TLG 2040 058 :: BASILIUS :: Homilia dicta in Lacisis

BASILIUS Theol., Episcopus
(Caesariensis (Cappadociae): A.D. 4)

Homilia dicta in Lacisis

Citation: Volume — page — (line)

30tΟΜΙΛΙΑ ΡΗΘΕΙΣΑ ΕΝ ΛΑΚΙΖΟΙΣ.
31 Ἀνταγωνίζεται ὁ ἐχθρὸς, φιλονεικῶν τῷ ἔξωθεν θορύβῳ τὸν ἡμέτερον λόγον ὑπερηχῆσαι· ἀλλ’ ἡμεῖς, αὐτοῦ τὰ νοήματα μὴ ἀγνοοῦντες, τρέψωμεν τὰς ἀκοὰς καὶ τὰς διανοίας τοῖς ἐνταῦθα λεγομένοις,
35οἰκτείροντες τοὺς ἀπολειπομένους τῆς ἀκροάσεως, μὴ συναπερχόμενοι τοῖς ἔξω τῇ διανοίᾳ· ἀλλ’ ὅπου τοῖς σώμασίν ἐσμεν, ὦμεν καὶ ταῖς καρδίαις. Ἀνα‐ λέξασθέ μοι τὰς μνήμας τῶν ἐξ ἑωθινοῦ παρανα‐ γνωσθέντων ὑμῖν λογίων πνευματικῶν, διδασκαλίας
40ψυχωφελεῖς, θεραπείας ψυχῶν. Μνήσθητε τῶν ψαλ‐ μικῶν διδαγμάτων· συναγάγετέ μοι τὰς παροιμιώ‐ δεις ὑποθήκας· ἐρευνήσατε τῶν ἱστοριῶν τὸ κάλλος· πρόσθετε τούτοις τὰς ἀποστολικὰς παραινέσεις. Ἐπὶ πᾶσιν οἱονεὶ κορωνίδα ἐπίθετε τῶν εὐαγγελικῶν ῥη‐
45μάτων τὴν μνήμην, ἵνα διὰ πάντων λαβόντες τι κέρ‐ δος ἐπανέλθητε, ἕκαστος πρὸς ὃ τυγχάνει ἀσμένως διακείμενος, πρὸς τοῦτο λαβὼν τὴν ἐκ τοῦ Πνεύ‐ ματος ὠφέλειαν. Πάντως οὕτως ἐν πολυπροσώπῳ ἐκκλησίᾳ, ὅσαι τῶν προσώπων διαφοραὶ, τοσαῦται

31

.

1437

(50)

καὶ τῶν γνωμῶν· ὅσαι τῶν ἡλικιῶν, τοσαῦται καὶ τῶν ἁμαρτιῶν. Πολυειδεῖς δέ εἰσι καὶ πολύτροποι αἱ τοῦ διαβόλου ἐπίνοιαι· ἄλλον ἄλλως ὑπάγεται· πρὸς ὅπερ ἂν ἴδῃ ἐπιῤῥεπέστερον, πρὸς ἐκεῖνο κέχρηται
τοῖς ἰδίοις δελεάσμασιν.1437

31

.

1440

Ἕστηκέ τις ἐνταῦθα φθόνῳ τὴν ψυχὴν κεκακω‐ μένην ἔχων; Εἴη μὲν οὖν μηδένα εἶναι· καὶ τοῦτο ἐμοὶ εὐχή ἐστι πρέπουσα. Ἀλλ’ ἐπειδὴ δύσκολον ἐν ἀνθρωπίνῃ φύσει μὴ εἶναι ἕν τι τῶν παθῶν μικρὸν
5ἢ μεῖζον, ἕκαστος ἐκ τῶν εἰρημένων ἐκλεγέσθω τὴν ὠφέλειαν. Βάσκανος εἶ; λάβε τὴν θεραπείαν· Θυμώ‐ δης εἶ; πρόκειταί σοι ἡ ἴασις. Διαλέγεται γὰρ περὶ τούτων πάντων. Καὶ, εἰ δυνατὸν, ἐροῦμεν βραχέα ἀφ’ ἑκάστου τῶν εἰρημένων ἀπανθιζόμενοι. Πλεο‐
10νέκτης εἶ; ἐνταῦθα ἡ ἴασις. Ὑπερήφανος εἶ; ὧδε δα‐ μάσεις τὴν ὑπερηφανίαν· ὧδε κολάσεις τῆς ψυχῆς τὸ ὕψος, ἐὰν θελήσῃς. Πάντα, ὥσπερ πηγῆς βρυούσης, ἀρυόμενος τὰ ἀγαθὰ τῶν λόγων τῶν πνευματικῶν, οὕτω πλουσίως σεαυτῷ ἐπαντλήσας ἐπάνιθι. Εἴρηται
15πρῶτος λόγος ἐν Παροιμίαις, κατὰ τὸ εἶδος τὸ παροι‐ μιακὸν, πρὸς γυμνασίαν τοῦ νοῦ τοῦ ἡμετέρου τῆς ἀσαφείας ἐπιτεθείσης, ὅτι «Ὁ βλέπων λεῖα ἐλεηθή‐ σεται.» Ἆρα αὐτόθεν ἥρπασας τὴν διάνοιαν τοῦ ῥήματος, ἢ ἐπιζητεῖς, ὅγε φιλόπονος ἀκροατὴς, πῶς
20ὁ λεῖα βλέπων ἐπαινεθήσεται; Ἐπαινετὰ γάρ ἐστι τὰ κατὰ προαίρεσιν. Ὁρῶμεν δὲ οἱ ἄνθρωποι οὐχ ὁποῖα βουλόμεθα, ἀλλ’ ὁποῖα ἡ φύσις τῶν ὁρωμένων ἐστίν. Ὥστε ἐὰν μέν τι τραχὺ ᾖ κατὰ τὴν ἐπιφάνειαν, οἷον ὑπάρχει τῇ φύσει, τοιοῦτόν
25ἐστιν ὁραθῆναι· ἐὰν δὲ τοῖς λείοις ἐπιβάλωμεν τὰς ὄψεις τῶν ὁρωμένων, πόθεν ὁ ἔπαινος τῷ ὁρῶντι τὰ λεῖα; Λεῖά ἐστιν, ἃ τὴν ἐπιφάνειαν ὡμαλισμένην ἔχει· τραχὺ δέ ἐστιν, ὃ ἀνωμάλως σύγκειται κατὰ τὴν πρώτην ὄψιν. Ἐπεὶ τοίνυν ἀνώμαλός ἐστι τῶν
30ὁρωμένων ἡ φύσις, πῶς ἐπαινεῖ ἡ Γραφὴ τὸν βλέ‐ ποντα λεῖα ὑπὲρ τὸν τὰ τραχέα; Καὶ κατακρίνει τὸν ὄρη, καὶ σκοπέλους, καὶ φάραγγας, καὶ ὕλης πυκνότητα, καὶ γεννήματος συνέχειαν τραχύνουσαν τὴν ἐπιφάνειαν, ἢ καὶ θάλασσαν πολλάκις ὑπὸ ἀνέ‐
35μων τραχυνομένην, ἢ καὶ γῆν ὑπὸ ἀρότρου σχιζο‐ μένην, καὶ ἀντὶ τῆς λειότητος εἰς τραχέα διακοπτο‐ μένην. Ἆρα ὁ ταῦτα βλέπων κατακριθήσεται; Καὶ ποῦ ἡ δικαιοκρισία τοῦ Θεοῦ, εἰ ἃ ἀκουσίως πάσχο‐ μεν, ἐπὶ τούτοις καταδικαζόμεθα; Ἐὰν ἴδω τὴν
40φύσιν τῆς γῆς ἀνωμάλως ἔχουσαν (ἐπειδὴ γὰρ οἵα ἐκτίσθη, τοιαύτη ὁρᾶται), ἐπὶ τούτοις ἐγὼ καταδι‐ κάζομαι; Ἀλλὰ νόει μοι ὑψηλῶς, «Ὁ βλέπων λεῖα.» Παρεστήκασί σοι ἀδελφῶν διαφοραί· ὁ μὲν πένης, ὁ δὲ πλούσιος· ὁ μὲν ξένος, ὁ δὲ οἰκεῖος, ἢ δικάζοντί
45σοι κρινόμενοι, ἢ μεταδιδόντι σοι χρῄζοντες. Ἐὰν κάθῃ κρίνων, μὴ βλέπε ἀνώμαλα, μὴ τὸν πλού‐ σιον ὑψηλὸν, τὸν δὲ πένητα ταπεινόν. Ἐὰν παραστῇ τῇ θύρᾳ σου ὁ τὴν χρείαν αὐτοῦ ἐπανορθωθῆναι ζη‐
τῶν, μηδὲ οὕτως ἀνώμαλα ἴδῃς. Μὴ εἴπῃς· Οὗτος1439

31

.

1441

φίλος, οὗτος συγγενὴς, οὗτος εὐεργέτης· ἐκεῖνος ξένος, ἀλλότριος, ἄγνωστος. Ἀνώμαλα βλέπων, οὐκ ἐλεηθήσῃ· λεῖα βλέπε. Φύσις μία, ἄνθρωπος καὶ οὗτος κἀκεῖνος. Χρεία μία, ἔνδεια ἐν ἀμφοτέροις ἡ
5αὐτή. Δὸς τῷ ἀδελφῷ καὶ τῷ ξένῳ. Μήτε τὸν ἀδελφὸν ἀποστραφῇς, καὶ τὸν ξένον ἀδελφὸν οἰκεῖον ποίησαι. Λεῖα οὖν χρὴ βλέπειν. Μὴ πρόκρινε τὸν φίλον ἀπὸ τοῦ ἀλλοτρίου, τὴν χρείαν ἑαυτοῦ ἐπανορθούμε‐ νον. Βούλεταί σε παραμυθητικὸν εἶναι τῶν δεο‐
10μένων, οὐ προσωπολήπτην, οὐ τῷ συγγενεῖ διδόντα, τὸν δὲ ξένον ἀπωθούμενον. Πάντες συγγενεῖς, πάν‐ τες ἀδελφοὶ, ἑνὸς πατρὸς ἔκγονοι πάντες. Ἐὰν τὸν πνευματικὸν ζητῇς πατέρα, ὁ οὐράνιος· ἐὰν τὰ γήινα ζητῇς, μήτηρ ἡ γῆ, καὶ ἀπὸ τοῦ αὐτοῦ πηλοῦ
15διηρτίσμεθα πάντες. Ὥστε ἀδελφὴ ἡ φύσις κατὰ σάρκα, ἀδελφὴ ἡ γένεσις ἡ κατὰ πνεῦμα. Τὸ αὐτό σοι αἷμα φορεῖ ἀπὸ τοῦ πρώτου ἀνθρώπου· τὴν αὐτήν σοι χάριν ἔλαβε παρὰ τοῦ Δεσπότου. Βλέπε οὖν λεῖα, ἵνα ἐλεηθῇς. Μὴ εἴπῃς· Οὗτος πλούσιος,
20καὶ τιμῆς ἄξιος· ἐκεῖνος πένης, καὶ φαυλίζω τὸν πένητα· μηδὲ ταῖς ὑπεροχαῖς ταύταις ἀνωμάλως διάνεμε τὰς τιμάς. Ἔστι γὰρ ὁ πλούσιος ψεύστης, ὁ πλούσιος ἅρπαξ, ὁ πλούσιος πόρνος, ὁ πένης δίκαιος. Μὴ τοίνυν τῇ ἔξωθεν ἐπιφανείᾳ πρόσεχε, ἀλλ’ εἰς τὸ
25κρυπτὸν εἰσερχόμενος, ἐκεῖ τὰς διαφορὰς διάνεμε. Τίμα τὸν τὰ τίμια κεκτημένον. Τί τιμιώτερον, ἀρετὴ ἢ πλοῦτος; Τί ἐκ τῶν ἔξωθεν δοκιμάζεις, τὰ κρύφια μὴ διερευνώμενος; Ὁρᾷς, ὅτι ὁ Βὴλ ἔξωθεν μὲν εἶχε χαλκὸν, ἔνδοθεν δὲ πηλὸν τῷ περιαστράπτοντι χαλκῷ
30ὑποκρυπτόμενον. Ἐὰν ἴδῃς τοὺς ἐν τῷ βίῳ περιφα‐ νεῖς, γίνωσκε, ὅτι χαλκὸς αὐτοῖς περιλάμπει, ἔνδοθεν δὲ πηλός εἰσι, τοῦ χαλκοῦ τὸ σαθρὸν ὑπερείδοντος. Πολλοὶ μὲν χρυσὸν ἔχουσιν ἔνδον, ὄστρακον δὲ ἔξωθεν περικείμενον. Οὗτος ὁ θησαυρὸς ὁ ἐν ὀστρακίνῳ
35σκεύει κεκαλυμμένος. Οὗτος σωφρονεῖ, κἀκεῖνος πορνεύει. Τίς πλουσιώτερος, ὁ τὴν σωφροσύνην ἔχων, ἢ ὁ τὰ χρήματα ἐξ ἀδικίας συνειλεγμένα; Τούτου τὸ μνημόσυνον ἀναφαίρετον· ἐκείνου ὁ πλοῦτος πρόσκαι‐ ρος. Τοῦτο κλέπτης οὐ διορύσσει· ἐκεῖνο σήμερον
40ἀνθεῖ, αὔριον δὲ ἀπομαραίνεται. Ὥστε βλέπε λεῖα, ὁμοτίμως κατὰ τὸ αὐτό· τὴν μέντοι διάκρισιν τῶν τιμίων μὴ ἀφανίσῃς, ἵνα ᾖς ἠλεημένος.
47«Καὶ ἀνδρὶ θυμώδει μὴ συναυλίζου.» Εἰπὲ1441

31

.

1444

δὲ ὅτι Ἔστι τις ἐν ἡμῖν φιλόδοξος, καὶ οὐ θυμικός. Φιλόδοξος εἶ; οὐ βλέπεις λεῖα. Θυμώδης εἶ; «Καὶ ἀνδρὶ θυμώδει μὴ συναυλίζου.» Εἶδες πῶς ἐν βρα‐ χυλογίᾳ ἡ διόρθωσις τῶν ἁμαρτημάτων δίδοται,
5ἐὰν μὴ ἄρα τὰ μὲν ὦτα κρουώμεθα διὰ τῆς φωνῆς, ἐπὶ δὲ τὴν καρδίαν τὴν ἔννοιαν τῶν λαλουμένων οὐ παραπέμπωμεν. Ἀλλ’ ἐξέταζε μὲν, ποῦ τὸ ἐμὸν ἀνεγνώσθη; Τὰ περὶ τῶν θυμικῶν ἐπίγνωθι, ὁ θυμικός. Εἰπέ· Τοῦτο ἐμὸν τὸ πάθος· γνωρίζω τὸ
10ἀῤῥώστημά μου· λάβε τὴν θεραπείαν. Ἐὰν παρα‐ στῇς τῷ ἰατρῷ, καὶ ἴδῃς τὴν πολυτέλειαν τῶν φαρ‐ μάκων ἐν ταῖς πολυπτύχοις ἀποκειμένην δέλτοις, περισκόπει τί οἰκεῖον ἀπόκειται τῷ σῷ πάθει. Οὐχ ὁ τὸν πόδα προσπταίσας ἐπιζητεῖ τὸ τοῦ ὀφθαλ‐
15μοῦ ἴαμα· ἀλλ’ ὁ τὸν ὀφθαλμὸν κεκακωμένον ἔχων ζητεῖ τὸ οἰκεῖον τῷ πάθει βοήθημα. Οὐκοῦν ἕκαστος ἐκ τῆς Γραφῆς λαμβανέτω τὰ συγγενῆ τῷ ἰδίῳ πάθει. Θυμώδης εἶ; κατάστειλον τὸν θυμόν. «Θυμώδης γὰρ, φησὶν, ἀνὴρ οὐκ εὐσχήμων.»
20Μάθε παρὰ τῆς Γραφῆς. Κάτοπτρον γενέσθω τοῦ προσώπου τοῦ σοῦ ἡ Γραφή. Ἐκεῖ μάθε. Ἐπειδὴ ὁ ἀσεβὴς λογισμὸς σκοτώσας οὐκ ἐᾷ λογίσασθαί σε ἡλίκον ἁμάρτημά ἐστιν ὁ θυμὸς, ἡ Γραφή σοι λέγει· «Οὐκ εὐσχήμων ἀνὴρ θυμώδης.» Πῶς ἀσχη‐
25μονεῖ ὁ θυμώδης; Ἀποτίθεται τὸ σχῆμα τὸ ἀνθρώ‐ πινον, θηρίου σχῆμα μεταλαμβάνει. Ἐννόησον τὸν θυμούμενον. Ἐπέζεσεν αὐτῷ ὁ θυμὸς, καὶ οἱ ὀφθαλ‐ μοὶ ὑπηλλάγησαν· οὐκ εἰσὶν οἱ αὐτοὶ ὀφθαλμοὶ, πῦρ βλέπει, ἀνέδραμεν αὐτῷ τὸ αἷμα, περιέζεσε
30τὴν καρδίαν, περιέδραμε τοὺς χιτῶνας τῶν ὀφθαλ‐ μῶν, ἐγένετο ὕφαιμος ἐκχωρῶν τῷ πάθει, ἠλλοίω‐ σεν αὐτοῦ τοὺς ὀφθαλμούς. «Ἀνὴρ θυμώδης οὐκ εὐ‐ σχήμων.» Ἐὰν ἴδῃς τὸν θυμούμενον τοὺς ὀδόντας παραθήγοντα, ἐνθυμήθητι, ὅτι συῒ ἔοικεν ὁ τοιοῦτος,
35τὸν ἔνδοθεν θυμὸν διὰ τῆς τῶν ὀδόντων παρατρίψεως ὑπεκφαίνων. Ἐὰν ἴδῃς τὸν θυμούμενον ἀφρίζοντα· ἐὰν ἴδῃς ἄσημα φθεγγόμενον ἐν τῇ καρδίᾳ· ἐὰν ἴδῃς τὸν θυμούμενον πατρὸς μὲν ἐπιλανθανόμενον παι‐ δὸς δὲ ἀγνοοῦντα σῶμα, διὰ πάντων ἀφειδῶς χω‐
40ροῦντα, ἵνα πληροφορήσῃ αὐτοῦ τὴν ὁρμὴν, βλέ‐ πεις τὴν ἀσχημοσύνην τοῦ πράγματος. Ἐν ἀλλο‐ τρίῳ κακῷ σεαυτὸν θεράπευσον, ἵνα μὴ τὴν ἐκείνου ἀσχημοσύνην καὶ αὐτὸς λάβῃς. «Ἀνὴρ θυμώδης οὐκ εὐσχήμων.» Καὶ, «Ἀνδρὶ θυμώδει μὴ συναυλίζου.»
45Κακὸν πρᾶγμα κυνὶ συνδεδέσθαι, καὶ διηνεκοῦς
ὑλακῆς ἀπολαύειν. Ἀνὴρ θυμώδης οὐκ εὐσχήμων.»1443

31

.

1445

Φεῦγε τὰς μετ’ αὐτοῦ διατριβάς· ἀνάγκη γάρ σε μαθεῖν τι τῶν ἐκείνου ὁδῶν. Εἶπέ τι ὑβριστικὸν, ἐκίνησε καὶ τὸν ἐν σοὶ θυμόν. Ὥσπερ κυνὸς ὑλακὴ προκαλεῖται ἑτέρου κυνὸς θόρυβον, καὶ τὸν ἐν σοὶ
5θυμὸν τέως κοιμώμενον καὶ ἡσυχάζοντα ἡ ἐκείνου φωνὴ διήγειρε, καὶ γεγόνατε ἀλλήλοις ἀνθυλα‐ κτοῦντες, εἶτα ἀντικαταστάντες ἀλλήλοις, ὥσπερ σφενδόνας ἀφίετε τῶν ῥημάτων τῆς ἀσχημοσύνης. Εἶπέ τι ὑβριστικὸν ἐκεῖνος, ἀντέδωκας σὺ μείζονι
10ὑπερβολῇ, τὸν προλαβόντα μιμούμενος. Λαβὼν ἐκεῖνος τὴν ἐκ τοῦ λόγου τοῦ ὑβριστικοῦ ἀντίδοσιν, οὐκ ἔστι τῆς ὁρμῆς, ἀλλ’ ἐστράφη καὶ ἐκορύφωσε τὴν ἑαυτοῦ ἁμαρτίαν. Μείζων ἐβουλήθη γενέσθαι ἐκ τοῦ εἰπεῖν τι χαλεπώτερον. Σὺ δὲ, δεξάμενος
15πάλιν, ὑπερυψώθης· καὶ γέγονε κακῶν φιλονεικία. Ὁ δὲ ἐν κακῶν ἁμίλλαις νικῶν, οὗτος ἀθλιώτερός ἐστιν. «Ἀνὴρ θυμώδης οὐκ εὐσχήμων·» καὶ, «Ἀνδρὶ θυμώδει μὴ συναυλίζου.» «Μηδὲ συνδείπνει ἀνδρὶ βασκάνῳ.» Ἕτερον
20πάθος ἐμπολιτευόμενον τῷ βίῳ τῶν ἀνθρώπων, καὶ ἀεὶ προσπεφυκὸς ταῖς ψυχαῖς ἡμῶν, καὶ μᾶλλον δα‐ πανῶν τὴν καρδίαν ἢ ὁ ἰὸς τὸν σίδηρον, ἡ βασκα‐ νία ἐστὶν, ἐν ᾗ πολλὰ μέν ἐστι κακὰ, ἓν δὲ χρήσι‐ μον, ὅτι κακόν ἐστιν αὐτῷ τῷ κεκτημένῳ. Ὁ γὰρ
25βάσκανος αὐτὸν μὲν τὸν βασκαινόμενον ὀλίγα βλά‐ πτει, ἑαυτὸν δὲ δαπανᾷ τῇ λύπῃ καὶ τῷ στεναγμῷ ἐπὶ τῇ εὐημερίᾳ τοῦ πλησίον· καὶ τὴν μὲν χώραν τοῦ γείτονος οὐκ ἠλάττωσεν, ἑαυτὸν δὲ κατεδαπά‐ νησε τῇ βασκανίᾳ.
30 «Μὴ μέταιρε ὅρια αἰώνια. Εἰς δὲ κτῆμα ὀρ‐ φανῶν μὴ εἰσέλθῃς.» Μὴ εἰσέλθῃς εἰς τὸ τῶν ὀρφα‐ νῶν κτῆμα, ἵνα εἰσέλθῃς εἰς τὸ σὸν κτῆμα. Σὸν δέ ἐστι κτῆμα ἡ ἡτοιμασμένη βασιλεία τῶν οὐρανῶν. Ὅρια πατέρων μὴ κινήσῃς. Μὴ ἐπιθυμήσῃς τῆς
35τοῦ πλησίον χώρας. Μὴ, αὔλακα αὔλακι προστιθεὶς, κατὰ μικρὸν αὔξανε τὴν σήν. Ὅσον γὰρ πλατύνεις ἐκ τῆς ἀλλοτρίας προσθήκης τὴν γῆν, τοσούτῳ μακροτέραν σοι τὴν ἁμαρτίαν κατασκευάζεις. Καὶ ἡ μὲν γῆ ἐνταῦθα παραμένει, κατὰ μικρόν σοι
40προσχωρηθεῖσα, καὶ διὰ τῆς πλεονεξίας γενομένη, οὐκέτι σή, ἀλλὰ τῶν μετὰ σὲ, καὶ ἀφίης ἄδικον τῷ διαδεχομένῳ τὸν βίον· «Ἡ γῆ ἕστηκεν εἰς τὸν αἰῶνα,» ἡ δὲ ἁμαρτία ἀκολουθήσει σοι, ὡς σκιὰ παρεπομένη τῇ ψυχῇ. Ὥσπερ γὰρ ἡ σκιὰ
45τῷ σώματι ἕπεται, οὕτω καὶ ἡ ἁμαρτία τῇ ψυχῇ συμπέφυκε. Μὴ ἴσθι σεαυτῷ πληθύνων τὴν ἁμαρ‐ τίαν. Οὐδαμοῦ γὰρ ἵσταται τῆς πλεονεξίας ἡ νόσος, ἀλλ’ ὁμοία ἐστὶ τῇ τοῦ πυρὸς φύσει. Καὶ γὰρ τὸ πῦρ ἐπειδὰν καταπρήσεως ἅψηται, σπεύδει πᾶσαν

31

.

1445

(50)

ἐπινεμηθῆναι τὴν ὕλην, καὶ οὐδεὶς αὐτὸ στῆσαι δύ‐
ναται, πρὶν ἂν ἐπιλείπῃ ἡ ὕλη. Τὸν δὲ πλεονέ‐1445

31

.

1448

κτην τί δύναται ἐπισχεῖν; Πυρός ἐστι χαλεπώτερος, πάντα διὰ συνεχείας νεμόμενος. Ἔλαβε τὰ τοῦ πλησίον· ἄλλος ἀνεφάνη γείτων· καὶ τὰ ἐκείνου ἐξιδιοποιήσατο. Οὐ τοῖς κατόπιν προσέξει, ὅτι πολ‐
5λά· ἀλλὰ τοῖς λείπουσιν, ὅτι γείτονας κέκτηται. Οὐκ εὐφραίνει τὰ κτηθέντα, ἀλλὰ λυπεῖ τὰ λειπό‐ μενα· οὐ τῇ ἀπολαύσει τῶν συναχθέντων προσέχει, ἀλλ’ ἑαυτὸν ἐκδαπανᾷ τῇ ἐπιθυμίᾳ τῆς τοῦ πλείο‐ νος κτήσεως. Εἶτα ἀγρυπνίαι ἐντεῦθεν, αἱ μέρι‐
10μναι, αἱ φροντίδες. Ὅσον αὔξει ὁ πλοῦτος, τοσοῦ‐ τον φέρει τοῦ βίου τὸ μεριμνητικόν. Δικαστὴς προσδοκᾶται, καὶ ὁ πλεονέκτης περισκοπεῖ μὴ εἰς δικαστήρια παρασυρῇ· μὴ ὀρφανὸς τὸ δάκρυον ἑαυ‐ τοῦ ἐπὶ δικαστηρίου δημοσιεύσῃ. Βουλεύεται ἐν
15νυκτὶ, τίνας τῶν πικρῶν συνηγόρων παρασκευάσει, ἵνα ψευδεῖς μαρτυρίας ἐκμισθώσηται· πῶς ἐκπο‐ λιορκήσει τὸν ἐν τῇ ἐρημίᾳ, καταδυναστεύσει δὲ τούτου, καὶ ἐν δικαστηρίῳ τὴν ἀλήθειαν κλέψας· ἀμφοτέρους δὲ ἀναλώσει, καὶ τὸν δικαστὴν παρα‐
20κρουσάμενος, καὶ τὸν νήπιον πλεονεκτήσας. Αὗται αἱ μέριμναι δαπανῶσι τοῦ πλεονέκτου τὴν ψυ‐ χήν. Κύων ὑλακτεῖ, καὶ ὁ πλούσιος νομίζει κλέπτην εἶναι. Μυὸς ψόφος, καὶ τοῦ πλουσίου ἡ καρδία πηδᾷ· τὸν παῖδα ὑποπτεύει, πάντα δι’ ὑποψίας
25ἔχει· υἱοὺς αὐξανομένους ὥσπερ ἐπιβούλους ὁρᾷ, ὅτι ἡ ἡλικία αὐτῶν τὴν διαδοχὴν κατεπείγει. Τοῖς πλεονέκταις καὶ ἑτέρα ἐστὶ νόσος. Τὸν βίον αὐ‐ τοῦ ἐπὶ δακτύλων τίθησι· τὸν μὲν δημοσιεύει, τὸν δὲ κατορωρυγμένον ἔχει πρὸς ἐλπίδας τὰς ἀδήλους
30ἀποτιθέμενος· ἐλπίδας τὰς οὐκ ἐλπίδας. Εἰ γὰρ πρὸς ἐλπίδας ἦν ἡ ἀπόθεσις, πρὸς τὴν αἰωνίαν ἐλ‐ πίδα ἐγένετο ἂν ἡ παρασκευή. Νῦν δὲ ὑποκρύπτει τῇ κλίνῃ τὸν πλοῦτον τὸν ἄδηλον, τὴν ἐπερχομέ‐ νην ζημίαν ἀποστρέφειν οἰόμενος. Ἀλλ’ εἰ μὲν ἥξει
35ποτὲ ἡ χρεία, ἄδηλον· ἥξει μέντοι καιρὸς, ἐν ᾧ μεταμεληθήσῃ, μὴ οἰκονομήσας τὸν πλοῦτον. Τοῦτο πρόδηλον, κἀγώ εἰμι ὁ ἐγγυώμενος. Ἀνάγκη μὲν γὰρ περὶ πάντων τῶν παθῶν διαλέγεσθαι, ὑπομιμνήσκοντα ὑμᾶς· ὑμᾶς δὲ προσέχοντας λαμ‐
40βάνειν τὴν ἐκ τῶν λόγων ὠφέλειαν, ἵνα, ἀποδυσά‐ μενος ἕκαστος, ὥσπερ γῆρας ὄφεως, τὴν ἁμαρτίαν, οὕτως ἐπανέλθοι γεγυμνωμένος, καὶ ἔχων τὴν δικαιοσύνην αὐτῷ ἐπανθοῦσαν, ἕτερος ἐξ ἑτέρου γενόμενος. Τοῦτο γάρ ἐστι σύνοδος. Διὰ τοῦτο οἱ
45πατέρες ἡμῶν τοὺς συλλόγους τούτους ἐπέγνωσαν, ἵνα ἃ καθ’ ἑκάστην ἡμέραν μαθεῖν οὐ δυνάμεθα, τῇ τῶν διδασκόντων καὶ ὑπομιμνησκόντων ἐνδείᾳ, ταῦτα δι’ ἔτους συνιόντες, ἐν κοινῇ πανηγύρει ὑπο‐ δεξώμεθα· εἶτα φυλάξωμεν ἐφόδια πρὸς τὸν ἐφ‐

31

.

1448

(50)

εξῆς χρόνον, καὶ ἔναυλα ἔχοντες τῇ μνήμῃ τὰ καθ’ ἕκαστον, φύγωμεν τὴν ἁμαρτίαν, διώξωμεν δὲ τὸ
ἔργον τῆς δικαιοσύνης.1447

31

.

1449

«Μὴ μέταιρε ὅρια αἰώνια. Εἰς δὲ κτῆμα ὀρφα‐ νῶν μὴ εἰσέλθῃς.» Μὴ προφασίζου τοὺς παῖδας, ὁ πλεονέκτης. Παῖδές εἰσι; θησαύριζε αὐτοῖς θη‐ σαυρὸν αἰώνιον. Θησαυρὸς δέ ἐστιν ἡ εὐσέβεια
5χρημάτων. Κατάλειπε παισὶν ἀγαθὴν μνήμην ἢ πλοῦτον πολύν. Πάντας ποίησαι τοῦ παιδὸς τοῦ σοῦ πατέρας διὰ τῆς εὐποιίας. Ἀνάγκη σέ ποτε ἀπελθεῖν τοῦ βίου· εἶτα τὸν σὸν παῖδα ἐν τῇ ἀφηλικίᾳ καταλείψεις, τῶν προεστώτων δεόμενον. Ἐὰν μὲν
10γὰρ καλὸς καὶ ἀγαθὸς ᾖς, ἕκαστος τὸν σὸν ἔκγονον ὥσπερ ἴδιον ἐκθρέψει· μεμνήσεται γὰρ, ὅτι καὶ σὺ ὀρφανῶν πατὴρ ἐγένου· ἐὰν δὲ ἐν πονηρίᾳ ζήσας, καὶ πολλοὺς λυπήσας, καὶ παντὸς θηρίου χαλεπώτε‐ ρος γενόμενος τοῖς συντυγχάνουσιν, εἶτα ὑπεξέλθῃς
15τοῦ βίου, κατέλιπες τὸν σὸν ἔκγονον κοινὸν ἐχθρὸν τῶν ζώντων. Ὥσπερ γὰρ τέκνον σκορπίου ὁ θεασά‐ μενος φοβεῖται, μή ποτε εἰς ἡλικίαν ἐλθὸν μιμήσηται τὸν πατέρα· οὕτω καὶ τὰ σὰ ἔκγονα πονηρίας πα‐ τρικῆς ὄντα κληρονόμα, πρὶν εἰς ἡλικίαν ἐλθεῖν,
20παρὰ πάντων ἐπιβουλευθήσεται. Τί οὖν πολλοὺς ἐπιβούλους καὶ ἐχθροὺς συνάγεις τοῖς ἑαυτοῦ τέκνοις; Καίτοι, εἰ καὶ πάντα τὸν χρόνον ἔζης, ἔδει σε μᾶλλον τῶν πολλῶν τὴν εὔνοιαν ἔχειν συνεργόν. Ἐπειδὴ δὲ ἄδηλον τὸ κατὰ σὲ, κατάλιπε διὰ τῆς εὐποιίας πολ‐
25λοὺς τοὺς προϊσταμένους· μή ποτέ σου ὑπεξελθόν‐ τος, εἶτα τοῦ πλούτου, ὃν συνάγεις, εἰς ὄνησιν μὴ δυνηθέντος διαδεχθῆναι, ἕκαστος κινήσῃ τὴν κε‐ φαλὴν, καὶ εἴπῃ· Πῶς τὰ κακῶς κτηθέντα εἰς ἐκγό‐ νους καὶ παῖδας οὐ παρεπέμφθη; Ταῦτά σοι λέγω
30ἐκ τῶν ἀνθρωπίνων λόγων· τὰ μέντοι παρὰ τοῦ Κυ‐ ρίου, οἷά σοι ἐρεῖ τὸ Εὐαγγέλιον, οἶδας.
34Μὴ προφασίζου τοὺς παῖδας. Τί ὑποτίθῃ ἀφορ‐
35μὴν εὐπρόσωπον εἰς τὴν ἁμαρτίαν; Ὁ τὸν παῖδα ποιήσας, καὶ σὲ ἐποίησεν. Ὁ σοὶ τὰς ἀφορμὰς παρεχόμενος, καὶ τῷ παιδὶ παρέξει τὰς τοῦ βίου διεξαγωγάς. Ἕκαστος τῆς ἑαυτοῦ ζωῆς λόγον δώσει τῷ Κυρίῳ. Τί οἶδας τίνι θησαυρίζεις; «Θησαυρί‐
40ζει, καὶ οὐκ οἶδε τίνι συνάξει αὐτά.» Πολλάκις ὁ παῖς ἐστιν ὑπόθεσις τῶν θησαυριζομένων. Ἐγέ‐ νετο δὲ ἢ λῃστοῦ διάρπαγμα, ἢ συκοφάντου παραν‐ άλωμα, ἢ πολεμίων αἰχμαλώτευμα τὰ ὑπὸ σοῦ συν‐ αχθέντα, ἢ λοιμοῦ ἐγκατασκήψαντος. Πολλοὶ γὰρ
45ἀφανισμοὶ τοῦ βίου. Εἰπέ μοι· ὅτε ᾔτεις παρὰ τοῦ
Θεοῦ τοὺς παῖδας, ὅτε ἐβούλου γενέσθαι τέκνων πα‐1449

31

.

1452

τὴρ, τί προσετίθεις τῇ εὐχῇ; Δός μοι παῖδας, ἵνα, πλεονέκτης γενόμενος, τῇ προφάσει τῶν παίδων τῇ γεέννῃ παραδοθῶ; Δός μοι παῖδας, ἵνα μὴ ποιήσω τὰς ἐντολάς; Δός μοι παῖδας, ἵνα τοῦ Εὐαγγελίου κα‐
5ταφρονήσω; Οὐ ταῦτα ἦν ἃ τότε ἔλεγες, ἀλλὰ παῖδας ἐζήτεις συνεργοὺς τοῦ βίου. Ἔλαβες συνεργοὺς, κοινωνοὺς τοῦ βίου· δίδασκε καὶ λόγοις ἀγαθοῖς, καὶ ὑποδείγμασι χρηστοῖς, ὁποίους προσῆκεν εἶναι τὰ πρὸς τὸν Θεὸν, ὁποίους πολλάκις εἶδες. Οὗτος
10γάρ ἐστιν ὁ πλοῦτος πολλῶν χρημάτων τιμιώτερος. Αὕτη ἡ κληρονομία ἀγαθὴ, παρὰ πατρὸς εἰς παῖδας παραπεμπομένη. «Εἰς δὲ κτῆμα ὀρφανῶν μὴ εἰσ‐ έλθῃς.» Καὶ, «Μὴ συνδείπνει ἀνδρὶ βασκάνῳ.» Εἴρη‐
15ται καὶ περὶ τῆς βασκανίας. Προσκείσθω δὲ εἰς πλείονα φυλακὴν τοῦ κακοῦ, ὅτι ἴδιόν τι πάθος ἐστὶ τοῦ διαβόλου ἡ βασκανία. Οὐ γὰρ εὐθὺς διάβολος ἐκτίσθη ὁ διάβολος, ἀλλ’ ἀγγέλου ἐξουσίαν λαβὼν, κατεστράφη εἰς τὴν τοῦ δαίμονος φύσιν. Καὶ ἐγένετο
20πονηρὸς δαίμων ὁ ταύτῃ τῇ πονηρίᾳ χαρακτηρι‐ σθεὶς, καὶ ἀπαλλοτριωθεὶς τῆς πρὸς τὸν Θεὸν οἰ‐ κειότητος, ἀποστραφεὶς δὲ πρὸς τὸ μέρος τῆς ἀπο‐ στασίας, ἐπειδὴ εἶδε τὸν ἄνθρωπον μικρὸν μὲν ζῶον, παρὰ πᾶσαν δὲ τὴν κτίσιν τιμιώτερον. Πρεσβύτερος
25ὢν τοῦ ἀνθρώπου, εἶδεν, ὅτι τὰ νηκτὰ πάντα λόγῳ ἐδημιουργήθη. «Ἐξαγαγέτω» γὰρ, φησὶ, «τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν.» Λόγῳ ἐποίησε τὰ κήτη τὰ κατὰ τὸ πέλαγος τὸ Ἀτλαντικὸν ἐνδιαιτώμενα. Λόγῳ ἐποίησε τὰ χερσαῖα. Προστάγματι Θεοῦ εἰς
30τὸ εἶναι παρήχθη. Προστάγματι γέγονε τὰ τῶν ἐλεφάντων μεγέθη, τὰ τῶν καμήλων· ἵπποι, καὶ βόες, καὶ ὅσα μεγέθει διαφέροντα καὶ ἰσχύϊ ζῶα, κατὰ ἀγέλας ἐκτίσθη ἑνὶ προστάγματι· καὶ τὸ ἔτι θαυμασιώτερον, προστάγματι οὐρανὸς, προστάγματι
35ἥλιος, προστάγματι βοτάνη, προστάγματι ἡ τῶν ὑδάτων φύσις, ἥ τε ὑπὲρ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐστορεσμένη, καὶ ταῖς κοιλότησιν ἐκκεχυμένη, πάντα προστάγματι· ὁ δὲ ἄνθρωπος χερσὶ διεπλάσθη. Εἶδε τὴν περὶ τὸν ἄνθρωπον τιμὴν, ἐβάσκηνεν ὁ
40διάβολος. Εἶδεν, ὅτι ἡλίου προτιμότερος. Ὁ μὲν γὰρ προστάγματι εἰς τὸ εἶναι παρῆλθεν· ὁ δὲ χερσὶ Θεοῦ διεπλάσθη. Καὶ ὁ μὲν ἐκτίσθη διὰ τὸν ἄνθρω‐ πον, ἄνθρωπος δὲ διὰ Θεόν· ἄνθρωπος, ἵνα Θεὸς δοξασθῇ· ἥλιος, ἵνα ἀνθρώποις ὑπηρετῇ. Κατέμαθε
45τὴν περὶ τὸν ἄνθρωπον τιμήν. Εἶδεν, ὅτι πρώτη ἡ κτίσις, τελευταῖος δὲ ὁ ἄνθρωπος, ὅτι παρεσκεύασεν αὐτῷ ὥσπερ οἰκοδεσπότῃ οἶκον πεπληρωμένον. Οὐ
γὰρ πρῶτον ἐποίησεν ἄνθρωπον, ἵνα μὴ πτωχὸς1451

31

.

1453

κτισθῇ ἀλλ’ ἐποίησεν οὐρανὸν, σκέπην αὐτοφυῆ κτί‐ σας, ὑπεστόρεσε τὴν γῆν, ἰσχυρὸν ἔδαφος τοῖς ποσὶ προετοιμάζων τοῖς τοῦ ἀνθρώπου. Θάλλειν αὐτὴν ἐποίησε βοτανῶν καὶ καρπῶν παντοίαις φοραῖς.
5Πάντα εὐτρεπῆ τῷ ἀνθρώπῳ· τὰ ὑποζύγια εὐτρε‐ πίσθη κατὰ ἀγέλας· ἐκτίσθη ἡ κτίσις. Τὰ μὲν σύν‐ νομα παρεσκευάσθη· τὰ δὲ ἄγρια πρὸς γυμνασίαν τοῦ σώματος. Τὰ μὲν πόνῳ κτητὰ, ἵνα φιλητὰ γένηται· τὰ δὲ ἑτοίμως παρόντα, ἵνα αὐτόθεν τῇ
10κτίσει ὑπηρετῆται. Εἶδεν, ὅτι αὐτομάτως ἡ γῆ τὸν καρπὸν αὐτοῖς παρεσκεύασε. Πᾶσα ἡ κτίσις ἐξεδέ‐ χετο τοὺς ἀπολαύοντας, καὶ εἰς ἑστίασιν παρήχθη ὁ ἄνθρωπος. Εἶδεν, ὅτι οὐκ ἠρκέσθη ὁ φιλάνθρωπος Θεὸς τῇ τῆς γῆς ἀπολαύσει· ἀλλ’ ἐξαίρετον ἐνδιαί‐
15τημα, τὸ ἴδιον ἐγκαλλώπισμα, τὸν ἄνθρωπον ἑαυ‐ τοῦ βουλόμενος, ἐκεῖ κατέστησεν ἐν τῷ παραδεί‐ σῳ. Ἐπονηρεύσατο ὁ διάβολος ὁρῶν πολλὴν ἀπόλαυσιν περιῤῥέουσαν τῷ ἀνθρώπῳ, ἀγγέλους παιδαγωγοὺς παρεδρεύοντας αὐτῷ· Θεὸν ὁμόγλωσ‐
20σον γενόμενον τοῖς ἀνθρώποις, διαλεγόμενον ἀπὸ ἰδίας φωνῆς, πανταχόθεν τὸν παῖδα τὸν νήπιον παι‐ δευόμενον, ἵνα εἰς Θεοῦ ὁμοιότητα ἀναδράμῃ· ἐπειδὴ κατέμαθε τὸν ἄνθρωπον, ἐπειδὴ εἶδεν, ὅτι τὸ μικρὸν τοῦτο ζῶον πρὸς τὴν τῶν ἀγγέλων ὁμοτιμίαν ὁ Κύ‐
25ριος προεκαλεῖτο· διὰ τῆς ἀρετῆς ἀνάγων αὐτὸν, καὶ διὰ σωφροσύνης τῶν κατὰ τὸν βίον ἐπὶ τὴν τελείω‐ σιν τῆς ψυχῆς. Ἕως γὰρ μόνος ἦν ὁ ἄνθρωπος, οὐκ εἶχε λαβὴν ὁ διάβολος, ἐπεὶ δὲ ἐκτίσθη ἡ γυνὴ, ἁπαλὸν ζῶον, ἀναγκαίως τοῦ Δημιουργοῦ τὴν ἁπα‐
30λότητα φυσικὴν ἐμποιήσαντος, ἵνα ὑπὸ τοῦ φιλαν‐ θρώπου εὐμαρῶς τραφῇ τὰ νήπια. Εἰ γὰρ αὐστηρὰ ἦν ἡ γυνὴ, οὐκ ἂν ἀποκλαιόμενον τὸ νήπιον τοῖς στήθεσιν ἐνηγκαλίζετο· οὐκ ἂν τῆς ἰδίας τροφῆς ἠμέλει, τὸν δὲ μαζὸν ἐπεῖχε πρὸς ὠφέλειαν τοῦ ὑπο‐
35μαζίου παιδίου. Νῦν μέντοι μητέρων εὐσπλαγχνίαι τὸν ὕπνον πολλάκις τῶν βλεφάρων ἀποδιώκουσιν, ἐπειδὰν μικρὸν παρενοχληθῇ τὸ νήπιον. Ἵνα τοίνυν ἐκτρέφηται νήπιον, ἁπαλὴ ἡ φύσις ἡ γυναικεία παρ‐ ήχθη, ἁπαλὴ καὶ φιλάνθρωπος. Τῷ οὖν ἁπαλῷ καὶ
40τῷ εἰκτικῷ προσχὼν ὁ διάβολος, τὴν εὐκολίαν τὴν πρὸς ἀρετὴν, εὐκολίαν εἰς κακίαν ἐποιήσατο. Τοῦτο οὖν ἐστιν ἴδιον τὸ κακὸν τοῦ διαβόλου, ὁ φθό‐ νος· φθόνος ὁ ἐκλαληθῆναι μὴ δυνάμενος, ὁ ἰατρείαν
οὐκ ἐπιδεχόμενος. Ὁ κεφαλὴν ἀλγῶν λέγει τῷ ἰατρῷ1453

31

.

1456

τὴν κεφαλαλγίαν· ὁ φθόνον νοσῶν τί εἴπῃ; Λυπεῖ με τὰ τοῦ ἀδελφοῦ ἀγαθά; Ἡ μὲν ἀλήθεια αὕτη· τὰ δὲ ῥήματα ἕκαστος ἐπαισχύνεται. Τί στενάζεις; ἴδιον κακὸν, ἢ ἀλλότριον ἀγαθόν; Τοὺς μὲν γὰρ
5κύνας τρέφοντες ἡμεροῦμεν· τὸν δὲ βάσκανον εὐερ‐ γετοῦντες χαλεπώτερον ἀπεργαζόμεθα. Οὐ γὰρ χαί‐ ρει ἐφ’ οἷς ἂν πάθῃ χρηστοῖς· ἀλλὰ λυπεῖται τῇ σῇ εὐπορίᾳ, ὅτι ἔχεις ὕλην, ὅθεν τὴν χρείαν αὐτῷ πλη‐ ρώσεις. Μὴ τοίνυν συνεμπέσῃς εἰς τὴν ἀπάτην τοῦ
10διαβόλου· ἐβάσκηνέ σοι, ἐβάσκηνεν· ἐξώρισέ σε τοῦ παραδείσου. Δι’ ἐκεῖνον ἄκανθαι, δι’ ἐκεῖνον ἱδρὼς, δι’ ἐκεῖνον ὁ τόπος τῆς ἐξορίας· εἰς ὃν ἐκπεσὼν, μὴ ἐπιλάθῃ τῆς πατρίδος τῆς ἀρχαίας. Μέμνησο τῆς εὐγενείας τῆς σεαυτοῦ· μέμνησο τῆς πατρίδος ὅθεν
15ἐξωρίσθης. Μέμνησο τοῦ τὰ τηλικαῦτά σε ζη‐ μιώσαντος· μὴ σπείσῃ πρὸς αὐτὸν, μηδέ ποτε τὴν πρὸς αὐτὸν ὁμιλίαν καταδέξῃ. Δύο γὰρ ἠδίκησε, καὶ ἐξ ἀρχῆς ἐξέβαλε, καὶ νῦν τὴν ἐπάνοδον διακόπτει Ἐβάσκηνέ σοι τῶν πρώτων ἀγαθῶν διὰ γυναικὸς,
20καὶ πάλιν ἐπινοίαις ταῖς κατὰ τὴν γυναῖκα εἰς τὴν ἀποκατάστασιν κωλύει. Πορνείαν ἐπενόησεν, ἵνα μὴ εἰσέλθῃς εἰς παράδεισον. Οὐκ ἤρκεσεν αὐτῷ ἡ πρώτη ζημία, ὅτι κατέστρεψεν· ἀλλὰ δευτέρας μεθοδείας ἐπινοεῖ, τὸν δρόμον ἡμῖν ἐπέχων.
25Κλέπτει διὰ τοῦ ψεύδους, ἐπειδὴ τεῖχός ἐστι τοῖς ὁδεύουσιν εἰς παράδεισον τὸ ψεῦδος. Τὰ ἐκείνου ἐπιτηδεύματα μυρία. Τὰ ἐκείνου βλαστήματα, ὠμότης, τραχύτης, πλεονεξία, λοιδορία· πάντα ὅσα μισεῖ ὁ λόγος τῆς ἀληθείας, ταῦτα τοῦ
30διαβόλου ἐστί. Μισάνθρωπος, ἐπειδὴ καὶ θεομάχος. Ἐμίσησε πρότερον, ἐτραχηλίασε κατὰ Θεοῦ παντο‐ κράτορος, κατεφρόνησε τοῦ Δεσπότου, ἠλλοτριώθη τοῦ Θεοῦ. Ἐπειδὴ εἶδε τὸν ἄνθρωπον κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ, μὴ δυνάμενος εἰς Θεὸν τραπῆναι,
35εἰς τὴν εἰκόνα τοῦ Θεοῦ τὴν ἑαυτοῦ πονηρίαν ἐκένω‐ σεν· ὥσπερ εἴ τις ἄνθρωπος ὀργισθεὶς τὴν εἰκόνα λιθάζοι, ἐπειδὴ τὸν βασιλέα οὐ δύναται, τὸ ξύλον τύπτων, τὸ τὴν μίμησιν ἔχον. Εἶδον ἐγὼ τὰ μισαν‐ θρωπότατα τῶν ζώων ἐν τοῖς σταδίοις πολλάκις,
40ἢ εἶδον, ἢ ἤκουσα· ἀσφαλὴς γὰρ ἔστω ὁ λόγος. Πλὴν ὅτι αὐταὶ αἱ παρδάλεις φυσικήν τινα ἔχουσι πρὸς τὸν ἄνθρωπον ὀργὴν, καὶ πεφύκασι μάλιστα τοῖς ὀφθαλμοῖς τῶν ἀνθρώπων ἐφάλλεσθαι. Οἱ τοίνυν καταπαίζοντες τῆς μανίας τοῦ θηρίου ἐν χάρτῃ εἰκόνα
45προδεικνύουσιν ὡς ἄνθρωπον. Ἡ δὲ ὑπὸ τῆς ἄγαν ὁρμῆς μὴ λογιζομένη, ὡς ἄνθρωπον, σπαράσσει τὸν χάρτην, κἀκεῖ δείκνυσι τὸ μισάνθρωπον. Οὕτω καὶ ὁ διάβολος ἐν τῇ εἰκόνι τὸ μισόθεον ἔδειξεν, ἐπειδὴ Θεοῦ προσάψασθαι οὐκ ἐδύνατο. Οὕτως ὁ εἰς ἡμᾶς

31

.

1456

(50)

πόλεμος ἀπόδειξιν ἔχει τοῦ θεομάχον εἶναι τὸν πονη‐ ρὸν, καὶ πρῶτον πολεμεῖν τῷ Δεσπότῃ. Ἐκεῖνος κατ‐ ήγαγεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ τὸν ἄνθρωπον,
ἀπὸ τῶν ὑψηλῶν ἐπὶ τὰ κοῖλα. Ἐπὶ μὲν τῆς ὀρεινῆς ἡ1455

31

.

1457

Ἱερουσαλήμ· ἡ δὲ Ἱεριχὼ κάτω ἐν τῇ ἁλμυρᾷ θαλάσσῃ. Εἴ τις ὑμῶν οἶδε τὸν τόπον, οἶδε τῶν λεγομένων τὴν ἀλήθειαν, ὅτι Ἱεριχὼ μὲν ἔχει τὰ κοῖλα τῆς Παλαιστί‐ νης, Ἱερουσαλὴμ δὲ ἐπὶ τῆς κορυφῆς ἐρήρεισται, τὴν
5ἄκραν κατέχουσα τοῦ ὄρους τοῦ διὰ πάσης ἐκείνης τῆς χώρας ἀνεστηκότος. Ἀπὸ τοίνυν τῶν ὑψηλῶν ἐπὶ τὰ κάτω ἦλθεν ὁ ἄνθρωπος, ἵνα τοῖς λῃσταῖς περι‐ πέσῃ· τῆς ἀσφαλείας ἐξελθὼν τῆς κατὰ Ἱερου‐ σαλὴμ, ἵνα εὐάλωτος γένηται τοῖς κατὰ τὴν ἐρημίαν
10λῃσταῖς, οἳ πληγὰς ἐπέθηκαν, καὶ ἐξέδυσαν. Πρότε‐ ρον πληγαὶ, καὶ τότε γύμνωσις. Πληγὴ ψυχῆς ἁμαρ‐ τία· γύμνωσις ψυχῆς ἀπόθεσις τοῦ ἐνδύματος τῆς ἀφθαρσίας. Ἡ δὲ ἁμαρτία ἀφανιστικὴ τῆς χάριτος τῆς δεδομένης ἡμῖν διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας.
15Πορνεία, πληγὴ, μοιχεία, ἄλλη πληγὴ, πληγὴ ὁ φθό‐ νος, πληγὴ ἕκαστον τούτων, πληγὴ αὐτὰ τὰ καίρια τύπτουσα, πληγὴ παρὰ λῃστῶν ἐμβαλλομένη, παρὰ δαιμόνων τῶν συνεργούντων ἡμῖν πρὸς τὰς ἁμαρτίας. Μετὰ τὰς πληγὰς ἐξεδύθη ὁ τετυμμένος. Εἰ σω‐
20ματικὸν ἦν τὸ λεγόμενον, πρότερον ἐξέδυνον φειδοῖ τοῦ ἱματίου, καὶ τότε πληγὰς ἐπετίθεσαν. Ἢ ἐκ‐ δύσαντες ἂν, πληγὰς ἐπέθηκαν, ἵνα καὶ τὸ ἱμά‐ τιον διεσώθη, καὶ ὁ τυπτηθεὶς ἐπλήγη. Νῦν μέν‐ τοι πληγαὶ τῆς ἐκδύσεως προηγοῦνται, ἵνα μάθῃς,
25ὅτι ἁμαρτία προηγεῖται τῆς ἀποθέσεως τοῦ χαρίσμα‐ τος, τοῦ δεδομένου σοι διὰ τῆς τοῦ Κυρίου φιλαν‐ θρωπίας. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.1457