TLG 2040 056 :: BASILIUS :: Homilia in Psalmum 132 [Sp.]

BASILIUS Theol., Episcopus
(Caesariensis (Cappadociae): A.D. 4)

Homilia in Psalmum 132 [Sp.]

Citation: Volume — page — (line)

5tΕΙΣ ΤΟΝ ΡΛΒ ΨΑΛΜΟΝ.
6 Ἄκουε τοῦ μακαρίου Δαβὶδ λέγοντος διὰ τοῦ ψαλ‐ μοῦ· Ἰδοὺ δὴ, τί καλὸν, ἢ τί τερπνὸν, κατοι‐ κεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Οὐ μόνον γὰρ ἐπὶ τοῖς οἰκείοις κατορθώμασιν ἔχαιρεν, ἀλλὰ καὶ τῇ τῶν ἄλ‐
10λων ἐπευφραίνετο εὐνομίᾳ· ὥς που αὐτὸς, τὴν σπουδὴν τῶν ἐπὶ τὴν λατρείαν σπευδόντων θεασάμενος, διὰ τοῦ Ψαλμῳδοῦ ἔλεγεν· Εὐφράνθην ἐπὶ τοῖς εἰρη‐ κόσι μοι· Εἰς οἶκον Κυρίου πορευσόμεθα. Ἑστῶ‐ τες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου,
15Ἱερουσαλήμ. Πάντως οὖν ἐπὶ τὸ αὐτὸ τὴν παρουσίαν ἰδὼν, καὶ τῇ ἀδελφικῇ διαθέσει τερφθεὶς, ἐβόα, λέγων· Ἰδοὺ δὴ, τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ’ ἢ τὸ κατ‐ οικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Ἡ μὲν ὑπόθεσις τῶν ἀδελφῶν συγκροτήσεως ἐκ θείου προστάγματος
20ἀνυπέρβλητον εἶχε τὸ καλόν· τούτου δὲ τοῦ καλοῦ οὐδὲ τὸ τερπνὸν κεχώρισται. Ἕκαστοι γὰρ τῶν παρ‐ όντων ἀπολαύοντες τῆς ἐκ τοῦ πλησίον ἀγάπης ἐν πολλῇ καθεστήκειμεν τῇ θυμηδίᾳ. Ὥστε καὶ ἀκολού‐ θως ἔλεγεν· Τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ’ ἢ τὸ
25κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τὸν Ἀαρών. Τῆς χάριτος ἄνωθεν ἐξ οὐρανοῦ παρὰ τοῦ Σωτῆρος ἐπὶ τὴν Ἐκκλησίαν ἐκχεομένης, εἰκό‐ τως μεταλαμβάνουσι τῆς ἀσωμάτου καὶ πνευματικῆς
30χωρηγίας αἱ τῶν ἁγίων ψυχαί. Ὡς δρόσος ἡ Ἀερμὼν, ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών. Ὥσπερ γὰρ ἡ δρόσος ἡ ἐπὶ τὸν Ἀερμὼν κατιοῦσα ὄρος, πολλὴν αὐτὸ ποιεῖται τὴν λαμπρότητα· οὕτως καὶ ἡ νοητὴ δρόσος, ἀοράτως κατιοῦσα ἐπὶ τὰ ὄρη
35Σιὼν, ἔνθα ἡ συνέλευσις τῶν πανταχόθεν ἀδελφῶν ἐγίγνετο, τὴν ἀνάλογον ταῖς ψυχαῖς αὐτῶν περιεποίει ὠφέλειαν. Περὶ ταύτης οἶμαι τῆς θείας δρόσου, τῆς ἀπεικασμένης ταῖς ἐνεργείαις τοῦ ἁγίου Πνεύματος, ὁ Ἡσαΐας διαλεγόμενος φάσκει· Ἡ γὰρ δρόσος ἡ
40παρὰ σοῦ, ἴαμα αὐτοῖς ἐστιν. Ἡ δρόσος οὖν Ἀερμὼν, ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών· ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωήν. Πολ‐ λαχοῦ ἐπηγγείλατο ὁ Θεὸς, ὡς εἶπε Μωϋσῆς· Καὶ διαφυλάξει Κύριος τὴν διαθήκην καὶ τὸ ἔλεος, ὡς
45ὤμωσε τοῖς πατράσι σου, καὶ ἀγαπήσει σε, καὶ εὐλογήσει σε, καὶ πληθυνεῖ τὰ ἔκγονα τῆς κοιλίας σου, καὶ τὸν καρπὸν τῆς γῆς σου. Καὶ ἐπήνεγκε λέγων· Ζωὴν ἕως τοῦ αἰῶνος. Ἰδοὺ δὴ, τί καλὸν,
ἢ τί τερπνὸν, ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ116

30

.

117

τὸ αὐτό; καθὼς καὶ ἐκλήθητε. Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα· εἷς Θεὸς καὶ Πατὴρ, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν. Ἰδοὺ δὴ, τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ
5τὸ αὐτό; οὐκ ἐν οἴκῳ μόνον σωματικῷ, ἀλλὰ καὶ ἐν τούτῳ τῷ ἁγίῳ καὶ πνευματικῷ. γὰρ οἶκός μου, φησὶν, οἶκος προσευχῆς κληθήσεται. Ἀλλὰ καὶ ἡμεῖς τοῦ αὐτοῦ μύρου κατηξιώθημεν οἱ φωτισθέντες. Ἐμύρισε γὰρ πάντας ἡμᾶς τῇ δικαιοσύνῃ αὐτοῦ
10Χριστὸς ὁ Σωτὴρ ἡμῶν· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα καὶ μεγαλοπρέπεια εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.117