TLG 2040 057 :: BASILIUS :: Homilia de spiritu sancto [Sp.]

BASILIUS Theol., Episcopus
(Caesariensis (Cappadociae): A.D. 4)

Homilia de spiritu sancto [Sp.]

Citation: Volume — page — (line)

31

.

1429

(5t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
6tΒΑΣΙΛΕΙΟΥ,
7tἈρχιεπισκόπου Καισαρείας Καππαδοκίας,
8tΟΜΙΛΙΑ ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ.
9Ὁ βαπτιζόμενος εἰς Τριάδα βαπτίζεται εἰς Πα‐
10τέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα· οὔτε εἰς ἀρχὰς, οὔτε εἰς δυνάμεις, οὔτε εἰς τὰ ἑξῆς ἐν κτίσμασι. Δῆλον οὖν αὐτῷ ἔστω, ὅτι ἡ Τριὰς ὑπὲρ τὴν κτίσιν ἐστί· καὶ μηδὲν τῆς Τριάδος εἰς κτίσιν κατάγειν ἐπιχειρείτω. Μεμνήσθω δὲ καὶ τοῦ Κυρίου, Πνεῦμα
15ἅγιον ἐμφυσήσαντος, καὶ δείξαντος διὰ τῆς ἐμφυσή‐ σεως, ὅτι τὸ Πνεῦμα τῆς θεϊκῆς οὐσίας ἐστὶ, καὶ οὐ τῆς κτιστῆς φύσεως. Λογιζέσθω δὲ καὶ τὴν ἀποστο‐ λικὴν ἐξήγησιν περὶ Τριάδος, ἐν ᾗ μίαν ἐνέργειαν ὁρῶμεν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος· ὡς
20οὐκ ὄντος κτιστοῦ καὶ ποιητοῦ τὴν φύσιν οὔτε τοῦ Υἱοῦ οὔτε τοῦ Πνεύματος. Ὅτι μὴ τῆς ἑαυτοῦ κτί‐ σεως ὁ Θεὸς ἐπιδεῖται πρὸς τὸ τὴν ἰδίαν ἐνέρ‐ γειαν ἀποδιδόναι. Λέγει δὲ ὁ Ἀπόστολος· «Διαιρέ‐ σεις χαρισμάτων εἰσὶ, καὶ τὸ αὐτὸ Πνεῦμα. Καὶ διαι‐
25ρέσεις διακονιῶν εἰσι, καὶ ὁ αὐτὸς Κύριος. Καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.» Οὐκοῦν ἃ ἐνεργεῖ Θεὸς, ταῦτα τὸ Πνεῦμα ἐνεργεῖ. «Πάντα ἐνεργεῖ, φησὶ, τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἑκάστῳ καθὼς
30βούλεται.» Μηδὲ εἰς δουλείαν καταγέτω τὸ Πνεῦμα, ἀκούων, ὅτι καθὼς βούλεται πάντα ἐνεργεῖ τὰ τοῦ Θεοῦ. Καὶ πάλιν· «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν. Οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.» Καὶ γὰρ εἰ μὴ θεότητα λέγει κατοικεῖν ἐν ἡμῖν διὰ
35τοῦ Πνεύματος κατοικοῦντος, λέγοντος τοῦ Ἰωάννου, «Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ Πνεύματος οὗ ἔδωκεν ἡμῖν,» πᾶσαν ἀπολεῖ τὴν ἐλπίδα. Εἰ γὰρ μὴ Θεὸς ἐν ἡμῖν, οὔτε ζωῆς οὔτε ἀγαθῶν αἰωνίων τευξόμεθα. Λέγει δὲ καὶ πάλιν ὁ
40Παῦλος· «Οὐκ οἴδατε, ὅτι ναὸς τοῦ Θεοῦ ἐστε, καὶ
τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν;» καὶ πάλιν· «Τὰ1429

31

.

1432

σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ.» Καὶ κτίσις μὲν ἀποκα‐ λύψεως δεῖται πρὸς τὸ εἰδέναι τὰ Θεοῦ· τὸ Πνεῦμα δὲ ἀποκαλύπτει. «Ἡμῖν, φησὶν, ὁ Θεὸς
5ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ.» Καὶ καθ’ ἡμᾶς μὲν ἐρευνᾷ, ὅτι ἐν αὐτῷ τὴν ἔρευναν ποιούμεθα· «Τὸ Πνεῦμα, φησὶν, ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ·» καθ’ ἑαυτὸ δὲ γινώσκει, ὥσπερ τὸ ἡμέτερον πνεῦμα. «Τίς γὰρ οἶδε, φησὶν, ἀνθρώπων τὰ τοῦ
10ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνωκεν εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ.» Καὶ ζωογονεῖ μὲν Θεός· λέγει γὰρ ὁ Παῦλος· «Παρ‐ αγγέλλω ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωογονοῦντος τὰ πάν‐ τα·» ζωὴν δὲ δίδωσι Χριστὸς, ὁ λέγων· «Τὰ πρό‐
15βατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς.» Ζωοποιούμεθα δὲ διὰ τοῦ Πνεύματος, ὥς φησιν ὁ Παῦλος· «Ὁ ἐγείρας Χρι‐ στὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.»
20Ζωογονῇ τοίνυν ὑπὸ Θεοῦ διὰ Χριστοῦ ἐν Πνεύματι. Καὶ διὰ τοῦτο, ἐπεὶ πᾶσα ἡ ἐνέργεια τοῦ Υἱοῦ διὰ τοῦ Πνεύματος φανεροῦται, Κύριος ὀνομάζεται τὸ Πνεῦμα τῷ τοῦ Κυρίου ὀνόματι· καὶ Χριστὸς τῷ τοῦ Χριστοῦ, ὡς ἄρτι μὲν ἐλέγομεν· «Ὁ δὲ Κύριος τὸ Πνεῦ‐
25μά ἐστιν.» Εἴρηται δὲ καὶ τὸ, «Ὑμεῖς οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ’ ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ ἐν ὑμῖν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.» Εἶτα ἐπάγει· «Εἰ δὲ Χριστὸς ἐν ὑμῖν,» ἀντὶ τοῦ λέγειν, ὅπερ ἀκόλουθον ἦν· Εἰ δὲ τὸ Πνεῦμα ἐν
30ὑμῖν. Οὐδὲ ἔστι φωνὴ θεία ποιητὸν τὸ Πνεῦμα εἶναι διδάσκουσα. Τὸ γὰρ, «Πάντα δι’ αὐτοῦ ἐγένετο,» περὶ τοῦ πλήθους τῶν κτισμάτων ἐστί. Τὸ δὲ Πνεῦμα οὐκ ἐν τῷ πλήθει, ἀλλὰ μετὰ τῆς δυάδος Τριάδα πληροῖ, καὶ κτίσεως ἀπηλλοτρίωται, καὶ πλεῖστον
35ὑπερέχει, ἅτε δὴ ἁγιάζον τὴν κτίσιν καὶ ζωοποιοῦν, καὶ χρίσμα ἐφ’ ἡμῖν ὂν, ἤδη δὲ καὶ ἐν αὐτῇ τῇ τοῦ Κυρίου σαρκί. Οὐ δήπου δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διὰ κτίσματος ἁγιάζεται, ὡς λέγει ὁ Πέτρος· «Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς
40Πνεύματι ἁγίῳ καὶ δυνάμει.» Οὐδὲ διὰ κτίσματος δύναται· λέγει δέ· «Ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια.» Οὐδὲ ὑπὸ κτίσματος ἄγεται· γέγραπται γὰρ, ὅτι «Ἤγετο ἐν τῷ Πνεύματι εἰς τὴν ἔρημον.» Ἀξίωμα μὲν τοῦ Θεοῦ προφῆται παλαιοὶ κεκράγασι·
45«Τάδε λέγει Κύριος·» οἱ δὲ νέοι προφῆται· «Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον·» καὶ οἱ ἀπόστολοι· «Ἔδοξε τῷ ἁγίῳ Πνεύματι καὶ ἡμῖν.» Διόπερ καὶ ὁ Ἀπό‐ στολος, δεικνύων, ὅτι θεῖα ῥήματα φθέγγεται, ποτὲ μὲν λέγει· «Ἢ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦν‐

31

.

1432

(50)

τος Χριστοῦ;» ποτὲ δὲ, «Δοκῶ Πνεῦμα Θεοῦ ἔχειν.»
Πλήρης δὲ καὶ ἡ παλαιὰ Γραφὴ τῆς τοῦ Πνεύματος1431

31

.

1433

δοξολογίας. «Τῷ λόγῳ Κυρίου, φησὶν ὁ Ψαλμῳδὸς, οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Καὶ ἐν τῇ βίβλῳ τοῦ Ἰὼβ γέγραπται· «Πνεῦμα δὲ θεῖον τὸ
5ποιῆσάν με.» Ὥσπερ δὲ Λόγον ἕτερον παρὰ τὸν Υἱὸν οὐκ ἔστιν ὑποθέσθαι, ᾧ ἐγένοντο οἱ οὐρανοὶ (ἦ γὰρ ἂν οὐκέτι διὰ τοῦ Κυρίου γεγονότες εἶεν, εἴπερ δι’ ἑτέρου λόγου γεγόνασιν)· οὕτως οὐδὲ Πνεῦμα ἕτε‐ ρον ἔστιν ὑποθέσθαι, τὸ μετὰ τοῦ Λόγου στερεοῦν
10τὰς δυνάμεις τῶν οὐρανῶν. Πνεῦμα δὲ στόματος ἀκούοντες, οὐκ ἀνθρωπίνως ἀκούομεν, ἀλλ’ ὡς ἐπὶ Θεοῦ πρέπον ἐστὶν, ὥσπερ καὶ τὸν Λόγον. Οὔτε γὰρ ὁ Λόγος ῥῆμα διαλυόμενον, ἀλλ’ ὡς ὁ ψαλμῳδός φη‐ σιν· «Εἰς τὸν αἰῶνα, Κύριε, ὁ Λόγος σου διαμένει
15ἐν τῷ οὐρανῷ.» Οὔτε τὸ Πνεῦμα διαχεομένη τίς ἐστι πνοὴ, ἀλλ’ ἑστῶσα καὶ μένουσα. «Ποῦ γὰρ πο‐ ρευθῶ ἀπὸ τοῦ Πνεύματός σου;» φησὶν ὁ Δαβὶδ, ὄντος δηλαδὴ, καὶ πεπληρωκότος τὰ σύμπαντα, καὶ ἐν ἀξίᾳ θεϊκῇ καθεστῶτος. Ὅπερ γὰρ εἶπε περὶ τοῦ Πνεύ‐
20ματος, τοῦτο καὶ περὶ προσώπου λέγει Θεοῦ, καὶ περὶ δεξιᾶς αὐτοῦ φάσκων ἑξῆς· «Καὶ ἀπὸ τοῦ προσ‐ ώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· ἐὰν ἀναλάβω τὰς πτέρυγάς μου κατ’ ὄρθρον, καὶ κατα‐
25σκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης· καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου.» Καὶ φωνὴ Θεοῦ περὶ ἑαυτοῦ τε καὶ Πνεύματος τοῦτο λέγει· «Ἐγώ εἰμι ἐν ὑμῖν, φησὶ Κύριος, καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν.» Οὔτε οὖν
30ἀλλότριον τῆς τοῦ Θεοῦ δόξης τὸ Πνεῦμα, ἐκ τοῦ ἀῤῥήτου στόματος ἀῤῥήτως ἐκπεφηνός· οὔτε αὐτὸς ὁ Θεὸς ἄνευ Πνεύματος, ἀλλὰ Θεοῦ Πνεῦμα, καὶ παρὰ Θεῷ, ἀποστελλόμενον δὲ παρὰ Θεοῦ, καὶ διὰ Υἱοῦ χορηγούμενον· ὡς λέγεται μὲν ἐκ τοῦ πατρι‐
35κοῦ προσώπου· «Τὸ Πνεῦμα τὸ ἐμὸν, ὅ ἐστι ἐπὶ σοί·» λέγεται δὲ ὑπὸ τοῦ Κυρίου, ὅτι «Παράκλητον πέμψω ὑμῖν·» ὃν δὴ καὶ καλεῖ «τὸ Πνεῦμα τῆς ἀληθείας.» Ἕνα μὲν οὖν Πατέρα, ἕνα δὲ Υἱὸν, ἓν δὲ καὶ Πνεῦμα κατὰ τὴν θείαν παράδοσιν ὁμολογη‐
40τέον, καὶ οὔτε δύο πατέρας, οὔτε δύο υἱούς· διόπερ τὸ Πνεῦμα Υἱὸς οὐκ ἔστιν, οὐδὲ ὀνομάζεται. Οὐ γὰρ παρὰ τοῦ Πνεύματός τινα λαμβάνομεν ὥσπερ παρὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα, ἀλλ’ αὐτὸ προσιὸν ἡμῖν καὶ ἁγιάζον ὑποδεχόμεθα· θεότητος κοινωνίαν, καὶ υἱότη‐
45τος μετουσίαν, καὶ τῆς αἰωνίου κληρονομίας ἀῤῥα‐ βῶνα, καὶ τῶν μελλόντων ἀγαθῶν ἀπαρχήν. Μηδέ τις ἐκτὸς τῶν εἰρημένων ἱερῶν ὀνομάτων περιεργα‐ ζέσθω· μηδὲ Υἱοῦ προσηγορίαν ἐπὶ Πνεύματος τι‐
θέναι βιαζέσθω, μηδὲ γέννησιν· ἀλλ’ ἀρκείσθω τῇ1433

31

.

1436

κατὰ τὸ Πνεῦμα προσηγορίᾳ καὶ ὁμοιώσει. Ἐπεὶ δὲ Θεοῦ τοῦ ἀγαθοῦ χάριτι, τῇ μνήμῃ τῶν τοῦ μονο‐ γενοῦς Υἱοῦ τοῦ Θεοῦ τοῦ ζῶντος ῥημάτων, καὶ τῶν ἁγίων αὐτοῦ εὐαγγελιστῶν τε καὶ ἀποστόλων καὶ
5προφητῶν, αὐτάρκως ἡμῖν σαφηνισάντων τὸν περὶ τοῦ κατὰ τὸ Εὐαγγέλιον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ βαπτίσματος λόγον, ἐπαιδεύθημεν, ὅτι τὸ μὲν ἐν τῷ πυρὶ βάπτισμα ἐλεγκτικὸν μέν ἐστι πάσης κακίας, δεκτικὸν δὲ τῆς κατὰ Χριστὸν δικαιοσύνης,
10μῖσος μὲν ἐμποιοῦν τῆς κακίας, ἐπιθυμίαν δὲ τῆς ἀρετῆς· διὰ δὲ τῆς πίστεως ὑπὸ τοῦ αἵματος τοῦ Χριστοῦ ἐκαθαρίσθημεν ἀπὸ πάσης ἁμαρτίας, ἐν δὲ τῷ ὕδατι βαπτισθέντες εἰς τὸν θάνατον τοῦ Κυρίου, ὥσπερ ἔγγραφον ὁμολογίαν κατεθέμεθα· νενεκρῶ‐
15σθαι μὲν τῇ ἁμαρτίᾳ καὶ τῷ κόσμῳ, ἐζωοποιεῖσθαι δὲ τῇ δικαιοσύνῃ, καὶ οὕτως ἐν τῷ ὀνόματι τοῦ ἁγίου Πνεύματος βαπτισθέντες, ἄνωθεν ἐγεννήθημεν· γεν‐ νηθέντες δὲ καὶ ἐν τῷ ὀνόματι τοῦ Υἱοῦ βαπτισθέντες, τὸν Χριστὸν ἐνεδυσάμεθα· ἐνδυσάμενοι δὲ τὸν καινὸν
20ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα, ἐν τῷ ὀνόματι τοῦ Πατρὸς ἐβαπτίσθημεν καὶ τέκνα Θεοῦ ἀπηγο‐ ρεύθημεν. Χρεία οὖν λοιπὸν τρέφεσθαι ἡμᾶς τρο‐ φὴν ζωῆς αἰωνίου, ἥντινα παρέδωκεν ἡμῖν πάλιν ὁ αὐτὸς μονογενὴς Υἱὸς τοῦ ζῶντος Θεοῦ, εἰπών·
25«Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.» Καὶ πῶς τοῦτο γένηται, ἐδίδαξεν ἐν τῷ εἰπεῖν· «Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμ‐ ψαντός με Πατρός·» καὶ πάλιν· «Ἀμὴν ἀμὴν λέγω
30ὑμῖν.» Πρὸς βεβαίωσιν τῶν ἐπιφερομένων καὶ πλη‐ ροφορίαν τῶν ἀκουόντων, ἐκ δευτέρου τοῦτο προθεὶς, φησὶν, ὅτι «Ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου
35τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναπαύσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἡ γὰρ σάρξ μου ἀληθής ἐστι βρῶσις· καὶ τὸ αἷμά μου ἀληθής ἐστι πόσις. Ὁ τρώ‐ γων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ.» Καὶ μετ’ ὀλίγα γέγραπται·
40«Πολλοὶ οὖν, ἀκούσαντες τὸν λόγον τῶν μαθητῶν αὐ‐ τοῦ, εἶπον· Σκληρός ἐστιν ὁ λόγος οὗτος. Τίς δύνα‐ ται αὐτοῦ ἀκούειν; Εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ, ὅτι γογγύζουσι περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς· Τοῦτο ὑμᾶς σκανδαλίζει; Ἐὰν οὖν ἴδητε τὸν
45Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρό‐ τερον; Τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν· ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. Τὰ ῥήματά μου πνεῦμά ἐστι καὶ ζωή ἐστιν. Ἀλλ’ εἰσί τινες ἐξ ὑμῶν, οἳ οὐ πιστεύουσιν. ᾜδει γὰρ ὁ Ἰησοῦς ἐξ ἀρχῆς, τίνες εἰσὶν οἱ πι‐

31

.

1436

(50)

στεύοντες, καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. Καὶ ἔλεγεν· Διὰ τοῦτο εἴρηκα ὑμῖν, ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρὸς μὲ, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ Πατρός μου.» Καὶ πρὸς τῷ τέλει· «Λαβὼν οὖν ὁ
Ἰησοῦς ἄρτον, καὶ εὐχαριστήσας, ἔκλασε, καὶ ἐδίδου1435

31

.

1437

τοῖς μαθηταῖς, καὶ εἶπε· Λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν κλώμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Καὶ λαβὼν ποτή‐ ριον, εὐχαριστήσας, ἔδωκεν αὐτοῖς εἰπών· Πίετε ἐξ
5αὐτοῦ πάντες· τοῦτο γάρ ἐστι τὸ αἷμά μου τὸ τῆς Καινῆς Διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.» Καὶ ὁ Ἀπόστολος· «Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε.» Τί οὖν τὰ
10ῥήματα ταῦτα, καὶ τί τὸ παρ’ αὐτῶν ὄφελος; Ἵνα, ἐσθίοντές τε καὶ πίνοντες, ἀεὶ μνημονεύωμεν τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος, καὶ οὕτω παιδευθῶμεν ἀναγκαίως φυλάξαι τὸ ἀποστολικὸν ἐκεῖνο τὸ ἡμῖν δεδομένον παράγγελμα, τὸ φάσκον·
15«Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναν‐ τας τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.» Ὁ γὰρ ἐσθίων καὶ πί‐
20νων, δηλονότι εἰς ἀνεξάλειπτον τῆς μέχρι θανάτου ὑπακοῆς μνήμην τοῦ Δεσπότου καὶ πλάστου, καὶ δι’ ἐμὲ ὅπερ ἦν τὸ πλασθὲν γεγονότος. Ἀλλ’ οὐχ ἁπλῶς ἐσθίειν προστέτακται, ἀλλὰ καὶ διακρίνειν τὸ τοιοῦτον τοῦ Κυρίου παρακελευόμεθα σῶμα· δηλονότι
25σαρκὸς μολυσμὸν καὶ πνεύματος ἀποθεμένους, καὶ δοχεῖον τοῦ πνευματικοῦ μύρου παρασκευάσαντας, οὕτως τῇ καθαρᾷ προσεγγίσαι θυσίᾳ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.1437