TLG 2040 052 :: BASILIUS :: De baptismo libri duo

BASILIUS Theol., Episcopus
(Caesariensis (Cappadociae): A.D. 4)

De baptismo libri duo

Citation: Volume — page — (line)

31

.

1513

(4t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
5tΒΑΣΙΛΕΙΟΥ,
6tΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΚΑΠΠΑΔΟΚΙΑΣ,
7tΠΕΡΙ ΒΑΠΤΙΣΜΑΤΟΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ.
11tΛΟΓΟΣ Αʹ.
12nὍτι δεῖ πρῶτον μαθητευθῆναι τῷ Κυρίῳ, καὶ
13nτότε καταξιωθῆναι τοῦ ἁγίου βαπτίσματος.
14Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ μονογενὴς
15Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἀπολαβὼν τὴν ἐπαγγελίαν τοῦ Θεοῦ καὶ Πατρὸς αὐτοῦ, εἰπόντος διὰ Δαβὶδ τοῦ προφήτου· «Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴ‐ τησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονο‐
20μίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς,» προσλαβόμενος τοὺς ἑαυτοῦ μαθητὰς, φανε‐ ροῖ αὐτοῖς πρῶτον τὴν δοθεῖσαν αὐτῷ ἐξουσίαν παρὰ τοῦ Πατρὸς, εἰπών· «Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς·» καὶ τότε ἀποστέλλει αὐτοὺς,
25λέγων· «Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· διδάσκοντες αὐτοὺς τηρεῖν πάντα, ὅσα ἐνετειλάμην ὑμῖν.» Ἐπεὶ οὖν, προστάξαντος τοῦ Κυρίου πρῶτον, «Μαθητεύσατε
30πάντα τὰ ἔθνη,» καὶ τότε ἐπαγαγόντος, «Βαπτί‐ ζοντες αὐτοὺς,» καὶ τὰ ἑξῆς, ὑμεῖς μὲν, τὸ πρῶτον σιωπήσαντες, τοῦ δευτέρου τὸν λόγον ἡμᾶς ἀπῃτή‐ σατε· ἡμεῖς δὲ λογισάμενοι παρ’ ἐντολὴν τοῦ Ἀπο‐ στόλου ποιεῖν, ἐὰν μὴ εὐθὺς ἀποκρινώμεθα, εἰπόν‐
35τος· «Ἕτοιμοι ἔσεσθε πρὸς ἀπολογίαν παντὶ τῷ ἐπερωτῶντι ὑμᾶς λόγον·» παρεδώκαμεν τὸν λόγον τοῦ κατὰ τὸ Εὐαγγέλιον τοῦ Κυρίου βαπτί‐ σματος, ἔχοντος δόξαν ὑπὲρ τὸ τοῦ μακαρίου Ἰωάν‐ νου· μνημονεύσαντες ὀλίγα ἐκ πολλῶν τῶν περὶ αὐ‐
40τοῦ ἐν ταῖς θεοπνεύστοις Γραφαῖς εἰρημένων. Ὅμως
ἀναγκαῖον εἶναι ἐλογισάμεθα ἐπὶ τὴν παραδεδομέ‐1513

31

.

1516

νην ὑπὸ τοῦ Κυρίου τάξιν ἀναδραμεῖν, ἵνα οὕτω καὶ ὑμεῖς πρῶτον τοῦ, «Μαθητεύσατε,» τὴν δύναμιν γνόντες, εἶτα ἀκολούθως τὸν περὶ τοῦ ἐνδοξοτά‐ του βαπτίσματος λόγον παραλαβόντες, ἐπὶ τὴν
5τελειότητα εὐοδωθῆτε, διδασκόμενοι τηρεῖν ὅσα πάντα ἐνετείλατο ὁ Κύριος τοῖς ἰδίοις μαθηταῖς, καθὼς γέγρα‐ πται. Ἐνταῦθα μὲν οὖν, «Μαθητεύσατε,» εἰπόν‐ τος, ἠκούσαμεν· λοιπὸν δὲ χρεία τῶν ἀλλαχοῦ περὶ τοῦ τοιούτου εἰρημένων προστάγματος μνημονεῦσαι,
10ἵνα πρῶτον μὲν τὸ φρόνημα εὐάρεστον τῷ Θεῷ κατορθώσαντες, ἔπειτα δὲ τὴν πρέπουσαν καὶ ἀναγ‐ καίαν τάξιν φυλάξαντες, οὕτω τοῦ δυνατοῦ, κατὰ σκοπὸν τῆς πρὸς Θεὸν εὐαρεστήσεως, μὴ ἐκπέσωμεν. Σύνηθες γὰρ τῷ Κυρίῳ τὰ ὁριστικῶς που προστα‐
15χθέντα διὰ τῶν ἐν ἄλλοις τόποις εἰρημένων σαφῶς παραδιδόναι· ὡς τὸ, «Θησαυρίζετε ὑμῖν θησαυροὺς ἐν οὐρανῷ.» Ἁπλῶς γὰρ οὕτως εἰπὼν ἐνταῦθα, τὸ, πῶς, ἐν ἑτέρῳ τόπῳ σαφηνίζει, λέγων· «Πωλή‐ σατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην· ποιή‐
20σατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀν‐ έκλειπτον ἐντοῖς οὐρανοῖς.» Καὶ πολλὰ ἄλλα ὁμοίως Μαθητὴς μὲν οὖν ἐστιν, ὡς μανθάνομεν παρ’ αὐτοῦ τοῦ Κυρίου, πᾶς ὁ τῷ Κυρίῳ προσερχόμενος, ὥστε ἀκολουθεῖν αὐτῷ, τουτέστιν, ἀκούειν τῶν λό‐
25γων αὐτοῦ· πιστεύειν τε καὶ πείθεσθαι αὐτῷ, ὡς Δεσπότῃ, καὶ βασιλεῖ, καὶ ἰατρῷ, καὶ διδασκάλῳ ἀληθείας, ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου, καὶ τοῦτο ἐὰν μένῃ ἐν αὐτοῖς, καθὼς γέγραπται· «Ἔλεγεν οὖν πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· Ἐὰν
30ὑμεῖς μείνητε ἐν τῷ λόγω τῷ ἐμῷ, ἀληθῶς μα‐ θηταί μου ἐστὲ, καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς·» ἐλευθερίαν δηλονότι ψυχῆς, ἀπὸ τῆς τοῦ διαβόλου πικρᾶς τυραννίδος, ἐν τῷ ῥυσθῆναι ἀπὸ τῆς τῶν ἁμαρτημάτων καταδυνα‐
35στείας· «Ὁ γὰρ ποιῶν, φησὶ, τὴν ἁμαρτίαν, δοῦ‐ λός ἐστι τῆς ἁμαρτίας,» καὶ τῆς κατακρίσεως τοῦ θανάτου· καθὼς καὶ παρέδωκεν ἡμῖν Παῦλος ὁ Ἀπό‐ στολος εἰπών· «Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, ἁμαρ‐ τίαν ὑπὲρ ἡμῶν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δι‐
40καιοσύνη Θεοῦ ἐν αὐτῷ·» καὶ πάλιν· «Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατ‐ εστάθησαν οἱ πολλοὶ, οὕτω διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί.» Τὸν δὲ πι‐ στεύοντα τῷ Κυρίῳ, καὶ προσάγοντα ἑαυτὸν ἐπιτή‐
45δειον εἰς μαθητείαν, μανθάνειν δεῖ πρῶτον μὲν ἀφ‐ ίστασθαι παντὸς ἁμαρτήματος· ἔπειτα δὲ καὶ παν‐ τὸς ἀφέλκοντος τῆς ὀφειλομένης κατὰ πολλοὺς λό‐ γους τῷ Κυρίῳ εὐπειθείας, κἂν εὐλογοφανεῖς εἶναι δοκῶσιν. Ἀδύνατον γὰρ, ἁμαρτίαν ποιοῦντα, ἢ ἐμ‐

31

.

1516

(50)

πλεκόμενον ταῖς τοῦ βίου τούτου πραγματείαις, ἢ ἐν φροντίδι καὶ αὐτῶν τῶν πρὸς τὸ ζῇν ἀναγκαίων, δου‐ λεῦσαι, οὐχ ὅτι γε μαθητευθῆναι, τῷ Κυρίῳ τῷ οὐ πρότερον εἰπόντι τῷ νεανίσκῳ, «Δεῦρο, ἀκολούθει
μοι,» πρὶν ἐντείλασθαι πωλῆσαι τὰ ὑπάρχοντα, καὶ1515

31

.

1517

δοῦναι τοῖς πτωχοῖς. Ἀλλ’ οὐδὲ τοῦτο προσέταξε, πρὶν ὁμολογῆσαι αὐτὸν, ὅτι «Ταῦτα πάντα ἐφύλαξα.» Ὁ γὰρ μήπω λαβὼν τὴν ἄφεσιν τῶν ἁμαρτη‐ μάτων, καὶ καθαρισθεὶς ἀπὸ τούτων ἐν τῷ αἵματι
5τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δουλεύων δὲ τῷ διαβόλῳ, καὶ κρατούμενος ὑπὸ τῆς ἐνοικούσης αὐτῷ ἁμαρτίας, ἀδυνάτως ἔχει δουλεῦσαι τῷ Κυρίῳ, τῷ ἀπαράβατον ἀπόφασιν δεδωκότι, ἐν τῷ εἰπεῖν· «Ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας· ὁ
10δὲ δοῦλος τῆς ἁμαρτίας οὐ μένει ἐν τῇ οἰκίᾳ.» Μαρ‐ τυρεῖ δὲ καὶ ὁ ἐν Χριστῷ λαλῶν Παῦλος, γράψας· Ὁ δὲ δοῦλος τῆς ἁμαρτίας ἐλεύθερός ἐστιν ἀπὸ τῆς δικαιοσύνης. Καὶ πάλιν ὁ Κύριός φησιν· «Οὐδεὶς δύ‐ ναται δυσὶ κυρίοις δουλεύειν,» καὶ τὰ ἑξῆς. Καὶ
15ἔδειξε δι’ ὧν ἐδίδαξεν ὁριστικῶς καὶ πολυτρόπως, ὅτι οὔτε οἱ τῶν πρὸς τὸ ζῇν ἀναγκαίων ἑαυτοῖς με‐ ριμνᾷν ἀνεχόμενοι δουλεύειν Θεῷ δύνανται, οὐχ ὅτι γε μαθητευθῆναι. Ὅθεν ἔμαθεν ὁ Ἀπόστολος πλατύτερον θεωρήσας εἰπεῖν· «Τίς μετοχὴ δικαιο‐
20σύνῃ καὶ ἀνομίᾳ; ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ; ἢ τίς με‐ ρὶς πιστῷ μετὰ ἀπίστου; τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων;» Καὶ πάλιν ὁριστικῶς· «Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ
25τῆς σαρκός. Ταῦτα δὲ ἀντίκειται ἀλλήλοις, ἵνα μὴ ἃ ἂν θέλητε, ταῦτα ποιῆτε.» Ἔτι δὲ ἐντρεπτι‐ κώτερον ἡμῖν παραδιδοὺς, τί εἶπε, μνημονεύσωμεν. «Οἶδα μὲν γὰρ, ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν. Ὃ
30γὰρ κατεργάζομαι, οὐ γινώσκω· οὐ γὰρ ὃ θέλω ἀγαθὸν, τοῦτο πράσσω, ἀλλ’ ὃ μισῶ κακὸν, τοῦτο ποιῶ. Εἰ δὲ ὃ οὐ θέλω ἐγὼ, τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ, ὅτι καλός. Νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργά‐ ζομαι αὐτὸ, ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.» Καὶ
35τοῦτο αὐτὸ τὸ θεώρημα διὰ πλειόνων ἐπεξεργασά‐ μενος, ὅτι ἀδύνατον τὸν κρατούμενον ὑπὸ ἁμαρτίας δουλεύειν τῷ Κυρίῳ, φανερῶς ὑποδεικνύει ἡμῖν τὸν λυτρούμενον ἡμᾶς ἐκ τῆς τοιαύτης τυραννίδος ἐν τῷ εἰπεῖν· «Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύ‐
40σεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Εὐχαρι‐ στῶ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.» Καὶ μετ’ ὀλίγα ἐπάγει· «Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ, μὴ κατὰ σάρκα περιπα‐ τοῦσιν.»
45 Καὶ διὰ τῶν ἐν ἑτέρῳ τόπῳ εἰρημένων τὴν με‐ γάλην τῆς φιλανθρωπίας χάριν τοῦ Θεοῦ διὰ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ σαφῶς παρίστησιν, εἰπών· «Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστά‐

31

.

1517

(50)

θησαν οἱ πολλοὶ, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί.» Ἐν ἑτέρῳ δὲ
τόπῳ θαυμασιωτέραν θεωρῶν τὴν ἐν Χριστῷ φιλαν‐1517

31

.

1520

θρωπίαν τοῦ Θεοῦ, φησί· «Τὸν γὰρ μὴ γνόντα ἁμαρ‐ τίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γε‐ νώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ.» Ἀνάγκη οὖν πᾶσα ἔκ τε τῶν μνημονευθέντων καὶ τῶν ὁμοίων,
5εἴ γε μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ ἐδεξάμεθα, ῥυ‐ σθῆναι πρῶτον τῆς δυναστείας τοῦ διαβόλου, ἐνάγοντος τὸν ὑφ’ ἁμαρτίας κρατούμενον ἐφ’ ἃ μὴ βούλεται κακὰ, καὶ τότε ἀπαρνησάμενον πάντα τὰ παρόντα, καὶ ἑαυτὸν, τῆς τε προσπαθείας τοῦ ζῇν
10ἀναχωρήσαντα, μαθητευθῆναι τῷ Κυρίῳ, καθὼς αὐτὸς εἶπεν· «Εἴ τις ἔρχεται πρὸς μὲ, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολου‐ θείτω μοι,» ὅπερ ἐστὶ, μαθητής μου γινέσθω. Τὸ δὲ αὐτὸ πλατύτερον καὶ ἀποδεικτικώτερον καὶ
15ἀποφαντικώτερον παραδίδωσιν ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ, οὗ μνημονεύσομεν μετ’ ὀλίγα. Λυτρού‐ μεθα δὲ πάντες τῆς τοιαύτης τῶν ἁμαρτιῶν κατα‐ κρίσεως οἱ πιστεύοντες τῇ χάριτι τοῦ Θεοῦ τῇ διὰ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐
20στοῦ εἰπόντος· «Τοῦτο μου ἐστὶ τὸ αἷμα τὸ τῆς Καινῆς Διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν·» μαρτυροῦντος δὲ καὶ τοῦ Ἀπο‐ στόλου δι’ ὧν γράφει ποτὲ μέν· «Ἀγαπᾶτε ἀλλή‐ λους, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρ‐
25έδωκεν ἑαυτὸν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ·» ποτὲ δέ· «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατ‐ άρας τοῦ νόμου·» καὶ πολλὰ τοιαῦτα. Ὅταν οὖν δοθῇ ἄφεσις τῶν ἁμαρτημάτων, τότε λαμβάνει ὁ ἄνθρωπος τὴν ἀπὸ τῆς ἁμαρτίας ἐλευθερίαν παρὰ
30τοῦ ἐξαγοράσαντος ἡμᾶς Ἰησοῦ Χριστοῦ τοῦ Κυ‐ ρίου ἡμῶν, εἰς τὸ δύνασθαι προσελθεῖν τῷ λόγῳ. Καὶ τότε οὔπω τίς ἐστιν ἄξιος ἀκολουθῆσαι τῷ Κυ‐ ρίῳ (πάλιν λέγω), οὐ πρότερον εἰπόντι τῷ νεανίσκῳ, «Δεῦρο, ἀκολούθει μοι,» πρὶν εἰπεῖν, «Πώλησόν
35σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς.» Ἀλλ’ οὐδὲ τοῦτο προσέταξε, πρὶν ὁμολογῆσαι αὐτὸν καθα‐ ρεύειν πάσης παραβάσεως, τῷ εἰπεῖν πεποιηκέναι πάντα τὰ ὑπὸ τοῦ Κυρίου εἰρημένα. Ὡς καὶ ἐν τού‐ τῳ τὴν τάξιν φυλάττεσθαι ἀναγκαῖον. Οὐ μόνον δὲ
40ὑπαρχόντων, καὶ τῶν ἀναγκαίων πρὸς τὸ ζῇν κατα‐ φρονεῖν διδασκόμεθα, ἀλλὰ καὶ τῶν πρὸς ἀλλήλους νενομισμένων κατά τε νόμον καὶ φύσιν δικαίων καθ‐ ηκόντων ὑπερφρονεῖν διδασκόμεθα, τοῦ Κυ‐ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· «Ὁ ἀγαπῶν
45πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος·» ὁμοίως καὶ περὶ τῶν λοιπῶν τῶν ἐγγυτάτων οἰ‐ κείων, δῆλον δὲ, ὅτι πολὺ πρότερον τῶν ποῤ‐ ῥωτέρω καὶ ξένων τῆς πίστεως. Οἷς ἐπάγει· «Ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθεῖ ὀπί‐

31

.

1520

(50)

σω μου, οὐκ ἔστι μου ἄξιος·» ὅπερ κατορθώσας ὁ1519

31

.

1521

Ἀπόστολος, εἰς ἡμετέραν διδασκαλίαν γράφει· «Ἐγὼ τῷ κόσμῳ ἐσταύρωμαι, καὶ ὁ κόσμος ἐμοί. Ζῶ δὲ οὐκ‐ έτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ ὁ Χριστός.» Πάλιν δὲ τοῦ Κυρίου ἔστι μνημονεῦσαι, εἰπόντος
5κατὰ πρόσωπον ἑκάστῳ, τῷ μὲν εἰπόντι, «Ἐπί‐ τρεψόν μοι πρῶτον ἀπελθεῖν, καὶ θάψαι τὸν πατέρα μου· Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ, ἀπελθὼν, διάγγελλε τὴν βασιλείαν τοῦ Θεοῦ·» τῷ δὲ εἰπόντι· «Ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν,
10καὶ συντάξασθαι τοῖς εἰς τὸν οἶκόν μου,» ἐπι‐ πληκτικώτερον καὶ μετὰ ἀπειλῆς σφοδροτέρας. Εἶπε γάρ· «Οὐδεὶς τὴν χεῖρα θεὶς ἐπ’ ἄροτρον, καὶ στρα‐ φεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.» Οὕτω καὶ τὸ πρὸς ὀλίγον ἀναβολὴν ἐμ‐
15ποιοῦν τῇ ὀφειλομένῃ τῷ Κυρίῳ ἀμετεωρίστῳ ὑπ‐ ακοῇ καθῆκον ἀνθρώπινον, κἂν δοκῇ εὔλογον εἶναι, ἀλλότριόν ἐστι τοῦ θέλοντος μαθητευθῆναι τῷ Κυρίῳ, καὶ ἀπειλῆς δεινοτέρας ἄξιον. Καθολικώτερον δὲ νομοθετεῖ λέγων· «Εἴ τις ἔρχεται πρὸς μὲ, ἀπαρ‐
20νησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθείτω μοι.» Ἐὰν δὲ ἔλθωμεν εἰς μνήμην τῶν ὑπὸ τοῦ Κυρίου εἰρημένων πρὸς τὸν εἰπόντα· «Μακάριος ὃς φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ·» φοβερώτερον κρῖμα ὀργῆς καὶ ἀποτο‐
25μίας μανθάνομεν, καὶ πάσης ἐλπίδος ἀγαθῆς ἀπαλλο‐ τριοῦν τοὺς τοιούτους. Λέγει δὲ οὕτως· «Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα, καὶ ἐκάλεσε πολλούς. Καὶ ἀπέστειλε τὸν δοῦλον αὑτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰ‐ πεῖν τοῖς κεκλημένοις· Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά
30ἐστι πάντα. Καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες. Ὁ πρῶτος εἶπεν· Ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν, καὶ ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Καὶ ἕτερος εἶπε· Ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά·
35ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Καὶ ἕτερος εἶπε· Γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. Καὶ παραγενόμενος ὁ δοῦλος ἀπήγγειλε τῷ κυρίῳ αὑτοῦ ταῦτα. Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπε τῷ δούλῳ αὑτοῦ· Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ
40ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς, καὶ ἀναπή‐ ρους, καὶ τυφλοὺς, καὶ χωλοὺς εἰσάγαγε ὧδε. Καὶ εἶπεν ὁ δοῦλος· Κύριε, γέγονεν ὡς ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν. Καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον αὑτοῦ· Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς, καὶ
45ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶκός μου. Λέγω γὰρ ὑμῖν, ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλη‐ μένων γεύσεταί μου τοῦ δείπνου.» Πάλιν δὲ αὐτὸς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἀπο‐ σταλεὶς παρὰ τοῦ Πατρὸς, οὐχ ἵνα κρίνῃ τὸν κόσμον,

31

.

1521

(50)

ἀλλ’ ἵνα σώσῃ τὸν κόσμον, ἑαυτῷ ἐμμένων, καὶ τὸ1521

31

.

1524

θέλημα τοῦ ἀγαθοῦ Θεοῦ καὶ Πατρὸς αὐτοῦ πληρῶν, τῇ ἀποφάσει τῆς ἀποτομίας διδασκαλίαν ἐπάγει, τὴν ἀξίους ἡμᾶς ποιοῦσαν μαθητὰς αὑτοῦ γενέσθαι, καί φησιν· «Εἴ τις ἔρχεται πρὸς μὲ, καὶ οὐ μισεῖ
5τὸν πατέρα αὑτοῦ, καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα αὑτοῦ, καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφοὺς, καὶ τὰς ἀδελφὰς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν, οὐ δύναταί μου εἶναι μαθητής.» Μῖσος δηλονότι, οὐ μελέτην ἐμποιοῦν ἐπιβουλῆς, ἀλλ’ ἀρετὴν θεοσεβείας ἐν παρ‐
10ακοῇ τῶν ἀφελκόντων. «Καὶ ὅστις, φησὶν, οὐ βαστάζει τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής.» Ὅπερ συντεθεῖσθαι δοκοῦμεν διὰ τοῦ ἐν τῷ ὕδατι βαπτίσματος, ὁμολογοῦντες συνεσταυρῶσθαι, συντεθνηκέναι, συντεθάφθαι, καὶ τὰ ἑξῆς, καθὼς γέγραπται. Στοχαζόμενος δὲ τῆς ἡμετέρας ἀσθενείας, καὶ δι’
15ὑποδειγμάτων ηὐδόκησε βεβαιῶσαι ἡμῶν τὰς καρδίας ἐν πληροφορίᾳ τῆς ἀληθείας, καὶ ἑτοιμοτέρους κατερ‐ γάσασθαι πρὸς ὑπακοὴν, δι’ ὧν φησι· «Τίς γὰρ ἐξ ὑμῶν, θέλων πύργον οἰκοδομῆσαι, οὐχὶ πρῶτον καθίσας ψη‐ φίζει τὴν δαπάνην, εἰ ἔχει τὰ πρὸς ἀπαρτισμὸν, ἵνα
20μήποτε, θέντος αὐτοῦ θεμέλιον, καὶ μὴ ἰσχύον‐ τος ἐκτελέσαι, πάντες οἱ θεωροῦντες ἄρξωνται αὐτῷ ἐμπαίζειν, λέγοντες, ὅτι Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰ‐ κοδομεῖν, καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι; Ἢ τίς βασιλεὺς, πορευόμενος συμβαλεῖν ἑτέρῳ βασιλεῖ εἰς πόλεμον,
25οὐχὶ καθίσας πρότερον βουλεύεται, εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ἀπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ’ αὐτόν; Εἰ δὲ μήγε, ἔτι πόῤῥω αὐτοῦ ὄντος, πρεσβείαν ἀποστείλας, ἐρωτᾷ τὰ πρὸς εἰρή‐ νην. Οὕτως οὖν πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται
30πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής. Καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; Οὔτε εἰς τὴν γῆν, οὔτε εἰς κο‐ πρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.» Εἰ τούτοις πιστεύομεν, ἐλευ‐
35θερωθέντες πρῶτον τῆς τοῦ διαβόλου καταδυναστείας, ἐν τῷ ἀπέχεσθαι παντὸς ἐπιθυμητοῦ πράγματος τῷ διαβόλῳ, χάριτι τοῦ Θεοῦ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἴ γε μὴ εἰς κενὸν ἐδεξάμεθα τὴν τοιαύτην χάριν, ἔπειτα ἀποταξάμενοι οὐ μόνῳ τῷ κόσμῳ
40καὶ ταῖς ἐπιθυμίαις αὐτοῦ, ἀλλὰ καὶ τοῖς πρὸς ἀλλή‐ λους δικαίοις καθήκουσιν, ἔτι δὲ καὶ τῇ ἑαυτῶν ζωῇ, ὅταν τι τούτων ἀφέλκῃ ἡμᾶς ἀπὸ τῆς ὀφειλομένης τῷ Θεῷ ἀμετεωρίστου καὶ ταχείας ὑπακοῆς, οὕτω καταξιούμεθα μαθηταὶ τοῦ Κυρίου γενέσθαι· παι‐
45δευόμενοι λοιπὸν ὑπό τε Μωϋσέως καὶ τῶν προφητῶν, εὐαγγελιστῶν τε καὶ ἀποστόλων, τήν τε ἐν ἀρχῇ τοῦ Θεοῦ διὰ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ ποίησιν πάντων ὁρατῶν τε καὶ ἀοράτων, τά τε ἱστορούμενα ἐν ταῖς θεοπνεύ‐

31

.

1524

(50)

στοις Γραφαῖς τῆς τοῦ Θεοῦ χρηστότητος καὶ ἀποτο‐ μίας ἐν πολλῇ μακροθυμίᾳ, πρὸς ἔνδειξιν τῆς δικαιοσύ‐
νης αὐτοῦ καὶ παιδείαν ἡμετέραν· τάς τε προφητείας1523

31

.

1525

τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ, καὶ τῶν τότε συνεμπιπτόντων ἐναντίων ἀλλήλοις πραγμάτων· καὶ περὶ τῆς ἐκ νεκρῶν ἐνδόξου ἀνα‐ στάσεως καὶ ἀναλήψεως, καὶ τῆς ἐνδοξοτάτης ἐπιφα‐
5νείας ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· τά τε δόγματα τῆς κατὰ τὸ Εὐαγγέλιον ὁλοκλήρου καὶ εὐπροσδέκτου τῷ Θεῷ εὐσεβείας ἐν ἀγάπῃ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν, ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου, καὶ ἐπουρανίου βασιλείας, καὶ τὰ κρίματα τῆς δικαίας ἀνταποδόσεως
10τῶν τε ποιούντων τὰ ἀπηγορευμένα, ἢ ἀθετούντων τὰ ἐγκεκριμένα εἰς κόλασιν αἰώνιον, καὶ τῶν ἀξίως τοῦ Εὐαγγελίου Θεοῦ πολιτευομένων ἐν ὑγιαι‐ νούσῃ πίστει δι’ ἀγάπης Χριστοῦ ἐνεργουμένῃ ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου, καὶ ἐπουρανίου βασιλείας
15τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
16tΛΟΓΟΣ Βʹ.
17nΠῶς βαπτίζεταί τις τὸ ἐν τῷ Εὐαγγελίῳ τοῦ Κυ‐
18nρίου ἡμῶν Ἰησοῦ Χριστοῦ βάπτισμα.
19Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐντολὴν δε‐
20δωκότος ἡμῖν ἀγαπᾷν ἀλλήλους, καθὼς αὐτὸς ἠγά‐ πησεν ἡμᾶς· καὶ διὰ Παύλου τοῦ Ἀποστόλου διδά‐ σκοντος ἡμᾶς ἀνέχεσθαι ἀλλήλων ἐν ἀγάπῃ, τὸ ἐπί‐ ταγμα τῆς ὑμετέρας ἐν Χριστῷ εὐλαβείας, τὸ περὶ τοῦ κατὰ τὸ Εὐαγγέλιον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ
25Χριστοῦ ἐνδοξοτάτου βαπτίσματος, προθύμως ἐδε‐ ξάμην, οὐχ ὡς πρὸς ἀξίαν εἰπεῖν τι δυνάμενος, ἀλλ’, ὡς ἡ τὰ δύο λεπτὰ βαλοῦσα χήρα, συνεισφερόμενος. Καὶ ἐν τούτῳ δὲ τῆς παρὰ τῶν ἀγαπώντων τὸν Κύ‐ ριον εὐχῆς μοι χρεία, ἵνα Θεοῦ τοῦ ἀγαθοῦ χάριτι
30καὶ τοῦ Χριστοῦ αὐτοῦ, τὸ ἅγιον καὶ ἀγαθὸν Πνεῦμα, ὑπομιμνῆσκον καὶ διδάσκον ἡμᾶς ἃ ἂν παρὰ τοῦ Κυρίου ἀκούσῃ, κατευθύνῃ τόν τε νοῦν ἡμῶν εἰς ὁδὸν εἰρήνης, καὶ τὸν ὑγιῆ λόγον εἰς τὴν τῆς πίστεως οἰκοδομὴν, ὥστε πληρωθῆναι ἡμῖν τε καὶ ὑμῖν τό·
35«Δίδου σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται.» Πλὴν εἰδέναι χρὴ, ὅτι πρῶτον μαθητευθῆναι δεῖ, καὶ οὕ‐ τως τοῦ θαυμασιωτάτου βαπτίσματος καταξιωθῆναι. Οὕτως γὰρ αὐτὸς ὁ Κύριος καὶ Θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ἐν‐
40ετείλατο τοῖς ἑαυτοῦ μαθηταῖς. Παραδεδώκαμεν οὖν ὑμῖν ἀναγκαίως κατ’ ἰδίαν καὶ τὰ περὶ τῶν θελόντων γενέσθαι Χριστοῦ μαθητῶν παρ’ αὐτοῦ τοῦ Κυρίου εἰρημένα, ὀλίγων γοῦν ἐκ πολλῶν μνημο‐ νεύσαντες. Ἐπειδὴ δὲ τὸ μὲν ἄνωθεν γεννηθῆναι
45ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ ἐπαγγέλλεται, τὸ δὲ ἐξ ὕδατος καὶ πνεύματος γεννηθῆναι εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, λογίζομαι ἀναγκαῖον εἶναι ὀλίγα ἐκ πολλῶν τῶν περὶ τῆς βασιλείας τῶν οὐρανῶν εἰρημένων παραθέσθαι, ἵνα κατὰ μηδένα

31

.

1525

(50)

τρόπον ἀπολειφθῶμεν ταύτης. Οὐ γὰρ μικρὸν ἐν βίῳ,1525

31

.

1528

τὸ παρὰ μικρὸν, εἶπέ τις τῶν παρ’ ἡμῖν σοφῶν, καὶ τοῖς πλείστοις δῆλον ἐξ αὐτῶν τῶν πραγμάτων· πλὴν δὲ καὶ βεβαιότερον ἐκ τῆς περὶ τῶν ἱε‐ ρέων, καὶ τῶν προσφερομένων ζώων εἰς θυσίαν,
5ἀκριβολογίας ἐστὶ πληροφορηθῆναι· ἐν οἷς εἰ μι‐ κρός τις μῶμος ἐφευρέθη, ἢ λώβησις οὐχὶ παντὸς μέλους, ἀλλὰ τούτου τοῦ μέρους, ὥσπερ γέγραπται, λοβοῦ ὠτίου, οὔτε ὁ ἄνθρωπος ἐνεκρίνετο εἰς ἱερωσύνην, οὔτε τὸ ζῶον εὐπρόσδεκτον ἦν εἰς θυσίαν·
10τοῦ μὲν Ἀποστόλου εἰπόντος· «Ταῦτα μὲν τυπικῶς συνέβαινεν ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκε·» τοῦ δὲ Κυρίου φανερῶς τὴν ὑπεροχὴν δείξαντος ἐν τῷ εἰπεῖν· «Τοῦ ἱεροῦ μεῖζον ὧδε·» καὶ περισσο‐
15τέρως δείξαντος τὴν ἐπιμέλειαν τῆς ψυχῆς ἀκριβε‐ στέραν ποιεῖσθαι ἡμᾶς, ἐν τῷ εἰπεῖν· «ᾯ παρ‐ έθεντο πολὺ, περισσότερον ἀπαιτήσουσιν αὐτόν.» Μνημονεύσωμεν οὖν περὶ τῆς βασιλείας τῶν οὐρανῶν. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὅτε ἀν‐
20έβη εἰς τὸ ὄρος, καὶ τὴν ἀρχὴν τῆς διδασκαλίας διὰ τῶν μακαρισμῶν ἐποιεῖτο, πρῶτον μακαρισμὸν ἐκήρυξε τὴν ἐπαγγελίαν ἔχοντα βασιλείας οὐρανῶν. Εἶπε γάρ· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Ἐν δὲ τῷ
25ὀγδόῳ μακαρισμῷ φησι· «Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Καὶ πάλιν τὴν ἐν τῷ καιρῷ τῆς ἀνταπο‐ δόσεως εὐλογίαν διὰ τῆς παραβολῆς τοῦ ποιμένος προφητεύων, λέγει· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ
30Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν,» καὶ τὰ ἑξῆς. Ἐν δὲ τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ, ἐν ἑτέρῳ καιρῷ καὶ τόπῳ, καθὼς τὰ γεγραμμένα δηλοῖ, πάλιν μακαρισμοὺς
35ἐκτιθέμενος, φησί· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύ‐ ματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρα‐ νῶν·» καὶ πάλιν· «Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι ηὐδόκησεν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δοῦ‐ ναι ὑμῖν τὴν βασιλείαν. Πωλήσατε τὰ ὑπάρχοντα
40ὑμῶν, καὶ δότε ἐλεημοσύνην. Ποιήσατε ἑαυτοῖς βα‐ λάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς.» Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα, δι’ ὧν βασιλείας οὐρανῶν καταξιοῦταί τις. Ὧν δὲ ἄνευ ἀδύνατόν ἐστιν εἰσελθεῖν εἰς τὴν βασιλείαν
45τῶν οὐρανῶν, ἐν μὲν τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ ἀποφαίνεται ὁ Κύριος, καί φησιν· «Ἐὰν μὴ περισ‐ σεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν
οὐρανῶν·» καὶ πάλιν· «Ἐὰν μὴ στραφῆτε, καὶ1527

31

.

1529

γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βα‐ σιλείαν τῶν οὐρανῶν·» καὶ πάλιν· «Ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.» Ἐν δὲ τῷ κατὰ Ἰωάννην πρὸς
5Νικόδημον λέγει· «Ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ·» καὶ πάλιν· «Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.» Καθ’ ὧν δὴ ἡ ἀπόφασις μία, δηλονότι ἴσος καὶ
10ὁ κίνδυνος τοῖς πᾶσιν, ἑνὸς ἐλλειφθέντος. Εἰ γὰρ λέγει ὁ Κύριος, «Ἰῶτα ἓν, ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται·» πόσῳ μᾶλλον ἀπὸ τοῦ Εὐαγγελίου, αὐτοῦ τοῦ Κυ‐ ρίου λέγοντος· «Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσε‐
15ται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν;» Ὅθεν τεθαρσηκὼς Ἰάκωβος ὁ ἀπόστολος ἀπεφήνατο εἰπών· «Ὃς ἂν ποιήσῃ ὅλον τὸν νόμον, πταίσῃ δὲ ἐν ἑνὶ, ἔσται πάντων ἔνοχος.» Ἔμαθε δὲ εἰπεῖν τοῦτο, ἐξ ὧν ὁ Κύριος μετὰ τοὺς μακαρισμοὺς καὶ τὰς
20ὑπὲρ ἄνθρωπον μαρτυρίας καὶ ἐπαγγελίας τῷ Πέτρῳ δοὺς ἠπείλησεν, ὅτι «Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ·» Παῦλος δὲ ὁ ἀπόστολος, ἀνταναπληρῶν τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ Ἐκ‐
25κλησία, ἐν Χριστῷ λαλῶν διαμαρτύρεται, δι’ ἃ μά‐ λιστα βασιλείας οὐρανῶν οὐ καταξιοῦταί τις, καὶ θανάτου κρίματι ὑποπίπτει· ποτὲ μὲν εἰπὼν ὁριστι‐ κῶς, ὅτι «Οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν.» Διὰ τί δὲ οὐκ εἶπεν, ὅτι Οἱ ταῦτα, ἀλλ’,
30«Οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν οὐρανῶν οὐ κληρονομήσουσιν;» καὶ πάλιν καθολικώτερον, ὅτι «Ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι·» καὶ ἀλλαχοῦ ὁμοίως. Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ ἀπεφήνατο
35εἰπών· «Οὐδεὶς τὴν χεῖρα θεὶς ἐπ’ ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασι‐ λείαν τοῦ Θεοῦ.» Ἐπιτηρητέον δὲ ἐνταῦθα ἀναγ‐ καίως, ὅτι οὐ κατὰ ἁμαρτημάτων πολλῶν, ἀλλὰ καθ’ ἑνός ἐστι τὸ οὕτω φοβερὸν καὶ ἀπαράβατον κρῖμα,
40καὶ ταῦτα ἐκ τῶν συγκεχωρημένων, κἂν μόνην καὶ πρὸς ὀλίγον γοῦν ἀναβολὴν ἐμποιῇ τῇ κατὰ πολ‐ λοὺς λόγους ἀναγκαίως ὀφειλομένῃ ἀπροφασίστῳ τα‐ χυτάτῃ τε καὶ ἀμετεωρίστῳ ὑπακοῇ τῷ Δεσπότῃ. Ἐκ τούτων οὖν πάντων καὶ τῶν τοιούτων παιδευό‐
45μεθα, ὅτι χρὴ, πάντα ὁλοκλήρως καὶ νομίμως πλη‐ ρώσαντα, οἷς ἡ ἐπαγγελία τῆς βασιλείας τῶν οὐρα‐ νῶν ἐπαγγέλλεται, καὶ ὧν ἄνευ ἡ τῆς βασιλείας ἀπαγορεύεται χάρις, καὶ φυλαξάμενον ἀπὸ πάντων, δι’ ἃ οὐδεὶς βασιλείαν οὐρανῶν κληρονομεῖ, οὕτω

31

.

1529

(50)

προσδοκᾷν καταξιοῦσθαι τῆς ἐπαγγελίας. Δεῖ γὰρ τὸν1529

31

.

1532

ἀγῶνα τῆς πρὸς Θεὸν εὐαρεστήσεως οὐ μόνον κακίας πάσης ἀπηλλάχθαι, ἀλλὰ καὶ ἀλώβητον εἶναι καὶ ἄμωμον ἐν παντὶ ῥήματι Θεοῦ, Παύλου τοῦ ἀποστό‐ λου μετὰ τὴν θεωρίαν τῆς μεγάλης καὶ ἀνεκ‐
5διηγήτου εἰς ἡμᾶς ἀγάπης τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ ὑπὲρ τῆς ἡμετέρας δικαιοσύνης τε καὶ σωτη‐ ρίας ἐπαγαγόντος· «Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμηθῇ ἡ διακονία ἡμῶν, ἀλλ’ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι.»
10 Ὥσπερ γὰρ ὁ πτωχὸς τῷ πνεύματι, ἐὰν μὴ γεν‐ νηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν διὰ τὴν ἀπόφασιν· οὕτω πάλιν, «Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη πλέον τῶν γραμματέων καὶ Φαρισαίων,» ἢ ἄλλο
15τι τῶν τοιούτων ἐλλειφθῇ, διὰ τὴν ὁμοίαν ἀπόφασιν οὐ καταξιοῦται τῆς βασιλείας. Γέγραπται γάρ· «Ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλη‐ σίαν, μὴ ἔχουσαν σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιού‐ των, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.» Καὶ πολλὰ
20τοιαῦτα, ἅπερ σπουδαιότερόν τις ἀναγνοὺς, σφο‐ δρότερον βεβαιοῦται, ὅτι χρὴ πάντα πληρῶσαι, ἵνα βασιλείας οὐρανῶν καταξιωθῇ. Ὅτι δὲ ὁ τῇ δικαιο‐ σύνῃ περισσεύων, ἢ γεννηθεὶς ἄνωθεν, πάντων ὁμοῦ τῶν κατορθωμάτων ἐφ’ ὧν τε οἱ μακαρισμοὶ κεῖν‐
25ται, καὶ τῶν λοιπῶν τὴν τελείωσιν ἐπλήρωσε, καὶ ἐργάτης εἶναι τούτων καὶ τῶν τοιούτων ὡμολόγηται, ὁ λόγος ὁ περὶ τοῦ ἄνωθεν γεννηθῆναι μικρὸν ὕστε‐ ρον ἀποδείξει Θεοῦ χάριτι. Ἐπειδὴ δὲ, ὡς προείρη‐ ται, τὸ ἐπίταγμα τῆς ὑμετέρας εὐλαβείας τὸν λόγον
30τοῦ κατὰ τὸ Εὐαγγέλιον θαυμασιωτάτου βαπτίσμα‐ τος ἐπεζήτησε παρ’ ἡμῶν, πρὸς τοῖς εἰρημένοις περὶ τῆς βασιλείας τῶν οὐρανῶν ἀκόλουθον εἶναι λογίζο‐ μαι καταμαθεῖν ἡμᾶς ἐν βραχεῖ καὶ τὴν διαφορὰν τοῦ κατὰ Μωϋσέα βαπτίσματος πρὸς τὸ τοῦ Ἰωάν‐
35νου, καὶ τότε χάριτι Θεοῦ ἀξίους γενέσθαι κατανοῆ‐ σαι τὸ ἐν τῷ βαπτίσματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὑπερέχον θαῦμα ἐν ἀσυγκρίτῳ ὑπερ‐ βολῇ τῆς δόξης. Μεῖζον γὰρ τοῦ ἱεροῦ ὧδε ἀπεφή‐ νατο εἶναι ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος,
40καὶ μεῖζον τοῦ Σολομῶντος ὧδε, καὶ μεῖζον τοῦ Ἰωνᾶ ὧδε. Καὶ ὁ Ἀπόστολος, προδιηγησάμενος τὴν τοῦ Μωϋσέως ἐν τῇ διακονίᾳ τοῦ νόμου τοῖς Ἰουδαίοις ἀπρόσιτον δόξαν, διαμαρτύρεται, ἐπαγα‐ γών· «Καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν
45τούτῳ τῷ μέρει ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης.» Καὶ Ἰωάννης ὁ Βαπτιστὴς, οὗ μείζων ἐν γεννητοῖς γυναικῶν οὐδεὶς, μαρτυρεῖ, λέγων ποτὲ μὲν, «Ἐκεῖ‐ νον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι·» ποτὲ δὲ, «Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν,

31

.

1532

(50)

ἐκεῖνος δὲ ὑμᾶς βαπτίζει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί·» καὶ πολλὰ τοιαῦτα. Ὅσον δὲ διαφέρει τὸ Πνεῦμα τὸ ἅγιον τοῦ ὕδατος, τοσοῦτον ὑπερέχει δηλονότι καὶ ὁ
βαπτίζων ἐν Πνεύματι ἁγίῳ τοῦ βαπτίζοντος ἐν1531

31

.

1533

ὕδατι, καὶ αὐτὸ τὸ βάπτισμα· ὥστε αὐτὸν τὸν Ἰω‐ άννην, τὸν τοσοῦτον καὶ τοιοῦτον καὶ οὕτως μαρτυ‐ ρηθέντα ὑπὸ τοῦ Κυρίου, ἀνεπαισχύντως προειπεῖν, ὅτι «Οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδή‐
5ματος.» Ὡς ἐκ πάντων φανερὸν εἶναι τὴν ὑπερβολὴν τοῦ κατὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ βαπτίσματος· ἣν εἰ καὶ πρὸς ἀξίαν κατανοῆσαι ἀδύνατον, κατὰ δύναμιν γοῦν, καὶ ταύτην, ὡς ἂν ὁ Θεὸς ἱκανώσῃ,
10ἐξ αὐτῶν τῶν γεγραμμένων εἰπεῖν εὐσεβὲς καὶ ὠφέ‐ λιμον. Τὸ μὲν οὖν διὰ Μωϋσέως παραδοθὲν βάπτι‐ σμα πρῶτον μὲν ἐπεγίνωσκε διαφορὰν ἁμαρτημά‐ των· οὐ γὰρ πάντα τὰ ἁμαρτήματα εἶχε τὴν χάριν τῆς ἀφέσεως· ἔπειτα δὲ θυσίας ἐπεζήτει διαφόρους,
15ἠκριβολογεῖτο περὶ ἁγνισμοῦ, ἀφώριζεν ἕως καιροῦ τὸν ἐν ἀκαθαρσίᾳ καὶ μολυσμῷ, παρατήρησιν ἐποι‐ εῖτο ἡμερῶν καὶ ὡρῶν· καὶ τότε τὸ βάπτισμα παρ‐ ελαμβάνετο, ὥσπερ ἐπισφράγισμα τοῦ καθαρι‐ σμοῦ. Τὸ δὲ Ἰωάννου βάπτισμα πολυπλάσιον εἶχε
20τὸ πλέον. Οὐδεμίαν γὰρ ἐποιεῖτο διάκρισιν ἁμαρτη‐ μάτων, οὐ διαφορὰν ἐπεζήτει θυσιῶν, οὐκ ἀκρίβειαν ἐποιεῖτο ἁγνισμοῦ, οὐ παρατήρησιν εἶχεν ἡμερῶν ἢ ὡρῶν. Καὶ κατ’ οὐδὲν εἰς μηδὲν ἀναβολῆς γινομένης ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ ἅμα τε προσ‐
25ῆλθέ τις ἐξομολογούμενος τὰς ἁμαρτίας, ὅσας δήποτ’ οὖν καὶ οἵας δήποτ’ οὖν· καὶ ἐβαπτίζετο ἐν τῷ Ἰορδάνῃ ποταμῷ, καὶ εὐθὺς ἐλάμβανε τὴν ἄφεσιν τῶν ἁμαρτη‐ μάτων. Τὸ δὲ τοῦ Κυρίου βάπτισμα λόγον μὲν ἔχει κρείττονα παντὸς ἀνθρωπίνου, δόξαν δὲ ἀνωτέραν
30πάσης ἐπιθυμίας καὶ εὐχῆς ἀνθρωπίνης, ὑπερβο‐ λὴν δὲ χάριτος καὶ δυνάμεως πλείονα ἢ ὅσον ἥλιος ἀστέρων ὑπερέχει. Μᾶλλον δὲ τὰ μνημονευ‐ θέντα τῶν ἁγίων ῥητὰ σφοδρότερον παρίστησι τὴν ἀσύγκριτον ὑπεροχήν. Ἀλλ’ οὐ διὰ τοῦτο σιωπῆσαι
35χρὴ, αὐτοῖς δὲ τοῖς ῥητοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁδηγοῖς χρώμενοι, καὶ ὥσπερ δι’ ἐσ‐ όπτρου καὶ ἐν αἰνίγματι ὁδηγούμενοι εἰπεῖν ἀναγ‐ καῖον, οὐχ ἵνα τῇ ἡμετέρᾳ ἑρμηνείᾳ ἐν ἀσθενείᾳ σώματος καὶ λόγῳ ἐξουθενημένῳ σμικρυνθῇ ἡ δόξα,
40ἀλλ’ ἵνα καὶ ἐν τούτῳ θαυμαστωθῇ τὸ μέγεθος τῆς μακροθυμίας καὶ φιλανθρωπίας τοῦ ἀγαθοῦ Θεοῦ, ὅτι ἀνέχεται ψελλιζόντων τὰ μεγαλεῖα τῆς ἐν Χριστῷ Ἰησοῦ ἀγάπης καὶ χάριτος αὐτοῦ
45 Εἰπὼν τοίνυν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· «Ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ·» καὶ πάλιν· «Ἐὰν μή τις γεν‐ νηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ·» μετὰ δὲ τὴν ἐκ νεκρῶν

31

.

1533

(50)

ἀνάστασιν (πληρουμένης εἰς αὐτὸν τῆς διὰ τοῦ Δα‐ βὶδ ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πατρὸς προφητείας, εἰπόντος· «Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέν‐
νηκά σε· αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη1533

31

.

1536

τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς,» ὅπερ καὶ γέγονε, καὶ ἔστιν ἐν ὀφθαλμοῖς πάντων,) λοιπὸν τοῖς ἑαυτοῦ μαθηταῖς, ὥσπερ ἀντιδιαστελλόμενος τῇ πρώτῃ ἐντολῇ κω‐
5λυούσῃ εἰς ὁδὸν ἐθνῶν ἀπελθεῖν, ἐντέλλεται, εἰπών· «Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτί‐ ζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» Ἀναγκαῖον δὲ εἶναι λογίζομαι ἑκάστου ῥητοῦ τὴν δύναμιν διὰ τῆς πί‐
10στεως συνιέναι τε καὶ κατανοῆσαι, καὶ εἰπεῖν καθόσον ἂν κατ’ εὐχὰς κοινὰς δοθῆναι ἡμῖν λόγον ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν. Γέγραπται γὰρ, ὅτι «Ἐὰν μὴ πιστεύσητε, οὐδ’ οὐ μὴ συνῆτε·» καὶ πάλιν· «Ἐπίστευσα, δι’ ὃ ἐλάλησα.» Ἐπειδὴ δὲ τῶν
15τε ὀνομάτων καὶ τῶν ῥημάτων, καὶ τῶν πραγμάτων ἐν τῇ συνηθείᾳ οὐχ ἁπλῶς, καὶ ὡς ἔτυχε, κατὰ τὸ συμβὰν τὴν χρῆσιν παραλαμβάνεσθαι δοκῶ ἐν τῇ θεοπνεύστῳ Γραφῇ παρά τε Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ, καὶ τῶν ἁγίων προφητῶν τε καὶ εὐαγγελι‐
20στῶν, καὶ ἀποστόλων, ἀλλὰ δεδοκιμασμένως ἐν ἁγίῳ Πνεύματι, πρὸς τὸν σκοπὸν τῆς εὐσεβοῦς φρονήσεως, καὶ τοῦτο οὐκ ἐξ ὁλοκλήρου, ἐν μέ‐ ρει δὲ καὶ καθόσον ἂν ἕκαστον συμβάλληται τῷ προκειμένῳ ὑγιεῖ λόγῳ, φρονεῖν τε εὐσεβῶς καὶ
25ὁδηγεῖν τὸν νοῦν εἰς κατανόησιν τῶν τε κριμάτων καὶ δογμάτων τῆς εὐσεβείας· ἀναγκαῖον καὶ ἡμᾶς ἐξητα‐ σμένως καὶ ἐπιτετηρημένως προσέχειν ἑκάστῳ ῥητῷ, καὶ κατὰ σκοπὸν τῆς ἄνω κλήσεως ἐκλέγεσθαι τὴν διάνοιαν. Καὶ τοῦτο ποιοῦμεν, ἐὰν κατ’ εὐχὰς κοινὰς
30ἐνδυναμώσῃ ἡμᾶς Ἰησοῦς Χριστὸς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ἵνα γένηται καὶ ἐν ἡμῖν, καθὼς εἶπεν ὁ Ἀπόστολος· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.» Τὸ μὲν οὖν «ἄνωθεν» εἰπεῖν δηλοῦν δοκῶ τὴν ἐπανόρθωσιν τῆς προλαβούσης ἐν ῥυπαρίᾳ τῶν
35ἁμαρτημάτων γενέσεως· τοῦ μὲν Ἰὼβ εἰπόντος, ὅτι «Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ’ ἂν μία ἡμέρα ὁ βίος αὐτοῦ·» καὶ τοῦ Δαβὶδ ὀδυρομένου, καὶ λέγοντος, ὅτι «Ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου·» τοῦ δὲ Ἀπο‐
40στόλου διαμαρτυρομένου, ὅτι «Πάντες γὰρ ἥμαρτον. καὶ ὑστεροῦνται τῆς δόξης Θεοῦ· δικαιούμενοι δω‐ ρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ, ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αἵματι αὐτοῦ.» Διὸ καὶ ἡ ἄφεσις τῶν
45ἁμαρτημάτων δίδοται τοῖς πιστεύουσιν, αὐτοῦ τοῦ Κυρίου εἰπόντος· «Τοῦτό ἐστι τὸ αἷμά μου, τὸ τῆς Καινῆς Διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν·» καθὼς μαρτυρεῖ πάλιν ὁ Ἀπό‐
στολος, λέγων· «Κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος1535

31

.

1537

αὑτοῦ, εἰς ἔπαινον δόξης τῆς χάριτος αὑτοῦ, ἐν ᾗ ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφε‐ σιν τῶν παραπτωμάτων κατὰ τὸν πλοῦτον τῆς χά‐
5ριτος αὐτοῦ, ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς·» ἵνα, ὥσπερ ἀνδριὰς συντριβεὶς συνθλασθείς τε, καὶ ἀφανί‐ σας τὴν ἔνδοξον μορφὴν τοῦ βασιλέως, ἄνωθεν μορ‐ φοῦται ὑπὸ τοῦ σοφοῦ τεχνίτου καὶ ἀγαθοῦ δημιουρ‐ γοῦ ἀντιποιουμένου τῆς δόξης τοῦ ἰδίου πλάσματος,
10καὶ εἰς τὴν ἀρχαίαν δόξαν ἀποκαθίσταται· οὕτω καὶ ἡμεῖς παθόντες διὰ τὴν παρακοὴν τῆς ἐντολῆς, κατὰ τὸ γεγραμμένον, «Ἄνθρωπος, ἐν τιμῇ ὢν, οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς,» ἀνακληθῶμεν εἰς τὴν πρώτην
15δόξαν τῆς εἰκόνος τοῦ Θεοῦ. Κατ’ εἰκόνα γὰρ, φησὶ, καὶ ὁμοίωσιν τοῦ Θεοῦ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρω‐ πον. Πῶς δὲ τοῦτο γεγένηται, Παῦλος ὁ ἀπό‐ στολος ἐδίδαξεν, εἰπών· «Χάρις τῷ Θεῷ, ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας, ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς
20ὃν παρεδόθητε τύπον διαδοχῆς·» ἵνα, ὥσπερ ὁ κηρὸς, παραδιδόμενος τῷ τύπῳ τῆς γλυφῆς, μορφοῦται πρὸς ἀκρίβειαν τὴν ἐγκειμένην τῇ γλυφῇ μορφὴν, οὕτω καὶ ἡμεῖς, παραδόντες ἑαυτοὺς τῷ τύπῳ τῆς κατὰ τὸ Εὐαγγέλιον διδασκαλίας, μορφωθῶμεν τὸν
25ἔσω ἄνθρωπον, πληροῦντες τὸ ὑπὸ τοῦ αὐτοῦ εἰ‐ ρημένον προστακτικῶς. Φησὶ γάρ· «Ἀπεκδυσά‐ μενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐ‐ τοῦ, καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν·» καὶ πολλὰ τοιαῦτα.
30 Τοῦ μὲν οὖν ἐξ ὕδατος γεννηθῆναι τὸν λόγον Παῦλος, ὁ ἐν Χριστῷ λαλῶν, δογματικῶς παραδί‐ δωσι λέγων· «Ἢ ἀγνοεῖτε, ἀδελφοὶ, ὅτι ὅσοι ἐβα‐ πτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; Συνετάφημεν οὖν αὐτῷ διὰ
35τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα, ὥσπερ ἠγέρ‐ θη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θα‐ νάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα·
40τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρ‐ τίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ. Ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. Εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν, ὅτι καὶ
45συζήσομεν αὐτῷ· εἰδότες, ὅτι Χριστὸς, ἐγερθεὶς ἐκ νεκρῶν, οὐκέτι ἀποθνήσκει· θάνατος αὐτοῦ οὐκέτι κυριεύει. Ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ. Οὕτω καὶ ὑμεῖς λο‐ γίζεσθε, ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ,

31

.

1537

(50)

ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ.» Ἐξ ὧν ἁπάν‐ των καὶ ὁ λόγος τῆς ἄνωθεν γεννήσεως καθ’ ὁμοιό‐
τητα θεωρεῖται. Ἀδύνατον δὲ ἦν ἄνωθεν γεννηθῆναι,1537

31

.

1540

μὴ προλαβούσης χάριτος τοῦ Θεοῦ· ὡς ἔκ τε τῶν προτεταγμένων καὶ τῶν ἐπιφερομένων περὶ τοῦ βαπτίσματος κεφαλαίων ὁ αὐτὸς Ἀπόστολος δηλοῖ. Ἀρξάμενος γὰρ ἀπὸ τοῦ, «Συνίστησι δὲ τὴν ἑαυτοῦ
5ἀγάπην ὁ Θεὸς εἰς ἡμᾶς, ὅτι, ἔτι ἁμαρτωλῶν ἡμῶν ὄντων, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε· πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ, σω‐ θησόμεθα δι’ αὐτοῦ ἀπὸ τῆς ὀργῆς. Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ
10Υἱοῦ αὐτοῦ· πολλῷ οὖν μᾶλλον καταλλαγέντες σω‐ θησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ.» Καὶ πολλὰ τοιαῦτα, σαφῶς καὶ μεγαλοπρεπῶς παριστῶντα τὴν μεγάλην καὶ ἀνεκδιήγητον φιλαν‐ θρωπίαν τοῦ Θεοῦ, ἐν τῇ δωρεᾷ τῆς ἀφέσεως τῶν
15ἁμαρτημάτων, καὶ τῆς ἐξουσίας καὶ δυνάμεως τῶν εἰς δόξαν τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ κατορ‐ θουμένων ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου διὰ Ἰησοῦ Χρι‐ στοῦ τοῦ Κυρίου ἡμῶν. Δι’ οὗ, «Ὥσπερ δι’ ἑνὸς, φησὶ, παραπτώματος εἰς πάντας ἀνθρώ‐
20πους εἰς κατάκριμα, οὕτω καὶ δι’ ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς.» Καὶ τὰ ἐφεξῆς δογματικῶς ἐκθέμενος, τότε λέγει· «Ἢ ἀγνοεῖτε, ἀδελφοὶ, ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χρι‐ στὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν;»
25Διὰ τί; Ἵνα, τῆς χάριτος προλαβούσης, τὰ παρ’ ἡμῶν ὀφειλόμενα κατὰ πίστιν δι’ ἀγάπης ἐνερ‐ γούμενα συνεισενεγκώμεθα, καὶ οὕτω τελειωθῇ εἰς ἡμᾶς ἡ εὐδοκία τοῦ Θεοῦ τῆς ἐν Χριστῷ ἀγάπης. Ἀγῶνος οὖν χρεία μεγάλου, καὶ τούτου νομίμου,
30ἵνα τὴν τοιαύτην καὶ τοσαύτην χάριν τῆς ἐν Χριστῷ ἀγάπης τοῦ Θεοῦ μὴ εἰς κενὸν δεξώμεθα, τοῦ αὐτοῦ Ἀποστόλου λέγοντος· «Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ. Συνεργοῦντες δὲ καὶ πα‐
35ρακαλοῦμεν, μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέ‐ ξασθαι ὑμᾶς.» Ὅτι δὲ «ᾯ παρέθεντο πολὺ, περισσότερον ἀπαιτήσουσιν αὐτὸν,» ἐστηριγμένως ἀπεφήνατο ὁ Κύριος. Ὅπερ γίνεται καὶ ἀνεγκλήτως, ἐὰν τά τε ἐπενεχθέντα τοῖς προειρημένοις καὶ τὰ εἰς
40τὴν αὐτὴν ὑπόθεσιν τοῦ βαπτίσματος συνημμένως εἰρημένα, ταῦτα ἀκριβῶς φυλαχθῇ, καὶ τὰ τούτοις συναφθέντα ἐν δυνάμει τῆς αὐτῆς χάριτος τοῦ Θεοῦ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν ἐν Πνεύματι ἁγίῳ πιστῶς δεξώμεθα, ἵνα πιστεύσαντες συνῶμεν
45χάριτι τοῦ Θεοῦ· καὶ ἅπερ συνεῖναι κατηξιώθη‐ μεν, ἐν ἀγάπῃ Χριστοῦ ποιήσωμεν, εἰπόντος· «Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε, ἐὰν ποιῆτε αὐτά. —Σύν‐
εσις γὰρ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτὴν,»1539

31

.

1541

μαρτυρεῖ ὁ προφήτης· αὐτοῦ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τοῦ ζῶντος φοβερὸν καὶ ἀπαράβατον κρῖμα ἐκθεμένου ἐν τῷ εἰπεῖν· «Ὁ γνοὺς τὸ θέλημα τοῦ Κυρίου αὑτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολ‐
5λάς·» ἀλλ’ οὐδὲ τὸν ἐν ἀγνοίᾳ πλημμελήσαντα ἀτι‐ μώρητον ἀφέντος. Καὶ ἵνα, ὡς προείρηται, διὰ τῶν γνωριμωτέ‐ ρων ῥητῶν τε καὶ πραγμάτων ὁδηγηθῶμεν εἰς κα‐ τανόησιν τοῦ σωτηρίου καὶ ἐν τῷ βαπτίσματι
10δόγματος· ἐν πληροφορίᾳ τῆς ἀληθείας ἐσπουδασμέ‐ νως προσέχωμεν τοῖς σημαινομένοις, καὶ πρὸς τὸν σκοπὸν τῆς εὐσεβείας πᾶν νόημα λαμβάνωμεν. Ἐβαπτίσθημεν, φησὶν, ἵν’ ἐκ τούτου ἐκεῖνο παιδευθῶμεν, ὅτι, ὥσπερ τὸ ἔριον, βαπτισθὲν
15ἐν βάμματι, μεταποιεῖται κατὰ τὸ χρῶμα μᾶλλον δὲ, ἵνα τῷ Βαπτιστῇ Ἰωάννῃ προφητεύσαντι περὶ τοῦ Κυρίου, ὅτι «Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύ‐ ματι ἁγίῳ καὶ πυρὶ,» ὁδηγῷ χρησάμενοι, φωτισθῶ‐ μεν τὸ φῶς τῆς γνώσεως πρὸς κατανόησιν τοῦ μεγά‐
20λου φωτὸς, τοῦτο εἴπωμεν· ὅτι, ὥσπερ ὁ σίδηρος, βαπτιζόμενος ἐν τῷ πυρὶ ἀναζωπυρουμένῳ ὑπὸ πνεύματος, εὐγνωστότερος μὲν γίνεται, εἴ τινα ἔχει ἐν ἑαυτῷ κακίαν, ἑτοιμότερος δὲ πρὸς τὸ κα‐ θαρισθῆναι· ἀλλοιοῦται δὲ οὐ μόνον τὸ χρῶμα, ἀλλὰ
25καὶ τὸ σκληρὸν καὶ δύσεικτον μεταβαλὼν πρὸς τὸ ἁπαλώτερον, ἐπιτηδειότερος μὲν γίνεται καὶ τῇ τῶν χειρῶν τοῦ τεχνίτου ἐνεργείᾳ, ῥυθμίζεται δὲ ἀξιολόγως πρὸς τὸ βούλημα τοῦ δεσπότου· ἀπὸ δὲ τῆς μελανίας λαμπρότερος ἑαυτοῦ γενόμενος, οὐ μόνον αὐτὸς
30πυρακτοῦται καὶ ἀπαστράπτει, ἀλλὰ καὶ τὰ ἐγγί‐ ζοντα φωτίζει καὶ θερμαίνει· οὕτως ἀκόλουθον καὶ ἀναγκαῖον τὸν βαπτισθέντα ἐν τῷ πυρὶ, τουτέστιν ἐν τῷ λόγῳ τῆς διδασκαλίας, ἐλέγχοντι μὲν τῶν ἁμαρ‐ τημάτων τὴν κακίαν, φανεροῦντι δὲ τῶν δικαιω‐
35μάτων τὴν χάριν, μισῆσαι μὲν καὶ βδελύξασθαι τὴν ἀδικίαν, καθὼς γέγραπται, εἰς ἐπιθυμίαν δὲ ἐλθεῖν τοῦ καθαρισθῆναι διὰ τῆς πίστεως ἐν δυνά‐ μει τοῦ αἵματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, αὐτοῦ εἰπόντος· «Τοῦτό μου ἐστὶ τὸ αἷμα, τὸ τῆς
40Καινῆς Διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν,» καὶ τοῦ Ἀποστόλου μαρτυροῦν‐ τος· «Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵμα‐ τος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων·» καὶ οὐ μόνον ἀπὸ πάσης ἀνομίας καὶ ἁμαρτίας καθα‐
45ρισθῆναι, ἀλλὰ καὶ ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος· καὶ τότε, βαπτισθέντα εἰς τὸν θάνατον τοῦ Κυρίου, συνδιατεθῆναι τῷ θανάτῳ, ὅπερ ἐστὶ νεκρωθῆναι τῇ ἁμαρτίᾳ, ἑαυτῷ τε καὶ τῷ κόσμῳ, ἵνα, κατὰ τὴν ἐνανθρώπησιν βιῶν, κατά τε καρ‐

31

.

1541

(50)

δίαν, καὶ λόγον, καὶ πρᾶξιν ἐντυπωθεὶς καὶ ἐμμορ‐ φωθεὶς, ὥσπερ ὁ κηρὸς τῇ γλυφῇ, τῇ διδασκαλίᾳ
τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πληρώσῃ τὸ γε‐1541

31

.

1544

γραμμένον· «Χάρις τῷ Θεῷ, ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας, ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὃν παρεδό‐ θητε τύπον διδαχῆς·» καὶ οὕτω τὸ συνημμένως ἐπενεχθὲν φυλάξαι καταξιωθῇ, τό· «Συνετάφημεν
5οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον.» Διὰ τί; Ἵνα, ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Ἀνάγκη γὰρ τὸν ἀποθανόντα ταφῆναι, καὶ τὸν ταφέντα ἐν τῷ ὁμοιώματι τοῦ θα‐
10νάτου ἀναστῆναι διὰ τῆς ἐν Χριστῷ τοῦ Θεοῦ χάριτος, καὶ μηκέτι διὰ τὰς ἁμαρτίας τὸ πρόσ‐ ωπον τοῦ ἔσω ἀνθρώπου ὡς πρόσκαυμα χύτρας ἔχειν, ἀλλ’ ἐν τῷ πυρὶ φανερωθέντων τῶν ἁμαρτημά‐ των, καὶ διὰ τοῦ αἵματος τοῦ Χριστοῦ τὴν ἄφεσιν λαβόντα, λοιπὸν διὰ τῆς ἐν καινότητι ζωῆς ἀπαστρά‐ πτειν τὰ ἐν Χριστῷ δικαιώματα ὑπὲρ πάντα λίθον τίμιον πολύν.
15 Ἀποθέμενοι οὖν τὴν σκληρότητα τῆς ἀπει‐ θείας, ἐπιδειξώμεθα μὲν εὐπείθειαν καὶ ὑπακοὴν ἐν τοῖς προστάγμασι, τῷ δὲ πνεύματι ζέοντες, ἀνα‐ λάμψωμεν, καὶ τῆς μὲν τοῦ σκότους ἐξουσίας καθ‐ ελκούσης εἰς θάνατον ῥυσθῶμεν· «Τὰ γὰρ ὀψώνια
20τῆς ἁμαρτίας θάνατος·» ἵνα καὶ ἐν ἡμῖν γένηται τὸ εἰρημένον ὑπὸ τοῦ Ἀποστόλου· «Κατεπόθη ὁ θάνα‐ τος εἰς νῖκος· ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος;» τῷ δὲ Κυρίῳ, τῷ ἡλίῳ τῆς δι‐ καιοσύνης, πειθόμενοι, φωτισθῶμεν ὑπ’ αὐτοῦ καὶ
25καταξιωθείημεν συνέσεως καὶ δυνάμεως, ὥστε ἐν αὐτῷ δικαιωθῆναι· καὶ μὴ μόνον αὐτοὶ λαμπρυν‐ θῶμεν ὑπὲρ τὴν χιόνα (ἀψευδὴς γὰρ ὁ ἐπαγγειλά‐ μενος Θεὸς, ὅτι «Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ»), ἀλλὰ καὶ τοὺς ἐγ‐
30γίζοντας ἡμῖν φωτίζωμεν· ποτὲ μὲν ἀκούοντες τοῦ Κυρίου, «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου·» ποτὲ δὲ ἀκούοντες καὶ ποιοῦντες τὸ, «Οὕτως λαμψά‐ τω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα
35ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Τότε πάντως καὶ ὁ Ἀπόστολος μαρτυρήσει ἡμῖν λέγων· «Ἐν οἷς φαί‐ νεσθε ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχον‐ τες εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ.» Πῶς δὲ οὐ περισσοτέρως ἐπιφανὲς τὸ καινότερον τῆς ζωῆς,
40οὐκ ἐν συγκρίσει τῶν Ἑλλήνων καὶ κοσμικῶν ἀνθρώ‐ πων μόνον, ἀλλὰ καὶ ἐν συγκρίσει καθ’ ὑπερβολὴν τῶν κατὰ νόμον δικαιουμένων; ὅταν μὴ μόνον προσ‐ θήκης καὶ τοῦ πλείονος μὴ ὀρεγώμεθα, ὡς καὶ οἱ τοῦ κόσμου ἄνθρωποι, ἀλλὰ μήτε τῶν προσόντων τε
45καὶ ἰδίων ἀντιποιούμεθα· φιλοτιμώμεθα δὲ ἐπ’ εὐερ‐ γεσίᾳ τῶν δεομένων ὑπὲρ τὸν νόμον. Οὐ μόνον γὰρ εἰς τοὺς πλησίον φέρομεν τὸ ἀγαθὸν, ἀλλὰ καὶ ἐπὶ τοὺς ἐχθροὺς καὶ πονηροὺς ἐκτείνομεν τὸ χρηστὸν, ποιοῦντες κατ’ ἐντολὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ

31

.

1544

(50)

Χριστοῦ, τὸ, «Γίνεσθε οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί.» Πῶς δὲ οὐκ ἐν καινότητι ζωῆς περιπατοῦμεν, καὶ ὑπὲρ τοὺς
γραμματεῖς καὶ Φαρισαίους τὴν δικαιοσύνην τε‐1543

31

.

1545

λειοῦμεν, ὅταν ἀνασχώμεθα τοῦ Κυρίου λέγοντος· «Ἐῤῥήθη τοῖς ἀρχαίοις· Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος. Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ’ ὅστις σε ῥαπίσει ἐπὶ
5τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Καὶ τῷ θέλοντί σοι κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἀφήσεις αὐτῷ καὶ τὸ ἱμάτιον. Καὶ ὃς ἐάν σε ἀγγαρεύσῃ μίλιον ἓν, ὕπαγε μετ’ αὐτοῦ δύο.» Οὐ μόνον γὰρ οὐκ ἐκδικοῦμεν τὰ προγεγονότα ἁμαρ‐
10τήματα εἰς ἡμᾶς, ὡς παρακελεύονται οἱ γραμματεῖς καὶ Φαρισαῖοι, ἐπιτρέποντος τοῦ διὰ Μωϋσέως νόμου, ἀλλὰ καὶ μείζονα ἀνεξικακίαν ἐπιδεικνύμεθα, προθυμίαν ὑπομονῆς τῶν ἴσων ἢ καὶ δεινοτέρων προβαλλόμενοι. Καὶ οὕτως ἀμφότερα ἡμῖν συγκατ‐
15ορθοῦται· θάνατος μὲν, ἐν τῷ μὴ κινεῖσθαι εἰς ἀγανάκτησιν κατὰ τοῦ τὴν πρώτην ἡμῖν ἐπενεγκόν‐ τος πληγήν· καινότης δὲ ζωῆς ἐν Κυρίῳ, ἐν τῷ πα‐ ρατιθέναι καὶ τὴν ἄλλην. Πῶς δὲ οὐ νεκρός τίς ἐστι καὶ τῷ νόμῳ, ὁ μὴ
20ἀντιποιούμενος τοῦ αἰρομένου; ζῇ δὲ ἐν Χριστῷ, ὁ προσαφιεὶς καὶ τὸ ἱμάτιον; Καὶ πάσης δὲ τῆς κατὰ τὸν νόμον δικαιοσύνης τὴν περισσείαν φυλάσσειν ὁμοίως διδασκόμεθα. Ὅτι δὲ οὐ μόνον τῷ κόσμῳ ἐσταυρῶσθαι, ἀλλὰ καὶ τῷ νόμῳ ἀποθανεῖν ἡμᾶς
25χρὴ, παρὰ τοῦ αὐτοῦ Ἀποστόλου ἐστὶ δογματικῶς μαθεῖν. Ποτὲ μὲν γὰρ λέγει· «Ἐγὼ τῷ κόσμῳ ἐσταύρωμαι, καὶ ὁ κόσμος ἐμοί. Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός·» Ποτὲ δὲ μετὰ πολλὴν καύχησιν τῶν ἐν τῷ νόμῳ ἀνωτάτω εὐδοκιμήσεων,
30φησίν· «Ἀλλὰ μὲν οὖν καὶ ἡγοῦμαι τὰ πάντα σκύ‐ βαλα εἶναι, ἵνα Χριστὸν κερδήσω, καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Ἰησοῦ Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει, τοῦ γνῶναι αὐτὸν, καὶ τὴν
35δύναμιν τῆς ἀναστάσεως αὐτοῦ, καὶ τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ, συμμορφούμενος τῷ θανάτῳ αὐτοῦ· εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τῶν νεκρῶν.» Καὶ μετ’ ὀλίγα, διδάσκων ἡμᾶς τὸ αὐτὸ φρονεῖν αὐτῷ, ἀποφαντικώτερόν φησιν· «Ὅσοι οὖν
40τέλειοι, τοῦτο φρονῶμεν.» Καὶ ἀλλαχοῦ σφοδρότερον, ὥσπερ δόγμα ἀναγ‐ καῖον ἐκτιθέμενος, λέγει· «Ὥστε καὶ ὑμεῖς ἐθανα‐ τώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ, εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι,
45ἵνα καρποφορήσωμεν τῷ Θεῷ. Ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκὶ, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νό‐ μου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν, εἰς τὸ καρπο‐ φορῆσαι τῷ θανάτῳ· νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου, ἀποθανόντες ἐν ᾧ κατειχόμεθα, ὥστε δου‐

31

.

1545

(50)

λεύειν ἡμᾶς ἐν καινότητι πνεύματος, καὶ οὐ πα‐
λαιότητι γράμματος. Τὸ γὰρ γράμμα,» τουτέστιν ὁ1545

31

.

1548

νόμος, «ἀποκτείνει· τὸ δὲ πνεῦμα,» τουτέστι τὸ ῥῆμα τοῦ Κυρίου, «ζωοποιεῖ.» Καθὼς αὐτός φησιν, ὅτι «Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν. Τὰ ῥήματά μου πνεῦμά ἐστι, καὶ ζωή
5ἐστι.» Μαρτυρεῖ δὲ καὶ ὁ ἔγκριτος τῶν ἀποστόλων, εἰπών· «Πρὸς τίνα ἀπελευσόμεθα; Ῥήματα ζωῆς αἰωνίου ἔχεις. Καὶ ἡμεῖς πεπιστεύκαμεν, καὶ ἐγνώ‐ καμεν, ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶν‐ τος.» Ὅπερ ἐν πληροφορίᾳ ἀληθείας δι’ ἐπιμελείας
10σπουδαιοτέρας φυλάσσοντες, φυγεῖν δυνάμεθα τὸ φο‐ βερὸν ἐκεῖνο κρῖμα τὸ ὑπὸ τοῦ Μωϋσέως μὲν μετὰ ἀπειλῆς προφητικῶς γεγραμμένον· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ὡς ἐμέ. Αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν ἐντείληται ὑμῖν.
15Ἔσται δὲ, Πᾶσα ψυχὴ, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προ‐ φήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ· ὑπὸ δὲ Ἰωάννου τοῦ Βαπτιστοῦ, οὗ μείζων ἐν γεννητοῖς γυναικῶν οὐδεὶς, φοβερώτερον ἀποφαντικῶς εἰρημέ‐ νον, ὅτι «Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώ‐
20νιον· ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ’ ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ’ αὐτόν.» Ἵνα δὲ ὁ μὲν ἐν τῷ βαπτίσματι τοιοῦτος θάνατος, καὶ ἡ ἐν τῷ αὐτῷ τοιαύτη ταφὴ μὴ ἐν προσδοκίᾳ φθορᾶς καὶ ἀπωλείας παράσχῃ λύπην· ἡ δὲ καινότης τῆς ζωῆς
25σπέρματος καταβολὴν ὑπερβάλῃ, τῆς ἐνδόξου ἀνα‐ στάσεως τὴν ἐλπίδα βεβαιουμένη, ἐπιφέρει λέγων· «Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα.» Ἐὰν γὰρ ἐν τῷ τοιούτῳ ὁμοιώματι τοῦ θανάτου
30ἀποθανόντες καὶ συνταφέντες τῷ Χριστῷ ἐν καινό‐ τητι ζωῆς περιπατήσωμεν, οὐ νεκρότητος φθορὰν ἐκδεχόμεθα, ταφὴν δὲ καὶ ὥσπερ φυτείαν σπερμάτων μιμούμεθα· νεκροῦντες μὲν ἑαυτοὺς τοῖς ἀπηγο‐ ρευμένοις, καὶ τὴν πίστιν δι’ ἀγάπης ἐνεργουμένην
35ἐπιδεικνύμενοι, γινόμεθα ἄξιοι τὰ αὐτὰ τῷ Ἀπο‐ στόλῳ εἰπεῖν μετ’ ἐλπίδος τῶν αὐτῶν· «Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστὸν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν,
40εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ἑαυτῷ τὰ πάντα. Καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα·» αὐτοῦ μὲν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ αἰτοῦντος μὲν παρὰ τοῦ Πατρὸς,
45καὶ λέγοντος· «Δὸς, Πάτερ, ἵνα ὅπου εἰμὶ ἐγὼ, καὶ οὗτοι μετ’ ἐμοῦ ὦσι·» παραγγέλλοντος δὲ ἡμῖν, καὶ ἐπαγγελλομένου ἐν τῷ εἰπεῖν· «Ὁ ἐμοὶ διακο‐ νῶν, ἐμοὶ ἀκολουθήτω· καὶ ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ἐμοῦ ἔσται·» μαρτυροῦντος δὲ Παύλου

31

.

1548

(50)

τοῦ ἀποστόλου, καὶ ἐν Χριστῷ προφητεύοντος, διὰ1547

31

.

1549

τοῦ γράψαι ταῦτα· «Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμε‐ νοι ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου, οὐ μὴ φθάσομεν τοὺς κοιμηθέντας. Ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύ‐
5σματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ’ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἐγερθήσονται πρῶτοι. Ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ
10οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.» Καὶ οὕτως εἰς τοὺς φυλάξαντας νῦν τὸ, «Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ,» τότε πληροῦται ἡ ἐπαγγελία· «Ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα,» καθὼς καὶ
15ἀλλαχοῦ φησιν· «Εἰ γὰρ συναπεθάνομεν, καὶ συζή‐ σομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν.» Εἰδὼς δὲ ὁ Ἀπόστολος, ὅτι ἡ ταυτολογία ὠφελιμωτέρα ἐστὶ τοῖς ἀκούουσι πρὸς τὴν ἀσφάλειαν, καὶ βεβαιοτέραν ἐμποιεῖ διὰ τῆς ἐπαναλήψεως τῶν αὐτῶν τὴν πλη‐
20ροφορίαν τῆς ἀληθείας. Παρ’ αὐτοῦ γὰρ ἀκούομεν λέγοντος· «Τὰ αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές.» Καθὼς καὶ παρὰ τοῦ Ἰωσὴφ μεμαθήκαμεν, δὶς ἐπικρίναντος τὸ ἐνύπνιον τῷ βασιλεῖ Φαραώ· οὕτω καὶ τὴν ἱστορίαν τοῦ ἐν‐
25υπνίου μιμούμενος, τὸ αὐτὸ δόγμα τοῦ βαπτίσματος ὁμοίως τοῖς πρώτοις θεωρήμασι παραδίδωσιν εἰπών· «Τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρ‐ τίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ.» Ἄρα
30οὖν καὶ διὰ τούτων τῶν ῥημάτων διδασκόμεθα, ὅτι ὁ βαπτισθεὶς ἐν Χριστῷ εἰς τὸν θάνατον αὐτοῦ βα‐ πτίζεται· καὶ οὐ μόνον συνθάπτεται τῷ Χριστῷ, καὶ συμφυτεύεται, ἀλλὰ πρῶτον συσταυροῦται, ἵνα καὶ ἐν τούτῳ παιδευθῶμεν, ὅτι, ὥσπερ ὁ σταυρούμενος
35ἀπαλλοτριοῦται τῶν ζώντων, οὕτω καὶ ὁ ἐν τῷ ὁμοιώματι τοῦ θανάτου συσταυρωθεὶς τῷ Χριστῷ ἀπαλλοτριοῦται παντάπασι τῶν κατὰ τὸν παλαιὸν ἄνθρωπον ζώντων· τοῦ μὲν Κυρίου ἐντελλομένου προσέχειν ἀπὸ τῶν ψευδοπροφητῶν, τοῦ δὲ Ἀποστό‐
40λου λέγοντος· «Στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρελάβοσαν παρ’ ἡμῶν.» Ὁ γὰρ παλαιὸς ἄνθρωπος ὀνομασθεὶς, πάντα ὁμοῦ τὰ κατὰ μέρος ἁμαρτήματά τε καὶ μολύσματα, ὥσπερ
45μέλη ἑαυτοῦ, δηλοῖ. Καὶ ὥσπερ ὁ ἐσταυρωμένος, κρῖμα θανά‐ του ὑποδεξάμενος, τῶν πάλαι συζώντων αὐτῷ ἀφ‐ έστηκεν, ὑψηλότερος τῶν ἐπὶ τῆς γῆς ἑρπόντων γε‐ νόμενος, οὕτω καὶ ὁ τῷ Χριστῷ συσταυρωθεὶς διὰ

31

.

1549

(50)

τοῦ βαπτίσματος πάντων ὁμοῦ τῶν κατὰ τὸν αἰῶνα
τοῦτον ζώντων ἀπήλλακται, ὑψώσας ἑαυτοῦ τὸ φρό‐1549

31

.

1552

νημα πρὸς τὴν ἐπουράνιον πολιτείαν, ὥστε δύ‐ νασθαι εἰπεῖν μετὰ ἀληθείας καὶ παῤῥησίας τῆς ἐν Χριστῷ· «Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει» Καὶ πάλιν ἐπιφέρει· «Ὁ γὰρ ἀποθανὼν
5δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας,» τουτέστιν ἀπήλ‐ λακται, ἠλευθέρωται, κεκαθάρισται πάσης ἁμαρτίας τῆς οὐκ ἐν ἔργοις καὶ λόγοις μόνον, ἀλλὰ καὶ προσπα‐ θοῦς ἐνθυμήσεως. Καὶ ἐν ἑτέρῳ τόπῳ ἀπεφήνατο γράψας· «Οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ, τὴν σάρκα
10ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.» Σταυροῦμεν δὲ δηλονότι, οἱ ἐν τῷ ὕδατι βαπτιζόμε‐ νοι· ὅπερ ἐστὶν ὁμοίωμα τοῦ σταυροῦ καὶ τοῦ θανά‐ του, τῆς τε ταφῆς καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως, καθὼς γέγραπται. Καὶ πάλιν· «Νεκρώσατε, φησὶ,
15τὰ μέλη ὑμῶν, τὰ ἐπὶ τῆς γῆς (πάντως τὰς ἐν τῷ βαπτίσματι συνθήκας καὶ ὕστερον φυλάξαν‐ τες), πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κα‐ κὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία, δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ·» οὐ μόνον δὲ, ἀλλὰ
20καθολικώτερον ἐπήγαγεν· «Ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας·» ὡς μηκέτι μηδὲ τῆς προσκαίρου ἡδονῆς τῆς καταῤῥυπούσης, τὴν διάνοιαν παρενοχλούσης τῷ συμφυτευθέντι τῷ Χριστῷ ἐν τῷ ὁμοιώματι τοῦ θανάτου· διὰ δὲ τὸ μισεῖν καὶ βδελύσσεσθαι πᾶσαν
25κακίαν ἄχρι καὶ τῆς προσπαθοῦς ἐνθυμήσεως, τὸ καθαρὸν τῆς καρδίας ἐνδεικνυμένῳ, καθώς φησιν ὁ Δαβίδ· «Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή· ἐκκλί‐ νοντος ἀπ’ ἐμοῦ τοῦ πονηροῦ, οὐκ ἐγίνωσκον·» ἐπει‐ δὴ πάντως οὐδὲ ἐγγίζοντος αὐτοῦ ἐπεστράφη. Συμ‐
30φυτευθέντες δὲ ἐν τῷ ὁμοιώματι τοῦ θανάτου, πάν‐ τως συνεγειρόμεθα τῷ Χριστῷ (τῆς γὰρ φυτείας τὸ ἀκολούθως σημαινόμενον τοιοῦτο)· νῦν μὲν κατὰ τὸ μέτρον τῆς ἐνανθρωπήσεως συμμορφούμενοι τὸν ἔσω ἄνθρωπον ἐν τῇ καινότητι τῆς ζωῆς, καὶ τῇ μέ‐
35χρι θανάτου ὑπακοῇ ἐν πληροφορίᾳ τῆς ἀληθείας τῶν ῥημάτων αὐτοῦ· ἵνα ἄξιοι γενώμεθα μετὰ ἀλη‐ θείας εἰπεῖν· «Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός·» εἰς δὲ τὸ μέλλον, καθὼς διεβεβαιώσατο ὁ αὐτὸς Ἀπόστολος εἰπὼν, ὅτι «Εἰ γὰρ συναπεθάνο‐
40μεν, καὶ συζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβασι‐ λεύσομεν.» Ἐπίσης δὲ τούτοις πληροφορεῖ ἡμᾶς ἐν τῷ εἰπεῖν· «Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώ‐ ματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα.» Καὶ πάλιν τὸ αὐτὸ δόγμα τοῦ τοιούτου
45βαπτίσματος, δυσωπητικώτερον καὶ ἀναγκαστικώτε‐ ρον παιδεύων ἡμᾶς, ἐπιφέρει λέγων, ὅτι «Χριστὸς, ἐγερθεὶς ἐκ νεκρῶν, οὐκέτι ἀποθνήσκει· θάνατος αὐ‐ τοῦ οὐκέτι κυριεύει. Ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ. Οὕτω καὶ

31

.

1552

(50)

ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρ‐
τίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ.»1551

31

.

1553

Τὴν τοίνυν αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ περὶ τῆς ἀφέσεως τῶν ἡμετέρων ἁμαρτη‐ μάτων οἰκονομίαν διὰ τῆς μέχρι θανάτου ἐναν‐ θρωπήσεως προσθεὶς ὁ Ἀπόστολος, δυσωπητικώτε‐
5ρον καὶ ἀναγκαστικώτερον ἡμᾶς παιδεύει κεκριμένως νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ, ἵνα, ὥσπερ ὁ Χριστὸς, ἀποθανὼν δι’ ἡμᾶς καὶ ἐγερθεὶς ἐκ νεκρῶν ὑπὲρ ἡμῶν, οὐκέτι ἀποθνήσκει, οὕτω καὶ ἡμεῖς, βαπτισθέντες εἰς τὸν
10θάνατον ἐν τῷ ὁμοιώματι, ἀποθάνωμεν τῇ ἁμαρτίᾳ· καὶ διὰ τῆς ἐκ τοῦ βαπτίσματος ἀνόδου, ὥσπερ ἐκ νεκρῶν ἐγερθέντες, ζήσωμεν τῷ Θεῷ ἐν Χριστῷ Ἰη‐ σοῦ, καὶ μηκέτι ἀποθάνωμεν, τουτέστι, μηκέτι ἁμαρτήσωμεν· διότι «Ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη
15ἀποθανεῖται.» Καὶ ὥσπερ ἐκείνου ὁ θάνατος οὐ κυ‐ ριεύει, οὕτω καὶ ἡμῶν μηκέτι κυριεύσῃ ἡ ἁμαρτία· τουτέστι, μηκέτι αὐτὴν ποιῶμεν. Καὶ ὅτι «Ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας·» ἀπαλλο‐ τριωθέντες δὲ τῆς τοιαύτης δουλείας κατὰ πάντα
20τρόπον, ὡς ἐδήλωσεν ὁ Ἀπόστολος εἰπών· «Οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις,» ζήσωμεν τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ ἐλευθερώσαντι ἡμᾶς, καθὼς γέγραπται· «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς
25κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα.» Πολὺ δὲ πρότερον τῆς ἁμαρτίας, δηλονότι χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καθὼς γέγραπται· «Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί· οὕτω διὰ τῆς
30ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί. Στήκετε οὖν, φησὶ, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.» Καὶ ὥσπερ αὐτὸς τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ, ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ· οὕτω καὶ ἡμεῖς ἐν τῷ τοῦ ὕδατος βαπτισμῷ, ὅπερ ἐστὶν ὁμοίωμα τοῦ σταυ‐
35ροῦ καὶ τοῦ θανάτου, ἀποθανόντες τῇ ἁμαρτίᾳ ἐφάπαξ, φυλάξωμεν ἑαυτοὺς, καὶ μηκέτι ἐπανέλθω‐ μεν ἐπὶ τὴν ἁμαρτίαν. Διαμείνωμεν δὲ ζῶντες τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ εἰπόντι· «Ὁ ἐμοὶ διακονῶν ἐμοὶ ἀκολουθήτω,» ἐν τῷ φυλάσσειν πρῶτον μὲν τὸ
40αὐτοῦ τοῦ Κυρίου πρόσταγμα, εἰπόντος· «Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς·» ἔπειτα δὲ καὶ τὸ τοῦ Ἀποστόλου παράγγελμα, γράψαντος· «Εἴτε
45ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.» Κατορθοῦται δὲ τούτων ἕκαστον, ἐὰν, ἄξια τῆς ἐπουρανίου κλήσεως φρονοῦντες, ἀξίως τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ πολιτευώμεθα, καὶ δυνηθῶμεν ἀληθεύοντες εἰπεῖν· «Ἡ γὰρ ἀγάπη

31

.

1553

(50)

τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντες τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον·
καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι1553

31

.

1556

ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.» Καὶ οὕτω κατορθοῦται τὸ, «Μείνατε ἐν τῇ ἀγάπῃ μου. Ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ
5Πατρός μου τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ» «Μηδεμίαν δὲ ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμηθῇ ἡ διακονία· ἐν παντὶ δὲ συνιστῶν‐ τες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι,» ἀψευδῆ καὶ ἀληθῆ ἐπιδειξώμεθα τὴν ἐν τῷ βαπτίσματι ἐπαγγελίαν, ἐν
10τῷ φυλάσσειν τὰ ὑπὸ τοῦ Ἀποστόλου παρακλητικῶς πρὸς τοὺς συμφυτευθέντας τῷ Χριστῷ καὶ συνεγερ‐ θέντας εἰρημένα οὕτως· «Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, εἰς τὸ ὑπ‐ ακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτῆς. Μηδὲ παρ‐
15ιστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ, ὡς ἐκ νεκρῶν ζῶντας, καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ.» Καὶ πάλιν· «Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δε‐
20ξιᾷ τοῦ Θεοῦ καθήμενος· τὰ ἄνω φρονεῖτε, καὶ μὴ τὰ ἐπὶ τῆς γῆς·» ὡς οἶμαι, ἀναπόδοτον οὕτω διευκρινήσαντος ἡμῖν τοῦ Ἀποστόλου, δι’ ὀλίγων γοῦν τῶν μνημονευθέντων τὴν προλαβοῦσαν μεγάλην τῆς ἀμετρήτου φιλανθρωπίας τοῦ Θεοῦ χάριν ἐν ἀγάπῃ
25Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν, οὗ ἡ μέχρι θανά‐ του ὑπακοὴ ἡμῖν ἐγένετο, καθὼς γέγραπται, λύτρω‐ σις ἁμαρτημάτων, ἐλευθερία τοῦ ἐν τῷ ἀπ’ αἰῶ‐ νος παραπτώματι βασιλεύοντος θανάτου, καταλ‐ λαγὴ τῷ Θεῷ, δύναμις τῆς πρὸς Θεὸν εὐαρεστήσεως,
30δικαιοσύνης δωρεὰ, κοινωνία τῶν ἁγίων ἐν τῇ αἰω‐ νίῳ ζωῇ, βασιλείας οὐρανῶν κληρονομία, καὶ μυρίων ἄλλων ἀγαθῶν βραβεῖον· σοφῶς δὲ καὶ ἰσχυρῶς παραδεδωκότος ἡμῖν, διὰ τῶν συνημμένως ἐπ‐ ενεχθέντων, τὸν ἐν τῷ ὕδατι εἰς τὸν θάνατον τοῦ Κυ‐
35ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ βαπτίσματος λόγον. Δι’ ὧν ἐπαίδευσεν ἡμᾶς ἀσφαλίζεσθαι ἑαυτοὺς, μὴ εἰς κενὸν τὴν τοσαύτην καὶ τοιαύτην χάριν δέξασθαι, εἰπὼν ἃ καὶ προσεῖπον· «Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, εἰς τὸ ὑπ‐
40ακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτῆς. Μηδὲ παρ‐ ιστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτία, ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ, ὡς ἐκ νε‐ κρῶν ζῶντας· καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ,» καὶ τὰ ἑξῆς.
45 Δι’ ὧν παντάπασιν ἀποστήσας μὲν ἡμᾶς πάσης ἁμαρτίας καὶ τῆς κατὰ νόμον δικαιοσύνης, προσ‐ αγαγὼν δὲ τῇ κατὰ Θεὸν δικαιοσύνῃ σφοδρότερον διὰ
φρικωδεστέρας ἀπειλῆς, καὶ ἀγαθῆς καὶ ποθεινοτά‐1555

31

.

1557

της ἐπαγγελίας, ἐν τῷ εἰπεῖν· «Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος· τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώ‐ νιος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν,» μιμεῖσθαι πάλιν τὸν Κύριον, καὶ τῆς κατὰ νόμον δικαιο‐
5σύνης κρείττονας ἡμᾶς γενέσθαι παιδεύει, ἐπαγα‐ γών· «Ἢ ἀγνοεῖτε, ἀδελφοὶ (γινώσκουσι γὰρ νόμον λαλῶ), ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ’ ὅσον χρόνον ζῇ; Ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, κατήργηται
10ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός. Ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς, μοιχαλὶς χρηματίσει, ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα, γενομένην ἀνδρὶ ἑτέρῳ. Ὥστε, ἀδελφοί μου, καὶ ὑμεῖς ἐθανα‐
15τώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ, εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι, ἵνα καρποφορήσωμεν τῷ Θεῷ. Ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκὶ, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νό‐ μου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν, εἰς τὸ καρπο‐
20φορῆσαι τῷ θανάτῳ. Νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου, ἀποθανόντες ἐν ᾧ κατειχόμεθα, ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος, καὶ οὐ πα‐ λαιότητι γράμματος,» καὶ τὰ ἑξῆς. Δι’ ὧν παιδευό‐ μεθα θαυμάζειν τὴν ἀνεκδιήγητον φιλανθρωπίαν
25τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ, καὶ φρικωδέστερον καθαρεύειν ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύ‐ ματος. Τὴν δὲ διαφορὰν τοῦ πνεύματος πρὸς τὸ γράμμα, ἐν ἑτέρῳ τόπῳ σύγκρισιν ποιούμενος τοῦ νόμου καὶ τοῦ Εὐαγγελίου, κατὰ ἀπόφασιν δεικνύει, λέγων·
30«Τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωο‐ ποιεῖ·» γράμμα δὲ λέγων τὸν νόμον, ὡς διὰ τῶν προγεγραμμένων καὶ ἐπιφερομένων δηλοῦται· πνεῦμα δὲ τὴν τοῦ Κυρίου διδασκαλίαν, αὐτοῦ τοῦ Κυρίου εἰπόντος· «Τὰ ῥήματά μου πνεῦμά ἐστι,
35καὶ ζωή ἐστιν.» Εἰ δὲ ἡ κατὰ νόμον δικαιοσύνη σπουδαζομένη τισὶ τῶν ἐν τῷ βαπτίσματι καθομο‐ λογησάντων ἑαυτοὺς τῷ Θεῷ μηκέτι ἑαυτοῖς ζῇν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι, μοιχείας κρῖμα ἐπάγει, ὡς διὰ τῶν προειρημένων
40σαφῶς δέδεικται, τί ἄν τις εἴποι περὶ παραδόσεων ἀνθρωπίνων; Περὶ δὲ τῆς κατὰ νόμον δικαιοσύνης ὁ αὐτὸς Ἀπόστολος σφοδρότερον ἀποφαίνεται, εἰπών· «Ἀλλὰ μὲν οὖν καὶ ἡγοῦμαι τὰ πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ
45Κυρίου μου, δι’ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω, καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ Ἰησοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην.» Περὶ μὲν οὖν παραδό‐

31

.

1557

(50)

σεων ἀνθρωπίνων τὸ κρῖμα φανερὸν ἐκ τῶν τοῦ Κυρίου ῥημάτων· περὶ δὲ λογισμῶν ἰδίων ἐν σοφίᾳ
ἀνθρωπίνῃ ἀγωνιστικώτερον τὴν καθαίρεσιν ποιεῖ‐1557

31

.

1560

σθαι ὁ Ἀπόστολος ἐδίδαξεν, εἰπών· «Τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς
5γνώσεως τοῦ Θεοῦ.» Ἢ ὅλως περὶ δικαιοσύνης τῆς ἑκάστῳ φαινομένης, κἂν διὰ Θεὸν ᾖ ἐσπουδασμένως γινομένη· περὶ ἧς φησι πάλιν ὁ αὐτός· «Μαρτυρῶ γὰρ αὐτοῖς, ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν. Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύ‐
10νην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν.» Ὡς ἐκ τούτων καὶ τῶν τοιούτων φανερὸν εἶναι τὸ κρῖμα τῶν θελόντων σοφίζεσθαι τὰ κρίματα τοῦ Θεοῦ. Γέγραπται γάρ· «Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν
15ἐπιστήμονες·» τοῦ Κυρίου φανερώτερον ἀποφηνα‐ μένου, ὅτι ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς τὸ παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. Διό‐ περ πάντων ὁμοῦ καθαρεῦσαι ἀναγκαῖον, τῶν τε τοῦ διαβόλου ἐπιθυμιῶν, καὶ τῶν τοῦ κόσμου μετεω‐
20ρισμῶν, καὶ τῶν ἀνθρωπίνων παραδόσεων, καὶ τῶν ἰδίων θελημάτων, κἂν εὐπροσωπότεροι εἶναι δόξωσι, καὶ ὑπὸ τοῦ νόμου συνηγορῶνται, ἐὰν καὶ πρὸς ὀλί‐ γον ἀναβολὴν ἐμποιήσωσι τῇ ὀφειλομένῃ ὀξυτάτῃ σπουδῇ τῶν θελημάτων τοῦ Θεοῦ· ἵνα οἱ ἐν τῷ τοι‐
25ούτῳ βαπτίσματι ὁμολογήσαντες συνεσταυρῶσθαι τῷ Χριστῷ, συντεθνηκέναι, συντεθάφθαι, συμπεφυ‐ τεῦσθαι, συνεγηγέρθαι, παῤῥησίαν ἔχωσι μετὰ ἀλη‐ θείας εἰπεῖν· «Ἐγὼ τῷ κόσμῳ ἐσταύρωμαι (πολὺ δὲ πρότερον τῷ διαβόλῳ), καὶ ὁ κόσμος ἐμοί. Ζῶ δὲ
30οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ ὁ Χριστός·» περισσείαν τῆς κατὰ τὸν νόμον δικαιοσύνης διδάσκων, ἵνα βασιλείας οὐρανῶν καταξιωθῶμεν
34Καιρὸς ἂν εἴη λοιπὸν εἰς κατανόησιν ἡμᾶς ἐλ‐
35θεῖν, καὶ διὰ τῆς εἰς Χριστὸν πίστεως σύνεσιν ἡμᾶς λαβεῖν, καὶ γνῶναι τί ἐστι τὸ ἐν τῷ ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος βα‐ πτισθῆναι. Πρῶτον μὲν οὖν ἑκάστου ὀνόματος ἰδια‐ ζόντως τὴν τοῦ ὀνομαζομένου δόξαν γνωρίζειν ἀναγ‐
40καῖον· ἔπειτα εἰδέναι, ὅτι τὸ ἐν τῷ ὀνόματι τοῦ ἁγίου Πνεύματος βαπτισθῆναι αὐτὸς ὁ Κύριος σαφη‐ νίζει, λέγων· «Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι· καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν,» ἵνα, τῆς κατὰ σάρκα γεννήσεως τὴν
45ἀκολουθίαν ἀντὶ ὑποδείγματος λαβόντες, ἐκ τοῦ γνω‐ ριμωτέρου πράγματος τὸ δόγμα τῆς εὐσεβείας σαφῶς καὶ ἀληθῶς παιδευθῶμεν· εἰδότες, καὶ πε‐ πεισμένοι ἀκριβῶς, ὅτι, ὥσπερ τὸ κατὰ σάρκα ἔκ τινος γεννηθὲν τοιοῦτόν ἐστιν, οἷόν ἐστι τὸ ἐξ οὗ

31

.

1560

(50)

ἐγεννήθη, οὕτω καὶ ἡμᾶς ἐπάναγκες, ἐκ τοῦ πνεύμα‐ τος γεννωμένους, πνεῦμα γενέσθαι· πνεῦμα δὲ οὐ κατὰ τὴν μεγάλην καὶ ἀκατάληπτον ἀνθρωπίνῃ δια‐
νοίᾳ δόξαν τοῦ ἁγίου Πνεύματος, ἀλλὰ τὴν ἐν τῇ1559

31

.

1561

διαιρέσει τῶν τοῦ Θεοῦ διὰ τοῦ Χριστοῦ αὐτοῦ χαρισμάτων ἑκάστῳ πρὸς τὸ συμφέρον, καὶ ἐνεργείᾳ τούτων ἁπάντων αἰνιγματωδῶς θεωρουμένην, καὶ ἐν ἄλλοις δὲ ῥητοῖς ὁμοίως, ἀλλὰ κατὰ τὴν τῶν ἐντολῶν
5τοῦ Θεοῦ, τῶν διὰ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατ‐ ηγγελμένων ὑπόμνησίν τε καὶ διδασκαλίαν, αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· «Αὐτὸς ὑμᾶς διδάξει, καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν.» Ἔπειτα δὲ ὁ Ἀπόστολος πλατύτερον παρα‐
10δίδωσι, διὰ ποίων φρονημάτων γίνεταί τις πνεῦμα, ἐν τῷ γράφειν ποτὲ μέν «Ὁ δὲ καρπὸς τοῦ Πνεύ‐ ματός ἐστιν ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία,» καὶ τὰ ἑξῆς· προειπών· «Εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον·» καὶ ἀλλαχοῦ, «Εἰ ζῶμεν πνεύμα‐
15τι, πνεύματι καὶ στοιχῶμεν·» ποτὲ δέ· «Ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τοῦ Θεοῦ, τὴν δοθεῖσαν ἡμῖν, διάφορα, εἴτε προφητείαν, κατὰ τὴν ἀνα‐ λογίαν τῆς πίστεως, εἴτε διακονίαν ἐν τῇ διακονίᾳ,» καὶ τὰ ἑξῆς.
20 Διὰ τούτων καὶ τῶν τοιούτων ὁ Κύριος τοὺς γεννηθέντας ἐκ πνεύματος πνεῦμα γενέσθαι λέγει. Συμμαρτυρεῖ δὲ ὁ Ἀπόστολος, λέγων· «Τού‐ του χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ
25ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται· ἵνα δῷ ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὑτοῦ, δυνάμει κρα‐ ταιωθῆναι διὰ τοῦ Πνεύματος αὑτοῦ εἰς τὸν ἔσω ἄν‐ θρωπον, κατοικῆσαι τὸν Χριστόν.» Ἐὰν δὲ, ζῶντες πνεύματι, πνεύματι καὶ στοιχῶμεν, καὶ οὕτω
30χωρητικοὶ γενόμενοι τοῦ Πνεύματος τοῦ ἁγίου, δυνη‐ θῶμεν ὁμολογῆσαι τὸν Χριστόν· διότι οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν εἰ μὴ ἐν Πνεύματι ἁγίῳ. Οὕτω μὲν οὖν ὁ Κύριος διά τε ἑαυτοῦ καὶ διὰ τοῦ Ἀποστόλου τοὺς γεννηθέντας ἐκ πνεύματος, πνεῦμα γίνεσθαι ἐδί‐
35δαξεν. Καὶ ἐν τούτῳ δὲ πάλιν μιμησόμεθα τὴν κατὰ σάρκα γέννησιν· πρῶτον μὲν τὸν τόπον μεταλλά‐ ξαντες καὶ τὸν τρόπον μετασχηματισθέντες διὰ τοῦ κραταιωθῆναι πνεύματι τὸν ἔσω ἄνθρωπον, ὡς δύνα‐ σθαι ἡμᾶς λέγειν· «Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρα‐
40νοῖς ὑπάρχει·» τὸ μὲν σῶμα ὡς σκιὰν περισύ‐ ροντες ἐπὶ τῆς γῆς, τὴν δὲ ψυχὴν συμπολιτευομένην τοῖς ἐπουρανίοις φυλάσσοντες· ἔπειτα δὲ καὶ τοὺς συνόντας ἐπὶ γῆς ἀνταλλαξάμενοι, τοῦ μὲν Δαβὶδ εἰπόντος· «Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον
45αὐτοῦ, τοῦτον ἐξεδίωκον. Ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον. Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐ‐ τοὺς μετ’ ἐμοῦ· πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει. Οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας

31

.

1561

(50)

μου ποιῶν ὑπερηφανίαν. Λαλῶν ἄδικα, οὐ κατεύ‐1561

31

.

1564

θυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου,» καὶ ἐν ἄλλοις ὁμοίως· τοῦ δὲ Ἀποστόλου ἐμβριθέστερον παραγγέλ‐ λοντος, ὅτι «Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ἢ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.»
5 Καὶ πολλάκις δὲ ὁ αὐτὸς, τὰ ὅμοια κατὰ τῶν ὁμοίων δογματίσας, παραδίδωσι σαφῶς καὶ ἀσφαλῶς προδιηγούμενος τὴν μεγάλην καὶ ἔνδοξον τῆς φιλαν‐ θρωπίας τοῦ Χριστοῦ χάριν, τίσι καὶ ποταποῖς συν‐ εῖναι ἡμᾶς δεῖ, ἐν τῷ εἰπεῖν· «Αὐτὸς γάρ ἐστιν ἡ
10εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὑτοῦ· τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν αὐτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξῃ
15τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ. Καὶ ἐλ‐ θὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν, καὶ εἰρήνην τοῖς ἐγγύς· ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ Πνεύματι πρὸς τὸν
20Πατέρα. Ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλ’ ἐστὲ συμπολῖται τῶν ἁγίων, καὶ οἰκεῖοι τοῦ Θεοῦ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀπο‐ στόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογου‐
25μένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ,» ἵνα οὕτως ἐν μὲν τῷ ὁμοιώματι τοῦ θανάτου συμφυτευθέντες τῷ Χριστῷ, καὶ ἐν τῷ ὀνόματι τοῦ ἁγίου Πνεύματος βαπτισθέντες, καὶ γεννηθέντες ἄνωθεν τὸν ἔσω ἄν‐ θρωπον ἐν τῇ ἀνακαινώσει τοῦ νοῦ, ἐποικοδομη‐
30θέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, οὕτως ἄξιοι γενώμεθα βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, καὶ καταξιωθῶμεν τῆς μεγάλης δωρεᾶς, ἣν ὁ Ἀπόστολος παραδέδωκεν, εἰπών· ὅτι «Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε,
35Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, καὶ ἐλεύθερος· ἀλλὰ πάντα καὶ ἐν πᾶσι Χριστός.» Ἀναγκαῖον γὰρ καὶ ἀκόλουθον τὸν γεννηθέντα καὶ ἐνδύσασθαι· μόνον ἐὰν, ὥσπερ ἡ σανὶς ἐξ ὁποιασ‐
40δήποτε ὕλης οὖσα, ἀποθεμένη τὸ ἀνώμαλον, καὶ ἀποξυσθεῖσα τὸ τραχὺ, οὕτως ἐνδύεται τὴν γραφὴν τῆς εἰκόνος τοῦ βασιλέως· καὶ τότε οὐκ ἐν τῇ τοῦ ξύλου, ἢ χρυσοῦ, ἢ ἀργύρου διαφορᾷ γνωρίζεταί τις διαφορὰ τῆς εἰκόνος· ἐν δὲ τῇ ἀκριβείᾳ τῆς ὁμοιότη‐
45τος πρὸς τὸ ἀρχέτυπον, μετ’ ἐπιμελείας πολλῆς κατ’ ἐπιστήμην ἀξιολόγως κατορθωθεῖσα, κρύπτει μὲν τὴν διαφορὰν τῆς ὕλης, κἂν πολλῷ τῷ μέσῳ διειστήκει, πρὸς δὲ τὴν δόξαν ἑαυτῆς τοὺς ὁρῶντας ἐπάγεται, καὶ γίνεται ἐντιμοτέρα πάσης ἀρχῆς καὶ ἐξουσίας· οὕτω

31

.

1564

(50)

καὶ ὁ βαπτιζόμενος, εἴτε Ἰουδαῖος, εἴτε Ἕλλην, εἴτε
ἄρσεν, εἴτε θῆλυ, εἴτε δοῦλος, εἴτε ἐλεύθερος, εἴτε1563

31

.

1565

Σκύθης, εἴτε βάρβαρος, εἴτε ἄλλος ἐν οἱᾳδήποτε δια‐ φορᾷ γένους ὀνομαζόμενος, ἐν τῷ αἵματι τοῦ Χριστοῦ ἀπεκδυσάμενος τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, διὰ δὲ τῆς διδασκαλίας αὐτοῦ
5ἐν ἁγίῳ Πνεύματι ἐνδυσάμενος τὸν νέον τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀλη‐ θείας, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτὸν, ἄξιος γένηται καταντῆσαι εἰς τὴν εὐδοκίαν τοῦ Θεοῦ, ἣν ὁ Ἀπόστολος παρ‐
10έδωκεν εἰπών· «Οἴδαμεν γὰρ, ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. Ὅτι οὓς προέγνω, καὶ προώρισε συμ‐ μόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὑτοῦ, εἰς τὸ εἶναι αὐ‐ τὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς.»
15 Τότε γὰρ ὡς Υἱὸν Θεοῦ ἐνδυσάμενος, κατ‐ αξιοῦται τοῦ τελείου βαθμοῦ, καὶ βαπτίζεται εἰς τὸ ὄνομα τοῦ Πατρὸς αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, κατὰ τὴν τοῦ Ἰωάννου μαρτυρίαν, διδόντος ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, Θεοῦ τοῦ λέγοντος·
20«Ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ,» χάριτι αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ
25τοῦ ζῶντος, «Ἐν ᾧ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι’ ἀγάπης ἐνεργου‐ μένη,» καθὼς γέγραπται· δι’ ἧς εὐόδως ἡμῖν κατορ‐ θοῦται τὸ ἐπενεχθὲν συνημμένως τῷ παραγγέλματι τοῦ βαπτίσματος παρὰ τοῦ αὐτοῦ Κυρίου ἡμῶν
30Ἰησοῦ Χριστοῦ, εἰπόντος· «Διδάσκοντες αὐτοὺς τη‐ ρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν·» ὧν τὴν τήρησιν ἀπόδειξιν εἶναι τῆς πρὸς αὐτὸν ἀγάπης αὐτὸς ὁ Κύ‐ ριος ὡρίσατο, εἰπών· «Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντο‐ λάς μου τηρήσατε·» καὶ πάλιν· «Ὁ ἔχων τὰς
35ἐντολάς μου, καὶ τηρῶν αὐτὰς, ἐκεῖνός ἐστιν ὁ ἀγα‐ πῶν με·» καὶ πάλιν· «Ἐάν τίς με ἀγαπᾷ, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐ‐ τόν.» Καὶ σφοδρότερον καὶ δυσωπητικώτερόν φησι· «Μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ. Ἐὰν τὰς ἐντολάς
40μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς κἀγὼ τὰς ἐντολὰς τοῦ Πατρός μου τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ.» Εἰ δὲ τῆς μὲν ἀγάπης ἀναγκαία ἀπόδειξις ἡ τήρησις τῶν ἐντολῶν, φόβος δὲ σφοδρότερος, ὅτι χωρὶς ἀγάπης καὶ ἡ τῶν ἐνδόξων
45χαρισμάτων, καὶ ἡ τῶν ἀνωτάτω δυνάμεων, καὶ αὐτῆς τῆς πίστεως ἡ ἀκροτάτη ἐνέργεια, καὶ ἡ τελειοποιὸς ἐντολὴ ἀνωφελὴς, αὐτοῦ τοῦ ἐν Χριστῷ λαλοῦντος Παύλου τοῦ ἀποστόλου, εἰπόντος· «Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων,

31

.

1565

(50)

ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν, ἢ κύμβα‐1565

31

.

1568

λον ἀλαλάζον. Καὶ ἐὰν ἔχω προφητείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ πᾶσαν τὴν γνῶσιν· καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. Καὶ ἐὰν ψωμίσω
5πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι·» ἅπερ λογίζομαι αὐτὸν εἰρηκέναι ὁρι‐ στικῶς, μεμνημένον τοῦ Κυρίου εἰπόντος, ὅτι «Πολ‐ λοὶ ἐλεύσονται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγοντες· Κύριε,
10Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν, καὶ ἐφάγομεν ἐνώπιόν σου, καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδί‐ δαξας;» καὶ ἀποκρίνεται αὐτοῖς· «Οὐδέποτε ἔγνων
15ὑμᾶς. Ἀποχωρεῖτε ἀπ’ ἐμοῦ, ἐργάται τῆς ἀνο‐ μίας.» Ὡς δῆλον καὶ ἀναντίῤῥητον εἶναι, ὅτι χωρὶς ἀγάπης, κἂν γένηται τὰ προστάγματα καὶ τὰ δι‐ καιώματα, καὶ φυλαχθῶσιν αἱ ἐντολαὶ τοῦ Κυρίου,
20καὶ τὰ μεγάλα χαρίσματα ἐνεργηθῇ, ἀνομίας ἔργα λο‐ γισθήσεται· οὐ τῷ ἰδίῳ λόγῳ τῶν χαρισμάτων καὶ τῶν δικαιωμάτων, ἀλλὰ τῷ σκοπῷ τῶν τούτοις χρωμένων πρὸς τὰ ἴδια θελήματα, τοῦ Ἀποστόλου λέγοντος ποτὲ μέν· «Νομιζόντων πορισμὸν εἶναι τὴν
25εὐσέβειαν·» ποτὲ δέ· «Τινὲς μὲν διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι’ εὐδοκίαν τὸν Χριστὸν κηρύσ‐ σουσιν· οἱ δὲ ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλ‐ λουσιν, οὐχ ἁγνῶς, οἰόμενοι θλίψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου·» καὶ ἀλλαχοῦ· «Οὐ γάρ ἐσμεν, φησὶν,
30ὡς οἱ πολλοὶ, καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ.» Καὶ πάλιν ἀπαρνητικῶς φησίν· «Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν πρὸς ὑμᾶς, καθὼς οἴ‐ δατε, οὔτε προφάσει πλεονεξίας, Θεὸς μάρτυρ· οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ’ ὑμῶν, οὔτε
35ἀπ’ ἄλλων· δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι.» Διὰ δὲ τούτων καὶ τῶν τοιούτων δείκνυ‐ ται σαφῶς τὸ δίκαιον τῆς τοῦ Κυρίου ἀποκρίσεως· «Ἀποχωρεῖτε ἀπ’ ἐμοῦ, ἐργάται τῆς ἀνομίας,» ἐν τῷ διὰ τῶν τοῦ Θεοῦ χαρισμάτων τὰ ἴδια θελήματα
40πραγματεύεσθαι, ὡς εἴ τις τοῖς ἰατρικοῖς σκεύεσί τε καὶ σκευάσμασιν ἰδίοις, πρὸς θεραπείαν παθῶν γενομένοις, καὶ πρὸς ἐπιμέλειαν ὑγείας τε καὶ σω‐ τηρίας, χρήσαιτο πρὸς φόνον, καὶ μὴ τὸ τοῦ Ἀπο‐ στόλου παράγγελμα φυλάσσειν, εἰπόντος·
45«Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.» Παντὶ οὖν λόγῳ ἀναγκαία ἡ ἐπιμέλεια τοῦ ἔσω ἀνθρώπου, ὡς ἀμετεώριστον εἶναι τὸν νοῦν, καὶ ὥσπερ προσηνῶσθαι τῷ σκοπῷ τῆς τοῦ Θεοῦ δόξης, ἵνα φυλάσσοντες τὸ

31

.

1568

(50)

πρόσταγμα τοῦ Κυρίου εἰπόντος· «Ποιήσατε τὸ1567

31

.

1569

δένδρον καλὸν, καὶ τὸν καρπὸν αὐτοῦ καλόν·» καὶ πάλιν· «Φαρισαῖε τυφλὲ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου, καὶ τότε τὸ ἐκτὸς αὐτοῦ ἔσται καθαρὸν ὅλον·» ἐκ περισσεύματος καρδίας ἀγαθῆς καρπο‐
5φορῶμεν, ὁ μὲν ἑκατὸν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριά‐ κοντα, εἴτε δι’ ἔργων, εἴτε διὰ λόγων εἰς δόξαν τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ, φυλάσσοντες πανταχοῦ τὸ ἄλυπον τῷ ἁγίῳ Πνεύματι· καὶ οὕτως φύγωμεν τὸ κρῖμα τοῦ αὐτοῦ Κυρίου εἰπόντος· «Οὐαὶ ὑμῖν,
10ὅτι ὅμοιοί ἐστε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν, καὶ πάσης ἀκαθαρσίας· οὕτω καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δὲ μεστοί ἐστε ὑποκρίσεως καὶ ἀνομίας.»
16 Διόπερ πρὸ μὲν βαπτίσματος μαθητευθῆναι χρὴ, τὰ κωλυτικὰ τῆς μαθητείας περιαιροῦντας πρῶ‐ τον, καὶ οὕτω πρὸς τὴν μαθητείαν ἐπιτηδείους ἑαυ‐ τοὺς παρασκευάζειν, αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ
20Χριστοῦ δι’ ὑποδειγμάτων πιστωσαμένου τὴν προγε‐ νομένην ἀπόφασιν, καὶ πάλιν δογματικῶς ἐπενεγ‐ κόντος· «Οὕτω πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής·» καὶ πάλιν προστακτικῶς· «Εἴ τις ἔρ‐
25χεται πρὸς μὲ, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθείτω μοι·» καὶ πά‐ λιν ὁριστικῶς· «Ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὑ‐ τοῦ» καθ’ ἡμέραν, «καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.» Τούτοις καὶ τοῖς τοιούτοις διαπύροις λόγοις
30τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ εἰπόντος· «Πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν, καὶ τί θέλω, εἰ ἤδη ἀνήφθη;» ἐκδήλου γενομένης τῆς τῶν ἁμαρτημάτων κακίας, καὶ φανερουμένης τῆς ἀρετῆς τῶν εἰς δόξαν τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ κατορθουμένων, ἐρχό‐
35μεθα πάντως εἰς ἐπιθυμίαν καὶ ὁμολογίαν τῶν παρὰ τοῦ Ἀποστόλου εἰρημένων· «Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Εὐχαριστῶ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν,» τοῦ εἰ πόντος· «Τοῦτό μού ἐστι τὸ αἷμα τὸ
40τῆς καινῆς διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν·» μαρτυροῦντος τοῦ Ἀποστόλου ἐν τῷ εἰπεῖν· «Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμά‐ των·» καὶ τότε ἐρχόμεθα εἰς τὸ ἐν τῷ ὕδατι βάπτι‐
45σμα, ὅπερ ἐστὶν ὁμοίωμα τοῦ σταυροῦ, τοῦ θανάτου, τῆς ταφῆς, τῆς ἐκ νεκρῶν ἀναστάσεως· συνθήκας κατατιθέμενοι, καὶ φυλάσσοντες τὰς ὑπ’ αὐτοῦ τοῦ Ἀποστόλου ἐν τῇ περικοπῇ τοῦ τοιούτου βαπτίσμα‐ τος ἐπεσφραγισμένας, διὰ τοῦ εἰπεῖν· «Εἰδότες,

31

.

1569

(50)

ὅτι Χριστὸς, ἐγερθεὶς ἐκ νεκρῶν, οὐκέτι ἀποθνήσκει·1569

31

.

1572

θάνατος αὐτοῦ οὐκέτι κυριεύει. Ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ. Οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ.
5Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ, μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδι‐ κίας τῇ ἁμαρτίᾳ, ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ, ὡς ἐκ νεκρῶν ζῶντας, καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ,» καὶ τὰ ἑξῆς.
10 Τότε καταξιοῦταί τις ἐν ὀνόματι τοῦ ἁγίου Πνεύματος βαπτισθῆναι, καὶ ἄνωθεν γεννηθεὶς ἀλ‐ λάξαι καὶ τὸν τόπον καὶ τὸν τρόπον καὶ τοὺς συζῶν‐ τας, ἵνα τῷ πνεύματι στοιχοῦντες καταξιωθῶμεν ἐν ὀνόματι τοῦ Υἱοῦ βαπτισθῆναι, καὶ ἐνδύσασθαι τὸν
15Χριστόν. Χρὴ γὰρ τὸν γεννηθέντα καὶ ἐνδύματος καταξιωθῆναι, καθὼς εἶπεν ὁ Ἀπόστολος· «Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε·» καὶ πάλιν· «Ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νέον,
20τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτὸν, ὅπου οὐκ ἔνι Ἕλλην, καὶ Ἰουδαῖος.» Τὸν δὲ Υἱὸν τοῦ Θεοῦ ἐνδυσάμενοι, τὸν δόντα ἐξου‐ σίαν τέκνα Θεοῦ γενέσθαι, ἐν ὀνόματι τοῦ Πατρὸς βαπτιζόμεθα, καὶ τέκνα Θεοῦ ἀναγορευόμεθα, τοῦ
25προστάξαντος καὶ ἐπαγγειλαμένου, καθὼς εἶπεν ὁ προφήτης· «Διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτε‐ σθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς, καὶ ἔσομαι ὑμῖν εἰς πατέ‐ ρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέ‐
30γει Κύριος παντοκράτωρ.» —«Ταύτας οὖν ἔχοντες, φησὶν ὁ Ἀπόστολος, τὰς ἐπαγγελίας, ἀγαπητοὶ, κα‐ θαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ·» καὶ πάλιν παραγγέλλων ἐν τῷ εἰπεῖν· «Πάντα ποιεῖτε
35χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν, ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἀμώμητα ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπ‐ έχοντες εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ·» καὶ
40πάλιν· «Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν, ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος· τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς. Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ,
45ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθή‐ σεσθε ἐν δόξῃ,» τῇ παρ’ αὐτοῦ τοῦ Κυρίου ἐπηγγελ‐ μένῃ, εἰπόντος· «Τότε ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁ
ἥλιος.»1571

31

.

1573

(1t)

ΛΟΓΟΣ Γʹ.
2nὍτι δεῖ τὸν ἀναγεννηθέντα διὰ τοῦ βαπτίσμα‐
3nτος, τρέφεσθαι λοιπὸν τῇ μεταλήψει τῶν
4nθείων μυστηρίων.
5 Θεοῦ τοῦ ἀγαθοῦ χάριτι, τῇ μνήμῃ τῶν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τοῦ ζῶντος ῥημάτων, καὶ τῶν ἁγίων αὐτοῦ εὐαγγελιστῶν τε καὶ προφητῶν, καὶ τοῦ Ἀποστόλου αὐτάρκως ἡμῖν σαφηνισάντων τὸν περὶ τοῦ κατὰ τὸ Εὐαγγέλιον τοῦ Κυρίου ἡμῶν
10Ἰησοῦ Χριστοῦ βαπτίσματος λόγον, ἐπαιδεύθημεν, ὅτι τὸ μὲν ἐν τῷ πυρὶ βάπτισμα ἐλεγκτικὸν μέν ἐστι πάσης κακίας, δεκτικὸν δὲ τῆς κατὰ Χριστὸν δικαιοσύνης, μῖσος μὲν ἐμποιοῦν τῆς κακίας, ἐπι‐ θυμίαν δὲ τῆς ἀρετῆς. Διὰ δὲ τῆς πίστεως ὑπὸ τοῦ
15αἵματος τοῦ Χριστοῦ ἐκαθαρίσθημεν ἀπὸ πάσης ἁμαρτίας, ἐν δὲ τῷ ὕδατι βαπτισθέντες εἰς τὸν θάνατον τοῦ Κυρίου, ὥσπερ ἔγγραφον ὁμολογίαν κατεθέμεθα, νενεκρῶσθαι μὲν τῇ ἁμαρτίᾳ καὶ τῷ κόσμῳ, ζωοποιεῖσθαι δὲ τῇ δικαιοσύνῃ· καὶ οὕτως
20ἐν τῷ ὀνόματι τοῦ ἁγίου Πνεύματος βαπτισθέντες, ἄνωθεν ἐγεννήθημεν· γεννηθέντες δὲ, καὶ ἐν τῷ ὀνόματι τοῦ Υἱοῦ βαπτισθέντες, τὸν Χριστὸν ἐνεδυ‐ σάμεθα, ἐνδυσάμενοι δὲ τὸν καινὸν ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα, ἐν τῷ ὀνόματι τοῦ Πατρὸς
25ἐβαπτίσθημεν, καὶ τέκνα Θεοῦ ἀνηγορεύθημεν. Χρεία οὖν λοιπὸν τρέφεσθαι ἡμᾶς τροφὴν ζωῆς αἰωνίου, ἥντινα παρέδωκεν ἡμῖν πάλιν ὁ αὐτὸς μο‐ νογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ποτὲ μὲν εἰπών· «Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ
30παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος τοῦ Θεοῦ.» Καὶ πῶς τοῦτο γένηται, ἐδίδαξεν ἐν τῷ εἰπεῖν· «Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμ‐ ψαντός με Πατρός.» Καὶ πάλιν προσθεὶς τὸ «Ἀμὴν» δεύτερον πρὸς βεβαίωσιν τῶν ἐπιφερομένων, καὶ
35πληροφορίαν τῶν ἀκουόντων, φησίν· «Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον,
40κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἡ γὰρ σάρξ μου ἀληθῶς ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθῶς ἐστι πόσις. Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ.» Καὶ μετ’ ὀλίγα γέγραπται· «Πολλοὶ οὖν, ἀκούσαν‐
45τες τὸν λόγον τῶν μαθητῶν αὐτοῦ, εἶπον· Σκληρός ἐστιν ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν; Εἰδὼς δὲ ὁ Κύριος ἐν ἑαυτῷ, ὅτι γογγύ‐
ζουσι περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς·1573

31

.

1576

Τοῦτο ὑμᾶς σκανδαλίζει; Ἐὰν οὖν θεωρῆτε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; Τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν· ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. Τὰ ῥήματά μου πνεῦμά ἐστι, καὶ ζωή ἐστιν. Ἀλλ’ εἰσὶν
5ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. ᾜδει γὰρ ὁ Ἰη‐ σοῦς ἐξ ἀρχῆς, τίνες εἰσὶν οἱ πιστεύοντες, καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. Καὶ ἔλεγεν· Διὰ τοῦτο εἴρηκα ὑμῖν, ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρὸς μὲ, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ Πατρός μου. Ἐκ τούτου πολ‐
10λοὶ ἀπῆλθον ἐκ τῶν μαθητῶν αὐτοῦ εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ’ αὐτοῦ περιεπάτουν. Εἶπεν οὖν ὁ Ἰη‐ σοῦς τοῖς δώδεκα· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; Ἀπεκρίθη αὐτῷ Σίμων Πέτρος· Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; Ῥήματα ζωῆς αἰωνίου ἔχεις, καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν, ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.»
15 Καὶ πρὸς τῷ τέλει τῶν Εὐαγγελίων γέγραπται· «Λαβὼν οὖν ὁ Ἰησοῦς ἄρτον, καὶ εὐχαριστήσας, ἔκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς, καὶ εἶπε· Λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν κλώμενον. Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνη‐
20σιν. Καὶ λαβὼν τὸ ποτήριον, καὶ εὐχαριστήσας. ἔδωκεν αὐτοῖς λέγων· Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτο γάρ μού ἐστι τὸ αἷμα τὸ τῆς καινῆς διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.» Μαρτυρεῖ δὲ τού‐
25τοις καὶ ὁ Ἀπόστολος, λέγων· «Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ Κύ‐ ριος Ἰησοῦς ἐν τῇ νυκτὶ, ἧ παρεδίδοτο, ἔλαβεν ἄρ‐ τον, καὶ εὐχαριστήσας ἔκλασε, καὶ εἶπε· Τοῦτό ἐστι τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν κλώμενον. Τοῦτο ποιεῖτε
30εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὡσαύτως καὶ τὸ ποτήριον, μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι. Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο
35πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε, ἄχρις οὗ ἔλθῃ.» Τί οὖν ὠφελεῖ τὰ ῥήματα ταῦτα; Ἵνα ἐσθίοντές τε καὶ πίνοντες, ἀεὶ μνημονεύωμεν τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος, καὶ οὕτω παιδευθῶμεν ἀναγκαίως φυλάξαι ἐνώπιον Θεοῦ καὶ τοῦ
40Χριστοῦ αὐτοῦ τὸ δόγμα τὸ ὑπὸ τοῦ Ἀποστόλου παρα‐ δεδομένον, ἐν τῷ εἰπεῖν· «Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυ‐
45τοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.» Ὁ γὰρ ἐσθίων καὶ πίνων, δηλονότι εἰς ἀνεξάλειπτον μνήμην τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, καὶ ἐγερθέντος, τὸν δὲ λόγον τῆς μνήμης, τῆς μέχρι θανάτου ὑπ‐

31

.

1576

(50)

ακοῆς τοῦ Κυρίου, μὴ πληρῶν κατὰ τὴν τοῦ Ἀπο‐ στόλου διδασκαλίαν, καθὼς προείρηται εἰπόντος· «Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρί‐ ναντας τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα
οἱ πάντες ἀπέθανον (ὅπερ ὡμολογήσαμεν ἐν τῷ1575

31

.

1577

βαπτίσματι), καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι·» οὐδὲν ἔχει ὄφελος κατὰ τὴν ἀπόφασιν τοῦ Κυρίου εἰπόντος, ὅτι «Ἡ σὰρξ οὐκ
5ὠφελεῖ οὐδέν.» Προστίθησι δὲ καθ’ ἑαυτοῦ ὁ τοιοῦτος καὶ τὸ κρῖμα τοῦ Ἀποστόλου, λέγοντος· «Ὁ ἐσθίων καὶ πίνων ἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου.» Οὐ μόνον γὰρ
10κρῖμα φοβερὸν ἔχει ὁ ἐν μολυσμῷ σαρκὸς καὶ πνεύ‐ ματος ἀναξίως προσερχόμενος τοῖς ἁγίοις· προσερ‐ χόμενος γὰρ, ἔνοχος γίνεται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου· ἀλλὰ καὶ ὁ ἀργῶς καὶ ἀν‐ ωφελῶς ἐσθίων καὶ πίνων, ἐν τῷ μὴ διὰ τῆς μνήμης
15τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος Ἰησοῦ Χριστοῦ, τοῦ Κυρίου ἡμῶν, τὸ εἰρημένον φυλάσσειν, ὅτι «Ἡ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναν‐ τας τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον,» καὶ τὰ ἑξῆς. Ὥσπερ γὰρ
20ἀσυνειδήτως καὶ ἀνωφελῶς τοσοῦτον καὶ τοιοῦτον ἀγαθὸν καταργῶν, καὶ ὥσπερ ἀχαρίστως προσερχό‐ μενος τῷ τοιούτῳ μυστηρίῳ, τὸ κρῖμα ἔχει τῆς ἀρ‐ γίας· τοῦ Κυρίου καὶ τοὺς ῥῆμα ἀργὸν προϊεμένους ἀκρίτους εἶναι μὴ συγχωρήσαντος, σφοδρότερον δὲ παρ‐
25ιστῶντος τὸ κρῖμα τῆς ἀργίας διὰ τοῦ τὸ τάλαντον ἐν ἀργίᾳ φυλάξαντος ἀκέραιον· τοῦ δὲ Ἀποστόλου παραδεδωκότος ἡμῖν, ὅτι καὶ ὁ τὸ ἀγαθὸν προφέρων ῥῆμα, μὴ εἰς οἰκοδομὴν δὲ τῆς πίστεως οἰκονομῶν, λυπεῖ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ οὕτω συνορᾷν ὀφεί‐
30λομεν τὸ κρῖμα τοῦ ἀναξίως ἐσθίοντος καὶ πίνοντος. Εἰ δὲ καὶ ὁ τὸν ἀδελφὸν διὰ βρῶμα λυπῶν τῆς ἀγά‐ πης ἐκπέπτωκεν, ἧς ἄνευ καὶ τὰ μεγάλα τῶν τε χα‐ ρισμάτων καὶ τῶν δικαιωμάτων ἐνεργούμενα οὐδὲν ὠφελεῖ, τί ἄν τις εἶποι περὶ τοῦ ἀργῶς καὶ ἀνωφε‐
35λῶς τολμῶντος φαγεῖν τὸ σῶμα, καὶ πιεῖν τὸ αἷμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ διὰ τοῦτο περισσοτέρως λυποῦντος τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τολμῶντος ἄνευ τῆς συνεχούσης ἀγάπης, ὥστε κρῖ‐ ναι μὴ ἑαυτῷ ζῇν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀπο‐
40θανόντι καὶ ἐγερθέντι Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, φαγεῖν καὶ πιεῖν; Δεῖ οὖν τὸν προσιόντα τῷ σώματι καὶ τῷ αἵματι τοῦ Χριστοῦ, εἰς ἀνάμνησιν αὐτοῦ τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος, μὴ μόνον καθαρεύειν ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς
45καὶ πνεύματος, ἵνα μὴ εἰς κρῖμα φάγῃ καὶ πίῃ, ἀλλὰ καὶ ἐνεργῶς δεικνύειν τὴν μνήμην τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος, ἐν τῷ νενε‐ κρῶσθαι μὲν τῇ ἁμαρτίᾳ καὶ τῷ κόσμῳ καὶ ἑαυτῷ,
ζῇν δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.1577

31

.

1580

(1t)

ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ.
2ΕΡΩΤΗΣΙΣ Αʹ. Εἰ πᾶς ὁ βαπτισθεὶς τὸ ἐν τῷ Εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ βάπτισμα ὀφει‐
5 λέτης ἐστὶ νεκρὸς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῇν δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ. ΑΠΟΚΡΙΣΙΣ. Εἰ πάντες οἱ τῆς βασιλείας τοῦ Θεοῦ ἐπιθυμοῦν‐ τες τῆς τοῦ βαπτίσματος χάριτος ὁμοίως καὶ
10ἀναγκαίως ἀντιποιούμεθα καὶ ἐπιδεόμεθα, κατὰ τὴν τοῦ Κυρίου ἀπόφασιν, εἰπόντος· «Ἐὰν μή τις γεν‐ νηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ,» πάντες ἄρα ὁμοίως ἐσμὲν ὀφειλέται τῷ αὐτῷ λόγῳ στοιχεῖν τοῦ βαπτίσματος,
15τοῦ Ἀποστόλου κοινῶς πᾶσι τοῖς βαπτισθεῖσι λέγον‐ τος· «Ἢ ἀγνοεῖτε, ἀδελφοὶ, ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτί‐ σθημεν; Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα, ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νε‐
20κρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν,» καὶ τὰ ἑξῆς. Καὶ ἐν ἑτέρῳ τόπῳ ἐντρεπτικώτερον καὶ σαφέστερον ἡμῖν παραδίδωσι τοιοῦτον δόγμα, εἰπών· «Ὅσοι εἰς Χρι‐ στὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι Ἰου‐
25δαῖος, οὐδὲ Ἕλλην· οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύθερος· οὐκ ἔνι ἄρσεν καὶ θῆλυ. Πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ.» Καθὼς πάλιν πρὸς πάντας φη‐ σίν· «Ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποι‐ ήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν
30τῆς σαρκὸς, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέν‐ τες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρ‐ θητε διὰ τῆς πίστεως.» Ἄρα πᾶς ὁ βαπτισθεὶς τὸ τοῦ Εὐαγγελίου βάπτισμα ὀφειλέτης ἐστὶ κατὰ τὸ Εὐαγγέλιον ζῇν καὶ δι’ ὧν εἶπεν ἀλλαχοῦ· «Μαρτύ‐
35ρομαι πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι.» Σαφῶς οὖν συνίσταται, ὅτι πᾶς ὁ βαπτισθεὶς τὸ ἓν βάπτισμα, καθὼς γέγραπται, ἐπίσης ὀφειλέτης ἐστὶ κατὰ τὸν λόγον τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ
40ἐγερθέντος πληρῶσαι τὸ γεγραμμένον ὑπ’ αὐτοῦ τοῦ Ἀποστόλου. «Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ
45τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.» Εἰ γὰρ ὁ περιτμηθεὶς μέρος τι τοῦ σώματος, τὴν κατὰ Μωϋσῆν περιτομὴν, ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι, πόσῳ μᾶλλον ὁ περιτμηθεὶς τὴν κατὰ Χρι‐ στὸν περιτομὴν ἐν τῇ ἀπεκδύσει ὅλου τοῦ σώματος

31

.

1580

(50)

τῶν ἁμαρτιῶν τῆς σαρκὸς, καθὼς γέγραπται, ὀφει‐1579

31

.

1581

λέτης ἐστὶ πληρῶσαι τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημέ‐ νον, «Ἐγὼ τῷ κόσμῳ ἐσταύρωμαι, καὶ ὁ κόσμος ἐμοί· ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ ὁ Χριστός;» Ὥστε ὁ ἀληθῶς, κατὰ τὸν λόγον τοῦ Ἀποστόλου,
5βαπτισθεὶς εἰς τὸν θάνατον τοῦ Χριστοῦ, ἐνέκρωσε μὲν ἑαυτὸν καὶ τῷ κόσμῳ, πολὺ δὲ πρότερον τῇ ἁμαρτίᾳ, κατὰ τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρη‐ μένον ἐν τῷ περὶ τοῦ βαπτίσματος λόγῳ, ὅτι «Ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταρ‐
10γηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ.» Ἀπαράβατον δὲ συνθήκην κατ‐ έθετο τοῦ ἀκολουθεῖν ἐν πᾶσι τῷ Κυρίῳ, ὅπερ ἐστὶ ζῇν τῷ Θεῷ ὁλοκλήρως, δι’ ὅλου πληρῶν τὰ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένα· ποτὲ μὲν, «Παρακαλῶ οὖν
15ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ παρα‐ στῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρε‐ στον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν,» καὶ τὰ ἑξῆς· ποτὲ δὲ, «Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς
20ἐπιθυμίαις αὐτοῦ· μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ· ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ, ὡς ἐκ νεκρῶν ζῶντας, καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ·» ἐν τούτοις δὲ καὶ τοῖς τοιούτοις δόγμασι πάλιν λέγων· «Οὐκ ἔνι Ἰουδαῖος,
25οὐδὲ Ἕλλην· οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύθερος· οὐκ ἔνι ἄρσεν, οὐδὲ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ,» ἵνα ἄξιοι γενώμεθα οἱ πάντες, ὡς εἷς, ἀκοῦσαι· «Δεῦρο, ἀγαθὲ δοῦλε· ἐπὶ ὀλίγα ἦς πι‐ στὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χα‐
30ρὰν τοῦ Κυρίου σου.» Ἧς καταξιούμεθα, ἐὰν ἕκαστος ἡμῶν ἐν ᾧ ἐκλήθη καὶ ἐκληρώθη, δι’ ἐπιμελείας περισσοτέρας καὶ ἀόκνου σπουδῆς πολυπλασιάσῃ τὴν μερισθεῖσαν αὐτῷ χάριν, καθὼς γέγραπται. ΕΡΩΤΗΣΙΣ Βʹ.
35Εἰ ἀκίνδυνόν ἐστι μὴ καθαρεύοντα τὴν καρδίαν ἀπὸ συνειδήσεως πονηρᾶς, ἢ ἀκαθαρσίας, ἢ μολυσμοῦ, ἱερατεύειν. ΑΠΟΚΡΙΣΙΣ. Μωϋσῆς μὲν, τύπον διδοὺς τοῖς τότε, πρὸς νουθε‐
40σίαν δὲ ἡμετέραν, ἐν τῷ νόμῳ τῷ παρὰ τοῦ Θεοῦ δοθέντι γράφει· «Καὶ εἶπε Κύριος πρὸς Μωϋσῆν λέγων· Εἰπὸν πρὸς Ἀαρὼν λέγων· Ἄνθρωπος ἐκ τοῦ γένους σου εἰς τὰς γενεὰς ὑμῶν, ὃς ἔχει ἐν ἑαυτῷ μῶμον, οὐ προσελεύσεται προσφέρειν τὰ δῶρα
45τῷ Θεῷ αὐτοῦ· ὅτι πᾶς ἄνθρωπος, ἐν ᾧ ἂν ᾖ ἐν αὐτῷ μῶμος, οὐ προσελεύσεται·» καὶ τοῖς ἑξῆς ἑρμηνεύει τὸν μῶμον· οὐκ ἐν ἐπιμιξίᾳ ἀλλοτρίων μελῶν, οὐδὲ ἐν συντρίμματι ἑνός τινος, κἂν ἐπὶ μέ‐ ρους ᾖ τῶν ἰδίων μελῶν οὐ τοσοῦτον παραπο‐

31

.

1581

(50)

δίζοντος τὴν ἐνέργειαν τῆς εὐοδίας, ἀλλὰ παραβλά‐
πτοντος τὴν εὐτρέπειαν ἢ τὴν ὁλοκληρίαν· ὁ δὲ Κύ‐1581

31

.

1584

ριος λέγων· «Μεῖζον τοῦ ἱεροῦ ὧδε,» παιδεύει ἡμᾶς, ὅτι τοσοῦτον ἀσεβέστερός ἐστιν ὁ τολμῶν ἱερατεύειν τὸ σῶμα τοῦ Κυρίου, τοῦ δόντος ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας,
5ὅσον τὸ σῶμα τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ ὑπερ‐ έχει κριῶν καὶ ταύρων· οὐκ ἐκ συγκρίσεως, ἀσύγκριτος γὰρ ἡ ὑπεροχή. Ἀλλὰ καὶ μῶμος ἢ λώβησις νῦν οὐκ ἐπὶ μελῶν σώματός ἐστι θεωρου‐ μένη, ἐπὶ δὲ δικαιωμάτων τῆς κατὰ τὸ Εὐαγγέλιον
10θεοσεβείας ἐστὶ γινωσκομένη· ὅταν ἢ παρ’ ὀλί‐ γον, ἢ ἐλλειπῶς γένηται ἡ ἐντολὴ, ἢ μὴ οὕτως, ὥσπερ εὐαρεστεῖται Θεός· ὥσπερ οὐλῆς τινος ἢ λέπρας ἐπιφαινομένης τῇ ἐντολῇ τῆς ἀνθρωπίνης γνώμης. Ἀναγκαῖον οὖν πάντοτε μὲν, μάλιστα
15δὲ ἐν τῷ καιρῷ τοῦ τοσούτου καὶ τοιούτου μυστηρίου, φυλάσσειν τὸ παράγγελμα τοῦ Ἀποστόλου εἰπόντος· «Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοὶ, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ
20Θεοῦ· μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, ἀλλ’ ἐν παντὶ συν‐ ιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι.» Οὕτως ἄξιός τις γένηται ἱερουργεῖν τὸ μυστήριον τοῦ Κυρίου κατὰ τὸ Εὐαγγέλιον τοῦ Θεοῦ
26ΕΡΩΤΗΣΙΣ Γʹ. Εἰ ἀκίνδυνόν ἐστι μὴ καθαρεύοντά τινα ἀπὸ παν‐ τὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος ἐσθίειν τὸ σῶμα τοῦ Κυρίου, καὶ πίνειν τὸ αἷμα
30ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Θεοῦ ἐν τῷ νόμῳ τὴν ἀνωτάτω τιμωρίαν ὁρί‐ σαντος κατὰ τοῦ ἐν ἀκαθαρσίᾳ τολμήσαντος ἅψασθαι τῶν ἁγίων· γέγραπται γὰρ τυπικῶς μὲν ἐκείνοις, εἰς νουθεσίαν δὲ ἡμετέραν· «Καὶ ἐλάλησε Κύριος
35πρὸς Μωϋσῆν λέγων· Εἰπὲ Ἀαρὼν, καὶ τοῖς υἱοῖς αὐτοῦ· καὶ προσεχέτωσαν ἀπὸ τῶν ἁγίων τῶν υἱῶν Ἰσραὴλ, καὶ οὐ βεβηλώσουσι τὸ ὄνομά μου τὸ ἅγιον, ὅσα αὐτοὶ ἁγιάζουσί μοι. Ἐγὼ Κύριος. Εἰπὲ αὐτοῖς· Εἰς τὰς γενεὰς αὐτῶν πᾶς ἄνθρωπος, ὃς ἐὰν προσ‐
40έλθῃ ἀπὸ παντὸς τοῦ σπέρματος ὑμῶν πρὸς τὰ ἅγια, ὅσα ἂν ἁγιάσωσιν οἱ υἱοὶ Ἰσραὴλ τῷ Κυρίῳ, καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπ’ αὐτῷ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἀπὸ προσώπου μου. Ἐγὼ Κύριος·» εἰ τοιαύτη ἀπειλὴ κεῖται κατὰ τῶν προσιόντων ἁπλῶς
45εἰς τὰ παρὰ τῶν ἀνθρώπων ἁγιαζόμενα, τί ἄν τις εἴποι κατὰ τοῦ εἰς τοσοῦτον καὶ τοιοῦτον μυ‐ στήριον τολμήσαντος; Ὅσῳ γὰρ πλεῖον τοῦ ἱεροῦ ὧδε, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, τοσούτῳ δεινότε‐ ρον καὶ φοβερώτερον τὸ ἐν μολυσμῷ ψυχῆς τολμῆσαι

31

.

1584

(50)

ἅψασθαι τοῦ σώματος τοῦ Χριστοῦ, παρὰ τὸ ἅψα‐1583

31

.

1585

σθαι κριῶν ἢ ταύρων, τοῦ Ἀποστόλου εἰπόντος· «Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον, ἢ πίνῃ τὸ ποτή‐ ριον τοῦ Κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου.» Σφοδρότερον δὲ ὁμοῦ
5καὶ φοβερώτερον παριστῶν τὸ κρῖμα διὰ τῆς ἐπαναλήψεως, φησί· «Δοκιμαζέτω δὲ ἕκαστος ἑαυ‐ τὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω. Ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα
10τοῦ Κυρίου.» Εἰ δὲ ὁ ἐν ἀκαθαρσίᾳ μόνῃ γενό‐ μενος (τῆς δὲ ἀκαθαρσίας τὸ ἰδίωμα τυπικῶς ἐκ τοῦ νόμου μανθάνομεν), οὕτω φοβερὸν ἔχει τὸ κρῖμα, πόσῳ μᾶλλον ὁ ἐν ἁμαρτίᾳ ὢν, καὶ κατατολμῶν τοῦ σώματος τοῦ Κυρίου, δεινότερον ἐπισπάσεται τὸ
15κρῖμα; Καθαρεύσωμεν τοίνυν ἀπὸ παντὸς μολυσμοῦ (ἡ δὲ διαφορὰ τοῦ μολυσμοῦ πρὸς τὴν ἀκαθαρσίαν φανερὰ τοῖς εὖ φρονοῦσι), καὶ οὕτω προσερχώμεθα τοῖς ἁγίοις, ἵνα φύγωμεν τὸ κρῖμα τῶν φονευσάντων τὸν Κύριον, διότι «Ὃς ἂν ἐσθίῃ τὸν ἄρτον, ἢ πίνῃ
20τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου·» σχῶμεν δὲ ζωὴν αἰώνιον, καθὼς ἐπηγγείλατο ὁ ἀψευδὴς Κύριος καὶ Θεὸς ἡμῶν Ἰησοῦς Χριστός· ἐὰν ἐσθίοντες καὶ πίνοντες μνημονεύσωμεν αὐτοῦ ὑπὲρ ἡμῶν ἀπο‐
25θανόντος, καὶ φυλάξωμεν τὸ κρῖμα τοῦ Ἀποστόλου εἰπόντος· «Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέ‐ θανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ
30τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι·» ὅπερ συνεθέμεθα ἐν τῷ βαπτίσματι.
33ΕΡΩΤΗΣΙΣ Δʹ. Εἰ παντὶ ῥήματι Θεοῦ δεῖ πιστεύειν, καὶ πείθε‐
35 σθαι ἐν πληροφορίᾳ ἀληθείας τοῦ εἰρημένου, κἂν εὑρίσκηταί τι ἢ ῥῆμα ἢ ἔργον ἤτοι παρ’ αὐτοῦ τοῦ Κυρίου ἢ παρ’ αὐτῶν τῶν ἁγίων δοκοῦν ἐναντίως ἔχειν. ΑΠΟΚΡΙΣΙΣ.
40 Τὸ ἐρώτημα, εἰ καὶ παντάπασιν ἀνάξιον παν‐ τὸς τοῦ καταδεξαμένου ὁμολογεῖν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος, δι’ οὗ τὰ πάντα ἐγένετο, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, λαλοῦντα ῥήματα, ἃ ἤκουσε παρὰ τοῦ Πατρὸς,
45ὅμως ἀναγκαῖον ἀποκρίνασθαι, πειθομένους τῷ Ἀποστόλῳ γράψαντι· «Ἕτοιμοι ἔσεσθε πρὸς ἀπο‐ λογίαν παντὶ τῷ ἐπερωτῶντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν πίστεως.» Καὶ ἵνα μὴ, παρ’ ἑαυτῶν τι λέ‐
γοντες, ἀμφιβολίαν ἐμποιήσωμεν τοῖς ἀκούουσι,1585

31

.

1588

μνημονεύσωμεν αὐτοῦ τοῦ Κυρίου λέγοντος· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρ‐ έλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται·» καὶ πάλιν· «Εὐκοπώτερόν ἐστι τὸν οὐρανὸν καὶ τὴν
5γῆν παρελθεῖν, ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν.» Εἰ δὲ πλεῖον Σολομῶνος ὧδε, καὶ πλεῖον Ἰωνᾶ ὧδε, ἀκόλουθόν ἐστιν εἰπεῖν, ὅτι καὶ πλεῖον Μωϋσέως ὧδε, τοῦ Ἀποστόλου, μετὰ τὸ τὴν ἀπρόσιτον τοῖς Ἰσραη‐ λίταις Μωϋσέως δόξαν διηγήσασθαι ἐν συγκρίσει τῆς
10δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπενεγκόντος ὅτι, «Οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέλει ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης. Εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ.» Οὕτως εἰ καὶ ἐκ τῶν εἰρημένων ἐπαιδεύθημεν
15τὰ ἐν τῷ Εὐαγγελίῳ εἰρημένα ἐν πίστει ἀδιακρίτῳ βεβαιότερα γνωρίσαι καὶ ὁμολογεῖν, ὅμως πάλιν αὐτοῦ τοῦ Κυρίου μνημονεύσωμεν λέγοντος· «Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.» Ἤρκει μὲν οὖν τὰ τοῦ Κυρίου
20ῥήματα πλέον πάντων ἐν Πνεύματι ἁγίῳ καὶ ἡγεμο‐ νικῷ στηρίξαι τὰς καρδίας ἡμῶν, ἀδιστάκτως καὶ ἀραρότως ἔχειν περὶ παντὸς ῥήματος ἐκπορευομένου διὰ στόματος Θεοῦ· ἵνα δὲ καὶ τῇ τινων ἀσθενείᾳ βοη‐ θήσωμεν, ἀκόλουθον ἂν εἴη καὶ μαρτυρίαν ἑνὸς ἢ δευ‐
25τέρου ἐκ πολλῶν παραθέσθαι. Ὁ μὲν οὖν Δαβίδ φησι· «Πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ, ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι·» καὶ πάλιν· «Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ,»
30καὶ πολλὰ τοιαῦτα. Ὁ δὲ Ἰηοὺ ἐν τοῖς Βασιλείοις εἶπεν· «Ἴδετε, ὅτι οὐ πεσεῖται λόγος Κυρίου ἐπὶ τὴν γῆν.»
34Περὶ δὲ τῶν δοκούντων ἐναντίωσίν τινα ἔχειν,
35κρεῖττόν ἐστιν ἑαυτοῦ καταψηφίσασθαι, ὡς μήπω ἐλθόντος εἰς κατανόησιν τοῦ πλούτου τῆς σοφίας, καὶ ὅτι δύσκολον τῶν ἀνεξερευνήτων κριμάτων τοῦ Θεοῦ ἐφικέσθαι, ἢ ὑπόδικον γενέσθαι τῷ κρίματι τῆς θρα‐ σύτητος καὶ τῆς αὐθαδείας, καὶ ἀκοῦσαι, «Ἀσεβὴς ὁ
40λέγων βασιλεῖ, Παρανομεῖς·» καὶ, «Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ;» Εἰ δὲ καὶ τὰ πολλὰ τοῖς πολ‐ λοῖς φανερὰν ἔχειν δοκεῖ τὴν λύσιν, ὅμως ἐπὶ τῶν δοκούντων ἐναντίωσιν ἔχειν ὀφείλομεν παρατη‐ ρεῖν, ὅτι, ὅταν μὲν τῷ προστάγματι δοκῇ ἐναντίον τι
45εἶναι ῥῆμα ἢ ἔργον, ἀναγκαῖον αὐτὸν ἕκαστον τῷ προστάγματι πειθαρχεῖν, καὶ μὴ τῷ βάθει τοῦ πλού‐ του καὶ τῆς σοφίας ἐπισκήπτειν, ἢ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις· τοῦτο γὰρ εὐάρεστον τῷ Θεῷ, καὶ ἀκίνδυνον εἶναι μεμαθήκαμεν ἐκ τῶν

31

.

1588

(50)

θεοπνεύστων Γραφῶν· ὅταν δὲ πρόσταγμα προστάγ‐ ματι ἐναντίως ἔχειν δοκῇ, ἵνα τὰς ὑποθέσεις κατα‐
μανθάνοντες, καὶ ὁλόκληρον τὴν περικοπὴν1587

31

.

1589

ἀναγινώσκοντες, οὕτω τὸ ἄμαχον ἐπιγινώσκωμεν, καὶ τὸ ἑκάστῳ ἁρμόζον πρὸς τὸν σκοπὸν τῆς ἄνω κλή‐ σεως φυλάσσωμεν, εἰς ὃν ἀμφότερα τείνει τὰ προστάγ‐ ματα· τὰ μὲν νόσον θεραπεύοντα, τὰ δὲ προκοπὴν
5ἐμποιοῦντα πρὸς τελείωσιν ἄγουσαν τῆς πρὸς Θεὸν εὐαρεστήσεως, τοῦ Κυρίου λέγοντος ποτὲ μέν· «Οὐδ‐ εὶς, λύχνον ἅψας, κρύπτει αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ’ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ· οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν
10ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Ποτὲ δὲ, «Σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην, μὴ γνώτω ἡ ἀριστερὰ, τί ποιεῖ ἡ δεξιά σου.»
15 Καὶ πολλὰ τοιαῦτα εὕροις ἂν παρά τε τοῖς εὐαγ‐ γελισταῖς καὶ τῷ Ἀποστόλῳ. Ἐὰν δὲ ἡ μὲν ἐντολὴ δοθῇ, πῶς δὲ γένηται, μὴ ἐπενεχθῇ, ἀνασχώμεθα τοῦ Κυρίου λέγοντος· «Ἐρευνᾶτε τὰς Γραφὰς,» καὶ μι‐ μησώμεθα τοὺς ἀποστόλους αὐτὸν τὸν Κύριον ἐπερω‐
20τήσαντας τὴν ἑρμηνείαν τῶν παρ’ αὐτοῦ εἰρημένων καὶ τῶν παρ’ αὐτοῦ ἐκ τῶν ἐν ἑτέρῳ τόπῳ εἰρημένων, μανθάνωμεν τὸ ἀληθὲς καὶ σωτήριον· ὥσπερ ἐπὶ τοῦ, «Θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ,» ἔκ τε τῶν τῷ νεανίσκῳ προστεταγμένων παιδευόμεθα, αὐ‐
25τοῦ τοῦ Κυρίου εἰπόντος· «Πώλησόν σου τὰ ὑπάρ‐ χοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐ‐ ρανῷ» καὶ ἐκ τῶν εἰρημένων πρὸς τοὺς ἐπιθυμοῦντας βασιλείαν οὐρανῶν κληρονομῆσαι· «Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι ηὐδόκησεν ὁ Πατὴρ ὑμῶν ὁ οὐ‐
30ράνιος, δοῦναι ὑμῖν τὴν βασιλείαν. Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκ‐ λειπτον ἐν τοῖς οὐρανοῖς.» Ἐὰν δὲ καὶ κίνδυνος παρ‐ έπηται τῇ τηρήσει τῆς ἐντολῆς, ἥτις ἐστὶ καύχημα
35ἡμῶν, μνημονεύσωμεν τοῦ Ἀποστόλου εἰπόντος· «Κα‐ λόν μοι μᾶλλον ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ·» καὶ ἀλλαχοῦ πλατύτερον· «Τίς ἡμᾶς χω‐ ρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενο‐ χωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος,
40ἢ μάχαιρα;» καὶ τὰ ἑξῆς. Δι’ ὧν σφοδρότερον παιδευόμεθα τηρεῖν τὰς ἐντολὰς, καὶ περισσοτέραν δοῦναι ἀπόδειξιν τῆς πρὸς τὸν Κύριον ἀγάπης, εἰ‐ πόντα· «Ὁ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρήσει,» καὶ πολλάκις ὁμοίως· ἐπὶ δὲ τῶν λοιπῶν μιμεῖσθαι τὸν
45Ἀπόστολον, καὶ λέγειν· «Ὢ βάθος πλούτου, καὶ σο‐ φίας, καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Τίς γὰρ ἔγνω νοῦν Κυρίου» τοῦ ἐξ οὐρανῶν κατελθόντος, καὶ τὰ τοῦ Πατρὸς ἡμῖν ῥήματα ἀπαγγείλαντος; ᾯ

31

.

1589

(50)

πιστεύειν ἀναγκαῖον καὶ σωτήριον, ὡς τὰ τέκνα τοῖς1589

31

.

1592

γονεῦσι, καὶ τὰ παιδία τοῖς διδασκάλοις, κατὰ τὴν αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ φωνὴν, εἰπόν‐ τος· «Ἐὰν μή τις δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.»
7ΕΡΩΤΗΣΙΣ Εʹ. Εἰ παντὸς ῥήματος ἡ ἀπείθεια ἀξία ὀργῆς καὶ θανάτου, κἂν ἰδικῶς τῷ καθ’ ἕκαστον μὴ ᾖ συν‐
10ημμένη ἡ ἀπειλή. ΑΠΟΚΡΙΣΙΣ. Περὶ μὲν τοῦ, εἰ παντὸς ῥήματος ἡ ἀπείθεια ἀξία ὀργῆς καὶ θανάτου, εἴρηται μὲν πλατύτερον ἐν τῇ περὶ τῆς συμφωνίας ἐπιστολῇ· ἵνα δὲ καὶ νῦν
15μιᾶς ἢ δευτέρας ἐκ πολλῶν μνημονεύσωμεν μαρτυ‐ ρίας, ἀκούσωμεν Ἰωάννου μὲν τοῦ Βαπτιστοῦ λέγον‐ τος· «Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ (τὸ δὲ ἀόριστον παντός ἐστι περιληπτικὸν) οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ’ ἡ ὀργὴ
20τοῦ Θεοῦ μενεῖ ἐπ’ αὐτόν·» αὐτοῦ δὲ τοῦ Κυρίου ὁριστικῶς ἀποφηναμένου· «Ἰῶτα ἓν, ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένη‐ ται.» Εἰ δὲ τὰ τοῦ νόμου οὕτως, πόσῳ μᾶλλον τὰ τοῦ Εὐαγγελίου; καθὼς αὐτὸς ὁ Κύριος πολλάκις
25ἐπιστώσατο. Περὶ δὲ τοῦ, κἂν ἰδικῶς τῷ καθέκαστον μὴ ᾖ συνημμένη ἡ ἀπειλὴ, ἀρκεῖν μὲν λογίζομαι τοῖς πιστοῖς, αὐτοῦ τοῦ Κυρίου μνημονεῦσαι εἰπόντος ἐν τῇ περικοπῇ τῆς μετὰ τοὺς μακαρισμοὺς διδασκα‐ λίας· ἐν ᾗ πολλῶν μὲν ἐμνημόνευσε τῶν ἀπηγορευ‐
30μένων, καὶ τοῖς μὲν προσέθηκε καὶ τὴν ἀπειλὴν, εἰπών· «Πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὑτοῦ ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ’ ἂν εἴπῃ, Ῥακὰ, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δ’ ἂν εἴπῃ, Μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός·» καὶ πολλὰ τοιαῦτα· τοῖς δὲ
35μὴ προστιθείς· ὥσπερ ἐν τῷ εἰπεῖν, ὅτι «Πᾶς ὁ βλέ‐ πων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὑτοῦ·» καὶ τὸ, «Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως·» καὶ μετ’ ὀλίγα· «Ἔσται δὲ ὁ λόγος ὑμῶν, Ναὶ, ναί· οὒ, οὔ· τὸ
40δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστι.» Καὶ πολλὰ τοιαῦτα εἰπὼν, ἄνευ τοῦ ἐπαγαγεῖν τῆς τιμωρίας τὸ ἰδίωμα, γενικώτερον κατὰ πάντων ἀπεφήνατο προει‐ πὼν μὲν, «Ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλ‐
45θητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν·» ἐν δὲ τῷ τέλει ἐπαγαγὼν, ὅτι «Πᾶς ὁ ἀκούων μου τοὺς λόγους τού‐ τους, καὶ μὴ ποιῶν αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὑτοῦ ἐπὶ τὴν ἄμμον, καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ,

31

.

1592

(50)

καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέπεσαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσε, καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη.» Καὶ πολλαχοῦ πολλῶν μνημονεύσας ἁμαρτημά‐
των, οὐ προσέθηκε καὶ τὴν ἀποκειμένην ἑκάστῳ τι‐1591

31

.

1593

μωρίαν, ἀρκεῖν ἡγούμενος τὰ καθόλου πολλάκις εἰρη‐ μένᾳ κατὰ πάντων. Ἐπειδὴ δὲ χρείαν ἔχουσιν οἱ ἀσθενέστεροι βοηθείας, μνημονεύσωμεν καὶ τοῦ Ἀπο‐ στόλου. Μιμούμενος γὰρ τὸν Κύριον καὶ αὐτὸς, ποτὲ
5μὲν εἶπεν· «Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος, ἢ πόρ‐ νος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν·» ποτὲ δέ· «Μὴ ψεύδεσθε εἰς ἀλλήλους·» καὶ ἀλλαχοῦ· «Πᾶσα ὀργὴ, καὶ θυμὸς, καὶ κραυγὴ, καὶ βλασφη‐
10μία ἀρθήτω ἀφ’ ὑμῶν, σὺν πάσῃ κακίᾳ.» Καὶ πολλὰ τοιαῦτα πολλάκις εἰπὼν, ἄνευ τοῦ προσθεῖναι τὴν ἀπειλὴν, ἀλλαχοῦ γενικώτερον προστίθησι καὶ τὴν τιμωρίαν, εἰπών· «Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρ‐
15σενοκοῖται, οὔτε κλέπται, οὔτε πλεονέκται, οὐ μέθυ‐ σοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ οὐ κλη‐ ρονομήσουσιν.» Ἀλλαχοῦ δὲ πάλιν πλατύτερον γρά‐ φει· «Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν,
20ποιεῖν τὰ μὴ καθήκοντα· πεπληρωμένους πάσῃ ἀδι‐ κίᾳ, πορνείᾳ, πονηρίᾳ, πλεονεξίᾳ, κακίᾳ· μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας· ψιθυριστὰς, καταλάλους, θεοστυγεῖς, ὑβριστὰς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς, ἀσυν‐
25έτους, ἀσυνθέτους, ἀστόργους, ἀσπόνδους, ἀνελεή‐ μονας. Οἵτινες, τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσὶν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι. Διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε, πᾶς ὁ
30κρίνων. Ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κα‐ τακρίνεις· τὰ γὰρ αὐτὰ πράσσεις, ὁ κρίνων.» Καὶ πολλαχοῦ ὁμοίως. Ἐξ ὧν δείκνυται, ὅτι, κἂν ἐν τοῖς κατὰ μέρος μὴ ᾖ προσκειμένη ἡ ἀπειλὴ τῆς τιμω‐ ρίας ἑκάστῳ εἴδει, ἀναγκαίως ἐπιγινώσκειν ὀφείλο‐
35μεν, ὅτι ἀφύκτῳ ἀνάγκῃ τῇ γενικῇ ὑποβάλλεται ἀπο‐ φάσει ὁ καὶ μίαν ἐντολὴν παραβαίνων· τοῦ μὲν Κυ‐ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀποφηναμένου, ὅτι «Ὁ ἀθετῶν ἐμὲ, καὶ μὴ λαμβάνων τὰ ῥήματά μου, ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος
40κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ,» καὶ τὰ ἑξῆς φο‐ βερώτερον· Ἰωάννου δὲ τοῦ Βαπτιστοῦ, οὗ μείζων οὐδεὶς, ὁριστικῶς μαρτυροῦντος, ὅτι «Ὁ ἀπει‐ θῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ’ ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ’ αὐτόν.» Τοῦτο γὰρ σύνηθες τῇ θεο‐
45πνεύστῳ Γραφῇ καὶ ἐν τῇ Παλαιᾷ Διαθήκῃ. Καὶ γὰρ διὰ Μωϋσέως, πολλὰ τῶν ἐν τῷ νόμῳ γράψαντος, ἄνευ τοῦ προσθεῖναι τὴν ἀπειλὴν κατὰ τοῦ παρα‐ βαίνοντος ἢ ἀμελοῦντος, γενικὴν κατὰ πάντων ἐπ‐ ήγαγε τὴν κατάραν, ἥτις ἐστὶ τῆς δεινοτάτης τιμωρίας

31

.

1593

(50)

προκαταρκτικὴ, εἰπών· «Ἐπικατάρατος πᾶς ὃς οὐκ1593

31

.

1596

ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου.» Καὶ ἀλλαχοῦ· «Ἐπικατάρατος, φησὶν, ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς.» Εἰ δὲ ὁ ἀμελῶς ποιῶν ἐπικατάρατος, ἄρα ὁ μὴ ποιῶν
5τίνος ἐστὶν ἄξιος;
8ΕΡΩΤΗΣΙΣ ϛʹ. Εἰ ἡ ἀπείθεια ἐν τῷ ποιῆσαί τι τῶν ἀπηγορευμέ‐
10 νων ἔστιν, ἢ καὶ ἐν τῷ παραλιπεῖν τι τῶν ἐγ‐ κεκριμένων. ΑΠΟΚΡΙΣΙΣ. Τοῦτο τὸ κρῖμα σφοδρότερον πιστούμενος ὁ Κύ‐ ριος ἡμῶν Ἰησοῦς Χριστὸς, εἰς ἀθέτησιν μὲν τῆς
15προλαβούσης πλάνης, στηριγμὸν δὲ τῶν ἡμετέρων καρδιῶν ἐν τῇ ὑγιαινούσῃ πίστει, ηὐδόκησε παιδεῦ‐ σαι ἡμᾶς τὸν φόβον τῶν κριμάτων, οὐ μόνον διὰ ῥημάτων, ἀλλὰ καὶ δι’ ὑποδειγμάτων· ὡς τῶν πρα‐ γμάτων μᾶλλον ἐμποιούντων τὴν πληροφορίαν τῆς
20ἀληθείας. Καὶ πρῶτον μέν φησιν· «Ἐὰν μὴ περισ‐ σεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Καὶ μέθ’ ὅλην τὴν περικοπὴν τῆς διδασκαλίας αὐτοῦ ἐπήγαγεν ἀπόφασιν μεθ’ ὑποδεί‐
25γματος, εἰπών· «Πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους, καὶ μὴ ποιῶν αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὑτοῦ ἐπὶ τὴν ἄμμον, καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέῤῥηξαν
30τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσε, καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη·» καὶ πάλιν· «Συκῆν εἶχέ τις πεφυτευμέ‐ νην ἐν τῷ ἀμπελῶνι αὑτοῦ, καὶ ἦλθε ζητῶν καρπὸν ἐν αὐτῇ, καὶ οὐχ εὗρε. Καὶ λέγει πρὸς τὸν ἀμπελουρ‐ γόν· Ἰδοὺ τρία ἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν αὐτῇ,
35καὶ οὐχ εὑρίσκω· ἔκκοψον αὐτήν· ἵνα τί καὶ τὴν γῆν καταργεῖ;» Καὶ ἀλλαχοῦ φανερώτερον ἐκτί‐ θεται τὸ κρῖμα τοῦτο, λέγων· «Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμα‐ σμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.» Καὶ
40ἐπιφέρει οὐχὶ ἐργασίαν τινὸς τῶν ἀπηγορευμένων, ἀλλ’ ἔλλειψιν τῶν ἐγκεκριμένων ἔργων, εἰπών· «Ἐπείνασα γὰρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδί‐ ψησα, καὶ οὐκ ἐποτίσατέ με,» καὶ τὰ ἑξῆς. Καὶ πολλὰ τοιαῦτα ἄν τις εὕροι πρὸς ἀπόδειξιν, ὅτι οὐ μό‐
45νον οἱ τὰ πονηρὰ ἐργαζόμενοι ἄξιοι θανάτου εἰσὶν, οἷς καὶ τὸ πῦρ τὸ ἄσβεστον ἡτοιμάσθη, μεθ’ ὧν κατακρίνονται καὶ οἱ ἀργοῦντες ἀπὸ τῶν καλῶν, ἀλλὰ καὶ οἱ ἀμελῶς ποιοῦντες. Γέγραπται γάρ· «Ἐπικατάρατος πᾶς ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμε‐

31

.

1596

(50)

λῶς.» Καιρὸς δ’ ἂν εἴη μνημονεῦσαι καὶ Ἰωάν‐ νου πρὸς τοὺς λαβόντας τὴν ἄφεσιν τῶν ἁμαρτημά‐
των διὰ τοῦ βαπτίσματος, λέγοντος· «Γεννήματα ἐχι‐1595

31

.

1597

δνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετα‐ νοίας. Καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν, ὅτι δύναται ὁ
5Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. Ἤδη δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δέν‐ δρων κεῖται. Πᾶν οὖν δένδρον, μὴ ποιοῦν καρπὸν κα‐ λὸν, ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται.» Ὧν ἕκαστον οὐκ ἐργασίαν κακοῦ τινος δηλοῖ, ἀλλ’ ἀργίαν τοῦ
10τῆς θεοσεβείας δικαιώματος. Εἰ γὰρ ἐπικατάρατος πᾶς ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς, ὅτι οὐ μετὰ τῆς πρεπούσης ἐποίησε προθυμίας, πόσῳ μᾶλ‐ λον ἐπικατάρατοι οἱ μήτε ποιεῖν ὁπωσοῦν τὸ ἀγαθὸν ἀνασχόμενοι; Καὶ δικαίως ἀκούουσι· «Πορεύεσθε
15ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.» Ὡς ἐκ πάντων δῆλον, ὅτι ἀναγκαίως τάχους πλείονος καὶ σπουδῆς ἀόκνου χρεία μετ’ ἐπιθυμίας ἀγαθῆς καὶ ἀμετεωρίστου ἐν ταῖς ἐντολαῖς τοῦ Κυρίου ἡμῶν
20Ἰησοῦ Χριστοῦ, ἵνα ἄξιοι τοῦ μακαρισμοῦ γενώμεθα καὶ αὐτοὶ, καθὼς εἶπεν αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· «Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιο‐ σύνην, ὅτι αὐτοὶ χορτασθήσονται.»
25ΕΡΩΤΗΣΙΣ Ζʹ. Εἰ δυνατόν ἐστιν, ἢ εὐάρεστον, ἢ εὐπρόσδεκτον Θεῷ, τὸν ἁμαρτίᾳ δουλεύοντα ποιεῖν δικαίωμα κατὰ τὸν τῆς θεοσεβείας τῶν ἁγίων κανόνα. ΑΠΟΚΡΙΣΙΣ.
30 Ἐν μὲν τῇ Παλαιᾷ Διαθήκῃ τοῦ Θεοῦ λέγοντος· «Ὁ ἁμαρτωλὸς ὁ θύων μοι μόσχον ὡς ὁ ἀποκτεί‐ νων κύνα, καὶ ὁ προσφέρων σεμίδαλιν ὡς αἷμα ὕειον,» καὶ τοσαύτην περὶ τῶν προσφερομένων εἰς θυσίαν νομοθετήσαντος ἀκρίβειαν, καὶ τὸ φοβερὸν
35κρῖμα κατὰ τοῦ πλημμελήσαντος θέντος· ἐν δὲ τῇ Καινῇ Διαθήκῃ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δι’ ἑαυτοῦ ἐν τοῖς Εὐαγγελίοις εἰπόντος, ὅτι «Ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας·» καὶ, «Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν·» καὶ,
40«Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμμωνᾷ·» καὶ φανερώτατα δογματίσαντος· «Οὕτω πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής·» εἰ δὲ περὶ τῶν μέσων τοιαύτη ἀπόφασις, τί ἄν τις εἴποι περὶ τῶν ἀπ‐
45ηγορευμένων; Διὰ δὲ τοῦ Ἀποστόλου· «Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις· τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ

31

.

1597

(50)

μετὰ εἰδώλων;» τὸ παντάπασιν ἀδύνατον καὶ ἀπαρέ‐
σκον Θεῷ, καὶ ἐπικίνδυνον τῷ τολμῶντι δεδήλωται.1597

31

.

1600

Διόπερ παρακαλῶ, ὡς διδάσκει ὁ Κύριος, ποιήσω‐ μεν τὸ δένδρον καλὸν, καὶ τὸν καρπὸν αὐτοῦ καλὸν, καὶ καθαρίσωμεν πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, καὶ τότε τὸ ἐκτὸς αὐτοῦ ἔσται καθα‐
5ρὸν ὅλον. Καὶ διὰ τοῦ Ἀποστόλου παιδευθέντες, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, καὶ τότε ἐπιτελῶμεν ἁγιωσύνην ἐν ἀγά‐ πῃ Χριστοῦ, ἵνα εὐάρεστοι τῷ Θεῷ καὶ εὐπρόσδε‐ κτοι τῷ Κυρίῳ γινώμεθα εἰς τὴν βασιλείαν τῶν
10οὐρανῶν ΕΡΩΤΗΣΙΣ Ηʹ. Εἰ εὐπρόσδεκτόν ἐστι τῷ Θεῷ τὸ ἔργον τῆς ἐν‐ τολῆς, μὴ ἀκολούθως κατ’ ἐντολὴν τοῦ Θεοῦ γινόμενον.
15ΑΠΟΚΡΙΣΙΣ. Τούτου τοῦ ἐρωτήματος σαφήνειαν καὶ ὥσπερ κανόνα τινὰ κατὰ παντὸς τοῦ τοιούτου πράγματος παιδευόμεθα παρὰ μὲν τῆς Παλαιᾶς Διαθήκης, ὡς ἐκ προσώπου τοῦ Θεοῦ λεγούσης· «Ἐὰν ὀρθῶς μὲν
20προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες. Ἡσύ‐ χασον· πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ·» ὡς μὴ μόνον ἀπρόσδεκτον εἶναι τὸ προσενεχθὲν μὴ νομίμως, ἀλλὰ καὶ εἰς ἁμαρτίαν λογισθῆναι τῷ οὕτω προσενέγκαντι. Καθ’ ὁμοιότητα δὲ τοῦ Ἀποστόλου ἔστιν, ὥσπερ δι’
25ὑποδείγματος ἀνθρωπίνου, τὸν τῆς θεοσεβείας ἀπαρά‐ βατον κανόνα καθολικῶς κατὰ πάντων μαθεῖν, εἰ‐ πόντος· «Κἂν ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ.» Μετὰ πλείονος δὲ φόβου, αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μνημονεῦσαι ἔστιν,
30ὅρον ἐκθεμένου ἐν τῷ εἰπεῖν· «Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ Κύριος εὑρήσει ποιοῦντα οὕτως.» Τὸ γὰρ, «οὕτως,» εἰπὼν, ἔδειξεν, ὅτι ὁ μὴ οὕτως ποιῶν τοῦ μακαρισμοῦ ἐκπέπτωκεν· ὡς ἐκ πολλῶν τῶν τε ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ Διαθήκῃ ἱστορουμέ‐
35νων καὶ λεγομένων ἔστιν ἀκριβῶς μαθεῖν καὶ πληρο‐ φορηθῆναι. Τὸ δὲ, «μὴ οὕτως,» γίνεται ἢ παρὰ τόπον, ἢ παρὰ καιρὸν, ἢ παρὰ πρόσωπον, ἢ παρὰ πρᾶγμα, ἢ παρὰ μέτρον, ἢ παρὰ τάξιν, ἢ παρὰ διάθεσιν.
41 Ἴδωμεν δὲ τὸν λόγον πρῶτον τοῦ παρὰ τόπον. Τοῦ Ἀποστόλου τοίνυν τοῖς ἐν τῇ συνηθείᾳ κεκρατη‐ μένοις χρησαμένου εἰς σαφεστέραν παράστασιν καὶ βοήθειαν τοῖς ἀκούουσι τῶν τῇ εὐσεβείᾳ πρεπόντων,
45ἐν τῷ εἰπεῖν· «Ἢ οὔτε αὐτὴ ἢ φύσις διδάσκει ὑμᾶς, ὅτι ἀνὴρ μὲν, ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστι, γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῇ ἐστι;» καὶ τὰ ἑξῆς· ἀκόλουθον ἂν εἴη καὶ ἡμᾶς τοῖς ἐν τῇ φύσει κεκρα‐ τημένοις πρὸς τὰ ἀναγκαῖα τῆς παρούσης ζωῆς

31

.

1600

(50)

χρήσασθαι. Τοῦ γὰρ ἐσθίειν καὶ πίνειν συνέχοντος τὴν ζωὴν, τίς τῶν σωφρονούντων ἀνέχεται ἐπὶ τῆς ἀγορᾶς ἐσθίειν καὶ πίνειν; Ἢ τίς ἀνέχεται κατὰ πετρῶν καταβαλεῖν τὰ σπέρματα ἐπὶ ζημίαν
αὐτῶν τούτων, καὶ τῶν προσδοκηθέντων καρπῶν;1599

31

.

1601

Καὶ πολλὰ ἄν τις εὕροι παρὰ τόπον ἐπικινδύνως γι‐ νόμενα, ἤτοι κατεγνωσμένως. Πάλιν δὲ τοῦ Ἀποστό‐ λου μνημονεύοντες εἰπόντος· «Ταῦτα τυπικῶς συν‐ έβαινεν ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν,
5εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκεν·» ἴδω‐ μεν εἰ μὴ τὰ νενομοθετημένα ὑπὸ τοῦ Θεοῦ πρὸς θεοσέβειαν, κοινωνίαν ἔχοντα πρὸς ἄλληλα, τὴν δια‐ φορὰν ἐφύλασσεν ἀπαραβάτως. Τὰ μὲν γὰρ ἀφ‐ ώριστο τῇ Ἱερουσαλὴμ, καὶ ἔξω ποιήσαντες ἐκινδύ‐
10νευον· τὰ δὲ καὶ πλέον, ὅτι καὶ ἐν αὐτῷ τῷ ναῷ καὶ τῷ θυσιαστηρίῳ, καὶ ἐν αὐτῇ τῇ Ἱερουσαλὴμ, ἢ ἄλλοις τόποις, ἄλλα τοῖς πρὸς Θεοῦ λατρείαν ἦν ἐγκεκριμένα, καὶ οὔτε τὰ ἐν τῷ ναῷ καὶ ἐν τῷ θυσιαστηρίῳ γινόμενα ἐν ἄλλοις τόποις τῆς Ἱερουσα‐
15λὴμ γίνεσθαι ἐτολμᾶτο, οὔτε τὰ ἐν ἄλλοις τόποις, καὶ ἐν τῷ ναῷ συγκεχώρητο. Ἡμῖν δὲ παρὰ τόπον μὲν κινδυνεύει ἡ ἐντολή· μάλιστα, ἐὰν τὰ τῆς ἱερω‐ σύνης μυστήρια ἐπιτελῶμεν ἐν βεβήλοις τόποις· τοῦ τοιούτου πράγματος ἀπόδειξιν μὲν ἔχοντος τῆς κατα‐
20φρονήσεως τοῦ ἐπιτελοῦντος, σκανδαλίζοντος δὲ ἄλ‐ λον ἐπ’ ἄλλο τι πάθος πολυτρόπως διὰ τὴν τῶν πολ‐ λῶν ἐν τῇ γνώσει διάφορον ἀσθένειαν. Ἐὰν δέ τις λέγῃ, Τί οὖν ὁ Ἀπόστολος εἶπε· «Βούλομαι οὖν τοὺς ἄνδρας προσεύχεσθαι ἐν παντὶ
25τόπῳ,» διὰ τὸ τὸν Κύριον ἐν παντὶ τόπῳ τὴν ἐξου‐ σίαν τῆς προσκυνήσεως διδόναι, ἐν τῷ εἰρηκέναι· «Οὔτε ἐν Ἱερουσαλὴμ, οὔτε ἐν τῷ ὄρει τούτῳ προσ‐ κυνήσετε τῷ Πατρί;» Ἐκεῖνο ἔστιν εἰπεῖν, ὅτι τὸ, «ἐν παντὶ,» οὐ περιλαμβάνει τοὺς ἀφωρισμένους
30τόπους ταῖς ἀνθρωπίναις χρείαις, καὶ ἀκαθάρτοις καὶ βδελυκτοῖς πράγμασιν, ἀλλὰ πλατύνει ἀπὸ τῆς περιγραφῆς τῆς Ἱερουσαλὴμ εἰς πάντα τόπον τῆς οἰκουμένης, καὶ κατὰ τὴν προφητείαν τῆς θυσίας, τὸν ἐσπουδασμένως δηλονότι ἀνατιθέμενον τῷ Θεῷ,
35εἰς τὴν ἱερουργίαν τοῦ ἐνδόξου μυστηρίου. Καὶ γὰρ ἀκούσαντες τοῦ προφήτου λέγοντος· «Ὑμεῖς ἱερεῖς Θεοῦ κληθήσεσθε·» οὔτε πάντες τῆς τοιᾶσδε ἱεροσύνης ἢ λειτουργίας τὴν ἐξουσίαν ἁρπά‐ ζομεν, οὔτε ἄλλος τὴν ἄλλῳ δοθεῖσαν χάριν ἐν ἐξου‐
40σίᾳ ἐστὶν ἑαυτῷ λαμβάνειν· ἀλλ’ ἕκαστος τῶν πι‐ στῶν ἐν τοῖς ἰδίοις ὅροις μένει τῆς δωρεᾶς τοῦ Θεοῦ, τοῦ Ἀποστόλου παιδεύοντος ἡμᾶς ἐν τῷ λέγειν πρὸς πάντας μὲν, «Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ παραστῆσαι τὰ σώματα ὑμῶν
45θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογι‐ κὴν λατρείαν ὑμῶν· καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε ἐν τῇ ἀνακαινώ‐ σει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς, τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ εὐάρεστον, καὶ τέ‐

31

.

1601

(50)

λειον·» πρὸς ἕκαστον δὲ σαφῶς διακρίνοντος μὲν1601

31

.

1604

τὴν ἑκάστῳ πρέπουσαν λειτουργίαν, κωλύοντος δὲ ἐπεμβαίνειν ἀλλοτρίῳ τάγματι, ἐν τῷ λέγειν· «Λέγω γὰρ διὰ τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι, παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν, παρ’ ὃ δεῖ
5φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως·» καὶ διὰ τῆς ἐν ἀλλήλοις τῶν μελῶν τοῦ σώματος πρὸς τὸ εὔσχημον καὶ ἀκίνδυνον κατηναγκασμένης εὐταξίας κανονί‐ ζοντος ἐν ἡμῖν τὴν ἡμῶν πρὸς ἀλλήλους εὐάρεστον
10τῷ Θεῷ ἐν ἀγάπῃ Χριστοῦ Ἰησοῦ εὐταξίαν ἐν τῇ διαφορᾷ τῶν χαρισμάτων. Λέγει γάρ· «Καθάπερ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν, πάντα δὲ τὰ μέλη οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν· οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, ὁ δὲ καθεὶς ἀλλήλων μέλη· ἔχον‐
15τες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, εἴτε διακονίαν ἐν τῇ διακονίᾳ,» καὶ τὰ ἑξῆς. Εἰ δὲ οἱ συνεργοῦντες ἀλλήλοις πρὸς τὸν ἕνα
20σκοπὸν τῆς πρὸς Θεὸν εὐαρεστήσεως, καὶ τοσαύτην ἔχοντες πρὸς ἀλλήλους συνάφειαν κοινωνίας ἐν ἀγάπῃ Χριστοῦ, τὸν ἴδιον τόπον τοῦ χαρίσματος ὑπερβαίνειν οὐκ ἐπιτρέπονται, πῶς οὐχὶ πολλῷ πλέον τοῖς ἀλλοτρίοις καὶ ἐναντίοις πράγμασιν ἀφωρισμέ‐
25νους τόπους διακρίνειν ἀπὸ τῶν ἁγίων ὀφείλομεν; Ἐκ πάντων γὰρ τῶν μνημονευθέντων ἐκ τῆς θεοπνεύστου Γραφῆς, καὶ τῶν τοιούτων, καὶ τῶν προῤῥηθέντων ὑποδειγμάτων παιδεύεσθαι ἡμᾶς χρὴ, ὅτι ἡ παρὰ τόπον ἐνέργεια εἰς τὸ ἐναντίον τοῦ προ‐
30κειμένου σκοποῦ περιτρέπει τὸ τέλος. Παρὰ καιρὸν δὲ, αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔστιν ἀκοῦσαι, λέγοντος· «Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὑτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμ‐
35φίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι, καὶ αἱ πέντε μωραί· αἵτινες μωραὶ, λαβοῦσαι τὰς λαμ‐ πάδας αὑτῶν, οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὑτῶν. Χρο‐ νίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι καὶ ἐ‐
40κάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας αὑτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι
45αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν αἱ φρό‐ νιμοι λέγουσαι· Μήποτε, οὐ μὴ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦν‐ τας, καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον

31

.

1604

(50)

μετ’ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα.
Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγου‐1603

31

.

1605

σαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν· ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐταῖς· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν.»
5 Διόπερ τὴν περὶ τοῦ αὐτοῦ κρίματος πολλάκις γινομένην παραγγελίαν σφοδρότερον καθάπτεσθαι καὶ πιστεύεσθαι μᾶλλον εἰδὼς, καὶ ἐν ἑτέρῳ τόπῳ κατὰ τὸν αὐτὸν νοῦν εἰρημένην παραθήσομαι. Φησὶ δὲ αὐτὸς ὁ Κύριος· «Πολλοὶ ζητήσουσιν εἰσελθεῖν
10καὶ οὐκ ἰσχύσουσιν. Ἀφ’ οὗ ἐὰν εἰσέλθῃ ὁ οἰκοδε‐ σπότης, καὶ κλείσῃ τὴν θύραν, καὶ ἄρξησθε λέγειν, Κύριε, Κύριε, ἄνοιξον ἡμῖν, καὶ τότε ἀποκριθεὶς ἐρεῖ· Οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ. Διὰ τοῦτο λέγω ὑμῖν, γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε, ὁ Υἱὸς
15τοῦ ἀνθρώπου ἔρχεται·» καὶ πολλαχοῦ ὁμοίως. Εἰ δὲ δεῖ καὶ τὸν Ἀπόστολον προσκαλέσασθαι εἰς μαρ‐ τυρίαν, ἀκούσωμεν αὐτοῦ μνημονεύσαντος μετὰ τοῦ προφήτου λέγοντος· «Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι·» ἐπενεγκόν‐
20τος δὲ τὸ παρ’ ἑαυτοῦ· «Ἰδοὺ νῦν καιρὸς εὐπρόσ‐ δεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας·» καὶ πάλιν· «Ἄρ’ οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας μὲν, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πί‐ στεως.» Εἰ δὲ καὶ ἄλλης μαρτυρίας χρεία, μνημο‐
25νεύσωμεν τοῦ Δαβὶδ εἰπόντος· «Ὑπὲρ ταύτης προσεύξεται πρὸς σὲ πᾶς ὅσιος ἐν καιρῷ εὐθέτῳ·» καὶ τοῦ Σολομῶντος κατὰ κοινοῦ ὁρισαμένου, ὅτι Πάντα καλὰ ἐν καιρῷ αὐτῶν. Παρὰ πρόσωπον δὲ, ἐν μὲν τῇ Παλαιᾷ Διαθήκῃ,
30ὡς ἐπὶ τοῦ Κορὲ, καὶ τολμησάντων ἐπεισελθεῖν, τῇ μὴ δοθείσῃ αὐτοῖς ἱερωσύνῃ, καὶ ὑποπεσόντων ἀπο‐ τομίᾳ ὀργῆς εἰς ὄλεθρον καὶ ἀπώλειαν φρικωδεστέ‐ ραν· παρ’ αὐτοῦ δὲ τοῦ Κυρίου παιδευόμεθα ἀσφα‐ λίζεσθαι, εἰπόντος πρὸς τοὺς μαθητάς· «Οὐκ
35ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ·» πρὸς δὲ τὴν γυναῖκα· «Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις.» Παρὰ πρᾶγμα δὲ, ἐκ μὲν τῆς Παλαιᾶς Διαθήκης, ὅταν, ἐντολῆς δοθείσης προσφέρειν θυσίαν
40ἀπὸ καθαρῶν καὶ ὁλοκλήρων καὶ ἀμώμων, μὴ ἐκ τοιούτων προσενεχθῇ· περὶ οὗ ὁ Θεὸς εἶπε· «Προσ‐ άγαγε αὐτὸ τῷ ἄρχοντί σου, εἰ προσδέξεται αὐτὸ, εἰ λήψεται πρόσωπόν σου·» ἐκ δὲ τῆς Καινῆς Δια‐ θήκης παρ’ αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
45τῆς προφητείας Ἡσαΐου μνημονεύσαντος κατὰ τῶν Ἰουδαίων, ὅτι «Καλῶς προεφήτευσεν Ἡσαΐας περὶ ὑμῶν λέγων· Ὁ λαὸς οὗτος τοῖς χείλεσι με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ’ ἐμοῦ· μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας, ἐντάλματα

31

.

1605

(50)

ἀνθρώπων·» παρὰ δὲ τοῦ Ἀποστόλου μαρτυροῦντος μὲν τῇ συνειδήσει τῶν Ἰουδαίων, καταγινώσκοντος
δὲ αὐτῶν ἐν τῇ διαφορᾷ τῆς δικαιοσύνης. Γράφει δὲ1605

31

.

1608

οὕτως· «Μαρτυρῶ γὰρ αὐτοῖς, ὅτι ζῆλον Θεοῦ ἔχου‐ σιν, ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν. Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν.» Διόπερ ὁ
5Ἀπόστολος, τῆς πρὸς Θεὸν εὐαρεστήσεως γνησίως πεφροντικὼς, μετὰ τὴν διήγησιν τῶν ἐν τῷ νόμῳ ἀνωτάτω κατορθωθέντων αὐτῷ δικαιωμάτων ἐπιφέ‐ ρει· «Ἀλλὰ μὲν οὖν καὶ ἡγοῦμαι τὰ πάντα ζημίαν; εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ
10τοῦ Κυρίου μου, δι’ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω, καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Ἰησοῦ Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει, τοῦ γνῶναι αὐ‐
15τὸν,» καὶ τὰ ἑξῆς. Διὰ δὲ τούτων καὶ τῶν τοιούτων ἡμᾶς παιδεύει πολὺ περισσοτέρως φυλάσσεσθαι ἐπεισ‐ αγαγεῖν ποτε τῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κανόνι τῆς πρὸς Θεὸν εὐαρεστήσεως ἀνθρωπίνην δι‐ καιοσύνην.
21 Παρὰ μέτρον δὲ, ἀρκεῖν ἡγοῦμαι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μνημονεῦσαι πρὸς ἀντιδιαστο‐ λὴν τοῦ μέτρου τῆς παλαιᾶς ἀγάπης (γέγραπται δὲ, «Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν,») εἰπόν‐
25τος· «Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς. Μείζονα ταύ‐ της ἀγάπην οὐδεῖς ἔχει, ἵνα τις τὴν ψυχὴν αὑτοῦ θῇ ὑπὲρ τῶν φίλων αὑτοῦ.» Καὶ καθόλου περὶ πάν‐ των ὁμοῦ τῶν δικαιωμάτων ἔστι μαθεῖν παρ’
30αὐτοῦ τοῦ Κυρίου διορισαμένου· «Ἐὰν μὴ περισ‐ σεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Παρὰ τάξιν δὲ καὶ ἀκολουθίαν, ὅταν τὰ πρῶτα ἐν δευτέρῳ τόπῳ ἢ τρίτῳ τις σπουδάζῃ,
35καὶ τὰ ἐν τρίτῳ τόπῳ προστεταγμένα ἀρχὴν ἡγή‐ σηται τῶν προτεταγμένων. Τοῦ γὰρ Κυρίου προστάξαντος τῷ εἰπόντι, «Ταῦτα πάντα ἐφυλαξά‐ μην ἐκ νεότητός μου,» τὸ, «Πώλησόν σου τὰ ὑπάρ‐ χοντα, καὶ δὸς πτωχοῖς, καὶ ἆρον τὸν σταυρόν σου,
40καὶ δεῦρο ἀκολούθει μοι·» εἴ τις τῷ μηδὲν πεποιη‐ κότι τῶν προτεταγμένων, τὸ δεύτερον, «Ἀκολού‐ θει μοι,» ἐπιτρέποι· καὶ ὡς πάλιν λέγοντος τοῦ Κυρίου, «Εἴ τις ἔρχεται πρός με, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολου‐
45θείτω μοι,» τὸ ἀκολουθεῖν προτάσσοι τῶν προτε‐ ταγμένων· καὶ πάλιν τοῦ Κυρίου μετὰ πολλὰ ἐπενεγκόντος τὸ, «Οὕτω πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀπο‐ τάσσεται τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναται εἶναί μου μαθητὴς,» πρὸ τοῦ τὰ προειρημένα φυλάξαι,

31

.

1608

(50)

μαθητὴς εἶναι φαντάζοιτο. Διόπερ ἀναγκαῖον φυλάσ‐ σειν τὸ τοῦ Ἀποστόλου παράγγελμα, εἰπόντος·
«Πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.»1607

31

.

1609

Παρὰ διάθεσιν δὲ, ὡς ὅταν λέγῃ ὁ Κύριος περὶ μὲν τῶν πάθει ἀνθρωπαρεσκείας ποιούντων ἐλεημο‐ σύνην, ἢ ἄλλο τι δικαίωμα πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· «Ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν
5μισθὸν αὑτῶν.» Ἔτι δὲ σφοδρότερον παρίστησι τὴν κακίαν τῶν διὰ πάθος ἀνθρώπινον ποιούντων τὴν ἐν‐ τολὴν τοῦ Κυρίου, δεικνύων, ὅτι οὐ μόνον μισθοῦ ἐκπίπτει, ἀλλὰ καὶ τιμωρίας ἄξιος ὁ ποιῶν ἐντολὴν μὴ κατὰ θεοσέβειαν, ἀλλὰ κατὰ ἀνθρωπαρέσκειαν,
10ἤ τινος ἄλλης ἡδονῆς ἕνεκεν, ἢ πλεονεξίας, ἢ πραγ‐ ματείας, ὧν κατηγορεῖ καὶ ὁ Ἀπόστολος. Αὐτὸς δὲ ὁ Κύριος σφοδρότερον κατακρίνων τοὺς τοιούτους, λέγει· «Πολλοὶ ἐλεύσονται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέ‐ γοντες· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφη‐
15τεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ δυνάμεις πολλὰς ἐποιήσαμεν, καὶ ἐφάγομεν μετὰ σοῦ, καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδί‐ δαξας; Καὶ τότε ἀποκριθήσομαι αὐτοῖς λέγων· Ἀπο‐ χωρεῖτε ἀπ’ ἐμοῦ, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστὲ, ἐργάται
20ἀνομίας·» ὡς ἐκ τούτων καὶ τῶν τοιούτων δῆλον εἶναι, ὅτι, κἂν χαρίσματά τις ἐνεργήσῃ, κἂν ἐντολὰς ποιήσῃ, μὴ κατὰ διάθεσιν δὲ καὶ σκοπὸν ὃν ἐδίδαξεν ὁ Κύριος εἰπών· «Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ
25καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς·» καὶ Παῦλος δὲ ὁ ἀπόστολος, ὁ ἐν Χρι‐ στῷ λαλῶν, φησὶν, «Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν τοῦ Θεοῦ ποιεῖτε·» δι‐ καίως ἀκούει ἅπερ ἀπεκρίνατο ὁ Κύριος. Ὅθεν ὁ
30Ἀπόστολος ἔμαθεν εἰπεῖν· «Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν, ἢ κύμβαλον ἀλαλάζον. Καὶ ἐὰν ἔχω προφητείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθ‐
35ιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι. Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.» Καὶ ἀλλαχοῦ καθολικώτερον καὶ σφοδρότερόν φησιν· «Εἰ ἔτι ἀνθρώποις ἤρεσκον,
40Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.»
43 Εἰ δὲ καὶ τῆς Παλαιᾶς Διαθήκης μαρτυρίαν ἐπι‐ ζητοῖς εἰς πληροφορίαν τοῦ τοιούτου κρίματος,
45Μωϋσῆς φησιν· «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου· καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν.» Οἷς ἐπιφέρει ὁ Κύριος· «Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος

31

.

1609

(50)

καὶ οἱ προφῆται κρέμανται.» Μαρτυρεῖ δὲ καὶ
ὁ Ἀπόστολος, λέγων· «Πλήρωμα οὖν νόμου ἡ1609

31

.

1612

ἀγάπη.» Ὅτι δὲ οὐκ ἀτιμώρητοι οἱ μὴ κατορ‐ θοῦντες ταύτας, καὶ τὰ ταύταις ὑποπίπτοντα δι‐ καιώματα, τιμωρίας δέ εἰσιν ὑπόδικοι, αὐτὸς Μωϋ‐ σῆς βοᾷ, λέγων· «Ἐπικατάρατος πᾶς, ὃς
5οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τούτῳ.» Ὁ δὲ Δαβίδ φησιν· «Εἰ ἐθεώρουν ἀδικίαν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω μου Κύριος·» καὶ ἀλλαχοῦ· «Ἐκεῖ φοβηθήσονται φόβον, οὗ οὐκ ἦν φόβος, ὅτι ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων.»
10Πολλῆς οὖν ἐπιμελείας καὶ φροντίδος ἐπαγρύπνου χρεία, μήπως, παρά τι τῶν εἰρημένων τὴν ἐντολὴν ἐργασάμενοι, μὴ μόνον τοῦ τοιούτου καὶ τοσούτου μισθοῦ ἐκπέσωμεν, ἀλλὰ καὶ ταῖς οὕτω φοβεραῖς ἀπειλαῖς ὑποπέσωμεν.
15ΕΡΩΤΗΣΙΣ Θʹ. Εἰ χρὴ συγκοινωνεῖν τοῖς παρανομοῦσιν, ἦ τοῖς ἀκάρποις ἔργοις τοῦ σκότους, κἂν μὴ ὦσι τῶν ἐμοὶ πιστευθέντων οἱ τοιοῦτοι.
20ΑΠΟΚΡΙΣΙΣ. Παράνομος μέν ἐστιν πᾶς ὁ μὴ ὁλόκληρον τὸν νόμον φυλάξας, ἢ καὶ ὁ μίαν ἐντολὴν παραβάς. Ἐν γὰρ τῇ ἐλλείψει καὶ τοῦ μικροῦ τὸ πᾶν κινδυνεύει. Τὸ γὰρ παρ’ ὀλίγον γεγονὸς οὐ γέγονεν. Ὥσπερ γὰρ
25ὁ παρ’ ὀλίγον ἀποθανὼν οὐκ ἀπέθανεν, ἀλλὰ ζῇ, καὶ ὁ παρ’ ὀλίγον ζήσας οὐ ζῇ, ἀλλὰ ἀπέθανε, καὶ ὁ παρ’ ὀλίγον εἰσελθὼν οὐκ εἰσῆλθεν, ὡς αἱ πέντε παρθένοι· οὕτως ὁ παρ’ ὀλίγον φυλάξας τὸν νόμον οὐκ ἐφύλα‐ ξεν, ἀλλ’ ἔστι παράνομος. Διὸ καὶ ἀναγκαῖον ἐπὶ
30τῶν παρανομούντων, κἂν γνήσιοι εἶναι δόξωσι, πεί‐ θεσθαι τῷ Ἀποστόλῳ εἰπόντι, ποτὲ μὲν, «Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος, ἢ πόρνος, ἢ πλεονέκτης, ἢ μέθυσος, ἢ λοίδορος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν·» παρατηρητέον δὲ ἐνταῦθα, ὅτι οὐχὶ τὸν
35τὰ πάντα ὄντα ἀφώρισε καὶ αὐτῆς τῆς κοινῆς διαίτης, ἀλλὰ καὶ τὸν ἕν τι ὄντα ἐκ πάντων, ἐν τῷ μὴ εἰπεῖν, «Τούτῳ,» ἀλλὰ, «Τῷ τοιούτῳ·» ποτὲ δὲ, «Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ
40τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία· δι’ ἃ ἔρ‐ χεται ἡ ὀργὴ τοῦ Θεοῦ (καὶ γὰρ καθολικώτερον ἐπήγαγεν) ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν·» καὶ πάλιν· «Στέλλε‐ σθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπα‐
45τοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρέλαβον παρ’ ἡμῶν·» καὶ ἀλλαχοῦ ὁμοίως
49Τὸ δὲ μὴ συγκοινωνεῖν τοῖς ἔργοις τοῖς ἀκάρποις·

31

.

1612

(50)

ἵνα σαφῶς γνῶμεν τί ἐστι, πρῶτον καταμάθωμεν κατὰ τίνων πραγμάτων κεῖται τὸ ὄνομα τοῦ ἀκάρ‐
που· πότερον κατὰ τῶν κατεγνωσμένων μόνον, ἢ1611

31

.

1613

καὶ κατὰ τῶν ἐπαινετῶν μὲν, μὴ ἐξ ὑγιοῦς δὲ διαθέσεως γινομένων. Ἐν μὲν οὖν τῇ Παλαιᾷ Δια‐ θήκῃ ὁ προφήτης ἐν τῇ τοῦ δένδρου παραβολῇ περὶ τῶν ἁγίων εἶπεν· «Ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν
5καιρῷ αὐτοῦ·» ὁ δὲ Σολομών φησιν· «Ἔργα δι‐ καίων ζωὴν ποιεῖ· καρποὶ δὲ ἀσεβῶν ἁμαρτίαι,» Ὡσηὲ δὲ λέγει· «Σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε καρπὸν ζωῆς·» καὶ ὁ Μιχαίας· «Καὶ ἔσται ἡ γῆ εἰς ἀφανισμὸν μετὰ τῶν κατοικούντων
10ἐν αὐτῇ, ἀπὸ καρπῶν ἐπιτηδευμάτων αὐτῶν·» καὶ ἄλλοι προφῆται ἄλλα πλείονα. Ἀλλὰ ταῦτα μὲν ὡς λύχνος λαμπέτω· τὸ δὲ φῶς τὸ ἀληθινὸν, ὁ τῆς δι‐ καιοσύνης ἥλιος, αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χρι‐ στὸς τρανότερον παρίστησι λέγων· «Οὐ δύναται
15δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς ἀγαθοὺς ποιεῖν·» καὶ ἀλλαχοῦ ὁμοίως. Ἔχοντες οὖν τὸ τῶν καρπῶν ὄνομα ἐπὶ τοῖς ἀλλήλων ἐναντίοις ὁμοίως κείμενον, λοιπὸν καταμά‐ θωμεν, ποῖοι μέν εἰσι δένδρα ἄκαρπα, τίνα δὲ ὁ Ἀπό‐
20στολος λέγει ἔργα ἄκαρπα. Τὰ μὲν οὖν ἄκαρπα δένδρα δηλοῦνται ἡμῖν παρὰ Ἰωάννου τοῦ Βαπτιστοῦ, εἰπόντος τοῖς καταξιωθεῖσι τοῦ βαπτίσματος εἰς ἄφεσιν τῶν ἁμαρτιῶν, καὶ καθαρισθεῖσιν ἀπὸ παντὸς ῥύπου· «Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετα‐
25νοίας·» καὶ μετ’ ὀλίγα ἐπιφέροντος· «Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται·» τηλαυγέστερον δὲ ὁ Κύριος δι‐ δάσκει, λέγων τοῖς μὲν ἐκ δεξιῶν ἑστῶσι, «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν
30ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου·» καὶ τοὺς ἀγαθοὺς αὐτῶν καρποὺς δεικνύων ἐν τοῖς ἐπιφερομένοις· τοὺς δὲ ἐξ ἀριστερῶν πέμπων εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· οἷς οὐχ ἁμαρτίας ἐργασίαν ἐγκαλεῖ,
35ἀλλ’ ἀργίαν καρπῶν ἀγαθῶν. «Ἐπείνασα γὰρ, φησὶ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν,» καὶ τὰ ἑξῆς· ἥτις ἀργία τῆς μερίδος ἐποίησεν αὐτοὺς γενέσθαι τῶν ἁμαρτωλῶν, οἵτινες ἄγγελοι τοῦ διαβόλου κα‐ λοῦνται παρὰ τοῦ Κυρίου.
40 Τῆς διαφορᾶς οὖν φανερωθείσης τῶν τὰ ἐναντία καρποφορούντων, καὶ ἀκάρπων, λοιπὸν ἴδωμεν, τίνα ἐστὶ μάλιστα ἃ λέγει ὁ Ἀπόστολος ἔργα ἄκαρπα. Ἐγὼ δὲ λογιζόμενος οὐχ εὑρίσκω μεταξὺ τοῦ νομί‐ μως καὶ εὐαρέστως τῷ Θεῷ τὴν ἐντολὴν ἐργαζομέ‐
45νου, καὶ τοῦ τὸ κακὸν ἐργαζομένου, καὶ τοῦ μηθ’ ἕτερον ποιοῦντος, εἰ μὴ τοὺς ποιοῦντας τὸ ἀγαθὸν, μὴ εὐαρέστως δὲ τῷ Θεῷ κατά τι τῶν προει‐ ρημένων ἐν τῷ ἐρωτήματι, εἰ εὐπρόσδεκτόν ἐστιν ἔργον ἐντολῆς μὴ κατ’ ἐντολὴν γινόμενον, περὶ ὧν ὁ

31

.

1613

(50)

Κύριος λέγει, ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν Ὡς αἱ πέντε μωραὶ παρθένοι, αἵτινες μαρτυροῦνται ὑπ’
αὐτοῦ τοῦ Κυρίου, ὅτι τε παρθένοι, καὶ ὅτι τὰς λαμ‐1613

31

.

1616

πάδας ἐκόσμησαν, καὶ ὅτι ἀνῆψαν, τουτέστιν, ὁμοίως εἰργάσαντο ταῖς φρονίμοις, καὶ ἐξῆλθον εἰς ἀπάντη‐ σιν τοῦ Κυρίου, καὶ κατὰ πάντα ὁμοίως ταῖς φρονί‐ μοις τὴν σπουδὴν ἐπεδείξαντο, διὰ δὲ μόνην τὴν ἔλ‐
5λειψιν τοῦ ἐν τοῖς ἀγγείοις ἐλαίου τοῦ σκοποῦ ἀπο‐ τυχοῦσαι, καὶ τῆς εἰσόδου τοῦ νυμφῶνος ἐκκλει‐ σθεῖσαι. Καὶ ὡς ἐκ τῶν δύο τῶν ὄντων ἐν τῷ μυλῶνι, καὶ ἐπὶ τῆς αὐτῆς κλίνης οἱ ἀφιέμενοι. Ἐφ’ ὧν τάχα τὴν αἰτίαν ἐσίγησεν ὁ Κύριος, ἵνα ἐπὶ παν‐
10τὸς πράγματος, ἐπὶ μικρᾷ γοῦν ἐλλείψει τοῦ πρέποντος, καὶ μάλιστα τῆς εἰλικρινοῦς ἀγάπης, ὡς ὁ Ἀπόστολος ἐδίδαξε, τὸ μὴ εὐάρεστον δείξῃ. Ἄκαρ‐ πον τοίνυν τὸ τῶν ἔργων κατὰ τί συμβαίνει γίνε‐ σθαι γνωρίζοντες, φυλαξώμεθα παρὰ μηδὲν τὴν νό‐
15μιμον ἄθλησιν τῆς πρὸς Θεὸν εὐαρεστήσεως ἀθλεῖν, ἀλλ’ ἐν παντὶ συνιστᾷν ἑαυτοὺς, ὡς Θεοῦ διακόνους. Οὐ μόνον δὲ, ἀλλὰ μήτε συγκοινωνεῖν τοῖς τοιούτοις, ὡς ὁ ἐν Χριστῷ λαλῶν Παῦλος ὁριστικῶς ἀπεφήνατο λέγων· «Μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρ‐
20ποις τοῦ σκότους τούτου.» Τὸ δὲ, «Μᾶλλον δὲ καὶ ἐλέγχετε,» ἐπενεγκὼν, τέως τὸν τρόπον τοῦ μὴ συγ‐ κοινωνεῖν ἐδίδαξε.
25 Τί δέ ἐστι τὸ συγκοινωνεῖν, ἢ καὶ κατὰ πόσους τρόπους τοῦτο γίνεται, καταμάθωμεν. Μνημονεύων οὖν ἐν μὲν ταῖς Παροιμίαις τοῦ, «Ἐλθὲ μεθ’ ἡμῶν, κοινώνησον αἵματος,» παρὰ δὲ τῷ Ἀποστόλῳ τοῦ, «Συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς
30ὄντας,» καὶ, «Συγκοινωνήσαντές μου τῇ θλίψει·» καὶ, «Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς·» καὶ τοῦ, «Εἰ ἐθεώ‐ ρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις·» καὶ τοῦ, «Ἐλεγμῷ ἐλέγ‐
35ξεις τὸν ἀδελφόν σου, καὶ οὐ λήψῃ δι’ αὐτὸν ἁμαρτίαν·» καὶ τοῦ, «Ταῦτα ἐποίησας, καὶ ἐσίγησα· ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος· ἐλέγξω σε καὶ παρα‐ στήσω κατὰ πρόσωπόν σου,» καὶ τῶν τοιούτων, κοι‐ νωνίαν ἡγοῦμαι κατὰ τὸ ἔργον, ὅταν ἀλλήλοις
40ἐπὶ τῷ αὐτῷ σκοπῷ συλλαμβάνωνται πρὸς τὴν ἐνέρ‐ γειαν· κατὰ δὲ γνώμην, ὅταν συγκατάθηταί τις τῇ διαθέσει τοῦ ποιοῦντος, καὶ συναρεσθῇ. Ἑτέρα δὲ κοινωνία τοὺς πολλοὺς λανθάνουσα ἐμφαίνεται τῇ ἀκριβολογίᾳ τῆς θεοπνεύστου Γραφῆς· ὅταν μήτε
45συνεργασάμενος, μήτε συγκαταθέμενος τῇ διαθέσει, γνοὺς δὲ τὴν κακίαν τῆς γνώμης ἀφ’ ἧς ποιεῖ, ἐφ‐ ησυχάσῃ, καὶ μὴ ἐλέγξῃ, κατά τε τὰ ἀνωτέρω γε‐ γραμμένα, καὶ κατὰ τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰ‐
ρημένον τοῖς Κορινθίοις, ὅτι «Οὐκ ἐπενθήσατε ἵνα1615

31

.

1617

ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας·» οἷς ἐπήγαγεν· «Μικρὰ ζύμη ὅλον τὸ φύραμα δολοῖ.» Φοβηθῶμεν οὖν καὶ ἀνασχώμεθα αὐτοῦ λέ‐ γοντος· «Ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε
5νέον φύραμα.» Ὁ δὲ συνεργαζόμενος μέν τινι τὸ ἀγαθὸν ἀγαθῇ γνώμῃ, ἀγνοῶν δὲ αὐτοῦ τὴν κακίαν τῆς τε διαθέσεως καὶ τοῦ σκοποῦ, οὐκ ἐν τῷ συνεργά‐ ζεσθαι ἔγκλημα ἕξει κοινωνίας, ἀλλ’ ἐν τῷ κεχωρί‐ σθαι τῆς τοῦ ἀλλοτρίου διαθέσεως, φυλάσσειν
10δὲ ἑαυτὸν ἐν τῷ κανόνι τῆς πρὸς τὸν Θεὸν ἀγάπης, τὸν ἴδιον μισθὸν λαμβάνει κατὰ τὸν ἴδιον κόπον, ὡς ὁ ἐπὶ τῆς κλίνης, καὶ ἡ ἐν τῷ μυλῶνι ἐφανερώθη ἡμῖν παρ’ αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Διαφορὰ δὲ εἰς τοὺς πιστευθέντας, καὶ τοὺς μὴ, ἐν
15τῷ χρέει τῆς ἐπιμελείας ἐστὶν, οὐκ ἐν τῇ κοινωνίᾳ τῶν ἁμαρτημάτων. Ἡ μὲν γὰρ ἐπιμέλεια ἐξαιρέτως μόνοις τοῖς πιστευθεῖσιν ὀφείλεται παρ’ ἐμοῦ· ἡ δὲ πρὸς τὸ κακὸν καὶ τὰ ἄκαρπα ἔργα κοινωνία κατὰ πάντων ὁμοῦ ἀπηγόρευται.
23ΕΡΩΤΗΣΙΣ Ιʹ. Εἰ ἀεί ἐστι τὸ σκανδαλίζειν ἐπικίνδυνον.
25ΑΠΟΚΡΙΣΙΣ. Πρῶτον μὲν ἡγοῦμαι ἀναγκαῖον εἶναι γνῶναι, τί ἐστι σκάνδαλον· ἔπειτα δὲ καὶ τὴν διαφορὰν τῶν σκανδαλιζόντων, καὶ δι’ ὧν σκανδαλίζουσι· καὶ οὕτω γνωρίσαι τό τε ἀκίνδυνον καὶ τὸ ἐπικίνδυνον.
30Σκάνδαλον μὲν οὖν ἐστιν, ὡς ἐγὼ λογίζομαι ἐκ τῶν γεγραμμένων ὁδηγούμενος, πᾶν τὸ ἤτοι εἰς ἀπο‐ στασίαν τινὰ τῆς κατ’ εὐσέβειαν ἀληθείας ἄγον, ἢ πρόσκλησιν τῆς πλάνης ἐμποιοῦν, ἢ οἰκοδομοῦν εἰς ἀσέβειαν, ἢ καθόλου, πᾶν τὸ κωλύον τῇ ἐντολῇ τοῦ
35Θεοῦ ὑπακούειν μέχρι καὶ αὐτοῦ τοῦ θανάτου. Ἐὰν μὲν οὖν αὐτὸ κατὰ τὸν ἴδιον λόγον ἀγαθὸν ᾖ τὸ λεγό‐ μενον, ἢ τὸ γινόμενον, ἡ δὲ νόσος τοῦ χρωμένου τῷ ἔργῳ, ἢ τῷ λόγῳ, ἐν τῇ χρήσει ἐμποιήσῃ αὐτῷ τὴν βλάβην, καθαρός ἐστιν ἀπὸ τοῦ κρίματος τῶν σκαν‐
40δαλιζομένων ὁ τὸ ἀγαθὸν εἰς οἰκοδομὴν τῆς πίστεως εἰπὼν ἢ ποιήσας, ὥσπερ ὁ Κύριος, εἰπὼν μὲν, «Οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρω‐ πον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος, τοῦτο κοινοῖ τὸν ἄνθρωπον·» πρὸς δὲ τοὺς σκανδαλισθέν‐
45τας ἐπαγαγὼν, «Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται·» εἰπὼν δὲ, ὅτι «Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον·» καὶ μετ’ ὀλίγα· «Οὐδεὶς δύναται εἰσελθεῖν πρὸς μὲ, ἐὰν μὴ ᾖ αὐτῷ δεδομένον

31

.

1617

(50)

ἐκ τοῦ Πατρός μου·» ὁπότε τούτοις τοῖς ῥήμασιν εἰς
ἀπώλειάν τινες ἐχρήσαντο, καθὼς γέγραπται· «Καὶ1617

31

.

1620

πολλοὶ τῶν μαθητῶν, ἀκούσαντες τὸν λόγον τοῦτον, ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ’ αὐτοῦ περιεπάτουν. Εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; Ἀπεκρίθη οὖν Σίμων
5Πέτρος· Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; Ῥήματα ζωῆς αἰωνίου ἔχεις, καὶ ἡμεῖς πεπιστεύκαμεν, καὶ ἐγνώκαμεν, ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» Οἷς γὰρ οἱ ὑγιαίνοντες τὴν πίστιν πρὸς οἰκοδομὴν ἐχρήσαντο τῆς πίστεως, καὶ περιποίησιν
10τῆς αἰωνίου σωτηρίας, τούτοις οἱ ἀσθενοῦντες τὴν γνῶσιν, ἢ τὴν πίστιν, διὰ τὴν ἰδίαν κακίαν, εἰς πρό‐ φασιν ἀπωλείας ἐχρήσαντο, κατὰ τὸ γεγραμμένον περὶ τοῦ Κυρίου ὅτι, «Οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν·» οὐ κατὰ τὴν ἑαυτοῦ πρὸς
15ἑαυτὸν ἐναντιότητα, ἀλλὰ κατὰ τὴν τῶν χρωμένων ἀντικειμένην γνώμην, ὥσπερ καὶ ὁ Ἀπόστολός φησιν· «Οἷς μὲν ὀσμὴ ζωῆς εἰς ζωὴν, οἷς δὲ ὀσμὴ θανάτου εἰς θάνατον.»
20 Ἐὰν δὲ τῇ ἰδίᾳ φύσει κακὸν ᾖ τὸ γινόμενον, ἢ τὸ λεγόμενον, ὁ ποιήσας αὐτὸ, ἢ ὁ εἰπὼν, καὶ τῆς ἰδίας ἁμαρτίας, καὶ τοῦ σκανδάλου ἔχει τὸ κρῖμα, κἂν δι’ ὃν γίνεται τὸ σκάνδαλον μὴ σκανδαλισθῇ, ὡς ἐπὶ τοῦ Πέτρου μανθάνομεν, πρὸς ὃν λέγει ὁ
25Κύριος, κωλυθεὶς πληρῶσαι τὴν οἰκονομίαν τῆς μέ‐ χρι θανάτου ὑπακοῆς· «Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἶ.» Καὶ ἡ ἐπενεχθεῖσα δὲ αἰτία ὀλίγη τὰ καθόλου ἰδιώματα τοῦ σκανδάλου ἐδίδαξεν· «Ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώ‐
30πων·» ὥστε ἡμᾶς εἰδέναι, ὅτι πᾶν φρόνημα ἐναντίως ἔχον τῷ φρονήματι τοῦ Θεοῦ, τοῦτο σκάνδαλόν ἐστι, καὶ εἰς ἔργον προελθὸν φονέως ἔχει τὸ κρῖμα, κατὰ τὸ γεγραμμένον παρὰ Ὠσηὲ τῷ προφήτῃ· «Ἔκρυ‐ ψαν ἱερεῖς ὁδὸν, ἐφόνευσαν Σίκιμα, ὅτι ἀνομίαν
35ἐποίησαν ἐν τῷ λαῷ.» Ἐὰν δὲ κατὰ μὲν τὸν ἴδιον λόγον ᾖ τι τῶν συγκεχωρημένων, λαμβάνηται δὲ ἐπὶ βλάβῃ, καὶ γένηται σκανδαλισμοῦ πρόφασις τοῖς ἀσθενοῦσι τὴν πίστιν ἢ τὴν γνῶσιν, ὁ ποιήσας οὐκ ἐκφεύγει τοῦ σκανδάλου τὸ κρῖμα· τοῦ Ἀποστόλου
40λέγοντος περὶ τῶν τοιούτων, καὶ μὴ φειδομένων τῶν ἀσθενούντων· «Οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθε‐ νοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε.» Ὥστε, ὅταν ἢ τὸ γενόμενον τῷ ἰδίῳ λόγῳ κακὸν ὑπάρχον αἴτιον
45γένηται σκανδαλισμοῦ, ἤ τι τῶν συγκεχωρημένων καὶ ἐν ἐξουσίᾳ ἡμετέρᾳ κειμένων ὑπάρχον τῷ ἀσθε‐ νοῦντι τὴν πίστιν ἢ τὴν γνῶσιν γένηται σκάνδαλον, φανερὸν καὶ ἀπαραίτητον ἔχει τὸ φοβερὸν ἐκεῖνο κρῖμα τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον οὕτως· «Συμ‐

31

.

1620

(50)

φέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν1619

31

.

1621

τράχηλον αὐτοῦ, καὶ ἔῤῥιπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ ἔνα τῶν μικρῶν τούτων.» Πλατύ‐ τερον δὲ ἐν τοῖς πρώτοις ἐρωτήμασιν ἐξεθέμεθα, ἔνθα καὶ οἱ τρόποι τῶν σκανδαλιζομένων σαφέστερον
5ἐξητάσθησαν. Διόπερ ὁ Ἀπόστολος ἐπὶ τῶν συγκεχω‐ ρημένων φησί· «Καλὸν τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον, μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει, ἢ σκανδαλίζεται, ἢ ἀσθενεῖ·» καὶ πάλιν ἀλλαχοῦ λέ‐ γων ὅτι, «Πᾶν κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπό‐
10βλητον μετ’ εὐχαριστίας λαμβανόμενον·» ὅμως φη‐ σὶν, «Οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.» Εἰ δὲ ἐπὶ τῶν συγκεχω‐ ρημένων τοιοῦτον τὸ κρῖμα, τί ἄν τις εἴποι περὶ τῶν κεκολυμένων; Διόπερ καθολικώτερον ἡμᾶς παιδεύει,
15λέγων· «Ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμ‐ φέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν.»
20ΕΡΩΤΗΣΙΣ ΙΑʹ Εἰ χρὴ ἢ ἀκίνδυνόν ἐστι παραιτεῖσθαί τι τῶν προστεταγμένων ὑπὸ τοῦ Θεοῦ, ἢ κωλύειν τὸν ἐπιταχθέντα ποιῆσαι, ἢ κωλυόντων ἀνέχεσθαι· μάλιστα ἐὰν γνήσιος ᾖ ὁ κωλύων, ἢ λογισμὸς
25εὐλογοφανὴς ἀντιπίπτῃ τῷ προστάγματι.
28ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου λέγοντος, «Μάθετε ἀπ’ ἐμοῦ, ὅτι
30πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ,» δῆλον, ὅτι καὶ πάντα ἀσφαλέστερον παιδευόμεθα μνημονεύοντες αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ μονογε‐ νοῦς Υἱοῦ τοῦ Θεοῦ τοῦ ζῶντος, ἡνίκα Ἰωάννης ὁ Βα‐ πτιστὴς εἶπεν αὐτῷ, «Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ
35βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ;» ἀποκρινα‐ μένου, ὅτι «Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην·» ἐπὶ δὲ τῶν μαθητῶν, ἡνίκα ἀπηύξατο ὁ Πέτρος τοὺς ἐν Ἱερου‐ σαλὴμ προφητευθέντας ὑπ’ αὐτοῦ τοῦ Κυρίου ἐπ‐
40άγεσθαι πειρασμοῦς, ἀγανακτικώτερον εἰπόντος· «Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώ‐ πων·» καὶ πάλιν, ἡνίκα ὁ αὐτὸς Πέτρος παρῃτήσατο τὴν ὑπηρεσίαν διαθέσει τιμῆς τῆς πρὸς τὸν Δεσπό‐
45την, πάλιν εἰπόντος τοῦ Κυρίου ὅτι, «Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ.» Εἰ δὲ δεῖ πλεῖον βοηθηθῆναι τὴν ψυχὴν ἐν τοῖς τῶν ὁμογενῶν ὑποδείγ‐ μασι, μνημονεύσωμεν τοῦ Ἀποστόλου λέγοντος· «Τί ποιεῖτε κλαίοντες, καὶ συνθρύπτοντές μου τὴν

31

.

1621

(50)

καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀπο‐ θανεῖν εἰς Ἱερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνό‐ ματος τοῦ Κυρίου Ἰησοῦ.» Ποῖος δ’ ἂν ἢ ἐνδοξότερος
Ἰωάννου, ἢ γνησιώτερος Πέτρου, ἢ λογισμοὶ τῶν1621

31

.

1624

ἐκείνοις ὑποπεσόντων φανεῖεν ἂν εὐλαβέστεροι; Ἐγὼ δὲ οἶδα, οὔτε Μωσῆς ὁ ἅγιος, οὔτε Ἰωνᾶς ὁ προφή‐ της, εἰς ἀθέτησιν ὑπακοῆς χρησάμενοι λογι‐ σμοῖς, ἀνέγκλητοι ἔμειναν παρὰ Θεῷ. Δι’ ὧν παι‐
5δευόμεθα μήτε ἀντιλέγειν, μήτε κωλύειν, μήτε κω‐ λυόντων ἀνέχεσθαι. Εἰ δὲ τούτων καὶ τῶν τοιού‐ των καθάπαξ ἐδίδαξεν ὁ λόγος μὴ ἀνέχεσθαι, πόσῳ μᾶλλον ἐπὶ τῶν λοιπῶν μιμεῖσθαι τοὺς ἁγίους ἀναγ‐ καῖον; ποτὲ μὲν εἰπόντας, «Πειθαρχεῖν δεῖ Θεῷ
10μᾶλλον ἢ ἀνθρώποις·» ποτὲ δὲ, «Εἰ δίκαιόν ἐστιν ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε. Οὐ δυνά‐ μεθα γὰρ ἃ εἴδομεν, καὶ ἠκούσαμεν, μὴ λαλεῖν.»
14ΕΡΩΤΗΣΙΣ ΙΒʹ.
15Εἰ πᾶς ὀφειλέτης ἐστὶ πάντων τῆς ἐν πᾶσιν ἐπιμελείας, ἢ μόνον τῶν πεπιστευμένων· καὶ τούτων κατὰ τὸ μερισθὲν αὐτῷ ὑπὸ Θεοῦ διὰ Πνεύματος ἁγίου χάρισμα. ΑΠΟΚΡΙΣΙΣ.
20 Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ μονο‐ γενοῦς Υἱοῦ τοῦ Θεοῦ, δι’ οὗ τὰ πάντα ἐγένετο, ὁρατά τε καὶ ἀόρατα, ὁμολογοῦντος μὲν ὅτι, «Οὐκ ἀπ‐ εστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ·» λέγοντος δὲ τοῖς ἑαυτοῦ μαθηταῖς, «Καθ‐
25ὼς ἀπέστειλέ με ὁ Πατὴρ, κἀγὼ ἀπέστειλα ὑμᾶς·» παραγγέλλοντος δὲ, «Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπελθεῖν, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσελθεῖν·» μετὰ δὲ τὸ τὴν προφητείαν εἰς αὐτὸν πληρωθῆναι τοῦ Δαβὶδ εἰπόντος, ὡς ἐκ προσώπου τοῦ Θεοῦ καὶ
30Πατρὸς, «Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κλη‐ ρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς·» τότε καὶ τοῖς ἑαυτοῦ μαθηταῖς παραγ‐ γείλαντος, «Πορευθέντες, μαθητεύσατε πάντα τὰ
35ἔθνη·» πῶς οὐ πολλῷ μᾶλλον ἕκαστος ἡμῶν ἀκρι‐ βέστερον φυλάσσειν ὀφείλει τὸ τοῦ Ἀποστόλου παρ‐ άγγελμα γράψαντος, «Μὴ ὑπερφρονεῖν παρ’ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρωνεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως,» ἀναμένειν δὲ, πότε,
40καὶ τί ἐπιταχθῇ, καθώς φησι καὶ πάλιν· «Ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοὶ, ἐν τούτῳ μενέτω.» Ἀλλὰ καὶ ὁ αὐτὸς δὲ Ἀπόστολος, ὃ ἑτέροις παραγγέλλει, ἀκρι‐ βέστερον φυλάσσων, λέγει· «Δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵν’ ἡμᾶς μὲν εἰς τὰ ἔθνη, αὐτοὶ
45δὲ εἰς τὴν περιτομήν.» Ἐὰν δέ ποτε ἀνάγκη γένηται τῆς ἀγαπῆς τῆς πρὸς τὸν Θεὸν ἢ τῆς πρὸς τὸν πλησίον καλούσης εἰς ἀναπλήρωσιν τοῦ ἐλλείποντος, ὁ ὑπακούσας ἔχει τὸν μισθὸν τῆς ἑκουσίου ὑπακοῆς. Καλεῖ δὲ,

31

.

1624

(50)

ὅτε ἐστὶ πρὸς τὸν Θεὸν καὶ τὸν Χριστὸν αὐτοῦ ἀγά‐1623

31

.

1625

πη πληρῶσαι τὴν ἐντολὴν τοῦ Κυρίου, εἰπόντος· «Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλή‐ λους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς. Μείζονα ταύ‐ της ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὑτοῦ θῇ
5ὑπὲρ τῶν φίλων αὐτοῦ.» Ἡ δὲ πρὸς τὸν πλησίον, ἡνίκα ἂν ὁ ἐγκεχειρισμένος τὴν προστασίαν βοηθείας χρείαν σχῇ, ἢ τὸ τάγμα τῶν φροντιζομένων χρείαν ἔχῃ τοῦ ἀναπληροῦντος τὸ προσλεῖπον, τοῦ Ἀποστόλου εἰπόντος, «Μηδεὶς τὸ ἑαυτοῦ ζητεί‐
10τω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος·» ἡ γὰρ κατὰ Χρι‐ στὸν ἀγάπη οὐ ζητεῖ τὰ ἑαυτῆς· καὶ ἀλλαχοῦ, «Οἰ‐ κοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.» Ὥστε εἰς ὅ τι μὲν ἀπεστάλη τις, μὴ πληρώσας τὸ κήρυγμα ἔργῳ καὶ λόγῳ, ἔνοχός ἐστι τοῦ αἵματος τῶν μὴ
15ἀκουσάντων· καὶ οὐκ ἔχει ἐξουσίαν εἰπεῖν τὰ αὐτὰ τῷ Ἀποστόλῳ διαμαρτυρομένῳ τοῖς πρεσβυτέ‐ ροις Ἐφεσίων, ὅτι «Καθαρός εἰμι ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ αἵματος πάντων ὑμῶν. Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ.»
20Ἐὰν δὲ πλέον τι τοῦ ἐπιτεταγμένου ποιῆσαι δυνηθῇ εἰς οἰκοδομὴν τῆς πίστεως ἐν ἀγάπῃ Χριστοῦ, μισθὸν ἔχει, ὃν ὑπέδειξεν ἡμῖν ὁ Ἀπόστολος, εἰπών· «Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι.»
25ΕΡΩΤΗΣΙΣ ΙΓʹ. Εἰ χρὴ πάντα πειρασμὸν ὑπομένειν, κἂν θανά‐ του ἔχῃ ἀπειλὴν, ὑπὲρ τοῦ φυλαχθῆναι τὴν πρὸς Θεὸν ὑπακοὴν, καὶ μάλιστα ἐν τῇ ἐπι‐ μελείᾳ τῶν πεπιστευμένων.
30ΑΠΟΚΡΙΣΙΣ. Εἰ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ μονογε‐ νὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, δι’ οὗ τὰ πάντα ἐγέ‐ νετο, ὁρατά τε καὶ ἀόρατα, ὁ ζωὴν ἔχων, ὥσπερ ἔχει ὁ δεδωκὼς αὐτῷ Πατὴρ, ὁ τὴν ἐξουσίαν πᾶσαν
35λαβὼν παρὰ τοῦ Πατρὸς, ἐπερχομένων τῶν συλλαμ‐ βανόντων αὐτὸν εἰς τὸν ὑπὲρ τῆς ἡμετέρας δικαιο‐ σύνης καὶ αἰωνίου ζωῆς θάνατον, μετὰ τοσαύτης ἀπήντησε προθυμίας, λέγων· «Ἰδοὺ παραδίδοται ὁ Υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν·
40ἐγείρεσθε, ἄγωμεν· ἰδοὺ ὁ παραδιδούς με ἤγγικε·» καὶ ὡς ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ γέγραπται· «Ἰησοῦς οὖν, εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ’ αὐτὸν, ἐξελθὼν εἶπεν αὐτοῖς· Τίνα ζητεῖτε;» Ἀπ‐ εκρίθησαν αὐτῷ· «Ἰησοῦν τὸν Ναζωραῖον·» Λέγει
45αὐτοῖς ὁ Ἰησοῦς· «Ἐγώ εἰμι·» καὶ μετ’ ὀλίγα· «Εἶ‐ πον ὑμῖν, ὅτι ἐγώ εἰμι· εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν·» πόσῳ μᾶλλον ἡμεῖς τὰ κατὰ φύ‐ σιν ἑκόντες ὑπομένειν ὀφείλομεν; ἵνα, διὰ τὴν πρὸς τὸν Θεὸν ὑπακοὴν νικῶντες τοὺς ἐπαγομένους ὑπὸ

31

.

1625

(50)

τῶν ἐχθρῶν πειρασμοὺς, δοξάσωμεν τὸν Θεὸν, ὅτι τὰ δοκοῦντα παρὰ τῶν ἐχθρῶν ἐπάγεσθαι λυπηρὰ μέ‐ χρι θανάτου χαίροντες δεχόμεθα, τὸ φρόνημα κατορ‐
θώσαντες τοῦ λέγοντος ὅτι, «Ὑμῖν ἐχαρίσθη τὸ1625

31

.

1628

ὑπὲρ Χριστοῦ οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλ‐ λὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν.» Κηρύσσουσι δὲ τοὺς τῶν ἀποστόλων ἀγῶνας αἱ Πράξεις ἱστοροῦσαι, ὅτι τὰς ὕβρεις καὶ τοὺς θανάτους μετὰ χαρᾶς ἐδέ‐
5ξαντο, ὑπὲρ τοῦ πληρῶσαι τὸ κήρυγμα κατὰ τὴν ἐν‐ τολὴν τοῦ Κυρίου Παιδεύει δὲ ἡμᾶς καὶ ὁ Ἀπόστολος λέγων· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ; θλί‐ ψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης,
10ἢ κίνδυνος, ἢ μάχαιρα; Καθὼς γέγραπται ὅτι, Ἕνε‐ κά σου θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνι‐ κῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Πέπεισμαι γὰρ, ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἄγγελοι, οὔτε ἀρ‐
15χαὶ, οὔτε ἐξουσίαι, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγά‐ πης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ·» τῆς ἀγάπης τῆς ἐν Χριστῷ κατηναγκασμένως καὶ ἀπαραλείπτως
20ἐχούσης τὴν τήρησιν τῶν ἐντολῶν, καθὼς αὐτὸς ὁ Κύριος εἶπεν· «Ὁ ἀγαπῶν με τὰς ἐντολάς μου τη‐ ρήσει· ὁ δὲ μὴ τηρῶν μου τοὺς λόγους, οὗτος οὐκ ἀγαπᾷ με·» καὶ, «Ὑμεῖς φίλοι μού ἐστε, ἐὰν ποιῆτε ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν.» Καινὴ δὲ καὶ ἰδία
25αὐτοῦ ἐντολὴ τὸ ἀγαπᾷν ἀλλήλους, ἥντινα πληρῶν ὁ Ἀπόστολός φησιν· «Οὕτως ἱμειρόμενοι ὑμῶν, εὐ‐ δοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχὰς, ὅτι ἀγαπητοὶ ἡμῖν γεγένησθε.» Ἀφορῶντες οὖν εἰς τὸν
30Χριστὸν, τῇ ἐνδόξῳ μιμήσει τὴν προθυμίαν ἐπι‐ τείνωμεν· κατανοοῦντες δὲ τοὺς ἁγίους, τὸ δυνατὸν παιδευώμεθα, ἵνα, διὰ τούτων προθυμότεροι γενόμε‐ νοι, ἄσπιλον καὶ ἄμωμον μέχρι θανάτου πᾶσαν τὴν ἐντολὴν τοῦ Κυρίου φυλάξαντες, εἰς τὴν ζωὴν τὴν
35αἰώνιον εἰσέλθωμεν, καὶ βασιλείαν οὐρανῶν κληρονο‐ μήσωμεν, καθὼς ἐπηγγείλατο ὁ ἀψευδὴς Κύριος καὶ Θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ μονογενὴς τοῦ Θεοῦ
τοῦ ζῶντος Υἱός.1627