TLG 2040 060 :: BASILIUS :: Homilia de paenitentia [Sp.] (sub auctore Eusebio Emeseno) BASILIUS Theol., Episcopus Homilia de paenitentia [Sp.] (sub auctore Eusebio Emeseno) Dup. EUSEBIUS Scr. Eccl. et Theol. (4124 003) Citation: Volume — page — (line) | ||
6t | ΟΜΙΛΙΑ ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ. | |
---|---|---|
7 | Τῶν τὴν μετάνοιαν ἀναιρεῖν τολμώντων τὴν ἀλαζονείαν μὴ ἐνεγκὼν ὁ τιμιώτατος ἀδελφὸς, δεύ‐ τερον ἡμῖν ἐπίταγμα προσέταξε, τοῦτο τὸ ὑπερήφα‐ | |
10 | νον βλέπων, σώφρονα δὲ τοῖς ἀδελφοῖς δεξιὰν ὀρέξων εἰς μετάνοιαν. Χρησιμώτατος δὲ ὁ λόγος ἀνθρώποις ἐστίν. Ἀνθρώπων γὰρ οὐδεὶς ἀναμάρτητος. Ἑνὶ γὰρ μαρτυρεῖται, ὅτι ἁμαρτίαν οὐκ ἐποίησε. Λέξομεν οὖν περὶ μετανοίας ἐκ Παλαιᾶς τε καὶ Καινῆς. Οὗτοι | |
15 | γὰρ τῆς Ἐκκλησίας θησαυροί. Συνιστῶμεν δὲ μετά‐ νοιαν, οὐχ ἁμαρτίαν ἀδελφοῦ προτρεπόμενοι (οὐ γὰρ ἐπ’ ἐλπίδι μετανοίας βουλόμεθα ἐφ’ ἁμαρτίας ἰέναι τὸν ἁμαρτήσαντα), ἀλλ’ ἀναστῆσαι τὸν πεσόντα σπεύ‐ δοντες. Ἡ γὰρ παρὰ τῶν ἐναντίων εἰσαγομένη ἀνελ‐ | |
20 | πιστία τὸν ἅπαξ πεσόντα συνειλεῖσθαι τοῖς ἁμαρτή‐ μασι προτρέπεται· ἡ δὲ προσδοκία τῆς μετανοίας τὸν πεσόντα ἀναστῆναι καὶ μηκέτι ἁμαρτάνειν προτρέ‐ πεται. Τίνες δέ ἐσμεν τῷ Θεῷ νομοθετοῦντες; Βού‐ λεται ὁ Θεὸς ἀφιέναι· καὶ τίς ὁ κωλύων; Ὅτι ἡμεῖς | |
25 | λέγομεν οὐ τί ἐκεῖνοι τολμῶσιν, ἀλλὰ τί ὁ Θεὸς προστάσσει. «Μὴ ὁ πίπτων οὐκ ἀνίσταται;» Ἀντι‐ φθέγγονται τῷ Θεῷ. Ὁ πίπτων οὐκ ἀνίσταται. Οὐκ ἔπεισέ σε ψιλῷ ῥήματι, πείσει σε δι’ ὑποδείγματος ἐναργοῦς. Τί γὰρ οὕτως ἄπλυτον ὡς κόκκινον; τί δὲ | |
30 | λευκὸν παρ’ ἡμῖν ὡς χιὼν, ἢ ὡς ἔριον καθαρόν; Φη‐ σὶν ὁ ταῦτα πλάσας, ὅτι Ἐὰν γένωνται αἱ ἁμαρτίαι ὑμῶν ὡς τὰ ἄπλυτα χρώματα, εἰ λούσοισθε, μεταπί‐ πτει εἰς καθαρότητα χιόνος. Ἀλλ’ οὐ μετὰ τὸ βάπτι‐ σμά ἐστιν αὕτη ἡ ἄφεσις. Εἶπε γὰρ, φησὶ, «Λούσα‐ | |
35 | σθε, καθαροὶ γίνεσθε.» Τοῦτο δὲ μάλιστα, παρ’ ἡμῶν εἰ ᾐτήσασθε, ἠδυνάμεθα ἀπὸ Γραφῆς δεῖξαι, ὅτι με‐ τὰ τὸ βάπτισμά ἐστι συγχώρησις. Οὐ γὰρ τὰ εὔκολα δεῖ ἐκλεγομένους ἀντιλέγειν, ἀλλὰ πρὸς αὐτὰ τὰ δο‐ κοῦντα ἰσχυρὰ ἐν τῷ ἐναντίῳ λόγῳ διανίστασθαι. Ἐφ’ | |
40 | ὅσον γὰρ τὰ ἀντιπίπτοντα οὐκ αἴρεται ἀπὸ τῆς ψυ‐ χῆς, ἀνίατός ἐστιν ὁ κάμνων. | |
44 | Ἀλλ’ ἐπειδὴ οὐκ ἔχει χώραν γλυκαίνεσθαι τὰ | |
45 | ἁλμυρὰ, λέγομεν δὲ καὶ ἡμεῖς νῦν ἀπὸ Παλαιᾶς· εἴ‐ πωμεν τί ἀντιλέγουσι πρὸς τὰ ἐκ τῆς Παλαιᾶς λεγό‐ μενα. Λέγουσι γὰρ, ὅτι πρὸ τοῦ πάθους Σωτῆρος, πρὸ τοῦ τὸ αἷμα τὸ ἅγιον ὑπὲρ ἡμῶν ἐκχυθῆναι, ἐὰν ἀπὸ τῆς Παλαιᾶς ἀναγνῶτε ἡμῖν περὶ μετανοίας, λέγο‐ | |
31.1476(50) | μεν, ὅτι ἐν τῇ Παλαιᾷ συγκεχώρηται· ἐν δὲ τῇ Και‐ νῇ διὰ τὸ πάθος οὐκ ἔσται συγχώρησις. Ἐὰν δὲ ἀπὸ τῆς Καινῆς δείξωμεν, ὅτι καὶ μετὰ τὸ βάπτισμα καὶ μετάληψιν τοῦ Πνεύματος ἁμαρτήσας τις ἀνακαλεῖ‐ | |
ται διὰ μετανοίας τὸ χάρισμα, δῆλον, ὅτι ἔστι μετά‐ | 1476 | |
31.1477 | νοια τοῖς παραπεσοῦσι καὶ μετὰ τὸ βάπτισμα· καὶ τὰ ἐν τῇ Παλαιᾷ ἔσται ὑπὲρ τῆς μετανοίας κύρια. Ὡς προσέχουσι δὲ λέγω· ὅθεν καὶ βαρυτέρων ἅπτομαι, ἵνα, εὐέλπιδες γενόμενοι, μὴ ἅπαξ πεσόντες ἐπιμέ‐ | |
5 | νωμεν τῷ πτώματι. Οὐκ ἐπείσθης αὐτῷ δι’ ὑποδεί‐ γματος παριστῶντι, ὅρκῳ πείσθητι τοῦ Θεοῦ. Λέγει ὁ Θεός· «Ζῶ ἐγὼ, λέγει Κύριος.» Τοῦτο δὲ ὅρκος Θεῷ πρέπων. Ἐπειδὴ γὰρ οὐκ εἶχε μείζονα ἑαυτοῦ, ὄμνυσι δὲ διὰ τὴν ἀπιστίαν τῶν τὴν μετάνοιαν ἀναι‐ | |
10 | ρούντων, «Ζῶ ἐγὼ, λέγει Κύριος,» [καὶ οὐδεὶς φο‐ βείτω,] ὅτι «οὐ θέλω τὸν θάνατον τὸν τοῦ ἁμαρτω‐ λοῦ, ἀλλ’ ἢ ἐπιστρέψαι αὐτὸν καὶ ζῇν.» Ὁ ζῶν, ζῆ‐ σαι θέλει. Οὐδὲ ὅτε ὄμνυσι Θεὸς ἀξιόπιστος; Οὔτε λό‐ γῳ, οὔτε ὑποδείγματι, οὔτε ὅρκῳ πείθῃ; Ἔργοις | |
15 | πείσθητι. Οὐ κατεστράφη Νινευΐ· μετενόησε γάρ. Ἡ ἀγανάκτησις τοῦ προφήτου, ὅτι οὐ κατεστράφη· ἀνε‐ φύη κολόκυνθα. Ἀπολογεῖταί σοι, ἵνα μνησθῇς, ὅτι ἔστιν ἀγαθός. Δέδοικα δὲ μὴ ἀκούσῃς παρ’ αὐτοῦ· «Εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός | |
20 | εἰμι;» Τίς ἀσεβέστερος ἀναγέγραπται τοῦ Ἀχαάβ; Ὡς ἀναγινώσκουσι λέγω. Ἥρπασε πρὸς ταῖς ἄλλαις ἁρπαγαῖς ἀμπελῶνα, φονεύσας τὸν δεσπότην· κατῆλθε κληρονομῆσαι· κατῆλθε χαίρων. Ἀπήντησεν ὁ λυπῶν, ὁ ἐλέγχων προφήτης· οὐχὶ ἐχθρὸς, ἀλλ’ ὡς φειδόμε‐ | |
25 | νος ἀπεφήνατο οὐ τὴν ἑαυτοῦ ἀπόφασιν, ἀλλὰ τὴν τοῦ Θεοῦ. Μετὰ τὴν ἀπόφασιν ἐνεδύσατο σάκκον, καὶ ἀποδύεται τὴν δεσποτείαν. Γέγραπται γὰρ, ὅτι αὐτὸς ὁ προφήτης, ὁ ἀποσταλεὶς ἐπὶ τὴν ἀπόφασιν, ἤκουσε παρὰ τοῦ Θεοῦ, ὅτι Ἐπειδὴ ἐδεήθη Ἀχαὰβ, τὴν | |
30 | ἀπειλὴν φοβούμενος, οὐκ ἔσται ἃ εἶπον ἐν ταῖς ἡμέ‐ ραις αὐτοῦ. Ἀναγκάζομαι ἐπιθυμῆσαι καλοῦ φαρμά‐ κου. Δαβὶδ ὁ ὅσιος, καὶ μετὰ τὴν ἁμαρτίαν ὅσιος, τῶν δέκα ἐντολῶν ἐν μιᾷ ὑποθέσει τρεῖς παρέβη. Ἐπειδὴ ὑμῖν λαλοῦμεν, εἴπωμεν καὶ σαφέστερον. Γέγονε μοι‐ | |
35 | χεία, καὶ φόνος, καὶ ἐπιθυμία ἀλλοτρίας γυναικός. Ἥμαρτεν ὁ δίκαιος ἄνθρωπος, καὶ ὁ Θεὸς κριτὴν αὐ‐ τὸν ἐποίησε τῆς ἰδίας ἁμαρτίας. Ἐπειδὴ γὰρ οὐ βλέ‐ πομεν δοκὸν ἐν ὀφθαλμῷ ἡμῶν, κάρφος δὲ ἐν ἀλλο‐ τρίῳ, εἰσάγει αὐτῷ τὴν δίκην αὐτοῦ ὡς ἀλλοτρίαν, | |
40 | καί φησιν, ὅτι «Δύο ἄνδρες ἦσαν ἐν πόλει μιᾷ, ὁ μὲν πλούσιος, ὁ δὲ πένης. Τῷ πλουσίῳ ὑπῆρχε πολλά· τῷ δὲ πένητι ἀμνὰς μία, ἣ καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθ‐ ευδε (τοῦτο δὲ γυναικὸς μυστήριον), μετ’ αὐτοῦ ἤσθιε, καὶ ἐκ τοῦ ποτηρίου αὐτοῦ ἔπινεν. Ἦλθε φη‐ | |
45 | σι, ξένος τῷ πλουσίῳ·» καλῶς δὲ ὅτι «ξένος·» οὐ γὰρ ἐν τούτοις εἶχε συνήθειαν ὁ Δαβίδ. «Ἦλθεν οὖν αὐτῷ ξένος. Ἐάσας, φησὶ, τῷ ξένῳ ἀφ’ ὧν εἶχε θῦσαι, τὴν μίαν ἀμνάδα, φησὶ, τοῦ πένητος ἀφαρπάσας θύει.» Ὅσον ἂν πέσῃ ὁ ἰσχυρὸς, ταχεῖαν ἔχει τὴν | |
31.1477(50) | ἀνάστασιν. Ἀγανακτεῖ ὁ Δαβίδ· ἦν γὰρ Δαβὶδ καὶ πεσών. «Ζῇ Κύριος, ἄξιος θανάτου ἐστὶν ὁ ποιήσας τοῦτο.» Ἀπεφήνατο αὐτὸς καθ’ ἑαυτοῦ. Ὡς ἀπεφήνα‐ το, ἐφανέρωσεν ὁ προφήτης τίς ἐστιν ὁ ἄνθρωπος. Εὐθὺς ἐπὶ τὸ φάρμακον ἐλήλυθεν· εἶδε τὸ τραῦμα· | |
55 | προσέφυγε τῷ ἰατρῷ. «Ἥμαρτον,» φησὶ, καὶ εὐθὺς | |
ἡ ἴασις. «Καὶ ὁ Κύριος παρήνεγκέ σου τὸ ἁμάρτη‐ | 1478 | |
31.1480 | μα.» Τί γὰρ βούλει, ἓν ἁμάρτημα λογισθῆναι ὁσίοις, ἢ πολλὴν δικαιοσύνην; Ἐποίησεν ἁμαρτίαν, ἀλλ’ ἐποίησε καὶ πολλὰς δικαιοσύνας. Τί δίκαιον παρὰ δικαίῳ Θεῷ, τῶν ὀλίγων μνημονεῦσαι, ἢ τῶν πολλῶν | |
5 | ἐπιλανθάνεσθαι; Ἔστω ζυγὸς, καὶ ᾧ μετροῦμεν, μετρηθήσεται ἡμῖν. Εἰ πλείονα τὰ ἁμαρτήματα, ἔστω ἁμαρτωλός· εἰ δὲ πλείονα τὰ δικαιώματα, ἔστω δί‐ καιος. Εἷς καὶ εἷς. Τὰ γὰρ παρ’ ἡμῖν πάντα ἐκ τοῦ πλείονος λέγεται. Καὶ τοῦ λευκοῦ ἐστι λευκότερον, | |
10 | καὶ τοῦ γλυκέος εἰς σύγκρισιν ἄλλο γλυκύτερον. Οὕ‐ τως καὶ οἱ δίκαιοί ἐσμεν ὡς ἄνθρωποι, οὐχ ὡς ἡ ἁμαρτία δικαιοσύνη. Ὅθεν ὁ Υἱὸς τοῦ Θεοῦ δικαιο‐ σύνη ἀκούει· ἡμεῖς δὲ μεταλήψει δικαιοσύνης δίκαιοι. Καὶ Μωϋσῆς ἐλάλησέ τι τῇ γλώττῃ, ἀλλ’ οὐκ ἀπελή‐ | |
15 | φθη τῇ ἱστορίᾳ. Καὶ Ἀβραὰμ εὑρίσκεται πιστὸς, καὶ ἔστιν ὅπου ἠπίστησεν. Οὐ τῶν δικαίων κατηγορῶ, ἀλλὰ τὸν Θεὸν δοξάζω. Οὐ προτρέπομαι, ἵνα ἁμαρτή‐ σωμεν. Ἤρεσεν Ἐνὼχ τῷ Θεῷ, λέγει ἡ Γραφὴ, μετὰ τὸ γεννῆσαι τὸν υἱόν. Εἰ μετὰ ταῦτα ἤρεσεν, ἔστιν | |
20 | ἀρέσαι μὴ ἀρεσκόμενον. | |
25 | Ἀλλ’ ἔλθωμεν ἐπὶ τὴν Καινὴν, ἔτι πλείονα ἔχοντες ἀπὸ τῆς Παλαιᾶς. Καὶ γὰρ Μανασσῆς ὁ τε‐ τραπρόσωπα εἴδωλα ἐν τῷ ναῷ τοῦ Θεοῦ θεὶς, ἵν’ ὅθεν ἄν τις εἰσέλθῃ τοῖς εἰδώλοις προσκυνήσῃ, μετανοήσας ἀνεκλήθη ἐκ τῆς αἰχμαλωσίας. Ἔλθωμεν | |
30 | ἐπὶ τὴν Καινήν. Ἀφ’ ἧς γὰρ μάλιστα θέλουσιν ἀπο‐ κλεῖσαι τὴν μετάνοιαν, ἀπ’ αὐτῆς μάλιστα κηρύττε‐ ται ἡ μετάνοια. Πυνθανώμεθα τοῦ Σωτῆρος, Τί ἦλ‐ θες; καὶ ἀποκρίνεται· «Οὐκ ἦλθον δικαίους σῶσαι, ἀλλὰ ἁμαρτωλοὺς, φησὶν, εἰς μετάνοιαν.» Ἐξετάσω‐ | |
35 | μεν αὐτὸν, Τί βαστάζεις ἐπ’ ὤμων; Ἀπολωλὸς, λέ‐ γει, πρόβατον. Ἐπὶ τίνος γίνεται χαρὰ ἐν οὐρανοῖς; λέγει, Ἐπί τινος ἁμαρτωλοῦ μετανοοῦντος. Ἄγγελοι χαίρουσι, καὶ σὺ βασκαίνεις; Ὁ Θεὸς χαίρων δέχε‐ ται, καὶ σὺ κωλύεις; Σφοδρότερον προσφευξώμεθα | |
40 | ἀγαθῷ Θεῷ. Δύο, φησὶν, ἦσαν, ἀμφότεροι υἱοὶ (οὐ δύνασαί μοι εἰπεῖν, ὅτι ἡ ἀπὸ Ἑλλήνων ἐστὶν ἡ ὧδε μετάνοια, ἀλλ’ ἀμφότεροι υἱοὶ, ἐξ ἴσου μερίσαντες). Ἀναλίσκει ὃ εἶχεν ὁ νεώτερος· δίκαιος ὢν, ἐκπίπτει. Ἀναλώσας δὲ πάντα, ἦλθεν ἐπὶ μετάνοιαν, καὶ σπεύ‐ | |
45 | δει πρὸς τὸν πατέρα, καὶ μελετᾷ, πατρὶ ἀπαν‐ τήσων, τί εἴποι. «Ἥμαρτον, εἶπεν, ἐπὶ σοὶ, καὶ ἔμ‐ προσθεν τοῦ οὐρανοῦ.» Ταῦτα ἐβουλεύσατο, οὐκ ἔλαθε τὸν ἀγαθὸν πατέρα. Ἦλθεν ἀπολογήσασθαι, ἀπήντη‐ | |
σεν ὁ αἰσχυνόμενος. Μόνον θέλησον, καὶ αὐτὸς | 1480 | |
31.1481 | προαπαντᾷ. Ἄρχεται λέγειν, καὶ ὁ πατὴρ προσλαμ‐ βάνεται. Κατανόει τὰ σπλάγχνα, καὶ μὴ ἀποκόψῃς· τὴν ἐλπίδα. Ἐδέξατο, καί φησι· Θύσατε ταῦρον, καὶ στολὴν ἐξενέγκατε, καὶ ταύτην ἀρχαίαν, καὶ δακτύ‐ | |
5 | λιον ἐν τῇ χειρί. Ταῦτα πάντα παρερμηνεύεται μὲν, δηλοῖ δὲ συντόμως τὴν προτροπὴν τὴν ἀγαθὴν τοῦ ὑποδεξαμένου, οὐ πρὸς ἃ θέλω, ἀλλὰ πρὸς ἃ λέγει. Εἰ δὲ ἀγανακτεῖς, ὅτι δέχεται μετὰ τὸ βοσκῆσαι χοίρους, μετὰ τὸ ἀναλῶσαι πάντα, ἠγανάκτησε καὶ ὁ ἀδελφὸς, | |
10 | ἀλλ’ οὖν ἐδέξατο ὁ αἰσχυνόμενος. | |
13 | Καὶ συκῆ γεωργουμένη, καὶ ἐν τρισὶν ἔτεσι μὴ δοῦσα καρπὸν, ἀφείθη, καὶ οὐκ ἐξετμήθη ἐπ’ | |
15 | ἐλπίδι τοῦ δοῦναι. Δεσπότης χαρίζεται, καὶ σὺ ἀντερεῖς; Μὴ γὰρ ἴδια πράγματά τις ἑαυτῷ ἁρπά‐ ζει; Εἰ δὲ χαρίζεται ὁ Θεὸς, τίς ὁ ἀντιλέγων; Ἐπεὶ διδαχθῶμεν εὔχεσθαι· «Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, διότι ἀφήκαμεν καὶ ἡμεῖς.» Σὺ ἀφίης, Θεὸς | |
20 | οὐκ ἀφίησι; Σὲ ἐποίησεν ἰατρὸν σεαυτοῦ. ᾯ μέτρῳ ἀντιμετρῇς, ἀντιμετρηθήσεταί σοι. Ἀφίης, ἀφίησί σοι. Ἀλλὰ σὺ ὁ πονηρὸς χρηστεύῃ, ὁ ἀγαθὸς οὐ πολὺ μᾶλλον; Μετὰ ἁμαρτωλῶν Ἰησοῦς, μετὰ νο‐ σούντων ὁ ἰατρός. Ἀγανακτοῦσι Φαρισαῖοι, οἱ πα‐ | |
25 | τέρες τῶν νῦν ἀγανακτούντων· οὐκ ἀποστρέφεται ὁ ἐλεήμων. Εἰσῆλθεν εἰς οἶκον Φαρισαίου κληθείς· ἐπεισ‐ ῆλθεν αὐτῷ ἁμαρτωλὸς γυνὴ μὴ κληθεῖσα. Εἶδε τὴν ἁμαρτίαν, προσῆλθε τῇ δικαιοσύνῃ· εἶδε τὴν νόσον, ἀπῆλθεν ὅπου ὁ ἰατρός. Προσῆλθεν οὐ πρὸς προσ‐ | |
30 | ώπῳ, οὐ γὰρ εἶχε παῤῥησίαν· οὐκ ἐκράτησεν αὐτοῦ χεῖρα, οὐ γὰρ ἐτόλμα· ἀλλ’ ἐπὶ τοὺς πόδας, οὓς τοῖς δάκρυσιν ἔπλυνεν, ἐξέβαλε τὰς τρίχας τότε μόνον καλῶς, τὰς πολλάκις κακῶς φανείσας τότε καλῶς ἐγύμνωσεν. Ὑπεγράφη σοι τὸ προσφυγεῖν τοῖς | |
35 | ποσὶ τοῦ Ἰησοῦ. Ἀνῆλθε πρὸς τὸν Πατέρα, ἀλλά φησιν· «Ἐγὼ μεθ’ ὑμῶν εἰμι.» Ὁπότε θέλεις, πρόσφυγε θαῤῥῶν, βρέξον πόδας, ἐγγίζων ἐστί. Καὶ ἦλθε παρὼν, καὶ ἀπῆλθε παρών. Ταῦτα ἀπὸ Καινῆς ἀδελφὰ τῶν ἐν Παλαιᾷ. Τί κηρύττει ὁ Ἰωάννης; | |
40 | Βάπτισμα μετανοίας. Καὶ διδάσκει ἐν παραβολαῖς, οὐχ ἅπαξ, οὐ δὶς, ἵνα πολλάκις διδασκόμενος μάθῃς. Πέτρος τρὶς ἀπαρνεῖται, καὶ κεῖται ἐν θεμελίῳ. Παῦ‐ λος ἀπὸ διωκτῶν κῆρυξ. Ἀλλ’ ἐνταῦθά ἐστι ζήτημα. Ἀλλὰ τί λέγει αὐτός; «Ἰησοῦς Χριστὸς ἦλθεν εἰς | |
45 | τὸν κόσμον, ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ.» Τὸ ἴδιον ἐλάττωμα φανεροῖ, ἵνα δείξῃ τὸ μέγε‐ θος τῆς χάριτος. Ἀλλὰ Πέτρος εἰπὼν καὶ εὐλογη‐ θεὶς, εἰπὼν, ὅτι «Υἱὸς εἶ τοῦ Θεοῦ» τοῦ ὑψίστου, καὶ ἀκούσας, ὅτι «Πέτρα εἶ,» ἐνεγκωμιάσθη. Εἰ γὰρ | |
31.1481(50) | καὶ πέτρα, οὐχ ὡς Χριστὸς πέτρα, ὡς Πέτρος πέτρα· | |
Χριστὸς γὰρ ὄντως πέτρα ἀσάλευτος· Πέτρος δὲ διὰ | 1482 | |
31.1484 | τὴν πέτραν. Χαρίζεται γὰρ Ἰησοῦς τὰ ἑαυτοῦ ἀξιώ‐ ματα, οὐκ ἀποκενούμενος, ἀλλ’ ἔχων ἃ δίδωσι. Φῶς ἐστιν. «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου.» Ἱερεύς ἐστι· ποιεῖ ἱερέας. Πρόβατόν ἐστιν. «Ἰδοὺ ἀποστέλ‐ | |
5 | λω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων.» Πέτρα ἐστί· πέτραν ποιεῖ, καὶ τὰ ἴδια χαρίζεται τοῖς δούλοις. Τοῦτο γὰρ σημεῖον πλουσίου, τὸ ἔχειν καὶ χαρίζεσθαι. Ἀλλ’ οἱ παρ’ ἡμῖν πλούσιοι χαριζόμενοι ἐλαττοῦσιν ἃ ἔχουσιν. Οὐ γὰρ πλούσιοι, ἀλλότρια γὰρ κεκτήμεθα. | |
10 | Ὁ δὲ οὕτως πλουτῶν, ὅσα ἐὰν χαρίζηται, τοσοῦτον μένει πλούσιος ὤν· ὥσπερ πηγὴ ἀένναος. Ὅσον ἐὰν λάβῃς, οὐκ ἀπομειοῦται τὸ ῥεῦμα. Καὶ οὐχ ὡς πηγή· οὐδὲν γὰρ ἄξιον ὑπόδειγμα τῶν παρ’ ἡμῶν ἐκείνης τῆς φύσεως. Ἀλλὰ μὴ ἔχοντές τι ἄξιον, χρώμεθα | |
15 | τοῖς ἐλάττοσιν, ἵνα ὁπωσδήποτε γνῶμεν τὰ ἄγνωστα. Τρὶς ὁ Πέτρος ἀρνεῖται, οὐχ ἵνα Πέτρος πέσῃ, ἀλλ’ ἵνα καὶ σὺ σχῇς παραμυθίαν. Ἐδάκρυσεν, ἔκαμψε τὰ δάκρυα τὸν ἐλεήμονα ἡμῶν. Ἡ γὰρ προθυμία ἦν ἀγαθή. Πανταχοῦ ὁμολογεῖ μόνος. «Τὸ μὲν πνεῦμα | |
20 | πρόθυμον· ἡ δὲ σὰρξ ἀσθενής.» Οἶδεν ὁ πλάσας τὴν πλάσιν, καὶ βαστάζει τὰ ἀσθενήματα, συγχωρῶν τὰ παραπτώματα. | |
25 | «Μνήσθητι, φησὶ, Κύριε, ὅτι χοῦς ἐσμεν.» Τί γὰρ ἡμῶν ἡ δικαιοσύνη; Μέγας ἦν ὄντως Ἀβραάμ. Οὕτως ἦν μέγας, διότι γῆ ἐστι καὶ σποδός. Ὁ γὰρ γινώσκων ὅσον μεταξὺ Θεοῦ καὶ ἀνθρώπων, οἶδεν ἑαυτόν. Ἄκουε καὶ ἄλλους μακαρισμούς. «Μακάριοι | |
30 | ὧν ἀφείθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι.» Θεὸς μακαρίζει, καὶ σὺ ἀποκωλύεις; Ἆρα πότερον ὡς βουλόμεθα λέγουσιν αἱ Γραφαὶ, ἢ ὡς γέγραπται ὀφείλομεν ἀκολουθῆσαι; Καὶ ταῦτα καθ’ ἡμῶν. Οὐ καλὴ ἡ φιλονεικία, ἐλπίδα ἀποκό‐ | |
35 | πτουσα. Ἀλλ’ ἐπειδὴ ἐπαγγελλόμεθα μετὰ τὸ βά‐ πτισμα συγχώρησιν (τοῦτο γὰρ τὸ συνεκτικώτατον πρὸς τὴν κακουργίαν), γράφει ὁ Ἀπόστολος ἐν τῇ προτέρᾳ Ἐπιστολῇ πρὸς Κορινθίους, ὅτι «Πορνεία ὅλως ἐν ὑμῖν ὀνομάζεται, καὶ τοιαύτη πορνεία ἥτις | |
40 | οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται.» Ἠκούσατε τὸ μέ‐ γεθος τοῦ κακοῦ, ἀκούσατε καὶ τὸ μέγεθος τῆς ἀποφάσεως. «Συναχθέντων, φησὶν, ὑμῶν, καὶ τοῦ ἐμοῦ πνεύματος ἐν τῇ δυνάμει τοῦ Χριστοῦ, παρα‐ δοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρ‐ | |
45 | κὸς, ἵνα τὸ πνεῦμα σωθῇ.» Παιδεύει, οὐ γὰρ ὡς ἐχθρὸς ἀποῤῥίπτει. Ἐν μὲν τῇ προτέρᾳ τῷ Σατανᾷ παραδέδωκεν· ἐν δὲ τῇ δευτέρᾳ γράφει οὐδὲν τῇ προτέρᾳ ἐναντίον. «Κυρῶσαι εἰς αὐτὸν ἀγάπην, μὴ τῇ ὑπερβολῇ τῆς λύπης ἀπόληται ὁ τοιοῦτος.» Ἔλυσε | |
31.1484(50) | καὶ τὰ ἄλυτα ὁ Ἀπόστολος. Τότε λέγει παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ· μετὰ ταῦτα περὶ τοῦ αὐτοῦ γράφων καὶ συγχωρῶν, φησίν· «Ἵνα μὴ πλεονεκτη‐ | |
θῶμεν ὑπὸ Σατανᾷ.» Ἐὰν γὰρ λάβῃ τινὰ ἡμῶν, καὶ | 1484 | |
31.1485 | ἐπλεονέκτησεν ἡμῶν. Ἐξέρχεται πρόβατον ἀπὸ ποί‐ μνης, λύκων γίνεται βορά. Εἰσάγαγε, ἵνα φύγῃ τὴν ἐπιβουλήν· ὥσπερ οἱ ἀγαθοὶ ποιμένες, κἂν ἀρθῇ τὸ πρόβατον, δέρμα γοῦν σπεύδουσι λαβεῖν. Εἰ δέρμα | |
5 | νεκροῦ καλὸν ἀποσπάσαι, ψυχὴν ἀπὸ στόματος λύκου οὐκ ἄξιον λαμβάνειν; Καὶ ἐν πολέμῳ τιτρώ‐ σκεται ἀριστεὺς, καὶ οὐχ ὅτι ἐτρώθη, διὰ τοῦτο οὐ στέφεται· ἀλλ’ ἔλαβε τραύματα πολλὰ ἐργασάμενος. Τὸ μὲν ἓν λογίζεται κακὸν, τὰ δὲ πολλὰ ἀγαθὰ οὐ | |
10 | λογίζεται Θεός· Πόσοι μάρτυρες, πρῶτον ἀρνησάμε‐ νοι, τὸ δεύτερον ἀνεκαλέσαντο τὴν ἧτταν; Ἀλλ’ ἀρ‐ νησάμενοι οὐχὶ τῇ διανοίᾳ, ἀλλὰ τῇ γλώττῃ. Ἡ σὰρξ γὰρ ἀσθενής. Ἀπαρνούμενος ἐκπίπτει, πάλιν ὁμο‐ λογῶν ἀνακαλεῖται. Οὐ γὰρ τὰ κακὰ φυλάττει ὁ Θεὸς, | |
15 | τὰ δὲ καλὰ ἀθετεῖ. Καὶ βασανιζόμενός τις, πολλάκις ἐνέδωκε, μὴ ἐνεγκὼν, οὐ τὴν προθυμίαν, ἀλλὰ τὸν πόνον. Ἀλλὰ κατενεχθεὶς, καὶ ἄνεσιν λαβὼν, ἀνακα‐ λεῖται. Τὸ μικρὸν ῥῆμα φυλαχθήσεται αὐτῷ, αἱ δὲ βάσανοι οὐκ ἀριθμηθήσονται; Ἀλλὰ Θεὸς κριτὴς, οὐκ | |
20 | ἀνθρώπων ἡ τόλμα. Τολμᾷς νομοθετεῖν Θεῷ, ὃς οἶδε τὴν ἀσθένειαν, καὶ χορηγεῖ τὴν βοήθειαν, καὶ δώσει τὴν νίκην; Πόσοι οὐκ ἀπὸ καλοῦ βίου ἐμαρτύρησαν; Ἆρα ἐπειδὴ ἐπέστρεψεν ἐπιθυμία, ἀποστερηθήσον‐ ται τῶν καμάτων; Οὐκ ἄγγελοί ἐσμεν, ἀλλ’ ἄνθρω‐ | |
25 | ποι· καὶ πίπτομεν καὶ ἐγειρόμεθα, καὶ πολλάκις τῆς αὐτῆς ὥρας. «Καὶ ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ.» Διὰ τί; Εἰ γὰρ μέτρον τί ἐστι τῆς δικαιοσύνης, πάν‐ τες ὀφείλουσι τὸ ἴσον ἔχειν· εἰ δὲ οἱ μὲν λάμπουσιν ὡς ὁ ἥλιος, οἱ δὲ αὐγάζουσιν ὡς σελήνη, οἱ δὲ κατὰ | |
30 | τὴν διαφορὰν τῶν ἄστρων λάμπουσι, δῆλον, ὅτι ἄλλος ὑπερέχει· ὁ δὲ ἐλαττούμενος δῆλον ὅτι ἔχει μικρὰ ἁμαρτήματα. Εἰ δὲ οὐδενὸς ἁμαρτήσαντος ἡ ἄφεσις, ἡ διαφορὰ ἦν ἐν τῇ ποικιλίᾳ. | |
36 | Ἀλλ’ ἐπειδὴ ἀναγκαῖόν ἐστι δεῖξαι μετὰ τὸ βά‐ πτισμα σωζομένους τοὺς παραπεσόντας, φοβούμενος λέγω, μὴ παρὰ τὸ ἐμὸν βούλημα ἀποστῆτε· πάνυ γὰρ θέλω τοὺς λαμβάνοντας τὸ βάπτισμα μὴ ἁμαρτάνειν. | |
40 | Εἰ δὲ παραπίπτοιέν ποτέ τινες μὴ βουλόμενοι, οὐ βού‐ λομαι ὃ βούλονται οἱ τὴν μετάνοιαν ἀναιροῦντες, μὴ βουλόμενοι συναποθανεῖν ἡμᾶς τῷ σταυρῷ· ἀλλ’ ὃ Ἀπόστολος, καὶ συνταφῆναι αὐτῷ, καὶ μηκέτι ζῇν ἁμαρτίᾳ, τοῦτο μὲν βούλομαι. «Οὐκ ἀθετῶ δὲ τὴν χά‐ | |
45 | ριν τοῦ Θεοῦ,» Γαλάταις γράφων ὁ Ἀπόστολός φησιν, ὅτι ἔλαβον Πνεῦμα. Μὴ τούτου ἐναργέστερον ζητεῖς; Ἀλλ’ ἐπιφέρει· «Οὕτως ἀνόητοί ἐστε, ἐναρξάμενοι Πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε.» Οὐκοῦν εἰλήφασι Πνεῦμα. Καὶ πάλιν· «Τοῦτο μόνον θέλω μαθεῖν παρ’ | |
31.1485(50) | ὑμῶν· ἐξ ἔργων νόμου τὸ Πνεῦμα ἐλάβετε, ἣ ἐξ ἀκοῆς πίστεως; Ἐτρέχετε καλῶς.» Βλέπετε πόσα πλεον‐ εκτήματα. Ἄκουε τὰ ἁμαρτήματα. «Νῦν σαρκὶ ἐπι‐ τελεῖσθε, ἐξεπέσατε ἀπὸ Χριστοῦ.» Εἶδες αὐτοὺς | |
ἔχοντας τὸ Πνεῦμα· ἤκουσας, ὅτι «Κατηργήθητε | 1486 | |
31.1488 | ἀπὸ Χριστοῦ·» ὁμοίως καὶ, «Τῆς χάριτος ἐξεπέ‐ σατε.» Τί μετὰ ταῦτα ἐπιφέρει, διδοὺς τόπον ἐγκαι‐ νισμοῦ; «Τεκνία μου, οὓς πάλιν ὠδίνω.» Ἅπαξ ἦν γεννήσας· ἀλλ’ οὐχ ὁ ἅπαξ γεννήσας παραιτεῖται καὶ | |
5 | ἐκ δευτέρου γεννῆσαι εἰς σωτηρίαν. Εἰ τὰ ἄλλα πάντα τις κακουργήσει, τοῦτο αὐτὸ ἄθεον. Ἄνθρωποι δὲ, λαβόντες τὸ Πνεῦμα, καλῶς τρέχοντες, τοσαῦτα ὑπομείναντες, κινδυνεύσαντες, εἰκῆ ὑπομεμενηκότες, ἐκπεσόντες καὶ καταργηθέντες, πάλιν ἀναγεννῶνται, | |
10 | ἵνα πάλιν μορφὴν Θεοῦ ἀναδέξωνται. Μὴ πάλιν ὑπο‐ λείπεταί σοι ἀντιλογία περὶ μετανοίας; Τίς ἡμᾶς ἔπλασε; Θεός. Ἐποίησεν ἡμῖν σῶμα, ἐποίησεν ἡμῖν ψυχήν. Περιορᾷ; Τίς δέδωκεν ἡμῖν φάρμακον ζωῆς; Διὰ τί ἀναγνώσματα; Ἵνα ἀποστῶμεν ἁμαρτημά‐ | |
15 | των. Διὰ τί ἀρδευόμεθα; Ἵνα καρποφορήσωμεν. Τί εὐ‐ χόμεθα; Ἵνα ἀφεθῶσιν ἡμῶν αἱ ἁμαρτίαι. Πληρώ‐ σωμεν τὸν λόγον. Τίσιν οὐκ ἔστι μετάνοια; Ὁ δ’ ἐλ‐ πίδι τῆς μετανοίας κακουργῶν κακουργίας ἔχει τὸν τρόπον, καὶ ἀπεστέρηται μετανοίας. Ἔστιν ἐλπὶς καὶ | |
20 | μετὰ τὴν ἁμαρτίαν, ἔστιν ἴασις καὶ μετὰ τὸ ἕλκος, ἀλλὰ μένει ἡ οὐλή. Μακάριον τὸ μηδὲ διστάσαι· δεύ‐ τερος μακαρισμὸς ἡ μετὰ τὴν πληγὴν ἴασις. Θεῷ δὲ τῷ πλάστῃ ἐξ ἀρχῆς, καὶ συνερχομένῳ τῇ ἀσθενείᾳ, καὶ φυλάττοντι τὴν προαίρεσιν, καὶ χαριζομένῳ με‐ | |
25 | τάνοιαν, διὰ τοῦ ἄγοντος ἡμῖν τὰ ἀγαθὰ, Ἰησοῦ Χρι‐ στοῦ τοῦ Κυρίου ἡμῶν, ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς | |
αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 1488 |