ἐγὼ μέν σοι εὐάλωτος· ἡ δὲ πίστις ἄσειστος. «Εἷς Κύριος,» μάνθανε τοῦ Παύλου λέγοντος, μὴ δύο, ἢ τρεῖς. Κἂν ὀνομάσω Κύριον τὸν Υἱὸν, οὐκ εἰς δύο κυρίους, οὐκ εἰς πολλοὺς θεοὺς
25διεῖλον τὴν κυριότητα. Κύριος ὁ Πατὴρ, Κύριος ὁ Υἱός· «Μία πίστις,» ἐπειδὴ εἷς Κύριος. Ἓν ἑνὶ ἀκο‐ λουθεῖ· ἑνὶ Κυρίῳ μία πίστις, μιᾷ πίστει «ἓν βά‐ πτισμα.» Οὕτως ἓν ἐξ ἑνὸς δι’ ἑνὸς βεβαιοῦται. Εἰ δὲ οὐκ ἀθετῶ τὸ Πνεῦμα, οὐδὲ ἐν τῇ δουλικῇ αὐτὸ
30τίθημι τάξει, διὰ τοῦτο τὴν συκοφαντίαν ἐκείνην ἐκ‐ δέχομαι. Μὴ λέγε ἃ μὴ λέγω, καὶ ἴδωμέν σου τῆς συ‐ κοφαντίας τὸ πιθανόν. Τί ὑποκρύπτεις σεαυτοῦ τὴν ἐπήρειαν; Ψεύδῃ, κατηραμένε, λέγων παρ’ ἡμῖν τρεῖς θεοὺς καταγγέλλεσθαι, καὶ οὐ λέγεις ἐκ τοῦ προ‐
35φανοῦς, ὅτι ἡμεῖς ἐσμεν οἱ τοὺς κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον λέγοντας ἀναθεματίζοντες. Ταύτην τὴν κατ‐ ηγορίαν δέχομαι. Ἐπὶ τούτῳ πῦρ καὶ ξίφος ἠκονη‐ μένον ὑφίσταμαι. Κἂν ὁ τροχὸς καταῤῥάσσῃ, κἂν βασανιστήρια ἐπ’ ἐμὲ κινῆται, ἐν τῇ αὐτῇ πληροφο‐
40ρίᾳ δέχομαι τὰ βασανιστήρια, ἐν ᾗ καὶ οἱ μάρτυρες οἱ ἐνταῦθα κείμενοι τῶν στεφάνων ἠξιώθησαν. Τοῦτο τοίνυν ἐγκάλει μοι, ὅτι μὴ ἐν τοῖς κτίσμασι συν‐ αριθμῶ τὸ Πνεῦμα τὸ ἅγιον. Κἂν δέ τι περισσὸν λέ‐ γοις, τῷ κριτῇ λόγον δώσεις. «Ὅταν ἔλθῃ ὁ
45Παράκλητος,» νῦν ἀνεγινώσκετο· σὺ δὲ ταῖς συκοφαν‐1492

31

.

1493

τίαις ἀφορμὴν εἰς ἐπήρειαν τέθεικας. Παράκλητος, φησὶν, ὁ περὶ σοῦ παρακαλῶν. Δι’ ὧν εὐεργετεῖ, διὰ τούτων ἀγνωμονεῖς. Οὐ δέχῃ τοίνυν τοῦ Παρακλήτου τὴν εὐεργεσίαν. Ἢ οὐχὶ ὁ Κύριος ἑαυτῷ ταύτην τὴν
5προσηγορίαν πρέπειν ἐνομοθέτησε; «Πέμψω ὑμῖν καὶ ἄλλον Παράκλητον.» Ὁ καὶ ἄλλον εἰπὼν οὐχ ἑαυτὸν ἔδειξε πρὸ τοῦ ἄλλου; Εἰ ἀπ’ ἐμαυτοῦ λαλῶ, μὴ ἀκούετέ μου· εἰ τὰ γεγραμμένα ἀναγινώσκω, ὑπό‐ κυψον τῇ ἀληθείᾳ. Ὁ τέλειος οὔτε μειοῦται, οὔτε αὔ‐
10ξεται. Εἷς ἀγέννητος ὁ Θεός· εἷς ὁ τούτου μονογενὴς ὁ Υἱὸς καὶ Θεός. Ὥσπερ οὐκ ἔνι συναγέννητος Θεὸς ἕτερος, οὕτως οὐδὲ συγγεγεννημένος Υἱὸς ἕτε‐ ρος; Ὥσπερ οὐ λόγῳ ὁ Πατὴρ, οὕτως οὐδὲ λόγῳ ὁ Υἱός. Θεὸς ὁ Πατὴρ, Θεὸς ὁ Υἱός· Θεὸς τέλειος ὁ
15Πατήρ· Θεὸς τέλειος καὶ ὁ Υἱός. Ἀσώματος ὁ Πατήρ· ἀσώματος ὁ Υἱὸς, ἀσωμάτου χαρακτὴρ, καὶ εἰκὼν ἀσώματος. Πιστεύεις, ὅτι γεγέννηται; Μὴ ζήτει, Πῶς; Εἰ γὰρ ἐνδέχεται ζητεῖν, ὁ ἀγέννητος πῶς ἀγέννητος, ἐνδέχεται ζητεῖν, καὶ ὁ γεγεννημένος πῶς
20γεγέννηται· εἰ δὲ οὐ καταλείπει ζήτησιν ὁ ἀγέννητος, πῶς ἀγέννητος· οὕτως οὐδὲ ὁ γεγεννημένος κατα‐ λείπει ζητεῖν, πῶς γεγέννηται. Μὴ ζήτει τὰ ἀνεύρε‐ τα· οὐ γὰρ εὑρήσεις. Ἐὰν γὰρ ζητῇς, παρὰ τίνος ἔχεις μαθεῖν; Παρὰ γῆς; Οὐχ ὑφεστήκει. Παρὰ θα‐
25λάττης; Οὐκ ἦν ὑγρά. Παρ’ οὐρανοῦ; Οὐκ ἦν ἐπαρ‐ θείς. Παρ’ ἡλίου καὶ σελήνης καὶ ἄστρων; Οὐ δε‐ δημιούργηντο. Ἀλλὰ παρ’ αἰώνων; Πρὸ αἰώνων ὁ Μονογενής. Μὴ ἐξέταζε τὰ μὴ ἀεὶ ὄντα ὑπὲρ τοῦ ἀεὶ ὄντος. Εἰ δὲ μὴ θέλεις, ἀλλὰ φιλονεικεῖς, καταγελῶ
30σου τῆς ἀνοίας, μᾶλλον δὲ κλαίω σου τὴν τόλμαν.
33 «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Τὸ, «ἦν,» περιγράφει
35τὸ, «οὐκ ἦν·» καὶ τὸ «Θεὸς,» περιγράφει τὸ, «οὐ Θεός.» Τοῖς γεγραμμένοις πίστευε, τὰ μὴ γεγραμ‐ μένα μὴ ζήτει. Οὗτος ὁ Λόγος, ὁ Υἱὸς τοῦ Θεοῦ, ἄν‐ θρωπος ἐγένετο διὰ τὸν ἐκπεσόντα ἄνθρωπον Ἀδάμ. Διὰ τὸν Ἀδὰμ ὁ ἀσώματος ἐν σώματι. Διὰ τὸ σῶμα
40ἔλαβε νέφος τὸ σῶμα ὁ Λόγος, ἵνα μὴ καταφλέξῃ τὰ ὁρώμενα. Συγκατέβη σαρκὶ, ἵνα καὶ ἡ σὰρξ ἐκείνῳ συνεπαρθῇ. Ὁ ἀόρατος ἐν ὁρατῷ, ἵν’ ὑποδύῃ τὰ ὁρώ‐ μενα. Ὡς ἄνθρωπος, ὑπὸ χρόνον· ὡς Θεὸς, πρὸ χρό‐ νων. Τὸ, «ὡς,» οὐχ ὁμοιώσει, ἀλλ’ ἀληθείᾳ κατ’ ἀμ‐
45φότερα Θεὸς καὶ ἄνθρωπος. Θεὸς ἦν, ἅνθρωπος ἐγένετο κατ’ οἰκονομίαν. Οὐ πρότερον τὸ, «ἐγένετο,»
καὶ τότε τὸ, «ἦν·» ἀλλὰ πρότερον τὸ, «ἦν,» καὶ1494

31

.

1496

τότε τὸ, «ἐγένετο.» Μὴ οὖν ἀναιρείτω τὸ δι’ οἰκονο‐ μίαν τοῦ Μονογενοῦς τὴν θεότητα. Ταῦτα γὰρ αἱρετι‐ κῶν ἐκκλίσεις, καὶ Μανιχαίων μανίαι. «Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον,
5ὅς ἐστιν Ἰησοῦς Χριστός.» Ἐγεννήθη διὰ γυναικὸς, ἵνα τοὺς γεννηθέντας ἀναγεννήσῃ. Ἐσταυρώθη ἑκὼν, ἵνα τοὺς μὴ σταυρωθέντας ἑκοντὶ καθέλῃ. Ἀπέθα‐ νεν ἑκὼν, ἵνα τοὺς ἀκουσίως ἀποθανόντας ἐγείρῃ. Ἐπεδέξατο ὃν οὐκ ἐπεδέχετο θάνατον, ἵνα τοὺς ὑπὸ
10θανάτου ζωοποιήσῃ. Κατέπιεν ὁ θάνατος ἀγνοῶν· καταπιὼν ἔγνω ὃν κατέπιεν. Κατέπιε ζωὴν, κατεπόθη ὑπὸ ζωῆς. Κατέπιε τὸν ἕνα μετὰ πάντων, ἀπώλεσε διὰ τὸν ἕνα τοὺς πάντας. Ἥρπασεν ὡς λέων, συν‐ εθλάσθη τοὺς ὀδόντας. Διὰ τοῦτο καὶ ὡς ἀσθενὴς κα‐
15ταφρονεῖται. Οὐκέτι γὰρ ὡς λέοντα φοβούμεθα, ἀλλ’ ὡς δορὰν πατοῦμεν. Ἡ τοῦ Μονογενοῦς ἐκ Πατρὸς γέννησις σιωπῇ τιμάσθω. Οἶδε γὰρ αὐτὸς ὁ γεγεννη‐ κὼς, καὶ ὁ γεγεννημένος. Εἰδέναι γὰρ ὀφείλομεν ἃ χρὴ λαλεῖν, καὶ ἃ χρὴ σιωπᾷν. Οὐ πάντα ῥητὰ τῇ
20γλώττῃ, ἵνα μὴ ὁ νοῦς, καθάπερ ὀφθαλμὸς ὅλον τὸν ἥλιον θέλων ὁρᾷν, ἀπολέσῃ καὶ ὃ ἔσχε φῶς. Ἐν γὰρ τούτῳ γινώσκεις, ἐὰν γνῷς, ὅτι μὴ κατείληφας. Ἐκείνην μὲν οὖν τὴν γέννησιν, ἄῤῥητον οὖσαν, σιω‐ πῇ τιμήσωμεν. Ἐὰν δὲ καὶ περὶ ταύτην ἀτονήσωμεν,
25μὴ λυπηθῶμεν. Ἐκείνη μὲν γὰρ φοβερὰ διὰ τὴν φύ‐ σιν, αὕτη δὲ δυσερμήνευτος διὰ τὸ ξένον. Ὁ Ἰωάννης φωνὴ μὲν ἐλέγετο βοῶντος ἐν τῇ ἐρήμῳ, ἄνθρωπος δὲ ἦν τὴν φύσιν. Μὴ οὖν ἀναίρει διὰ τὸ ὄνομα τοῦ Λόγου τὴν τοῦ Μονογενοῦς ὑπόστασιν. Ἀλλ’ ἴσως
30φῄς· Διὰ τί οὖν ἐκ δεξιῶν καθήμενος ἐντιμότερός ἐστιν; Ἀλλ’ εἰ μὲν δι’ ἑαυτοῦ τὴν τιμὴν εἶχεν, ἐντι‐ μότερος· εἰ δὲ λαβὼν παρὰ τοῦ γεννήσαντος, τοῦ δε‐ δωκότος ἡ χάρις. Οὐκ ἦν ἄλλος Υἱὸς, ἵνα ἐξ ἀρι‐ στερῶν καθίσῃ. Εἷς ἀγέννητος ὁ Θεὸς, εἷς καὶ ὁ τού‐
35του Μονογενὴς, Υἱὸς καὶ Θεός. Ἔπρεπεν οὖν μὴ τὸν Υἱὸν ὀρέγειν τῷ Πατρὶ τὴν δεξιὰν, ἀλλὰ τὸν Πατέρα τῷ Υἱῷ. Δηλαδὴ ἀφωρισμένης τῆς παρ’ ἡμῖν φύ‐ σεως, ἀφόρισον καὶ τὰ νοήματα. Ὁ μὲν γὰρ παρ’ ἡμῖ πατὴρ ἐξ ἄλλου πατρὸς, καὶ χρόνων δεῖται, καὶ ἀνα‐
40τροφῆς, καὶ αὐξήσεως, καὶ ἄλλης ἐπιμελείας, καὶ οὐχ ὅπερ βούλεται πατὴρ γεννᾷ· ὁ δὲ Θεὸς, σύνδρο‐ μον ἔχων τῇ βουλήσει τὴν δύναμιν, ἐγέννησεν ἄξιον ἑαυτοῦ, ἐγέννησεν ὡς αὐτὸς οἶδεν· ᾧ ἡ δόξα καὶ τὸ
κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.1496