TLG 2040 053 :: BASILIUS :: In Psalmum 28 (homilia 2) [Sp.] BASILIUS Theol., Episcopus In Psalmum 28 (homilia 2) [Sp.] Citation: Volume — page — (line) | ||
30.72(45t) | ΕΙΣ ΚΗʹ ΨΑΛΜΟΝ. | |
46t | Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. | |
---|---|---|
47 | Ἔξω τῆς ἁγίας αὐλῆς οὐ χρὴ προσκυνεῖν τῷ | |
Κυρίῳ, ἀλλ’ ἔνδον γενόμενον· τουτέστι, μὴ ἐκβαίνειν | ||
30.73 | τοῦ συστήματος τῆς Ἐκκλησίας, καὶ καθ’ ἑαυτὸν κατάρχειν παρασυναγωγῆς καὶ σχισμάτων, τὸν ὀφεί‐ λοντα ἀληθινῶς τῷ Θεῷ λατρεύειν. Οὐ γὰρ προσ‐ ῆκεν. Ὥσπερ δὲ οἶκόν τις ἑαυτὸν κατασκευάζει τοῦ | |
5 | Κυρίου, τοῦ γενέσθαι ναὸς Θεοῦ· οὕτω καὶ αὐλὴν περιβαλέσθαι δύναται, περιτειχίζων ἑαυτὸν τῷ βίῳ, καὶ τῷ λόγῳ, καὶ τοῖς θείοις νοήμασιν, ἐν ἑαυτῷ προσκυνῶν τὸν Θεὸν, ἀρκοῦσαν ἀφορμὴν εἰς προσ‐ κύνησιν τὴν ἐνυπάρχουσαν αὐτῷ, ἔκ τε τῆς σωματι‐ | |
10 | κῆς κατασκευῆς, καὶ ἐκ τῆς περὶ ψυχὴν οἰκονομίας συνέντος τοῦ κτίσαντος αὐτόν. Ἤδη δὲ καὶ ὁ Κύριος αὐλὴν εἶπεν τὴν Ἰουδαίων, εἰπών· Καὶ ἄλλα πρό‐ βατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, ἐν‐ δεικνύμενος δηλονότι καὶ ἄλλην εἶναι αὐλὴν τὴν ὄν‐ | |
15 | τως ἁγίαν, τὴν μέλλουσαν συνάγειν τὰ Χριστοῦ πρό‐ βατα, τοὺς ἀπὸ τῶν ἐθνῶν προωρισμένους εἰς σωτη‐ ρίαν· τουτέστι, τὴν Ἐκκλησίαν ταύτην, ἐν ᾗ οἱ ἀλη‐ θινοὶ προσκυνηταὶ προσκυνοῦσιν ἐν πνεύματι καὶ ἀληθείᾳ. Οὐδεὶς δὲ θεοποιῶν τι ἄλλο παρὰ τὸν | |
20 | Θεὸν δύναται προσκυνῆσαι τῷ Θεῷ ἐν αὐλῇ ἁγίᾳ αὐ‐ τοῦ. Θεοποιοῦσι δὲ, οἱ μὲν, κοιλίαν· ὧν ὁ Θεὸς ἡ κοιλία· οἱ δὲ, ἀργύριον· οἱ τῇ πλεονεξίᾳ, ἥτις ἐστὶν εἰδωλολατρεία, προσκείμενοι, καὶ ἕκαστός γε ὃ πάντων μᾶλλον τετίμηκε, τούτῳ τὴν τοῦ Θεοῦ περιτίθησι | |
25 | δόξαν. Ὁ δὲ τοιοῦτος οὐκ ἔστιν ἐν τῇ ἁγίᾳ αὐλῇ, οὔτε προσκυνεῖ τῷ Θεῷ, κἂν ἀχώριστος τῶν αἰσθη‐ τῶν συνάξεων εἶναι δοκῇ. Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων. Ἄξιον ὑπὲρ τοῦ νοῆσαι τί ἐστιν ἡ φωνὴ τοῦ Κυρίου, συναγαγεῖν | |
30 | ἡμᾶς κατὰ τὸ δυνατὸν ἐκ τῆς θείας Γραφῆς τὰ γε‐ γραμμένα περὶ φωνῆς. Εὕραμεν τοίνυν ἐν τῇ Γενέσει γεγραμμένον ῥῆμα Κυρίου πρὸς Ἀβραὰμ, ἐν ὁράματι λέγοντος· Μὴ φοβοῦ, Ἀβραάμ· ἐγὼ ὑπερασπίζω σου, ὁ μισθός σου πολύς· καὶ ἀπ‐ | |
35 | εκρίνατο Ἀβραάμ· Δέσποτα, τί μοι δώσεις; Ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος. Καὶ μετ’ ὀλίγα· Καὶ εὐθὺς φωνὴ ἐγένετο πρὸς αὐτόν. Καὶ πάλιν ἐν τῇ Ἐξ‐ όδῳ φησίν· Ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην. Καὶ, Ὅταν αἱ φωναὶ καὶ αἱ σάλπιγ‐ | |
40 | γες καὶ ἡ νεφέλη ἀπέλθῃ ἀπὸ τοῦ ὄρους, ἐκεῖνοι ἀναβήσονται ἐπὶ τὸ ὄρος. Καὶ μετὰ τὴν Δεκάλο‐ γον· Καὶ πᾶς ὁ λαὸς ἑώρα τὴν φωνὴν καὶ τὰς λαμπάδας, καὶ τὴν φωνὴν τῆς σάλπιγγος. Καὶ ἐν τῷ Ἡσαΐᾳ γέγραπται· Φωνὴ λέγοντος· Βόησον. | |
45 | Ἔστιν οὖν φωνὴ, πληγὴ ἀέρος, ἤ τι τὸ γινόμενον εἶ‐ δος περὶ τὸν ἀέρα, πρὸς ὃ βούλεται τυποῦν τὸ φωνοῦν. Οἱ μὲν διὰ σαρκὸς ὁμιλοῦντες ἀλλήλοις, | |
πλήττοντες τὸν ἀέρα, καὶ οἱονεὶ τύπον τινὰ καὶ εἶδος | ||
30.76 | ἐπιβάλλοντες αὐτῷ, ὠθοῦσι διὰ τοῦ πνεύματος πρὸς τὸ φθάνειν μέχρι τῆς ἀκοῆς τοῦ πρὸς ὃν γίνεται· ἡ δὲ τοῦ Κυρίου φωνὴ, ἑτερογενής τίς ἐστι, φαντα‐ σιοῦντος τοῦ Θεοῦ οἷς ἀκούειν βούλεται τῆς φωνῆς αὐ‐ | |
5 | τοῦ, ὥστε ἀναλογίαν ἔχειν τὴν φαντασίαν ταύτην πρὸς τὴν ἐν τοῖς ὀνείροις γινομένην. Καὶ γὰρ ἐκεῖ, οὐχὶ τοῦ ἔξωθεν ἀέρος πληγέντος, εἰσέπεσε διὰ τῆς ἀκοῆς τῶν λεγομένων ἡ αἴσθησις, ἀλλ’ αὐτοῦ τοῦ ἡγεμονι‐ κοῦ παραδεξαμένου τὰ νοήματα, τῇ μνήμῃ τῶν | |
10 | θεασαμένων πέφυκε παραμένειν. Ἐγένετο οὖν πρὸς τὸν Ἀβραὰμ φωνὴ, διότι εἶχεν ὦτα ἀκούειν δυνά‐ μενα τῶν ἐντολῶν τοῦ Θεοῦ, κατὰ τὸ ἀφανὲς ἐν‐ ηχοῦντος αὐτῷ τοῦ θείου βουλήματος. Πρὸς δὲ τὸν λαὸν ἡ φωνὴ γινομένη ὁρατὴ ἦν· τουτέστιν εὔγνω‐ | |
15 | στος, συνετὴ πᾶσιν. Οὐ γὰρ δὴ ὑπὸ χρώματός τινος ἐχρώννυτο καὶ περιεγράφετο, ὥστε αἰσθητὴ ὀφθαλ‐ μοῖς γενέσθαι ἡ λαλουμένη φωνὴ, ἀλλ’ ἑώρα ὁ λαὸς τὴν φωνήν· διότι ἡ ἐντολὴ τοῦ Κυρίου τηλαυγὴς φωτίζουσα ὀφθαλμοὺς, οὐδεμιᾶς ἀσαφείας περικει‐ | |
20 | μένης τοῖς λαλουμένοις. Καὶ τῷ Ἡσαΐᾳ δὲ φωνὴ ἐγί‐ νετο προστάσσουσα· Βόησον· ἀντὶ τοῦ, τὸ ἡγε‐ μονικὸν τοῦ προφήτου ἀπὸ τῆς ἐγγινομένης αὐτῷ παρὰ Θεοῦ δυνάμεως ἐτυποῦτο. Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων. Ποία φωνή; ἐπὶ ποίων ὑδάτων; Ὡς | |
25 | προφητείαν λάβωμεν τὸ ῥητόν. Μνήσθητι τοῦ Ἰωάν‐ νου, ὃς, ἐρωτηθεὶς παρὰ τῶν Ἰουδαίων, Τίς εἶ σύ; τίνα ἀπόκρισιν δῶμεν τοῖς ἀποστείλασιν ἡμᾶς; ἀπεκρίνατο· Ἐγὼ φωνὴ Κυρίου βοῶντος ἐν τῇ ἐρήμῳ. Οὐκοῦν φωνὴ Κυρίου ὁ Ἰωάννης, ἄγγελος | |
30 | ἀπὸ Θεοῦ ἀπεσταλμένος πρὸ προσώπου Κυρίου, τοῦ ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον. Αὕτη οὖν ἡ φωνὴ ἐπὶ τῶν ὑδάτων ἦν, ἐπὶ τῷ Ἰορδάνῃ, ἐν ᾧ ἐβάπτισε κηρύσσων τὸ τῆς μετανοίας βάπτισμα· καὶ οὐκ ἐν τῷ Ἰορδάνῃ μόνῳ, ἀλλὰ καὶ ἐν τῷ Ἐνὼν | |
35 | ἐγγὺς τοῦ Σαλὴμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ. Οὐκοῦν φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ Ἰωάννης ἐστὶν ἐπὶ τοῦ βαπτίσματος. Ἐκεῖ καὶ ὁ Θεὸς τῆς δόξης ἐβρόν‐ τησεν. Ἦλθε γὰρ φωνὴ ἐξ οὐρανοῦ λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα. Τότε καὶ ὁ Κύριος ἐπὶ τῶν ὑδάτων πολλῶν, καταξι‐ | |
40 | ώσας καταβῆναι ἐπὶ τὸ Ἰωάννου βάπτισμα, ἵνα πληρώσῃ πᾶσαν δικαιοσύνην τὴν ἐν τῷ νόμῳ. Φωνὴ Κυρίου ἐν ἰσχύϊ. Ἀφαιρεῖ γὰρ τὰς ἀσθε‐ νείας τοῦ λαοῦ διὰ τοῦ βαπτίσματος τῆς μετανοίας, δι’ αὐτοῦ βαπτίζων ἐν ὕδατι εἰς μετάνοιαν. Τὸ, Ἐν ἰσχύϊ, ἡ φωνὴ ἡ λέγουσα· Μετανοεῖτε, ἤγγικε γὰρ | |
45 | ἡ βασιλεία τῶν οὐρανῶν· καὶ, Ποιήσατε καρποὺς ἀξίους τῆς μετανοίας. Ἢ μήποτε ἐν ἰσχύϊ ἡ φωνὴ, διότι μαρτυρεῖ τῷ ὄντι τῷ ἰσχυρῷ Κυρίῳ ὁ Ἰωάννης, λέγων· Ἐγὼ βαπτίζω ἐν ὕδατι· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν. Ἡ φωνὴ οὖν | |
30.76(50) | αὕτη ἐμαρτύρει τῇ ἰσχύϊ. Φωνὴ Κυρίου ἐν μεγα‐ | |
λοπρεπείᾳ· τὰ μεγάλα περὶ τοῦ Ἰησοῦ διαλεγομένου | ||
30.77 | μυστήρια τοῦ Ἰωάννου, λέγοντος· Εἶδον τὸ Πνεῦμα τὸ ἅγιον ὡς περιστερὰν καταβαῖνον καὶ μέ‐ νον ἐπ’ αὐτόν· καὶ πάλιν· Ὅτι ἐκ τοῦ πληρώμα‐ τος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ | |
5 | χάριτος. Ὑψηλὰ γὰρ τὰ ὕδατα καὶ τοῦ μεγέθους τῆς δόξης τῆς περὶ τὸν Μονογενῆ παραστατικά. Διὸ Φωνὴ Κυρίου ἐν μεγαλοπρεπείᾳ. Μεγαλοπρεπὲς δὲ καὶ τὸ λέγειν· Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονο‐ γενὴς Υἱὸς, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρὸς, | |
10 | ἐκεῖνος ἐξηγήσατο. Καὶ πολλὰ μεγαλοπρεπῶς τὰ περὶ τοῦ Κυρίου φαίνεται διηγούμενος, ἐν τῷ λέγειν· Οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδὲν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. Μεγαλοπρεπὲς δὲ καὶ τὸ, Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστί. | |
15 | Καὶ τὸ, Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν, ἐσφράγι‐ σεν, ὅτι ὁ Θεὸς ἀληθινός ἐστιν. Ὃν γὰρ ἀπ‐ έστειλεν ὁ Θεὸς, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ. Καὶ τὸ, Ὁ πιστεύων εἰς τὸν Υἱὸν, ἔχει ζωὴν αἰώνιον· καὶ ὅσα τοιαῦτα. Οὐδὲν οὖν ταπεινὸν, οὐδὲ μικρο‐ | |
20 | πρεπὲς, ἀλλὰ πάντα μεγαλοφυῶς μετὰ τοῦ ἐπιβάλ‐ λοντος μεγέθους πρεπόντως ἀποδιδόμενα παρὰ τοῦ Ἰωάννου, περὶ τοῦ Κυρίου λελάληται. Διὰ τοῦτο Φωνὴ Κυρίου ἐν μεγαλοπρεπείᾳ. Φωνὴ Κυρίου συντρίβοντος κέδρους. Δυνα‐ τὸν εἰπεῖν, ὅτι ἑτοιμάζων Κυρίῳ λαὸν κατεσκευασμέ‐ | |
25 | νον, τὰς ἐπαιρομένας ἀσεβείας καὶ ὑψουμένας κατὰ τῆς γνώσεως τοῦ Θεοῦ συντρίβων καὶ καθαιρῶν, ἐποίει τὰ σκολιὰ εἰς εὐθεῖαν. Ὁ γὰρ πάντα βουνὸν καὶ πᾶν ὄρος ταπεινῶν, οὗτος ἦν ὁ συντρίβων τὰς κέδρους, καὶ ἐξομαλίζων τὴν ἐπιδημίαν τῷ Κυρίῳ, | |
30 | διὰ τοῦ ἐνάγειν εἰς μετάνοιαν τὴν ὑψηλὴν καὶ ἐπηρ‐ μένην καὶ ἀταπείνωτον καρδίαν τοῦ λαοῦ. Ὅθεν δια‐ δεχόμενος αὐτοῦ τὴν ἑτοιμασίαν, συντρίβει ὁ Κύριος, διὰ τῆς ἑαυτοῦ ἐπιδημίας, τὰς ἀντικειμένας δυνά‐ μεις, κέδρους τοῦ Λιβάνου τροπικῶς ὀνομαζομένας. | |
35 | Δεῖ γὰρ τὸν Κύριον βασιλεύειν, ἄχρις οὗ θῇ τοὺς ἐχ‐ θροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Καὶ ταύτας τὰς κέ‐ δρους λεπτυνεῖ, ὡς τὸν μόσχον τὸν Λίβανον. Τί οὖν ἐστιν ὁ μόσχος Λίβανος; Φασὶν, ὅτι κατὰ πολλὴν περιεργίαν οἱ τοῖς εἰδώλοις λατρεύοντες, διὰ | |
40 | τοῦ Λιβάνου μορφοῦντες μόσχων ἀπεικονίσματα, οὕ‐ τως ταῦτα κατήγγιζον ἐπὶ τοῦ πυρός. Οὕτως οὖν φησι τὰς ἀντικειμένας δυνάμεις εἰς ἀφανισμὸν ἀξίως ἐξαφανίσεσθαι. Ἢ μόσχος ὁ διὰ τοῦ Λιβάνου ὑπὸ τοῦ πυρὸς συντηκόμενος κατὰ τὸ εἰρημένον· Ὡς τήκε‐ | |
45 | ται κηρὸς ἀπὸ προσώπου πυρὸς, οὕτως ἀπολοῦν‐ | |
30.80 | ται οἱ ἁμαρτωλοί. Καὶ οὕτως δὲ δυνατὸν νοῆσαι λεπτύνεσθαι τὰς κέδρους καὶ αὐτὸν τὸν Λίβανον τὸν ἀρχηγὸν τῆς τῶν κέδρων ἐπάρσεως. Ἐλεπτύνθη ποτὲ ὁ μόσχος ἐπὶ τῆς ἐξόδου διὰ τοῦ Ἀαρὼν, ὅτε ἀπο‐ | |
5 | στατήσας τοῦ Θεοῦ καὶ εἰς εἰδωλολατρείαν ἐκτρα‐ πεὶς ἀνέπλασεν ὁ λαός· ὃν λαβὼν Μωϋσῆς, κατήλε‐ σεν εἰς λεπτὰ, καὶ ἔβαλεν εἰς τὸ ὕδωρ. Οὕτως οὖν λεπτυνεῖ ὅλον τὸν Λίβανον, τουτέστι τὴν πρώτην τῆς κακίας ἀρχὴν, ὁ Κύριος, ὡς ἐλεπτύνθη ὁ μόσχος | |
10 | ἐκεῖνος ὑπὸ τοῦ Μωϋσέως. Καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον. Καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων. Μετὰ τὸ τὰς ἀντικειμένας δυνάμεις ἀναιρεθῆναι, τότε ἀνα‐ φανήσεται ἡ πρὸς Κύριον ἀγάπη, καὶ ἡ ἰσχὺς αὐτοῦ | |
15 | φανερὰ γενήσεται, οὐδενὸς ἐπισκοτοῦντος τῶν ἐναν‐ τίων. Διό φησι μετὰ τὸ λεπτυνθῆναι· Ὁ ἠγαπημέ‐ νος ἔσται ὡς υἱὸς μονοκερώτων. Μονόκερως δὲ ζῶον ἀρχικὸν, ἀνυπότακτον ἀνθρώπῳ, τὴν ἰσχὺν ἀκα‐ ταμάχητον, ἐρημίαις ἀεὶ διαιτώμενον, ἑνὶ κερατίῳ | |
20 | πεποιθός. Διὰ τοῦτο ἡ ἀκαταγώνιστος τοῦ Κυρίου φύσις μονοκέρῳ παρεικάσθη, διά τε τὴν κατὰ πάντων ἀρχὴν, καὶ διὰ τὸ μίαν ἔχειν ἑαυτοῦ ἀρχὴν, τὸν Πατέρα· Κεφαλὴ γὰρ Χριστοῦ ὁ Θεός. Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός. Τὴν ἁμαρτίαν, | |
25 | ὡς πῦρ ἐπινεμομένην τὸν Ἰσραὴλ, ὁ Ἰωάννης δι‐ έκοπτε, λέγων· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασι‐ λεία τῶν οὐρανῶν. Τὴν οὖν φλόγα τῶν παθῶν, τὴν ἐξ ἁμαρτίας ἐγγινομένην ταῖς ψυχαῖς, διέκοπτε, δι‐ ηγούμενος τὰ περὶ τοῦ αἰωνίου πυρὸς τοῖς Ἰουδαίοις, | |
30 | ἐν τῷ λέγειν τὰ τῆς κρίσεως σφοδρὰ, ὅτι Τὸ πτύον ἐν τῇ χειρὶ τοῦ Κυρίου, καὶ διακαθαριεῖ τὴν ἅλωνα· καὶ τὸν μὲν σῖτον ἀποθήσεται εἰς τὰς ἀποθήκας, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. Ἐκείνην οὖν τὴν φλόγα διέκοπτε τῷ ὑπ’ | |
35 | ὄψιν ἄγειν τὰ φοβερὰ τῷ λαῷ. Καὶ συσσείσει Κύριος τὴν ἔρημον Κάδης. Ἦν γὰρ Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ. Τὴν ἔρημον οὖν ἐκείνην συνέσεισε τῇ ἐπιδημίᾳ τῶν παν‐ ταχόθεν λαῶν· ἥτις, διὰ τὸ μετανοεῖν τοὺς ἐρχομέ‐ | |
40 | νους, ἔρημος ἁγία προσηγόρευτο. Κάδης γὰρ ἑρμη‐ νεύεται ἡ ἁγία. Αὕτη ἡ φωνὴ καταρτίζει καὶ ἐλά‐ φους, τὰς ἁγίας ψυχὰς, τὰς τὰ ὑψηλὰ ζητούσας, τὰς τῶν ὄφεων δαπανητικὰς, τὰς ἐπὶ τῶν ὑψηλῶν ὀρέων τὴν διατριβὴν ποιουμένας. Αὗται δ’ ἂν εἶεν ψυχαὶ | |
45 | μεγαλοφυεῖς, ἐπὶ τὰ ὑψηλὰ τῆς κατ’ οὐρανὸν πολι‐ τείας ἐκ τῶν ταπεινῶν ἀνατρέχουσαι, κοῦφαι καὶ διηρμέναι· πόλεμον ἔχουσαι πρὸς τὰς ἀντικειμένας δυνάμεις, ὡς πρὸς τοὺς ὄφεις αἱ ἔλαφοι. Ἀλλὰ Καὶ | |
ἀποκαλύπτει δρυμοὺς, ἵνα οἱ ὄφεις φανεροὶ | ||
30.81 | γένωνται, οἱ ὑπὸ τοῦ συσκιασμοῦ τῶν δρυμῶν κα‐ λυπτόμενοι, πρὸς τὸ ἀπονώτερον αὐτοὺς ὑπὸ τῶν ἐλάφων καταναλίσκεσθαι. Τάχα οὖν ὁ ἐλέγχων τὰς ἐν τῷ κρυπτῷ κακίας, ἀποκαλύπτει δρυμούς· τουτέστιν, | |
5 | εἰς ἐμφανὲς ἄγει τὰς ἐμφωλευούσας τῇ ὑλικῇ φύσει ἁμαρτίας, ὄφεις λεγομένας διὰ τὸ ποικίλον τῆς ἡδο‐ νῆς. Ἀποκαλύψει δὲ ἐν ἡμέρᾳ, ὅτε ἀποκαλύψει τὰ κρυπτὰ τοῦ σκότους, καὶ τὰς βουλὰς τῶν καρδιῶν αὐτῶν. Τάχα δὲ καὶ ὁ Ἰωάννης, φωνὴ ὢν τοῦ Κυ‐ | |
10 | ρίου, ἐν αἰνίγματι τῷ Ἰσραὴλ διελέγετο, ὅτι Ἤδη ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται. Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν, ἐκ‐ κόπτεται, καὶ εἰς πῦρ βάλλεται. Ἀπεκάλυπτε τοὺς δρυμοὺς, τουτέστι τῶν καρπῶν τὸ ἄχρηστον | |
15 | ἐφανέρου· ἄκαρπος γὰρ ὕλη ὁ δρυμός. Οὗ τὸ βλαβε‐ ρὸν ἐπιδεικνύων αὐτοῖς, εἰς τὴν ἐπιβάλλουσαν καρ‐ πογονίαν προσεκαλεῖτο, λέγων· Ποιήσατε τοὺς καρ‐ ποὺς ἀξίους τῆς μετανοίας. Ἐξ ὧν πάντων ἕν ἐστιν ἀποτέλεσμα, τὸ οἰκοδομηθῆναι τὸν ναὸν Κυρίου, ἔνθα | |
20 | πᾶς ὁ γενόμενος δύναται ἀληθῶς ἐνεγκεῖν τῷ Κυρίῳ δόξαν. Ἀλλὰ καὶ ὁ Κύριος τὸν κατακλυσμὸν κατοι‐ κιεῖ. Διὰ γὰρ τοῦ βαπτίσματος ἡ εἰς τὰς ψυχὰς τῶν ἡγιασμένων τοῦ Κυρίου κατοίκησις. Τὴν οὖν ἀπο‐ | |
25 | λουομένην τὴν ἁμαρτίαν ψυχὴν, ταύτην κατοικεῖ ὁ Θεός. Διὰ τοῦτο λέγεται τὸν κατακλυσμὸν κατοικεῖν. Ὅτι γὰρ τὴν ἐκ τοῦ βαπτίσματος ἄφεσιν κα‐ τακλυσμὸν προσηγόρευσε, καὶ ἐκ τοῦ τριακοστοῦ πρώτου ψαλμοῦ μεμαθήκαμεν, ἐν τῷ εἰπεῖν· Πλὴν | |
30 | ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ ἐγγιοῦσιν. Αἱ γὰρ ἁμαρτίαι τῶν ἁμαρτωλῶν, ἐν τῇ διὰ τοῦ βαπτίσματος ἀπολυτρώσει, ὡς προσεγ‐ γίζειν οὐκέτι συγχωρηθήσονται. Καὶ καθιεῖται Κύ‐ ριος βασιλεὺς εἰς τὸν αἰῶνα. Ἐπὶ πᾶσι τούτοις | |
35 | ὑπάρξει ἡμῖν γνωρίσαι τὴν ἐπὶ πάντων ἀρχὴν τοῦ Δεσπότου, τοῦ διδόντος ἰσχὺν τῷ λαῷ αὐτοῦ, ἵνα νι‐ κήσαντες τὸν πονηρὸν, τὴν εὐλογίαν χωρήσωμεν τὴν διδομένην ὑπὸ Κυρίου ἐν εἰρήνῃ τοῖς ἀξίοις αὐ‐ | |
τοῦ· ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |