TLG 2040 050 :: BASILIUS :: Asceticon magnum sive Quaestiones (regulae brevius tractatae) BASILIUS Theol., Episcopus Asceticon magnum sive Quaestiones (regulae brevius tractatae) Cf. et 2040 048 Citation: Volume — page — (line) | ||
31.1052(37t) | ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ | |
38t | ΒΑΣΙΛΕΙΟΥ | |
---|---|---|
39t | ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΚΑΠΠΑΔΟΚΙΑΣ | |
40t | ΚΕΦΑΛΑΙΑ ΤΩΝ ΟΡΩΝ ΤΩΝ ΚΑΤΑ ΕΠΙΤΟΜΗΝ. | |
44 | αʹ Εἰ ἔξεστιν ἢ συμφέρει τινὶ ἑαυτῷ ἐπιτρέπειν, καὶ | |
45 | ποιεῖν ἢ λέγειν ἃ νομίζει καλὰ, ἄνευ τῆς μαρτυ‐ | |
ρίας τῶν θεοπνεύστων Γραφῶν. | ||
31.1053 | βʹ Ποίαν ὁμολογίαν ἀπαιτεῖσθαι δεῖ παρ’ ἀλλήλων τοὺς ἐπὶ τὸ αὐτὸ ζῇν κατὰ Θεὸν βουλομένους. γʹ Τὸν ἁμαρτάνοντα πῶς ἐπιστρέψομεν, ἢ μὴ ἐπι‐ στρέφοντα πῶς ἔχειν χρή. | |
5 | δʹ Ἐάν τις καὶ εἰς τὰ μικρὰ ἁμαρτήματα στε‐ νοχωρῇ τοὺς ἀδελφοὺς, λέγων ὅτι, Ὀφείλετε μετα‐ νοῆσαι, μήποτε καὶ αὐτὸς ἄσπλαγχνός ἐστι, καὶ τὴν ἀγάπην καταλύει. εʹ Πῶς ὀφείλει τις μετανοῆσαι ἐφ’ ἑκάστῳ ἁμαρτή‐ | |
10 | ματι. ϛʹ Ὁ λόγῳ ὁμολογῶν μετανοεῖν, τὸ δὲ ἁμάρτημα μὴ διορθούμενος, ποταπός ἐστιν. ζʹ Τί τὸ κρῖμα τῶν ἐκδικούντων τοὺς ἁμαρτάνον‐ τας. | |
15 | ηʹ Τὸν μετανοοῦντα γνησίως πῶς προσδέχεσθαι χρή. | |
17 | θʹ Πρὸς τὸν ἀμετανόητα ἁμαρτάνοντα πῶς διατεθῶ‐ μεν. ιʹ Ψυχὴ ἐν ἁμαρτίαις πολλαῖς ταλαιπωρήσασα μετὰ | |
20 | ποταποῦ φόβου καὶ ποταπῶν δακρύων ὀφείλει ἀναχωρῆσαι τῶν ἁμαρτημάτων. ιαʹ Πῶς κατορθοῖ τις τὸ μῖσος πρὸς τὰ ἁμαρτήματα. ιβʹ Πῶς πληροφορηθῇ ἡ ψυχὴ, ὅτι ἀφῆκεν αὐτῇ ὁ Θεὸς τὰ ἁμαρτήματα. | |
25 | ιγʹ Εἰ χρὴ τὸν μετὰ τὸ βάπτισμα ἐξαμαρτήσαντα ἀπογινώσκειν τῆς ἑαυτοῦ σωτηρίας, ἐν πλήθει κακῶν εὑρεθέντα· ἢ ἕως ποίου μέτρου ἁμαρτιῶν ἐπελπίζειν χρὴ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ διὰ τῆς μετανοίας. | |
30 | ιδʹ Ἐκ ποίων καρπῶν ὀφείλει δοκιμάζεσθαι ἡ ἀλη‐ θὴς μετάνοια. ιεʹ Τί ἐστι τὸ, Ποσάκις ἁμάρτῃ εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ. ιϛʹ Διὰ τί ποτὲ μὲν ἡ ψυχὴ καὶ μὴ σπουδάζουσα, | |
35 | αὐτομάτως σχεδὸν ἐμπεσόντος πόνου, κατανύσσε‐ ται, ποτὲ δὲ ἄπονος οὕτως ἐστὶν, ὡς καὶ βιαζο‐ μένη κατανυγῆναι μὴ δύνασθαι. ιζʹ Ἐάν τις κατὰ νοῦν μνημονεύσῃ τοῦ φαγεῖν, εἶτα καταγνῷ ἑαυτοῦ, εἰ καὶ οὗτος ὡς μεριμνήσας | |
40 | ἐγκληθήσεται. ιηʹ Εἰ χρὴ ἐν ἀδελφότητι τῷ ἐξαμαρτήσαντί ποτε φροντίδα τινὰ ἐγχειρίζειν μετὰ πολλὴν ἄσκησιν· καὶ εἰ χρὴ, ποίαν ταύτην. | |
45 | ιθʹ Ἐάν τις ὑποπτεύηται ἐπὶ ἁμαρτήματι, προφα‐ νῶς δὲ τοῦτο μὴ ποιῇ, εἰ δεῖ αὐτὸν ἐπιτηρεῖν, ἵνα καὶ ἐφευρεθῇ ὃ ὑποπτεύεται. | |
49 | κʹ Εἰ χρὴ τὸν ἐν ἁμαρτίαις ἐξετασθέντα φεύγειν τὴν | |
31.1053(50) | πρὸς τοὺς ἑτεροδόξους κοινωνίαν, ἢ καὶ πρὸς τοὺς κακῶς ζῶντας διακρίνεσθαι. καʹ Πόθεν ὁ μετεωρισμὸς καὶ οἱ διαλογισμοί· καὶ πῶς αὐτοὺς διορθωσόμεθα. κβʹ Πόθεν αἱ νυκτεριναὶ φαντασίαι αἱ ἀπρεπεῖς γί‐ | |
55 | νονται. | |
κγʹ Ἕως ποίων ῥημάτων ἡ ἀργολογία κρίνεται. | ||
31.1056 | κδʹ Τί ἐστι λοιδορία. κεʹ Τί ἐστι καταλαλιά. κϛʹ Ὁ καταλαλῶν ἀδελφοῦ, ἢ ἀκούων καταλαλοῦν‐ τος, καὶ ἀνεχόμενος, τίνος ἐστὶν ἄξιος | |
5 | κζʹ Ἐὰν δὲ τοῦ προεστῶτος καταλαλήσῃ, πῶς αὐτῷ προσέξομεν. κηʹ Περὶ τοῦ θρασυτέρᾳ φωνῇ καὶ ῥήμασι θρασέσιν ἀποκρινομένου. κθʹ Ποίῳ τρόπῳ δυνηθῇ τις μὴ ὀργίζεσθαι. | |
10 | λʹ Πῶς ἐκκόψομεν τὸ πάθος τῆς ἐπιθυμίας τῆς κακῆς. λαʹ Εἰ καθόλου γελᾷν οὐκ ἔξεστιν. λβʹ Ὁ ἄκαιρος καὶ ἄμετρος νυσταγμὸς πόθεν, καὶ πῶς αὐτὸν ἀποθώμεθα. | |
15 | λγʹ Πῶς ἐλέγχεται ὁ ἀνθρωπάρεσκος. | |
17 | λδʹ Πῶς φύγῃ τις τὸ πάθος τῆς ἀνθρωπαρεσκείας. | |
19 | λεʹ Πῶς γνωρίζεται ὁ ὑπερήφανος, ἢ πῶς θεραπεύεται | |
21 | λϛʹ Εἰ χρὴ τιμὴν ἐπιζητεῖν. λζʹ Ὁ ὀκνηρὸς πρὸς τὴν ἐντολὴν ποίῳ τρόπῳ σπου‐ δὴν δυνηθῇ ἀναλαβεῖν. ληʹ Ἐὰν ἐπιταχθῇ ἀδελφὸς, καὶ ἀντείπῃ, ὕστερον δὲ | |
25 | ἀφ’ ἑαυτοῦ ἀπέλθῃ. λθʹ Ἐὰν δὲ ὑπακούσας τις γογγύσῃ. μʹ Ἐὰν δὲ ἀδελφὸς ἀδελφὸν λυπήσῃ, πῶς ὀφείλει διορθώσασθαι. μαʹ Ἐὰν δὲ μὴ ἀνέχηται ἀπολογήσασθαι. | |
30 | μβʹ Ἐὰν δὲ ἀπολογουμένου τοῦ λυπήσαντος, μὴ θέλῃ διαλλαγῆναι ὁ λυπηθείς. | |
43 | μγʹ Πῶς ὀφείλει τις προσέχειν τῷ εἰς προσευχὴν ἐξ‐ υπνίζοντι. | |
45 | μδʹ Ἐὰν δὲ στυγνάσῃ ὁ ἐξυπνισθεὶς εἰς εὐχὴν, ἢ καὶ ὀργισθῇ, τίνος ἐστὶν ἄξιος. | |
48 | μεʹ Περὶ τοῦ ἀμελοῦντος τῆς γνώσεως τῶν τοῦ Θεοῦ θελημάτων, ἵνα μὴ πλέον κολασθῇ, ὡς γνοὺς καὶ | |
31.1056(50) | μὴ ποιήσας. μϛʹ Ὁ ἑτέρου ἀνεχόμενος εἰς τὸ ποιῆσαι ἁμαρ‐ τίαν, εἰ ἔνοχός ἐστι τῆς ἁμαρτίας. μζʹ Εἰ δεῖ τοῖς ἁμαρτάνουσιν ἐφησυχάζειν. μηʹ Ἡ πλεονεξία μέχρι τίνος κρίνεται. | |
55 | μθʹ Τί ἐστι τὸ περπερεύεσθαι. νʹ Ἐάν τις τὰ μὲν πολυτελέστερα τῆς ἐσθῆτος ἀπ‐ ωθῆται, αὐτὸ δὲ τὸ εὐτελὲς, εἴτε ἱμάτιον, εἴτε ὑπό‐ δημα, οἱονεὶ θέλῃ ἵνα πρέπῃ αὐτῷ, εἰ ἁμαρτάνει, ἢ ποῖον πάθος νοσεῖ. | |
60 | ναʹ Τί ἐστι Ῥακά. νβʹ Τίς ὁ κενόδοξος, καὶ τίς ὁ ἀνθρωπάρεσκος. | |
63 | νγʹ Τίς ἐστιν ὁ μολυσμὸς τῆς σαρκός· καὶ τίς ὁ μο‐ λυσμὸς τοῦ πνεύματος· καὶ πῶς αὐτῶν καθαρεύ‐ | |
65 | σομεν· ἢ τίς ὁ ἁγιασμὸς, καὶ πῶς αὐτὸν κτησύ‐ | |
μεθα. | ||
31.1057 | νδʹ Τί ἐστι φιλαυτία, καὶ πῶς γνωρίσει ἑαυτὸν ὁ φίλαυτος. νεʹ Ποία διαφορὰ πικρίας καὶ θυμοῦ, καὶ ὀργῆς, καὶ παροξυσμοῦ. | |
5 | νϛʹ Τίς ἐστιν ὁ ὑψηλόφρων, καὶ τίς ὁ ἀλαζὼν, καὶ τίς ὁ ὑπερήφανος· τίς δὲ ὁ τετυφωμένος, καὶ ὁ πεφυσιωμένος. νζʹ Ἐάν τις ἐλάττωμα ἔχῃ ἀδιόρθωτον, καὶ συνεχέ‐ στερον καταγινωσκόμενος βλάπτηται, εἰ συμφέ‐ | |
10 | ρει μᾶλλον ἐπαφιέναι αὐτῷ. νηʹ Ὁ κατ’ ἐπιτήδευσιν ψευσάμενος κρίνεται μόνον, ἢ καὶ ὁ κατὰ ἄγνοιάν τι παρὰ τὸ ἀληθὲς ἀπο‐ λύτως φθεγξάμενος. νθʹ Ἐὰν ἐνθυμηθῇ τις ποιῆσαι μόνον τι, καὶ μὴ | |
15 | ποιήσῃ, εἰ καὶ οὗτος ὡς ψεύστης κρίνεται. | |
17 | ξʹ Περὶ τοῦ προπετῶς ὁρισαμένου πρᾶξαί τι τῶν μὴ ἀρεσκόντων Θεῷ. ξαʹ Ἐάν τις μήτε ἐργάζεσθαι δύνηται, μήτε τοὺς | |
20 | ψαλμοὺς μαθεῖν βούληται. ξβʹ Τί ἐὰν ποιήσῃ τις, ὡς κρύψας τὸ τάλαντον, κατα‐ κρίνεται. ξγʹ Τί ἐὰν ποιήσῃ τις, κατακρίνεται ὡς ἐκεῖνοι οἱ γογγύσαντες κατὰ τῶν ἐσχάτων. | |
25 | ξδʹ Τί ἐστι τὸ σκανδαλίσαι, καὶ πῶς αὐτὸ φυλαξό‐ μεθα. ξεʹ Πῶς τὴν ἀλήθειαν ἐν ἀδικίᾳ τις κατέχει. ξϛʹ Τί ἐστιν ἔρις, καὶ τί ἐστιν ἐριθεία. ξζʹ Τί ἐστιν ἀκαθαρσία, καὶ τί ἐστιν ἀσέλγεια. | |
30 | ξηʹ Τί ἴδιον θυμοῦ, καὶ τί ἴδιον ἀγανακτήσεως εὐ‐ λόγου. ξθʹ Περὶ τοῦ μήτε ἔλαττον ἐσθίοντος τῶν λοιπῶν, μήτε σῶμα ἔχοντος κατεῤῥιμμένον, καὶ ἀδυναμίαν εἰς τὸ ἔργον ὀδυρομένου. | |
35 | οʹ Τὸν παραχρώμενον τοῖς ἱματίοις ἢ ὑποδήμασι πῶς δεῖ μετέρχεσθαι. οαʹ Εἰσί τινες οἱ πρὸ τοῦ πλείονος τὸ ἡδύτερον τῶν ἐδεσμάτων ἐπιζητοῦντες, ἄλλοι δὲ τὸ πλεῖον μᾶλ‐ λον ἢ τὸ ἡδὺ διὰ τὸν κόρον θέλουσιν· πῶς οὖν | |
40 | ἀμφοτέρους πληροφορεῖν χρή. οβʹ Περὶ τοῦ ἐν ἀδελφότητι ἀσέμνως περὶ τὴν μετά‐ ληψιν ἀναστρεφομένου, καὶ λαβρότερον ἐσθίοντος. | |
44 | ογʹ Περὶ τοῦ μὴ ἐν ἐπιθυμίᾳ τῆς τοῦ ἀδελφοῦ διορ‐ | |
45 | θώσεως ἐλέγχοντος τὸν ἁμαρτάνοντα, ἀλλ’ ἐν πάθει τῆς ἑαυτοῦ ἐκδικήσεως. οδʹ Περὶ τῶν ἐξερχομένων ἐκ τῆς ἀδελφότητος, καὶ μονήρη βίον ζῇν προαιρουμένων. οεʹ Εἰ παντὸς ἁμαρτήματος, εἴτε κατὰ νοῦν, εἴτε | |
31.1057(50) | κατὰ λόγον, εἴτε κατὰ πρᾶξιν, τὸν Σατανᾶν αἴτιον λέγειν δεῖ. οϛʹ Εἰ χρὴ οἰκονομίᾳ δῆθεν χρησίμου τινὸς ψεύ‐ δεσθαι. οζʹ Τί ἐστι δόλος, καὶ τί ἐστι κακοήθεια. | |
55 | οηʹ Ἐφευρεταὶ κακῶν τίνες εἰσίν. οθʹ Ἐάν τις συνεχῶς ἑαυτοῦ ἐπιλαμβάνηται, ὅτι σκληρῶς προσφέρεται τῷ ἀδελφῷ, πῶς διορθωθή‐ | |
σεται. | ||
31.1060 | πʹ Πόθεν ἐπισυμβαίνει τὸ ὥσπερ τῇ διανοίᾳ ἐπι‐ λείπειν λογισμοὺς ἀγαθοὺς, καὶ μερίμνας ἀρε‐ σκούσας τῷ Θεῷ. παʹ Εἰ χρὴ ἴσως ἐπιτιμᾷν τοῖς εὐλαβέσι καὶ τοῖς | |
5 | ἀδιαφόροις. πβʹ Ἐὰν συμβῇ τὴν πρεσβυτέραν ἁμαρτῆσαι τὸ αὐτὸ τῇ νεωτέρᾳ, εἰ τῷ αὐτῷ ὑπόκειται ἐπιτιμίῳ. | |
9 | πγʹ Ἐάν τις, πολλὰ κατορθῶν, ἐν ἑνὶ μόνῳ δια‐ | |
10 | πταίῃ, πῶς αὐτὸν παρέλθωμεν. | |
12 | πδʹ Περὶ τοῦ ἦθος ἔχοντος θορυβοποιὸν καὶ ταρα‐ χῶδες. πεʹ Εἰ χρὴ ἔχειν τι ἴδιον ἐν ἀδελφότητι. | |
16 | πϛʹ Ἐὰν δὲ λέγῃ τις ὅτι, Οὔτε λαμβάνω παρὰ τῆς ἀδελφότητος, οὔτε δίδωμι, ἀλλὰ τοῖς ἐμοῖς ἀρκοῦ‐ μαι· τί δεῖ πρὸς τὸν τοιοῦτον παραφυλάξαι. πζʹ Εἰ ἔξεστιν ἑκάστῳ τὸ παλαιὸν αὐτοῦ ἱμάτιον | |
20 | δοῦναι ὅπου ἐὰν θέλῃ εἰς ἐντολήν. πηʹ Τίς ἐστιν ἡ μέριμνα ἡ βιωτική. πθʹ Ἐπειδὴ γέγραπται, Λύτρον ψυχῆς ἀνδρὸς ὁ ἴδιος πλοῦτος, ἡμῖν δὲ οὐ προεχώρησε τοῦτο, τί ποιήσομεν; | |
25 | ϟʹ Εἰ ἔξεστι νυκτερινὸν ἱμάτιον ἔχειν, εἴτε τρίχινον εἴτε ἀλλοῖον. ϟαʹ Ἐὰν ἀδελφὸς, ἴδιον οὐκ ἔχων οὐδὲν, αἰτηθῇ παρά τινος αὐτὸ ὃ φορεῖ, τί ὀφείλει ποιῆσαι, μά‐ λιστα δὲ ἐὰν γυμνὸς ᾖ ὁ αἰτήσας. | |
31 | ϟβʹ Τοῦ Κυρίου προστάσσοντος πωλεῖν τὰ ὑπάρ‐ χοντα, τί διανοούμενον χρὴ τοῦτο ποιεῖν. ϟγʹ Τὸν ἅπαξ ἀποκτησάμενον, καὶ ἴδιον μηδὲν ἔχειν ἐπαγγειλάμενον, ποίᾳ διανοίᾳ κεχρῆσθαι | |
35 | δεῖ τοῖς πρὸς τὸ ζῇν ἀναγκαίοις, οἷον ἐσθῆτι καὶ τροφῇ. ϟδʹ Περὶ τοῦ καταλιπόντος φόρους, καὶ ἀδελφότητι προσελθόντος. ϟεʹ Εἰ συμφέρει τοῖς ἄρτι προσερχομένοις εὐθὺς τὰ | |
40 | ἀπὸ τῶν Γραφῶν ἐκμανθάνειν. ϟϛʹ Εἰ δεῖ παντὶ τῷ βουλομένῳ ἐπιτρέπειν γράμ‐ ματα μανθάνειν, ἢ ἀναγνώσμασι προσέχειν. ϟζʹ Ἐὰν λέγῃ τις ὅτι, Θέλω παρ’ ὑμῖν ὀλίγον χρό‐ νον ὠφεληθῆναι, εἰ δεῖ αὐτὸν προσδέχεσθαι. | |
45 | ϟηʹ Ποταπὸν φρόνημα ὀφείλει ἔχειν ὁ προεστὼς, ἐν οἷς ἐπιτάσσει, ἢ διατάσσεται. ϟθʹ Ποταπῇ διαθέσει δεῖ ἐπιτιμᾷν τὸν ἐπιτιμῶντα. | |
19 | ρʹ Τοὺς ἔξωθεν ἐρχομένους καὶ προσαιτοῦντας πῶς | |
20 | ἀπολύσομεν. ραʹ Περὶ τοῦ ἐγχειριζομένου τὴν οἰκονομίαν, καὶ περὶ τῶν προσαιτούντων. ρβʹ Περὶ τοῦ ἐξερχομένου ἀπὸ ἀδελφότητος, καθ’ ὃν δήποτε λόγον. | |
25 | ργʹ Ἐπειδὴ συμβαίνει εἴς τινα καὶ αὐτὸν ὀλισθαί‐ | |
νειν τὸν πρεσβύτερον, εἰ δέοι αὐτὸν ἐλέγχεσθαι. | ||
31.1061 | ρδʹ Πῶς χρὴ τὰς φροντίδας ἐγχειρίζειν τοῖς ἀδελ‐ φοῖς. ρεʹ Εἰ χρὴ τοὺς εἰσερχομένους εἰς ἀδελφότητα εὐ‐ θέως τέχνας μανθάνειν. | |
5 | ρϛʹ Ποίοις ἐπιτιμίοις κεχρῆσθαι δεῖ ἐν ἀδελφότητι. | |
7 | ρζʹ Περὶ τοῦ λέγοντος ἐπιθυμίαν ἔχειν συζῇν τῇ ἀδελφότητι. ρηʹ Εἰ χρὴ τὸν προεστῶτα ἐκτὸς τῆς προεστώσης | |
10 | λαλεῖν ἀδελφῇ τινι τὰ πρὸς οἰκοδομὴν τῆς πίστεως. | |
12 | ρθʹ Εἰ χρὴ τὸν προεστῶτα μετὰ τῆς προεστώσης πυκνῶς διαλέγεσθαι. ριʹ Εἰ χρὴ, ἐξομολογουμένης ἀδελφῆς τῷ πρεσβυ‐ | |
15 | τέρῳ, καὶ τὴν πρεσβυτέραν παρεῖναι. ριαʹ Εἰ, τοῦ πρεσβυτέρου γενέσθαι τι προστάξαν‐ τος ἐν ταῖς ἀδελφαῖς παρὰ γνῶσιν τῆς πρεσβυτέ‐ ρας, εὐλόγως ἀγανακτεῖ ἡ πρεσβυτέρα. ριβʹ Ἐάν τις προσέλθῃ τῷ κατὰ Θεὸν βίῳ, εἰ ἀκό‐ | |
20 | λουθόν ἐστι τὸν προεστῶτα ἄνευ γνώμης τῶν ἀδελφῶν τὸν τοιοῦτον προσδέχεσθαι. ριγʹ Εἰ δύναται ὁ φροντίδα ψυχῶν ἐγκεχειρισμένος φυλάξαι τὸ, Ἐὰν μὴ στραφῆτε, καὶ γένησθε ὡς τὰ παιδία. | |
25 | ριδʹ Εἰ δεῖ παντὶ τῷ ἐπιτάσσοντι καὶ οἱῳδηποτοῦν ὑπακούειν. ριεʹ Πῶς ὑπακούειν ἀλλήλοις χρή. ριϛʹ Μέχρι πόσου ὑπακούειν χρή. | |
30 | ριζʹ Ὁ μὴ πληροφορούμενος ἐν τοῖς καθ’ ἡμέραν πρὸς τὴν προκειμένην ἐντολὴν ἐπιτάγμασι, τέ‐ χνην δὲ μαθεῖν ἐπιζητῶν, ποῖον πάθος νοσεῖ, καὶ εἰ χρὴ αὐτοῦ ἀνέχεσθαι. ριηʹ Ὁ σπουδαῖος εἰς τὴν ἐντολὴν, καὶ ἐργαζόμενος | |
35 | οὐχ ὃ ἐπιτάσσεται, ἀλλ’ ὃ αὐτὸς θέλει, ποῖον μισθὸν ἔχει. ριθʹ Εἰ ἔξεστιν ἑκάστῳ παραιτεῖσθαι τὸ ἐγχειρισθὲν ἔργον, καὶ ἄλλο ἐπιζητεῖν. ρκʹ Εἰ δεῖ ἀπιέναι που χωρὶς ὑπομνήσεως τοῦ | |
40 | προεστῶτος. ρκαʹ Εἰ ἔξεστι παραιτεῖσθαι τὰ βαρύτερα τῶν ἔργων. ρκβʹ Ἐάν τις, ἐπιτιμηθεὶς εὐλογίαν μὴ λαβεῖν, λέ‐ γῃ ὅτι, Ἐὰν μὴ λάβω εὐλογίαν, οὐκ ἐσθίω· εἰ δεῖ αὐτὸν ἀνέχεσθαι. | |
46 | ρκγʹ Ἐάν τις λυπῆται μὴ ἐπιτρεπόμενος ποιεῖν ὃ μὴ δύναται ἐπιτηδείως ποιεῖν, εἰ χρὴ αὐτοῦ ἀνέχεσθαι. ρκδʹ Εἰ δεῖ μετὰ αἱρετικῶν ἢ μετὰ Ἑλλήνων εὑ‐ | |
31.1061(50) | ρεθέντα που συνεσθίειν αὐτοῖς, ἢ ἀσπάζεσθαι αὐτούς. ρκεʹ Τὸν πιστευόμενον ἔργον, καὶ ποιοῦντά τι χωρὶς ὑπομνήσεως παρὰ τὸ διατεταγμένον αὐτῷ, εἰ δεῖ ἔχειν τὸ ἔργον. | |
56 | ρκϛʹ Πῶς ἄν τις μὴ ἡττηθείη τῆς ἐν βρώμασι φι‐ | |
ληδονίας. | ||
31.1064 | ρκζʹ Λέγουσί τινες, ὅτι ἀδύνατόν ἐστι μὴ ὀργισθῆ‐ ναι ἄνθρωπον. ρκηʹ Τῷ θέλοντι ἐγκρατεύεσθαι ὑπὲρ δύναμιν, ὥστε καὶ εἰς τὴν προκειμένην ἐντολὴν ἐμποδίζεσθαι, εἰ | |
5 | δεῖ συγχωρεῖν. | |
7 | ρκθʹ Περὶ τοῦ πολλὰ νηστεύοντος, ἐν δὲ τῇ μετα‐ λήψει μὴ δυναμένου ἀνέχεσθαι τοῦ βρώματος. ρλʹ Πῶς χρὴ νηστεύειν, ὅταν χρεία γένηται νηστείας. | |
11 | ρλαʹ Ὁ μὴ μεταλαμβάνων ὅθεν οἱ ἀδελφοὶ ἐσθίουσιν, ἀλλ’ ἕτερον ἐπιζητῶν, εἰ καλῶς ποιεῖ. ρλβʹ Ὁ λέγων ὅτι, Βλάπτει με τοῦτο, καὶ λυπού‐ μενος ἐὰν ἄλλο μὴ δοθῇ, τί ἐστιν. | |
15 | ρλγʹ Ἐὰν δὲ καὶ γογγύσῃ διὰ βρῶμα. ρλδʹ Ἐὰν δὲ καὶ ὀργισθεὶς παραιτῆται λαβεῖν τὰ πρὸς τὴν χρείαν. ρλεʹ Εἰ χρὴ τὸν κάμνοντα αὐτὸν ἐπιζητῆσαι πλέον τι τῆς συνηθείας. | |
20 | ρλϛʹ Εἰ ἀναγκαῖον πάντας συνάγεσθαι ἐν τῇ ὥρᾳ τοῦ ἀρίστου, καὶ τὸν ἀπολιμπανόμενον, καὶ μετὰ τὸ ἄριστον ἐρχόμενον, πῶς παρέλθωμεν. | |
24 | ρλζʹ Εἰ καλόν ἐστι τὸ κρῖναι ἐπὶ τοσόνδε, εἰ τύχοι, | |
25 | χρόνον ἀποσχέσθαι τοῦδέ τινος τοῦ βρώματος ἢ τοῦ πόματος. ρληʹ Εἰ χρὴ ἐν ἀδελφότητί τινα πλέον τῶν ἄλλων νηστεύειν. ρλθʹ Τῆς νηστείας ἐπιτεινομένης, ἀτονώτεροι γινό‐ | |
30 | μεθα εἰς τὸ ἔργον. Τί οὖν χρὴ μᾶλλον; Ἐμποδί‐ ζειν τῷ ἔργῳ διὰ τὴν νηστείαν, ἢ παρορᾷν ἐκείνην διὰ τὸ ἔργον; ρμʹ Ἐάν τις μὴ ἐγκρατεύηται περὶ τὰ βλαβερὰ τῶν βρωμάτων, μεταλαμβάνων δὲ ἀφειδῶς κα‐ | |
35 | κώσει περιπέσῃ, εἰ χρὴ αὐτοῦ ἐπιμέλειαν ποιεῖ‐ σθαι. ρμαʹ Εἰ δεῖ ξένους ἐνευρίσκεσθαι τοῖς ἐργαστηρίοις. ρμβʹ Εἰ χρὴ τοὺς τεχνίτας δέχεσθαι παρά τινος ἔρ‐ γον, ἄνευ γνώμης τοῦ προεστῶτος. | |
40 | ρμγʹ Πῶς ὀφείλουσιν ἐπιμελεῖσθαι οἱ ἐργαζόμενοι τῶν πεπιστευμένων αὐτοῖς σκευῶν. ρμδʹ Ἐὰν δέ τις ἐξ ἀμελείας ἀπολέσῃ τι, ἢ ἐκ κα‐ ταφρονήσεως παραχρήσηται. ρμεʹ Ἐὰν δὲ ἀφ’ ἑαυτοῦ χρήσῃ τινὶ ἢ λάβῃ. | |
46 | ρμϛʹ Ἐὰν δὲ, καὶ συνεχούσης χρείας, ὁ προεστὼς ἐπιζητήσῃ παρ’ ἑαυτοῦ σκεῦος, καὶ ἀντείπῃ. ρμζʹ Ὁ περὶ τὸ ἔργον τοῦ κελλαρίου ἢ τοῦ μαγείρου, ἢ περί τι ἄλλο τοιοῦτον ἀσχολούμενος, ἐὰν μὴ | |
31.1064(50) | φθάσῃ παρεῖναι τῷ κανόνι τῆς ψαλμῳδίας καὶ τῆς προσευχῆς, εἰ μηδὲν ζημιοῦται τὴν ψυχήν. | |
53 | ρμηʹ Ποῖον μέτρον ἐξουσίας ἔχει ἐν τῇ οἰκονομίᾳ ὁ πιστευθεὶς τὴν φροντίδα τοῦ κελλαρίου. | |
56 | ρμθʹ Τί τὸ κρῖμα τοῦ οἰκονομοῦντος, ἐάν τι κατὰ προσωποληψίαν ἢ φιλονεικίαν ποιήσῃ. | |
59 | ρνʹ Ἐὰν δὲ ἀμελήσας μὴ δῷ τῷ ἀδελφῷ τὰ πρὸς τὴν | |
60 | χρείαν. | |
31.1065 | ρναʹ Εἰ ἔξεστι τῷ ὑπηρετοῦντι μετὰ φωνῆς μείζο‐ νος λαλεῖν. ρνβʹ Περὶ τοῦ ὑπὲρ δύναμιν κάμνοντος ἐν τῇ ὑπηρεσίᾳ. | |
5 | ρνγʹ Ἡ τὰ ἔρια πιστευθεῖσα πῶς αὐτὰ ὀφείλει ἔχειν. ρνδʹ Ἐὰν συμβῇ ὀλίγους ὄντας ἀδελφοὺς, καὶ πλείο‐ σιν ἀδελφαῖς ἐξυπηρετουμένους, εἰς ἀνάγκην ἐμ‐ πίπτειν τοῦ διίστασθαι ἀπ’ ἀλλήλων διαμερι‐ | |
10 | ζομένους πρὸς τὰ ἔργα, εἰ ἀκίνδυνόν ἐστι τὸ τοιοῦτον. ρνεʹ Πῶς δεῖ προσφέρεσθαι τοῖς ἐν τῷ ξενοδοχείῳ ἀῤ‐ ῥώστοις. ρνϛʹ Τὸν πεπιστευμένον φροντίδα ἤτοι κελλαρίου, ἢ | |
15 | ἄλλου τινὸς τοιούτου, εἰ δεῖ πάντοτε ἔχειν τὴν φροντίδα, ἢ καὶ ἐναλλάσσεσθαι. ρνζʹ Ποταπῇ διαθέσει ὀφείλει τις δουλεύειν Θεῷ. ρνηʹ Ποταπῇ διαθέσει ὀφείλει δέχεσθαί τις τὸ ἐπιτί‐ μιον. | |
20 | ρνθʹ Ὁ λυπούμενος κατὰ τοῦ ἐπιτιμήσαντος αὐτῷ ποταπός ἐστιν. ρξʹ Μετὰ ποίας διαθέσεως ὀφείλομεν ὑπηρετεῖν τοῖς ἀδελφοῖς. ρξαʹ Μετὰ ποταπῆς ταπεινώσεως ὀφείλει τις δέχεσθαι | |
25 | τὴν ὑπηρεσίαν παρὰ τοῦ ἀδελφοῦ. ρξβʹ Ποταπὴν ἐν ἀλλήλοις ἔχειν δεῖ τὴν ἀγάπην. ρξγʹ Ποίῳ τρόπῳ δυνηθῇ τις κατορθῶσαι τὴν πρὸς τὸν πλησίον ἀγάπην. ρξδʹ Τί ἐστι τὸ, Μὴ κρίνετε, καὶ οὐ μὴ κρι‐ | |
30 | θῆτε. ρξεʹ Πῶς γνωρίσει τις, εἰ ζήλῳ Θεοῦ κινεῖται κατὰ τοῦ ἁμαρτάνοντος ἀδελφοῦ, ἢ ὀργίζεται. ρξϛʹ Μετὰ ποίας διαθέσεως ὑπακούειν δεῖ τῷ εἰς ἔρ‐ γον τῆς ἐντολῆς κατεπείγοντι. | |
35 | ρξζʹ Ποταπὴ ὀφείλει εἶναι ἡ ψυχὴ, ὅτε ὅλως κατ‐ ηξιώθη ἐν τῷ ἔργῳ τοῦ Θεοῦ καταληφθῆναι. ρξηʹ Μετὰ ποταπῆς διαθέσεως δεῖ λαμβάνειν ἱμάτιον ἢ ὑπόδημα, οἷον ἂν ᾖ. ρξθʹ Ἐὰν ἀδελφὸς νεώτερος ἐπιταχθῇ διδάξαι τι τὸν | |
40 | πρεσβύτερον καθ’ ἡλικίαν, πῶς αὐτῷ προσενεχθή‐ σεται. ροʹ Εἰ δεῖ ἴσως προσέχειν τῷ πλεῖον κατορθοῦντι, καὶ τῷ ἔλαττον. | |
45 | ροαʹ Ἐὰν δὲ λυπῆται ὁ ἐλάττων, προτιμωμένου τοῦ εὐλαβεστέρου. ροβʹ Ποταπῷ φόβῳ, ἢ ποίᾳ πληροφορίᾳ, ἢ ποίᾳ διαθέσει μεταλάβωμεν τοῦ σώματος τοῦ Κυ‐ ρίου. | |
31.1065(50) | ρογʹ Εἰ δεῖ ἐν τῇ ὥρᾳ τῆς κατ’ οἶκον ψαλμῳδίας λα‐ λιάν τινα γίνεσθαι. ροδʹ Πῶς δυνηθῇ τις ἐνδιαθέτως καὶ μετὰ προθυμίας ποιεῖν τὰς ἐντολὰς τοῦ Κυρίου. ροεʹ Πῶς φαίνεται ὁ ἀγαπῶν τὸν ἀδελφὸν κατὰ τὴν | |
55 | ἐντολὴν τοῦ Κυρίου. ροϛʹ Τίνες εἰσὶν οἱ ἐχθροὶ, οὓς ἀγαπᾷν προσετάχθη‐ μεν. ροζʹ Πῶς ὀφείλουσιν οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν | |
ἀδυνάτων βαστάζειν. | ||
31.1068 | ροηʹ Τί ἐστι τὸ ἀλλήλων τὰ βάρη βαστάζειν. ροθʹ Πῶς δύναταί τις ἄνευ ἀγάπης πίστιν κτήσασθαι τοσαύτην, ὥστε ὄρη μεθιστάνειν, ἢ τὰ ὑπάρχοντα πάντα δοῦναι πτωχοῖς, ἢ παραδοῦναι τὸ ἑαυτοῦ | |
5 | σῶμα, ἵνα καυθῇ. ρπʹ Μετὰ ποταπῆς διαθέσεως καὶ προσοχῆς ὀφείλο‐ μεν ἀκούειν τῶν ἐν τῷ καιρῷ τῆς μεταλήψεως παραναγινωσκομένων ἡμῖν. ρπαʹ Ἐὰν ὦσιν ἀδελφότητες πλησίον ἀλλήλων, | |
10 | καὶ ἡ μὲν πτωχεύει, ἡ δὲ ἑτέρα περὶ τὴν κοι‐ νωνίαν δυσχερεστέρα ᾖ, πῶς δεῖ τὴν πτωχεύου‐ σαν πρὸς τὴν μὴ μεταδιδοῦσαν διατίθεσθαι. ρπβʹ Ἐκ ποίων καρπῶν δοκιμάζεσθαι ὀφείλει ὁ συμπαθῶς ἐλέγχων τὸν ἁμαρτάνοντα. | |
15 | ρπγʹ Ἐὰν συμβῇ τινας ἐν ἀδελφότητι ζῶντας διαφω‐ νῆσαι πρὸς ἀλλήλους, εἰ ἀκίνδυνόν ἐστιν ἀγάπης ἕνεκεν συμπεριφέρεσθαι τοῖς τοιούτοις. ρπδʹ Πῶς δυνηθῇ τις, καὶ ὅτε παρακαλεῖ, καὶ ὅτε ἐλέγχει, μὴ μόνον σπουδάζειν ἐπιστημόνως λαλῆ‐ | |
20 | σαι, ἀλλὰ καὶ τὴν διάθεσιν τὴν ὀφειλομένην σώ‐ ζειν πρός τε τὸν Θεὸν καὶ πρὸς ἐκείνους οἷς λαλεῖ. ρπεʹ Ἐάν τις ἐν διαλέξει συνδιατιθεμένους ὁρῶν τοὺς ἀκούοντας χαίρῃ, πῶς γνωρίσει ἑαυτὸν, εἰ | |
25 | διαθέσει ἀγαθῇ χαίρει, ἢ πάθει τινὶ ἰδίῳ. | |
27 | ρπϛʹ Ὑπὲρ ποταπῶν φίλων τιθέναι τὴν ψυχὴν ὀφεί‐ λομεν. ρπζʹ Εἰ χρὴ παρὰ τῶν κατὰ σάρκα οἰκείων δέχεσθαί | |
30 | τι ἕκαστον. ρπηʹ Πῶς ἴδωμεν τοὺς ποτὲ συνοίκους ἡμῶν, ἢ συγ‐ γενεῖς εἰσερχομένους. | |
34 | ρπθʹ Ἐὰν δὲ καὶ παρακαλῶσιν ἡμᾶς θέλοντες ἀγα‐ | |
35 | γεῖν εἰς τὰ ἴδια. ρϟʹ Εἰ δεῖ ἐλεεῖν τοὺς κατὰ σάρκα οἰκείους, ἐπιθυ‐ μοῦντας τὴν σωτηρίαν αὐτῶν. ρϟαʹ Τίς ἐστιν ὁ πραΰς. ρϟβʹ Τίς ἐστιν ἡ λύπη ἡ κατὰ Θεὸν, καὶ τίς ἡ τοῦ | |
40 | κόσμου. ρϟγʹ Ποία ἐν Χριστῷ χαρά. ρϟδʹ Ποῖον πένθος ἀναλάβωμεν, ἵνα καταξιωθῶμεν τοῦ μακαρισμοῦ. ρϟεʹ Πῶς πάντα εἰς δόξαν Θεοῦ ποιεῖ τις. | |
45 | ρϟϛʹ Πῶς ἐσθίει τις, καὶ πίνει εἰς δόξαν Θεοῦ. ρϟζʹ Πῶς ποιήσει ἡ δεξιὰ ἵνα μὴ γινώσκῃ ἡ ἀριστερά. ρϟηʹ Τί ἐστι ταπεινοφροσύνη, καὶ πῶς αὐτὴν κατορ‐ θώσομεν. | |
31.1068(50) | ρϟθʹ Πῶς ἄν τις προθυμηθείη καὶ πρὸς κινδύνους ὑπὲρ τῆς ἐντολῆς τοῦ Κυρίου παραβουλεύε‐ σθαι. ςʹ Οἱ προκάμνοντες ἐν τῷ ἔργῳ τοῦ Θεοῦ, πῶς δύ‐ νανται ὠφελεῖν τοὺς ἄρτι προσερχομένους. | |
55 | σαʹ Πῶς κατορθοῖ τις ἐν τῇ προσευχῇ τὸ ἀμετεώ‐ | |
ριστον. | ||
31.1069 | σβʹ Εἰ δυνατὸν κατορθῶσαι ἐν παντὶ καὶ πάντοτε τὸ ἀμετεώριστον. σγʹ Τῶν κατ’ ἐντολὴν τοῦ Κυρίου κατορθωμάτων πό‐ τερον ἓν μέτρον ἐστὶν ἐν πᾶσιν, ἢ ὁ μὲν πλεῖον | |
5 | ἔχοι, ὁ δὲ ἔλαττον | |
7 | σδʹ Πῶς καταξιοῦταί τις Πνεύματος ἁγίου γενέσθαι μέτοχος. σεʹ Τίνες εἰσὶν οἱ πτωχοὶ τῷ πνεύματι. | |
10 | ςϛʹ Τοῦ Κυρίου παραγγέλλοντος, μὴ μεριμνᾷν τί φάγωμεν, ἢ τί πίωμεν, ἢ τί περιβαλώμεθα· μέχρι τίνος ἐστὶν ἡ ἐντολὴ, ἢ πῶς κατορθοῦ‐ ται. σζʹ Τίνι λόγῳ δεῖ ἐργάζεσθαι. | |
15 | σηʹ Εἰ καλόν ἐστι τὸ καθόλου σιγὴν ἀσκεῖν. σθʹ Πῶς δυνηθῶμεν φοβηθῆναι τὰ κρίματα τοῦ Θεοῦ. σιʹ Τίς ἐστιν ἡ ὑπὸ τοῦ Ἀποστόλου παραδεδομένη καταστολὴ κοσμία. | |
20 | σιαʹ Τί τὸ μέτρον τῆς πρὸς Θεὸν ἀγάπης. σιβʹ Πῶς κατορθοῦται ἡ πρὸς Θεὸν ἀγάπη. σιγʹ Τίνα ἐστὶ τὰ γνωρίσματα τῆς πρὸς Θεὸν ἀγά‐ πης. σιδʹ Χρηστότης καὶ ἀγαθωσύνη τίνι διαφέρουσιν ἀλ‐ | |
25 | λήλων. σιεʹ Τίς ἐστιν ὁ ὑπὸ τοῦ Κυρίου μακαριζόμενος εἰρη‐ νοποιός. σιϛʹ Ἐν τίνι στραφῆναι δεῖ καὶ γενέσθαι ὡς τὰ παι‐ δία. | |
30 | σιζʹ Πῶς δεξώμεθα τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παι‐ δίον. σιηʹ Ποίαν σύνεσιν αἰτεῖν παρὰ τοῦ Θεοῦ ὀφείλο‐ μεν. σιθʹ Ἐὰν εὐεργετηθῶμεν παρά τινος, πῶς δυνη‐ | |
35 | θῶμεν καὶ τῷ Κυρίῳ τὴν ὀφειλομένην εὐχα‐ ριστίαν καθαρὰν καὶ ὁλόκληρον ἀποδοῦναι, καὶ τὴν πρὸς τὸν εὐεργέτην ἐπιστημόνως πληρῶ‐ σαι. σκʹ Εἰ παντὶ τῷ βουλομένῳ ἀδελφαῖς συντυγχάνειν | |
40 | ἐπιτρέπειν χρή. σκαʹ Τοῦ Κυρίου διδάσκοντος προσεύχεσθαι μὴ εἰσ‐ ελθεῖν εἰς πειρασμὸν, εἰ δεῖ προσεύχεσθαι μὴ περιπεσεῖν ὀδύναις σωματικαῖς. σκβʹ Τίς ἐστιν ὁ ἀντίδικος ἑκάστου ἡμῶν, ἢ καὶ πῶς | |
45 | αὐτῷ εὐνοήσομεν. σκγʹ Ὁ θέλων διά τινα λόγον ἀρέσκοντα Θεῷ νη‐ στεῦσαι, ἐπειδὴ καὶ ὡς οὐ θέλει φαίνεται τοῖς ἀν‐ θρώποις, τί ποιήσει. σκδʹ Εἰ καὶ νῦν οἱ μὲν ἀπὸ τῆς πρώτης ὥρας ἐργά‐ | |
31.1069(50) | ζονται, οἱ δὲ ἀπὸ τῆς ἑνδεκάτης, καὶ τίνες εἰσὶν οὗτοι. σκεʹ Τοῦ Κυρίου εἰπόντος· Ὅπου ἐὰν ὦσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν· πῶς τούτου καταξιωθῆναι δυνη‐ | |
55 | θῶμεν. σκϛʹ Τοῦ Ἀποστόλου λέγοντος· Λοιδορούμενοι, εὐ‐ | |
λογοῦμεν· βλασφημούμενοι, παρακαλοῦμεν· | ||
31.1072 | πῶς ὀφείλει εὐλογεῖν ὁ λοιδορούμενος, ἢ τί παρα‐ καλεῖν ὁ βλασφημούμενος. σκζʹ Εἰ χρὴ ἕκαστον ἀνατίθεσθαι καὶ ἑτέροις ἃ φρο‐ νεῖ, ἢ ἐν πληροφορίᾳ τοῦ ἀρέσκοντος Θεῷ γενόμε‐ | |
5 | νον, παρ’ ἑαυτῷ κατέχειν. | |
7 | σκηʹ Εἰ ἐπὶ παντὶ πράγματι πληροφορεῖν χρὴ τὸ θέ‐ λημα τῶν σκανδαλιζομένων, ἢ ἔστι τινὰ, ἀφ’ ὧν οὐ δεῖ προσποιεῖσθαι, κἄν τινες σκανδαλίζων‐ | |
10 | ται. σκθʹ Εἰ χρὴ τὰς ἀπηγορευμένας πράξεις ἀνεπαι‐ σχυντότερον ἐξαγορεύειν πᾶσιν, ἢ τισὶ, καὶ ποίοις τούτοις. σλʹ Τί ἐστι λατρεία, καὶ τίς ἐστιν ἡ λογικὴ λα‐ | |
15 | τρεία. σλαʹ Ἐὰν ἀδελφὸς πονηρεύηται εἰς ἐμὲ, καὶ ἐχθραί‐ νῃ μοι, ἢ ἐνίοτε καὶ ἱερεὺς, εἰ ἔξεστί μοι τὰς δε‐ δομένας περὶ ἐχθρῶν ἐντολὰς καὶ ἐπ’ αὐτοῦ φυλάσ‐ σειν. | |
20 | σλβʹ Ἐάν τις ἀδικηθεὶς ὑπό τινος μηδενὶ ἀνάθη‐ ται λόγῳ μακροθυμίας καὶ ἀνεξικακίας, δόξῃ δὲ τῷ Θεῷ ἀποδιδόναι τὸ κρῖμα, εἰ κατὰ Κύριον ποιεῖ. σλγʹ Ἐκ πάντων τῶν κατορθωμάτων ἐὰν ἓν λείπῃ | |
25 | τινὶ, εἰ διὰ τοῦτο οὐ σώζεται. σλδʹ Πῶς τὸν θάνατόν τις τοῦ Κυρίου καταγγε‐ λεῖ. σλεʹ Εἰ συμφέρει πολλὰ ἐκμανθάνειν παρὰ τῶν Γρα‐ φῶν. | |
30 | σλϛʹ Ὅσοι κατηξιώθησαν τὰ τέσσαρα Εὐαγγέλια ἐκμαθεῖν, πῶς ὀφείλουσι τὴν χάριν δέξασθαι. | |
33 | σλζʹ Ποταπὴ ψυχὴ κατευθύνεται πρὸς τὸ θέλημα τοῦ Θεοῦ. | |
35 | σληʹ Εἰ δυνατόν ἐστι τὸ ἀδιαλείπτως ψάλλειν, ἢ ἀνα‐ γινώσκειν, ἢ σπουδαιολογεῖσθαι περὶ τῶν ῥημάτων τοῦ Θεοῦ, καὶ διάστημα μὴ γίνεσθαι καθόλου, διὰ τὴν ἐπισυμβαίνουσάν τισιν ἀνάγκην τῶν ῥυπαρω‐ τέρων τοῦ σώματος χρειῶν. | |
40 | σλθʹ Τίς ὁ θησαυρὸς ὁ ἀγαθὸς, καὶ τίς ὁ πονηρός. σμʹ Κατὰ τί πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς εἴ‐ ρηται ἡ ἀπάγουσα εἰς ἀπώλειαν. σμαʹ Πῶς στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ πῶς δι’ αὐτῆς τις εἰσ‐ | |
45 | έρχεται. σμβʹ Τί ἐστι τὸ, Τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φι‐ λόστοργοι. σμγʹ Τί βούλεται λέγων ὁ Ἀπόστολος· Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ | |
31.1072(50) | τῷ παροργισμῷ ὑμῶν· καίτοιγε ἀλλαχοῦ εἰπών· Πᾶσα πικρία, καὶ θυμὸς, καὶ ὀργὴ ἀρθήτω ἀφ’ ὑμῶν. σμδʹ Τί ἐστι τὸ, Δότε τόπον τῇ ὀργῇ. σμεʹ Τίς ἐστιν ὁ φρόνιμος ὡς ὁ ὄφις, καὶ ἀκέραιος ὡς | |
55 | ἡ περιστερά. | |
σμϛʹ Τί ἐστιν· Ἡ ἀγάπη οὐκ ἀσχημονεῖ. | ||
31.1073 | σμζʹ Τί ἐστιν ἡ ἐν Κυρίῳ καύχησις, καὶ τίς ἡ ἀπ‐ ηγορευμένη. σμηʹ Εἰ Κύριος δίδωσι σοφίαν, καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις· καὶ εἰ διὰ τοῦ | |
5 | Πνεύματος ᾧ μὲν δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, πῶς ἐγκαλεῖ τοῖς μαθηταῖς ὁ Κύριος ὅτι, Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε· καὶ ὁ Ἀπόστολος αἰτιᾶταί τινας ὡς ἀσυν‐ έτους. | |
11 | σμθʹ Τί ἐστι τὸ ὅσιον, καὶ τί ἐστι τὸ δίκαιον. σνʹ Πῶς δίδωσί τις τὸ ἅγιον τοῖς κυσὶν, ἢ βάλλει τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων· ἢ πῶς συμβαίνει τὸ ἐπιφερόμενον· Μήποτε καταπατή‐ | |
15 | σωσιν αὐτοὺς τοῖς ποσὶν αὐτῶν, καὶ στρα‐ φέντες ῥήξωσιν ὑμᾶς. σναʹ Πῶς ποτὲ μὲν ἀπαγορεύει ὁ Κύριος βαστά‐ ζειν βαλάντιον καὶ πήραν εἰς ὁδὸν, ποτὲ δὲ λέγει· Ἀλλὰ νῦν ὁ ἔχων βαλάντιον ἀράτω | |
20 | ὁμοίως καὶ πήραν· καὶ ὁ μὴ ἔχων πωλησάτω τὸ ἱμάτιον αὐτοῦ, καὶ ἀγορασάτω μάχαι‐ ραν. σνβʹ Τίς ἐστιν ὁ ἄρτος ὁ ἐπιούσιος, ὃν δίδο‐ σθαι ἡμῖν καθ’ ἡμέραν προσεύχεσθαι ἐδιδάχθη‐ | |
25 | μεν. σνγʹ Τί ἐστι τὸ τάλαντον, καὶ πῶς αὐτὸ πολυπλασιά‐ σομεν. σνδʹ Τί ἐστιν ἡ τράπεζα, ἐφ’ ᾗ ἔδει σε, φησὶν ὁ Κύ‐ ριος, βαλεῖν τὸ ἀργύριον. | |
30 | σνεʹ Ποῦ ἀπελθεῖν προσετάχθη ὁ ἀκούσας, Ἆρον τὸ σὸν, καὶ ὕπαγε. σνϛʹ Τίς ἐστιν ὁ μισθὸς ὃν λαμβάνουσι καὶ οὗτοι ὁμοίως τοῖς ἐσχάτοις. σνζʹ Τίνες εἰσὶν ἄχυρον κατακαιόμενον πυρὶ ἀσβέ‐ | |
35 | στῳ. σνηʹ Τίς ἐστιν ὁ ὑπὸ τοῦ Ἀποστόλου καταγινωσκό‐ μενος, ὅτι Θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρη‐ σκείᾳ, καὶ τὰ ἑξῆς. σνθʹ Τίς ἐστιν ὁ ζέων τῷ πνεύματι. | |
40 | σξʹ Τοῦ Ἀποστόλου λέγοντος ποτὲ μὲν, Μὴ γίνεσθε ἄφρονες· ποτὲ δὲ, Μὴ γίνεσθε φρόνιμοι παρ’ ἑαυτοῖς· εἰ δυνατὸν μὴ εἶναι φρόνιμον παρ’ ἑαυ‐ τῷ τὸν μὴ ἄφρονα. | |
45 | σξαʹ Πῶς αἰτήσαντές τινα καὶ αὐτοὶ οἱ ἅγιοι οὐκ ἔλα‐ βον παρὰ τοῦ Κυρίου. σξβʹ Τίς ἐστιν ἡ διαφορὰ πτωχείας καὶ πενίας· καὶ πῶς ἀληθεύει ὁ Δαβὶδ λέγων· Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης. | |
31.1073(50) | σξγʹ Τί βούλεται διδάξαι ὁ Κύριος διὰ τῶν ὑπο‐ δειγμάτων, οἷς ἐπιφέρει τὸ, Οὕτως οὖν πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυ‐ τοῦ ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής. σξδʹ Τὸ εἰλικρινὲς τί ἐστιν. | |
55 | σξεʹ Εἰ πρὸς μόνους τοὺς ἱερεῖς εἴρηται τὸ, Ἐὰν προσφέρῃς τὸ δῶσόν σου ἐπὶ τὸ θυσιαστήριον, | |
καὶ τὰ ἑξῆς. | ||
31.1076 | σξϛʹ Τί ἐστι τὸ ἅλας, ὃ προσέταξεν ἔχειν ὁ Κύ‐ ριος. σξζʹ Εἰ ὁ μέν τις δαρήσεται πολλὰς, ὁ δὲ ὀλίγας· πῶς λέγουσί τινες μὴ εἶναι τέλος τῆς κολάσεως τοῖς κο‐ | |
5 | λαζομένοις. σξηʹ Κατὰ ποῖον νοῦν λέγονταί τινες υἱοὶ ἀπειθείας καὶ τέκνα ὀργῆς. σξθʹ Ἐπειδὴ γέγραπται· Ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, εἰ ἄλλα μὲν τὰ | |
10 | σαρκὸς θελήματα, ἄλλα δὲ τῶν διανοιῶν· καὶ ποῖα ταῦτα. σοʹ Τί ἐστιν, Ἀπορούμενοι, ἀλλ’ οὐκ ἐξαπορού‐ μενοι. σοαʹ Εἰ πάντων ὅσα ἥμαρτέ τις διὰ τῆς ἐλεημοσύνης | |
15 | τὸν καθαρισμὸν εὑρίσκει. σοβʹ Ἐπειδὴ πρόσταγμά ἐστι τοῦ Κυρίου μὴ με‐ ριμνᾷν περὶ τῆς αὔριον, πῶς ὑγιῶς τὸ πρόσταγμα νοήσομεν. σογʹ Τί ἄν τις ποιήσας βλασφημεῖ εἰς τὸ Πνεῦμα τὸ | |
20 | ἅγιον. σοδʹ Πῶς γίνεταί τις ἐν τῷ αἰῶνι τούτῳ μωρός. σοεʹ Εἰ δύναται ἐγκόψαι πρόθεσιν ἁγίου ὁ Σατα‐ νᾶς. σοϛʹ Τί ἐστι τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον· Εἰς | |
25 | τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ εὐάρεστον, καὶ τέλειον. σοζʹ Ποῖόν ἐστι τὸ ταμιεῖον, εἰς ὃ εἰσελθεῖν τὸν προσ‐ ευχόμενον προστάσσει ὁ Κύριος. σοηʹ Πῶς τὸ πνεῦμά τινος προσεύχεται, ὁ δὲ νοῦς αὐ‐ | |
30 | τοῦ ἄκαρπός ἐστιν. σοθʹ Τί ἐστι τὸ, Ψάλατε συνετῶς. σπʹ Τίς ἐστιν ὁ καθαρὸς τῇ καρδίᾳ. σπαʹ Τὴν μὴ θέλουσαν ψᾶλαι εἰ χρὴ ἀναγκάζε‐ σθαι. | |
35 | σπβʹ Τίνες εἰσὶν οἱ λέγοντες· Ἐφάγομεν ἐνώπιόν σου, καὶ ἐπίομεν, καὶ ἀκούοντες· Οὐκ οἶδα ὑμᾶς. σπγʹ Εἰ ὁ ποιῶν τὸ θέλημά τινος, κοινωνός ἐστιν ἐκείνου. | |
40 | σπδʹ Ἐὰν πτωχεύσῃ ἀδελφότης διὰ περίστασιν νό‐ σων, εἰ ἀδιάκριτόν ἐστι παρ’ ἑτέρων λαμβάνειν τὰ πρὸς τὴν χρείαν· καὶ εἰ χρὴ, παρὰ τίνων λήψεται. σπεʹ Εἰ χρὴ ἀδελφότητα μετὰ ἀδελφότητος πραγμα‐ | |
45 | τευομένην τὴν ἀξίαν τιμὴν τοῦ εἴδους περιεργά‐ ζεσθαι. σπϛʹ Εἰ δεῖ τὸν ἐν ἀδελφότητι ζῶντα, καὶ ἀσθε‐ νείᾳ σωματικῇ περιπεσόντα, εἰς ξενοδοχεῖον ἀπα‐ γαγεῖν. | |
31.1076(50) | Ἕως τούτου μόνον εἶχε τὸ ἀπὸ τοῦ Πόντου κο‐ μισθὲν ἀντίγραφον. Τὰ δὲ ἐφεξῆς κζʹ κεφά‐ λαια καὶ τὰ ἐπιτίμια ἐκ τῆς βίβλου τῆς ἀπὸ τῆς Καισαρείας προσετέθη. | |
σπζʹ Τίνες εἰσὶν ἄξιοι καρποὶ τῆς μετανοίας. | ||
31.1077 | σπηʹ Ὁ θέλων ἐξομολογήσασθαι τὰς ἁμαρτίας αὐτοῦ, εἰ πᾶσιν ἐξομολογεῖσθαι ὀφείλει καὶ τοῖς τυχοῦσιν, ἢ τίσιν. σπθʹ Ὁ μετανοήσας ἐπὶ ἁμαρτήματι, καὶ πάλιν εἰς | |
5 | τὸ αὐτὸ ἐμπεσὼν ἁμάρτημα, τί ποιήσει. ςϟʹ Πῶς περισσεύει τις ἐν τῷ ἔργῳ Κυρίου πάν‐ τοτε. ςϟαʹ Τίς ἐστιν ὁ συντετριμμένος κάλαμος, ἢ τὸ τυφό‐ μενον λίνον· καὶ πῶς τις τὸ μὲν οὐ κατεάξει, τὸ δὲ | |
10 | οὐ σβέννυσιν. ςϟβʹ Εἰ χρὴ ἐν ἀδελφότητι παιδίων βιωτικῶν εἶναι διδάσκαλον. ςϟγʹ Πῶς δεῖ προσφέρεσθαι τοῖς τὰ μείζονα τῶν ἁμαρτημάτων παραιτουμένοις, τὰ δὲ μικρὰ ἀδια‐ | |
15 | φόρως ποιοῦσιν. ςϟδʹ Ἐκ ποίας αἰτίας ἐκπίπτει τις τῆς διηνεκοῦς μνήμης τοῦ Θεοῦ. ςϟεʹ Ἐκ ποίων σημείων γνωρίζεται ὁ μετέωρος. | |
20 | ςϟϛʹ Πῶς πληροφορηθῇ ψυχὴ, ὅτι τῶν ἁμαρτημάτων καθαρεύει. ςϟζʹ Πῶς ἀπὸ τῶν ἁμαρτημάτων ἐπιστρέφειν χρή. ςϟηʹ Εἰ τὰ καλὰ κατ’ ἰδίαν ἀρέσκειαν ποιεῖν ὁ λόγος | |
25 | συγχωρεῖ. ςϟθʹ Πῶς πληροφορηθῇ ψυχὴ ἀποστῆναι τῆς φιλοδο‐ ξίας. τʹ Τίς ὁ τρόπος τῆς ἐπιστροφῆς, ὅτι περὶ ἀοράτου ἐστὶν ὁ λόγος. | |
30 | ταʹ Ἐὰν δὲ εἴπῃ, ὅτι οὐ καταγινώσκει μου τὸ συν‐ ειδός. τβʹ Εἰ χρὴ ἀπὸ τῆς οἰκονομίας διδόναι τοῖς ἐνδεέσι τῶν ἔξωθεν. τγʹ Εἰ χρὴ τοῖς παρὰ πάντων λεγομένοις ὑπακούειν | |
35 | ἐν ἀδελφότητι. τδʹ Εἰ ὑπὲρ τῶν παραδεδομένων τῇ ἀδελφότητι παρὰ τῶν οἰκείων θελόντων διδόναι τι χρὴ δέ‐ χεσθαι. τεʹ Εἰ δεῖ λαμβάνειν παρὰ τῶν ἔξωθεν, ἤτοι κατὰ | |
40 | χάριν φιλίας, ἢ προκατειλημμένης συγγε‐ νείας. τϛʹ Μετὰ ποίου τρόπου τὸ ἀμετεώριστον κατορθοῦ‐ ται. τζʹ Εἰ χρὴ ἐξ ἐφημερίας ἀπάρχεσθαι τῆς ψαλμῳδίας | |
45 | ἢ τῆς προσευχῆς. τηʹ Εἰ χρὴ τὸν διδόντα τι ἐν ἀδελφότητι ἀμείβεσθαι· καὶ εἰ κατ’ ἀναλογίαν τοῦ δόματος ποιεῖσθαι τὴν ἀντίδοσιν. τθʹ Εἰ τῶν συνήθων καὶ κατὰ φύσιν γινομένων | |
31.1077(50) | τινὶ, χρὴ τολμᾷν εἰς κοινωνίαν τῶν ἁγίων παρ‐ έρχεσθαι. τιʹ Εἰ χρὴ εἰς κοινὸν οἶκον προσκομιδὴν γίνε‐ σθαι. τιαʹ Εἰ χρὴ εἰς ἐπίσκεψιν ἀπέρχεσθαι, ἐπιζητούντων | |
55 | τινῶν. τιβʹ Εἰ χρὴ τοὺς ἐπισκεπτομένους λαϊκοὺς προτρέ‐ πεσθαι εἰς εὐχήν. | |
τιγʹ Εἰ χρὴ ἐργάζεσθαι ἐπισκεπτομένων τινῶν. | ||
31.1080(32t) | ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ | |
33t | ΒΑΣΙΛΕΙΟΥ | |
34t | Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας, | |
35 | ΕΡΩΤΗΣΙΣ Αʹ. Εἰ ἔξεστιν ἢ συμφέρει τινὶ ἑαυτῷ ἐπιτρέπειν, καὶ ποιεῖν ἢ λέγειν ἃ νομίζει καλὰ, ἄνευ τῆς μαρτυρίας τῶν θεοπνεύστων Γραφῶν. ΑΠΟΚΡΙΣΙΣ. | |
40 | Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λέγοντος περὶ | |
31.1081 | μὲν τοῦ ἁγίου Πνεύματος· Οὐ γὰρ λαλήσει ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα ἂν ἀκούσῃ, ταῦτα λαλήσει· περὶ δὲ ἑαυτοῦ· Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν· καὶ πάλιν· Ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ | |
5 | οὐκ ἐλάλησα, ἀλλ’ ὁ πέμψας με Πατὴρ, αὐτός μοι ἐντολὴν ἔδωκε, τί εἴπω, καὶ τί λαλήσω· καὶ οἶδα, ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν· ἃ οὖν λαλῶ ἐγὼ, καθὼς εἴρηκέ μοι ὁ Πατὴρ, οὕτω λαλῶ· τίς ἂν εἰς τοσαύτην ἐξέλθῃ μανίαν, ὥστε | |
10 | ἀφ’ ἑαυτοῦ τολμῆσαί τι καὶ μέχρις ἐννοίας λαβεῖν, ὃς ὁδηγοῦ μὲν τοῦ ἁγίου καὶ ἀγαθοῦ Πνεύματος χρείαν ἔχει, ἵνα κατευθυνθῇ εἰς τὴν ὁδὸν τῆς ἀληθείας κατά τε νοῦν καὶ λόγον, καὶ πρᾶξιν, τυφλὸς δὲ καὶ ἐν σκό‐ τει διάγει, ἄνευ τοῦ ἡλίου τῆς δικαιοσύνης αὐτοῦ τοῦ | |
15 | Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ φωτίζοντος, ὥσπερ ἀκτῖσι, ταῖς ἑαυτοῦ ἐντολαῖς; Ἡ γὰρ ἐντολὴ Κυ‐ ρίου, φησὶ, τηλαυγὴς, φωτίζουσα ὀφθαλμούς. Ἐπειδὴ δὲ τῶν ἐν ἡμῖν στρεφομένων πραγμά‐ των ἢ ῥημάτων τὰ μέν ἐστιν ὑπὸ τῆς ἐντολῆς τοῦ | |
20 | Θεοῦ ἐν τῇ ἁγίᾳ Γραφῇ διεσταλμένα, τὰ δὲ σεσιωπη‐ μένα· περὶ μὲν τῶν γεγραμμένων οὐδεμία ἐξουσία δέδοται καθόλου οὐδενὶ, οὔτε ποιῆσαί τι τῶν κεκω‐ λυμένων, οὔτε παραλεῖψαί τι τῶν προστεταγμένων, τοῦ Κυρίου ἅπαξ παραγγείλαντος, καὶ εἰπόντος· | |
25 | Καὶ φυλάξῃ τὸ ῥῆμα ὃ ἐντέλλομαί σοι σή‐ μερον· οὐ προσθήσεις ἐπ’ αὐτῷ, καὶ οὐκ ἀφελεῖς ἀπ’ αὐτοῦ. Φοβερὰ γάρ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς τοιοῦτόν τι τολ‐ μῶντας· περὶ δὲ τῶν σεσιωπημένων κανόνα ἡμῖν | |
30 | ἐξέθετο ὁ ἀπόστολος Παῦλος εἰπών· Πάντα μοι ἔξ‐ εστιν, ἀλλ’ οὐ πάντα οἰκοδομεῖ. Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος. Ὥστε παντὶ λόγῳ ἐπάναγκες ᾖ ἢ τῷ Θεῷ ὑποτάσσεσθαι κατὰ τὴν ἐντολὴν αὐτοῦ, ἢ ἄλλοις διὰ τὴν ἐντολὴν αὐτοῦ. | |
35 | Γέγραπται γάρ· Ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ. Καὶ ὁ Κύριός φησιν· Ὁ θέλων ἐν ὑμῖν εἶναι μέγας, ἔστω πάντων ἔσχατος, καὶ πάν‐ των δοῦλος· ἀπηλλοτριωμένος δηλονότι τῶν ἰδίων θελημάτων κατὰ μίμησιν αὐτοῦ τοῦ Κυρίου λέγοντος· | |
40 | Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός. ΕΡΩΤΗΣΙΣ Βʹ. Ποίαν ὁμολογίαν ἀπαιτεῖσθαι δεῖ παρ’ ἀλλήλων | |
45 | τοὺς ἐπὶ τὸ αὐτὸ ζῇν κατὰ Θεὸν βουλομένους. ΑΠΟΚΡΙΣΙΣ. | |
Τὴν ὑπὸ τοῦ Κυρίου παντὶ τῷ προσερχομένῳ προ‐ | ||
31.1084 | ταθεῖσαν, εἰπόντος· Εἴ τις θέλει ὀπίσω μου ἐλ‐ θεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Τούτων δὲ ἕκαστον οἵαν ἔχει δύναμιν εἴρηται ἐν τῷ περὶ αὐτοῦ ἐρωτήματι. | |
5 | ΕΡΩΤΗΣΙΣ Γʹ. Τὸν ἁμαρτάνοντα πῶς ἐπιστρέψομεν, ἢ μὴ ἐπι‐ στρέφοντα πῶς ἔχειν χρή. ΑΠΟΚΡΙΣΙΣ. Ὡς προστετάγμεθα ὑπὸ τοῦ Κυρίου εἰπόντος· Ἐὰν | |
10 | ἁμάρτῃ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐ‐ τὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ | |
15 | πᾶν ῥῆμα. Ἐὰν δὲ παρακούσῃ αὐτῶν εἰπὲ τῇ Ἐκκλησίᾳ ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρ‐ ακούσῃ, ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης. Ἐὰν ἄρα γένηται τοῦτο, Ἀρκετὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων, τοῦ Ἀποστό‐ | |
20 | λου γράψαντος· Ἔλεγξον, ἐπιτίμησον, παρακάλε‐ σον ἐν πάσῃ μακροθυμίᾳ, καὶ διδαχῇ· καὶ πάλιν· Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν, διὰ τῆς ἐπιστολῆς τοῦτον σημειοῦσθε· καὶ μὴ συναναμίγνυσθε αὐτῷ, ἵνα ἐντραπῇ. ΕΡΩΤΗΣΙΣ Δʹ. | |
25 | Ἐάν τις καὶ εἰς τὰ μικρὰ ἁμαρτήματα στενο‐ χωρῇ τοὺς ἀδελφοὺς, λέγων, ὅτι Ὀφείλετε μετανοῆσαι, μήποτε καὶ αὐτὸς ἄσπλαγχνός ἐστι, καὶ τὴν ἀγάπην καταλύει. ΑΠΟΚΡΙΣΙΣ. | |
30 | Τοῦ Κυρίου διαβεβαιωσαμένου μὲν, ὅτι ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται, ἀποφηναμένου δὲ, ὅτι Πᾶν ῥῆμα ἀργὸν, ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως· οὐδενὸς δεῖ | |
35 | καταφρονεῖν ὡς μικροῦ. Ὁ γὰρ καταφρονῶν πρά‐ γματος. φησὶ, καταφρονηθήσεται ὑπ’ αὐτοῦ. Ἄλλως τε ποῖον ἁμάρτημα μικρὸν τολμήσει τις εἰπεῖν, τοῦ Ἀποστόλου ἀποφηναμένου, ὅτι Διὰ τῆς παραβά‐ σεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις; Εἰ δὲ τὸ | |
40 | κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, οὐχ ἥδε ἢ ἥδε, ἀλλὰ τῷ ἀδιορίστῳ δηλονότι πᾶσα ἁμαρτία, ἄσπλαγ‐ χνός ἐστιν ὁ ἐφησυχάζων, οὐχ ὁ ἐλέγχων· ὥσπερ | |
ὁ τὸν ἰὸν ἐναφεὶς τῷ δηχθέντι ὑπὸ ἰοβόλου, οὐχ ὁ | ||
31.1085 | ἐξαίρων. Καὶ τὴν ἀγάπην δὲ οὗτος καταλύει. Γέγραπται γάρ· Ὃς φείδεται τῆς βακτηρίας, μισεῖ τὸν ἑαυτοῦ υἱόν· ὁ δὲ ἀγαπῶν ἐπιμελῶς παιδεύει. | |
5 | ΕΡΩΤΗΣΙΣ Εʹ. Πῶς ὀφείλει τις μετανοῆσαι ἐφ’ ἑκάστῳ ἁμαρτή‐ ματι, καὶ ποίους ἐπιδείξασθαι καρποὺς ἀξίους τῆς μετανοίας. ΑΠΟΚΡΙΣΙΣ. | |
10 | Τὴν διάθεσιν ἀναλαβὼν τοῦ εἰπόντος, Ἀδικίαν ἐμίσησα, καὶ ἐβδελυξάμην. Καὶ ποιήσας τὰ ἐν τῷ ἕκτῳ ψαλμῷ, καὶ ἐν πολλοῖς ἄλλοις εἰρημένα, καὶ τὰ ὑπὸ τοῦ Ἀποστόλου ὑπὲρ ἄλλου ἡμαρτηκότος μεμαρτυρημένα τοῖς κατὰ Θεὸν λυπηθεῖσιν. Ἰδοὺ | |
15 | γὰρ, φησὶ, τὸ κατὰ Θεὸν λυπηθῆναι, πόσην κατειρ‐ γάσατο ὑμῖν σπουδὴν, ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ἐκδίκησιν, ἀλλὰ ζῆλον. Ἐν παντὶ συνεστή‐ σατε ἑαυτοὺς ἁγνοὺς εἶναι ἐν τῷ πράγματι. Καὶ | |
20 | πολυπλασιάσας τὸ ἀντίθετον κατόρθωμα, ὡς ὁ Ζακ‐ χαῖος. | |
24 | ΕΡΩΤΗΣΙΣ ϛʹ. | |
25 | Ὁ λόγῳ ὁμολογῶν μετανοεῖν, τὸ δὲ ἁμάρτημα μὴ διορθούμενος, τίς ἐστιν. ΑΠΟΚΡΙΣΙΣ. Περὶ τοῦ τοιούτου γεγράφθαι λογίζομαι· Ἐάν σου δέηται ὁ ἐχθρὸς μεγάλῃ τῇ φωνῇ, μὴ πει‐ | |
30 | σθῇς αὐτῷ· ἑπτὰ γάρ εἰσι πονηρίαι ἐν τῇ ψυχῇ αὐτοῦ· καὶ ἀλλαχοῦ· Ὥσπερ κύων ὅταν ἐπέλθῃ ἐπὶ τὸν ἑαυτοῦ ἐμετὸν, καὶ μισητὸς γένηται, οὕτως ἄνθρωπος τῇ ἰδίᾳ κακίᾳ ἀναστρέψας ἐπὶ τὴν ἑαυτοῦ ἁμαρτίαν. | |
35 | ΕΡΩΤΗΣΙΣ Ζ. Τί τὸ κρῖμα τῶν ἐκδικούντων τοὺς ἁμαρτά‐ νοντας. ΑΠΟΚΡΙΣΙΣ. Βαρύτερον ἐκείνου οἶμαι, περὶ οὗ εἴρηται, | |
40 | ὅτι Συμφέρει αὐτῷ, ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ῥιφῇ εἰς τὴν θά‐ λασσαν, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τού‐ των. Οὐκέτι γὰρ τὴν ἐπιτίμησιν εἰς διόρθωσιν, ἀλλὰ τὴν ἐκδίκησιν εἰς βεβαίωσιν τοῦ ἁμαρτήματος | |
45 | ὁ ἁμαρτήσας λαμβάνει, καὶ ἄλλους εἰς τὰ ὅμοια | |
πάθη προτρέπει, ὡς ἐφαρμόσαι τῷ ἐκδικοῦντι, | ||
31.1088 | εἰ μὴ ἐπιδείξηται καρποὺς ἀξίους τῆς μετανοίας, τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον, ὅτι Ἐὰν ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζῃ σε, ἔξελε αὐτὸν, καὶ βάλε ἀπὸ σοῦ. Συμφέρει γάρ σοι ἵνα ἀπόληται | |
5 | ἓν τῶν μελῶν σου, καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς τὴν γέενναν. ΕΡΩΤΗΣΙΣ Ηʹ. Τὸν μετανοοῦντα γνησίως πῶς προσδέχεσθαι χρή. | |
10 | ΑΠΟΚΡΙΣΙΣ. Ὡς ὁ Κύριος ἐδίδαξεν, εἰπὼν, ὅτι Συγκαλεῖται τοὺς φίλους καὶ τοὺς γείτονας λέγων· Συγχά‐ ρητέ μοι, ὅτι εὗρον τὸ πρόβατόν μου, τὸ ἀπ‐ ολωλός. | |
15 | ΕΡΩΤΗΣΙΣ Θʹ. Πρὸς τὸν ἀμετανόητα ἁμαρτάνοντα πῶς διατε‐ θῶμεν. ΑΠΟΚΡΙΣΙΣ. Ὡς ὁ Κύριος προσέταξεν, εἰπών· Ἐὰν δὲ | |
20 | καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης· καὶ ὡς ὁ Ἀπόστολος ἐδί‐ δαξε, γράψας· Στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελ‐ φοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρέλαβον παρ’ ἡμῶν. | |
25 | ΕΡΩΤΗΣΙΣ Ιʹ. Ψυχὴ ἐν ἁμαρτίαις πολλαῖς ταλαιπωρήσασα μετὰ ποταποῦ φόβου καὶ ποταπῶν δακρύων ὀφείλει ἀναχωρῆσαι τῶν ἁμαρτημάτων· καὶ μετὰ ποίας ἐλπίδος καὶ διαθέσεως προσελθεῖν | |
30 | τῷ Θεῷ. ΑΠΟΚΡΙΣΙΣ. Πρῶτον μὲν ὀφείλει μισῆσαι τὸν κατεγνωσμένον ἑαυτῆς πρότερον βίον, καὶ τὴν μνήμην αὐτὴν σικ‐ χαίνουσα καὶ βδελυσσομένη· γέγραπται γάρ· | |
35 | Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα· ἔπειτα δὲ φόβου μὲν διδάσκαλον λαμβάνειν τὴν ἀπειλὴν τῆς αἰωνίου κρίσεως καὶ κολάσεως, δακρύων δὲ καιρὸν γνωρίζειν τὸν καιρὸν τῆς μετανοίας, ὡς ἐδίδαξεν ὁ Δαβὶδ ἐν τῷ | |
40 | ἕκτῳ ψαλμῷ· πληροφορηθεῖσα τὸν καθαρισμὸν τῶν ἁμαρτημάτων διὰ τοῦ αἵματος τοῦ Χριστοῦ ἐν τῷ μεγέθει τοῦ ἐλέους καὶ τῷ πλήθει τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, τοῦ εἰπόντος, ὅτι Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ | |
45 | ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. Τότε τὴν ἐξουσίαν καὶ τὴν δύναμιν λαβοῦσα τῆς πρὸς Θεὸν εὐαρεστήσεως, λέγει· Τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τὸ πρωὶ ἀγαλλίασις. Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοὶ, | |
31.1088(50) | διέῤῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐ‐ | |
φροσύνην, ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου. Καὶ | ||
31.1089 | οὕτω προσελθοῦσα, ψάλλει τῷ Θεῷ, λέγουσα· Ὑψώ‐ σω σε, Κύριε, ὅτι ὑπέλαβές με, καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ’ ἐμέ. ΕΡΩΤΗΣΙΣ ΙΑʹ. | |
5 | Πῶς κατορθοῖ τις τὸ μῖσος πρὸς τὰ ἁμαρτήματα. ΑΠΟΚΡΙΣΙΣ Ἀεὶ ἐκ τοῦ ἀηδοῦς καὶ λυπηροῦ ἀποτελέσματος τὸ μῖσος πρὸς τοὺς αἰτίους τῶν τοιούτων ἐγγίνεται. Ἐὰν οὖν τις πληροφορηθῇ ὅσων καὶ ἡλίκων κακῶν | |
10 | γίνεται αἴτια τὰ ἁμαρτήματα, αὐτομάτως καὶ ἐν‐ διαθέτως πάσχει τὸ πρὸς αὐτὰ μῖσος, οἷον ἔδειξεν ὁ εἰπών· Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην. ΕΡΩΤΗΣΙΣ ΙΒʹ. Πῶς πληροφορηθῇ ἡ ψυχὴ, ὅτι ἀφῆκεν αὐτῇ ὁ | |
15 | Θεὸς τὰ ἁμαρτήματα. ΑΠΟΚΡΙΣΙΣ. Ἐὰν θεωρήσῃ ἑαυτὴν ἐν τῇ διαθέσει τοῦ εἰ‐ πόντος· Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην. Ὁ γὰρ Θεὸς, ὑπὲρ τῆς ἀφέσεως τῶν ἡμετέρων ἁμαρτη‐ | |
20 | μάτων καταπέμψας τὸν μονογενῆ αὐτοῦ Υἱὸν, τὸ ὅσον ἐφ’ ἑαυτῷ προλαβὼν πᾶσιν ἀφῆκεν. Ἐπειδὴ δὲ ἔλεον καὶ κρίσιν ᾄδει ὁ ἅγιος Δαβὶδ, καὶ μαρτυ‐ ρεῖ, ὅτι ὁ Θεὸς ἐλεήμων ἐστὶ καὶ δίκαιος, ἀνάγκη τὰ εἰρημένα ὑπό τε τῶν προφητῶν καὶ τῶν ἀποστόλων | |
25 | εἰς τοὺς περὶ μετανοίας τόπους παρ’ ἡμῶν γίνεσθαι, ἵνα τὰ κρίματα τῆς δικαιοσύνης τοῦ Θεοῦ ἀνα‐ δειχθῇ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς ἄφεσιν τῶν ἁμαρτιῶν τελειωθῇ. ΕΡΩΤΗΣΙΣ ΙΓʹ. | |
30 | Εἰ χρὴ τὸν μετὰ τὸ βάπτισμα ἐξαμαρτήσαντα ἀπογινώσκειν τῆς ἑαυτοῦ σωτηρίας, ἐν πλήθει κακῶν εὑρεθέντα· ἢ ἕως ποίου μέτρου ἁμαρτιῶν ἐπελπίζειν χρὴ τῇ τοῦ Θεοῦ φιλαν‐ θρωπίᾳ διὰ τῆς μετανοίας. | |
35 | ΑΠΟΚΡΙΣΙΣ. Εἰ πλῆθος οἰκτιρμῶν Θεοῦ ἀριθμῆσαι, καὶ μέγε‐ θος ἐλέους Θεοῦ μετρῆσαι δυνατὸν, ἐν συγκρίσει πλήθους καὶ μεγέθους ἁμαρτημάτων ἡ ἀπόγνωσις γινέσθω. Εἰ δὲ ταῦτα μὲν, ὡς εἰκὸς, καὶ μέτρῳ | |
40 | ὑποβάλλεσθαι, καὶ ἀριθμητὰ εἶναι συμβαίνει, Θεοῦ δὲ ἔλεος μετρῆσαι καὶ οἰκτιρμοὺς ἀριθμῆσαι ἀδύνα‐ τον· οὐκ ἀπογνώσεως καιρὸς, ἀλλ’ ἐπιγνώσεως ἐλέους καὶ καταγνώσεως ἁμαρτημάτων, ὧν ἡ ἄφεσις πρόκειται ἐν τῷ αἵματι τοῦ Χριστοῦ, καθὼς | |
45 | γέγραπται. Ὅτι δὲ οὐ χρὴ ἀπογινώσκειν, διδασκό‐ μεθα πολλαχοῦ μὲν καὶ πολυτρόπως, μάλιστα δὲ ἐκ τῆς παραβολῆς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς ἐπὶ τοῦ υἱοῦ τοῦ λαβόντος τὴν τοῦ πατρὸς οὐ‐ | |
σίαν καὶ καταναλώσαντος εἰς ἁμαρτήματα. Οὗ ἡ | ||
31.1092 | μετάνοια οἵας καὶ ὅσης ἑορτῆς ἀξία γέγονεν, ἐξ αὐτῶν τῶν ῥημάτων τοῦ Κυρίου μανθάνομεν. Καὶ διὰ Ἡσαΐου δέ φησιν ὁ Θεός· Ἐὰν ὦσιν αἱ ἁμαρ‐ τίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν | |
5 | δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. Ὅπερ ὀφείλομεν εἰδέναι ἀληθὲς μόνον, ἐὰν ὁ τρόπος τῆς μετανοίας ἐκ διαθέσεως βδελυσσομένης τὴν ἁμαρτίαν ἀξιόλογος γένηται, καθὼς γέγραπται ἔν τε Παλαιᾷ καὶ Καινῇ Διαθήκῃ· καὶ ὁ καρπὸς ἄξιος, κα‐ | |
10 | θὼς εἴρηται ἐν τῷ περὶ τούτου ἐπερωτήματι. | |
13 | ΕΡΩΤΗΣΙΣ ΙΔʹ. Ἐκ ποίων καρπῶν ὀφείλει δοκιμάζεσθαι ἡ ἀλη‐ | |
15 | θὴς μετάνοια ΑΠΟΚΡΙΣΙΣ. Ὁ τρόπος τῶν μετανοούντων καὶ ἡ διάθεσις τῶν ἀναχωρούντων τοῦ ἁμαρτήματος, καὶ ἡ σπουδὴ τῶν ἀξίων καρπῶν τῆς μετανοίας εἴρηται ἐν τοῖς | |
20 | ἰδίοις τόποις | |
20 | ΕΡΩΤΗΣΙΣ ΙΕʹ Τί ἐστι τὸ, «Ποσάκις ἁμάρτῃ εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ;» Καὶ ἐπὶ ποίοις ἐμόν ἐστιν ἀφιέναι. ΑΠΟΚΡΙΣΙΣ. | |
25 | Ἡ ἐξουσία τοῦ ἀφιέναι οὐκ ἀπολύτως δέδοται· ἀλλ’ ἐν ὑπακοῇ τοῦ μετανοοῦντος, καὶ συμφωνίᾳ πρὸς τὸν ἐπιμελούμενον αὐτοῦ τῆς ψυχῆς. Γέ‐ γραπται γὰρ ἐπὶ τῶν τοιούτων, ὅτι Ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς, περὶ παντὸς πρά‐ | |
30 | γματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Τὸ δὲ ἐπὶ ποίοις οὐδὲ ἐρωτᾷν ἐστι, τῆς Καινῆς Διαθήκης διαφορὰν ἡμῖν μηδεμίαν δηλωσάσης, πάσης δὲ ἁμαρτίας τὴν ἄφεσιν τοῖς ἀξιολόγως μετανοοῦσιν | |
35 | ἐπαγγελλομένης· καὶ μάλιστα τοῦ Κυρίου ἐξ ἰδίου προσώπου ἐπαγγειλαμένου περὶ παντὸς πρά‐ γματος. ΕΡΩΤΗΣΙΣ Ιϛʹ. Διὰ τί ποτὲ μὲν ἡ ψυχὴ καὶ μὴ σπουδάζουσα, | |
40 | αὐτομάτως σχεδὸν ὡς ἐμπεσόντος πό‐ νου, κατανύσσεται· ποτὲ δὲ ἄπονος οὕτως ἐστὶν, ὡς καὶ βιαζομένη κατανυγῆναι μὴ δύνα‐ σθαι ΑΠΟΚΡΙΣΙΣ. | |
45 | Ἡ μὲν τοιαύτη κατάνυξις Θεοῦ ἐστι δῶρον, ἢ εἰς ἐρεθισμὸν τῆς ἐπιθυμίας, ἵνα γευσαμένη ἡ ψυχὴ τῆς γλυκύτητος τοῦ τοιούτου πόνου, σπουδάσῃ τοῦ‐ τον ἐξομαλίσαι· ἢ εἰς ἀπόδειξιν τοῦ δύνασθαι τὴν ψυχὴν διὰ σπουδαιοτέρας ἐπιμελείας ἐν κατα‐ | |
31.1092(50) | νύξει εἶναι πάντοτε, πρὸς τὸ ἀναπολόγητον τῶν διὰ | |
31.1093 | ῥᾳθυμίας ταύτην ἀποβαλόντων· τὸ δὲ βιάζεσθαι καὶ μὴ δύνασθαι, ἅμα μὲν ἔλεγχος τῆς ἐν τῷ ἄλλῳ χρόνῳ ἀμελείας ἡμῶν (οὐ γὰρ δυνατὸν ἄνευ μελέτης καὶ συγγυμνασίας πλείονος καὶ συνεχοῦς, ἐξαίφνης ἐπί | |
5 | τι παρελθόντα, περιγενέσθαι αὐτοῦ)· ἅμα δὲ δεί‐ κνυσι τὴν ψυχὴν ὑφ’ ἑτέρων παθῶν κυριευομένην, καὶ ὑπ’ ἐκείνων οὐδὲ πρὸς ἃ βούλεται, ἐλευθεριάζειν ἐπιτρεπομένην, κατὰ τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρη‐ μένον θεώρημα, εἰπόντος· Ἐγὼ δὲ σαρκικός | |
10 | εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν. Οὐ γὰρ ὃ θέλω, τοῦτο πράσσω, ἀλλ’ ὃ μισῶ, τοῦτο ποιῶ· καὶ πάλιν· Νῦν δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία· τοῦ Θεοῦ καὶ τοῦτο συμβαίνειν ἡμῖν εἰς ἀγαθὸν συγχωρήσαντος, | |
15 | ἐὰν ἄρα δι’ ὧν ἀκουσίως πάσχει ἡ ψυχὴ, εἰς αἴσθη‐ σιν ἔλθοι τοῦ κρατοῦντος, καὶ γνωρίσασα ἑαυ‐ τὴν ἐν οἷς ἀκουσίως δουλεύει τῇ ἁμαρτίᾳ, ἀνανήψῃ ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἕτοιμον εὑρίσκουσα τὸ ἔλεος τοῦ Θεοῦ εἰς ἀντίληψιν τῶν γνησίως μετα‐ | |
20 | νοούντων. ΕΡΩΤΗΣΙΣ ΙΖʹ Ἐάν τις κατὰ νοῦν μνημονεύσῃ τοῦ φαγεῖν, εἶτα καταγνῷ ἑαυτοῦ, εἰ καὶ οὗτος ὡς μεριμνή‐ σας ἐγκληθήσεται. | |
25 | ΑΠΟΚΡΙΣΙΣ. Εἰ μὲν, τῆς φύσεως μὴ ἐνοχλούσης, πρὸ καιροῦ τῆς πείνης ἡ μνήμη γίνεται, πρόδηλος μὲν ὁ μετεωρισμὸς τῆς ψυχῆς, κατηγορῶν αὐτῆς τήν τε περὶ τὰ παρόντα προσπάθειαν καὶ τὴν περὶ τὰ ἀρέ‐ | |
30 | σκοντα Θεῷ ῥᾳθυμίαν· ἕτοιμον δὲ καὶ οὕτως τὸ τοῦ Θεοῦ ἔλεος. Καταγνοὺς γάρ τις ἑαυτοῦ, τῷ λόγῳ τῆς μετανοίας ἀπολέλυται τοῦ ἐγκλήματος, καὶ ἐὰν φυ‐ λάξηται τοῦ λοιποῦ τὸν ὄλισθον, μνημονεύων τοῦ Κυ‐ ρίου εἰπόντος; Ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρ‐ | |
35 | τανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. Εἰ δὲ, τῆς φύσεως ἀναγκαζούσης, καὶ τῆς πείνης κρατούσης, ἡ μὲν αἴσθησις τὴν μνήμην κινεῖ, νικᾷ δὲ ὁ λογι‐ σμὸς τῇ περὶ τὰ κρείττονα σπουδῇ τε καὶ σχολῇ, οὐχ ἡ μνήμη καταγνώσεως ἀξία, ἀλλ’ ἡ νίκη | |
40 | ἐπαίνου. ΕΡΩΤΗΣΙΣ ΙΗʹ Εἰ χρὴ ἐν ἀδελφότητι τῷ ἐξαμαρτήσαντί ποτε φροντίδα τινὰ ἐγχειρίζειν μετὰ πολλὴν ἄσκη‐ σιν· καὶ εἰ χρὴ, ποίαν ταύτην. | |
46 | ΑΠΟΚΡΙΣΙΣ. Μνημονεύοντες τοῦ Ἀποστόλου λέγοντος, Ἀπρό‐ | |
σκοποι γίνεσθε καὶ Ἰουδαίοις, καὶ Ἕλλησι, καὶ | ||
31.1096 | τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, καθὼς κἀγὼ πάντα πᾶ‐ σιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέ‐ ρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι, πολλὴν φροντίδα ἔχειν ὀφείλομεν, ὅπως μὴ ἐγκοπήν τινα | |
5 | δῶμεν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ, καὶ ὅπως μὴ πρόσκομμα γενώμεθα τοῖς ἀσθενοῦσι, μήτε μὴν οἰ‐ κοδομήσωμέν τινας εἰς κακίαν. Διόπερ ἀναγ‐ καῖον καὶ ἐπὶ τῶν τοιούτων σκοπεῖν καὶ δοκιμάζειν τὸ πρὸς οἰκοδομὴν τῆς πίστεως, καὶ προκοπὴν πάσης | |
10 | ἀρετῆς ἐν Χριστῷ. ΕΡΩΤΗΣΙΣ ΙΘʹ. Ἐάν τις ὑποπτεύηται ἐπὶ ἁμαρτήματι, προφανῶς δὲ τοῦτο μὴ ποιῇ, εἰ δεῖ αὐτῷ ἐπιτηρεῖν ἵνα καὶ ἐφευρεθῇ ὃ ὑποπτεύεται. | |
15 | ΑΠΟΚΡΙΣΙΣ Αἱ μὲν πονηραὶ ὑπόνοιαι καὶ ἀπὸ προαιρέσεως ἐθελοκάκου γινόμεναι κατηγοροῦνται ὑπὸ τοῦ Ἀπο‐ στόλου· ἐπιτηρεῖν δὲ χρὴ τοῖς πᾶσιν ἐν ἀγάπῃ Χρι‐ στοῦ, καὶ ἐν ἐπιθυμίᾳ θεραπείας τοῦ ὑποπτευομένου | |
20 | τὸν ἐπιτεταγμένον τὴν πάντων ἐπιμέλειαν, ὅπως γένηται τὸ εἰρημένον ὑπὸ τοῦ Ἀποστόλου· Ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χρι‐ στῷ Ἰησοῦ. ΕΡΩΤΗΣΙΣ Κʹ. | |
25 | Εἰ χρὴ τὸν ἐν ἁμαρτίαις ἐξετασθέντα φεύγειν τὴν πρὸς τοὺς ἑτεροδόξους κοινωνίαν, ἢ καὶ πρὸς τοὺς κακῶς ζῶντας διακρίνεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Ἀποστόλου εἰπόντος, Στέλλεσθαι ὑμᾶς ἀπὸ | |
30 | παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρέλαβον παρ’ ἡμῶν, καθόλου παντὶ πᾶσα κοινωνία παντὸς ἀπ‐ ηγορευμένου πράγματος κατά τε νοῦν καὶ λόγον, καὶ πρᾶξιν ἐπιβλαβὴς καὶ ἐπικίνδυνος. Τοὺς δὲ ἐν | |
35 | ἁμαρτίαις ἐξετασθέντας καὶ πλέον ἀκριβεύεσθαι χρή. Πρῶτον μὲν, ὅτι ὀλισθηροτέρα ἡ ψυχὴ πρὸς τὴν ἁμαρτίαν ὡς ἐπὶ τὸ πλεῖστόν ἐστιν, ἡ ἐν συνηθείᾳ ταύτης γενομένη· ἔπειτα δὲ, ὅτι, καθάπερ ἐπὶ τῶν τὰ σώματα ἀσθενούντων ἡ ἐπιμέλεια τὴν ἐπιτήρη‐ | |
40 | σιν ἀκριβεστέραν ἔχει, ὡς καὶ τὰ ὠφελοῦντα τοὺς ὑγιαίνοντας παραιτεῖσθαι πολλάκις· οὕτω καὶ ἐπὶ τῶν τὴν ψυχὴν ἀῤῥωστησάντων πολὺ πλείονος χρεία τῆς παραφυλακῆς καὶ τῆς ἐπιμελείας. Ὅση δέ ἐστιν ἐκ τῆς πρὸς τοὺς ἁμαρτάνοντας κοινωνίας ἡ | |
45 | βλάβη, παρίστησιν ὁ αὐτὸς Ἀπόστολος ἐπὶ τοιαύ‐ της ὑποθέσεως εἰπών· Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. Εἰ δὲ ἐπὶ τῶν ἐν τοῖς ἠθικοῖς σφαλ‐ | |
λομένων τοσαύτη ἐστὶν ἡ βλάβη, τί χρὴ λέγειν περὶ | ||
31.1097 | τῶν περὶ Θεοῦ κακοδοξούντων, οὓς ἡ κακοδοξία οὐδὲ ἐν τοῖς ἄλλοις ὑγιαίνειν ἐᾷ, παραδιδομένους ἅπαξ δι’ αὐτὴν τοῖς τῆς ἀτιμίας πάθεσιν; ὡς πολλαχόθεν δείκνυται καὶ ἐκ τῶν ἐν τῇ πρὸς Ῥωμαίους εἰρημέ‐ | |
5 | νων περί τινων οὕτως· Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἓν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθ‐ ήκοντα· πεπληρωμένους πάσῃ ἀδικίᾳ, πορνείᾳ, πονηρίᾳ, πλεονεξίᾳ, κακίᾳ· μεστοὺς φθόνου, | |
10 | φόνου, ἔριδος, δόλου, κακοηθείας· ψιθυριστὰς, καταλάλους, θεοστυγεῖς, ὑβριστὰς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς, ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀσπόν‐ δους, ἀνελεήμονας· οἵτινες, τὸ δικαίωμα τοῦ | |
15 | Θεοῦ ἐπιγνόντες, οὐκ ἐνόησαν ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσὶν, οὐ μόνον δὲ αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσιν. ΕΡΩΤΗΣΙΣ ΚΑʹ. | |
20 | Πόθεν ὁ μετεωρισμὸς καὶ οἱ διαλογισμοί· καὶ πῶς αὐτοὺς διορθωσόμεθα. ΑΠΟΚΡΙΣΙΣ. Γίνεται ὁ μετεωρισμὸς ἀπὸ ἀργίας τοῦ νοῦ μὴ ἀσχολουμένου περὶ τὰ ἀναγκαῖα. Ἀργεῖ δὲ ὁ | |
25 | νοῦς καὶ ἀμεριμνεῖ ἐξ ἀπιστίας τοῦ παρεῖναι τὸν Θεὸν, ἐτάζοντα καρδίας καὶ νεφρούς. Εἰ γὰρ τοῦτο ἐπίστευε, πάντως ἐποίει τὸ εἰρημένον· Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δε‐ ξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ. Ὁ δὲ τοῦτο | |
30 | καὶ τὰ ὅμοια τούτῳ κατορθῶν οὔτε τολμήσει ποτὲ, οὔτε ἕξει σχολὴν διαλογίσασθαί τι τῶν μὴ πρὸς οἰκοδομὴν τῆς πίστεως οἰκονομουμένων, κἂν ἀγαθὸν εἶναι δοκῇ, οὐχ ὅτι γε τῶν ἀπηγορευμένων, καὶ μὴ ἀρεσκόντων Θεῷ. | |
36 | ΕΡΩΤΗΣΙΣ ΚΒʹ. Πόθεν αἱ νυκτεριναὶ φαντασίαι αἱ ἀπρεπεῖς γί‐ νονται. ΑΠΟΚΡΙΣΙΣ. | |
40 | Γίνονται μὲν ἐκ τῶν μετὰ ἡμέραν ἀλλοκότων τῆς ψυχῆς κινημάτων. Ἐὰν δὲ ἐν τῇ σχολῇ τῶν τοῦ Θεοῦ κριμάτων καθαρεύσῃ ἡ ἐκείνων ψυχὴ, καὶ ἐν μελέτῃ γένηται διηνεκεῖ τῶν καλῶν καὶ ἀρεσκόν‐ των Θεῷ, τοιαῦτα ἕξει καὶ τὰ ἐνύπνια. | |
45 | ΕΡΩΤΗΣΙΣ ΚΓʹ. Ἕως ποίων ῥημάτων ἡ ἀργολογία κρίνεται. ΑΠΟΚΡΙΣΙΣ. | |
Καθόλου πᾶν ῥῆμα, τὸ μὴ συντελοῦν πρὸς τὴν | ||
31.1100 | προκειμένην ἐν Κυρίῳ χρείαν, ἀργόν ἐστι. Καὶ το‐ σοῦτός ἐστι τοῦ τοιούτου ῥήματος ὁ κίνδυνος, ὅτι, κἂν ἀγαθὸν ᾖ τὸ λεγόμενον, μὴ πρὸς οἰκοδομὴν δὲ τῆς πίστεως οἰκονομῆται, οὐκ ἐν τῇ ἀγαθότητι τοῦ | |
5 | ῥήματος ὁ λαλήσας ἔχει τὸ ἀκίνδυνον, ἀλλ’ ἐν τῷ μὴ πρὸς οἰκοδομὴν οἰκονομῆσαι τὸ ῥηθὲν, λυπεῖ τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ. Τοῦτο γὰρ σαφῶς ἐδίδαξεν ὁ Ἀπόστολος, εἰπών· Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω· ἀλλ’ εἴ | |
10 | τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς πίστεως, ἵνα δῷ χάριν τοῖς ἀκούουσι· καὶ τοῦτο ἐπαγαγών· Καὶ μὴ λυπῆτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε. Τὸ δὲ λυπῆσαι τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ὅσον ἐστὶ κακὸν, τί δεῖ καὶ λέγειν; | |
16 | ΕΡΩΤΗΣΙΣ ΚΔʹ. Τί ἐστι λοιδορία. ΑΠΟΚΡΙΣΙΣ. Πᾶν ῥῆμα ἐκ διαθέσεως τοῦ ἀτιμᾶσαι λεγόμενον | |
20 | λοιδορία ἐστὶ, κἂν αὐτὸ τὸ ῥῆμα μὴ δόξῃ εἶναι ὑβρι‐ στικόν. Καὶ τοῦτο δῆλον ἐκ τοῦ Εὐαγγελίου λέγοντος περὶ τῶν Ἰουδαίων, ὅτι Ἐλοιδόρησαν αὐτὸν, καὶ εἶπον αὐτῷ Σὺ εἶ μαθητὴς ἐκείνου. | |
25 | ΕΡΩΤΗΣΙΣ ΚΕʹ. Τί ἐστι καταλαλιά. ΑΠΟΚΡΙΣΙΣ. Δύο καιροὺς εἶναι ἡγοῦμαι, καθ’ οὓς ἔξεστιν εἰπεῖν τι περί τινος φαῦλον· ὅτε ἀνάγκην ἔχει τις | |
30 | βουλεύσασθαι μετὰ καὶ ἑτέρων τῶν εἰς τοῦτο δεδο‐ κιμασμένων πῶς διορθωθῇ ὁ ἡμαρτηκώς· καὶ πάλιν ὅταν χρεία γένηται ἀσφαλίσασθαί τινας τοὺς ἐξ ἀγνοίας δυναμένους πολλάκις συναναμιγῆναι τῷ κακῷ ὡς καλῷ, τοῦ Ἀποστόλου παραγγέλλοντος, μὴ | |
35 | συναναμίγνυσθαι τοῖς τοιούτοις, μή ποτε λάβῃ τις βρόχους τῇ ἑαυτοῦ ψυχῇ. Ὅπερ εὑρίσκομεν τὸν αὐτὸν Ἀπόστολον πεποιηκότα δι’ ὧν γράφει Τιμοθέῳ, ὅτι Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδεί‐ ξατο, ὃν καὶ σὺ φυλάσσου· λίαν γὰρ ἀνθέστηκε | |
40 | τοῖς ἡμετέροις λόγοις. Ἐκτὸς δὲ τῆς τοιαύτης ἀνάγκης ὁ λέγων τι κατά τινος, ἵνα αὐτὸ τοῦτο δια‐ βάλῃ, ἢ διασύρῃ, κατάλαλός ἐστι, κἂν ἀληθὲς ᾖ τὸ | |
λεγόμενον. | ||
31.1101 | ΕΡΩΤΗΣΙΣ Κϛʹ. Ὁ καταλαλῶν ἀδελφοῦ, ἢ ἀκούων καταλαλοῦν‐ τος καὶ ἀνεχόμενος, τίνος, ἐστὶν ἄξιος. ΑΠΟΚΡΙΣΙΣ. | |
5 | Ἀφορισμοῦ καὶ ἀμφότεροι. Τὸν γὰρ καταλα‐ λοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξ‐ εδίωκον. Καὶ ἀλλαχοῦ εἴρηται· Μὴ ἡδέως ἄκουε καταλαλοῦντος, ἵνα μὴ ἐξαρθῇς. ΕΡΩΤΗΣΙΣ ΚΖʹ. | |
10 | Ἐὰν δὲ τοῦ προεστῶτος καταλαλήσῃ, πῶς αὐτῷ προσέξομεν. ΑΠΟΚΡΙΣΙΣ. Φανερὸν τοῦτο τὸ κρῖμα ἐκ τῆς ὀργῆς τοῦ Θεοῦ, τῆς ἐπὶ Μαριὰμ, ἡνίκα κατελάλησε Μωϋσέως, | |
15 | ἧς τὸ ἁμάρτημα, οὐδὲ αὐτοῦ Μωϋσέως δεομένου, ἀνεκδίκητον ἀφῆκεν ὁ Θεός. ΕΡΩΤΗΣΙΣ ΚΗʹ. Ἐάν τις θρασυτέρᾳ φωνῇ καὶ ῥήμασι θρασέσιν ἀποκρίνηταί τινι, καὶ ὑπομνησθεὶς λέγῃ, ὅτι | |
20 | οὐδὲν πονηρὸν ἔχω ἐν τῇ καρδίᾳ, εἰ δεῖ αὐτῷ πιστεῦσαι. ΑΠΟΚΡΙΣΙΣ. Οὐ πάντα τὰ πάθη τῆς ψυχῆς φανερά ἐστι τοῖς πᾶσιν, οὔτε αὐτῷ τῷ πάσχοντι, ὡς οὐδὲ τὰ τοῦ σώ‐ | |
25 | ματος. Ὥσπερ οὖν ἐπὶ τοῦ σώματος οἱ ἐπιστήμονες σημεῖα ἔχουσί τινα τῶν κεκρυμμένων παθῶν, καὶ φευγόντων τὴν αἴσθησιν τοῦ πάσχοντος· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς, κἂν μὴ αἰσθάνηται τοῦ ἰδίου πά‐ θους ὁ ἁμαρτάνων, πιστεύειν δεῖ τῷ Κυρίῳ, καὶ | |
30 | αὐτὸν καὶ τοὺς μετ’ αὐτοῦ διαβεβαιωσαμένῳ, ὅτι ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὰ πονηρά. Ὁ μὲν γὰρ κακὸς ἀγαθόν τι ῥῆμα ἢ πρᾶγμα πολλάκις καὶ σχη‐ ματίζεται· τὸν δὲ ἀγαθὸν σχηματίσασθαί τι κακὸν | |
35 | ἀμήχανον. Προνοούμενοι γὰρ καλὰ, φησὶν, οὐ μόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων. ΕΡΩΤΗΣΙΣ ΚΘʹ. Ποίῳ τρόπῳ δυνηθῇ τις μὴ ὀργίζεσθαι. ΑΠΟΚΡΙΣΙΣ. | |
40 | Ἐὰν Θεὸν ἐπόπτην, καὶ τὸν Κύριον παρόντα ἐν‐ οπτρίζεσθαι ἡγῆται ἀεί. Τίς γὰρ ὑπήκοος ἐν ὀφθαλμοῖς ἄρχοντός ποτε κατατολμᾷ τινος τῶν μὴ ἀρεσκόν‐ των αὐτῷ; Καὶ ἐὰν μὴ ἐκδέχηται τὴν παρ’ ἑτέρων ὑπακοὴν, ἀλλ’ αὐτὸς πρὸς ὑπακοὴν πα‐ | |
45 | ρασκευάζηται, πάντας ἡγούμενος ὑπερέχοντας ἑαυ‐ τοῦ. Εἰ μὲν γὰρ πρὸς τὴν ἑαυτοῦ χρείαν τὴν ὑπ‐ | |
ακοὴν ἐπιζητεῖ, γινωσκέτω, ὅτι ὁ λόγος τοῦ Κυρίου | ||
31.1104 | αὐτὸν ἕκαστον τοῖς ἄλλοις ὑπηρετεῖν διδάσκει· εἰ δὲ τῆς τοῦ Κυρίου ἐντολῆς παρακοὴν ἐκδικεῖ, οὐκ ὀργῆς χρεία, ἀλλ’ οἴκτου καὶ συμπαθείας κατὰ τὸν εἰπόντα· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; | |
5 | ΕΡΩΤΗΣΙΣ Λʹ. Πῶς ἐκκόψομεν τὸ πάθος τῆς ἐπιθυμίας τῆς κακῆς. ΑΠΟΚΡΙΣΙΣ. Ἐπιθυμίᾳ διαπύρῳ τῶν θελημάτων τοῦ Θεοῦ, καὶ | |
10 | τοιαύτῃ, οἵαν ἔδειξεν ἔχειν ὁ εἰπών· Τὰ κρίματα Κυρίου ἀληθινὰ, δεδικαιωμένα ἐπὶ τὸ αὐτό· ἐπι‐ θυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πο‐ λὺν, καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον. Ἀεὶ γὰρ ἡ τῶν κρειττόνων ἐπιθυμία ἐν ἐξουσίᾳ καὶ | |
15 | δυνάμει ἔχουσα τὴν ἀπόλαυσιν τῶν ἐπιθυμουμένων, καταφρονεῖν καὶ ἀποστρέφεσθαι ἀναγκάζει τὰ ἐλάτ‐ τονα, ὡς ἐδίδαξαν οἱ ἅγιοι πάντες· πόσῳ δὲ μᾶλλον τὰ φαῦλα, καὶ αἰσχύνης ἄξια; ΕΡΩΤΗΣΙΣ ΛΑʹ. | |
20 | Εἰ καθόλου γελᾷν οὐκ ἔξεστιν. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου τοὺς νῦν γελῶντας κατακρίνοντος, εὔδηλον, ὅτι οὐδέποτε καιρὸς γέλωτός ἐστι τῷ πι‐ στῷ, καὶ μάλιστα ἐν τοσούτῳ πλήθει τῶν διὰ τῆς | |
25 | παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμαζόντων καὶ θανατουμένων ἐν τῇ ἁμαρτίᾳ, ὑπὲρ ὧν ἀθυμεῖν καὶ στένειν χρή. ΕΡΩΤΗΣΙΣ ΛΒʹ. Ὁ ἄκαιρος καὶ ἄμετρος νυσταγμὸς πόθεν, | |
30 | πῶς αὐτὸν ἀποθώμεθα. ΑΠΟΚΡΙΣΙΣ Ὁ μὲν τοιοῦτος νυσταγμὸς γίνεται, ὅταν νωθρο‐ τέρα γένηται ἡ ψυχὴ περὶ τὰς περὶ Θεοῦ ἐννοίας, καὶ τῶν κριμάτων τοῦ Θεοῦ καταφρονῶμεν· ἀπο‐ | |
35 | τιθέμεθα δὲ αὐτὸν, ὅταν γνησίαν καὶ ἀξιόλογον ἀναλάβωμεν τῆς μεγαλειότητος τοῦ Θεοῦ τὴν ἔννοιαν, καὶ τῶν θελημάτων αὐτοῦ τὴν ἐπιθυμίαν, κατὰ τὸν εἰπόντα· Εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, καὶ ἀνάπαυ‐ | |
40 | σιν τοῖς κροτάφοις μου· ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ. ΕΡΩΤΗΣΙΣ ΛΓ. Πῶς ἐλέγχεται ὁ ἀνθρωπάρεσκος. | |
45 | ΑΠΟΚΡΙΣΙΣ. Ὅταν ἐπὶ μὲν τῶν ἐπαινούντων σπουδὴν ἐπι‐ δείξηται, ἐπὶ δὲ τῶν ψεγόντων ὀκνηρὸς γένηται. | |
Εἰ γὰρ τῷ Κυρίῳ ἀρέσκειν βούλεται, πάντοτε καὶ | ||
31.1105 | πανταχοῦ ὁ αὐτὸς ἔσται, πληρῶν τὸ εἰρημένον· Διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀρι‐ στερῶν· διὰ δόξης καὶ ἀτιμίας· διὰ δυσφημίας καὶ εὐφημίας· ὡς πλάνοι, καὶ ἀληθεῖς. | |
5 | ΕΡΩΤΗΣΙΣ ΛΔʹ. Πῶς φύγῃ τις τὸ πάθος τῆς ἀνθρωπαρεσκείας, καὶ τὸ περιβλέπεσθαι τοὺς παρὰ τῶν ἀνθρώ‐ πων ἐπαίνους. ΑΠΟΚΡΙΣΙΣ | |
10 | Πληροφορίᾳ τῆς τοῦ Θεοῦ παρουσίας, καὶ ἀπε‐ ρισπάστῳ φροντίδι τῆς πρὸς τὸν Θεὸν εὐαρεστήσεως, καὶ διαπύρῳ ἐπιθυμίᾳ τῶν παρὰ τοῦ Κυρίου μακαρισμῶν. Οὐδεὶς γὰρ ἐν ὄψεσι δεσπότου πρὸς ἀρέσκειαν συνδούλου ἐπὶ ἀτιμίᾳ τοῦ δεσπότου καὶ | |
15 | κατακρίσει ἑαυτοῦ μετεωρίζεται. ΕΡΩΤΗΣΙΣ ΛΕʹ. Πῶς γνωρίζεται ὁ ὑπερήφανος, καὶ πῶς θε‐ ραπεύεται. ΑΠΟΚΡΙΣΙΣ. | |
20 | Γνωρίζεται μὲν ἐκ τοῦ τὰ τῆς ὑπεροχῆς ἐπιζη‐ τεῖν· θεραπεύεται δὲ, ἐὰν πιστεύσῃ τῷ κρίματι τοῦ εἰπόντος· Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Ἐκεῖνο μέντοι εἰδέναι χρὴ, ὅτι, ὅπως ἄν τις φοβηθῇ τὸ κρῖμα τῆς ὑπερ‐ | |
25 | ηφανίας, οὐ δύναται θεραπευθῆναι τὸ πάθος, ἐὰν μὴ ἀναχωρήσῃ τῶν τῆς ὑπεροχῆς ἐπιτηδευμάτων ἁπάν‐ των· ὡς οὐ δύναται ἀπομαθεῖν διάλεκτον ἢ οἵαν δή‐ ποτε τέχνην, μὴ τελείως ἀναχωρήσας οὐ μόνον τοῦ ποιεῖν, ἢ λαλεῖν τι κατ’ ἐκείνην τὴν τέχνην, | |
30 | ἀλλὰ καὶ τοῦ ἀκούειν τῶν λαλούντων, καὶ βλέ‐ πειν τοὺς ποιοῦντας· ὅπερ παρατηρητέον καὶ ἐπὶ πάσης κακίας. ΕΡΩΤΗΣΙΣ Λϛʹ. Εἰ χρὴ τιμὴν ἐπιζητεῖν. | |
35 | ΑΠΟΚΡΙΣΙΣ. Ἀποδιδόναι μὲν τῷ τὴν τιμὴν, τὴν τιμὴν ἐδι‐ δάχθημεν, ἐπιζητεῖν δὲ τιμὴν ἐκωλύθημεν, τοῦ Κυρίου εἰπόντος· Πῶς δύνασθε ὑμεῖς πιστεῦσαι δόξαν παρ’ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δό‐ | |
40 | ξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; Ὥστε τὸ ζητεῖν παρὰ τῶν ἀνθρώπων δόξαν ἀπόδει‐ ξίς ἐστιν ἀπιστίας, καὶ θεοσεβείας ἀλλοτρίωσις, τοῦ Ἀποστόλου εἰπόντος· Εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. Εἰ δὲ οἱ τὴν δεδομέ‐ | |
45 | νην παρὰ τῶν ἀνθρώπων δόξαν λαμβάνοντες οὕτω κατεκρίθησαν, οἱ τὴν μὴ δεδομένην ἐπιζητοῦν‐ | |
τες ἄῤῥητον ἔχουσι τὸ κρῖμα. | ||
31.1108 | ΕΡΩΤΗΣΙΣ ΛΖʹ. Ὁ ὀκνηρὸς πρὸς τὴν ἐντολὴν ποίῳ τρόπῳ σπου‐ δὴν δυνηθῇ ἀναλαβεῖν. ΑΠΟΚΡΙΣΙΣ. | |
5 | Πληροφορηθεὶς τὴν παρουσίαν τοῦ Δεσπότου Θεοῦ τοῦ τὰ πάντα ἐφορῶντος, καὶ τὴν ἀπειλὴν τὴν κατὰ τοῦ ὀκνηροῦ, καὶ τὴν ἐλπίδα τῆς μεγάλης παρὰ τοῦ Κυρίου μισθαποδοσίας, τοῦ ἐπαγγειλαμένου διὰ Παύλου τοῦ ἀποστόλου, ὅτι ἕκαστος τὸν ἴδιον μισθὸν | |
10 | λήψεται κατὰ τὸν ἴδιον κόπον· καὶ ὅσα τοιαῦτα γέ‐ γραπται πρὸς τὴν ἰδίαν ἑκάστου σπουδὴν, ἤτοι ὑπομονὴν εἰς δόξαν Θεοῦ ΕΡΩΤΗΣΙΣ ΛΗʹ Ἐὰν ἐπιταχθῇ ἀδελφὸς, καὶ ἀντείπῃ, ὕστερον | |
15 | δὲ ἑαυτῷ ἀπέλθῃ. ΑΠΟΚΡΙΣΙΣ. Ἐν ᾧ μὲν ἀντεῖπεν ὡς ἀντιλογικὸς, καὶ ἄλλους πρὸς τὸ αὐτὸ ἐρεθίζων, γνωριζέσθω ὑπόδικος εἶναι τοῦ κρίματος ἐκείνου, ὅτι Ἀντιλογίας ἐγείρει πᾶς | |
20 | κακός· ὁ δὲ Κύριος ἄγγελον ἀνελεήμονα ἐπιπέμ‐ πει αὐτῷ. Πληροφορείσθω δὲ, ὅτι οὐκ ἀνθρώπῳ ἀντιλέγει ἢ ὑπακούει, ἤδη δὲ καὶ αὐτῷ τῷ Κυρίῳ τῷ εἰπόντι· Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει· καὶ ὁ ἀθε‐ τῶν ὑμᾶς ἐμὲ ἀθετεῖ. Καὶ κατανυγεὶς πρότερον, | |
25 | ἀπολογησάσθω, καὶ οὕτως, ἐὰν ἐπιτραπῇ, ποιείτω τὸ ἔργον. ΕΡΩΤΗΣΙΣ ΛΘʹ. Ἐὰν δὲ ὑπακούσας τις γογγύσῃ. ΑΠΟΚΡΙΣΙΣ. | |
30 | Τοῦ Ἀποστόλου εἰπόντος· Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν, ἀπηλλοτρίωται καὶ ὁ γογγύζων τῆς ἑνώσεως τῶν ἀδελφῶν, καὶ τὸ τούτου ἔργον τῆς χρήσεως αὐτῶν· φανερὸς δέ ἐστιν ὁ τοιοῦτος νοσῶν τήν τε ἀπιστίαν καὶ τῆς ἐλπίδος τὴν | |
35 | ἀμφιβολίαν. ΕΡΩΤΗΣΙΣ Μʹ. Ἐὰν ἀδελφὸς ἀδελφὸν λυπήσῃ, πῶς ὀφείλει διορθώσασθαι ΑΠΟΚΡΙΣΙΣ. | |
40 | Εἰ μὲν οὕτως ἐλύπησεν, ὡς ὁ Ἀπόστολος, εἰπών· Ἐλυπήθητε γὰρ κατὰ Θεὸν, ἵνα ἐν μηδενὶ ζημιω‐ θῆτε ἐξ ἡμῶν, οὐχ ὁ λυπήσας χρῄζει διορθώσεως, ἀλλ’ ὁ λυπηθεὶς ὀφείλει τὰ ἰδιώματα τῆς κατὰ Θεὸν λύπης ἐπιδείξασθαι· εἰ δὲ ἐν τοῖς ἀδιαφόροις ἐλύ‐ | |
45 | πησε, μνημονευσάτω ὁ λυπήσας τοῦ Ἀποστόλου εἰπόντος· Εἰ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖ‐ | |
ται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς· καὶ γνωρί‐ | ||
31.1109 | σας τὸ τοιοῦτον ἁμάρτημα, πληρωσάτω τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον· Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ | |
5 | δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν, πρόσφερε τὸ δῶρόν σου. | |
9 | ΕΡΩΤΗΣΙΣ ΜΑʹ. | |
10 | Ἐὰν δὲ μὴ ἀνέχηται ἀπολογήσασθαι ὁ λυπή‐ σας. ΑΠΟΚΡΙΣΙΣ. Πληρῶσαι ὀφείλομεν ἐπ’ αὐτῷ τὰ ὑπὸ τοῦ Κυρίου ἐπὶ τοῦ ἁμαρτήσαντος καὶ μὴ μετανοήσαντος εἰρη‐ | |
15 | μένα· Ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακού‐ σῃ, ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης. ΕΡΩΤΗΣΙΣ ΜΒʹ. Ἐὰν δὲ, ἀπολογουμένου τοῦ λυπήσαντος, μὴ θέλῃ διαλλαγῆναι ὁ λυπηθείς. | |
20 | ΑΠΟΚΡΙΣΙΣ. Φανερόν ἐστι τὸ κρῖμα τοῦ Κυρίου ἐπὶ τοῦ τοιού‐ του ἐν τῇ παραβολῇ τοῦ δούλου πρὸς τὸν σύν‐ δουλον, ὃς, ἐπειδὴ παρακαλούμενος, μακροθυμῆσαι οὐκ ἤθελεν· Ἰδόντες δὲ, φησὶν, οἱ σύνδουλοι τὰ γε‐ | |
25 | νόμενα, διεσάφησαν τῷ κυρίῳ αὐτῶν· ὀργισθεὶς δὲ ὁ κύριος, ἀνεκαλέσατο τὴν ἑαυτοῦ εἰς αὐτὸν χάριν, καὶ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον ΕΡΩΤΗΣΙΣ ΜΓʹ. | |
30 | Πῶς ὀφειλεῖ τις προσέχειν τῷ εἰς προσευχὴν ἐξυπνίζοντι. ΑΠΟΚΡΙΣΙΣ. Εἰ ἐπιγινώσκει τις τὴν ζημίαν τὴν ἐκ τοῦ ὕπνου, ὅτι οὐδὲ ἑαυτῆς ἐπαισθάνεται ἡ ψυχὴ, γνωρίζει δὲ | |
35 | τὸ κέρδος τῆς ἐγρηγόρσεως, καὶ μάλιστα τὴν ὑπερ‐ έχουσαν δόξαν, ὅτε προσάγεταί τις τῷ Θεῷ εἰς προσ‐ ευχὴν, ὡς τὰ μεγάλα καὶ τὰ ὑπὲρ πᾶσαν ἐπιθυμίαν εὐεργετοῦντι, προσέξει τῷ ἐξυπνίζοντι, εἴτε εἰς προσευχὴν εἴτε εἰς οἱανδηποτοῦν ἐντολήν. | |
41 | ΕΡΩΤΗΣΙΣ ΜΔ. Ἐὰν δὲ στυγνάσῃ ὁ ἐξυπνισθεὶς ἢ καὶ ὀργισθῇ, τίνος ἐστὶν ἄξιος ΑΠΟΚΡΙΣΙΣ. | |
45 | Τέως μὲν ἀφορισμοῦ καὶ ἀσιτίας, ἐὰν ἄρα δυνηθῇ κατανυγεὶς ἐπιγνῶναι ὅσων καὶ ἡλίκων ἀγαθῶν ἑαυ‐ | |
τὸν ἀναισθήτως ἀποστερεῖ, καὶ οὕτως ἐπιστρέψας ἐν‐ | ||
31.1112 | ευφρανθῇ τῇ χάριτι τοῦ εἰπόντος· Ἐμνήσθην τοῦ Θεοῦ, καὶ εὐφράνθην· ἐὰν δὲ ἐπιμένῃ ἀναισθη‐ τῶν, ἀποκοπτέσθω, ὡς τὸ σεσηπὸς καὶ διεφθαρμέ‐ νον μέλος ἀπὸ τοῦ σώματος. Γέγραπται γάρ· Συμ‐ | |
5 | φέρει ἵνα ἀπόληται ἓν τῶν μελῶν σου, καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν | |
8 | ΕΡΩΤΗΣΙΣ ΜΕʹ. Ἐάν τις, ἀκούσας τοῦ Κυρίου εἰπόντος, ὅτι Ὁ δοῦ‐ | |
10 | λος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, μηδὲ ἑτοιμάσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς· ὁ δὲ μὴ γνοὺς, ποι‐ ήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας, ἀμε‐ λήσῃ τῆς γνώσεως τῶν τοῦ Κυρίου θελημά‐ | |
15 | των, εἰ ἔχει τὴν παραμυθίαν. ΑΠΟΚΡΙΣΙΣ. Δῆλός ἐστιν ὁ τοιοῦτος σχηματιζόμενος τὴν ἄγνοιαν, καὶ ἄφευκτον ἔχει τῆς ἁμαρτίας τὴν κρίσιν. Εἰ μὴ ἦλθον γὰρ, φησὶν ὁ Κύριος, καὶ ἐλάλησα αὐ‐ | |
20 | τοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ σῆς ἁμαρτίας αὐτῶν, τῆς ἁγίας Γρα‐ φῆς πανταχοῦ πᾶσι τὸ θέλημα τοῦ Θεοῦ διαγ‐ γελλούσης. Ὥστε οὐχὶ μετὰ τῶν ἀγνοησάντων ὁ τοι‐ οῦτος ἔλαττον κρίνεται, ἀλλὰ μετ’ ἐκείνων σφοδρότε‐ | |
25 | ρον κατακρίνεται, περὶ ὧν γέγραπται· Ὡσεὶ ἀσπί‐ δος κωφῆς, καὶ βυούσης τὰ ὦτα αὐτῆς, ἥτις οὐκ εἰσακούσεται φωνῆς ἐπᾳδόντων, φαρμακοῦ τε φαρμακευομένη παρὰ σοφοῦ. Ὁ μέντοι ἐπιτε‐ ταγμένος τὴν οἰκονομίαν τοῦ λόγου, ἐὰν ἀμελήσῃ | |
30 | τοῦ ἀναγγεῖλαι, ὡς φονεὺς κρίνεται, καθὼς γέγρα‐ πται. ΕΡΩΤΗΣΙΣ Μϛʹ. Εἰ ὁ ἑτέρου ἀνεχόμενος εἰς τὸ ποιῆσαι ἁμαρτίαν ἔνοχός ἐστι τῆς ἁμαρτίας | |
35 | ΑΠΟΚΡΙΣΙΣ. Τοῦτο τὸ κρῖμα φανερὸν ἐκ τῶν τοῦ Κυρίου πρὸς Πιλᾶτον ῥημάτων, εἰπόντος· Ὁ παραδιδούς με σοὶ μείζονα ἁμαρτίαν ἔχει. Σαφὲς γὰρ ἐκ τούτου, ὅτι καὶ ὁ Πιλᾶτος, ἀνεχόμενος τῶν παραδεδωκότων, | |
40 | ἁμαρτίαν εἶχεν, εἰ καὶ ἐλάττονα. Παρίστησι δὲ τοῦτο φανερῶς καὶ ὁ Ἀδὰμ ἀνασχόμενος τῆς Εὔας· καὶ ἡ Εὔα ἀνασχομένη τοῦ ὄφεως· οὐδεὶς γὰρ αὐτῶν ὡς ἀθῶος ἀτιμώρητος ἀφείθη. Καὶ αὐτὴ δὲ ἡ τοῦ Θεοῦ κατ’ αὐτῶν ἀγανάκτησις ἐπιτετηρημένως τοῦτο | |
45 | ἐνδείκνυται· τοῦ γὰρ Ἀδὰμ ἀντὶ ἀπολογίας προσ‐ ενεγκόντος τὸ, Ἡ γυνὴ, ἣν δέδωκας μετ’ ἐμοῦ, αὕτη μοι ἔδωκε, καὶ ἔφαγον· ἀποκρίνεται ὁ Θεός· | |
Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου, καὶ | ||
31.1113 | ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι, τού‐ του μόνου μὴ φαγεῖν, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου. καὶ τὰ ἑξῆς. ΕΡΩΤΗΣΙΣ ΜΖʹ. | |
5 | Εἰ δεῖ τοῖς ἁμαρτάνουσιν ἐφησυχάζειν. ΑΠΟΚΡΙΣΙΣ. Ὅτι μὲν οὐ δεῖ, φανερὸν ἐκ τῶν τοῦ Κυρίου προσ‐ ταγμάτων ἐν μὲν τῇ Παλαιᾷ Διαθήκῃ εἰπόντος· Ἐλεγμῷ ἐλέγξεις τὸν πλησίον σου, καὶ οὐ λήψῃ | |
10 | δι’ αὐτὸν ἁμαρτίαν· ἐν δὲ τῷ Εὐαγγελίῳ· Ἐὰν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγ‐ ξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, | |
15 | ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν στα‐ θήσεται πᾶν ῥῆμα. Ἐὰν δὲ παρακούσῃ αὐ‐ τῶν, εἰπὲ τῇ Ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς Ἐκ‐ κλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ τελώνης. Ἡλίκον δέ ἐστι τὸ κρῖμα τοῦ ἁμαρ‐ | |
20 | τήματος τούτου, ἔξεστι γνῶναι πρῶτον μὲν ἐξ ἀπο‐ φάσεως τοῦ Κυρίου καθολικῶς εἰπόντος· Ὁ ἀπει‐ θῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωήν· ἀλλ’ ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ’ αὐτόν· ἔπειτα καὶ ἐξ ἱστοριῶν ἔν τε τῇ Παλαιᾷ καὶ τῇ Καινῇ Γραφῇ φερομένων. | |
25 | Ἰδοὺ γὰρ ὁ μὲν Ἄχαρ, ἡνίκα ἔκλεψε τὴν γλῶσσαν τὴν χρυσῆν καὶ τὴν ψιλὴν, ἐπὶ πάντα τὸν λαὸν γέγονεν ὀργὴ Κυρίου, καίτοιγε ἀγνοήσαντα καὶ τὸν ἡμαρτηκότα καὶ τὸ ἁμάρτημα, μέχρις ὅτε ἐφανε‐ ρώθη ὁ προειρημένος, καὶ τὸν φοβερὸν ἐκεῖνον ἅμα | |
30 | πᾶσι τοῖς ἰδίοις ὑπέμεινεν ὄλεθρον. Ὁ δὲ Ἠλεὶ καίπερ οὐκ ἐφησυχάσας τοῖς ἑαυτοῦ υἱοῖς, οἵτινες ἦσαν υἱοὶ λοιμοὶ, πολλάκις δὲ αὐτοῖς παραινέσας, καὶ εἰπὼν, Μὴ, τέκνα, οὐκ ἀγαθὰ ἀκούω περὶ ὑμῶν, καὶ λόγῳ πλείονι κατασκευάσας τῆς τε ἁμαρ‐ | |
35 | τίας τὸ ἄτοπον καὶ τῆς κρίσεως τὸ ἄφευκτον, ὅτι μὴ ὅλως ἐξεδίκησε, μηδὲ τὸν πρέποντα ζῆλον κατ’ αὐτῶν ἐπεδείξατο, τοσοῦτον παρώξυνε τὴν ὀργὴν τοῦ Θεοῦ, ὡς καὶ τὸν λαὸν τοῖς υἱοῖς αὐτοῦ συνανα‐ λωθῆναι, καὶ τὴν κιβωτὸν αὐτὴν ὑπὸ τῶν ἀλλοφύλων | |
40 | ληφθῆναι, καὶ αὐτὸν ἐπὶ τούτοις οἰκτρῷ τέλει θανατωθῆναι. Εἰ δὲ κατὰ τῶν μὴ συνεγνωκότων τῷ ἁμαρτήσαντι, καὶ κατὰ τῶν κωλυσάντων, καὶ διαμαρτυραμένων τὸ ἁμάρτημα, τοσαύτη ἡ ὀργὴ ἐξεκαύθη, τί ἄν τις εἴποι περὶ τῶν γινωσκόντων | |
45 | καὶ ἐφησυχαζόντων; Οἵτινες ἐὰν μὴ ἐπιδείξωνται τὰ | |
31.1116 | ὑπὸ τοῦ Ἀποστόλου πρὸς τοὺς Κορινθίους εἰρημένα, εἰπόντος· Διὰ τί οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας; καὶ τὰ ἑξῆς αὐτοῖς ὑπ’ αὐτοῦ μαρτυρηθέντα | |
5 | γράψαντος· Ἰδοὺ γὰρ αὐτὸ τοῦτο, τὸ κατὰ Θεὸν λυπηθῆναι, πόσην ἐν ὑμῖν κατειργάσατο σπου‐ δήν· ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν· ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς | |
10 | εἶναι ἐν τῷ πράγματι· κινδυνεύουσι πάντως καὶ νῦν ὁμοῦ πάντες τὸν αὐτὸν ὄλεθρον ὑποστῆναι, ἢ καὶ χείρονα, ὅσῳ χείρων τοῦ ἀθετήσαντος νόμον Μωσέως ὁ ἀθετῶν τὸν Κύριον, καὶ ὁ τὸ αὐτὸ τῷ προ‐ ημαρτηκότι καὶ προκατακριθέντι τολμήσας. Ἑπ‐ | |
15 | τάκις μὲν γὰρ ἐκδεδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λά‐ μεχ ἑβδομηκοντάκις ἑπτὰ, τὸ ὅμοιον ἡμαρτόν‐ τος. ΕΡΩΤΗΣΙΣ ΜΗʹ. Ἡ πλεονεξία μέχρι τίνος κρίνεται. | |
20 | ΑΠΟΚΡΙΣΙΣ. Ὅταν ὑπερβῇ τις τοῦ νόμου τὸν ὅρον. Ἔστι δὲ τοῦτο κατὰ μὲν τὴν Παλαιὰν Διαθήκην τὸ πλέον ἑαυτοῦ φροντίσαι ἢ τοῦ πλησίον· γέγραπται γάρ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν· | |
25 | κατὰ δὲ τὸ Εὐαγγέλιον, τὸ πλέον τῶν πρὸς τὴν ἐν‐ εστῶσαν ἡμέραν ἀναγκαίων σπουδάσαι τι ἑαυ‐ τοῦ ἕνεκεν, ὡς ὁ ἀκούσας· Ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοί‐ μασας, τίνι ἔσται; Οἷς ἐπιφέρει καθολικώτερον· | |
30 | Οὕτως ὁ θησαυρίζων ἑαυτῷ, καὶ μὴ εἰς Θεὸν πλουτῶν. ΕΡΩΤΗΣΙΣ ΜΘʹ. Τί ἐστι τὸ περπερεύεσθαι. ΑΠΟΚΡΙΣΙΣ. | |
35 | Πᾶν ὃ μὴ διὰ χρείαν, ἀλλὰ διὰ καλλωπισμὸν πα‐ ραλαμβάνεται, περπερείας ἔχει κατηγορίαν. | |
38 | ΕΡΩΤΗΣΙΣ Νʹ Ἐάν τις τὰ μὲν πολυτελέστερα τῆς ἐσθῆτος | |
40 | ἀπωθῆται, αὐτὸ δὲ τὸ εὐτελὲς, εἴτε ἱμάτιον εἴτε ὑπόδημα οἱονεὶ θέλῃ ἵνα πρέπῃ αὐτῷ, εἰ ἁμαρτάνει, ἢ ποῖον πάθος νοσεῖ ΑΠΟΚΡΙΣΙΣ. Ὁ θέλων ἵνα πρέπῃ αὐτῷ πρὸς τὸ ἀνθρώποις | |
45 | ἀρέσαι, φανερός ἐστιν ἀνθρωπαρέσκειαν νοσῶν, καὶ | |
31.1117 | μετεωριζόμενος ἀπὸ τοῦ Θεοῦ, καὶ τὸ πάθος τῆς περπερείας καὶ ἐν αὐτοῖς εὐτελέσι πληροφορῶν. | |
4 | ΕΡΩΤΗΣΙΣ ΝΑʹ. | |
5 | Τί ἐστι Ῥακά. ΑΠΟΚΡΙΣΙΣ. Ἐπιχώριον ῥῆμα ἠπιωτέρας ὕβρεως, πρὸς τοὺς οἰκειοτέρους λαμβανόμενον. ΕΡΩΤΗΣΙΣ ΝΒʹ | |
10 | Τοῦ Ἀποστόλου λέγοντος ποτὲ μὲν, «Μὴ γινώ‐ μεθα κενόδοξοι·» ποτὲ δὲ, «Μὴ ἐν ὀφθαλ‐ μοδουλείᾳ ὡς ἀνθρωπάρεσκοι,» τίς ὁ κενόδοξος, καὶ τίς ὁ ἀνθρωπάρεσκος. | |
15 | ΑΠΟΚΡΙΣΙΣ. Λογίζομαι, ὅτι κενόδοξος μέν ἐστιν ὁ, ψιλῆς ἕνε‐ κεν τῆς ἐν κόσμῳ δόξης, τῆς παρὰ τῶν ὁρώντων ἢ ἀκουόντων, ποιῶν τι ἢ λέγων· ἀνθρωπάρεσκος δὲ ὁ πρὸς τὸ θέλημά τινος ἀνθρώπου εἰς ἀρέσκειαν αὐ‐ | |
20 | τοῦ ποιῶν, κἂν ἀτιμίας ἄξιον ᾖ τὸ γινόμενον. | |
23 | ΕΡΩΤΗΣΙΣ ΝΓʹ Τίς ἐστιν ὁ μολυσμὸς τῆς σαρκὸς, καὶ τίς | |
25 | ὁ μολυσμὸς τοῦ πνεύματος· καὶ πῶς αὐτῶν καθαρεύσομεν· ἢ τίς ὁ ἁγιασμός· καὶ πῶς αὐτὸν κτησόμεθα. ΑΠΟΚΡΙΣΙΣ. Μολυσμὸς ἂν εἴη σαρκὸς μὲν τὸ ἀναμίγνυσθαι | |
30 | τοῖς αὐτουργοῦσι τὰ ἀπηγορευμένα, πνεύματος δὲ τὸ ἀδιαφορεῖν πρὸς τοὺς φρονοῦντας ἢ ποιοῦντας τὰ τοιαῦτα. Καθαρεύει δέ τις, ὅταν ἀνάσχηται τοῦ Ἀποστόλου εἰπόντος τῷ τοιούτῳ μηδὲ συνεσθίειν, καὶ ὅσα τοιαῦτα· ἢ ὅταν πάθῃ τὸ εἰρημένον ὑπὸ τοῦ | |
35 | Δαβίδ· Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου· καὶ λύπην τοιαύτην ἐνδείξηται, οἵαν ἐπεδείξαντο οἱ Κορίν‐ θιοι, ὁπότε ἐνεκλήθησαν, ὅτι πρὸς τὸν ἁμαρτήσαν‐ τα ἀδιαφόρως διετέθησαν, ἐν παντὶ συστήσαντες | |
40 | ἑαυτοὺς ἁγνοὺς εἶναι ἐν τῷ πράγματι. Ἁγιασμὸς δέ ἐστι τὸ ἀνακεῖσθαι τῷ ἁγίῳ Θεῷ ἐξ ὁλοκλήρου, καὶ ἀδιαστάτως ἐν παντὶ καιρῷ, διὰ φροντίδος καὶ σπουδῆς τῶν αὐτῷ ἀρεσκόντων. Τό τε γὰρ λελω‐ βημένον ἐν τοῖς ἀναθήμασιν ἀπρόσδεκτον, καὶ τὸ | |
45 | ἅπαξ ἀνατεθὲν τῷ Θεῷ εἰς κοινὴν καὶ ἀνθρωπί‐ | |
νην χρῆσιν ἕλκειν ἀσεβὲς καὶ ἀτόλμητον. | ||
31.1120 | ΕΡΩΤΗΣΙΣ ΝΔʹ Τί ἐστι φιλαυτία, καὶ πῶς γνωρίζει ἑαυτὸν ὁ φίλαυτος. ΑΠΟΚΡΙΣΙΣ. | |
5 | Πολλὰ καταχρηστικῶς λέγεται, ὥσπερ τό· Ὁ φιλῶν τὴν ψυχὴν αὑτοῦ ἀπολέσει αὐτήν· καὶ ὁ μισῶν τὴν ψυχὴν αὑτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. Φίλαυτος οὖν ἐστιν ὁ ἑαυ‐ τὸν δῆθεν φιλῶν. Γνωρίζει δὲ ἑαυτὸν, ἐὰν ἅπερ | |
10 | ποιεῖ δι’ ἑαυτὸν ποιῇ, κἂν κατ’ ἐντολὴν ᾖ τὸ γινό‐ μενον. Τὸ γὰρ ὑπὲρ τῆς ἑαυτοῦ ἀναπαύσεως ἐλλεῖψαί τι τῶν πρὸς τὴν χρείαν τοῦ ἀδελφοῦ, εἴτε κατὰ ψυχὴν εἴτε κατὰ σῶμα, φανερὰν ἤδη καὶ τοῖς ἄλλοις ἔχει τῆς φιλαυτίας τὴν κακίαν, ἧς τὸ | |
15 | τέλος ἀπώλεια. ΕΡΩΤΗΣΙΣ ΝΕʹ. Ποία διαφορὰ πικρίας, καὶ θυμοῦ, καὶ ὀργῆς, καὶ παροξυσμοῦ. ΑΠΟΚΡΙΣΙΣ. | |
20 | Θυμοῦ μὲν καὶ ὀργῆς ἡ διαφορὰ τάχα ἐν διαθέσει καὶ ὁρμῇ κεῖται· τοῦ μὲν ὀργιζομένου ἐν διαθέσει μόνῃ ἔχοντος τὸ πάθος, ὡς δηλοῖ ὁ εἰπών· Ὀργί‐ ζεσθε, καὶ μὴ ἁμαρτάνετε· τοῦ δὲ θυμουμένου ἤδη τι καὶ πλέον δεικνύντος· Θυμὸς γὰρ αὐτοῖς, | |
25 | φησὶ, κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως· καὶ, Ὁ Ἡρώδης ἦν θυμομαχῶν Τυρίοις καὶ Σιδονίοις. Καὶ τὸ σφοδρότερον ἀπὸ θυμοῦ κίνημα παροξυσμὸς ὀνομάζεται· ἡ δὲ πικρία κατασκευὴν δεινοτέραν τῆς κακίας ἐμφαίνει. | |
31 | ΕΡΩΤΗΣΙΣ Νϛʹ Τοῦ Κυρίου ἀποφηναμένου, ὅτι «Ὁ ὑψῶν ἑαυ‐ τὸν ταπεινωθήσεται·» καὶ τοῦ Ἀποστόλου παρ‐ αγγέλλοντος, «Μὴ τὰ ὑψηλὰ φρονεῖν·» καὶ | |
35 | ἀλλαχοῦ λέγοντος· «Ἀλαζόνες, ὑπερήφανοι, τετυφωμένοι·» καὶ πάλιν· «Ἡ ἀγάπη οὐ φυ‐ σιοῦται·» τίς ἐστιν ὁ ὑψηλόφρων, καὶ τίς ὁ ἀλαζὼν, καὶ τίς ὁ ὑπερήφανος, τίς δὲ ὁ τετυφωμένος ἢ τίς ὁ πεφυσιωμένος. | |
40 | ΑΠΟΚΡΙΣΙΣ. Ὑψηλόφρων μὲν εἴη ἂν καὶ ὁ ἑαυτὸν ὑψῶν, ὁ ἐπὶ τοῖς προσοῦσιν αὐτῷ κατορθώμασι μεγαλοφρο‐ νῶν καὶ ἐπαιρόμενος, κατὰ τὸν Φαρισαῖον ἐκεῖνον, καὶ μὴ τοῖς ταπεινοῖς συναπαγόμενος. Ὁ αὐτὸς δ’ | |
45 | ἂν λέγοιτο καὶ πεφυσιωμένος, κατὰ τὸ Κορινθίων ἔγκλημα. Ἀλαζὼν δὲ ὁ μὴ στοιχῶν τοῖς νενομοθετη‐ μένοις, μηδὲ πληρῶν τὸ τῷ αὐτῷ στοιχεῖν κανόνι, τὸ αὐτὸ φρονεῖν· ἰδίαν δὲ ὁδὸν δικαιοσύνης καὶ εὐσε‐ βείας ἐπινοῶν. Ὑπερήφανος δὲ ὁ ἐπὶ τοῖς προσοῦ‐ | |
31.1120(50) | σιν αὐτῷ κομπάζων, καὶ ὑπὲρ ὅ ἐστι, φαίνεσθαι ἐπιτηδεύων. Τετυφωμένος δὲ ἢ ὁ αὐτός ἐστι | |
τάχα τῷ ὑπερηφάνῳ, ἢ ἐγγὺς τούτου, κατὰ τὸ ὑπὸ | ||
31.1121 | τοῦ Ἀποστόλου εἰρημένον· Τετύφωται, μηδὲν ἐπι‐ στάμενος. ΕΡΩΤΗΣΙΣ ΝΖʹ. Ἐάν τις ἐλάττωμα ἔχῃ ἀδιόρθωτον, καὶ συν‐ | |
5 | εχέστερον καταγινωσκόμενος βλάπτηται, εἰ συμφέρει μᾶλλον ἐπαφιέναι αὐτῷ. ΑΠΟΚΡΙΣΙΣ. Τοῦτο καὶ ἀλλαχοῦ εἴρηται, ὅτι τοὺς ἁμαρτά‐ νοντας ἐπιστρέφειν μακροθύμως δεῖ, κατὰ τὸν ὑπο‐ | |
10 | δεδειγμένον τρόπον παρὰ τοῦ Κυρίου. Ἐὰν δὲ μὴ ἀρκέσῃ αὐτῷ πρὸς ἐπιστροφὴν ἡ τῶν πλειόνων κα‐ τάγνωσις καὶ ἐπιτίμησις, ὡς τῷ Κορινθίῳ, ὡς ἐθνικὸν ὁρᾶσθαι χρὴ τὸν τοιοῦτον. Ἐναφίεσθαι δὲ τὸν ὑπὸ τοῦ Κυρίου κατακεκριμένον κατ’ οὐδένα | |
15 | τρόπον ἀσφαλὲς οὐδενὶ, τοῦ μὲν Κυρίου εἰπόντος, ὅτι συμφέρει ἵνα τις, ἕνα ὀφθαλμὸν, ἢ μίαν χεῖρα, ἢ ἕνα πόδα ἀπολέσας, εἰσέλθῃ εἰς τὴν βασιλείαν, ἢ ἐν τῷ φείσασθαί τινος τούτων, ὅλος βληθῇ εἰς τὴν γέενναν τοῦ πυρὸς, ὅπου ἐστὶν ὁ κλαυθμὸς | |
20 | καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· καὶ τοῦ Ἀποστόλου μαρτυροῦντος, ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. ΕΡΩΤΗΣΙΣ ΝΗʹ. Ὁ κατ’ ἐπιτήδευσιν ψευσάμενος κρίνεται μόνον; | |
25 | ἢ καὶ ὁ κατὰ ἄγνοιάν τι παρὰ τὸ ἀληθὲς ἀπο‐ λύτως φθεγξάμενος; ΑΠΟΚΡΙΣΙΣ. Τὸ κρῖμα τοῦ Κυρίου καὶ ἐπὶ τῶν κατὰ ἄγνοιαν ἁμαρτανόντων φανερὸν, εἰπόντος· Ὁ μὴ γνοὺς, | |
30 | ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. Πανταχοῦ δὲ ἡ ἀξιόλογος μετάνοια βεβαίαν ἔχει τὴν ἐλπίδα τῆς ἀφέσεως. ΕΡΩΤΗΣΙΣ ΝΘʹ. Ἐὰν ἐνθυμηθῇ τις μόνον ποιῆσαί τι, καὶ μὴ | |
35 | ποιήσῃ, εἰ καὶ οὗτος ὡς ψεύστης κρίνεται ΑΠΟΚΡΙΣΙΣ Εἰ κατ’ ἐντολήν ἐστιν ὃ ἐνεθυμήθη ποιῆσαι, οὐχ ὡς ψεύστης μόνον, ἀλλὰ καὶ ὡς ἀπειθὴς κατακρίνε‐ ται. Ἐτάζων γὰρ καρδίας καὶ νεφροὺς ὁ Θεός. | |
40 | ΕΡΩΤΗΣΙΣ Ξʹ. Ἐάν τις προληφθεὶς ὁρίσῃ τι πρᾶξαι τῶν μὴ ἀρεσκόντων Θεῷ, τί χρὴ μᾶλλον, ἀνατρέ‐ ψαι τὸ κακῶς ὁρισθὲν, ἢ φόβῳ τοῦ ψεύδους τελέσαι τὴν ἁμαρτίαν. | |
45 | ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Ἀποστόλου λέγοντος, Οὐχ ὅτι ἀφ’ ἑαυτῶν ἱκανοί ἐσμεν λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν· καὶ αὐτοῦ τοῦ Κυρίου ὁμολογοῦντος, ὅτι Οὐ δύναμαι ἐγὼ | |
ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδέν· καὶ πάλιν· Τὰ ῥήματα, | ||
31.1124 | ἃ ἐγὼ λαλῶ ὑμῖν, ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ· καὶ ἀλλαχοῦ λέγοντος, ὅτι Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρὸς, μετανοῆσαι ὀφείλει ὁ | |
5 | τοιοῦτος· πρῶτον μὲν, ὅτι ἀφ’ ἑαυτοῦ τολμᾷ τι ὁρί‐ ζειν, οἷον ἂν ᾖ· οὐδὲ γὰρ αὐτὰ τὰ καλὰ ἐξ αὐθεντίας ποιεῖν χρή· ἔπειτα δὲ, καὶ σφοδρότερον, ὅτι παρὰ τὸ ἀρέσκον Θεῷ ὁρίσαι οὐκ ἐφοβήθη. Ὅτι δὲ ἀνατρέπειν χρὴ τὸ παρ’ ἐντολὴν τοῦ Κυρίου κατὰ | |
10 | πρόληψιν ὁρισθὲν, δείκνυται σαφῶς ἐπὶ τοῦ ἀποστό‐ λου Πέτρου, ὁρισαμένου μὲν κατὰ πρόληψιν, ὅτι Οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα· ἐπειδὴ δὲ ἤκουσε τοῦ Κυρίου ἀποφηναμένου· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ, εὐθὺς μεταθεμένου, | |
15 | καὶ εἰπόντος· Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν. | |
19 | ΕΡΩΤΗΣΙΣ ΞΑʹ. | |
20 | Ἐάν τις μήτε ἐργάζεσθαι δύνηται, μήτε τοὺς ψαλμοὺς μαθεῖν βούληται, τί χρὴ αὐτῷ ποιῆ‐ σαι. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου ἐν παραβολῇ εἰπόντος περὶ τῆς ἀκάρ‐ | |
25 | που συκῆς· Ἔκκοψον αὐτὴν, ἵνα τί καὶ τὴν γῆν καταργεῖ; προσάγειν μὲν αὐτῷ τὴν ἐπιμέλειαν πᾶσαν ἀναγκαῖον· ἐὰν δὲ μὴ ἀνέχηται, τὸ προστε‐ ταγμένον περὶ τοῦ ἐπιμένοντος τῇ ἁμαρτίᾳ καὶ ἐπ’ αὐτῷ παραφυλαχθῆναι χρή. Καὶ γὰρ ὁ ἀργὸς τοῦ | |
30 | καλοῦ μετὰ τοῦ διαβόλου καὶ τῶν ἀγγέλων αὐτοῦ κρίνεται. ΕΡΩΤΗΣΙΣ ΞΒʹ. Τί ἐὰν ποιήσῃ τις ὡς κρύψας τὸ τάλαντον, κατακρίνεται. | |
35 | ΑΠΟΚΡΙΣΙΣ. Ὁ οἱανδήποτε χάριν Θεοῦ παρακατασχὼν εἰς ἀπό‐ λαυσιν ἑαυτοῦ, καὶ μὴ ἄλλους εὐεργετῶν, ὡς κρύ‐ πτων τὸ τάλαντον κατακρίνεται. ΕΡΩΤΗΣΙΣ ΞΓʹ. | |
40 | Τί ἐὰν ποιήσῃ τις, κατακρίνεται, ὡς ἐκεῖνοι οἱ γογγύσαντες κατὰ τῶν ἐσχάτων. ΑΠΟΚΡΙΣΙΣ. Ἕκαστος ἐπὶ τῷ ἰδίῳ ἁμαρτήματι κατακρίνεται· καὶ οἱ γογγύσαντες ἐπὶ τῷ γογγυσμῷ. Ἄλλοι δὲ | |
45 | πολλάκις δι’ ἄλλην ὑπόθεσιν γογγύζουσιν. Οἱ μὲν γὰρ, ὅτι ἐπέλειψεν αὐτοῖς τὰ πρὸς χορτασίαν, ὡς γαστρί‐ μαργοι καὶ θεοποιοῦντες τὴν κοιλίαν· οἱ δὲ, ὅτι τὰ ἴσα τοῖς ἐσχάτοις ἐτιμήθησαν, φθόνου διδόντες ἀπό‐ δειξιν τοῦ συζύγου τῷ φόνῳ· καὶ ἄλλοι δι’ | |
31.1124(50) | ἄλλο τι. | |
31.1125 | ΕΡΩΤΗΣΙΣ ΞΔʹ Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λέγοντος, «Συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ῥιφῇ εἰς τὴν | |
5 | θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων·» τί ἐστι τὸ σκανδαλίσαι; ἢ πῶς αὐτὸ φυλαξώμεθα, ἵνα μὴ τὸ οὕτω φοβερὸν κρῖμα ἔλθῃ ἐφ’ ἡμᾶς. ΑΠΟΚΡΙΣΙΣ | |
10 | Σκανδαλίζει μέν τις, παρανομῶν λόγῳ ἢ ἔργῳ, καὶ ἕτερον πρὸς παρανομίαν ἐνάγων, ὡς ὁ ὄφις τὴν Εὔαν, καὶ ἡ Εὔα τὸν Ἀδάμ· ἢ κωλύων ποιῆσαι τὸ θέλημα τοῦ Θεοῦ, ὡς ὁ Πέτρος τὸν Κύριον, εἰπών· Ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο· καὶ | |
15 | ἀκούσας· Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων· ἢ οἰκοδομῶν τὸ φρόνημα τοῦ ἀσθε‐ νοῦς εἴς τι τῶν ἀπηγορευμένων, κατὰ τὸ παρὰ τῷ Ἀποστόλῳ γεγραμμένον, εἰπόντι· Ἐὰν γάρ τις | |
20 | ἴδῃ σὲ, τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακεί‐ μενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; οἷς ἐπιφέρει· Διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, | |
25 | ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. Γίνεται δὲ τὸ σκάνδαλον κατὰ πλείονας αἰτίας. Ἢ γὰρ παρὰ τὸν σκανδαλίζοντα τὸ σκάνδαλον γίνεται, ἢ παρὰ τὸν σκανδαλιζόμενον τὸ σκανδαλισθῆναι συμβαίνει. Καὶ ἐν τούτοις πάλιν διαφόρως· ποτὲ μὲν γὰρ κατὰ | |
30 | ἀπειρίαν ἢ τούτου, ἢ ἐκείνου. Ἔστι δὲ ὅτε ἐν τῇ ὀρθοτομίᾳ τοῦ λόγου ἡ τῶν σκανδαλιζομένων κακία ἐκ‐ δηλοτέρα γίνεται· καὶ ἐν τοῖς πράγμασι δὲ ὁμοίως. Ἢ γὰρ ἐντολὴν Θεοῦ ποιοῦντος, ἢ τοῖς ἐν ἐξουσίᾳ κειμένοις ἐπ’ ἀδείας χρωμένου ὁ σκανδαλιζόμενος | |
35 | σκανδαλίζεται. Ὅταν μὲν οὖν τοῖς κατ’ ἐντολὴν γι‐ νομένοις προσκόπτωσιν ἄνθρωποι, καὶ ἐπὶ τούτοις σκανδαλίζωνται (ὡς ἐν τῷ Εὐαγγελίῳ τινὲς ἐπὶ τοῖς ὑπὸ τοῦ Κυρίου κατὰ τὸ θέλημα τοῦ Πατρὸς γινο‐ μένοις καὶ λεγομένοις), τότε χρὴ μνημονεύειν τοῦ | |
40 | Κυρίου περὶ τῶν τοιούτων ἀποκριναμένου, ἡνίκα προσελθόντες οἱ μαθηταὶ εἶπον αὐτῷ· Οἶδας, ὅτι οἱ Φαρισαῖοι, ἀκούσαντες τὸν λόγον, ἐσκανδαλί‐ σθησαν; πρὸς οὕς φησι· Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζω‐ | |
45 | θήσεται. Ἄφετε αὐτούς· τυφλοί εἰσιν ὁδηγοὶ τυφλῶν. Τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφό‐ | |
τεροι εἰς βόθυνον ἐμπεσοῦνται. Καὶ πολλὰ τοιαῦτα | ||
31.1128 | καὶ ἐν τοῖς Εὐαγγελίοις, καὶ παρὰ τῷ Ἀποστόλῳ εὕροι τις ἄν. Ὅταν δὲ ἐπὶ τοῖς ἐν ἐξουσίᾳ ἡμετέρᾳ κειμένοις προσκόπτῃ τις, ἢ σκανδαλίζηται, εἰς ἀνά‐ μνησιν ἐλθεῖν δεῖ τότε τῶν τοῦ Κυρίου πρὸς τὸν | |
5 | Πέτρον ῥημάτων, εἰπόντος· Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί· ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, πορευ‐ θεὶς εἰς τὴν θάλασσαν, βάλε ἄγκιστρον, καὶ τὸν ἀναβαίνοντα πρῶτον ἰχθὺν ἆρον· καὶ ἀνοί‐ ξας τὸ στόμα αὐτοῦ, εὑρήσεις στατῆρα· ἐκεῖνον | |
10 | λαβὼν, δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ· καὶ τῶν τοῦ Ἀποστόλου πρὸς Κορινθίους γραμμάτων, ἐν οἷς φησιν· Οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω· καὶ πάλιν· Καλὸν τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον, μηδὲ ἐν ᾧ | |
15 | ὁ ἀδελφός σου προσκόπτει, ἢ σκανδαλίζεται, ἢ ἀσθενεῖ. Ὅπως δέ ἐστι φοβερὸν τὸ ἐπὶ τοῖς ἐν ἐξου‐ σίᾳ κεῖσθαι δοκοῦσι περιορᾷν τὸν ἀδελφὸν σκανδαλι‐ ζόμενον ἐν τούτοις, δείκνυσι μὲν ἡ τοῦ Κυρίου παραγγελία, καθόλου πάντα σκανδαλισμοῦ τρόπον | |
20 | ἀπαγορεύοντος, καὶ λέγοντος· Ὁρᾶτε μὴ κατα‐ φρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου, τοῦ ἐν οὐρανοῖς. Μαρτυρεῖ δὲ καὶ ὁ Ἀπόστολος λέγων ποτὲ μέν· | |
25 | Ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσ‐ κομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον· ποτὲ δὲ διὰ περισσοτέρας κατασκευῆς σφοδρότερον ἀπαγορεύων τὸ ἄτοπον, δι’ ὧν φησιν· Ἐὰν γάρ τις ἴδῃ σὲ, τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ | |
30 | ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομη‐ θήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; καὶ ἀπο‐ λεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει, δι’ ὃν Χριστὸς ἀπέθανεν. Οἷς ἐπιφέρει· Οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς, καὶ τύπτοντες | |
35 | αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χρι‐ στὸν ἁμαρτάνετε. Διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. Καὶ ἀλλα‐ χοῦ, εἰπών· Ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχο‐ | |
40 | μεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι; ἑξῆς ἐπιλέγει· Ἀλλ’ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν, ἵνα μὴ ἐγκοπήν τινα δῶμεν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ. Οὕτω δὲ φοβεροῦ δειχθέν‐ τος τοῦ ἐπὶ τοῖς ἐν ἐξουσίᾳ κειμένοις σκανδαλίζειν | |
45 | τὸν ἀδελφὸν, τί ἄν τις εἴποι περὶ τῶν ἐν τῷ τὰ ἀπ‐ ηγορευμένα ποιεῖν ἢ λέγειν σκανδαλιζόντων; καὶ μάλιστα ὅταν ἢ γνῶσιν ἔχων περισσοτέραν φαίνηται ὁ σκανδαλίζων, ἢ ἐν βαθμῷ ἐξετάζηται ἱερατικῷ· ὃς, ὥσπερ κανὼν καὶ τύπος ὀφείλων προκεῖσθαι τοῖς | |
31.1128(50) | ἄλλοις, κἂν βραχύ τι παρίδῃ τῶν γεγραμμένων, ἢ | |
πράξας τὸ κεκωλυμένον, ἢ ἐλλιπὼν τὸ προστεταγμέ‐ | ||
31.1129 | νον, ἢ ὅλως ἐφησυχάσας τινὶ τοιούτῳ, καὶ ἐν τούτῳ μόνῳ τοσοῦτον ἔχει τὸ κρῖμα, ὥστε τὸ αἷμα τοῦ ἁμαρτάνοντος, φησὶν, ἐκ τῶν χειρῶν αὐτοῦ ἐκζητη‐ θήσεται. | |
5 | ΕΡΩΤΗΣΙΣ ΞΕʹ. Πῶς τὴν ἀλήθειαν ἐν ἀδικίᾳ τις κατέχει. ΑΠΟΚΡΙΣΙΣ Ὅταν τοῖς παρὰ τοῦ Θεοῦ δεδομένοις ἀγα‐ θοῖς εἰς τὰ ἴδια θελήματα καταχρήσηται, ὅπερ | |
10 | ἀπηρνήσατο ὁ Ἀπόστολος εἰπών· Οὐ γάρ ἐσμεν, ὡς οἱ πολλοὶ, καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ· καὶ πάλιν· Οὔτε γάρ ποτε ἐν λόγῳ κο‐ λακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας, Θεὸς μάρτυς· οὔτε ζη‐ | |
15 | τοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ’ ὑμῶν, οὔτε ἀπὸ ἄλλων. ΕΡΩΤΗΣΙΣ Ξϛʹ. Τί ἐστιν ἔρις, καὶ τί ἐστιν ἐριθεία ΑΠΟΚΡΙΣΙΣ | |
20 | Ἔρις μέν ἐστιν, ὅταν τις, ὑπὲρ τοῦ μὴ ἐλάττων φανῆναί τινος, σπουδάζῃ ποιεῖν τι· ἐριθεία δὲ τὸ ἐξ ὧν ποιεῖ τις ἐπιδεικτικῶς ἢ κενοδόξως προκα‐ λεῖσθαι, καὶ ἐρεθίζειν ἄλλους εἰς τὰ ὅμοια. Καὶ γὰρ ὁ Ἀπόστολος, ποτὲ μὲν ἐριθείας μνημονεύων, | |
25 | τὴν κενοδοξίαν ἐπισυνάπτει, εἰπὼν, Μηδὲν κατ’ ἐριθείαν ἢ κενοδοξίαν· ποτὲ δὲ κενοδοξίαν προτά‐ ξας, μετὰ ταύτης καὶ τὴν ἐριθείαν ἑτέρῳ ὀνόματι ἀπαγορεύει, λέγων· Μὴ γινώμεθα κενόδο‐ ξοι, ἀλλήλους προκαλούμενοι. | |
31 | ΕΡΩΤΗΣΙΣ ΞΖʹ. Τί ἐστιν ἀκαθαρσία, καὶ τί ἐστιν ἀσέλγεια. ΑΠΟΚΡΙΣΙΣ. Τὴν μὲν ἀκαθαρσίαν ὁ νόμος ἔδειξε, χρησά‐ | |
35 | μενος τῷ ὀνόματι ἐπὶ τῶν ἀκουσίως ἐκ φυσικῆς ἀνάγκης συμβαινόντων· τὴν δὲ ἀσέλγειαν δοκεῖ μοι ἐμφαίνειν ὁ σοφώτατος Σολομὼν, ἡδὺν καὶ ἀνάλγητον ὀνομάσας· ὡς εἶναι τὴν ἀσέλγειαν διά‐ θεσιν ψυχῆς μὴ ἔχουσαν ἢ μὴ φέρουσαν ἄλγος | |
40 | ἀθλητικόν· ὥσπερ καὶ ἀκρασία ἐστὶν ἡ μὴ σχοῦσα κράτος κατὰ τῶν ἐνοχλουσῶν ἡδονῶν | |
43 | ΕΡΩΤΗΣΙΣ ΞΗʹ. Τί ἴδιον θυμοῦ, καὶ τί ἴδιον ἀγανακτήσεως εὐλό‐ | |
45 | γου, καὶ πῶς πολλάκις ἀπὸ ἀγανακτήσεως ἀρ‐ χόμενοι, εὑρισκόμεθα θυμούμενοι. | |
48 | ΑΠΟΚΡΙΣΙΣ. | |
Θυμοῦ ἴδιον ὁρμὴ ψυχῆς ἐν μελέτῃ κακώσεως | ||
31.1132 | κατὰ τοῦ παροξύναντος· ἀγανακτήσεως δὲ ἐπιστή‐ μονος ἴδιον σκοπὸς διορθώσεως τοῦ ἡμαρτηκότος ἀπὸ διαθέσεως ἀπαρεσκομένης τῷ γενομένῳ. Τὸ δὲ ἀπὸ καλοῦ ἀρχομένην ψυχὴν ἐκπίπτειν εἰς | |
5 | κακὸν, οὐδὲν παράδοξον· πολλὰ γὰρ ἄν τις εὕροι τοιαῦτα. Διόπερ μνημονεύειν χρὴ τῆς θεοπνεύστου Γραφῆς λεγούσης· Ἐχόμενα τρίβου σκάνδαλα ἔθεντό μοι· καὶ πάλιν· Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ· καὶ | |
10 | φυλάσσεσθαι πανταχοῦ τήν τε ἀμετρίαν καὶ τὴν ἀκαιρίαν, καὶ τὴν ἀταξίαν. Παρὰ γὰρ τὴν αἰτίαν τῶν εἰρημένων ἕκαστον, καὶ τὸ δόξαν εἶναι καλὸν, πολλάκις εἰς κακὸν μετέπεσεν. | |
15 | ΕΡΩΤΗΣΙΣ ΞΘʹ. Τὸν μὴ ἔλαττον ἐσθίοντα τῶν λοιπῶν, μήτε σῶμα ἔχοντα κατεῤῥιμμένον, μήτε ἐμπαθῆ γνωριζόμενον, ἀδυναμίαν δὲ πρὸς τὸ ἔργον ὀδυρόμενον, πῶς δεῖ μετέρχεσθαι. | |
20 | ΑΠΟΚΡΙΣΙΣ. Πᾶσα πρόφασις ἀργίας πρόφασίς ἐστιν ἁμαρ‐ τίας· τὴν γὰρ σπουδὴν μέχρι θανάτου, ὥσπερ καὶ τὴν ὑπομονὴν, ἐπιδείκνυσθαι χρή. Ὅτι δὲ ἡ ὀκνη‐ ρία τῇ πονηρίᾳ συνεζευγμένη κατακρίνει τὸν ὀκνη‐ | |
25 | ρὸν, ἐκ τῶν τοῦ Κυρίου ῥημάτων φανερὸν, εἰπόντος· Δοῦλε πονηρὲ καὶ ὀκνηρέ. ΕΡΩΤΗΣΙΣ Οʹ. Τὸν παραχρώμενον τοῖς ἱματίοις ἢ τοῖς ὑποδή‐ μασι πῶς δεῖ μετέρχεσθαι· ἐγκαλούμενος γὰρ, | |
30 | μικρολογίαν τοῦ ἐγκαλοῦντος καὶ γογγυσμὸν ὑποπτεύει. Εἰ δὲ μετὰ τὴν προσήκουσαν δευτέραν καὶ τρίτην παράκλησιν τοῖς αὐτοῖς ἐπιμένοι, τί χρὴ αὐτῷ ποιεῖν ΑΠΟΚΡΙΣΙΣ. | |
35 | Ἐκβάλλει τὴν παράχρησιν ὁ Ἀπόστολος εἰπών· Ὡς χρώμενοι τῷ κόσμῳ τούτῳ, καὶ μὴ παρα‐ χρώμενοι. Τῆς γὰρ χρήσεως τὸ μέτρον ἡ ἀπαραί‐ τητος ἀνάγκη τῆς χρείας· ἡ δὲ ὑπὲρ τὴν χρείαν ἢ πλεονεξίας, ἢ φιληδονίας, ἢ κενοδοξίας ἔχει τὴν | |
40 | νόσον. Ὁ δὲ ἐπιμένων τῇ ἁμαρτίᾳ ἔχει τὸ κρῖμα τοῦ μὴ μετανοοῦντος. ΕΡΩΤΗΣΙΣ ΟΑʹ. Εἰσί τινες οἱ πρὸ πλείονος τὸ ἡδύτερον τῶν ἐδεσμάτων ἐπιζητοῦντες· ἄλλοι δὲ τὸ πλεῖον | |
45 | μᾶλλον ἢ τὸ ἡδὺ διὰ τὸν κόρον θέλουσιν· πῶς οὖν ἀμφοτέρους πληροφορεῖν χρή. ΑΠΟΚΡΙΣΙΣ. Ἀμφότεροι νοσοῦσιν· ὁ μὲν τὴν φιληδονίαν, ὁ δὲ τὴν πλεονεξίαν. Οὔτε δὲ ὁ φιλήδονος οὔτε ὁ πλεον‐ | |
31.1132(50) | έκτης ἐν οἱῳδήποτε πράγματι ἐκτὸς κατακοί‐ | |
31.1133 | σεώς ἐστιν. Ἀμφοτέρων οὖν εὐσπλάγχνως ἐπιμε‐ ληθῆναι χρὴ πρὸς θεραπείαν τοῦ πάθους. Εἰ δὲ μὴ θεραπεύονται τὴν νόσον, φανερὸν τὸ κρῖμα τῶν μὴ μετανοούντων. | |
6 | ΕΡΩΤΗΣΙΣ ΟΒʹ. Ἐάν τις περὶ τὴν μετάληψιν ἐν ἀδελφότητι ἀσέ‐ μνως ἀναστρέφηται λαβρότερον ἐσθίων ἢ πίνων, εἰ δεῖ αὐτὸν ἐλέγχεσθαι. | |
10 | ΑΠΟΚΡΙΣΙΣ. Ὁ τοιοῦτος οὐ φυλάσσει τὸ παράγγελμα τοῦ Ἀπο‐ στόλου εἰπόντος· Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε· καὶ πάλιν· Πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω | |
15 | καὶ χρῄζει διορθώσεως, πλὴν εἰ μή τις ἀνάγκη τοῦ κόπου ἢ τοῦ τάχους κατεπείγοι· ἀλλὰ καὶ τότε χρὴ τὸ ἀπρόσκοπον ἐσπουδασμένως φυλάττειν. ΕΡΩΤΗΣΙΣ ΟΓʹ Τὸν μὴ ἐν ἐπιθυμίᾳ τῆς τοῦ ἀδελφοῦ διορθώσεως | |
20 | ἐλέγχοντα τὸν ἁμαρτάνοντα, ἀλλ’ ἐν πάθει τῆς ἑαυτοῦ ἐκδικήσεως, πῶς χρὴ διορθοῦσθαι μετὰ πλείονα παράκλησιν τῷ αὐτῷ ἐπιμένοντα πά‐ θει ΑΠΟΚΡΙΣΙΣ. | |
25 | Ὡς φίλαυτος καὶ φίλαρχος γνωριζέσθω ὁ τοιοῦ‐ τος· καὶ ὁ τῆς διορθώσεως τρόπος αὐτῷ κατ’ ἐπι‐ στήμην τῆς θεοσεβείας φανερούσθω. Εἰ δὲ ἐπιμένοι τῇ κακίᾳ, δῆλον τὸ κρῖμα κατὰ τῶν μὴ μετανοούντων. | |
30 | ΕΡΩΤΗΣΙΣ ΟΔʹ. Τοὺς ἐξερχομένους ἐκ τῆς ἀδελφότητος, καὶ βουλομένους μονήρη βίον ζῇν, ἢ μετὰ ὀλίγων τῷ αὐτῷ ἕπεσθαι σκοπῷ τῆς εὐσεβείας, εἰ χρὴ ἀφορίζειν, διδαχθῆναι ἀπὸ τῆς Γραφῆς δεόμεθα. | |
35 | ΑΠΟΚΡΙΣΙΣ. Πολλάκις τοῦ Κυρίου εἰπόντος· Ὁ Υἱὸς ἀφ’ ἑαυ‐ τοῦ ποιεῖ οὐδέν· καὶ ὅτι Καταβέβηκα ἐκ τοῦ οὐ‐ ρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός· καὶ τοῦ Ἀπο‐ | |
40 | στόλου μαρτυροῦντος, Ὅτι ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα δὲ ἀντίκεινται ἀλλήλοις, ἵνα μὴ ἃ ἂν θέλω‐ μεν, ταῦτα ποιῶμεν· πᾶν τὸ κατὰ τὸ ἴδιον θέλημα αἱρετὸν ἀλλότριον θεοσεβούντων. Πληρέστερον | |
45 | δὲ περὶ τῶν τοιούτων ἐν τοῖς κατὰ πλάτος εἰρημένοις ἀπεκρινάμεθα. ΕΡΩΤΗΣΙΣ ΟΕʹ. Εἰ παντὸς ἁμαρτήματος, εἴτε κατὰ νοῦν, εἴτε κατὰ λόγον, εἴτε κατὰ πρᾶξιν, τὸν Σατανᾶν αἴτιον | |
31.1133(50) | λέγειν ἀκόλουθον. ΑΠΟΚΡΙΣΙΣ. | |
Καθόλου οἶμαι, ὅτι αὐτὸς καθ’ ἑαυτὸν ὁ Σατανᾶς | ||
31.1136 | αἴτιος γενέσθαι τινὶ ἁμαρτίας οὐ δύναται· τοῖς δὲ ἐνυπάρχουσι ποτὲ μὲν φυσικοῖς κινήμασι, ποτὲ δὲ καὶ ἀπηγορευμένοις πάθεσι συγχρώμενος, δι’ αὐτῶν καὶ ἐπὶ τὰ οἰκεῖα τῶν παθῶν ἀπάγειν ἐπιχειρεῖ τοὺς | |
5 | μὴ νήφοντας. Συγκέχρηται δὲ τοῖς μὲν φυσικοῖς, ὡς ἐπὶ τοῦ Κυρίου ποιῆσαι ἐπειράθη, ἡνίκα ᾔσθετο αὐ‐ τοῦ πεινάσαντος, εἰπών· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται· πάθεσι δὲ ἀπ‐ ηγορευμένοις, ὡς ἐπὶ τοῦ Ἰούδα, ὃν ἐπειδὴ φιλαργυ‐ | |
10 | ρίαν νοσοῦντα κατέμαθε, τούτῳ συγχρησάμενος τῷ πάθει, καὶ εἰς τὸ τῆς προδοσίας πτῶμα τὸν φιλάργυ‐ ρον διὰ τῶν τριάκοντα ἀργυρίων κατηκόντισεν. Ὅτι δὲ καὶ τὰ κακὰ ἐξ ἡμῶν αὐτῶν ἀναφύεται, δείκνυσι σαφῶς ὁ Κύριος· Ἐκ γὰρ τῆς καρδίας, φησὶν, ἐξέρ‐ | |
15 | χονται οἱ διαλογισμοὶ οἱ πονηροί. Συμβαίνει δὲ τοῦτο τοῖς ἐξ ἀμελείας ἀγεώργητα καταλιποῦσι τὰ φυσικὰ τῶν ἀγαθῶν σπέρματα, ὡς κατὰ τὸ ἐν Παροιμίαις εἰρημένον· Ὥσπερ γεώργιον ἀνὴρ ἄφρων, καὶ ὥσπερ ἀμπελὼν ἄνθρωπος ἐνδεὴς φρε‐ | |
20 | νῶν. Ἐὰν ἀφῇς αὐτὸν, χερσωθήσεται, καὶ χορτο‐ μανήσει ὅλος, καὶ γίνεται ἐκλελειμμένος. Τῇ δὲ ἐκ τῆς τοιαύτης ἀμελείας κεχερσωμένῃ καὶ ἐκλελειμ‐ μένῃ ψυχῇ ἀκόλουθον ἐξ ἀνάγκης τὸ ἀκάνθας καὶ τριβόλους ἀνατέλλειν, καὶ πάσχειν ἐκεῖνο τὸ εἰρημέ‐ | |
25 | νον· Ἔμεινα ἵνα ποιήσῃ σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας. Περὶ ἧς ψυχῆς προείρηται· Καὶ ἐφύτευσα ἄμπελον Σωρὴχ, ὃ ἑρμηνεύεται ἐκλεκτή. Τὸ παραπλήσιον δὲ τούτῳ καὶ παρὰ τῷ Ἱερεμίᾳ εὕροι τις ἂν ἐκ προσώπου τοῦ Θεοῦ λέγοντι· Ἐγὼ | |
30 | ἐφύτευσα ἄμπελον καρποφόρον, πᾶσαν ἀληθινήν· πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία; ΕΡΩΤΗΣΙΣ Οϛʹ. Εἰ χρὴ οἰκονομίᾳ δῆθεν χρησίμου τινὸς ψεύ‐ δεσθαι. | |
35 | ΑΠΟΚΡΙΣΙΣ. Ἡ ἀπόφασις τοῦ Κυρίου τοῦτο οὐ συγχωρεῖ, ἅπαξ εἰπόντος, ὅτι τὸ ψεῦδος ἐκ τοῦ διαβόλου ἐστί· δια‐ φορὰν δὲ ψεύδους οὐδεμίαν ἐμφήναντος. Καὶ ὁ Ἀπό‐ στολος δὲ μαρτυρεῖ γράψας· Κἂν ἀθλῇ τις, οὐ στε‐ | |
40 | φανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. ΕΡΩΤΗΣΙΣ ΟΖʹ. Τί ἐστι δόλος, καὶ τί ἐστι κακοήθεια. ΑΠΟΚΡΙΣΙΣ. Κακοήθεια μέν ἐστιν, ὡς λογίζομαι, αὐτὴ ἡ πρώτη | |
45 | καὶ κεκρυμμένη κακία τοῦ ἤθους· δόλος δὲ τὸ | |
πρὸς ἐπιβουλὴν περίεργον, ὅταν τις, ἀγαθόν τι σχη‐ | ||
31.1137 | ματισάμενος, καὶ τοῦτο, ὥσπερ δέλεαρ, τινὶ προθεὶς, δι’ αὐτοῦ τὰ τῆς ἐπιβουλῆς κατεργάσηται ΕΡΩΤΗΣΙΣ ΟΗʹ. Ἐφευρεταὶ κακῶν τίνες εἰσίν. | |
5 | ΑΠΟΚΡΙΣΙΣ. Οἱ παρὰ τὰ συνήθη τοῖς πολλοῖς καὶ γνώριμα κακὰ ἄλλα τινὰ προσεπινοοῦντες καὶ ἐξευρίσκον‐ τες. ΕΡΩΤΗΣΙΣ ΟΘʹ. | |
10 | Ἐάν τις συνεχῶς ἑαυτοῦ ἐπιλαμβάνηται, ὅτι σκληρῶς προσφέρεται τῷ ἀδελφῷ, πῶς διορ‐ θωθήσεται. ΑΠΟΚΡΙΣΙΣ. ὁ μὲν πρᾶγμα συμβαίνει, ὡς ἐξ αὐτοῦ στο‐ | |
15 | χάζομαι, ἢ ἀπὸ φρονήματος ὑπεροχὴν φανταζομένου, ἢ ἀπὸ λύπης τῆς ἐπὶ ἐλαττώμασι τῶν κατορθοῦν ὀφειλόντων. Τὸ γὰρ ἐξ ἀγαθοῦ τινος ἐλπισθέντος ἐναντίον καὶ λυπηρὸν ἀπαντῆσαν καὶ σφοδρότερόν πως τῆς ψυχῆς καθάπτεται. Ἐπιμελείας δὲ | |
20 | χρεία περισσοτέρας, ἵνα, εἰ μὲν τὸ πρῶτον εἴη, κολά‐ σωμεν τῆς ὑπερηφανίας τὸ πάθος, εἰ δὲ τὸ δεύτερον, πρὸ τῆς ἀγανακτήσεως ἐν παρακλήσει καὶ νουθεσίᾳ τὴν εὐσπλαγχνίαν ἐπιδειξώμεθα. Ἐὰν δὲ ἄρα ὁ τρόπος οὗτος τῆς θεραπείας ἀνενέργητος φανῇ διὰ τὴν τοῦ | |
25 | ὑποκειμένου πάθους κακίαν τότε λοιπὸν καὶ τῇ σφο‐ δρότητι τῆς ἀγανακτήσεως μετὰ συμπαθείας ἐπ’ ὠφελείᾳ καὶ διορθώσει τοῦ ἁμαρτήσαντος εὐκαί‐ ρως καὶ μετὰ λόγου χρησώμεθα. | |
30 | ΕΡΩΤΗΣΙΣ Πʹ. Πόθεν συμβαίνει τὸ ὥσπερ τῇ διανοίᾳ ἐπιλείπειν λογισμοὺς ἀγαθοὺς καὶ μερίμνας ἀρεσκούσας τῷ Θεῷ, καὶ πῶς, ἵνα μὴ τοῦτο πάσχωμεν. ΑΠΟΚΡΙΣΙΣ. | |
35 | Τοῦ Δαβὶδ εἰπόντος, Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας, εὔδηλον, ὅτι τὸ τοιοῦτον ἀπὸ νυστα‐ γμοῦ τῆς ψυχῆς καὶ ἀναισθησίας συμβαίνει. Γρηγο‐ ρούσῃ γὰρ τῇ ψυχῇ καὶ νηφούσῃ οὐχὶ μέριμνα Θεῷ ἀρέσκουσα καὶ λογισμὸς ἀγαθὸς ἐπιλείπει, ἀλλ’ ἑαυ‐ | |
40 | τὴν τούτοις ἐπιλείπουσαν ἐπιβλέπει. Εἰ γὰρ ὁ τοῦ σώματος ὀφθαλμὸς οὔτε ἀρκεῖ πρὸς θεωρίαν καὶ ὀλίγων τινῶν τοῦ Θεοῦ δημιουργημάτων, οὔτε ἅπαξ τι θεασάμενος κόρον ἔσχεν, ἀλλὰ καὶ ἀεὶ τὸ αὐτὸ θεωρῶν, οὐ παύεται ὅμως τοῦ βλέπειν· πόσῳ | |
45 | μᾶλλον ὁ τῆς ψυχῆς ὀφθαλμὸς, ἐὰν ἐγρηγορὼς ᾖ καὶ νήφων, οὐκ ἐξαρκεῖ πρὸς θεωρίαν τῶν τοῦ Θεοῦ θαυ‐ μασίων καὶ κριμάτων; Τὰ κρίματα γάρ σου, φησὶν, ἄβυσσος πολλή· καὶ ἀλλαχοῦ· Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη. οὐ μὴ δύνω‐ | |
31.1137(50) | μαι πρὸς αὐτήν· καὶ πολλὰ τοιαῦτα. Εἰ δὲ ἐπιλεί‐ | |
31.1140 | πει τῇ ψυχῇ λογισμὸς ἀγαθὸς, δηλονότι ἔτι ἐπι‐ λείπει αὐτῇ φωτισμός· οὐ παρὰ τὸ ἐπιλείπειν τὸ φωτίζον, ἀλλὰ παρὰ τὸ νυστάζειν τὸ φωτισθῆναι ὀφεῖλον. | |
5 | ΕΡΩΤΗΣΙΣ ΠΑʹ. Εἰ χρὴ ἴσως ἐπιτιμᾷν τοῖς εὐλαβέσι καὶ τοῖς ἀδιαφόροις, ὅταν ἐν τῷ αὐτῷ ἁμαρτήματι εὑρίσκωνται ἀμφότεροι. ΑΠΟΚΡΙΣΙΣ | |
10 | Ἐὰν ἀπίδωμεν εἰς τὴν διάθεσιν τοῦ ἁμαρτάνοντος καὶ τὸν τρόπον τοῦ ἁμαρτήματος, γνωσόμεθα καὶ τὸν τρόπον τῆς ἐπιτιμήσεως. Κἂν γὰρ τὸ αὐτὸ ἁμάρτημα εἶναι δοκῇ τό τε τοῦ ἀδιαφόρου καὶ τὸ τοῦ εὐλαβοῦς, ἀλλὰ πολλὴ μεταξὺ αὐτῶν ἡ διαφορά. Ὁ μὲν γὰρ | |
15 | εὐλαβὴς, εὐλαβὴς ὢν ἀγωνιῶν τε ἅμα καὶ ἀγωνιζό‐ μενος περὶ τῆς πρὸς Θεὸν εὐαρεστήσεως, κατὰ περίστασίν τινα καὶ σχεδὸν ὡς οὐκ ἤθελεν ἐσφάλη καὶ ὤλισθεν· ὁ δὲ ἀδιάφορος, οὐδένα λόγον οὐδὲ ἑαυ‐ τοῦ οὐδὲ τοῦ Θεοῦ ποιούμενος, καὶ οὐδεμίαν διαφο‐ | |
20 | ρὰν τοῦ τε ἁμαρτάνειν καὶ τοῦ κατορθοῦν τιθέμενος, ὡς αὐτὸ δηλοῖ τὸ ὄνομα, τὰ πρῶτα καὶ μεγάλα κακὰ νοσεῖ· ἢ καταφρόνησιν Θεοῦ, ἢ ἀπιστίαν τοῦ εἶναι Θεόν. Δύο γὰρ ταῦτα αἴτια τῇ ψυχῇ τοῦ ἁμαρτύνειν γίνεται, ὡς ἡ Γραφὴ μαρτυρεῖ λέγουσα ποτὲ μέν· | |
25 | Φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ· οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ· ποτὲ δέ· Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός· διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύ‐ μασιν. Ὥστε ἢ καταπεφρόνηκε, καὶ διὰ τοῦτο ἁμαρτά‐ | |
30 | νει, ἢ αὐτὸ τὸ εἶναι τὸν Θεὸν ἀρνεῖται, καὶ διὰ τοῦτο ἐν τοῖς ἐπιτηδεύμασι διαφθείρεται, κἂν ὁμολογεῖν δοκῇ. Θεὸν γὰρ, φησὶν, ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Ὧν οὕτως ἐχόντων, καὶ τὸν τρόπον τῆς ἐπιτιμήσεως λογίζομαι εἶναι δεῖν ἐπὶ τῶν τοιούτων | |
35 | διάφορον. Ὁ μὲν γὰρ εὐλαβὴς οἱονεὶ τοπικοῦ τινος χρῄζει τοῦ βοηθήματος, καὶ περὶ αὐτὸ τὸ πρᾶγμα, εἰς ὃ ἐσφάλη, τὴν ἐπιτίμησιν ὑποστῆναι ὀφείλει· ὁ δὲ ἀδιάφορος, ὅλον ὁμοῦ τὸ ψυχῆς καλὸν διαφθείρας, καὶ αὐτὰ τὰ τῶν κακῶν καθολικώτερα νοσῶν, ἢ ὡς | |
40 | καταφρονητὴς, ὥσπερ εἶπον. ἢ ὡς ἄπιστος, καὶ πενθεῖσθαι, καὶ νουθετεῖσθαι, καὶ ἐπιτιμᾶσθαι ὀφεί‐ λει, μέχρις ἂν πληροφορηθῆναι δυνηθῇ, ἢ ὅτι ὁ Θεὸς κριτὴς δίκαιος, καὶ φοβηθῇ, ἢ ὅτι ὅλως ἔστι Θεὸς, καὶ καταπλαγῇ. Κἀκεῖνο δὲ εἰδέναι χρὴ, ὅτι τὰ ἐλατ‐ | |
45 | τώματα τῶν εὐλαβῶν γίνεται πολλάκις καὶ κατ’ οἰ‐ κονομίαν πρὸς τὸ συμφέρον· τοῦ Θεοῦ συγχωροῦντος ἐνίοτε ὀλισθῆσαι εἰς θεραπείαν ἐπάρσεως προ‐ λαβούσης, οἷόν ἐστι τὸ ὑπὸ τοῦ Πέτρου εἰρημένον, | |
καὶ ἐπ’ αὐτοῦ γεγενημένον. | ||
31.1141 | ΕΡΩΤΗΣΙΣ ΠΒʹ. Ἐπειδὴ γέγραπται, «Πρεσβυτέρας ὡς μητέρας,» ἐὰν συμβῇ τὴν πρεσβυτέραν ἁμαρτῆσαι τὸ αὐτὸ τῇ νεωτέρᾳ, εἰ τῷ αὐτῷ ὑπόκειται ἐπι‐ | |
5 | τιμίῳ. ΑΠΟΚΡΙΣΙΣ. Ὁ μὲν Ἀπόστολος πρεσβυτέρας ὡς μητέρας τι‐ μᾷν, ὡς οὐκ ἐπιτιμήσεως ἄξιόν τι ποιούσας, ἐδίδα‐ ξεν· εἰ δὲ συμβαίη ποτὲ τὴν πρεσβυτέραν τὸ αὐτὸ | |
10 | ἁμαρτῆσαι τῇ νεωτέρᾳ, καταμανθάνειν δεῖ πρῶτον μὲν τὰ φυσικὰ, ἵνα οὕτως εἴπω, τῆς ἡλικίας ἐλατ‐ τώματα· καὶ οὕτω τὸ προσῆκον ἑκατέρᾳ τῇ ἡλικίᾳ μέτρον τῆς ἐπιτιμήσεως ὁρίζειν. Οἷον φυσικόν ἐστι σχεδὸν τῷ γήρᾳ ὁ ὄκνος, οὐχὶ δὲ καὶ τῇ νεότητι· | |
15 | ὥσπερ ὁ μετεωρισμὸς, καὶ ὁ τάραχος, καὶ ἡ θρα‐ σύτης, καὶ ὅσα τοιαῦτα, τῇ νεότητι, οὐχὶ δὲ καὶ τῷ γήρᾳ· καὶ δοκεῖ βοηθεῖσθαι ὑπὸ τῆς ἐν τῇ νεότητι φυσικῆς θερμότητος. Ὥστε τὸ αὐτὸ ἁμάρτημα, ὁ ὄκνος, εἰ τύχοι, βαρυτέρων ἐγκλημάτων ἄξιον τῇ | |
20 | νεωτέρᾳ γίνεται, οὐδὲν ὑπὸ παραιτουμένης τῆς ἡλικίας. Καὶ τὸ αὐτὸ ἁμάρτημα, ὁ μετεωρισμὸς, ἢ τὸ θράσος, ἢ ὁ τάραχος μείζονος ἀξίαν καταγνώ‐ σεως τὴν πρεσβυτέραν ποιεῖ, βοηθουμένην καὶ ὑπ’ αὐτῆς τῆς ἡλικίας πρὸς τὸ πρᾶον καὶ ἤρεμον. | |
25 | Πρὸς δὲ τούτοις καὶ τὸν τρόπον τοῦ ἁμαρτήματος χρὴ ἐξετάζειν ἐφ’ ἑκατέρου προσώπου, καὶ οὕ‐ τω τὸν ἁρμόζοντα τρόπον τῆς θεραπείας διὰ τοῦ οἰ‐ κείου ἐπιτιμίου προσάγειν. ΕΡΩΤΗΣΙΣ ΠΓʹ. | |
30 | Ἐάν τις, τὰ πολλὰ κατορθῶν, ἐν ἑνὶ μόνῳ διαπταίῃ, πῶς αὐτὸν παρέλθωμεν. ΑΠΟΚΡΙΣΙΣ. Ὡς τὸν Πέτρον ὁ Κύριος. ΕΡΩΤΗΣΙΣ ΠΔʹ. | |
35 | Ἐάν τις, ἦθος ἔχων θορυβοποιὸν καὶ ταραχῶδες, καὶ ἐπὶ τούτῳ καταγινωσκόμενος, λέγῃ, ὅτι ὁ Θεὸς ἐποίησε τοὺς μὲν καλοὺς, τοὺς δὲ κακοὺς, εἰ καλῶς λέγει. ΛΠΟΚΡΙΣΙΣ. | |
40 | Τοῦτο τὸ φρόνημα πάλαι ὡς αἱρετικὸν κατεγνώ‐ σθη· καὶ γὰρ βλάσφημόν ἐστι καὶ ἀσεβὲς, καὶ πρὸς ἁμαρτίαν εὐόλισθον τὴν ψυχὴν ἀπεργάζεται. Ὥστε ἢ διορθωθήτω, ἢ ἐξαρθήτω ἐκ μέσου, ἵνα μὴ γένηται· Μικρὰ ζύμη ὅλον τὸ φύραμα | |
45 | δολοῖ. | |
31.1144 | ΕΡΩΤΗΣΙΣ ΠΕ. Εἰ χρὴ ἔχειν τι ἴδιον ἐν ἀδελφότητι. ΑΠΟΚΡΙΣΙΣ. Τοῦτο ἐναντίον ἐστὶ τῆς ἐν ταῖς Πράξεσι περὶ τῶν | |
5 | πιστευσάντων μαρτυρίας, ἐν αἷς γέγραπται· Καὶ οὐδείς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι. Ὁ οὖν λέγων ἴδιόν τι εἶναι, ἑαυτὸν ἀλλότριον τῆς τοῦ Θεοῦ Ἐκκλησίας κατέστησε, καὶ τῆς τοῦ Κυρίου ἀγάπης, τοῦ διδάξαντος καὶ λόγῳ καὶ ἔργῳ | |
10 | τὴν ψυχὴν ἑαυτοῦ τιθέναι ὑπὲρ τῶν φίλων, οὐχ ὅτι γε τὰ ἐκτός. ΕΡΩΤΗΣΙΣ Πϛʹ Ἐὰν δὲ λέγῃ τις, ὅτι Οὔτε λαμβάνω παρὰ τῆς ἀδελφότητος, οὔτε δίδωμι, ἀλλὰ τοῖς ἐμοῖς ἀρ‐ | |
15 | κοῦμαι, τί πρὸς τοῦτον παραφυλάξομεν. ΑΠΟΚΡΙΣΙΣ. Εἰ μὴ ἀνέχοιτο τῆς τοῦ Κυρίου διδασκαλίας εἰ‐ πόντος, Ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς, ἀνασχώμεθα τοῦ Ἀποστόλου εἰπόντος· Ἐξ‐ | |
20 | άρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν· ἵνα μὴ γένη‐ ται τὸ, Μικρὰ ζύμη ὅλον φύραμα δολοῖ. ΕΡΩΤΗΣΙΣ ΠΖʹ. Εἰ ἔξεστιν ἑκάστῳ τὸ παλαιὸν ἱμάτιον αὐτοῦ ἢ ὑπόδημα δοῦναι ὅπου θέλει, εἰς ἐντολήν. | |
25 | ΑΠΟΚΡΙΣΙΣ. ὁ διδόναι ἢ λαμβάνειν, εἰ καὶ κατ’ ἐντολὴν, οὐ παντός ἐστιν, ἀλλὰ τοῦ μετὰ δοκιμασίας πεπι‐ στευμένου τὴν οἰκονομίαν. Ὥστε εἴτε παλαιὸν εἴτε καινὸν, οὗτος, κατὰ τὸν ἴδιον ἑκάστου καιρὸν, καὶ | |
30 | δώσει, καὶ ὑποδέξεται. ΕΡΩΤΗΣΙΣ ΠΗʹ Τίς ἡ μέριμνα ἡ βιωτική. ΑΠΟΚΡΙΣΙΣ. Πᾶσα μέριμνα, κἂν μηδὲν ἔχειν δοκῇ τῶν ἀπηγο‐ | |
35 | ρευμένων, μὴ συντελῇ δὲ πρὸς θεοσέβειαν, βιωτική ἐστιν. ΕΡΩΤΗΣΙΣ ΠΘʹ Ἐπειδὴ γέγραπται, «Λύτρον ψυχῆς ἀνδρὸς ὁ ἴδιος πλοῦτος,» ἡμῖν δὲ οὐ προεχώρησε | |
40 | τοῦτο· τί ποιήσομεν. ΑΠΟΚΡΙΣΙΣ. Εἰ μὲν σπουδάσαντες οὐκ ἠδυνήθημεν, μνημονεύ‐ σωμεν τῆς ἀποκρίσεως τοῦ Κυρίου πρὸς τὸν Πέ‐ τρον ἐπὶ τῷ τοιούτῳ ἀγωνιάσαντα καὶ εἰπόντα· | |
45 | Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσα‐ μέν σοι· τί ἄρα ἔσται ἡμῖν; ἀποκρίνεται δὲ αὐτῷ οὕτως· Πᾶς ὅστις ἀφῆκεν οἰκίαν, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα, ἢ | |
τέκνα, ἢ ἀγροὺς, ἕνεκεν ἐμοῦ καὶ τοῦ Εὐαγγε‐ | ||
31.1145 | λίου, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Εἰ δὲ κατὰ ἀμέλειαν τοῦτο οὐκ ἐποιήσαμεν, νῦν τὴν σπουδὴν ἐπιδειξώμεθα. Εἰ δὲ κατὰ ἀμέλειαν τοῦτο οὐκ ἐποιήσαμεν, νῦν τὴν | |
5 | σπουδὴν ἐπιδειξώμεθα. Εἰ μηκέτι ἐστὶ μήτε και‐ ρὸς μήτε δύναμις, παραμυθείσθω ἡμᾶς ὁ Ἀπόστολος λέγων· Οὐ ζητῶ τὰ ὑμῶν, ἀλλ’ ὑμᾶς. ΕΡΩΤΗΣΙΣ ϟʹ. Εἰ ἔξεστι νυκτερινὸν ἱμάτιον ἔχειν, εἴτε τρίχινον | |
10 | ἴτε ἀλλοῖον. ΑΠΟΚΡΙΣΙΣ. Ἡ μὲν τοῦ τριχίνου χρῆσις καιροὺς ἔχει ἰδίους. Οὐ γὰρ χρείας σωματικῆς ἕνεκέν ἐστιν ἡ τούτων χρῆσις, ἀλλὰ κακουχίας καὶ ταπεινώσεως ψυχῆς. | |
15 | Τῆς δὲ τῶν δύο κτήσεως ἀπαγορευθείσης, εἰ δύνα‐ ται ἡ χρῆσις παραληφθῆναι ἄνευ τῆς προειρημένης αἰτίας, ἕκαστος ἑαυτῷ λογιζέσθω. ΕΡΩΤΗΣΙΣ ϟΑʹ Ἐὰν ἀδελφὸς, ἴδιον οὐκ ἔχων οὐδὲν, αἰτηθῇ | |
20 | παρά τινος αὐτὸ ὃ φορεῖ, τί ὀφείλει ποιῆσαι, μάλιστα δὲ ἐὰν γυμνὸς ᾖ ὁ αἰτήσας. ΑΠΟΚΡΙΣΙΣ. Εἴτε γυμνὸς, εἴτε πονηρὸς, καὶ εἴτε κατὰ χρείαν, εἴτε κατὰ πλεονεξίαν αἰτῇ, ἅπαξ ἐῤῥήθη, ὅτι | |
25 | τὸ διδόναι ἢ λαμβάνειν οὐ παντός ἐστιν, ἀλλὰ τοῦ ἐγκεχειρισμένου μετὰ δοκιμασίας τὴν τοιαύτην οἰκο‐ νομίαν. Καὶ φυλασσέσθω τὸ, Ἕκαστος, ἐν ᾧ ἐκλήθη, ἐν τούτῳ μενέτω. ΕΡΩΤΗΣΙΣ ϟΒʹ. | |
30 | Τοῦ Κυρίου προστάσσοντος πωλεῖν τὰ ὑπάρ‐ χοντα, τί διανοούμενον χρὴ τοῦτο ποιεῖν· ὡς αὐτῶν τῶν ὑπαρχόντων φυσικῶς βλαπτόντων, ἢ διὰ τὸν συμβαίνοντα ἐξ αὐτῶν περισπα‐ σμὸν τῇ ψυχῇ. | |
35 | ΑΠΟΚΡΙΣΙΣ. Πρὸς τοῦτο πρῶτον μὲν ἐκεῖνό ἐστιν εἰπεῖν, ὅτι τῶν ὑπαρχόντων ἕκαστον, εἰ ἦν αὐτὸ καθ’ ἑαυτὸ κακὸν, οὐδ’ ἂν ἦν κτίσμα Θεοῦ· Πᾶν γὰρ κτίσμα Θεοῦ, φησὶ, καλὸν, καὶ οὐδὲν ἀπόβλητον· ἔπειτα | |
40 | δὲ, ὅτι ἡ ἐντολὴ τοῦ Κυρίου οὐχὶ ῥίπτειν ὡς κακὰ τὰ ὑπάρχοντα καὶ φεύγειν, ἀλλὰ οἰκονομεῖν ἐπαί‐ δευε. Καὶ κατακρίνεταί τις, οὐχ ὅτι ἔσχεν ὅλως, ἀλλ’ ὅτι κακῶς ἐφρόνησε περὶ αὐτῶν, ἢ ὅτι μὴ κα‐ λῶς ἐχρήσατο αὐτοῖς. Ἡ γὰρ ἀπροσπαθὴς καὶ ὑγιὴς | |
45 | περὶ αὐτὰ διάθεσις, καὶ ἡ κατ’ ἐντολὴν αὐτῶν οἰκο‐ νομία πρός τε πολλὰ καὶ ἀναγκαιότατα ἡμῖν συμ‐ βάλλεται· ποτὲ μὲν πρὸς καθαρισμὸν τῶν οἰκείων ἁμαρτημάτων, διὸ γέγραπται· Πλὴν τὰ ἐνόντα, δότε ἐλεημοσύνην, καὶ ἰδοὺ πάντα καθαρὰ ὑμῖν | |
31.1145(50) | ἐστι· ποτὲ δὲ πρὸς κληρονομίαν βασιλείας οὐ‐ ρανῶν, καὶ κτῆσιν θησαυροῦ ἀνεκλείπτου, κατὰ τὸ | |
ἐν ἄλλῳ τόπῳ εἰρημένον· Μὴ φοβοῦ, τὸ μικρὸν | ||
31.1148 | ποίμνιον, ὅτι ηὐδόκησεν ὁ Πατὴρ ὑμῶν ὁ οὐρά‐ νιος δοῦναι ὑμῖν τὴν βασιλείαν. Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην. Ποιή‐ σατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα, θησαυ‐ | |
5 | ρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς. | |
7 | ΕΡΩΤΗΣΙΣ ϟΓʹ. Τὸν ἅπαξ ἀποκτησάμενον, καὶ ἴδιον μηδὲν ἔχειν ἐπαγγειλάμενον ποίᾳ διανοίᾳ κεχρῆσθαι | |
10 | δεῖ τοῖς πρὸς τὸ ζῇν ἀναγκαίοις, οἷον ἐσθῆτι καὶ τροφῇ. ΑΠΟΚΡΙΣΙΣ. Μνημονεύοντα, κατὰ τὸ γεγραμμένον, ὅτι ὁ Θεός ἐστιν ὁ διδοὺς τροφὴν πάσῃ σαρκί. Πλὴν ἀλλὰ φρον‐ | |
15 | τίδος χρεία, ἵνα ὡς Θεοῦ ἐργάτης ἄξιος ᾖ τῆς τρο‐ φῆς αὐτοῦ, καὶ ταύτης οὐκ ἐν ἰδίᾳ ἐξουσίᾳ κει‐ μένης, ἀλλὰ παρὰ τοῦ ταύτην ἐπιτεταγμένου τὴν φροντίδα οἰκονομουμένης ἔν τε καιρῷ καὶ μέ‐ τρῳ, κατὰ τὸ γεγραμμένον· Διεδίδοτο δὲ ἑκάστῳ, | |
20 | καθότι ἄν τις χρείαν εἶχεν. ΕΡΩΤΗΣΙΣ ϟΔʹ. Ἐάν τις καταλιπὼν φόρους ἀδελφότητι προσέλ‐ θῃ, οἱ δὲ οἰκεῖοι αὐτοῦ ὑπὲρ αὐτοῦ ἀπαιτούμε‐ νοι θλίβωνται, εἰ μὴ φέρει τοῦτο διάκρι‐ | |
25 | σιν καὶ βλάβην ἢ ἐκείνῳ, ἢ τοῖς προσδεξαμέ‐ νοις ΑΠΟΚΡΙΣΙΣ. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς πρὸς τοὺς ἐπ‐ ερωτῶντας, εἰ ἔξεστι δοῦναι κῆνσον Καίσαρι, ἢ | |
30 | οὒ, φησί· Δείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; τῶν δὲ εἰπόντων, ὅτι Καίσαρος, ἀποκρίνεται εἰπών· Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι· καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ· φανεροῦ τοίνυν ἐκ τούτου ὄντος, ὅτι οὗτοι ὑποκεῖσθαι τοῖς τοῦ Καί‐ | |
35 | σαρος ἐπιτάγμασιν ἐδείχθησαν. παρ’ οἷς ἂν εὑ‐ ρίσκηται τὰ τοῦ Καίσαρος· εἰ μέν τι τοιοῦτον τῶν ἐκ τοῦ Καίσαρος καὶ οὗτος ἐπικομιζόμενος εἰς τὴν ἀδελφότητα ἧκεν, ὑπόχρεως ἔστω τοῖς φόροις· εἰ δὲ πάντα προσκαταλιπὼν τοῖς οἰκείοις ἀπῆλθε, | |
40 | μηδεμία διάκρισις ἔστω, μήτε αὐτῷ, μήτε τοῖς ὑπο‐ δεξαμένοις. | |
43 | ΕΡΩΤΗΣΙΣ ϟΕʹ. Εἰ συμφέρει τοῖς ἄρτι προσερχομένοις εὐθὺς τὸ | |
45 | ἀπὸ τῶν Γραφῶν ἐκμανθάνειν. ΑΠΟΚΡΙΣΙΣ. Καὶ τοῦτο τὸ ἐρώτημα ὑπὸ τῶν προειρημένων κατευθυνέσθω. Τὸ γὰρ πρὸς τὴν χρείαν ἕκαστον ἐκ‐ | |
μανθάνειν ἐκ τῆς θεοπνεύστου Γραφῆς ἀκόλουθον καὶ | ||
31.1149 | ἀναγκαῖον, εἴς τε πληροφορίαν τῆς θεοσεβείας, καὶ ὑπὲρ τοῦ μὴ προσεθισθῆναι ἀνθρωπίναις παρα‐ δόσεσιν. ΕΡΩΤΗΣΙΣ ϟϛʹ. | |
5 | Εἰ παντὶ τῷ βουλομένῳ ἐπιτρέπειν δεῖ γράμματα μανθάνειν, ἢ ἀναγνώσμασι προσέχειν. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Ἀποστόλου λέγοντος, Ἵνα μὴ ἃ ἂν θέλητε, ταῦτα ποιῆτε, ἐν παντὶ πράγματι τὸ κατὰ θέλησιν | |
10 | ἰδίαν αἱρετὸν ἐπιτρέπειν τινὶ βλαβερόν ἐστι· πᾶν δὲ τὸ ὑπὸ τῶν προεστώτων ἐγκεκριμένον καταδέχε‐ σθαι χρὴ, κἂν ἀβούλητον ᾖ. Τὸ δὲ ἔγκλημα τῆς ἀπιστίας καὶ τούτῳ ἁρμόζει, τοῦ Κυρίου εἰπόντος· Γίνεσθε ἕτοιμοι· ὅτι, ᾗ ὥρᾳ οὐ δοκεῖτε, ὁ Υἱὸς | |
15 | τοῦ ἀνθρώπου ἔρχεται. Φανερὸς γάρ ἐστι χρόνους ζωῆς ἑαυτῷ ὑπογράφων. | |
18 | ΕΡΩΤΗΣΙΣ ϟΖʹ. Ἐὰν λέγῃ τις, Θέλω παρ’ ὑμῖν ὀλίγον χρό‐ | |
20 | νον ὠφεληθῆναι, εἰ δεῖ αὐτὸν προσδέχεσθαι. ΑΠΟΚΡΙΣΙΣ Τοῦ Κυρίου εἰπόντος, Τὸν ἐρχόμενον πρὸς μὲ οὐ μὴ ἐκβάλω ἔξω, καὶ τοῦ Ἀποστόλου διηγησαμένου· Διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵτινες | |
25 | παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν, ἣν ἔχομεν ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἡμᾶς καταδουλώσωνται· οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ, ἵνα ἡ ἀλήθεια τοῦ Εὐαγγελίου δια‐ μένῃ πρὸς ὑμᾶς, συγχωρεῖν μὲν αὐτῷ τὴν εἴσοδον | |
30 | ἀκόλουθον, καὶ διὰ τὸ ἀμφίβολον τῆς ἐκβάσεως· πολλάκις γὰρ ὠφεληθεὶς ἐκ τοῦ χρόνου, καθ‐ άπαξ τῷ βίῳ εὐαρεστηθήσεται, ὡς πολλάκις γέγονε· καὶ εἰς φανέρωσιν δὲ τῆς ἐν ἡμῖν ἀκριβείας, ἀλλοιο‐ τέρας ἴσως περὶ ἡμῶν τὰς ὑποψίας ἔχοντι. Τὴν | |
35 | δὲ ἀκρίβειαν ἐπιμελεστέραν καὶ ἐπ’ αὐτῷ φυλάσσειν ἀναγκαῖον, ἵνα ἥ τε ἀλήθεια φανερωθῇ, καὶ ἡ ὑπ‐ οψία πάσης ἀδιαφορίας ἀναιρεθῇ. Οὕτω γὰρ ἡμεῖς τε τῷ Θεῷ εὐαρεστήσομεν, κἀκεῖνος ἢ ὠφεληθήσεται, ἢ ἐλεγχθήσεται. | |
40 | ΕΡΩΤΗΣΙΣ ϟΗʹ. Ποταπὸν φρόνημα ὀφείλει ἔχειν ὁ προεστὼς ἐν οἷς ἐπιτάσσει, ἢ διατάσσεται. ΑΠΟΚΡΙΣΙΣ. Πρὸς μὲν τὸν Θεὸν ὡς ὑπηρέτης Χριστοῦ, καὶ οἰ‐ | |
45 | κονόμος μυστηρίων Θεοῦ, φοβούμενος μή τι παρὰ τὸ θέλημα τοῦ Θεοῦ τὸ ἐν ταῖς Γραφαῖς ὁμολογούμε‐ νον ἢ εἴπῃ, ἢ τυπώσῃ, καὶ εὑρεθῇ ψευδόμαρτυς τοῦ Θεοῦ, ἢ ἱερόσυλος, ἐν τῷ ἢ ἐπεισάγειν τι ἀλλότριον | |
τῆς τοῦ Κυρίου διδασκαλίας, ἢ παραλεῖψαί τι τῶν | ||
31.1152 | ἀρεσκόντων Θεῷ· πρὸς δὲ τοὺς ἀδελφοὺς, Ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα εὐδοκῶν μετα‐ δοῦναι ἑκάστῳ πρὸς τὸ ἀρέσκον Θεῷ, καὶ κοινῇ πᾶσι συμφέρον, οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ | |
5 | Θεοῦ, ἀλλὰ καὶ τὴν ἑαυτοῦ ψυχὴν, κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰπόντος· Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλ‐ λήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς. Μείζονα ταύ‐ της ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὑτοῦ | |
10 | θῇ ὑπὲρ τῶν φίλων αὑτοῦ. ΕΡΩΤΗΣΙΣ ϟΘʹ. Ποταπῇ διαθέσει χρὴ ἐπιτιμᾷν τὸν ἐπιτιμῶντα. ΑΠΟΚΡΙΣΙΣ. Πρὸς μὲν τὸν Θεὸν τῇ ὑπὸ τοῦ Δαβὶδ κατωρθω‐ | |
15 | μένῃ, εἰπόντος· Εἶδον ἀσυνετοῦντας, καὶ ἐξ‐ ετηκόμην· ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο· πρὸς δὲ τοὺς ἐπιτιμωμένους, οἵαν ἂν διάθεσιν ἀναλάβοι πατὴρ καὶ ἰατρὸς, μετὰ συμπαθείας καὶ εὐσπλαγ‐ χνίας κατ’ ἐπιστήμην θεραπεύων τὸν ἴδιον υἱόν· καὶ | |
20 | μάλιστα ὅταν λύπη προσῇ, καὶ ἐπίπονος τῆς θεραπείας ὁ τρόπος. ΕΡΩΤΗΣΙΣ Ρʹ. Τοὺς ἔξωθεν ἐρχομένους καὶ προσαιτοῦντας πῶς ἀπολύσομεν· καὶ εἰ ἕκαστος τῶν βουλομένων | |
25 | ὀφείλει ἐπιδοῦναι ἄρτον, ἢ ὅ τι δήποτε, ἢ ἕνα χρὴ καὶ τοῦτο ἐπιτετάχθαι. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου ἀποφηναμένου μὲν, ὅτι οὐκ ἔστι κα‐ λὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς | |
30 | κυναρίοις· ἀποδεξαμένου δὲ τὸ, Καὶ γὰρ τὰ κυνά‐ ρια ἐσθίει ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν· ὁ τὴν μετάδοσιν ἐπιτεταγμένος μετὰ δοκιμασίας τοῦτο ποιείτω. Πᾶς δὲ ὁ παρὰ τὴν γνώμην ἐκείνου τοῦτο ποιῶν ὡς διαφθορεὺς τῆς εὐταξίας ἐπιτι‐ | |
35 | μάσθω, ἕως ἂν μάθῃ φυλάσσειν τὸν ἑαυτοῦ τόπον, τοῦ Ἀποστόλου εἰπόντος· Ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοὶ, ἐν τούτῳ μενέτω. ΕΡΩΤΗΣΙΣ ΡΑʹ. Ὁ ἐγχειριζόμενος οἰκονομίαν τῶν τῷ Κυρίῳ ἀνα‐ | |
40 | τεθέντων εἰ ἀνάγκην ἔχει πληρῶσαι τὸ, «Παντὶ τῷ αἰτοῦντί σε δίδου· καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς. ΑΠΟΚΡΙΣΙΣ. Τὸ, Παντὶ τῷ αἰτοῦντί σε δίδου, καὶ τὸν θέ‐ | |
45 | λοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς, ὥσπερ πειρασμοῦ ἔχει τόπον, ὡς ἡ ἀκολουθία τῶν συνημμένων δείκνυσι· καὶ εἰς πονηρούς ἐστι τὸ | |
προστεταγμένον, οὐ προηγουμένως, ἀλλὰ κατὰ περί‐ | ||
31.1153 | στασιν γίνεσθαι ὀφεῖλον. Προηγούμενον γὰρ πρόσταγμα τοῦ Κυρίου ἐστὶ, τὸ, Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς· καὶ πάλιν· Πω‐ λήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύ‐ | |
5 | νην. Εἰ δὲ τὸ ἄλλοις ἀποταχθὲν εἰς ἄλλους φέρειν οὐκ ἀκίνδυνόν ἐστι, τοῦ Κυρίου λέγοντος, ὅτι Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· καὶ, Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυνα‐ | |
10 | ρίοις· τί καὶ ἀφ’ ἑαυτοῦ τις οὐ κρίνει τὸ δίκαιον; ΕΡΩΤΗΣΙΣ ΡΒʹ. Εἰ χρὴ τὸν ἐξερχόμενον ἀπὸ ἀδελφότητος καθ’ οἱονδήποτε λόγον παρακλήσει κατέχεσθαι, ἢ οὔ· καὶ εἰ χρὴ, ἐπὶ τίσιν. | |
16 | ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου εἰπόντος· Τὸν ἐρχόμενον πρὸς μὲ οὐ μὴ ἐκβαλῶ ἔξω· καὶ πάλιν· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες· καὶ | |
20 | ἀλλαχοῦ· Τίς ἐξ ὑμῶν, ἔχων ἑκατὸν πρόβατα, ἐὰν πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ἀφίησι τὰ ἐνενήκοντα ἐννέα, καὶ πορευθεὶς ζητεῖ τὸ πλανώμενον, ἕως ὅτου εὕρῃ; παντὶ τρόπῳ χρὴ τὸν ἀσθενοῦντα θερα‐ πεύειν, καὶ σπουδάζειν τὸ ἐξηρθρωμένον, ἵνα | |
25 | οὕτως εἴπω, μέλος ἐναρθροῦν. Ἐὰν δὲ ἐπιμένῃ τῇ κακίᾳ οἱᾳδηποτοῦν, ἀφιέναι ὡς ἀλλότριον. Γέγραπται γάρ, ὅτι Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται. Ἄφετε αὐτούς· τυφλοί εἰσιν. | |
31 | ΕΡΩΤΗΣΙΣ ΡΓʹ. Ὅτι μὲν χρὴ τοῖς πρεσβυτέροις ἕως θανάτου ὑπο‐ τάσσεσθαι, τοῦτο ἤδη ἐδιδάχθημεν· ἐπειδὴ δὲ συμβαίνει εἴς τινα καὶ αὐτὸν ὀλισθαίνειν τὸν | |
35 | πρεσβύτερον, εἰ δέοι αὐτὸν ἐλέγχεσθαι, καὶ πῶς, καὶ παρὰ τίνων, διδαχθῆναι δεόμεθα· εἰ δὲ μὴ καταδέχοιτο, τί χρὴ γενέσθαι. ΑΠΟΚΡΙΣΙΣ Περὶ τούτων εἴρηται σαφῶς ἐν τῇ πλατυτέρᾳ ἀπο‐ | |
40 | κρίσει. ΕΡΩΤΗΣΙΣ ΡΔʹ. Πῶς χρὴ τὰς φροντίδας ἐγχειρίζειν τοῖς ἀδελφοῖς· μόνου τοῦ προεστῶτος τὴν δοκιμασίαν ποιου‐ μένου, ἢ καὶ τῶν ἀδελφῶν ψηφιζομένων· | |
45 | ὁμοίως δὲ καὶ ἐν ταῖς ἀδελφαῖς. ΑΠΟΚΡΙΣΙΣ. Εἰ περὶ ὧν φρονεῖ ἕκαστος, ἀνατίθεσθαι ἑτέροις ἐδιδάχθη, πόσῳ μᾶλλον τὰ τοιαῦτα μετὰ δοκιμασίας τῶν εἰς τοῦτο ἐπιτηδείων γίνεσθαι χρή; ὡς Θεοῦ | |
31.1153(50) | οἰκονομίας κατὰ Θεὸν ὀφειλούσης ἐγχειρίζεσθαι | |
τοῖς ἤδη ἀπόδειξιν δεδωκόσι τοῦ δύνασθαι εὐαρέστως | ||
31.1156 | τῷ Κυρίῳ τὸ ἐγχειρισθὲν οἰκονομεῖν. Καὶ καθόλου ἐν παντὶ πράγματι τὸν προεστῶτα μνημονεύειν ἀναγ‐ καῖον τῆς ἁγίας Γραφῆς λεγούσης· Μετὰ βουλῆς πάντα ποίει. | |
5 | ΕΡΩΤΗΣΙΣ ΡΕʹ. Εἰ χρὴ τοὺς εἰσερχομένους εἰς ἀδελφότητα εὐθέως τέχνας διδάσκειν. ΑΠΟΚΡΙΣΙΣ Οἱ προεστῶτες δοκιμάσουσιν. | |
10 | ΕΡΩΤΗΣΙΣ Ρϛʹ. Ποίοις ἐπιτιμίοις κεχρῆσθαι δεῖ ἐν ἀδελφότητι πρὸς τὴν τῶν ἁμαρτανόντων ἐπιστροφήν. ΑΠΟΚΡΙΣΙΣ. Ἐν τῇ τῶν προεστώτων δοκιμασίᾳ γνωριζέσθω | |
15 | ὁ καιρὸς καὶ ὁ τρόπος κατά τε τὴν ἡλικίαν τοῦ σώ‐ ματος καὶ ἕξιν ψυχῆς, καὶ ἁμαρτήματος διαφοράν. ΕΡΩΤΗΣΙΣ ΡΖʹ. Ἐάν τις ἐπιθυμίαν ἔχειν λέγῃ τοῦ συζῇν ἀδελ‐ φότητι, διὰ δὲ τὴν πρὸς τοὺς οἰκείους κατὰ | |
20 | σάρκα θεραπείαν, ἢ καὶ διὰ τελέσματα πολ‐ λάκις ἐμποδίζηται, ἅπαξ ἑαυτὸν ἀποδοῦναι τῷ τοιούτῳ βίῳ, εἰ χρὴ συγχωρεῖν αὐτῷ τὴν πρὸς ἀδελφοὺς εἴσοδον. ΑΠΟΚΡΙΣΙΣ. | |
25 | Τὴν μὲν τοῦ καλοῦ ἐπιθυμίαν ἐγκόπτειν οὐκ ἀκίν‐ δυνον· οὐ μὴν οὐδὲ τῷ εἰσίοντι καιρὸν διδόναι τὰ ἔξωθεν καὶ ἀλλότρια τοῦ κατὰ Θεὸν βίου λογοποιεῖν ἀσφαλές. Εἰ δὲ εἰσιὼν ἑαυτὸν ἀποδίδωσι τοῖς ἔσω‐ θεν μηδὲν τῶν ἔξωθεν ἐπεισφέρων, ἐλπίδα ἔχει | |
30 | χρηστοτέραν | |
32 | ΕΡΩΤΗΣΙΣ ΡΗʹ Εἰ χρὴ τὸν προεστῶτα ἐκτὸς τῆς προεστώσης λαλεῖν ἀδελφῇ τινι τὰ πρὸς οἰκοδομὴν τῆς | |
35 | πίστεως. ΑΠΟΚΡΙΣΙΣ. Ἐν τούτοις οὐ σώζεται τὸ τοῦ Ἀποστόλου παράγ‐ γελμα, εἰπόντος· Πάντα εὐσχημόνως καὶ κατὰ τά‐ ξιν γινέσθω. | |
40 | ΕΡΩΤΗΣΙΣ ΡΘʹ. Εἰ χρὴ τὸν προεστῶτα μετὰ τῆς προεστώσης συνεχῶς διαλέγεσθαι, καὶ μάλιστα ἐάν τινες τῶν ἀδελφῶν ἐπὶ τούτῳ βλάπτωνται. ΑΠΟΚΡΙΣΙΣ. | |
45 | Τοῦ Ἀποστόλου εἰπόντος· Ἵνα τί γὰρ ἡ ἐλευθε‐ ρία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; καλὸν μιμήσασθαι αὐτὸν λέγοντα, ὅτι Οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἵνα μὴ ἐγκοπήν τινα δῶμεν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ· καὶ ὅση δύναμις ἐπὶ τὸ | |
31.1156(50) | σπανιώτερον καὶ εὐαπαλλακτότερον συντέμνειν τὰς | |
συντυχίας. | ||
31.1157 | ΕΡΩΤΗΣΙΣ ΡΙʹ. Εἰ χρὴ, ἐξομολογουμένης ἀδελφῆς τῷ πρεσβυ‐ τέρῳ, καὶ τὴν πρεσβυτέραν παρεῖναι. ΑΠΟΚΡΙΣΙΣ | |
5 | Εὐσχημονέστερον καὶ εὐλαβέστερον μετὰ τῆς πρε‐ σβυτέρας πρὸς τὸν πρεσβύτερον ἡ ἐξαγόρευσις γενήσεται, τὸν δυνάμενον ἐπιστημόνως τὸν τρόπον τῆς μετανοίας καὶ τῆς διορθώσεως ὑποθέσθαι. ΕΡΩΤΗΣΙΣ ΡΙΑʹ. | |
10 | Εἰ, τοῦ πρεσβυτέρου γενέσθαι τι προστάξαντος ἐν ταῖς ἀδελφαῖς παρὰ γνῶσιν τῆς πρεσβυ‐ τέρας, εὐλόγως ἀγανακτεῖ ἡ πρεσβυτέρα. ΑΠΟΚΡΙΣΙΣ. Καὶ σφόδρα. | |
15 | ΕΡΩΤΗΣΙΣ ΡΙΒʹ. Ἐάν τις προσέλθῃ τῷ κατὰ Θεὸν βίῳ, εἰ ἀκόλου‐ θόν ἐστι τὸν προεστῶτα ἄνευ γνώμης τῶν ἀδελφῶν τὸν τοιοῦτον προσδέχεσθαι, ἢ δεῖ καὶ αὐτοῖς πρότερον ἀνατίθεσθαι. | |
20 | ΑΠΟΚΡΙΣΙΣ. Ὁ Κύριος ἐπὶ τοῦ μετανοοῦντος συγκαλεῖσθαι τοὺς φίλους καὶ τοὺς γείτονας διδάσκει. Ὥστε ἀναγκαῖον πολὺ μᾶλλον ἐν γνώσει πάντων τῶν ἀδελφῶν προσ‐ δεχθῆναι τὸν προσερχόμενον, ἵνα καὶ συγχαρῶσιν | |
25 | ἀλλήλοις, καὶ συνεύξωνται. ΕΡΩΤΗΣΙΣ ΡΙΓʹ. Εἰ δύναται ὁ φροντίδα ψυχῶν ἐγκεχειρισμένος φυλάξαι τὸ, «Ἐὰν μὴ στραφῆτε καὶ γένη‐ σθε ὡς τὰ παιδία·» ἐπειδὴ πρὸς πολλὰ | |
30 | καὶ διάφορα πρόσωπα ἔχει. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ σοφωτάτου Σολομῶντος εἰπόντος, Καιρὸς τῷ παντὶ πράγματι, εἰδέναι χρὴ, ὅτι καὶ ταπεινοφρο‐ σύνης, καὶ ἐξουσίας, καὶ ἐλέγχου, καὶ παρακλή‐ | |
35 | σεως, καὶ φειδοῦς, καὶ παῤῥησίας, καὶ χρηστότη‐ τος, καὶ ἀποτομίας, καὶ ἁπαξαπλῶς παντὸς πρά‐ γματος καιρός ἐστιν ἴδιος. Ὥστε ποτὲ μὲν τὰ τῆς ταπεινοφροσύνης δεικνύειν, καὶ μιμεῖσθαι ἐν ταπεινώσει τὰ παιδία, καὶ μάλιστα ὅτε καιρός | |
40 | ἐστι τῶν εἰς ἀλλήλους τιμῶν καὶ καθηκόντων, καὶ τῆς περὶ τὸ σῶμα ὑπηρεσίας ἢ θεραπείας, ὡς ὁ Κύριος ἐδίδαξε· ποτὲ δὲ τῇ ἐξουσίᾳ κεχρῆσθαι, ἣν ἔδωκεν ὁ Κύριος εἰς οἰκοδομὴν, καὶ οὐκ εἰς καθαίρεσιν, ὅταν ἡ χρεία ἐπιζητῇ τὴν παῤῥησίαν. | |
45 | Καὶ, ἐν καιρῷ μὲν παρακλήσεως τὸ χρηστὸν ἐν‐ δείκνυσθαι, ἐν καιρῷ δὲ ἀποτομίας τὸν ζῆλον ἐπι‐ δείκνυσθαι, καὶ ἐφ’ ἑκάστου τῶν ἄλλων | |
ὁμοίως. | ||
31.1160 | ΕΡΩΤΗΣΙΣ ΡΙΔʹ. Τοῦ Κυρίου προστάσσοντος, «Ἐάν τίς σε ἀγγα‐ ρεύσῃ μίλιον ἓν, ὕπαγε μετ’ αὐτοῦ δύο·» καὶ τοῦ Ἀποστόλου διδάσκοντος, ὑποτάσσεσθαι | |
5 | ἀλλήλοις ἐν φόβῳ Χριστοῦ, εἰ δεῖ παντὶ καὶ ὅ τι δήποτε ἐπιτάσσοντι ὑπακούειν. ΑΠΟΚΡΙΣΙΣ. Γῶν μὲν ἐπιτασσόντων ἡ διαφορὰ οὐδὲν ὀφείλει παραβλάπτειν τὴν ὑπακοὴν τῶν ἐπιτασσομένων· | |
10 | οὔτε γὰρ Μωσῆς παρήκουσε τοῦ Ἰοθὸρ ἀγαθὰ συμ‐ βουλεύσαντος· τῶν δὲ ἐπιτεταγμένων διαφορᾶς οὐκ ὀλίγης οὔσης (τὰ μὲν γὰρ ἐναντίως ἔχει πρὸς τὴν ἐντολὴν τοῦ Κυρίου, ἤτοι παραφθείροντα αὐτὴν, ἢ μολύνοντα πολλαχῶς ἐπιμιξίᾳ τοῦ κε‐ | |
15 | κωλυμένου· τὰ δὲ συνεμπίπτει τῇ ἐντολῇ· τὰ δὲ, κἂν μὴ συνεμπίπτῃ κατὰ τὸ προφανὲς, ἀλλὰ συμβάλλεται, καὶ οἱονεὶ βοήθειά τίς ἐστι τῆς ἐν‐ τολῆς), ἀναγκαῖον μεμνῆσθαι τοῦ Ἀποστόλου εἰπόντος· Προφητείας μὴ ἐξουθενεῖτε· πάντα | |
20 | δὲ δοκιμάζοντες, τὸ καλὸν κατέχετε· ἀπὸ παν‐ τὸς εἴδους πονηροῦ ἀπέχεσθε· καὶ πάλιν· Λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαι‐ ρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχ‐ μαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ | |
25 | Χριστοῦ. Ὥστε ἂν μέν τι συνεμπῖπτον τῇ ἐν‐ τολῇ τοῦ Κυρίου, ἢ συμβαλλόμενον ἐπιταχθῶμεν, ὡς τοῦ Θεοῦ θέλημα σπουδαιότερον καὶ ἐπιμελέ‐ στερον καταδέχεσθαι χρὴ, πληροῦντας τὸ εἰρη‐ μένον· Ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ Χριστοῦ· | |
30 | ὅταν δέ τι ἐναντίον τῇ τοῦ Κυρίου ἐντολῇ, παρα‐ φθεῖρον ἢ μολῦνον αὐτὴν ἐπιταχθῶμεν παρά τινος, καιρὸς εἰπεῖν τότε· Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις· μνημονεύοντας τοῦ Κυρίου λέγον‐ τος· Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, | |
35 | ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν· καὶ τοῦ Ἀποστόλου τολ‐ μήσαντος ὑπὲρ τῆς ἡμετέρας ἀσφαλείας καὶ αὐ‐ τῶν καθάψασθαι τῶν ἀγγέλων δι’ ὧν φησι· Κἂν ἡμεῖς αὐτοὶ, ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζη‐ | |
40 | ται ὑμῖν, παρ’ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. Ἐξ ὧν παιδευόμεθα, ὅτι, κἂν πολὺ γνή‐ σιός τις ᾖ, κἂν ὑπερβαλλόντως ἔνδοξος ὁ κω‐ λύων τὸ ὑπὸ τοῦ Κυρίου προστεταγμένον, ἢ προ‐ τρέπων ποιεῖν τὸ ὑπ’ αὐτοῦ κεκωλυμένον, φευκτὸς | |
45 | ἢ καὶ βδελυκτὸς ὀφείλει εἶναι ἑκάστῳ τῶν ἀγα‐ | |
πώντων τὸν Κύριον. | ||
31.1161 | ΕΡΩΤΗΣΙΣ ΡΙΕʹ. Πῶς ὑπακούειν ἀλλήλοις χρή. ΑΠΟΚΡΙΣΙΣ Ὡς δούλους δεσπόταις, κατὰ τὸ ὑπὸ τοῦ Κυ‐ | |
5 | ρίου προστεταγμένον, ὅτι Ὁ θέλων ἐν ὑμῖν εἶ‐ ναι μέγας ἔστω πάντων ἔσχατος, καὶ πάντων δοῦλος. Οἷς ἐπιφέρει δυσωπητικώτερον· Ὥσπερ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι· καὶ κατὰ τὸ ὑπὸ τοῦ Ἀπο‐ | |
10 | στόλου εἰρημένον· Διὰ τῆς ἀγάπης τοῦ Πνεύ‐ ματος δουλεύετε ἀλλήλοις. ΕΡΩΤΗΣΙΣ ΡΙϛʹ. Μέχρι πόσου ὑπακούειν δεῖ ἐν τῷ κανόνι τῆς πρὸς Θεὸν εὐαρεστήσεως. | |
15 | ΑΠΟΚΡΙΣΙΣ. Ὁ Ἀπόστολος ἔδειξε, προθεὶς ἡμῖν τὴν τοῦ Κυ‐ ρίου ὑπακοήν, ὃς Ἐγένετο ὑπήκοος μέχρι θανά‐ του, θανάτου δὲ σταυροῦ· καὶ προειπών· Τοῦτο φρονείσθω ἐν ὑμῖν. ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ. | |
21 | ΕΡΩΤΗΣΙΣ ΡΙΖʹ. Ὁ μὴ πληροφορούμενος ἐν τοῖς καθ’ ἡμέραν πρὸς τὴν προκειμένην ἐντολὴν ἐπιτάγμασι, τέχνην δὲ μαθεῖν ἐπιζητῶν, ποῖον πάθος νοσεῖ, | |
25 | καὶ εἰ χρὴ αὐτοῦ ἀνέχεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Ὁ τοιοῦτος καὶ αὐθάδης, καὶ αὐτάρεσκός ἐστι, καὶ ἄπιστος· ὅτι οὐκ ἐφοβήθη τὸ κρῖμα τοῦ Κυρίου εἰπόντος· Γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε, | |
30 | ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. Εἰ γὰρ καθ’ ἡμέ‐ ραν καὶ καθ’ ὥραν προσδοκᾷ τις τὸν Κύριον, ἀγωνιᾷ πῶς τὴν σήμερον ἀργὸς μὴ παρέλθῃ, καὶ πλέον οὐδὲν περιεργάζεται. Εἰ δὲ ἐπιταχθείη μα‐ θεῖν τέχνην, ἐν τῇ ὑπακοῇ ἐχέτω τὸ κέρδος τῆς | |
35 | πρὸς Θεὸν εὐαρεστήσεως, καὶ μὴ ἐν τῇ ὑπερθέ‐ σει τὸ κρῖμα. ΕΡΩΤΗΣΙΣ ΡΙΗʹ. Ὁ σπουδαῖος εἰς τὴν ἐντολὴν, καὶ ἐργαζόμενος οὐχ ὃ ἐπιτάσσεται, ἀλλ’ ὃ αὐτὸς θέλει, ποῖον | |
40 | μισθὸν ἔχει. ΑΠΟΚΡΙΣΙΣ. Αὐταρεσκείας. Τοῦ δὲ Ἀποστόλου λέγοντος· Ἕκα‐ στος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν, πρὸς οἰκοδομὴν, καὶ περισσοτέρως δυσ‐ | |
45 | ωποῦντος ἐν τῷ ἐπενεγκεῖν, Καὶ γὰρ αὐτὸς ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσε, γνωρίζειν ὀφείλει τὸν ἑαυτοῦ κίνδυνον ὁ αὐτάρεσκος· ἐλέγχεται δὲ ὁ αὐτὸς καὶ ἀνυπότακτος. ΕΡΩΤΗΣΙΣ ΡΙΘʹ. | |
31.1161(50) | Εἰ ἔξεστιν ἑκάστῳ παραιτεῖσθαι τὸ ἐγχειρισθὲν ἔργον, καὶ ἄλλο ἐπιζητεῖν. ΑΠΟΚΡΙΣΙΣ. | |
Τῆς ὑπακοῆς, καθὼς προείρηται. μέχρι θανά‐ | ||
31.1164 | του ἐχούσης τὸ μέτρον, ὁ τὸ ἐγχειρισθὲν παραι‐ τούμενος, καὶ ἄλλο ἐπιζητῶν, πρῶτον μὲν τὴν ὑπακοὴν διαφθείρει, καὶ φανερός ἐστι μὴ ἀρνησά‐ μενος ἑαυτόν· ἔπειτα καὶ ἑτέρων κακῶν πλειόνων | |
5 | ἑαυτῷ τε καὶ τοῖς λοιποῖς αἴτιος γίνεται. Καὶ γὰρ θύραν ἀντιλογίας τοῖς πολλοῖς ἀνοίγει, καὶ ἑαυτὸν πρὸς ταύτην ἐθίζει. Καὶ ἐπεὶ μὴ δύναται ἕκαστος δοκιμάζειν τὸ συμφέρον, ἐκλέγεται πολλά‐ κις τὸ βλαβερὸν ἑαυτῷ ἔργον. Καὶ ὑπονοίας δὲ πο‐ | |
10 | νηρὰς ἐμποιεῖ τοῖς ἀδελφοῖς, ὡς προπεπονθὼς ᾖ τῷ ἔργῳ ὅπερ ἐπιζητεῖ, ἢ οἷς συνεργάζεσθαι ἀνάγκη. Ὥστε καθόλου τὸ μὴ ὑπακούειν πολλῶν καὶ μεγά‐ λων κακῶν ἐστι ῥίζα. Εἰ δέ τινα λόγον ἔχειν νο‐ μίζει τῆς παραιτήσεως τοῦ ἔργου, φανερούτω τοῦ‐ | |
15 | τον τοῖς προεστῶσι, καὶ καταλιμπανέτω τῇ ἐκείνων δοκιμασίᾳ. ΕΡΩΤΗΣΙΣ ΡΚʹ. Εἰ δεῖ ἀπιέναι που χωρὶς ὑπομνήσεως τοῦ προ‐ εστῶτος. | |
20 | ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου λέγοντος· Οὐδὲ γὰρ ἀπ’ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ’ ἐκεῖνός με ἀπέστειλε· πόσῳ μᾶλ‐ λον ἕκαστος ἡμῶν ἑαυτῷ ἐπιτρέπειν οὐκ ὀφείλει; Ὁ γὰρ ἑαυτῷ ἐπιτρέπων δῆλός ἐστιν ὑψηλοφροσύ‐ | |
25 | νην νοσῶν, καὶ ὑποκείμενος τῷ κρίματι τοῦ Κυρίου εἰπόντος· Τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ Θεοῦ. Καὶ καθόλου τὸ ἑαυτῷ ἐπιτρέ‐ πειν ὑπαίτιον. ΕΡΩΤΗΣΙΣ ΡΚΑʹ. | |
30 | Εἰ ἔξεστι παραιτεῖσθαι τὰ βαρύτερα τῶν ἔργων. ΑΠΟΚΡΙΣΙΣ. Ὁ γνήσιος ἐν τῇ πρὸς Θεὸν ἀγάπῃ, καὶ βέβαιος ἐν πληροφορίᾳ τῆς παρὰ τοῦ Κυρίου μισθαποδοσίας, | |
35 | οὐ τοῖς γινομένοις ἀρκεῖται, ἀεὶ δὲ προσθήκην ἐπι‐ ζητεῖ, καὶ τοῦ πλείονος ὀρέγεται. Κἂν ὑπὲρ δύνα‐ μιν δόξῃ ποιεῖν τι, οὐκ ἀμεριμνεῖ, ὡς πληρώσας τὸ μέτρον· ἀγωνιᾷ δὲ ἀεὶ, ὡς ἀπολιμπανόμενος τοῦ πρὸς ἀξίαν, τοῦ Κυρίου ἀκούων προστάσσοντος, | |
40 | ὅτι Ὅταν ποιήσητε πάντα τὰ διατεταγμένα, τότε λέγετε· Δοῦλοι ἀχρεῖοί ἐσμεν· ὃ ὠφείλομεν ποιῆσαι, πεποιήκαμεν· τοῦ δὲ Ἀποστόλου, ᾧ ὁ κόσμος ἐσταύρωτο, καὶ αὐτὸς τῷ κόσμῳ, μὴ ἐπαι‐ σχυνθέντος εἰπεῖν, ὅτι Ἐγὼ ἐμαυτὸν οὔπω λο‐ | |
45 | γίζομαι κατειληφέναι. Ἓν δὲ, τὰ μὲν ὀπίσω ἐπι‐ λανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμε‐ νος, κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς | |
ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ. Ὃς, | ||
31.1165 | καίτοι ἐξουσίαν ἔχων, τὸ Εὐαγγέλιον καταγγέλλων, ἐκ τοῦ Εὐαγγελίου ζῇν, Ἐν κόπῳ καὶ μόχθῳ, φησὶ, νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι, οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλ’ ἵνα ἑαυτοὺς τύπον δῶμεν | |
5 | ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς. Τίς οὖν οὕτως ἀναί‐ σθητος καὶ ἄπιστος, ὡς ἀρκεσθῆναί ποτε τοῖς ἤδη γενομένοις, ἢ παραιτήσασθαί τι ὡς βαρύτερον, ἢ κοπῶδες; | |
10 | ΕΡΩΤΗΣΙΣ ΡΚΒʹ. Ἐάν τις, ἐπιτιμηθεὶς εὐλογίαν μὴ λαβεῖν, λέγῃ, ὅτι, «Ἐὰν μὴ λάβω εὐλογίαν, οὐκ ἐσθίω·» εἰ δεῖ αὐτοῦ ἀνέχεσθαι. ΑΠΟΚΡΙΣΙΣ. | |
15 | Εἰ μὲν τοσούτου ἐπιτιμίου ἄξιον τὸ πταῖσμα, ὡς καὶ τοῦ φαγεῖν κωλυθῆναι, ὁ ἐπιτιμήσας δοκιμάσει πάντως· εἰ δὲ μόνης τῆς εὐλογίας ἀνάξιός τις ἐκρί‐ θη, συγχωρηθεὶς δὲ φαγεῖν οὐκ ἀνέχεται, ὡς ἀπει‐ θὴς ἐν τούτῳ, καὶ φιλόνεικος κρινέσθω· ἅμα καὶ | |
20 | ἑαυτὸν γνωρίζων καὶ ἐπιγινώσκων, ὅτι οὐχὶ θερα‐ πεύει ἑαυτὸν τοῦτο ἐπιζητῶν, ἀλλὰ ἁμάρτημα ἁμαρτήματι συνάπτει. | |
24 | ΕΡΩΤΗΣΙΣ ΡΚΓʹ. | |
25 | Ἐάν τις λυπῆται μὴ ἐπιτρεπόμενος ποιεῖν, ὃ μὴ δύναται ἐπιτηδείως ποιεῖν, εἰ χρὴ αὐτοῦ ἀνέχεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Περὶ τούτου εἴρηται πολλαχοῦ, ὅτι καθόλου τῷ | |
30 | θελήματι τῷ ἰδίῳ κεχρῆσθαι, ἢ ἐπιτρέπειν, παρὰ τὸν ὑγιῆ ἐστι λόγον· καὶ τῇ δοκιμασίᾳ τῶν πλειόνων μὴ ὑποτάσσεσθαι ἀπειθείας καὶ ἀντιλογίας ἔχει τὸν κίνδυνον. ΕΡΩΤΗΣΙΣ ΡΚΔʹ. | |
35 | Εἰ δεῖ μετὰ αἱρετικῶν ἢ Ἑλλήνων κατὰ συν‐ τυχίαν εὑρεθέντα που, ἢ συνεσθίειν αὐτοῖς, ἢ ἀσπάζεσθαι αὐτούς. ΑΠΟΚΡΙΣΙΣ. Τὸν μὲν ἀσπασμὸν τοῦτον δηλονότι τὸν κοινὸν | |
40 | ἐπ’ οὐδενὸς ὁ Κύριος ἀπηγόρευσεν, εἰπών· Ἐὰν ἀσπάσησθε τοὺς φίλους ὑμῶν μόνον, τί περισ‐ σὸν ποιεῖτε; Οὐχὶ καὶ οἱ ἐθνικοὶ οὕτω ποιοῦ‐ σιν; περὶ δὲ τοῦ συνεσθίειν ἔχομεν παραγγε‐ λίαν τοῦ Ἀποστόλου, ἐπὶ τίνων χρὴ παραιτεῖσθαι | |
45 | τοῦτο, εἰπόντος· Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις, καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου, ἢ πλεονέκταις, ἢ ἅρπαξιν, ἢ εἰδωλολάτραις· ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. Νῦν δὲ ἔγραψα ὑμῖν μὴ | |
31.1165(50) | συναναμίγνυσθαι. Ἐάν τις ἀδελφὸς ὀνομα‐ | |
ζόμενος, ἢ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολά‐ | ||
31.1168 | τρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρπαξ, τῷ τοι‐ ούτῳ μηδὲ συνεσθίειν. ΕΡΩΤΗΣΙΣ ΡΚΕʹ. Τὸν πιστευόμενον ἔργον, καὶ ποιοῦντά τι χωρὶς | |
5 | ὑπομνήσεως παρὰ τὸ διατεταγμένον, ἢ ὑπὲρ τὸ διατεταγμένον αὐτῷ, εἰ δεῖ ἔχειν τὸ ἔργον. ΑΠΟΚΡΙΣΙΣ. Τὸ μὲν ἑαυτῷ λαμβάνειν καθόλου ἀπαρέσκει Θεῷ· | |
10 | καὶ οὔτε πρέπει, οὔτε συμφέρει τοῖς ἐσπουδακόσι τὸν σύνδεσμον τῆς εἰρήνης φυλάσσειν· εἰ δὲ ἐπι‐ μένοι προπετευόμενος, συμφέρει ἀρθῆναι ἀπ’ αὐ‐ τοῦ τὸ ἔργον. Οὐ γὰρ φυλάσσει τὸ πρόσταγμα τοῦ εἰπόντος· Ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοὶ, ἐν | |
15 | τούτῳ μενέτω· καὶ ἔτι ἐντρεπτικώτερον· Μὴ ὑπερ‐ φρονεῖν, παρ’ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως. ΕΡΩΤΗΣΙΣ ΡΚϛʹ. | |
20 | Πῶς ἄν τις ἡττηθῇ τῆς ἐν βρώμασι φιληδονίας. ΑΠΟΚΡΙΣΙΣ. Κρίνας τὸν λόγον τοῦ συμφέροντος, ὁδηγὸν καὶ διδάσκαλον ἔχειν ἀεὶ τῶν εἰς τὴν χρῆσιν παραλαμβα‐ νομένων, εἴτε ἡδέα εἴτε ἀηδῆ ταῦτα εἴη | |
25 | ΕΡΩΤΗΣΙΣ ΡΚΖʹ. Λέγουσί τινες, ὅτι ἀδύνατόν ἐστι μὴ ὀργισθῆναι ἄνθρωπον. ΑΠΟΚΡΙΣΙΣ. Εἰ δυνατόν ἐστι τῷ στρατιώτῃ ἐν ὄψεσι βασιλέως | |
30 | ὀργισθῆναι, οὐδὲ οὕτω λόγον ἔχει τὸ λεγόμενον. Εἰ γὰρ ἀνθρώπου ὄψις ἰσοτίμου κατὰ τὴν φύσιν διὰ τὴν ὑπεροχὴν τοῦ ἀξιώματος ἐκώλυσε τὸ πάθος, πόσῳ μᾶλλον, ἐὰν πληροφορηθῇ τις Θεὸν ἔχειν ἐπ‐ όπτην τῶν ἰδίων κινημάτων; Πολὺ γὰρ πλέον ὁ | |
35 | Θεὸς, ὁ ἐτάζων καρδίας καὶ νεφροὺς, βλέπει τὰ κι‐ νήματα τῆς ψυχῆς, ἢ ἄνθρωπος τὰ εἰς πρόσωπον. | |
38 | ΕΡΩΤΗΣΙΣ ΡΚΗʹ. Τῷ θέλοντι ἐγκρατεύεσθαι ὑπὲρ δύναμιν, ὥστε καὶ | |
40 | εἰς τὴν προκειμένην ἐντολὴν ἐμποδίζεσθαι, εἰ δεῖ συγχωρεῖν. ΑΠΟΚΡΙΣΙΣ. Τὸ ἐρώτημα οὐ κυρίως φαίνεταί μοι πεποιημέ‐ νον. Ἡ γὰρ ἐγκράτεια οὐκ ἐν ἀποχῇ ἀλόγων βρω‐ | |
45 | μάτων ἐστὶν, ἐν ᾗ συμβαίνει ἡ ὑπὸ τοῦ Ἀπο‐ στόλου κατηγορουμένη ἀφειδία σώματος, ἀλλ’ ἐν τελείᾳ ἀναχωρήσει τῶν ἰδίων θελημάτων. Ὅσον δὲ ἔχει κίνδυνον διὰ τὸ ἴδιον θέλημα τῆς ἐντολῆς τοῦ Κυρίου ἐκπεσεῖν, δῆλον ἐκ τῶν ὑπὸ τοῦ Ἀπο‐ | |
31.1168(50) | στόλου εἰρημένων, εἰπόντος· Ποιοῦντες τὰ θελή‐ ματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν | |
τέκνα φύσει ὀργῆς. | ||
31.1169 | ΕΡΩΤΗΣΙΣ ΡΚΘʹ. Ὁ πολλὰ νηστεύων, ἐν δὲ τῇ μεταλήψει μὴ δυ‐ νάμενος ἀνέχεσθαι τοῦ βρώματος τοῦ κοι‐ νοῦ, τί μᾶλλον ἑλέσθαι ὀφείλει, νηστεύειν | |
5 | μετὰ τῶν ἀδελφῶν, καὶ ἐσθίειν μετ’ αὐτῶν, ἢ, διὰ τὸ ἀμέτρως νηστεύειν, ἄλλων βρωμά‐ των ἔχειν χρείαν ἐν τῇ μεταλήψει. ΑΠΟΚΡΙΣΙΣ. Νηστείας καιρὸς, οὐ τὸ θέλημα ἑκάστου, ἀλλ’ ἡ | |
10 | χρεία τῶν εἰς θεοσέβειαν ἡκόντων· καθὼς καὶ αἱ Πράξεις τῶν ἀποστόλων ἱστοροῦσι, καὶ παρὰ τοῦ ἐκλεκτοῦ Δαβὶδ μανθάνομεν. Ἐὰν οὖν τις κατὰ λόγον τοιοῦτον νηστεύῃ, καὶ τοῦ δύνα‐ σθαι πάντως καταξιοῦται. Πιστὸς γὰρ ὁ ἐπαγγει‐ | |
15 | λάμενος. ΕΡΩΤΗΣΙΣ ΡΛʹ. Πῶς χρὴ νηστεύειν, ὅταν χρεία γένηται νηστείας πρός τι τῶν εἰς θεοσέβειαν ἐπιζητουμένων· ὡς ἀναγκαζόμενον, ἢ μετὰ προθυμίας. | |
21 | ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου λέγοντος, Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, πᾶν τὸ συντελοῦν εἰς θεοσέβειαν, μὴ μετ’ ἐπιθυμίας καὶ σπουδῆς γινό‐ | |
25 | μενον, ἐπικίνδυνον. Ὥστε τὸν μὲν νηστεύοντα μὴ προθύμως τοῦτο ποιεῖν οὐκ ἀκίνδυνον· τὸ δὲ νηστεύειν ἐν καιρῷ χρείας τοιαύτης ἀναγκαῖον, τοῦ Ἀποστόλου μετὰ τῶν ἄλλων αὐτοῦ κατορθωμάτων καὶ τοῦτο πρὸς διδασκαλίαν ἡμετέραν διηγησαμένου | |
30 | τὸ, Ἐν νηστείαις πολλάκις. ΕΡΩΤΗΣΙΣ ΡΛΑʹ. Ὁ μὴ μεταλαμβάνων ὅθεν οἱ ἀδελφοὶ ἐσθίουσιν, ἀλλ’ ἕτερον ἐπιζητῶν, εἰ καλῶς ποιεῖ. ΑΠΟΚΡΙΣΙΣ. | |
35 | Καθόλου τὸ ἐπιζητεῖν βρῶμα παρ’ ἐντολήν ἐστι, τοῦ Κυρίου εἰπόντος· Μὴ ζητεῖτε τί φάγητε, καὶ τί πίητε· καὶ μὴ μετεωρίζεσθε· καὶ κατα‐ πληκτικώτερον ἐπενεγκόντος· Ταῦτα γὰρ πάντα τὰ ἔθνη ἐπιζητεῖ. Τοῦ δὲ ἐπιτεταγμένου ἐστὶ πληροῦν | |
40 | ἐπιμελῶς τὸ, Διεδίδοτο δὲ ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχεν. | |
43 | ΕΡΩΤΗΣΙΣ ΡΛΒʹ. Ὁ λέγων, ὅτι βλάπτει με τοῦτο, καὶ λυπούμε‐ | |
45 | νος, ἐὰν ἄλλο μὴ δοθῇ αὐτῷ, τί ἐστιν. ΑΠΟΚΡΙΣΙΣ. Φαίνεται, ὅτι οὐκ ἐπληροφορήθη τὴν ἐλπίδα Λα‐ ζάρου, οὔτε ἐγνώρισε τὴν ἀγάπην τοῦ πεπιστευμέ‐ νου τὴν πάντων καὶ αὐτοῦ ἐπιμέλειαν. Καθόλου δὲ | |
31.1169(50) | οὔτε περὶ τοῦ βλάπτοντος ἢ ὠφελοῦντος ἑαυτῷ ἐπι‐ | |
31.1172 | τρέπειν τὴν δοκιμασίαν ἕκαστος ὀφείλει· ἀλλὰ τῷ ἐπιτεταγμένῳ δοκιμάζειν τὸ ἑκάστῳ χρειῶδες, προ‐ ηγουμένως τὸ ὄφελος τῆς ψυχῆς ἐπιζητοῦντι, καὶ οὕτω δευτέρῳ λόγῳ τὰ πρὸς τὴν χρείαν τοῦ σώμα‐ | |
5 | τος οἰκονομοῦντι πρὸς τὸ θέλημα τοῦ Θεοῦ. | |
7 | ΕΡΩΤΗΣΙΣ ΡΛΓʹ. Ἐὰν δὲ καὶ γογγύσῃ διὰ βρῶμα. ΑΠΟΚΡΙΣΙΣ. | |
10 | Τὸ κρῖμα τῶν ἐν τῇ ἐρήμῳ γογγυσάντων ἔχει. Λέγει γὰρ ὁ Ἀπόστολος· Μηδὲ γογγύζετε, καθώς τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. ΕΡΩΤΗΣΙΣ ΡΛΔʹ. | |
15 | Ἐάν τις ὀργισθεὶς παραιτῆται λαβεῖν τι τῶν πρὸς τὴν χρείαν. ΑΠΟΚΡΙΣΙΣ. Ὁ τοιοῦτος ἄξιός ἐστι, κἂν ζητῇ, μὴ λαβεῖν, ἕως ἐὰν δοκιμάσῃ ὁ προεστὼς, ὅτι ἐθεραπεύθη τὸ πάθος, | |
20 | μᾶλλον δὲ τὰ πάθη. ΕΡΩΤΗΣΙΣ ΡΛΕʹ. Εἰ χρὴ τὸν κάμνοντα αὐτὸν ἐπιζητῆσαι πλέον τι τῆς συνηθείας. ΑΠΟΚΡΙΣΙΣ. | |
25 | Εἰ ἕνεκεν τῆς παρὰ τοῦ Θεοῦ μισθαποδοσίας τὸν κάματον ἀναδέχεται, οὐκ ἐντεῦθεν ἐπιζητεῖν ὀφεί‐ λει τὴν παραμυθίαν τοῦ κόπου, ἀλλὰ πρὸς τὴν τοῦ Κυρίου μισθαποδοσίαν ἑαυτὸν καταρτίζειν· εἰδὼς, ὅτι, ὡς τῆς ὑπὲρ τοῦ κόπου ἀμοιβῆς, οὕτω καὶ τῆς | |
30 | παρακλήσεως ὑπὲρ τῆς στενοχωρίας παρὰ τοῦ φιλ‐ ανθρώπου Θεοῦ καταξιωθήσεται. Ὁ μέντοι ἐπιτε‐ ταγμένος ποιεῖν τὸ, Διεδίδοτο ἑκάστῳ. καθότι ἄν τις χρείαν εἶχεν, ἀναγκαίως ὀφείλει γνωρίζειν ἕκαστον τῶν κοπιώντων, καὶ θεραπεύειν κατὰ τὸ | |
35 | προσῆκον. ΕΡΩΤΗΣΙΣ ΡΛϛʹ. Εἰ ἀναγκαῖον πάντας συνάγεσθαι τῇ ὥρᾳ τοῦ ἀρίστου, καὶ τὸν ἀπολιμπανόμενον, καὶ μετὰ τὸ ἄριστον ἐρχόμενον πῶς παρέλθωμεν. | |
40 | ΑΠΟΚΡΙΣΙΣ. Εἰ μὲν κατὰ ἀνάγκην τοῦ τόπου ἢ τοῦ ἔργου ἀπ‐ ελείφθη, ὡς φυλάσσων τὸ παράγγελμα τοῦ εἰπόντος· Ἕκαστος, ἐν ᾧ ἐκλήθη, ἀδελφοὶ, ἐν τούτῳ μενέτω· ὁ τῆς κοινῆς εὐταξίας ἔφορος δοκιμάσας | |
45 | συγγνώσεται· εἰ δὲ δυνάμενος συμφθάσαι, οὐκ ἐσπούδασε, γνωρίσας τὸ ἔγκλημα τῆς ἀμελείας, ἄσιτος μεινάτω μέχρι τῆς τετυπωμένης ὥρας ἐν τῇ | |
ἐπιούσῃ. | ||
31.1173 | ΕΡΩΤΗΣΙΣ ΡΛΖʹ. Εἰ καλόν ἐστι τὸ κρῖναι ἐπὶ τοσόνδε, εἰ τύχοι, χρόνον ἀποσχέσθαι τοῦδέ τινος τοῦ βρώματος ἢ τοῦ πόματος. | |
5 | ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου εἰπόντος, Οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με, πᾶσα κρίσις ἰδίου θελήματος ἐπισφαλής. Ὅπερ εἰ‐ δὼς ὁ Δαβὶδ ἔλεγεν· Ὤμοσα, καὶ ἔστησα τοῦ φυ‐ | |
10 | λάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου, οὐ τὰ ἐμὰ θελήματα. ΕΡΩΤΗΣΙΣ ΡΛΗʹ. Εἰ χρὴ ἐπιτρέπεσθαι ἐν ἀδελφότητί τινα πλέον τῶν ἄλλων νηστεύειν ἢ ἀγρυπνεῖν, κατὰ τὸ | |
15 | ἴδιον θέλημα. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου εἰπόντος, ὅτι Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρὸς, πᾶν ὅπερ | |
20 | ἄν τις κατὰ τὸ ἴδιον θέλημα ποιῇ, τοῦτο τοῦ μὲν ποιοῦντός ἐστιν ἴδιον, τῆς δὲ θεοσεβείας ἀλλότριον· καὶ φόβος μήποτε ἀκούσῃ παρὰ τοῦ Θεοῦ περὶ οὗ δοκεῖ ποιεῖν, Πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ. Καὶ τὸ ἐν συγκρίσει δὲ τῶν ἄλλων τὸ | |
25 | πλέον θέλειν, καὶ ἐν αὐτοῖς τοῖς καλοῖς, φιλονεικίας πάθος ἐστὶν ἀπὸ κενοδοξίας συμβαῖνον· ὅπερ ὁ Ἀπό‐ στολος ἀπηγορευμένον δεικνύς φησιν· Οὐ γὰρ τολμῶμεν ἐγκρῖναι ἢ συγκρῖναι ἑαυτούς τισι τῶν ἑαυτοὺς συνιστανόντων. Διόπερ ἀφεμένους τῶν | |
30 | ἰδίων θελημάτων, καὶ τοῦ θέλειν δοκεῖν ὑπὲρ τοὺς λοιποὺς ποιεῖν τι, πείθεσθαι τῷ Ἀποστόλῳ χρὴ παραινοῦντι καὶ λέγοντι· Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Φιλονεικία γὰρ, καὶ κενοδοξία, καὶ αὐταρέσκεια, | |
35 | παντελῶς ἀλλότρια τῶν τὸν καλὸν ἀγῶνα νομίμως ἀγωνιζομένων. Διό φησι ποτὲ μὲν, Μὴ γενώμεθα κενόδοξοι· ποτὲ δὲ, Εἴ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ Ἐκκλησίαι τοῦ Θεοῦ· καὶ ἄλλοτε, Ὀφείλομεν | |
40 | ἡμεῖς μὴ ἑαυτοῖς ἀρέσκειν· οἷς ἐπιφέρει ἐντρεπτι‐ κώτερον· Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν. Εἰ δέ τις οἴεται χρῄζειν τοῦ πλείονος εἴτε ἐν νηστείᾳ, εἴτε ἐν ἀγρυπνίᾳ, εἴτε ἐν ᾡδήποτε ἄλλῳ, ἀποκαλυ‐ πτέτω τοῖς τὴν κοινὴν ἐπιμέλειαν πεπιστευμένοις τὴν | |
45 | ὑπόθεσιν αὐτὴν, δι’ ἣν νομίζει τοῦ πλείονος χρῄζειν· καὶ τὸ παρ’ αὐτῶν δοκιμασθὲν παραφυλαττέτω. Πολ‐ λάκις γὰρ ἑτέρῳ μᾶλλον τρόπῳ τὸ ἱκανὸν τῇ χρείᾳ | |
γενέσθαι δεήσει. | ||
31.1176 | ΕΡΩΤΗΣΙΣ ΡΛΘʹ. Τῆς νηστείας ἐπιτεινομένης, ἀτονώτεροι γινό‐ μεθα εἰς τὸ ἔργον. Τί οὖν χρὴ μᾶλλον· ἐμποδίζειν τῷ ἔργῳ διὰ τὴν νηστείαν, ἢ παρ‐ | |
5 | ορᾷν ἐκείνην διὰ τὸ ἔργον. ΑΠΟΚΡΙΣΙΣ. Καὶ τὴν νηστείαν, καὶ τὸ φαγεῖν μετὰ λόγου τοῦ οἰκείου τῆς θεοσεβείας παραλαμβάνεσθαι χρή· ἵνα, ὅταν μὲν ἐντολὴν Θεοῦ διὰ νηστείας κατορθω‐ | |
10 | θῆναι δέοι, νηστεύσωμεν· ὅταν δὲ πάλιν ἡ ἐντολὴ τοῦ Θεοῦ βρῶσιν ἐπιζητοῖ ἐνδυναμοῦσαν τὸ σῶμα, φάγωμεν, οὐχ ὡς γαστρίμαργοι, ἀλλ’ ὡς ἐργάται Θεοῦ. Φυλάσσειν γὰρ χρὴ τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον· Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖ‐ | |
15 | τε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. ΕΡΩΤΗΣΙΣ ΡΜʹ. Ἐάν τις μὴ ἐγκρατεύηται περὶ τὰ βλαβερὰ τῶν βρωμάτων, μεταλαμβάνων δὲ ἀφειδῶς, κακώ‐ σει περιπέσῃ, εἰ χρὴ αὐτοῦ ἐπιμέλειαν ποιεῖ‐ | |
20 | σθαι. ΑΠΟΚΡΙΣΙΣ. Ἡ μὲν ἀκρασία πρόδηλον ἔχει τὴν κακίαν· καὶ τούτου τοῦ πάθους προηγουμένως φροντίζειν ἀναγ‐ καῖον, ὅπως θεραπευθῇ. Βουληθεὶς γὰρ δεῖξαι ὁ φιλ‐ | |
25 | άνθρωπος Θεὸς, ἡλίκον κακόν ἐστι τὸ μὴ ἐγκρα‐ τεύεσθαι, ἀφῆκε πολλάκις τὴν ψυχὴν καὶ ἐπὶ τῶν τὸ σῶμα βλαπτόντων κεχρῆσθαι τῷ πάθει τῆς ἀκρα‐ σίας, ἐὰν ἄρα δυνηθῇ διὰ τῆς κακώσεως τῆς σωμα‐ τικῆς, ἣν ἐκ τῆς ἀκρασίας ὑπομένει, εἰς αἴσθησιν | |
30 | ἐλθεῖν τῆς ἰδίας βλάβης, καὶ ὁδηγηθῆναι πρὸς τὴν ἐν πᾶσιν ἐγκράτειαν. Τὴν δὲ ἐπιμέλειαν τοῦ σώματος ἐπὶ τῶν ἐξ ἀκρασίας βλαπτομένων ποιεῖσθαι μὲν τάχα εὔλογον καὶ χρηστότητι πρέπον, οὐκ ἀδοκι‐ μάστως δὲ, ἀλλὰ πεφροντικότας, μήπως ἐν τῇ | |
35 | τοῦ σώματος θεραπείᾳ τὴν ψυχὴν ἀθεράπευτον κα‐ ταλίπωμεν. Ὥστε, ἐὰν μὲν ἐπίδῃ τις τὸν τοιοῦ‐ τον ἐκ τῆς τοῦ σώματος θεραπείας παιδευόμενον εὐγνωμόνως, καὶ τῆς ψυχῆς ἐν τοῖς ἰδίοις πά‐ θεσιν ἐπιμελεῖσθαι, προσάγειν αὐτῷ τὴν σωματικὴν | |
40 | ἐπιμέλειαν· ἐὰν δὲ, τὴν τοῦ σώματος θεραπείαν δε‐ χόμενος, ἐλέγχηται τῆς ψυχῆς καταφρονῶν, βέλτιόν ἐστι τὸν τοιοῦτον ἐναφεθῆναι ταῖς ὀδύναις, ἃς ἐκ τῆς ἰδίας ἀκρασίας ὑφίσταται, ἐὰν ἄρα δυνηθῇ τῷ χρόνῳ εἰς συναίσθησιν ἐλθὼν ἑαυτοῦ καὶ τῆς | |
45 | αἰωνίου κολάσεως, φροντίδα ἀναλαβεῖν τῆς κατὰ ψυχὴν ὑγείας. Κρινόμενοι γὰρ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακρι‐ | |
θῶμεν. | ||
31.1177 | ΕΡΩΤΗΣΙΣ ΡΜΑʹ. Εἰ δεῖ ξένους ἐνευρίσκεσθαι τοῖς ἐργαστη‐ ρίοις, ἢ καὶ τῶν ἐνταῦθά τινας καταλιπόντας τὸν ἴδιον τόπον. | |
5 | ΑΠΟΚΡΙΣΙΣ. Παρεκτὸς τοῦ πεπιστευμένου τὴν ἐπίσκεψιν τῶν ἐργαζομένων, ἢ τὴν οἰκονομίαν τῶν ἔργων, ὃς ἂν εὑρεθῇ τοῦτο ποιῶν, ὡς διαλύων τὴν εὐταξίαν τῆς τῶν μελῶν ἁρμονίας, κωλυέσθω καὶ τῆς συγκεχω‐ | |
10 | ρημένης προόδου· καθεζόμενος δὲ ἐν τόπῳ ἑνὶ τῷ δοκιμασθέντι πρὸς παιδείαν ἐπιτηδείῳ, ἀμετεωρίστως καὶ ἐπιπονώτερον τῆς συνηθείας ἀποδιδότω τὸ ἔργον, ἕως ἂν μάθῃ φυλάσσειν τὸ ὑπὸ τοῦ Ἀπο‐ στόλου εἰρημένον· Ἕκαστος ἐν ᾧ ἐκλήθη, ἐν τούτῳ | |
15 | μενέτω. ΕΡΩΤΗΣΙΣ ΡΜΒʹ. Εἰ χρὴ τοὺς τεχνίτας δέχεσθαι παρά τινος ἔργον ἄνευ γνώμης τοῦ ἐπιτεταγμένου τὴν φροντίδα τούτων. | |
20 | ΑΠΟΚΡΙΣΙΣ. Τῷ κρίματι τοῦ κλέπτου, ἢ τοῦ συντρέχοντος τῷ κλέπτῃ ὑποκείσθω ἑκάτερος, ὅ τε διδοὺς καὶ ὁ δεχό‐ μενος. ΕΡΩΤΗΣΙΣ ΡΜΓʹ. | |
25 | Πῶς ὀφείλουσιν ἐπιμελεῖσθαι οἱ ἐργαζόμενοι τῶν πεπιστευμένων αὐτοῖς σκευῶν. ΑΠΟΚΡΙΣΙΣ. Πρῶτον μὲν ὡς Θεῷ ἐπονομασθέντων καὶ ἀνατε‐ θέντων· ἔπειτα ὡς ἄνευ αὐτῶν μὴ δυνάμενοι τὴν | |
30 | ὀφειλομένην ἄοκνον σπουδὴν ἐπιδείξασθαι. ΕΡΩΤΗΣΙΣ ΡΜΔʹ. Ἐὰν δέ τις ἐξ ἀμελείας ἀπολέσῃ τι, ἢ ἐκ κατα‐ φρονήσεως παραχρήσηται. ΑΠΟΚΡΙΣΙΣ. | |
35 | Ὁ μὲν παραχρησάμενος ὡς ἱερόσυλος, ὁ δὲ ἀπολέσας ὡς αἴτιος ἱεροσυλίας κρινέσθω, πάντων τῷ Κυρίῳ ἐπονομασθέντων, καὶ τῷ Θεῷ ἀνακει‐ μένων. ΕΡΩΤΗΣΙΣ ΡΜΕʹ. | |
40 | Ἐὰν δὲ ἀφ’ ἑαυτοῦ χρήσῃ τινὶ ἢ λάβῃ. ΑΠΟΚΡΙΣΙΣ. Ὡς θρασὺς καὶ αὐθάδης κρινέσθω. Ταῦτα γὰρ τοῦ ἐπιτεταγμένου τὴν φροντίδα, καὶ οἰκονομοῦντός ἐστιν ἴδια. | |
45 | ΕΡΩΤΗΣΙΣ ΡΜϛʹ. Ἐὰν δὲ καὶ συνεχούσης χρείας ὁ προεστὼς ἐπι‐ ζητήσῃ παρ’ αὐτοῦ σκεῦος, καὶ ἀντείπῃ. ΑΠΟΚΡΙΣΙΣ. | |
Ὁ ἑαυτὸν καὶ τὰ ἑαυτοῦ μέλη ἀποδεδωκὼς τῇ | ||
31.1180 | ἄλλων χρείᾳ ἐν ἀγάπῃ Χριστοῦ πῶς περὶ τῶν σκευῶν ἀντειπεῖν δυνήσεται τῷ προεστῶτι, ᾧ καὶ τῶν σκευῶν ἡ φροντὶς ἀνῆκεν; ΕΡΩΤΗΣΙΣ ΡΜΖʹ. | |
5 | Ὁ περὶ τὸ ἔργον τοῦ κελλαρίου, ἢ τοῦ μαγει‐ ρείου, ἢ περί τι ἄλλο τοιοῦτον ἀσχολούμενος, ἐὰν μὴ φθάσῃ παρεῖναι τῷ κανόνι τῆς ψαλμῳ‐ δίας καὶ τῆς προσευχῆς, εἰ μηδὲν ζημιοῦται τὴν ψυχήν. | |
10 | ΑΠΟΚΡΙΣΙΣ. Ἕκαστος ἐν τῷ ἑαυτοῦ ἔργῳ φυλάσσει τὸν ἴδιον κανόνα, ὡς μέλος ἐν σώματι· καὶ ζημιοῦται μὲν αὐτὸς ἀμελήσας τοῦ ἐπιτεταγμένου· καὶ τῷ κοινῷ δὲ ἐπιβουλεύων κινδυνεύει περισσοτέρως. Ὥστε κα‐ | |
15 | τὰ μὲν διάνοιαν πληρούτω τὸ γεγραμμένον, ὅτι ᾌδοντες καὶ ψάλλοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Κυρίῳ· εἰ δὲ καὶ σωματικῶς μὴ φθάνει συνδραμεῖν τοῖς λοιποῖς, μηδὲν διακρινέσθω, ποιῶν τὸ εἰρημένον· Ἕκαστος ἐν ᾧ ἐκλήθη, ἐν τούτῳ | |
20 | μενέτω. Χρὴ δὲ ἀσφαλίζεσθαι, μήπως, δυνάμενός τις πληρῶσαι τὸ ἐπιτεταγμένον εὐκαίρως εἰς τύπον καὶ ἄλλων, προφασίσηται τὴν τοῦ ἔργου ἀσχο‐ λίαν εἰς πρόσκομμα τῶν λοιπῶν, καὶ ἐμπέσῃ εἰς τὸ τῶν ἀμελούντων κρῖμα. | |
26 | ΕΡΩΤΗΣΙΣ ΡΜΗʹ. Ποῖον μέτρον ἐξουσίας ἔχει ἐν τῇ οἰκονομίᾳ ὁ πιστευθεὶς τὴν φροντίδα τοῦ κελλαρίου ΑΠΟΚΡΙΣΙΣ. | |
30 | Πρὸς μὲν τὸν πιστεύσαντα τὴν τούτου μετὰ δοκι‐ μασίας διατύπωσιν μεμνημένος αὐτοῦ τοῦ Κυρίου εἰπόντος· Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐ‐ δέν· πρὸς δὲ τοὺς φροντιζομένους τὴν ἑκάστου χρείαν. Γέγραπται γάρ· Διεδίδοτο ἑκάστῳ, καθ‐ | |
35 | ότι ἄν τις χρείαν εἶχεν. Ὁ δὲ αὐτὸς λόγος ἔστω πρὸς πάντας τοὺς ἐγχειριζομένους τὰς τοιαύτας φροντίδας. ΕΡΩΤΗΣΙΣ ΡΜΘʹ. Τί τὸ κρῖμα τοῦ οἰκονομοῦντος, ἐάν τι κατὰ | |
40 | προσωποληψίαν ἢ φιλονεικίαν ποιήσῃ. | |
42 | ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Ἀποστόλου ποτὲ μὲν παραγγέλλοντος μηδὲν ποιεῖν κατὰ πρόσκλισιν, ποτὲ δὲ ἀποφηναμένου, ὅτι | |
45 | Εἴ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ Ἐκκλησίαι τοῦ Θεοῦ· ἀλλότριος τῆς Ἐκκλησίας τοῦ Θεοῦ ὁ τοιοῦτος | |
γνωριζέσθω, ἕως ἂν διορθωθῇ. Δεῖ μέντοιγε μετὰ | ||
31.1181 | πολλῆς περισκέψεως δοκιμάζεσθαι πρὸς τί ἕκαστος ἐπιτηδείως ἔχει, καὶ οὕτως ἐγχειρίζεσθαι ὁτιοῦν ἔρ‐ γον· ἵνα μήτε οἱ ἐγχειρίζοντες τὸ μὴ ἁρμόζον τινὶ κατακριθῶσιν ὡς κακοὶ οἰκονόμοι τῶν τε ψυχῶν | |
5 | καὶ τῶν ἐντολῶν τοῦ Κυρίου, μήτε οἱ ἐγχειρι‐ ζόμενοι πρόφασιν ἁμαρτίας ἐντεῦθεν εὑρίσκειν δόξωσιν. ΕΡΩΤΗΣΙΣ ΡΝʹ. Ἐὰν δὲ ἀμελήσας μὴ δῷ τῷ ἀδελφῷ τὰ πρὸς | |
10 | τὴν χρείαν. ΑΠΟΚΡΙΣΙΣ. Τοῦτο τὸ κρῖμα φανερὸν ἐκ τῶν τοῦ Κυρίου ῥη‐ μάτων, εἰπόντος· Πορεύσεσθε ἀπ’ ἐμοῦ, οἱ κατ‐ ηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον | |
15 | τῷ διαβόλῳ, καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἐπείνασα γὰρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ τὰ ἑξῆς· καὶ ὅτι Ἐπικατάρατος πᾶς ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς. ΕΡΩΤΗΣΙΣ ΡΝΑʹ. | |
20 | Εἰ ἔξεστι τῷ ὑπηρετοῦντι μετὰ φωνῆς μείζονος λαλεῖν. ΑΠΟΚΡΙΣΙΣ. Τῆς φωνῆς τὸ μέτρον ὁρίζει ἡ χρεία τῶν ἀκουόν‐ των. Οὐκοῦν ἐὰν μὲν ἐλάττων ᾖ, ὡς νωθροτέρα ἐγ‐ | |
25 | γύς ἐστι ψιθυρισμοῦ, καὶ καταγνώσεως ἀξία· ἐὰν δὲ ὑπὲρ τὴν χρείαν, δυναμένου τοῦ ἀκούοντος καὶ ἠρέμα λαλοῦντος ἀκοῦσαι, κραυγὴ γίνεται ἡ κατ‐ εγνωσμένη· ἐκτὸς εἰ μή που τὸ νωθρὸν τοῦ ἀκούον‐ τος εἰς ἀνάγκην ἡμᾶς ἀγάγοι τῇ κραυγῇ χρή‐ | |
30 | σασθαι, καὶ ὥσπερ ἐξ ὕπνου τοῦτον διεγεῖραι. Τοῦτο γὰρ καὶ ὁ Κύριος ποιήσας ἱστορεῖται, ὥς φησιν ὁ εὐαγγελιστής· Ἰησοῦς δὲ ἔκραξε, καὶ εἶπεν· Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ’ εἰς τὸν πέμψαντά με. | |
35 | ΕΡΩΤΗΣΙΣ ΡΝΒʹ. Ἐάν τις, τὴν ἐξ ἐφημερίας ὑπηρεσίαν ἐν τῷ μα‐ γειρείῳ πληρῶν, ὑπὲρ δύναμιν κάμῃ, ὡς ἐμποδίζεσθαι αὐτὸν ἐπὶ ἡμέρας εἰς τὸ κατὰ συνήθειαν ἔργον, εἰ δεῖ αὐτῷ ἐπιτάσσειν | |
40 | τὴν τοιαύτην ὑπηρεσίαν. ΑΠΟΚΡΙΣΙΣ. Εἴρηται, ὅτι δεῖ τὸν ἐγκεχειρισμένον τὴν οἰκονο‐ μίαν τῶν ἔργων ἐστοχασμένως τῆς τε ἐπιτηδειότη‐ τος καὶ τῆς δυνάμεως τοῦ ἐργαζομένου τυποῦν τὰ | |
45 | ἐπιτάγματα, μὴ ἀκούσῃ· Ὁ πλάσσων κόπον ἐπὶ πρόσταγμα. Οὐ τὸν μέντοιγε ἐπιτεταγμένον χρὴ ἀντιλέγειν· ἡ γὰρ ὑπακοὴ μέχρι θανάτου ἔχει τὸν ὅρον. ΕΡΩΤΗΣΙΣ ΡΝΓʹ. | |
31.1181(50) | Ἡ τὰ ἔρια πιστευθεῖσα πῶς ὀφείλει αὐτὰ ἔχειν, πῶς προσέχειν ταῖς ἐργαζομέναις. ΑΠΟΚΡΙΣΙΣ. | |
Τὰ μὲν ἔρια ὡς παρακαταθήκην Θεοῦ πιστευ‐ | ||
31.1184 | θεῖσα· ἀφιλονείκως δὲ καὶ ἀπροσωπολήπτως ἑκά‐ στῃ ἀδελφῇ τὸ οἰκεῖον ἔργον τυποῦσα καὶ οἰκονο‐ μοῦσα. ΕΡΩΤΗΣΙΣ ΡΝΔʹ. | |
5 | Ἐὰν συμβῇ ὀλίγους ὄντας ἀδελφοὺς, καὶ πλείο‐ σιν ἀδελφαῖς ἐξυπηρετουμένους, εἰς ἀνάγκην ἐμπίπτειν τοῦ διίστασθαι ἀπ’ ἀλλήλων, διαμεριζομένους πρὸς τὰ ἔργα, εἰ ἀκίνδυνον τὸ τοιοῦτον. | |
10 | ΑΠΟΚΡΙΣΙΣ. Εἰ ἡ φροντὶς ὑπὸ τῆς ἐντολῆς τοῦ Κυρίου μαρτυ‐ ρεῖται, καὶ κατὰ Θεὸν ἐκπονεῖται, ἑκάστῳ μὲν τῶν ἐργαζομένων ἐν τῷ ἰδίῳ ἔργῳ ἡ πρὸς Θεὸν εὐαρέ‐ στησις κατορθοῦται· ἡ δὲ ἑνότης αὐτῶν πρὸς ἀλλή‐ | |
15 | λους, ἐν τῷ εἶναι αὐτοὺς τοὺς πάντας συμψύχους, τὸ ἓν φρονοῦντας, πληροῦντας τὸ ὑπὸ τοῦ Ἀποστό‐ λου εἰρημένον· Εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι. ΕΡΩΤΗΣΙΣ ΡΝΕʹ. | |
20 | Ἐπειδὴ διδασκόμεθα οἱ ὑπηρετοῦντες τοῖς ἐν τῷ ξενοδοχείῳ ἀῤῥώστοις μετὰ τοιαύτης διαθέ‐ σεως ὑπηρετεῖν, ὡς ἀδελφοῖς τοῦ Κυρίου ὑπηρετοῦντες, ἐὰν μὴ ᾖ ὁτοιοῦτος ὑπηρετού‐ μενος, πῶς ὀφείλομεν αὐτῷ προσέχειν. | |
25 | ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου εἰπόντος· Ὃς γὰρ ἂν ποιήσῃ τὸ θέ‐ λημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, οὗτός μου ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ ἐστί· εἰ μὴ ἔστι τις τοιοῦτος, ἁμαρτάνων δὲ ἐλέγχεται ἄξιος ὢν | |
30 | τῆς ἀποφάσεως ἐκείνης, ὅτι Ὁ ποιῶν τὴν ἁμαρ‐ τίαν δοῦλός ἐστι τῆς ἁμαρτίας· πρῶτον μὲν παρα‐ κλήσεως χρῄζει καὶ νουθεσίας παρὰ τοῦ προ‐ εστῶτος. Ἐὰν δὲ ἐπιμένῃ τοῖς αὐτοῖς, φανερόν ἐστιν ἐπ’ αὐτῷ τὸ κρῖμα τοῦ αὐτοῦ Κυρίου ἐπάγοντος, | |
35 | Ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ, καὶ τοῦ Ἀπο‐ στόλου παραγγείλαντος· Ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν. Οὕτω γὰρ τοῖς τε ὑπηρετοῦσι τὸ ἀδιά‐ κριτον καὶ τοῖς συζῶσι πᾶσι τὸ ἀσφαλὲς ὑπάρξει. | |
41 | ΕΡΩΤΗΣΙΣ ΡΝϛʹ. Τὸν πεπιστευμένον φροντίδα ἤτοι κελλαρίου, ἢ ἄλλου τινὸς τοιούτου, εἰ δεῖ πάντοτε ἔχειν τὴν φροντίδα, ἢ καὶ ἐναλλάσσεσθαι. | |
45 | ΑΠΟΚΡΙΣΙΣ. Εἰ τὴν ἐπιστήμην τῆς εὐταξίας, καὶ τὴν ἀκρίβειαν τοῦ κανόνος φυλάσσει, τὸ ἐναλλάσσεσθαι μὲν περισ‐ σὸν, μᾶλλον δὲ δύσκολον καὶ δυσπόριστον· ἔχειν δέ τινα παρακολουθοῦντα ἀναγκαῖον, ὀφείλοντα κατὰ | |
31.1184(50) | μέρος πρὸς τὴν φροντίδα τυποῦσθαι· ἵνα μὴ, ὅταν ἡ χρεία ἐπιζητῇ τὸν διαδεξόμενον, ἐν ἀπορίᾳ τούτου | |
εὑρεθέντες ταρασσώμεθα· πολλάκις δὲ καὶ τὸν οὐκ | ||
31.1185 | ἐπιτηδείως ἔχοντα παράγειν εἰς τὸ ἔργον ἀναγκα‐ ζώμεθα· ὥστε συμβαίνειν ἐξ ἀνάγκης παρὰ τὴν τούτου ἀπειρίαν τήν τε ἀκρίβειαν διαφθείρεσθαι, καὶ τὴν κατὰ λόγον εὐταξίαν διαλύεσθαι. | |
5 | ΕΡΩΤΗΣΙΣ ΡΝΖʹ. Ποταπῇ διαθέσει ὀφείλει τις δουλεύειν τῷ Θεῷ, καὶ ὅλως ἡ διάθεσις αὕτη τί ἐστιν. ΑΠΟΚΡΙΣΙΣ. Διάθεσιν ἀγαθὴν ἡγοῦμαι εἶναι ἐπιθυμίαν τῆς πρὸς | |
10 | Θεὸν εὐαρεστήσεως σφοδρὰν, καὶ ἀκόρεστον, καὶ πεπηγυῖαν, καὶ ἀμετάθετον. Κατορθοῦται δὲ αὕτη ἐν θεωρίᾳ συνετῇ καὶ διηνεκεῖ τῆς μεγαλειότητος τῶν δοξῶν τοῦ Θεοῦ, λογισμοῖς τε εὐγνώμοσι καὶ ἀδιαλείπτῳ μνήμῃ τῶν ὑπαρξάντων ἡμῖν παρὰ Θεοῦ | |
15 | ἀγαθῶν. Ἀφ’ ὧν ἐγγίνεται τῇ ψυχῇ τό· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, κατὰ τὸν εἰπόντα· Ὃν τρόπον ἐπι‐ ποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, | |
20 | οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός. Μετὰ τοιαύτης οὖν διαθέσεως δουλεύειν χρὴ τῷ Θεῷ, πληροῦντα τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ γυμνότης, ἢ | |
25 | κίνδυνος, ἢ μάχαιρα; καὶ τὰ ἑξῆς. ΕΡΩΤΗΣΙΣ ΡΝΗʹ. Ποταπῇ διαθέσει ὀφείλει δέχεσθαι τὸ ἐπιτίμιόν τις. ΑΠΟΚΡΙΣΙΣ. | |
30 | Τῇ πρεπούσῃ υἱῷ ἀῤῥώστῳ καὶ ἀγωνιῶντι περὶ τοῦ ζῇν, παρὰ πατρὸς καὶ ἰατροῦ θεραπευομέ‐ νῳ, κἂν πικρὸς καὶ ἐπώδυνος ᾖ ὁ τρόπος τῆς θερα‐ πείας, ἐν πληροφορίᾳ τῆς τε ἀγάπης καὶ τῆς ἐμ‐ πειρίας τοῦ ἐπιτιμῶντος, καὶ ἐν ἐπιθυμίᾳ τῆς | |
35 | ἰάσεως. ΕΡΩΤΗΣΙΣ ΡΝΘʹ Ὁ λυπούμενος κατὰ τοῦ ἐπιτιμήσαντος αὐτῷ ποταπός ἐστιν. ΑΠΟΚΡΙΣΙΣ. | |
40 | Οὔτε τὸν κίνδυνον τῆς ἁμαρτίας ἐγνώρισε, καὶ μά‐ λιστα τὸν πρὸς Θεὸν, οὔτε τὸ κέρδος τῆς μετανοίας, οὔτε ἐπίστευσε τῷ εἰπόντι· Ὁ δὲ ἀγαπῶν, ἐπιμε‐ λῶς παιδεύει· καὶ ἑαυτὸν ἀλλότριον κατέστησε τῆς ὠφελείας τοῦ εἰπόντος· Παιδεύσει με δίκαιος ἐν | |
45 | ἐλέει, καὶ ἐλέγξει με. Καὶ ἐπιβλαβῶς σύνεστιν ὁ τοιοῦτος τῇ ἀδελφότητι, ἀπασχολῶν τοὺς ἀγωνιζο‐ | |
μένους. | ||
31.1188 | ΕΡΩΤΗΣΙΣ ΡΞʹ. Μετὰ ποίας διαθέσεως ὀφείλομεν ὑπηρετεῖν τοῖς ἀδελφοῖς. ΑΠΟΚΡΙΣΙΣ. | |
5 | Ὡς αὐτῷ τῷ Κυρίῳ προσφέροντες τὴν ὑπηρεσίαν, τῷ εἰπόντι· Ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Συμβάλλεται δὲ πρὸς κατόρθωσιν τῆς τοιαύτης δια‐ θέσεως καὶ τὸ τοιούτους εἶναι τοὺς θεραπευομέ‐ | |
10 | νους. Διὸ ἐπιμελεῖσθαι αὐτῶν χρὴ τοὺς προεστῶτας σπουδαιότερον, ἵνα μὴ ὡς φιλοσώματοι γαστρὶ καὶ ἡδοναῖς δουλεύσωσιν· ἀλλ’ ὡς φιλόθεοι καὶ φιλό‐ χριστοι, δι’ ὑπομονῆς τελείας, γένωνται καύχημα τοῦ Κυρίου, εἰς ὄνειδος τοῦ διαβόλου, ὡς ὁ δίκαιος | |
15 | Ἰώβ. ΕΡΩΤΗΣΙΣ ΡΞΑʹ. Μετὰ ποταπῆς ταπεινώσεως ὀφείλει τις δέχε‐ σθαι τὴν ὑπηρεσίαν παρὰ τοῦ ἀδελφοῦ. ΑΠΟΚΡΙΣΙΣ. | |
20 | Ὡς δοῦλος παρὰ δεσπότου, καὶ οἵαν ἔδειξε Πέτρος ὁ ἀπόστολος, τοῦ Κυρίου ὑπηρετοῦντος· ἐφ’ οὗ καὶ τὸν κίνδυνον τῶν μὴ καταδεχομένων τὴν ὑπηρεσίαν παιδευόμεθα. ΕΡΩΤΗΣΙΣ ΡΞΒʹ. | |
25 | Ποταπὴν ἐν ἀλλήλοις ἔχειν δεῖ τὴν ἀγάπην. ΑΠΟΚΡΙΣΙΣ. Οἵαν ὁ Κύριος ἔδειξε, καὶ ἐδίδαξεν, εἰπών· Ἀγα‐ πᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς. Μεί‐ ζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν | |
30 | ψυχὴν αὑτοῦ θῇ ὑπὲρ τῶν φίλων αὑτοῦ. Εἰ δὲ καὶ τὴν ψυχὴν θεῖναι δεῖ, πόσῳ μᾶλλον τὴν ἐν τοῖς κατὰ μέρος προθυμίαν ἐπιδείκνυσθαι ἀναγκαῖον οὐκ εἰς τὰ ἀνθρώπινα καθήκοντα, ἀλλὰ κατὰ σκοπὸν τῆς πρὸς Θεὸν εὐαρεστήσεως, πρὸς τὸ ἑκάστῳ συμ‐ | |
35 | φέρον; ΕΡΩΤΗΣΙΣ ΡΞΓʹ. Ποίῳ τρόπῳ δυνηθῇ τις κατορθῶσαι τὴν πρὸς τὸν πλησίον ἀγάπην. ΑΠΟΚΡΙΣΙΣ. | |
40 | Πρῶτον μὲν φοβούμενος τὸ κρῖμα τῶν παραβαι‐ νόντων τὴν ἐντολὴν τοῦ Κυρίου αὐτοῦ, εἰπόντος, ὅτι Ὁ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ’ ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ’ αὐτόν· ἔπειτα δὲ ἀν‐ τιποιούμενος ζωῆς αἰωνίου· Ἡ γὰρ ἐντολὴ αὐτοῦ | |
45 | ζωὴ αἰώνιός ἐστι. Πρώτη δὲ καὶ μεγάλη ἐντολή· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς | |
καρδίας σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ | ||
31.1189 | ἐξ ὅλης τῆς ἰσχύος σου· καὶ δευτέρα ὁμοία ταύτῃ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν· καὶ ἐπιθυμῶν ἐξομοιωθῆναι τῷ Κυρίῳ εἰπόντι· Ἐντο‐ λὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους, | |
5 | καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς· ἔτι δὲ καὶ ἀπὸ λογισμῶν τοιούτων, ὅτι, εἰ μὲν εὐεργέτης ἐστὶν ὁ ἀδελφὸς, χρεωστοῦμεν αὐτῷ καὶ κατὰ ἄνθρωπον τὴν ἀγά‐ πην, ἣν καὶ Ἕλληνες φυλάσσουσι, καθὼς ἐν τῷ Εὐαγ‐ γελίῳ ὁ Κύριος δηλοῖ λέγων· Καὶ εἰ ἀγαπᾶτε τοὺς | |
10 | ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσιν· εἰ δὲ κακοποιός· καὶ οὕτως οὐ μόνον διὰ τὴν ἐντο‐ λὴν, ἀλλὰ καὶ ὡς τῶν μειζόνων εὐεργέτην ἀγαπᾷν ὀφείλομεν· εἴ γε πιστεύομεν τῷ Κυρίῳ εἰπόντι· | |
15 | Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώ‐ ξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν, ψευδόμενοι, ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλ‐ λιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρα‐ νοῖς. | |
20 | ΕΡΩΤΗΣΙΣ ΡΞΔʹ. Τί ἐστι τὸ, «Μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε.» | |
23 | ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου ποτὲ μὲν λέγοντος, Μὴ κρίνετε, καὶ | |
25 | οὐ μὴ κριθῆτε, ποτὲ δὲ τὴν δικαίαν κρίσιν κρίνειν προστάσσοντος· οὐχὶ τὸ κρίνειν καθόλου κωλυόμεθα, ἀλλὰ διαφορὰν κρίσεως παιδευόμεθα. Ἐπὶ τίσι δὲ κρίνειν χρὴ, καὶ ἐπὶ τίσι μὴ, σαφῶς παρέδωκεν ἡμῖν ὁ Ἀπόστολος· ἐπὶ μὲν τῶν ἐν ἐξουσίᾳ ἑκάστου | |
30 | κειμένων, καὶ ὑπὸ τῆς Γραφῆς μὴ διεσταλμένων, εἰπών· Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; καὶ πάλιν· Μηκέτι οὖν ἀλλήλους κρίνωμεν· ἐπὶ δὲ τῶν ἀπαρεσκόντων Θεῷ, καταγινώσκων τῶν μὴ κρινόντων, καὶ αὐτὸς τὴν παρ’ ἑαυτοῦ κρίσιν ἐκφέ‐ | |
35 | ρων, δι’ ὧν φησιν· Ἐγὼ μὲν γὰρ ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτω τοῦτο κατεργασάμενον, ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, συν‐ αχθέντων ὑμῶν, καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν | |
40 | τῇ δυνάμει τοῦ Κυρίου Ἰησοῦ, παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ. Ὥστε εἰ μέν τι ἐν ἐξουσίᾳ ἡμετέρᾳ κεῖται, ἢ καὶ ἄδηλον πολλάκις ἐστὶν, οὐ χρὴ κρίνειν ἐπὶ | |
45 | τούτῳ τὸν ἀδελφὸν, κατὰ τὸ ὑπὸ τοῦ Ἀποστόλου περὶ τῶν ἀγνοουμένων εἰρημένον· Ὥστε μὴ πρὸ | |
καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ | ||
31.1192 | φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· τὰ δὲ τοῦ Θεοῦ κρίματα ἐκδικεῖν, ἀπαραίτητος ἀνάγκη, ἵνα μὴ συμπαραπο‐ λαύσῃ τῆς ὀργῆς τοῦ Θεοῦ ὁ ἐφησυχάζων· πλὴν εἰ | |
5 | μή τις, τὰ αὐτὰ ποιῶν τῷ ἐγκαλουμένῳ, ἀπαῤῥη‐ σίαστος εἴη πρὸς τὸ κρίνειν τὸν ἀδελφὸν, ἀκούων τοῦ Κυρίου λέγοντος· Ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου. | |
10 | ΕΡΩΤΗΣΙΣ ΡΞΕʹ. Πῶς γνωρίσει τις, εἰ ζήλῳ Θεοῦ κινεῖται κατὰ τοῦ ἁμαρτάνοντος ἀδελφοῦ, ἢ ὀργίζεται. ΑΠΟΚΡΙΣΙΣ. Ἐὰν κατὰ παντὸς ἁμαρτήματος πάθῃ τὸ γε‐ | |
15 | γραμμένον· Ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι ἐπελά‐ θοντο τῶν λόγων σου οἱ ἐχθροί μου, φανερὸς τοῦ Θεοῦ ὁ ζῆλος. Οἰκονομίας δὲ καὶ ἐνταῦθα ἐπιστημο‐ νικῆς χρεία πρὸς οἰκοδομὴν πίστεως. Ταύτης δὲ τῆς διαθέσεως μὴ προενυπαρξάσης τῇ ψυχῇ, καὶ κινη‐ | |
20 | σάσης αὐτὴν, τὸ μὲν κίνημα ἀνώμαλον γίνεται ἐν οὐδενὶ δὲ ὁ σκοπὸς τῆς θεοσεβείας σώζεται. ΕΡΩΤΗΣΙΣ ΡΞϛʹ. Μετὰ ποίας διαθέσεως ὑπακούειν δεῖ τῷ εἰς ἔργον τῆς ἐντολῆς κατεπείγοντι. | |
25 | ΑΠΟΚΡΙΣΙΣ. Μεθ’ οἵας διαθέσεως τὸ παιδίον ὑπὸ πείνης κρα‐ τούμενον ὑπακούει τῇ τροφῷ καλούσῃ ἐπὶ τὴν μετά‐ ληψιν· καὶ πᾶς ἄνθρωπος, ἀντιποιούμενος τοῦ ζῇν, τῷ χαριζομένῳ τὰ πρὸς τὸ ζῇν· μᾶλλον δὲ καὶ πολλῷ | |
30 | πλέον, ὅσῳ καὶ προτιμοτέρα τῆς παρούσης ἡ αἰώνιος ζωή. Ἡ γὰρ ἐντολὴ τοῦ Θεοῦ, φησὶν ὁ Κύ‐ ριος, ζωὴ αἰώνιός ἐστιν. Ὅπερ δέ ἐστιν ἐπὶ τοῦ ἄρτου ἡ βρῶσις, τοῦτό ἐστιν ἐπὶ τῆς ἐντολῆς ἡ ἐργασία, αὐτοῦ πάλιν τοῦ Κυρίου εἰπόντος· Ἐμὸν | |
35 | βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός. ΕΡΩΤΗΣΙΣ ΡΞΖʹ. Ποταπὴ ὀφείλει εἶναι ἡ ψυχὴ, ἡ καταξιωθεῖσα ἐν τῷ ἔργῳ τοῦ Θεοῦ καταληφθῆναι. | |
40 | ΑΠΟΚΡΙΣΙΣ. Οἵα ἦν ἡ λέγουσα· Τίς εἰμι ἐγὼ, Κύριέ μου, Κύ‐ ριε, καὶ τίς ὁ οἶκός μου, ὅτι ἠγάπησάς με; Πληροῦσα τὸ γεγραμμένον· Εὐχαριστοῦντες τῷ Πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ | |
45 | κλήρου τῶν ἁγίων ἐν τῷ φωτί· ὃς ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν | |
εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὑτοῦ. | ||
31.1193 | ΕΡΩΤΗΣΙΣ ΡΕΗʹ. Μετὰ ποταπῆς διαθέσεως δεῖ λαμβάνειν ἱμάτιον ἢ ὑπόδημα, οἷον ἂν ᾖ. ΑΠΟΚΡΙΣΙΣ. | |
5 | Εἰ μὲν μικρότερον ἢ μεῖζον τῆς ἡλικίας ἐστὶ, φανερωσάτω τὴν χρείαν μετὰ τῆς προσηκούσης ἐπι‐ εικείας· εἰ δὲ περὶ εὐτελείας διαφέρεται, ἢ ὅτι οὐκ ἔστι καινὸν, μνημονευσάτω τοῦ Κυρίου λέγοντος· Ἄξιος, οὐχ ἁπλῶς πᾶς, ἀλλ’, ὁ ἐργάτης τῆς | |
10 | τροφῆς αὑτοῦ ἐστι. Καὶ ἑαυτὸν ἀνακρινάτω εἰ πρὸς ἀξίαν τῶν τοῦ Κυρίου ἐπιταγμάτων, ἢ ἐπαγγελιῶν, εἰργάσατό τι, καὶ τότε οὐχὶ ἄλλο ἐπιζητήσει, ἀλλὰ περὶ τοῦ δεδομένου ἀγωνιάσει, ὡς ὑπὲρ τὴν ἀξίαν λαμβάνων. Τὸ γὰρ ἐπὶ τῆς | |
15 | προφῆς εἰρημένον ἐπὶ παντὸς πράγματος τοῦ πρὸς τὴν χρείαν τοῦ σώματος ὥσπερ κανόνα ἔχειν δεῖ. ΕΡΩΤΗΣΙΣ ΡΞΘʹ. Ἐὰν ἀδελφὸς νεώτερος ἐπιταχθῇ διδάξαι τι τὸν πρεσβύτερον καθ’ ἡλικίαν, πῶς αὐτῷ προσ‐ | |
20 | ενεχθήσεται. ΑΠΟΚΡΙΣΙΣ. Ὡς ὑπηρεσίαν πληρῶν κατ’ ἐπιταγὴν τοῦ Δεσπό‐ του Θεοῦ· φοβούμενος μὲν μὴ ὑποπέσῃ τῷ κρίματι τοῦ εἰπόντος· Ἐπικατάρατος πᾶς ὁ ποιῶν τὰ ἔργα | |
25 | Κυρίου ἀμελῶς· ἀσφαλιζόμενος δὲ, μήποτε τυφλω‐ θεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου. ΕΡΩΤΗΣΙΣ ΡΟʹ. Εἰ δεῖ ἴσως προσέχειν τῷ πλεῖον κατορθοῦντι, καὶ τῷ ἔλαττον. | |
30 | ΑΠΟΚΡΙΣΙΣ. Ὅπερ ἐπὶ τῆς ἀφέσεως τῶν ἁμαρτημάτων ὁ Κύ‐ ριος ὡρίσατο εἰπών· Ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαὶ, ὅτι ἠγάπησε πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ· καὶ ὅπερ ἐπὶ τῶν πρεσβυ‐ | |
35 | τέρων ὁ Ἀπόστολος διετάξατο, εἰπών· Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθω‐ σαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδα‐ σκαλίᾳ, τοῦτο ἐπὶ πάντων τῶν τοιούτων φυλάσσειν ἡγοῦμαι ἀκόλουθον. | |
40 | ΕΡΩΤΗΣΙΣ ΡΟΑʹ. Ἐὰν δὲ λυπῆται ὁ ἐλάττων, προτιμωμένου τοῦ εὐλαβεστέρου, πῶς αὐτῷ προσχῶμεν. ΑΠΟΚΡΙΣΙΣ. Ὁ τοιοῦτος φανερός ἐστιν ἐπὶ πονηρίᾳ κατεγνω‐ | |
45 | σμένος ἐκ τῆς ἐν τῷ Εὐαγγελίῳ παραβολῆς, ἐν ᾗ φησιν ὁ Κύριος πρὸς τοὺς λυπηθέντας, ὅτι τὰ ἴσα | |
αὐτοῖς τινες ἐτιμήθησαν· Εἰ ὁ ὀφθαλμός σου πο‐ | ||
31.1196 | νηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι; Καὶ πρόδηλον τὸ ἐπὶ τούτῳ καὶ τοῖς τοιούτοις κρῖμα τοῦ Θεοῦ διὰ τοῦ Προφήτου λέγοντος· Ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος· τοὺς δὲ φοβουμένους | |
5 | τὸν Κύριον δοξάζει. ΕΡΩΤΗΣΙΣ ΡΟΒʹ Ποταπῷ φόβῳ, ἢ ποίᾳ πληροφορίᾳ, ἢ ποίᾳ διαθέ‐ σει μεταλάβωμεν τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ. | |
10 | ΑΠΟΚΡΙΣΙΣ. Τὸν μὲν φόβον διδάσκει ἡμᾶς ὁ Ἀπόστολος λέ‐ γων· Ὁ ἐσθίων καὶ πίνων ἀναξίως κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει· τὴν δὲ πληροφορίαν ἐμποιεῖ ἡ πίστις τῶν ῥημάτων τοῦ Κυρίου εἰπόντος· Τοῦτό | |
15 | ἐστι τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν· καὶ τῆς μαρτυρίας τοῦ Ἰωάννου διηγησαμένου πρότερον τὴν δόξαν τοῦ Λόγου, καὶ ἐπαγαγόντος τὸν τρόπον τῆς ἐνανθρωπήσεως ἐν τῷ εἰπεῖν ὅτι, Ὁ Λόγος | |
20 | σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονο‐ γενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀλη‐ θείας· καὶ τοῦ Ἀποστόλου γράψαντος ὅτι, Ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο | |
25 | τὸ εἶναι ἴσα Θεῷ· ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενό‐ μενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Ὅταν οὖν, | |
30 | πιστεύσασα ἡ ψυχὴ τοῖς ῥήμασι τούτοις καὶ τοῖς τοιούτοις καὶ τοσούτοις, καταμάθῃ τὴν μεγαλειότη‐ τα τῆς δόξης, καὶ θαυμάσῃ τὴν ὑπερβολὴν τῆς τα‐ πεινώσεως καὶ τῆς ὑπακοῆς, ὅτι ὁ τοσοῦτος ὑπ‐ ήκουσε τῷ Πατρὶ μέχρι θανάτου ὑπὲρ τῆς ἡμετέρας | |
35 | ζωῆς, νομίζω ὅτι κατορθοῖ τὴν διάθεσιν εἰς ἀγάπην τήν τε πρὸς τὸν Θεὸν καὶ Πατέρα, Ὃς τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν· καὶ τὴν πρὸς τὸν μονογενῆ αὐ‐ τοῦ Υἱὸν, τὸν ὑπακούσαντα μέχρι θανάτου ὑπὲρ τῆς | |
40 | ἡμετέρας ἀπολυτρώσεως καὶ σωτηρίας. Καὶ δύνα‐ ται οὕτως ἀνασχέσθαι τοῦ Ἀποστόλου, ὥσπερ ὅρον τινὰ ἐκτιθεμένου τοῖς ὑγιαίνουσι τὴν ἐν τούτοις ἀγα‐ θὴν συνείδησιν, ἐν τῷ εἰπεῖν· Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς κρίναντας τοῦτο, ὅτι, | |
45 | εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπ‐ έθανον. Καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀπο‐ θανόντι, καὶ ἐγερθέντι. Τοιαύτην διάθεσίν τε καὶ ἑτοιμασίαν ὀφείλει ἔχειν ὁ μεταλαμβάνων τοῦ ἄρτου | |
καὶ τοῦ ποτηρίου. | ||
31.1197 | ΕΡΩΤΗΣΙΣ ΡΟΓʹ. Εἰ δεῖ ἐν τῇ ὥρᾳ τῆς κατ’ οἶκον ψαλμῳδίας λαλιάν τινα γίνεσθαι. ΑΠΟΚΡΙΣΙΣ. | |
5 | Οὐ δεῖ, ἐκτὸς τῶν πεπιστευμένων τὴν φροντίδα καὶ τὴν ἐπιμέλειαν τῆς εὐταξίας, καὶ τῆς οἰκονο‐ μίας τῶν ἔργων, καὶ τοῦτο κατὰ ἀνάγκην τῆς ἐπειγούσης χρείας· καὶ οὐδὲ τότε ἀπερισκέπτως, ἀλλ’ ἐστοχασμένως, τοῦ τε τόπου καὶ τῆς εὐταξίας, | |
10 | τῆς τε σεμνότητος καὶ τοῦ ἀπροσκόπου· τοῖς ἄλλοις πᾶσιν ἀναγκαία ἐστὶν ἡ σιωπή. Εἰ γὰρ ἐν καιρῷ διαλέξεως, καὶ ἐν αὐτοῖς τοῖς ἐπιτεταγμένοις τὸν λόγον τῆς διδασκαλίας ὁ πρῶτος σιγᾷν προτέτακται, ἐὰν ἄλλῳ ἀποκαλυφθῇ, πόσῳ μᾶλλον ἐν καιρῷ | |
15 | ψαλμῳδίας ἡ σιγὴ τοῖς πολλοῖς ἀναγκαία; ΕΡΩΤΗΣΙΣ ΡΟΔʹ. Πῶς δυνηθῇ τις ἐνδιαθέτως καὶ μετὰ ἐπιθυμίας ποιεῖν τὰς ἐντολὰς τοῦ Κυρίου. ΑΠΟΚΡΙΣΙΣ. | |
20 | Κατὰ φύσιν ἡ πεῖρα τοῦ ἥδοντος καὶ ὠφελοῦντος, καὶ αὐτὴ ἡ προσδοκία τοῦ τοιούτου ἐμποιεῖ τῇ ψυ‐ χῇ τὴν περὶ τούτου διάθεσίν τε καὶ ἐπιθυμίαν. Ἐὰν οὖν τις μισήσῃ καὶ βδελύξηται τὴν ἀδικίαν, καὶ κα‐ θαρεύσῃ πάσης ἁμαρτίας, ἀφ’ ἧς, ὥσπερ ἀπὸ νόσου | |
25 | τὸ σῶμα πάσχει τὴν ἀνορεξίαν καὶ τὴν περὶ τὰ βρώματα ἀηδίαν, οὕτω καὶ ἡ ψυχὴ τὴν περὶ τὰ δικαιώματα τοῦ Θεοῦ νωθρότητα καὶ ὀκνηρίαν· καὶ ἐὰν πληροφορηθῇ, ὅτι ἡ ἐντολὴ τοῦ Θεοῦ ζωὴ αἰώνιός ἐστι, καὶ πάντα τὰ ἐπηγγελμένα τοῖς φυ‐ | |
30 | λάσσουσιν αὐτὴν ἀληθῆ, κατορθοῦται αὐτῷ ἡ διά‐ θεσις τοῦ εἰπόντος· Τὰ κρίματα Κυρίου ἀληθινὰ, δεδικαιωμένα ἐπὶ τὸ αὐτό· ἐπιθυμητὰ ὑπὲρ χρυ‐ σίον καὶ λίθον τίμιον πολὺν, καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον. Καὶ γὰρ ὁ δοῦλός σου | |
35 | φυλάσσει αὐτά· ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπό‐ δοσις πολλή. ΕΡΩΤΗΣΙΣ ΡΟΕʹ. Πῶς φαίνεται ὁ ἀγαπῶν τὸν ἀδελφὸν κατὰ τὴν ἐν‐ τολὴν τοῦ Κυρίου· καὶ πῶς ἐλέγχεται ὁ μὴ | |
40 | οὕτως ἀγαπῶν. ΑΠΟΚΡΙΣΙΣ. Τῆς ἀγάπης ἐξαίρετα δύο ταῦτα· τὸ λυπεῖσθαι μὲν καὶ ἀγωνιᾷν ἐφ’ οἷς βλάπτεται ὁ ἀγαπώμενος χαίρειν δὲ καὶ ἀγωνίζεσθαι ὑπὲρ τῆς ὠφελείας αὐ‐ | |
45 | τοῦ. Μακάριος οὖν ὁ πενθῶν ἐπὶ τῷ ἁμαρτάνοντι, οὗ ὁ κίνδυνος φοβερός· καὶ χαίρων ὑπὲρ τοῦ κατ‐ ορθοῦντος, οὗ τὸ κέρδος ἀσύγκριτον, καθὼς γέγρα‐ πται. Μαρτυρεῖ δὲ καὶ Παῦλος ὁ ἀπόστολος λέγων· Ἐὰν πάσχῃ ἓν μέλος, συμπάσχει πάντα τὰ | |
31.1197(50) | μέλη, κατὰ λόγον πάντως τῆς ἐν Χριστῷ ἀγάπης· Καὶ ἐὰν δοξάζηται ἓν μέλος, κατὰ σκοπὸν δηλονότι | |
τῆς πρὸς Θεὸν εὐαρεστήσεως, συγχαίρει πάντα | ||
31.1200 | τὰ μέλη. Ὁ δὲ μὴ οὕτως συνδιατιθέμενος φανερός ἐστι μὴ ἀγαπῶν τὸν ἀδελφόν. | |
4 | ΕΡΩΤΗΣΙΣ ΡΟϛʹ. | |
5 | Τίνες εἰσὶν οἱ ἐχθροὶ, οὓς ἀγαπᾷν προσετάχθη‐ μεν· καὶ πῶς ἀγαπήσομεν τοὺς ἐχθρούς· ταῖς εἰς αὐτοὺς εὐεργεσίαις μόνον, ἢ καὶ αὐτῇ τῇ διαθέσει· καὶ εἰ δυνατὸν τοῦτο. ΑΠΟΚΡΙΣΙΣ. | |
10 | Ἐχθροῦ ἴδιον τὸ βλάπτειν καὶ ἐπιβουλεύειν. Πᾶς μὲν οὖν ὁ ὁπωσδήποτε βλάπτων τινὰ ἐχθρὸς ἂν λέγοιτο· ἐξαιρέτως δὲ ὁ ἁμαρτάνων. Τὸ γὰρ ὅσον ἐπ’ αὐτῷ βλάπτει κατὰ διαφόρους τρόπους, καὶ ἐπιβουλεύει τῷ συνόντι ἢ συντυγχάνοντι. Ἐπειδὴ | |
15 | δὲ ἐκ σώματος καὶ ψυχῆς συνέστηκεν ὁ ἄνθρωπος, κατὰ μὲν τὴν ψυχὴν ἀγαπήσωμεν τοὺς τοιούτους, ἐλέγχοντες αὐτοὺς, καὶ νουθετοῦντες, καὶ παντὶ τρόπῳ εἰς ἐπιστροφὴν ἐνάγοντες· κατὰ δὲ τὸ σῶμα εὐεργετοῦντες αὐτοὺς, ἐπιδεομένους τῶν πρὸς | |
20 | τὸ ζῇν ἀναγκαίων. Ὅτι δὲ ἡ ἀγάπη ἐν διαθέσει ἐστὶ, παντὶ δῆλον. Τὸ δὲ δυνατὸν ἔδειξε καὶ ἐδίδαξεν ὁ Κύριος, τὴν ἀγάπην τοῦ Πατρὸς καὶ τὴν ἑαυτοῦ ἐν τῇ ὑπακοῇ μέχρι θανάτου ἐπιδειξάμενος ὑπὲρ ἐχθρῶν, οὐχ ὑπὲρ φίλων, ὡς μαρτυρεῖ ὁ Ἀπόστο‐ | |
25 | λος λέγων· Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην ὁ Θεὸς εἰς ἡμᾶς, ὅτι, ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε. Καὶ ἡμῖν δὲ αὐτὸ τοῦτο παραινεῖ ἐν τῷ εἰπεῖν· Γίνεσθε οὖν μιμη‐ ταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητὰ, καὶ περιπατεῖτε | |
30 | ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, προσφορὰν καὶ θυσίαν τῷ Θεῷ. Οὐκ ἂν δὲ προσέταξεν ὁ ἀγαθὸς καὶ δίκαιος, εἰ μὴ τὸ δυνατὸν ἐχαρίσατο· ὅπερ καὶ ἐν τῇ φύσει κατηναγκασμένως ἀποκεῖσθαι ἐφανέρωσεν. | |
35 | Εὐεργέτας μὲν καὶ τὰ θηρία φυσικῶς ἀγαπᾷ. Τί δὲ το‐ σοῦτον εὐεργετεῖ ὁ φίλος, ὅσον οἱ ἐχθροί; Προξενοῦν‐ τες ἡμῖν τὸν μακαρισμὸν τοῦ Κυρίου εἰπόντος· Μα‐ κάριοί ἐστε, ὅταν διώξωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν, ψευ‐ | |
40 | δόμενοι, ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. | |
43 | ΕΡΩΤΗΣΙΣ ΡΟΖʹ. Πῶς ὀφείλουσιν οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν | |
45 | ἀδυνάτων βαστάζειν ΑΠΟΚΡΙΣΙΣ Εἰ τὸ βαστάζειν ἐστὶ τὸ αἴρειν καὶ θεραπεύειν, κατὰ τὸ γεγραμμένον ὅτι, Αὐτὸς τὰς ἀσθενείας | |
ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβάστασεν, οὐκ ἐν | ||
31.1201 | τῷ εἰς ἑαυτὸν ὑποδέχεσθαι ταῦτα, ἀλλ’ ἐν τῷ τοὺς πάσχοντας θεραπεύειν· καὶ ἐνταῦθα ὁ τῆς με‐ τανοίας τρόπος καὶ λόγος ἐφαρμόσει, δι’ οὗ θερα‐ πευθήσονται ἐκ τῆς τῶν δυνατωτέρων ἐπιμελείας οἱ | |
5 | ἀδύνατοι. ΕΡΩΤΗΣΙΣ ΡΟΗʹ. Τί ἐστι τὸ, «Ἀλλήλων τὰ βάρη βαστάζετε·» καὶ ποῖον νόμον ἀναπληρώσομεν, τοῦτο ποιοῦντες. | |
10 | ΑΠΟΚΡΙΣΙΣ. Ταὐτόν ἐστι τῷ προειρημένῳ. Βαρεῖα γὰρ ἡ ἁμαρ‐ τία, καθέλκουσα τὴν ψυχὴν εἰς πυθμένα ᾅδου. Ἣν αἴρομεν ἀλλήλων, καὶ περιαιροῦμεν, εἰς ἐπι‐ στροφὴν ἄγοντες τοὺς ἁμαρτάνοντας. Τὸ δὲ βαστάσαι | |
15 | ἀντὶ τοῦ ἆραι σύνηθες καὶ τοῖς ἐπιχωρίοις κεχρῆσθαι, ὡς πολλάκις παρὰ πολλῶν αὐτὸς ἤκουσα. Νόμον δὲ τοῦ Χριστοῦ ἀναπληρώσομεν τοῦ εἰπόντος· Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν· καὶ ἡμῖν νομοθετήσαντος ὅτι, Ἐὰν | |
20 | ἁμάρτῃ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐ‐ τόν. Ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου ΕΡΩΤΗΣΙΣ ΡΟΘʹ. Πῶς δύναταί τις ἄνευ ἀγάπης πίστιν κτήσασθαι | |
25 | τοσαύτην, ὥστε ὄρη μεθιστάνειν, ἢ πάντα τὰ ὑπάρχοντα δοῦναι πτωχοῖς, ἢ παραδοῦναι τὸ ἑαυτοῦ σῶμα, ἵνα καυθῇ. ΑΠΟΚΡΙΣΙΣ. Εἰ μνημονεύομεν τοῦ Κυρίου εἰπόντος· Ποιοῦσι | |
30 | γὰρ πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις, καὶ τῆς ἀποκρίσεως αὐτοῦ τῆς πρὸς τοὺς εἰπόντας· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; πρὸς οὕς φησιν· Οὐκ | |
35 | οἶδα ὑμᾶς πόθεν ἐστέ· οὐχ ὅτι ἐψεύσαντο, ἀλλ’ ὅτι τῇ τοῦ Θεοῦ χάριτι πρὸς τὰ ἴδια θελήματα ἀπ‐ εχρήσαντο, ὅπερ τῆς πρὸς Θεὸν ἀγάπης ἀλλότριον, οὐ δυσκόλως συνορᾷν τὰ εἰρημένα δυνάμεθα. Τὸ δὲ χάρισμα Θεοῦ ἢ δωρεὰν λαμβάνειν καὶ τὸν ἀνάξιον | |
40 | οὐδὲν παράδοξον· Θεὸς γὰρ ἐν καιρῷ χρηστότητος καὶ μακροθυμίας τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πο‐ νηροὺς καὶ ἀγαθούς· πολλάκις δὲ καὶ εἰς ὠφέλειαν ἢ ἐκείνου αὐτοῦ τοῦ ὑποδεχομένου τὸ χάρισμα, ἐὰν ἄρα, δυσωπηθεὶς τὴν τοῦ Θεοῦ χρηστότητα, | |
45 | προτραπῇ εἰς ἐπιμέλειαν τῆς πρὸς αὐτὸν εὐαρεστή‐ σεως, ἢ καὶ ἑτέρων, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ | |
Ἀποστόλου· Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, | ||
31.1204 | τινὲς δὲ καὶ δι’ εὐδοκίαν τὸν Χριστὸν κηρύσ‐ σουσιν. Οἷς ἐπιφέρει μετ’ ὀλίγα· Πλὴν ὅτι παντὶ τρόπῳ, εἴτε προφάσει εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται, καὶ ἐν τούτῳ χαίρω. | |
5 | ΕΡΩΤΗΣΙΣ ΡΠʹ. Μετὰ ποταπῆς διαθέσεως καὶ προσοχῆς ὀφείλομεν ἀκούειν τῶν ἐν τῷ καιρῷ τῆς μεταλήψεως παραναγινωσκομένων ἡμῖν. ΑΠΟΚΡΙΣΙΣ. | |
10 | Περισσοτέρως ἢ μεθ’ οἵας ἡδονῆς ἐσθίομεν καὶ πίνομεν, ἵνα δειχθῇ ὁ νοῦς μὴ μετεωριζόμενος εἰς τὰς τοῦ σώματος ἡδονάς· ἐνευφραινόμενος δὲ πλέον τοῖς τοῦ Κυρίου ῥήμασι, κατὰ τὴν διάθεσιν τοῦ εἰπόντος· Καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κη‐ | |
15 | ρίον. ΕΡΩΤΗΣΙΣ ΡΠΑʹ. Ἐὰν ὦσιν ἀδελφότητες πλησίον ἀλλήλων, καὶ ἡ μὲν πτωχεύῃ, ἡ δὲ ἑτέρα περὶ τὴν κοινωνίαν δυσχερεστέρα ᾖ, πῶς δεῖ τὴν πτωχεύουσαν | |
20 | πρὸς τὴν μὴ μεταδιδοῦσαν διατίθεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Οἱ διδαχθέντες ἐν ἀγάπῃ Χρίστου καὶ τὴν ψυχὴν αὐτὴν τιθέναι ὑπὲρ ἀλλήλων πῶς τῶν περὶ τὸ σῶμα φείσασθαι δύνανται; Ὥσπερ ἐπιλαθόμενοι τοῦ εἰ‐ | |
25 | πόντος· Ἐπείνασα, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, καὶ τὰ ἑξῆς. Ἐὰν δὲ γένηται τοῦτο, μακροθυμεῖν χρὴ τοὺς πτωχεύοντας, ἐν πληροφορίᾳ τῆς ἐν τῷ μέλλοντι αἰῶνι παρακλήσεως, μιμουμένους τὸν Λά‐ ζαρον. | |
30 | ΕΡΩΤΗΣΙΣ ΡΠΒʹ. Ἐκ ποίων καρπῶν δοκιμάζεσθαι ὀφείλει ὁ συμπα‐ θῶς ἐλέγχων τὸν ἀδελφὸν ἁμαρτάνοντα. ΑΠΟΚΡΙΣΙΣ. Πρῶτον μὲν ἐκ τῶν ἐξαιρέτων τῆς συμπαθείας, | |
35 | κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Ἀποστόλου ὅτι, Ἐὰν πάσχῃ ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· καὶ ὅτι, Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; ἔπειτα δὲ, ἐὰν ἐπὶ πάσῃ ἁμαρτίᾳ ὁμοίως συντρί‐ βηται, καὶ ἐπὶ πᾶσι τοῖς ἁμαρτάνουσι, τοῖς τε | |
40 | εἰς αὐτὸν καὶ τοῖς εἰς ἄλλον ὁμοίως λυπῆται, καὶ πενθῇ, καὶ ἐλέγχων μὴ διαφθείρῃ τὸν ὑπὸ τοῦ Κυρίου παραδεδομένον τρόπον. ΕΡΩΤΗΣΙΣ ΡΠΓʹ. Ἐὰν συμβῇ τινας ἐν ἀδελφότητι ζῶντας διαφω‐ | |
45 | νῆσαι πρὸς ἀλλήλους, εἰ ἀκίνδυνόν ἐστιν ἀγά‐ πης ἕνεκεν συμπεριφέρεσθαι τοῖς τοιούτοις. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου εἰπόντος, Δὸς, Πάτερ, ἵνα, ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἓν ὦσιν ἐν | |
31.1204(50) | ἡμῖν· καὶ τοῦ Ἀποστόλου γράψαντος, Σύμψυχοι, | |
τὸ ἓν φρονοῦντες· καὶ τῶν Πράξεων ἱστορουσῶν, | ||
31.1205 | ὅτι, Ἧν τῶν πιστευσάντων καρδία καὶ ψυχὴ μία· οἱ μὲν διαφωνοῦντες ἀλλότριοι τῶν εἰρημένων εἰσίν. Ἀγάπη δὲ ἡ μὲν κατὰ λόγον φυλάσσει τὸ εἰρημένον· Ὁ δὲ ἀγαπῶν ἐπιμελῶς παιδεύει· ἡ δὲ μὴ κατὰ | |
5 | λόγον, οἵα δ’ ἂν ᾖ, ἀδόκιμος, τοῦ Κυρίου εἰπόντος ὅτι, Ὁ ἀγαπῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος. | |
9 | ΕΡΩΤΗΣΙΣ ΡΠΔʹ. | |
10 | Πῶς δύναταί τις, καὶ ὅτε παρακαλεῖ, καὶ ὅτε ἐλέγχει, μὴ μόνον σπουδάζειν ἐπιστημόνως λα‐ λῆσαι, ἀλλὰ καὶ τὴν διάθεσιν τὴν ὀφειλομένην σώζειν πρός τε τὸν Θεὸν καὶ πρὸς ἐκείνους, οἷς λαλεῖ. | |
15 | ΑΠΟΚΡΙΣΙΣ. Ἐὰν μνημονεύσῃ τις τοῦ Ἀποστόλου εἰπόντος· Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ, καὶ οἰκονόμους μυστηρίων Θεοῦ, οὐχ ὡς ἰδίαν τινὰ ἐπιστήμην ἐξ αὐθεντίας οἰκονομῇ, ἀλλ’ | |
20 | ὡς Θεοῦ ὑπηρεσίαν ἐν ἐπιμελείᾳ ψυχῶν αἵματι Χρι‐ στοῦ ἐξηγορασμένων πληροῖ μετὰ φόβου καὶ τρό‐ μου τοῦ πρὸς Θεὸν, κατὰ τὸν εἰπόντα· Οὕτω λαλοῦ‐ μεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν· καὶ μετὰ δια‐ | |
25 | θέσεως καὶ εὐσπλαγχνίας τῆς περὶ τοὺς ἀκούον‐ τας, ποιῶν τὸ εἰρημένον· Ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, οὕτως ἱμειρόμενοι ὑμῶν, εὐ‐ δοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ Εὐαγ‐ γέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς. | |
30 | ΕΡΩΤΗΣΙΣ ΡΠΕʹ. Ἐάν τις ἐν διαλέξει συνδιατιθεμένους τοῖς λεγο‐ μένοις ὁρῶν τοὺς ἀκούοντας χαίρῃ, πῶς γνω‐ ρίσει ἑαυτὸν, εἰ διαθέσει ἀγαθῇ χαίρει, ἢ πάθει τινὶ ἰδίῳ. | |
35 | ΑΠΟΚΡΙΣΙΣ. Ἐὰν ἐν τοῖς ἐπαίνοις μόνοις τὴν χαρὰν στήσῃ, δῆλός ἐστιν ἰδίῳ πάθει κινούμενος· ἐὰν δὲ, τῶν ἐπαι‐ νούντων παραυτὰ μὲν τὸ περὶ τὴν ἀκρόασιν συνετὸν καταμαθὼν, ἐλπίδα τῆς εὐπειθείας ὑποσπεῖρον εὐ‐ | |
40 | φρανθῇ, ὕστερον δὲ τὴν ὠφέλειαν πολυπραγμο‐ νήσας, καὶ ἢ τὰ ἀκόλουθα τοῖς ἐπαίνοις κατορθώματα ἐν αὐτοῖς εὑρὼν χαρῇ, ἢ μηδὲν ὡφεληθέντας τοὺς ἐπαινέσαντας ἐπιδὼν λυπηθῇ, εὐχαριστείτω τῷ Θεῷ, ὅτι ὡς φιλόθεος καὶ φιλάδελφος κατηξιώθη κινη‐ | |
45 | θῆναι, μὴ ζητῶν τὴν δόξαν τὴν ἑαυτοῦ, ἀλλὰ τὴν δόξαν τοῦ Θεοῦ, καὶ τὴν οἰκοδομὴν τῶν ἀδελφῶν. ΕΡΩΤΗΣΙΣ ΡΠϛʹ. Ἐπειδὴ διδασκόμεθα τοιαύτην ἀγάπην ἔχειν, ὥστε καὶ τὴν ψυχὴν θεῖναι ὑπὲρ τῶν φίλων, μα‐ | |
31.1205(50) | θεῖν δεόμεθα ὑπὲρ ποταπῶν φίλων τοῦτο αἱρεῖ‐ σθαι δεῖ. ΑΠΟΚΡΙΣΙΣ. | |
Τὴν μὲν διάθεσιν, ἢ τὸν τρόπον τούτου τοῦ κατορ‐ | ||
31.1208 | θώματος εἰκὸς εἶναι διάφορον· ἄλλα γάρ ἐστι πολλά‐ κις τὰ ὑπὲρ ἁμαρτωλῶν καταδεχθῆναι, καὶ ἄλλα τὰ ὑπὲρ δικαίων σπουδασθῆναι ὀφείλοντα· τὸ μέντοιγε μέχρι θανάτου ἀγάπην δεικνύειν, καὶ ὑπὲρ δικαίων | |
5 | καὶ ὑπὲρ ἁμαρτωλῶν, δεδιδάγμεθα, μηδὲν διακρί‐ νοντες. Συνίστησι γὰρ τὴν ἑαυτοῦ ἀγάπην, φησὶν, ὁ Θεὸς εἰς ἡμᾶς· ὅτι, ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε. Πρὸς δὲ τοὺς ἁγίους ὁ Ἀπόστολος λέγει· Ὡς ἐὰν τροφὸς θάλπῃ | |
10 | τὰ ἑαυτῆς τέκνα, οὕτως ἱμειρόμενοι ὑμῶν, εὐ‐ δοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ Εὐαγγέ‐ λιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς· διότι ἀγαπητοὶ ἡμῖν ἐγενήθητε. ΕΡΩΤΗΣΙΣ ΡΠΖʹ | |
15 | Εἰ χρὴ παρὰ τῶν κατὰ σάρκα οἰκείων δέχεσθαί τι ἕκαστον. ΑΠΟΚΡΙΣΙΣ. Τοὺς μὲν οἰκείους ἀποδιδόναι τὰ ἐπιβάλλοντα τοῖς προσερχομένοις τῷ Κυρίῳ ἀναγκαῖον, καὶ μηδὲν | |
20 | ὑφαιρεῖν, ἵνα μὴ τῷ κρίματι τῆς ἱεροσυλίας ὑποπέ‐ σωσιν· τὸ μέντοιγε ἀναλίσκεσθαι ταῦτα ἐν ὄψεσιν ἐκείνων, οἷς διαφέρειν ἔδοξε, καὶ αὐτοῖς ἐκείνοις γίνεται πολλάκις ἐπάρσεως ὑπόθεσις, καὶ τοῖς πένησι τῶν τῷ αὐτῷ βίῳ προσελθόντων λύπης ἀφορμή. Ὥστε | |
25 | συμβαίνειν ἐκεῖνο, ἐφ’ ᾧ ἐγκαλοῦνται οἱ Κορίνθιοι ὑπὸ τοῦ Ἀποστόλου εἰπόντος ὅτι, Καταισχύνετε τοὺς μὴ ἔχοντας. Διόπερ ὁ τὴν φροντίδα τῶν κατὰ τόπον Ἐκκλησιῶν πεπιστευμένος, ἐὰν ᾖ πιστὸς, καὶ φρο‐ νίμως οἰκονομεῖν δυνάμενος, τούτῳ προσφερέσθω | |
30 | κατὰ μίμησιν τῶν ἐν ταῖς Πράξεσιν, οἵτινες φέρον‐ τες ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων. Εἰ δὲ τὸ οἰκονομεῖν τὰ τοιαῦτα οὐκ ἔστι πάντων, ἀλλὰ μόνων τῶν μετὰ δοκιμασίας εἰς τοῦτο τυπω‐ θέντων, καὶ τὸ παρὰ τῶν τοιούτων δεδομένον, οὗτος, | |
35 | ὡς ἂν δοκιμάσῃ, τυπώσει. | |
37 | ΕΡΩΤΗΣΙΣ ΡΠΗʹ. Πῶς ἴδωμεν τούς ποτε συνοίκους ἡμῶν, ἢ συγ‐ γενεῖς, ἐρχομένους πρὸς ἡμᾶς. | |
41 | ΑΠΟΚΡΙΣΙΣ Ὡς ὁ Κύριος ἔδειξε, καὶ ἐδίδαξεν, ὅτε ἀπηγγέλη αὐτῷ ὅτι, Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν, ἰδεῖν σε θέλοντες· πρὸς οὓς ἐπιπλη‐ | |
45 | κτικώτερον ἀποκρίνεται, εἰπών· Τίς ἐστιν ἡ μήτηρ μου, καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου; Ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, οὗτός μου ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ | |
μήτηρ ἐστίν. | ||
31.1209 | ΕΡΩΤΗΣΙΣ ΡΠΘʹ. Ἐὰν δὲ καὶ παρακαλῶσι θέλοντες ἀπαγαγεῖν ἡμᾶς εἰς τὰ ἴδια, εἰ χρὴ αὐτῶν ἀνέχεσθαι. ΑΠΟΚΡΙΣΙΣ. | |
5 | Εἰ μὲν διὰ οἰκοδομὴν τῆς πίστεως, ὁ δυνάμενος οὕτως ἀπελθεῖν μετὰ δοκιμασίας πεμπέσθω· εἰ δὲ διὰ καθῆκον ἀνθρώπινον, ἀκουέτω τοῦ Κυρίου λέ‐ γοντος πρὸς τὸν εἰπόντα· Ἐπίτρεψόν μοι ἀπελθεῖν, καὶ ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου· | |
10 | Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὑτοῦ ἐπ’ ἄροτρον, καὶ βλέπων εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Εἰ δὲ περὶ τοῦ ἀποτά‐ ξασθαι ἅπαξ θελήσαντος τοιοῦτον τὸ κρῖμα, τί χρὴ λέγειν περὶ τούτου; | |
15 | ΕΡΩΤΗΣΙΣ Ρϟʹ. Εἰ δεῖ ἐλεεῖν τοὺς κατὰ σάρκα οἰκείους, ἐπιθυ‐ μοῦντας τὴν σωτηρίαν αὐτῶν. ΑΠΟΚΡΙΣΙΣ. Ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος κατὰ τὴν τοῦ | |
20 | Κυρίου φωνὴν, καὶ ἐξουσίαν λαβὼν γενέσθαι τέκνον Θεοῦ, συγγένειαν μὲν τὴν κατὰ σάρκα ἐπαισχύνεται, οἰκείους δὲ γνωρίζει τοὺς οἰκείους τῆς πίστεως ὑπὸ τοῦ Κυρίου μαρτυρουμένους, εἰπόντος· Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν, οἱ τὸν λόγον τοῦ | |
25 | Θεοῦ ἀκούοντες, καὶ ποιοῦντες. Καὶ ἐλεείτω οὗτος πάντας μὲν τοὺς μακρυνομένους ἀπὸ τοῦ Κυρίου· καὶ τοὺς συγγενεῖς δὲ, τοὺς κατὰ σάρκα ὡς πάντας. Εἰ δέ τις τούτοις πλέον τι προσπάσχων συνῄγορον ἔχειν οἴεται τοῦ ἰδίου πάθους τὸν Ἀπόστολον | |
30 | λέγοντα· Ηὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα· μανθανέτω ὁ τοιοῦτος ἐκ τῶν ἐπιφερομένων, ὅτι οὐ τὴν συγγένειαν τὴν κατὰ σάρκα, ἀλλὰ τὸν Ἰσραὴλ καὶ τὰ εἰς αὐτὸν ἐξαί‐ | |
35 | ρετα τοῦ Θεοῦ ὁ Ἀπόστολος τιμᾷ· οὐδ’ ἐπειδήπερ συγγενεῖς αὐτοῦ οἱ Ἰσραηλῖται, ἀλλ’ ἐπειδὴ Ἰσρα‐ ηλῖται ἦσαν οἱ κατὰ σάρκα συγγενεῖς, καὶ ἐπειδὴ τοσούτων καὶ τοιούτων παρὰ Θεοῦ κατηξιώθη‐ σαν. Ἐπειδὴ αὐτῶν μὲν ἦν ἡ υἱοθεσία καὶ ἡ δόξα, | |
40 | αὐτῶν δὲ ἡ νομοθεσία καὶ ἡ λατρεία· ἐπειδὴ αὐτοῖς μὲν αἱ διαθῆκαι, καὶ αἱ ἐπαγγελίαι, αὐτῶν δὲ οἱ πατέρες· ἐπειδὴ ἐξ αὐτῶν ὁ Χριστὸς τὸ κατὰ σάρκα, τοσούτου τιμᾶται αὐτῶν τὴν σωτηρίαν· οὐκ εἰς τὴν συγγένειαν ἀποβλέπων, ἀλλ’ εἰς τὴν τοῦ Κυρίου ὑπὲρ | |
45 | αὐτῶν ἐνανθρώπησιν τοῦ εἰπόντος· Οὐκ ἀπεστά‐ λην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου | |
Ἰσραήλ. | ||
31.1212 | ΕΡΩΤΗΣΙΣ ΡϟΑʹ. Τίς ἐστιν ὁ πραΰς. ΑΠΟΚΡΙΣΙΣ. Ὁ ἀμετάθετος ἐν ταῖς κρίσεσι τῶν πρὸς εὐαρέ‐ | |
5 | στησιν Θεοῦ σπουδαζομένων. ΕΡΩΤΗΣΙΣ ΡϟΒʹ Τίς ἐστιν ἡ λύπη ἡ κατὰ Θεὸν, καὶ τίς ἡ τοῦ κόσμου. ΑΠΟΚΡΙΣΙΣ. | |
10 | Ἡ μὲν κατὰ Θεὸν, ὅταν ἐντολῆς Θεοῦ παροφθεί‐ σης λυπηθῇ τις, κατὰ τὸ γεγραμμένον· Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπα‐ νόντων τὸν νόμον σου· ἡ δὲ τοῦ κόσμου, ὅταν τι ἀνθρώπινον καὶ τοῦ κόσμου ἄξιον ᾖ τὸ λυποῦν. | |
16 | ΕΡΩΤΗΣΙΣ ΡϟΓʹ. Ποία ἡ ἐν Κυρίῳ χαρά· καὶ τί ἐὰν ποιῶμεν χαίρειν ὀφείλομεν. ΑΠΟΚΡΙΣΙΣ. | |
20 | Τὸ ἐπὶ τοῖς κατ’ ἐντολὴν τοῦ Κυρίου εἰς δόξαν Θεοῦ γινομένοις χαίρειν ἡ ἐν Κυρίῳ χαρά ἐστιν. Ὅταν οὖν τὰς ἐντολὰς τοῦ Κυρίου ποιῶμεν, ἢ διὰ τὸ ὄνομα τοῦ Κυρίου πάσχωμέν τι, χαίρειν καὶ συγχαίρειν ἀλλήλοις ὀφείλομεν. | |
25 | ΕΡΩΤΗΣΙΣ ΡϟΔʹ. Ποῖον πένθος ἀναλάβωμεν, ἵνα καταξιωθῶμεν τοῦ μακαρισμοῦ. ΑΠΟΚΡΙΣΙΣ. Ἐμπεριέχεται τοῦτο τὸ ἐρώτημα τῇ κατὰ Θεὸν | |
30 | λύπῃ· ὅταν ἐπὶ τοῖς ἡμαρτημένοις πενθῶμεν, ἤτοι διὰ τὴν ἀτιμίαν τοῦ Θεοῦ, ὅτι διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεόν τις ἀτιμάζει, ἢ διὰ τοὺς κιν‐ δυνεύοντας ἐν ἁμαρτίᾳ. Ψυχὴ γὰρ, φησὶν, ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται· μιμούμενοι τὸν | |
35 | εἰρηκότα· Καὶ πενθήσω πολλοὺς τῶν προημαρτη‐ κότων. ΕΡΩΤΗΣΙΣ ΡϟΕʹ. Πῶς πάντα εἰς δόξαν Θεοῦ ποιεῖ τις. ΑΠΟΚΡΙΣΙΣ | |
40 | Ὅταν πάντα διὰ Θεὸν κατ’ ἐντολὴν Θεοῦ ποιῇ, καὶ ἐν μηδενὶ περιβλέπηται τοὺς παρὰ τῶν ἀνθρώπων ἐπαίνους· πανταχοῦ δὲ μνημονεύῃ τοῦ Κυρίου εἰπόντος· Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν | |
45 | τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. ΕΡΩΤΗΣΙΣ Ρϟϛʹ. Πῶς ἐσθίει τις, καὶ πίνει εἰς δόξαν Θεοῦ. ΑΠΟΚΡΙΣΙΣ. | |
31.1212(50) | Ἐν τῇ μνήμῃ τοῦ εὐεργέτου, καὶ ἐν τῇ τοιᾷδε | |
31.1213 | διαθέσει τῆς ψυχῆς, μαρτυρουμένῃ ἐκ τῆς τοῦ σώματος καταστάσεως, ὅτι οὐχ ὡς ἀμέριμνος ἐσθίει, ἀλλ’ ὡς ἔχων ἐπόπτην Θεόν· καὶ ἐν τῷ σκοπῷ δὲ τῆς μεταλήψεως, ὅταν μὴ ὡς δοῦλος | |
5 | γαστρὸς δι’ ἡδονὴν ἐσθίει, ἀλλ’ ὡς ἐργάτης Θεοῦ, διὰ τὴν ἐν τοῖς κατ’ ἐντολὴν τοῦ Χριστοῦ ἔργοις εὐτονίαν. ΕΡΩΤΗΣΙΣ ΡϟΖʹ. Πῶς ποιεῖ ἡ δεξιὰ, ἵνα μὴ γινώσκῃ ἡ ἀρι‐ | |
10 | στερά. ΑΠΟΚΡΙΣΙΣ. Ὅταν ἀμετεωρίστῳ καὶ τεταμένῃ ἐπιθυμίᾳ τῆς πρὸς Θεὸν εὐαρεστήσεως ὁ νοῦς ἐξ ὁλοκλήρου ἀγω‐ νιῶν μὴ ἐκπέσῃ τοῦ προσήκοντος, ἀγωνίζηται νο‐ | |
15 | μίμως. Τότε οὐδενὸς, οὔτε μέλους ἑτέρου λαμβάνει ἔννοιαν, εἰ μὴ μόνον τοῦ χρησιμεύοντος εἰς τὸ προ‐ κείμενον· ὡς ὁ τεχνίτης καθ’ ἕκαστον ἔργον μόνῳ ἐμβλέπων τῷ χρησιμεύοντι αὐτῷ ὀργάνῳ. ΕΡΩΤΗΣΙΣ ΡϟΗʹ. | |
20 | Τίς ἐστι ταπεινοφροσύνη, καὶ πῶς αὐτὴν κατορ‐ θώσομεν. ΑΠΟΚΡΙΣΙΣ. Ταπεινοφροσύνη μέν ἐστι τὸ πάντας ἡγεῖσθαι ὑπερ‐ έχοντας ἑαυτοῦ, κατὰ τὸν ὅρον τοῦ Ἀποστόλου. | |
25 | Κατορθοῖ δέ τις αὐτὴν πρῶτον μὲν, ἐὰν μνημο‐ νεύσῃ τῆς ἐντολῆς τοῦ Κυρίου εἰπόντος· Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρ‐ δίᾳ (ὅπερ πολλαχοῦ καὶ πολυτρόπως καὶ ἔδειξε, καὶ ἐδίδαξε)· καὶ πιστεύσῃ αὐτῷ ἐπαγγειλαμένῳ, | |
30 | ὅτι Ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται· ἔπειτα, ἐὰν δι’ ὁμαλοῦ καὶ ἀδιαστάτως τοῖς τῆς ταπεινοφροσύ‐ νης ἐπιτηδεύμασιν ἐν παντὶ πράγματι ἐμμελετήσῃ καὶ συγγυμνάσηται. Μόλις γὰρ οὕτω δυνήσεται τῇ διηνεκεῖ μελέτῃ ἀναλαβεῖν τὴν ἕξιν τῆς ταπει‐ | |
35 | νοφροσύνης· ὥσπερ καὶ ἐπὶ τῶν τεχνῶν γίνεσθαι εἴωθεν. Ὁ δὲ αὐτὸς τρόπος τῆς κατορθώσεως καὶ ἐπὶ πάσης ἀρετῆς τῆς κατ’ ἐντολὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ΕΡΩΤΗΣΙΣ ΡϟΘʹ. | |
40 | Πῶς ἄν τις προθυμηθείη καὶ πρὸς κινδύνους ὑπὲρ τῆς ἐντολῆς τοῦ Κυρίου παραβου‐ λεύεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Πρῶτον μὲν ὑπομνησθεὶς, ὅτι αὐτὸς ὁ Κύριος | |
45 | ὑπὲρ ἡμῶν ὑπήκουσε τῷ Πατρὶ μέχρι θανάτου· | |
εἶτα πληροφορηθεὶς τὴν δύναμιν τῆς ἐντολῆς, ὅτι | ||
31.1216 | ζωὴ αἰώνιός ἐστι, καθὼς γέγραπται· ἔπειτα, πι‐ στεύσας τῷ Κυρίῳ εἰπόντι· Ὃς ἐὰν θέλῃ τὴν ψυχὴν αὑτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ’ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὑτοῦ. ἕνεκεν ἐμοῦ καὶ τοῦ | |
5 | Εὐαγγελίου, οὗτος σώσει αὐτήν. ΕΡΩΤΗΣΙΣ Σʹ. Οἱ προκαμόντες ἐν τῷ ἔργῳ τοῦ Θεοῦ, πῶς δύνανται ὠφελεῖν τοὺς ἄρτι προσερ‐ χομένους. | |
10 | ΑΠΟΚΡΙΣΙΣ. Εἰ μὲν ἰσχύουσι κατὰ τὸ σῶμα, ἐν τῷ τὸ ἄοκνον τῆς σπουδῆς ἐπιδείκνυσθαι, καὶ τύπον ἑαυτοὺς παρ‐ έχειν παντὸς κατορθώματος· εἰ δὲ ἀσθενοῦσιν, ἐν τῇ τοιαύτῃ καταστάσει τῆς ψυχῆς, ὡς ἐπιφαίνε‐ | |
15 | σθαι τῷ τε προσώπῳ καὶ παντὶ κινήματι τὴν πλη‐ ροφορίαν τῆς τοῦ Θεοῦ ἐποψίας, καὶ τῆς τοῦ Κυρίου παρουσίας· καὶ ἐν τοῖς ἀπηριθμημένοις ὑπὸ τοῦ Ἀποστόλου ἰδιώμασι τῆς ἀγάπης, εἰπόν‐ τος· Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, οὐ ζη‐ | |
20 | λοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημο‐ νεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λο‐ γίζεται τὸ κακὸν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάν‐ τα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομέ‐ | |
25 | νει. Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. Ταῦτα γὰρ πάντα καὶ ἐν ἀσθενοῦντι σώματι δυνατὸν κατορθοῦ‐ σθαι. ΕΡΩΤΗΣΙΣ ΣΑʹ. Πῶς κατορθοῖ τις ἐν τῇ προσευχῇ τὸ ἀμετεώ‐ | |
30 | ριστον. ΑΠΟΚΡΙΣΙΣ. Πληροφορηθεὶς πρὸ ὀφθαλμῶν εἶναι τὸν Θεόν. Εἰ γὰρ, ἄρχοντά τις ἢ προεστῶτα θεωρῶν, καὶ διαλε‐ γόμενος αὐτῷ, ἀμετεώριστον ἔχει τὸ ὄμμα, πόσῳ | |
35 | μᾶλλον ὁ προσευχόμενος τῷ Θεῷ ἀμετεώριστον ἕξει τὸν νοῦν, ἀπὸ τοῦ ἐτάζοντος καρδίας καὶ νεφροὺς, πληρῶν τὸ γεγραμμένον· Ἐπαίροντας ὁσίους χεῖρας, χωρὶς ὀργῆς καὶ διαλογισμῶν. ΕΡΩΤΗΣΙΣ ΣΒʹ | |
40 | Εἰ δυνατὸν κατορθῶσαι τὸ ἐν παντὶ καὶ πάντοτε ἀμετεώριστον· καὶ πῶς κατορθοῖ τις. ΑΠΟΚΡΙΣΙΣ. Ὅτι δυνατὸν, ἔδειξεν ὁ εἰπών· Οἱ ὀφθαλμοί μου διαπαντὸς πρὸς τὸν Κύριον· καὶ, Προωρώμην | |
45 | τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ. Πῶς δὲ δυνατὸν, προ‐ είρηται· ὅτι ἐν τῷ μὴ διδόναι καιρὸν ἀργίας τῇ ψυχῇ ἀπὸ τῆς περὶ Θεοῦ καὶ τῶν τοῦ Θεοῦ ἔργων τε καὶ δωρεῶν ἐννοίας, καὶ τῆς ὑπὲρ πάντων | |
31.1216(50) | ἐξομολογήσεως καὶ εὐχαριστίας. | |
31.1217 | ΕΡΩΤΗΣΙΣ ΣΓ. Τῶν κατ’ ἐντολὴν τοῦ Κυρίου κατορθωμάτων πό‐ τερον ἓν μέτρον ἐστὶν ἐν πᾶσιν, ἢ ὁ μὲν πλεῖον ἔχει, ὁ δὲ ἔλαττον. | |
5 | ΑΠΟΚΡΙΣΙΣ. Ὅτι οὐκ ἔστιν ἓν μέτρον ἐν πᾶσιν, ἀλλ’ ὁ μὲν πλεῖον καὶ πιστεύεται καὶ ἐπιδείκνυται, ὁ δὲ ἔλαττον, δῆλον ἐκ τῶν τοῦ Κυρίου ῥημάτων, ποτὲ μὲν εἰπόν‐ τος· Ὁ δὲ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρεὶς, | |
10 | οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συν‐ ιών· ὃς δὴ καρποφορεῖ, καὶ ποιεῖ ὁ μὲν ἑκατὸν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα· ὅπερ καὶ ἐπὶ τῶν τὰς μνᾶς ὑποδεξαμένων εὑρίσκεται· ποτὲ δὲ, ᾯ μὲν ἔδωκε πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν. | |
17 | ΕΡΩΤΗΣΙΣ ΣΔʹ. Πῶς καταξιοῦταί τις Πνεύματος ἁγίου γενέ‐ σθαι μέτοχος. | |
20 | ΑΠΟΚΡΙΣΙΣ. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐδίδαξεν, εἰπών· Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε. Καὶ ἐγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παρά‐ κλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ’ ὑμῶν εἰς τὸν | |
25 | αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν. Ἕως οὖν οὐ τηροῦμεν πάσας τὰς ἐντολὰς τοῦ Κυρίου, οὐδέ ἐσμεν τοιοῦτοι, ὥστε μαρτυρηθῆναι ὑπ’ αὐτοῦ, ὅτι Ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου, Πνεύματος ἁγίου καταξιωθῆναι | |
30 | μὴ προσδοκήσωμεν. ΕΡΩΤΗΣΙΣ ΣΕ. Τίνες εἰσὶν οἱ πτωχοὶ τῷ πνεύματι. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου λέγοντος ποτὲ μὲν ὅτι, Τὰ ῥήματα ἃ | |
35 | ἐγὼ λελάληκα ὑμῖν, πνεῦμά ἐστι, καὶ ζωή ἐστι· ποτὲ δὲ ὅτι, Τὸ Πνεῦμα τὸ ἅγιον διδάξει ὑμᾶς πάντα, καὶ ὑπομνήσει ἃ ἂν εἴπω ὑμῖν· οὐ γὰρ λαλήσει, φησὶν, ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα ἂν ἀκούσῃ παρ’ ἐμοῦ, ταῦτα λαλήσει· οὗτοί εἰσιν οἱ πτωχοὶ | |
40 | τῷ πνεύματι, οἵτινες οὐ δι’ ἄλλην τινὰ αἰτίαν ἐπτώ‐ χευσαν, ἀλλὰ διὰ τὴν διδασκαλίαν τοῦ Κυρίου εἰπόν‐ τος· Ὕπαγε, πώλησον πάντα ὅσα ἔχεις, καὶ δὸς πτωχοῖς. Ἐὰν δέ τις, καὶ τὴν ὁπωσοῦν συμ‐ βᾶσαν πτωχείαν καταδεξάμενος, κυβερνήσῃ πρὸς τὸ | |
45 | θέλημα τοῦ Θεοῦ, ὡς ὁ Λάζαρος, οὐδὲ οὗτος τοῦ | |
μακαρισμοῦ ἀλλότριος. | ||
31.1220 | ΕΡΩΤΗΣΙΣ Σϛʹ Τοῦ Κυρίου παραγγέλλοντος μὴ μεριμνᾷν τί φάγωμεν, ἢ τί πίωμεν, ἢ τί περιβαλλώμεθα, μέχρι τίνος ἐστὶν ἡ ἐντολή· ἢ πῶς κατορ‐ | |
5 | θοῦται. ΑΠΟΚΡΙΣΙΣ. Ἡ μὲν ἐντολή ἐστι μέχρι θανάτου, ὡς καὶ πᾶσα ἐντολή. Καὶ γὰρ ὁ Κύριος ὑπήκουσε μέχρι θανάτου. Κατορθοῦται δὲ τῇ ἐπὶ τὸν Θεὸν πεποιθήσει. Ἀπ‐ | |
10 | αγορεύσας γὰρ ὁ Κύριος τὴν μέριμναν, ἐπισυνάπτει τὴν ἐπαγγελίαν, εἰπών· Οἶδε γὰρ ὁ Πατὴρ ὑμῶν, ὧν χρείαν ἔχετε, πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν. Τοιοῦτος ἦν ὁ Ἀπόστολος λέγων· Τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν | |
15 | ἐφ’ ἑαυτοῖς, ἀλλ’ ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς· κατὰ μὲν τὴν κρίσιν καὶ τὴν ἑτοιμασίαν τῆς ψυχῆς καθημέραν ἀποθνήσκων, τῇ δὲ τοῦ Θεοῦ εὐδοκίᾳ φυλασσόμενος. Διὸ μετὰ παῤῥησίας ἔλεγεν· Ὡς ἀποθνήσκοντες, καὶ ἰδοὺ ζῶμεν. Βοηθεῖ δὲ τῇ | |
20 | τοιαύτῃ προαιρέσει καὶ ἡ περὶ τὰς ἐντολὰς τοῦ Κυ‐ ρίου διάπυρος σπουδὴ καὶ ἀκόρεστος ἐπιθυμία, ὑφ’ ἧς ὁ κρατηθεὶς οὐδὲ σχολὴν ἄγει μετεωρισθῆναι περὶ τὰς τοῦ σώματος χρείας. ΕΡΩΤΗΣΙΣ ΣΖʹ. | |
25 | Οὐκοῦν εἰ μηδὲ μεριμνᾷν δεῖ περὶ τῶν ἀναγ‐ καίων πρὸς τὸ ζῇν, καὶ ἄλλη παραγγελία ἐστὶ τοῦ Κυρίου εἰπόντος· «Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην·» περισσὸν τὸ ἐργά‐ ζεσθαι. | |
30 | ΑΠΟΚΡΙΣΙΣ. Αὐτὸς ὁ Κύριος ἐν ἑκατέρῳ τόπῳ τὸ ἑαυτοῦ πρόσ‐ ταγμα ἐσαφήνισεν. Ἐκεῖ μὲν γὰρ ἀπαγορεύσας τὸ ζητεῖν τὰ πρὸς τὸ ζῇν ἐν τῷ εἰπεῖν· Μὴ ζητεῖτε τί φάγητε, ἢ τί πίητε· ταῦτα γὰρ πάντα τὰ | |
35 | ἔθνη τοῦ κόσμου ἐπιζητεῖ· προσέταξεν εἰπών· Ζητεῖτε δὲ τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δι‐ καιοσύνην αὐτοῦ· πῶς δὲ δεῖ ζητεῖν, διὰ τῶν κατ‐ αξιουμένων ἐδήλωσεν· ἐνταῦθα δὲ κωλύσας ἐργά‐ ζεσθαι τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἐδίδαξεν ἐργά‐ | |
40 | ζεσθαι τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον· ἣν αὐτὸς πάλιν ἐφανέρωσεν ἐν ἑτέρῳ τόπῳ εἰπών· Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός. Εἰ δὲ θέλημα Θεοῦ ἐστι πεινῶντα θρέψαι, διψῶντα ποτίσαι, γυμνὸν περι‐ | |
45 | βαλεῖν, καὶ τὰ λοιπὰ, ἀνάγκη πᾶσα μιμεῖσθαι τὸν Ἀπόστολον λέγοντα· Πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθε‐ νούντων· καὶ ὑπακούειν αὐτῷ διδάσκοντι· Μᾶλλον | |
δὲ κοπιάτω ἐργαζόμενος ταῖς ἰδίαις χερσὶ τὸ | ||
31.1221 | ἀγαθὸν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. Τούτων τοίνυν οὕτως ἡμῖν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ Εὐαγγελίου καὶ τοῦ Ἀποστόλου παραδεδο‐ μένων, φανερὸν ὅτι τὸ μὲν ἑαυτοῦ ἕνεκεν μεριμνᾷν, | |
5 | ἢ ἐργάζεσθαι, παντάπασιν ἀπηγόρευται· κατ’ ἐντολὴν δὲ τοῦ Κυρίου, διὰ τὴν χρείαν τοῦ πλησίον μεριμνᾷν καὶ ἐργάζεσθαι σπουδαιότερον χρή· μάλιστα τοῦ Κυρίου εἰς ἑαυτὸν ἀναδεχομένου τὴν εἰς τοὺς ἀνα‐ κειμένους αὐτῷ σπουδὴν, καὶ βασιλείαν οὐρανῶν | |
10 | ὑπὲρ ταύτης ἐπαγγελλομένου. ΕΡΩΤΗΣΙΣ ΣΗʹ. Εἰ καλόν ἐστι καθόλου σιγὴν ἀσκεῖν. ΑΠΟΚΡΙΣΙΣ. Τῆς σιγῆς τὸ καλὸν καιρῷ καὶ προσώπῳ δοκιμά‐ | |
15 | ζεται, ὡς παρὰ τῆς θεοπνεύστου Γραφῆς διδασκό‐ μεθα. Καιρῷ μὲν, ὡς ὅταν λέγῃ ὅτι, Ὁ συνιὼν ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, ὅτι καιρὸς πονηρός ἐστι· καὶ πάλιν· Ἐθέμην τῷ στόματί μου φυλακὴν, ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν | |
20 | ἐναντίον μου· προσώπῳ δὲ, ὡς ὅταν γράφῃ ὁ Ἀπό‐ στολος· Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω· καὶ πάλιν· Αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν. Ἔστι δὲ ὅτε καὶ τοῖς ἀκρατεστέροις τὴν γλῶσσαν, καὶ μὴ δυναμένοις φυ‐ | |
25 | λάξαι τὸ, Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλ’ εἴ τις ἀγαθὸς, πρὸς οἰκοδομὴν τῆς πίστεως· ἀναγκαία ἡ τελεία σιωπὴ, ἕως ἂν ἐν ταύτῃ τό τε πάθος τῆς ἐν λόγοις προ‐ πετείας θεραπευθῶσι, καὶ δυνηθῶσι μαθεῖν ἐπὶ σχο‐ | |
30 | λῆς, πότε, καὶ τί, καὶ πῶς λαλεῖν δεῖ, ἵνα, καθὼς γέγραπται, Δῷ χάριν τοῖς ἀκούουσιν. ΕΡΩΤΗΣΙΣ ΣΘʹ. Πῶς δυνηθῶμεν φοβηθῆναι τὰ κρίματα τοῦ Θεοῦ. | |
35 | ΑΠΟΚΡΙΣΙΣ. Κατὰ φύσιν ἡ προσδοκία παντὸς δεινοῦ φόβου ἐστὶ ποιητική. Οὕτω γὰρ καὶ τὰ θηρία φοβούμεθα, καὶ τοὺς ἄρχοντας, κακοῦ τινος πεῖραν ἐξ αὐτῶν προσ‐ δοκῶντες. Ἐὰν οὖν τις πιστεύσῃ, ὅτι ἀληθεῖς εἰσιν | |
40 | αἱ ἀπειλαὶ τοῦ Κυρίου, καὶ προσδοκήσῃ τὴν φρικώδη καὶ δεινοτάτην αὐτῶν πεῖραν φοβεῖται τὰ κρί‐ ματα τοῦ Θεοῦ. ΕΡΩΤΗΣΙΣ ΣΙʹ. Τίς ἐστιν ἡ τοῦ Ἀποστόλου παραδεδομένη | |
45 | καταστολὴ κόσμιος. ΑΠΟΚΡΙΣΙΣ. | |
Ἡ πρὸς τὸν σκοπὸν τὸν ἴδιον σεμνοπρεπὴς χρῆσις, | ||
31.1224 | ἐστοχασμένη καιροῦ, τόπου, προσώπου, χρείας. Οὐ γὰρ τὰ αὐτὰ ἐγκρίνει ὁ λόγος σκεπάσματα ἐν καιρῷ χειμῶνος καὶ θέρους, οὔτε τὸ αὐτὸ σχῆμα τοῦ ἐργάτου καὶ τοῦ ἀναπαυομένου, τοῦ ὑπηρετοῦντος | |
5 | καὶ τοῦ θεραπευομένου, τοῦ στρατιώτου καὶ τοῦ ἰδιώτου, ἢ ἀνδρὸς καὶ γυναικός. ΕΡΩΤΗΣΙΣ ΣΙΑʹ. Τί τὸ μέτρον τῆς πρὸς Θεὸν ἀγάπης. ΑΠΟΚΡΙΣΙΣ. | |
10 | Τὸ ὑπὲρ δύναμιν ἀεὶ τὴν ψυχὴν ἐπεκτείνεσθαι πρὸς τὸ τοῦ Θεοῦ θέλημα, κατὰ σκοπὸν καὶ ἐπιθυμίαν τῆς αὐτοῦ δόξης. ΕΡΩΤΗΣΙΣ ΣΙΒʹ. Πῶς κατορθοῦται ἡ πρὸς Θεὸν ἀγάπη. | |
15 | ΑΠΟΚΡΙΣΙΣ Ἐὰν εὐσυνειδήτως καὶ εὐγνωμόνως διατεθῶμεν ἐπὶ ταῖς παρ’ αὐτοῦ εὐεργεσίαις· ὅπερ καὶ τοῖς ἀλόγοις ὑπάρχει. Ὁρῶμεν γὰρ τοὺς κύνας τὸν διδόντα ἄρτον μόνον ἀγαπῶντας· μανθάνομεν δὲ | |
20 | τοῦτο καὶ ἐκ τῶν διὰ Ἡσαΐου τοῦ προφήτου ἐγκλη‐ ματικῶς εἰρημένων οὕτως· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν. Ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με | |
25 | οὐ συνῆκεν. Ὥσπερ γὰρ τῷ βοῒ καὶ τῷ ὄνῳ ἐκ τῆς παρὰ τοῦ τρέφοντος εὐεργεσίας ἡ πρὸς αὐτὸν ἀγάπη αὐτομάτως ἐγγίνεται· οὕτω καὶ ἡμεῖς, ἐὰν εὐαισθή‐ τως καὶ εὐγνωμόνως τὰς εὐεργεσίας δεξώμεθα, πῶς οὐκ ἀγαπήσομεν τὸν τοσούτων καὶ τηλικούτων εὐερ‐ | |
30 | γέτην Θεὸν, κατὰ φύσιν, ἵνα οὕτως εἴπω, καὶ ἀδι‐ δάκτως τῆς τοιαύτης διαθέσεως τῇ ὑγιαινούσῃ ψυχῇ ἐγγινομένης; ΕΡΩΤΗΣΙΣ ΣΙΓʹ. Τίνα ἐστὶ τὰ γνωρίσματα τῆς πρὸς Θεὸν ἀγάπης. | |
35 | ΑΠΟΚΡΙΣΙΣ. Αὐτὸς ὁ Κύριος ἐδίδαξεν ἡμᾶς, εἰπών· Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε. ΕΡΩΤΗΣΙΣ ΣΙΔʹ Χρηστότης καὶ ἀγαθωσύνη τίνι διαφέρουσιν | |
40 | ἀλλήλων. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Δαβὶδ εἰπόντος ποτὲ μέν· Χρηστὸς Κύριος τοῖς σύμπασι, καὶ, Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν· ποτὲ δὲ, Ἀγάθυνον, Κύριε, τοῖς | |
45 | ἀγαθοῖς· καὶ τοῦ Ἱερεμίου, Ἀγαθὸς Κύριος τοῖς | |
ὑπομένουσιν αὐτὸν, πλατυτέραν οἶμαι εἶναι τὴν | ||
31.1225 | χρηστότητα, εἰς εὐεργεσίαν τῶν ὁπωσδηποτοῦν ἐπιδεομένων ταύτης· συνηγμένην δὲ μᾶλλον τὴν ἀγαθωσύνην, καὶ τοῖς τῆς δικαιοσύνης λόγοις ἐν ταῖς εὐεργεσίαις συγχρωμένην. | |
5 | ΕΡΩΤΗΣΙΣ ΣΙΕʹ. Τίς ἐστιν ὁ ὑπὸ τοῦ Κυρίου μακαριζόμενος εἰρη‐ νοποιός. ΑΠΟΚΡΙΣΙΣ. Ὁ τῷ Κυρίῳ συνεργῶν, κατὰ τὸν Ἀπόστολον | |
10 | εἰπόντα· Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι’ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ· καὶ πάλιν· Δι‐ καιωθέντες ἐκ πίστεως, εἰρήνην ἔχομεν πρὸς τὸν Θεόν. Ἡ γὰρ ἄλλως ἔχουσα εἰρήνη ἠρνήθη ὑπὸ | |
15 | τοῦ Κυρίου εἰπόντος· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν, ἐγὼ δίδωμι ὑμῖν. ΕΡΩΤΗΣΙΣ ΣΙϛʹ. Ἐν τίνι στραφῆναι δεῖ καὶ γενέσθαι ὡς τὰ νή‐ | |
20 | πια. ΑΠΟΚΡΙΣΙΣ. Αὐτὴ ἡ περικοπὴ τοῦ Εὐαγγελίου διδάσκει ἡμᾶς, τὴν ὑπόθεσιν δηλοῦσα πρὸς ἣν εἴρηται τοῦτο· ὥστε μὴ ζητεῖν ὑπεροχὴν, τὴν δὲ ἰσοτιμίαν τῆς φύσεως | |
25 | γνωρίζειν, καὶ ἀγαπᾷν τὸ ἰσότιμον πρὸς τοὺς ἐλατ‐ τοῦσθαι δοκοῦντας ἔν τισι. Τοιαῦτα γάρ ἐστι καὶ τὰ παιδία πρὸς ἄλληλα, τά γε μήπω προσεθισθέντα τῇ τῶν ἀναστρεφομένων κακίᾳ. | |
30 | ΕΡΩΤΗΣΙΣ ΣΙΖʹ. Πῶς δεξόμεθα τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον. ΑΠΟΚΡΙΣΙΣ. Ἐὰν τοιοῦτοι γενώμεθα πρὸς τὴν διδασκαλίαν τοῦ | |
35 | Κυρίου, οἷόν ἐστι τὸ παιδίον ἐν τοῖς μαθήμασι· μὴ ἀντιλέγον, μήτε δικαιολογούμενον πρὸς τοὺς διδα‐ σκάλους, πιστῶς δὲ καὶ εὐπειθῶς δεχόμενον τὰ δι‐ δάγματα. ΕΡΩΤΗΣΙΣ ΣΙΗʹ. | |
40 | Ποίαν σύνεσιν αἰτεῖν παρὰ τοῦ Θεοῦ ὀφείλομεν, ἢ πῶς αὐτῆς καταξιωθῆναι δυνάμεθα. ΑΠΟΚΡΙΣΙΣ. Τὴν μὲν σύνεσιν παρ’ αὐτοῦ τοῦ Θεοῦ διὰ τοῦ προφή‐ του μανθάνομεν, λέγοντος· Μὴ καυχάσθω ὁ σοφὸς | |
45 | ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ· ἀλλὰ ἐν τούτῳ καυχάσθω | |
ὁ καυχώμενος, ἐν τῷ συνιεῖν καὶ γινώσκειν τὸν | ||
31.1228 | Κύριον· καὶ διὰ τοῦ Ἀποστόλου εἰπόντος· Ἀλλὰ συνιέντες, τί τὸ θέλημα τοῦ Κυρίου. Δυνάμεθα δὲ ταύτης καταξιωθῆναι, ἐὰν ποιήσωμεν τὸ γεγραμ‐ μένον· Σχολάσατε, καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ | |
5 | Θεός· καὶ ἐὰν πιστεύσωμεν ἀληθὲς εἶναι πᾶν ῥῆμα Θεοῦ· Ἐὰν γὰρ μὴ πιστεύσητε, φησὶν, οὐδὲ μὴ συνῆτε. ΕΡΩΤΗΣΙΣ ΣΙΘʹ. Ἐὰν εὐεργετηθῶμεν παρά τινος, πῶς δυνηθῶμεν | |
10 | καὶ τῷ Κυρίῳ τὴν ὀφειλομένην εὐχαριστίαν καθαρὰν καὶ ὁλόκληρον ἀποδοῦναι, καὶ τὴν πρὸς τὸν εὐεργέτην ἐπιστημόνως πληρῶσαι, μήτε ἐλλείποντες, μήτε ὑπερβαίνοντες τὸ μέ‐ τρον. | |
15 | ΑΠΟΚΡΙΣΙΣ. Ἐὰν τὸν μὲν Θεὸν ἀρχηγὸν καὶ τελειωτὴν παντὸς ἀγαθοῦ εἶναι πληροφορηθῶμεν· τὸν δὲ διάκονον ὡς ὑπηρέτην τῆς τοῦ Θεοῦ εὐεργεσίας γνωρίσωμεν. | |
20 | ΕΡΩΤΗΣΙΣ ΣΚʹ. Εἰ παντὶ τῷ βουλομένῳ ἀδελφαῖς συντυγχάνειν ἐπιτρέπειν χρή· ἢ τίς, καὶ πότε, καὶ πῶς ἀδελ‐ φαῖς συντεύξεται. | |
25 | ΑΠΟΚΡΙΣΙΣ. Περὶ τούτων εἴρηται ἐν τοῖς κατὰ πλάτος, ὅτι οὔτε ἀνδρὶ ἀνὴρ κατ’ ἐξουσίαν ἕκαστος ἁπλῶς καὶ ὡς ἔτυχε συντυγχάνειν ὀφείλει· μετὰ δοκιμασίας δὲ ὁ δυνάμενος ὠφελῆσαι καὶ ὠφεληθῆναι, οὐχ ὅτι γε | |
30 | γυναικί. Εἰ δέ τις μνημονεύει τοῦ Κυρίου εἰπόντος, ὅτι Πᾶν ῥῆμα ἀργὸν ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρω‐ ποι, ἀποδώσουσι λόγον περὶ αὐτοῦ ἐν ἡμέρᾳ κρίσεως, φοβεῖται ἐπὶ παντὸς πράγματος τὸ τοιοῦτον κρῖμα, καὶ πείθεται τῷ Ἀποστόλῳ εἰπόντι· | |
35 | Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε· καὶ ἀλλαχοῦ· Πάντα πρὸς οἰκοδομὴν γινέσθω· καὶ οὐδὲν ἀνέχεται ποιῆσαι ἀργῶς καὶ ἀνωφελῶς. Τὸ δὲ, Τίς, καὶ πότε, καὶ πῶς, ἵνα καιρὸς καὶ τόπος, καὶ πρόσωπον δοκιμάζηται, | |
40 | ἀφ’ ὧν κακοῦ μέν τινος οὔτε ὑποψία ἔσται· τὸ δὲ ἀπρόσκοπον τοῖς πᾶσι φυλαχθήσεται, καὶ πρὸς οἰκοδομὴν τῆς πίστεως ἡ συντυχία γενήσεται. Ἀλλ’ οὔτε ἓν πρόσωπον ἑνὶ συντυγχάνειν ἐπιτρέπει ὁ λό‐ γος. Ἀγαθοὶ γὰρ οἱ δύο, φησὶν, ὑπὲρ τὸν ἕνα, | |
45 | ἅμα δὲ καὶ ἀξιόπιστοι· Οὐαὶ δὲ τῷ ἑνὶ, ὅτι, ἐὰν | |
πέσῃ, οὐκ ἔστιν ὁ ἐγείρων. | ||
31.1229 | ΕΡΩΤΗΣΙΣ ΣΚΑʹ. Τοῦ Κυρίου διδάσκοντος προσεύχεσθαι μὴ εἰσελ‐ θεῖν εἰς πειρασμὸν, εἰ δεῖ προσεύχεσθαι μὴ περιπεσεῖν ὀδύναις σωματικαῖς· ἐὰν δὲ | |
5 | περιπέσῃ τις, πῶς παρέλθῃ. ΑΠΟΚΡΙΣΙΣ. Οὐ διέκρινε πειρασμοῦ ποιότητα, καθολικῶς δὲ προσέταξε· Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν· εἰσαχθέντα δὲ σὺν τῷ πειρασμῷ τὴν | |
10 | ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν, παρὰ τοῦ Κυρίου αἰτεῖν δεῖ, ἵνα κατορθωθῇ ἡμῖν τὸ, Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. | |
14 | ΕΡΩΤΗΣΙΣ ΣΚΒ. | |
15 | Τίς ἐστιν ὁ ἀντίδικος ἑκάστου ἡμῶν· ἢ πῶς αὐτῷ εὐνοήσομεν. ΑΠΟΚΡΙΣΙΣ. Ἐπιτετηρημένως ἐνταῦθα ὁ Κύριος ἀντίδικον ὀνο‐ μάζει τὸν ἀφαιρεῖσθαί τι ἐπιχειροῦντα τῶν διαφε‐ | |
20 | ρόντων ἡμῖν. Εὐνοοῦμεν δὲ αὐτῷ, ἐὰν φυλάξωμεν τὸ πρόσταγμα τοῦ Κυρίου εἰπόντος· Τῷ θέλοντί σοι κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον καὶ ἐπὶ παντὸς πράγμα‐ τος τοιούτου ὁμοίως. | |
25 | ΕΡΩΤΗΣΙΣ ΣΚΓʹ. Τοῦ Κυρίου εἰπόντος, «Σὺ δὲ νηστεύων, ἄλειψαί σου τὴν κεφαλὴν, καὶ τὸ πρόσωπόν σου νίψαι, ἵνα μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων·» ὁ θέλων διά τινα λόγον ἀρέσκοντα Θεῷ νη‐ | |
30 | στεῦσαι, καθὼς καὶ οἱ ἅγιοι πολλάκις πεποιη‐ κότες εὑρίσκονται, ἐπειδὴ καὶ ὡς οὐ θέλει φαίνεται, τί ποιήσει. ΑΠΟΚΡΙΣΙΣ. Τὸ παράγγελμα τοῦτό ἐστι πρὸς τοὺς ἐπιτηδεύον‐ | |
35 | τας ποιεῖν τὴν ἐντολὴν τοῦ Θεοῦ πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις, ἵνα τὸ πάθος τῆς ἀνθρωπαρεσκείας θεραπεύσωσιν. Ἐπεὶ ὅτι γε ἡ ἐντολὴ τοῦ Κυ‐ ρίου, εἰς δόξαν Θεοῦ γενομένη, κατὰ φύσιν ἀνεπιτη‐ δείως ἔχει πρὸς τὸ κρύπτεσθαι παρὰ τοῖς φι‐ | |
40 | λοθέοις, ὁ Κύριος ἐδήλωσεν εἰπών· Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον, καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μό‐ διον, καὶ τὰ ἑξῆς. ΕΡΩΤΗΣΙΣ ΣΚΔʹ. | |
45 | Εἰ καὶ νῦν οἱ μὲν ἀπὸ τῆς πρώτης ὥρας ἐργά‐ ζονται, οἱ δὲ ἀπὸ τῆς ἑνδεκάτης, καὶ τίνες εἰσὶν οὗτοι. ΑΠΟΚΡΙΣΙΣ. Τάχα γνωριμώτατόν ἐστι τοῦτο τοῖς πᾶσιν ἐκ τῶν | |
31.1229(50) | ἐν τῇ θεοπνεύστῳ Γραφῇ ἱστορουμένων ὅτι πολλοὶ | |
μέν εἰσι, κατὰ τὴν τοῦ Ἀποστόλου μαρτυρίαν, ἀπὸ | ||
31.1232 | βρέφους τὰ ἱερὰ γράμματα μανθάνοντες· πολλοὶ δὲ οἱ κατὰ τὸν Κορνήλιον, τοῖς μὲν φυσικοῖς κινή‐ μασιν ὑγιῶς χρώμενοι, εἰς δὲ τὴν κατ’ ἐπιστήμην τελειότητα βραδύνοντες, διὰ τὴν ἀπόλειψιν τῶν δι‐ | |
5 | δασκόντων. Πῶς γὰρ πιστεύσουσι, φησὶν, ἐὰν μὴ ἀκούσωσιν; Ἐὰν οὖν συμβῇ τινας εἶναι, κατὰ τὸν Κορνήλιον, περὶ μηδὲν μὲν κακὸν ἀσχο‐ λουμένους, ἐν δὲ ἐπιθυμίᾳ τῆς τελειότητος τὰ δυ‐ νατὰ καὶ εἰς γνῶσιν ἥκοντα καλὰ γνησίως ἐπιδει‐ | |
10 | κνυμένους, τούτοις ὁ Θεὸς χαρίζεται ἃ καὶ τῷ Κορνηλίῳ, μὴ τούτοις λογισάμενος τὸν παρελθόντα χρόνον τῆς ἀργίας εἰς ἔγκλημα, ἐπεὶ μὴ παρὰ τὴν αὐτῶν αἰτίαν, ὡς εἶπον, ἐγένετο· τῇ δὲ ἐπιθυμίᾳ ἀρκούμενος, τῇ φανερωθείσῃ διὰ τῶν κατὰ καιρὸν | |
15 | σπουδαζομένων, καὶ ἐπὶ τέλει ἐπιμελέστερον κατορ‐ θουμένων. ΕΡΩΤΗΣΙΣ ΣΚΕʹ. Τοῦ Κυρίου εἰπόντος· «Ὅπου ἐὰν ὦσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι | |
20 | ἐν μέσῳ αὐτῶν·» πῶς τούτου καταξιωθῆναι δυνηθῶμεν. ΑΠΟΚΡΙΣΙΣ. Οἱ εἰς τὸ ὄνομά τινος συναχθέντες, πάντως ὀφείλουσιν εἰδέναι τὸν σκοπὸν τοῦ συναγαγόντος, | |
25 | καὶ πρὸς αὐτὸν ἑαυτοὺς καταρτίζειν, ἵνα εὐαρεστή‐ σεως χάριν εὕρωσι, καὶ μὴ κακίας ἢ ἀμελείας κρίματι ὑποπέσωσιν. Ὥσπερ γὰρ οἱ κληθέντες ὑπό τινος, εἰ μὲν σκοπὸς τοῦ θερίσαι πρόκειται τῷ κα‐ λέσαντι, πρὸς αὐτὸ ἑαυτοὺς παρασκευάζουσιν· | |
30 | εἰ δὲ σκοπὸς τοῦ οἰκοδομῆσαι, πρὸς τὴν οἰκοδομὴν εὐτρεπίζονται· οὕτως οἱ κληθέντες ὑπὸ τοῦ Κυρίου μνημονεύειν ὀφείλομεν τοῦ Ἀποστόλου λέγοντος· Παρακαλῶ ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ ἀξίως περιπατῆσαι τῆς κλήσεως, ἧς ἐκλήθητε, μετὰ πά‐ | |
35 | σης ταπεινοφροσύνης καὶ πραότητος, μετὰ μα‐ κροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, σπου‐ δάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. Ἓν σῶμα, καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς | |
40 | κλήσεως ὑμῶν. Σαφέστερον δὲ ἡμῖν παρίστησιν ὁ Κύριος τὸ πᾶν διὰ τῆς πρὸς ἕνα ἐπαγγελίας εἰπών· Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτὸν, καὶ πρὸς αὐ‐ τὸν ἐλευσόμεθα, καὶ μονὴν παρ’ αὐτῷ ποιήσο‐ | |
45 | μεν. Ὡς οὖν γίνεται παρὰ τούτῳ ἡ μονὴ ἐκ τῆς τη‐ ρήσεως τῶν ἐντολῶν, οὕτω καὶ τῶν δύο ἢ τριῶν ἐν μέσῳ ἐστὶν, ἐὰν πρὸς τὸ θέλημα αὐτοῦ καταρτισθῶ‐ σιν. Οἱ δὲ μὴ ἀξίως τῆς κλήσεως, μηδὲ πρὸς τὸ θέ‐ λημα τοῦ Κυρίου συνηγμένοι, κἂν ἐπὶ τὸ αὐτὸ | |
31.1232(50) | συνῆχθαι ἐν ὀνόματι Κυρίου δοκῶσιν, ἀκούουσι· Τί | |
με καλεῖτε, Κύριε, Κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω; | ||
31.1233 | ΕΡΩΤΗΣΙΣ ΣΚϛʹ. Τοῦ Ἀποστόλου λέγοντος· «Λοιδορούμενοι εὐλο‐ γοῦμεν, βλασφημούμενοι παρακαλοῦμεν·» πῶς ὀφείλει εὐλογεῖν ὁ λοιδορούμενος, ἢ τί παρα‐ | |
5 | καλεῖν ὁ βλασφημούμενος. ΑΠΟΚΡΙΣΙΣ. Καθόλου νομίζω τὸν Ἀπόστολον ἐνταῦθα διδάσκειν ἡμᾶς ἀπὸ τῶν καθ’ ἑαυτὸν, ἀνεξικακίᾳ χρῆσθαι πρὸς πάντας, καὶ ἀγαθοῖς ἀμείβεσθαι τοὺς πονη‐ | |
10 | ρευομένους· ὡς μὴ μόνον ἐπὶ τοῦ λοιδοροῦντος γίνε‐ σθαι τὸ τοιοῦτον, ἀλλὰ καὶ ἐπὶ παντὸς πονηρευομένου, πληροῦντας τὸ εἰρημένον· Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. Τὸ δὲ παρακα‐ λεῖν οἶδεν ἡ Γραφὴ τιθέναι, οὐ κατὰ τὴν χρῆσιν τῆς | |
15 | συνηθείας, ἀλλὰ πρὸς τὸ συμβιβάζειν τὴν καρδίαν εἰς πληροφορίαν τῆς ἀληθείας, ὡς ἐν τῷ, Παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεός. Καὶ ὁ Ἀπόστολος δέ φησιν· Ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι | |
20 | ὑμᾶς· τοῦτο δέ ἐστι, συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ· καὶ ἀλλαχοῦ· Ἀλλ’ ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐν τῇ παρουσίᾳ Τίτου. ΕΡΩΤΗΣΙΣ ΣΚΖʹ | |
25 | Εἰ χρὴ ἕκαστον ἀνατίθεσθαι καὶ ἑτέροις ἃ φρονεῖ, ἢ ἐν πληροφορίᾳ τοῦ ἀρέσκειν τῷ Θεῷ τὸ γενό‐ μενον, παρ’ ἑαυτῷ κατέχειν. ΑΠΟΚΡΙΣΙΣ. Μεμνημένοι τῆς τοῦ Θεοῦ ἀποφάσεως, εἰπόν‐ | |
30 | τος διὰ τοῦ προφήτου· Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες· καὶ τοῦ Ἀπο‐ στόλου λέγοντος· Ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς· τοῦτο δέ ἐστι, συμπαραλλη‐ | |
35 | θῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ· λογιζόμεθα ἀναγκαῖον εἶναι ἀνατίθε‐ σθαι ἡμᾶς τοῖς ὁμοψύχοις, καὶ ἀπόδειξιν δεδω‐ κόσι πίστεώς τε καὶ συνέσεως, ἵνα ἢ τὸ πεπλανημέ‐ νον διορθωθῇ, ἢ τὸ ἠκριβωμένον βεβαιωθῇ, καὶ ἡμεῖς | |
40 | φύγωμεν τὸ προειρημένον κρῖμα, τὸ κατὰ τῶν ἑαυ‐ τοῖς συνετῶν. ΕΡΩΤΗΣΙΣ ΣΚΗʹ. Εἰ ἐπὶ παντὶ πράγματι πληροφορεῖν χρὴ τὸ θέλημα τῶν σκανδαλιζομένων, ἢ ἔστι τινὰ, ἐφ’ ὧν | |
45 | οὐ δεῖ προσποιεῖσθαι, κἄν τινες σκανδαλί‐ ζωνται. ΑΠΟΚΡΙΣΙΣ. Σαφῆ τὴν ἐν τούτοις διαφορὰν ἐν τῷ ἰδίῳ τόπῳ ἐπερωτηθέντες ἐδηλώσαμεν, καὶ τὴν περὶ τούτου | |
31.1233(50) | ἀκρίβειαν, ὡς δυνατὸν ἡμῖν, παραδεδώκαμεν. | |
31.1236 | ΕΡΩΤΗΣΙΣ ΣΚΘʹ. Εἰ χρὴ τὰς ἀπηγορευμένας πράξεις ἀνεπαισχυντό‐ τερον ἐξαγορεύειν πᾶσιν, ἢ τισί· καὶ ποίοις τούτοις. | |
5 | ΑΠΟΚΡΙΣΙΣ. Ἡ ἐξαγόρευσις τῶν ἁμαρτημάτων τοῦτον ἔχει τὸν λόγον, ὃν ἔχει ἡ ἐπίδειξις τῶν σωματικῶν παθῶν. ὡς οὖν τὰ πάθη τοῦ σώματος οὐ πᾶσιν ἀποκαλύπτου‐ σιν οἱ ἄνθρωποι, οὔτε τοῖς τυχοῦσιν, ἀλλὰ τοῖς ἐμπεί‐ | |
10 | ροις τῆς τούτων θεραπείας· οὕτω καὶ ἡ ἐξαγό‐ ρευσις τῶν ἁμαρτημάτων γίνεσθαι ὀφείλει, ἐπὶ τῶν δυναμένων θεραπεύειν, κατὰ τὸ γεγραμμένον· Ὑμεῖς οἱ δυνατοὶ, τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζετε· τουτέστι, αἴρετε διὰ τῆς ἐπιμελείας | |
15 | ΕΡΩΤΗΣΙΣ ΣΛʹ. Τί ἐστι λατρεία, καὶ τίς ἐστιν ἡ λογικὴ λατρεία. ΑΠΟΚΡΙΣΙΣ Λατρεία μὲν ἔστιν, ὡς λογίζομαι, ἡ συντετα‐ μένη, καὶ διηνεκὴς, καὶ ἀμετεώριστος περὶ τὸ | |
20 | λατρευόμενον θεραπεία· τὴν δὲ διαφορὰν τῆς λογικῆς λατρείας καὶ τῆς ἀλόγου παρίστησιν ἡμῖν ὁ Ἀπόστο‐ λος εἰπὼν, ποτὲ μέν· Οἴδατε, ὅτι ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα, ὡς ἂν ἤγεσθε, ἀπαγόμενοι· ποτὲ δέ· Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν | |
25 | ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. Ὁ μὲν γὰρ, ὡς ἂν ἄγηται, ἀπαγό‐ μενος, ἄλογον λατρεύει λατρείαν, ἅτε μὴ ὑπὸ λόγου καθηγουμένου, ἰδίᾳ ὁρμῇ καὶ προθέσει κινούμενος, τῇ δὲ τοῦ ἄγοντος ἐξουσίᾳ, πρὸς ὅπερ ἂν | |
30 | ἄγηται, καὶ ὡς οὐ θέλει, φερόμενος· ὁ δὲ μετὰ λόγου ὑγιοῦς καὶ βουλῆς ἀγαθῆς σὺν πολλῇ φροντίδι τὸ ἀρε‐ στὸν τῷ Θεῷ πάντοτε καὶ πανταχοῦ σκοπούμενος καὶ κατορθῶν, οὗτος πληροῖ τὴν ἐντολὴν τῆς λογικῆς λατρείας, κατὰ τὸν εἰπόντα· Λύχνος τοῖς ποσί μου | |
35 | ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου· καὶ πάλιν· Καὶ ἡ συμβουλία μου τὰ δικαιώματά σου. ΕΡΩΤΗΣΙΣ ΣΛΑʹ. Ἐὰν ἀδελφὸς πονηρεύηται εἰς ἐμὲ καὶ ἐχθραίνῃ μοι, ἢ ἐνίοτε καὶ ἱερεὺς, εἰ ἔξεστί μοι τὰς δεδο‐ | |
40 | μένας μοι περὶ ἐχθροῦ ἐντολὰς καὶ ἐπ’ αὐτῷ φυλάσσειν. ΑΠΟΚΡΙΣΙΣ. Ὁ Κύριος ἐν ταῖς περὶ ἐχθρῶν ἐντολαῖς, οὔτε ἐχθροῦ οὔτε ἔχθρας διαφορὰν ᾐνίξατο· μᾶλλον δὲ | |
45 | ἐπὶ τῶν ὑπερεχόντων βαθμῷ τὸ αὐτὸ ἁμάρτημα βαρύτερον εἶναι ὡρίσατο, εἰπὼν πρὸς αὐτούς· Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελ‐ | |
φοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατα‐ | ||
31.1237 | νοεῖς; Μάλιστα οὖν ἐπὶ τῶν τοιούτων καὶ τῶν δο‐ κούντων εἶναι ἐνδοξοτέρων, σπουδῆς χρεία καὶ ἐπι‐ σκέψεως· ἵνα καὶ τὴν ὀφειλομένην ἐπιμέλειαν αὐ‐ τῶν, εἴτε ἐν παρακλήσει, εἴτε ἐν ἐλέγχῳ μετὰ | |
5 | τῆς προσηκούσης μακροθυμίας ποιησώμεθα, καὶ τὰ λοιπὰ πάντα, κατὰ τὴν τοῦ Κυρίου ἐντολὴν, ἐπ’ αὐτῶν παραφυλάξαντες, ἀνυπαιτίους ἑαυτοὺς καὶ ἐν τούτῳ τῷ μέρει φυλάξωμεν. ΕΡΩΤΗΣΙΣ ΣΛΒʹ. | |
10 | Ἐάν τις, ἀδικηθεὶς ὑπό τινος, μηδενὶ ἀνά‐ θηται, λόγῳ μακροθυμίας καὶ ἀνεξικακίας, δόξῃ δὲ τῷ Θεῷ ἀποδιδόναι τὸ κρῖμα, εἰ κατὰ Κύριον ποιεῖ. ΑΠΟΚΡΙΣΙΣ. | |
15 | Τοῦ Κυρίου εἰπόντος, ποτὲ μὲν, Ἀφίετε εἴ τι ἔχετε κατά τινος· ποτὲ δὲ, Ἐὰν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐάν σου ἀκούσῃ, ἐκέρ‐ δησας τὸν ἀδελφόν σου· ἐὰν δὲ μὴ ἀκούσῃ, πα‐ | |
20 | ράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόμα‐ τος δύο μαρτύρων καὶ τριῶν σταθῇ πᾶν ῥῆμα. Ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ Ἐκ‐ κλησίᾳ. Ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης· τῆς | |
25 | μὲν μακροθυμίας καρπὸν ἐπιδείκνυσθαι χρὴ, τῷ Θεῷ τὴν προσευχὴν ὑπὲρ τοῦ ἠδικηκότος ἐξ ἀληθι‐ νῆς διαθέσεως προσάγοντα καὶ λέγοντα· Κύριε, μὴ στήσῃς αὐτῷ τὴν ἁμαρτίαν, ἵνα μὴ, ὡς ὀργιζό‐ μενος τῷ ἀδελφῷ αὐτοῦ, ἔνοχος γένηται τῇ κρίσει· | |
30 | τὴν δὲ παράκλησιν τῷ ἠδικηκότι. καὶ τὸν ἔλεγχον ἀποδιδόναι ἀκόλουθον, ὅπως κἀκεῖνον τῆς ὀργῆς τῆς ἐρχομένης ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας ἐλευθερώσῃ. Ἐὰν δὲ ἀμελήσῃ καὶ λόγῳ δῆθεν τῆς ἰδίας μακρο‐ θυμίας ἐφησυχάσῃ, διπλῆν ἁμαρτίαν ἁμαρτάνει· | |
35 | ὅτι τε αὐτὸς παραβαίνει τὴν ἐντολὴν τὴν λέγου‐ σαν, Ἐλεγμῷ ἐλέγξεις τὸν πλησίον σου, καὶ οὐ λήψῃ δι’ αὐτὸν ἁμαρτίαν, καὶ κοινωνὸς τοῦ ἁμαρ‐ τάνοντος διὰ τῆς σιωπῆς γίνεται· καὶ ὅτι τὸν δυνάμενον ἴσως κερδηθῆναι διὰ τῶν ἐλέγχων, καθὼς καὶ ὁ Κύριος διετάξατο, τοῦτον ἀφίησιν ἐναπολέσθαι τῷ κακῷ. | |
40 | ΕΡΩΤΗΣΙΣ ΣΛΓʹ. Ἐκ πάντων τῶν κατορθωμάτων ἐὰν ἓν λείπῃ τινὶ, εἰ διὰ τοῦτο οὐ σώζεται. ΑΠΟΚΡΙΣΙΣ. Πολλῶν ὄντων ἐν τῇ τε Παλαιᾷ καὶ ἐν τῇ Και‐ | |
45 | νῇ Διαθήκῃ τῶν δυναμένων περὶ τούτου πληροφορῆ‐ σαι ἡμᾶς, ἀρκεῖν ἡγοῦμαι τῷ πιστῷ καὶ μόνον τὸ ἐπὶ τῷ Πέτρῳ κρῖμα· ὃς ἐπὶ τοσούτοις καὶ τηλι‐ | |
κούτοις κατορθώμασι, καὶ τοιούτοις τοῖς παρὰ | ||
31.1240 | τοῦ Κυρίου μακαρισμοῖς καὶ ἐπαίνοις, ἵνα ἐν ἑνὶ μόνῳ δόξῃ παρακούειν, καὶ τοῦτο οὔτε διὰ ὄκ‐ νον, οὔτε διὰ καταφρόνησιν, ἀλλὰ δι’ εὐλάβειαν καὶ τιμὴν τὴν περὶ τὸν Κύριον, ἐπὶ τούτῳ μόνῳ | |
5 | ἀκούει· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ. ΕΡΩΤΗΣΙΣ ΣΛΔʹ. Πῶς τὸν θάνατόν τις τοῦ Κυρίου καταγγέλλει. ΑΠΟΚΡΙΣΙΣ. | |
10 | Ὡς ὁ Κύριος ἐδίδαξεν εἰπών· Εἴ τις ἔρχεται πρὸς μὲ, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ. Καὶ ὁ Ἀπόστολος παρέστη‐ σεν ὁμολογήσας τὸ, Ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ. Ὅπερ ἐν αὐτῷ τῷ βαπτίσματι | |
15 | προλαβόντες συνεθέμεθα· Ὅσοι γὰρ, φησὶν, ἐβα‐ πτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνα‐ τον αὐτοῦ ἐβαπτίσθημεν· οἷς ἐπιφέρει, ἑρμη‐ νεύων τί ἐστι τὸ εἰς τὸν θάνατον τοῦ Κυρίου βα‐ πτισθῆναι, ὅτι Ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συν‐ | |
20 | εσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρ‐ τίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ· πάσης δὲ τῆς πρὸς τὸ ζῇν προσπαθείας καθαρεύον‐ τας, ἀξίους γενέσθαι τῆς μαρτυρίας τοῦ Ἀποστό‐ λου, εἰπόντος· Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν | |
25 | κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ· ὥστε θαῤῥοῦντας ἡμᾶς λέγειν μετὰ παῤῥησίας· Ἔρχεται ὁ τοῦ κόσμου τούτου ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν. ΕΡΩΤΗΣΙΣ ΣΛΕʹ. Εἰ συμφέρει πολλὰ ἐκμανθάνειν ἐκ τῶν Γρα‐ | |
30 | φῶν. ΑΠΟΚΡΙΣΙΣ. Δύο ταγμάτων καθολικωτέρων ὄντων, καὶ τῶν μὲν τὴν προστασίαν πεπιστευμένων, τῶν δὲ εἰς εὐ‐ πείθειαν καὶ ὑπακοὴν τεταγμένων, ἐν διαφόροις χα‐ | |
35 | ρίσμασι, λογίζομαι, ὅτι ὁ μὲν τὴν προστασίαν καὶ ἐπιμέλειαν τῶν πλειόνων ἐγκεχειρισμένος τὰ πάν‐ των εἰδέναι καὶ ἐκμανθάνειν ὀφείλει, ἵνα τοὺς πάντας διδάσκῃ τὰ θελήματα τοῦ Θεοῦ, ἑκάστῳ ὑπο‐ δεικνὺς τὰ αὐτοῦ ἐπιβάλλοντα· τῶν δὲ ἄλλων ἕκα‐ | |
40 | στος, μεμνημένος τοῦ Ἀποστόλου εἰπόντος, Μὴ ὑπερφρονεῖν παρ’ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ, ὡς ὁ Θεὸς ἐμέ‐ ρισε, τὰ ἑαυτῷ ἐπιβάλλοντα σπουδαίως μανθανέτω καὶ ποιείτω, μηδὲν πλέον περιεργαζόμενος, ἵνα γένηται | |
45 | ἄξιος τῆς φωνῆς τοῦ Κυρίου εἰπόντος· Δεῦρο, ἀγαθὲ δοῦλε· ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε | |
καταστήσω. | ||
31.1241 | ΕΡΩΤΗΣΙΣ ΣΛϛʹ. Ὅσοι κατηξιώθησαν τὰ τέσσαρα Εὐαγγέλια ἐκμαθεῖν, πῶς ὀφείλουσι τὴν χάριν δέξα‐ σθαι. | |
5 | ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου ἀποφηναμένου, ὅτι ᾯ παρέθεντο πολὺ, περισσότερον ἀπαιτήσουσιν αὐτόν· περισσοτέρως φοβεῖσθαι καὶ σπουδάζειν ὀφείλουσιν, καθὼς ὁ Ἀπόστολος ἐδίδαξεν εἰπών· Συνεργοῦντες | |
10 | δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι. Τοῦτο δὲ γίνεται, ἐὰν πει‐ σθῶμεν τῷ Κυρίῳ λέγοντι· Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά. ΕΡΩΤΗΣΙΣ ΣΛΖʹ. | |
15 | Ποταπὴ ψυχὴ κατευθύνεται πρὸς τὸ θέλημα τοῦ Θεοῦ. ΑΠΟΚΡΙΣΙΣ. Ἡ καταδεξαμένη τὴν πρότασιν τοῦ Κυρίου εἰπόντος· Εἴ τις ἔρχεται πρὸς μὲ, ἀπαρνησά‐ | |
20 | σθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθείτω μοι. Ἐὰν γάρ τις μὴ προκατορθώσῃ τὸ ἀπαρνήσασθαι ἑαυτὸν, καὶ τὸ ἆραι τὸν σταυ‐ ρὸν, πολλὰ ἐξ ἑαυτοῦ εὑρίσκει προϊὼν τὰ τοῦ ἀκολουθεῖν ἐμπόδια. | |
25 | ΕΡΩΤΗΣΙΣ ΣΛΗʹ. Εἰ δυνατόν ἐστι τὸ ἀδιαλείπτως ψάλλειν, ἢ ἀνα‐ γινώσκειν, ἢ σπουδαιολογεῖσθαι περὶ τῶν ῥη‐ μάτων τοῦ Θεοῦ, καὶ διάστημα μὴ γίνεσθαι καθόλου διὰ τὴν ἐπισυμβαίνουσάν τισιν ἀνάγ‐ | |
30 | κην τῶν ῥυπαρωτέρων τοῦ σώματος χρει‐ ῶν. ΑΠΟΚΡΙΣΙΣ. Τοῦτο ἡμῖν ὁ Ἀπόστολος κανονίζει εἰπών· Πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω. Ὥστε δεῖ | |
35 | μᾶλλον τῆς εὐσχημοσύνης καὶ τῆς εὐταξίας φροντί‐ ζειν κατά τε καιρὸν καὶ τόπον. | |
34 | ΕΡΩΤΗΣΙΣ ΣΛΘʹ. | |
35 | Τίς ὁ θησαυρὸς ὁ ἀγαθὸς, καὶ τίς ὁ πονηρός. ΑΠΟΚΡΙΣΙΣ. Ἡ μὲν φρόνησις πάσης τῆς ἐν Χριστῷ εἰς δόξαν Θεοῦ ἀρετῆς θησαυρὸς ἀγαθός ἐστιν· ἡ δὲ φρόνησις τῆς κακίας τῶν ἀπηγορευμένων ὑπὸ τοῦ Κυρίου θη‐ | |
40 | σαυρὸς πονηρός ἐστιν· ἐξ ὧν προφέρεται, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, ἐν τοῖς οἰκείοις ἑκατέρων ἔργοις | |
τε καὶ λόγοις, ἤτοι πονηρὰ, ἤτοι ἀγαθά. | ||
31.1244 | ΕΡΩΤΗΣΙΣ ΣΜʹ. Κατὰ τί πλατεῖα ἡ πύλη, καὶ εὐρύχωρος ἡ ὁδὸς εἴρηται, ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν. ΑΠΟΚΡΙΣΙΣ. | |
5 | Ὁ Κύριος διὰ πολλὴν φιλανθρωπίαν τοῖς ὀνόμασι καὶ ῥήμασι τῶν γινωσκομένων πραγμάτων κέ‐ χρηται πρὸς παράστασιν τῶν ἀληθείας δογμάτων. Ὥσπερ οὖν τῆς κατὰ γῆν εὐθείας ὁδοῦ ἡ παρέκβασις πολλὴν πλατύτητα ἔχει· οὕτω, φησὶν, ὁ ἐκβαίνων | |
10 | τῆς ὁδοῦ τῆς ἀγούσης εἰς τὴν βασιλείαν τῶν οὐρα‐ νῶν, ἐν πολλῷ πλάτει τῆς πλάνης εὑρίσκεται. Τὸ δὲ πλατεῖα καὶ εὐρύχωρος λογίζομαι, ὅτι ταυτόν ἐστιν. Τὸ γὰρ εὐρὺ καὶ παρὰ τοῖς ἕξω πεπαιδευ‐ μένοις πλατὺ λέγεται. Ὁ οὖν χῶρος, τουτέστιν ὁ | |
15 | τόπος τῆς πλάνης, πλατύς ἐστιν, ἧς τὸ τέλος ἀπώλεια. ΕΡΩΤΗΣΙΣ ΣΜΑ Πῶς στενὴ ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν· καὶ πῶς δι’ αὐτῆς τις | |
20 | εἰσέρχεται. ΑΠΟΚΡΙΣΙΣ. Πάλιν καὶ ἐνταῦθα τὸ στενὸν καὶ τεθλιμμένον οὐκ ἄλλο καὶ ἄλλο τι δηλοῖ, ἀλλὰ τῆς στενότητος τὴν ἐπίτασιν τὸ τεθλιμμένον παρίστησιν· ἐπὶ τοσ‐ | |
25 | οῦτον τῆς ὁδοῦ ἀπεστενωμένης, ὡς θλίβεσθαι, τουτ‐ έστι στενοχωρεῖσθαι ἑκατέρωθεν τὸν ὁδεύοντα, παρ‐ εκβάσεως πάσης ἐπικινδύνου οὔσης, εἴτε δεξιᾷ, εἴτε ἀριστερᾷ· ὡς ἐπὶ γεφύρας, πάντοθεν τοῦ ὑποῤ‐ ῥέοντος ποταμοῦ ὑποδεχομένου τὸν ἐκκλίνοντα. Διό | |
30 | φησιν ὁ Δαβίδ· Ἐχόμενα τρίβου σκάνδαλα ἔθεντό μοι. Δεῖ οὖν τὸν διὰ τῆς στενῆς καὶ τεθλιμμέ‐ νης εἰσελθεῖν εἰς τὴν ζωὴν προθέμενον φυλάσσειν ἑαυτὸν ἀπὸ πάσης παρεκβάσεως καὶ παρεκτροπῆς τῶν ἐντολῶν τοῦ Κυρίου, πληροῦντα τὸ γεγραμμέ‐ | |
35 | νον· Μὴ ἐκκλίνῃς εἰς δεξιὰ, μηδὲ ἀριστερά. ΕΡΩΤΗΣΙΣ ΣΜΒʹ. Τί ἐστι τὸ, «Τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φι‐ λόστοργοι.» ΑΠΟΚΡΙΣΙΣ. | |
40 | Ἡ στοργὴ κατ’ ἐπίτασιν τῆς φιλίας λέγοιτο ἂν ἐν ἐπιθυμίᾳ καὶ διαθέσει διαπύρῳ τοῦ ἀγαπῶν‐ τος περὶ τὸν ἀγαπώμενον. Ἵν’ οὖν μὴ ἐπιπόλαιος ἡ φιλαδελφία, ἐνδιάθετος δὲ καὶ διάπυρος ᾖ, εἴρηται τὸ, | |
Τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι. | ||
31.1245 | ΕΡΩΤΗΣΙΣ ΣΜΓʹ. Τί βούλεται λέγων ὁ Ἀπόστολος· «Ὀργί‐ ζεσθε, καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπι‐ δυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν·» καίτοιγε | |
5 | ἀλλαχοῦ εἰπών· «Πᾶσα πικρία, καὶ θυμὸς, καὶ ὀργὴ ἀρθήτω ἀφ’ ὑμῶν.» ΑΠΟΚΡΙΣΙΣ. Κατὰ μίμησιν τοῦ Κυρίου νομίζω τὸν Ἀπόστολον ἐνταῦθα μετακεχειρίσθαι τὸν λόγον. Ὥσπερ γὰρ ἐν τῷ | |
10 | Εὐαγγελίῳ ὁ Κύριος πρότερον εἰπών· Ἐῤῥέθη τοῖς ἀρχαίοις τόδε, εἶτα ἐπάγει· Ἐγὼ δὲ λέγω ὑμῖν τόδε· οὕτω καὶ ἐνταῦθα ὁ Ἀπόστολος, πρότερον μνημονεύσας τοῦ παλαιοῦ καὶ τοῖς τότε ῥηθέντος, Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε, ἐπιφέρει μετ’ | |
15 | ὀλίγα τὸ παρ’ ἑαυτοῦ ἡμῖν ἁρμόζον, εἰπών· Πᾶσα πικρία, καὶ θυμὸς, καὶ ὀργὴ, καὶ κραυγὴ ἀρθήτω ἀφ’ ὑμῶν. ΕΡΩΤΗΣΙΣ ΣΜΔʹ. Τί ἐστι τὸ, «Δότε τόπον τῇ ὀργῇ.» | |
20 | ΑΠΟΚΡΙΣΙΣ. Ἤτοι τὸ μὴ ἀντιστῆναι τῷ πονηρῷ, καθὼς γέ‐ γραπται, ἀλλὰ καὶ τῷ τύπτοντι ἐπὶ τὴν δεξιὰν σια‐ γόνα στρέψαι καὶ τὴν ἄλλην, καὶ τὰ ἑξῆς· ἢ τὸ, Ὅταν διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύ‐ | |
25 | γετε εἰς τὴν ἄλλην. ΕΡΩΤΗΣΙΣ ΣΜΕʹ. Τίς ἐστιν ὁ φρόνιμος ὡς ὁ ὄφις, καὶ ἀκέραιος ὡς ἡ περιστερά. ΑΠΟΚΡΙΣΙΣ. | |
30 | Ὁ φρόνιμος μὲν ὡς ὁ ὄφις, ὁ μετὰ περισκέψεως καὶ κατανοήσεως τοῦ δυνατοῦ καὶ τῆς εὐοδίας πρὸς εὐπείθειαν τῶν ἀκουόντων τὴν διδασκαλίαν οἰκονο‐ μῶν· ἀκέραιος δὲ ὡς ἡ περιστερὰ, ὁ μήτε εἰς ἔν‐ νοιαν λαμβάνων τοῦ ἀμύνασθαι τὸν ἐπιβουλεύοντα, | |
35 | ἐπιμένων δὲ τῇ εὐεργεσίᾳ, κατὰ τὸ ὑπὸ τοῦ Ἀπο‐ στόλου προστεταγμένον, ὅτι Ὑμεῖς δὲ μὴ ἐκκακεῖτε καλοποιοῦντες. Ἐπὶ γὰρ τὸ κήρυγμα τοὺς μαθη‐ τὰς ἀποστέλλων ὁ Κύριος, ταῦτα αὐτοῖς ἐντέλλεται· ὅπου καὶ σοφίας ἦν χρεία πρὸς τὸ πεῖσαι, καὶ ἀνεξι‐ | |
40 | κακίας πρὸς τοὺς ἐπιβουλεύοντας· ἵνα, ὡς ἐκεῖ ὁ ὄφις ἔγνω καὶ προσώπῳ προσελθεῖν εὐαγωγοτέρῳ, καὶ πιθανῶς εἰπεῖν εἰς τὸ ἀποστῆσαι Θεοῦ, καὶ ὑπαγαγέσθαι τῇ ἁμαρτίᾳ· οὕτω καὶ ἡμεῖς καὶ πρόσωπον καὶ τρόπον καὶ καιρὸν ἐπιλεγώμεθα, | |
45 | καὶ παντὶ τρόπῳ τοὺς λόγους οἰκονομῶμεν ἐν κρί‐ σει, πρὸς τὸ ἀποστῆσαι τῆς ἁμαρτίας, καὶ ἐπαν‐ αγαγεῖν πρὸς Θεόν· τὴν δέ γε ὑπομονὴν ἐν τοῖς πειρασμοῖς κατορθώσωμεν εἰς τέλος, καθὼς γέ‐ | |
γραπται. | ||
31.1248 | ΕΡΩΤΗΣΙΣ ΣΜϛʹ. Τί ἐστι τὸ, «Ἡ ἀγάπη οὐκ ἀσχημονεῖ.» ΑΠΟΚΡΙΣΙΣ. Ἴσον τῷ εἰπεῖν, τοῦ ἰδίου σχήματος οὐκ ἐκπί‐ | |
5 | πτει. Σχῆμα δὲ ἀγάπης τὰ ὑπὸ τοῦ Ἀποστόλου ἐν τῷ αὐτῷ τόπῳ ἀπηριθμημένα τῆς ἀγάπης ἰδιώ‐ ματα. ΕΡΩΤΗΣΙΣ ΣΜΖʹ. Τῆς Γραφῆς λεγούσης· «Μὴ καυχᾶσθε, καὶ μὴ | |
10 | λαλεῖτε ὑψηλά·» καὶ τοῦ Ἀποστόλου ποτὲ μὲν ὁμολογοῦντος, ὅτι «Ὃ λαλῶ, οὐ κατὰ Κύριον λαλῶ, ἀλλ’ ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως·» καὶ πάλιν· «Γέγονα ἄφρων καυχώμενος·» ποτὲ δὲ ἐπι‐ | |
15 | τρέποντος, ὅτι «Ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω·» τίς ἐστιν ἡ ἐν Κυρίῳ καύχησις, καὶ τίς ἡ ἀπηγορευμένη. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ μὲν Ἀποστόλου ἡ κατ’ ἀνάγκην πρὸς τὰ | |
20 | πάθη ἔνστασις εὔδηλος. Οὐ γὰρ ἵνα ἑαυτὸν συστήσῃ, ταῦτά φησιν, ἀλλ’ ἵνα τὸ θράσος τῆς τινων ἀλαζονείας καὶ τὴν ἔπαρσιν καταβάλῃ. Καύχησις δὲ ἡ μὲν ἐν Κυρίῳ ἐστὶν, ὅταν τις τὰ κατορθώματα μὴ ἑαυτῷ, ἀλλὰ τῷ Κυρίῳ ἀνατίθηται, λέγων· Πάντα ἰσχύω | |
25 | ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ· ἡ δὲ ἀπηγορευ‐ μένη διπλοῦν ἂν ἔχοι λόγον, ἢ κατὰ τὸ, Ἐπαι‐ νεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ· καὶ, Τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατός; ἢ κατὰ τὸ, Ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώ‐ | |
30 | ποις, δι’ αὐτοῦ τοῦ θέλειν ἐπαινεθῆναι ἐφ’ οἷς ποιοῦ‐ σιν, οἱονεὶ ἐγκαυχώμενοι τοῖς γινομένοις. Οἱ δὲ τοιοῦτοι καὶ ἱερόσυλοι εἶεν ἂν, τὰς τοῦ Θεοῦ δωρεὰς ἰδιοποιούμενοι, καὶ τὴν ὀφειλομένην τῷ Θεῷ δόξαν εἰς ἑαυτοὺς ἁρπάζοντες. | |
35 | ΕΡΩΤΗΣΙΣ ΣΜΗʹ. Εἰ Κύριος δίδωσι σοφίαν, καὶ ἀπὸ προσώπου αὐ‐ τοῦ γνῶσις καὶ σύνεσις· καὶ εἰ διὰ τοῦ Πνεύματος, ᾧ μὲν δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως· πῶς ἐγκαλεῖ τοῖς μαθηταῖς | |
40 | ὁ Κύριος, ὅτι «Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε;» καὶ ὁ Ἀπόστολος αἰτιᾶταί τινας, ὡς ἀσυνέτους; ΑΠΟΚΡΙΣΙΣ. Εἴ τις τὸ ἀγαθὸν τοῦ Θεοῦ οἶδε, τοῦ θέλοντος | |
45 | πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, καὶ τοῦ ἁγίου Πνεύματος τὴν ἐπιμέλειαν ἔμαθεν, ἐν τῇ διαιρέσει καὶ ἐνεργείᾳ τῶν τοῦ Θεοῦ χαρισμάτων, οὗτος γνωρίζει τὴν βραδυτῆτα τῆς συνέσεως οὐ παρὰ τὸν ὄκνον τοῦ | |
31.1248(50) | εὐεργέτου, ἀλλὰ παρὰ τὴν ἀπιστίαν τῶν εὐεργε‐ τουμένων. Καὶ καλῶς ἐγκαλεῖται ὁ ἀσύνετος, ὡς | |
ὁ ἡλίου ἀνατείλαντος καμμύων τοὺς ὀφθαλμοὺς, | ||
31.1249 | ἵνα ἐν σκότει διάγῃ, καὶ μὴ ἀναβλέπων ἵνα φω‐ τισθῇ. ΕΡΩΤΗΣΙΣ ΣΜΘʹ. Τί ἐστι τὸ ὅσιον, καὶ τί ἐστι τὸ δίκαιον. | |
5 | ΑΠΟΚΡΙΣΙΣ. Ὅσιον μὲν εἶναι λογίζομαι τὸ πρέπον, καὶ ὀφει‐ λόμενον παρὰ τῶν ὑποβεβηκότων τῷ ὑπερέχοντι, κατὰ τὸν τῆς ὑπεροχῆς λόγον· δίκαιον δὲ τὸ πρὸς ἀξίαν τῶν ἔργων ἑκάστῳ ἀποδιδόμενον. Καὶ ἐπὶ | |
10 | τοῦ μὲν ὁσίου τῶν καλλίστων μόνον ἐστὶν ἡ εὐ‐ γνωμοσύνη καὶ ἀπόδοσις· ἐπὶ δὲ τοῦ δικαίου καὶ ἡ τῶν κακῶν δοκιμασία καὶ ἀνταπόδοσις. ΕΡΩΤΗΣΙΣ ΣΝʹ. Πῶς δίδωσί τις τὸ ἅγιον τοῖς κυσὶν, ἢ βάλ‐ | |
15 | λει τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων· ἢ πῶς συμβαίνει τὸ ἐπιφερόμενον· «Μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.» ΑΠΟΚΡΙΣΙΣ. | |
20 | Σαφῶς ἡμῖν παραδίδωσιν ὁ Ἀπόστολος τοῖς ὑπ’ αὐτοῦ εἰρημένοις πρὸς τοὺς Ἰουδαίους ἐπενεγκὼν, ὅτι Ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις. Τὴν οὖν ἀτιμίαν, ἣν διὰ τῆς παραβάσεως ἀτιμάζομεν τοὺς ἁγίους | |
25 | τοῦ Κυρίου λόγους, ἐνταῦθα ὁ Κύριος ἀπηγόρευσεν. Ἀφ’ ἧς παραβάσεως συμβαίνει καὶ τοὺς ἔξω τῆς πίστεως ἅμα τε εὐκαταφρόνητα ἡγεῖσθαι τὰ τοῦ Κυρίου διδάγματα, καὶ ἀπ’ αὐτῶν ἐκείνων θρασύ‐ τερον ἡμῖν ἐπεγείρεσθαι, καὶ οἱονεὶ ῥήσσειν τοῖς | |
30 | ὀνειδισμοῖς καὶ τοῖς ἐλέγχοις τὸν παραβαίνοντα. ΕΡΩΤΗΣΙΣ ΣΝΑʹ. Πῶς ποτὲ μὲν ἀπαγορεύει ὁ Κύριος βαστάζειν βαλάντιον καὶ πήραν εἰς ὁδὸν, ποτὲ δὲ λέγει· «Ἀλλὰ νῦν ὁ ἔχων βαλάντιον ἀράτω | |
35 | ὁμοίως καὶ πήραν· καὶ ὁ μὴ ἔχων, πωλησάτω τὸ ἱμάτιον αὑτοῦ, καὶ ἀγορασάτω μάχαιραν.» ΑΠΟΚΡΙΣΙΣ. Τοῦτο σαφηνίζει αὐτὸς ὁ Κύριος εἰπὼν ὅτι, Δεῖ γὰρ ἔτι τοῦτο τελεσθῆναι ἐν ἐμοὶ τὸ, Καὶ μετὰ | |
40 | ἀνόμων ἐλογίσθη. Αὐτίκα γὰρ μετὰ τὸ πλη‐ ρωθῆναι τὴν περὶ τῆς μαχαίρας προφητείαν λέγει τῷ Πέτρῳ· Ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μά‐ χαιραν, ἐν μαχαίρᾳ ἀπολοῦνται· ὡς μὴ εἶναι | |
45 | πρόσταγμα, Ἀλλὰ νῦν ὁ ἔχων βαλάντιον, ἀράτω, ἤτοι ἀρεῖ (οὕτω γὰρ καὶ τὰ πολλὰ τῶν ἀντιγράφων | |
ἔχει), ἀλλὰ προφητείαν προλέγοντος τοῦ Κυρίου, ὅτι | ||
31.1252 | ἔμελλον οἱ ἀπόστολοι ἐπιλανθανόμενοι· τῶν δω‐ ρεῶν καὶ τοῦ νόμου τοῦ Κυρίου καὶ ξίφους κατατολ‐ μᾷν. Καὶ ὅτι τῷ προστακτικῷ εἴδει τοῦ λόγου ἀντὶ προφητικοῦ πολλάκις κέχρηται ἡ Γραφὴ, πολλαχό‐ | |
5 | θεν δῆλον, οἷόν ἐστι τὸ, Γενηθήτωσαν οἱ υἱοὶ αὐ‐ τοῦ ὀρφανοί· καὶ, Διάβολος στήτω ἐκ δεξιῶν αὐ‐ τοῦ· καὶ ὅσα τοιαῦτα. ΕΡΩΤΗΣΙΣ ΣΝΒʹ. Τίς ἐστιν ὁ ἄρτος ὁ ἐπιούσιος, ὃν δίδοσθαι ἡμῖν | |
10 | καθ’ ἡμέραν προσεύχεσθαι ἐδιδάχθημεν. ΑΠΟΚΡΙΣΙΣ. Ὅταν ὁ ἐργαζόμενος μνημονεύων τοῦ Κυρίου λέγοντος, Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φά‐ γητε, ἢ τί πίητε· καὶ τοῦ Ἀποστόλου παραγγεί‐ | |
15 | λαντος ἐργάζεσθαι, ἵνα ἔχωμεν μεταδιδόναι τῷ χρείαν ἔχοντι, μὴ τῆς ἰδίας χρείας, ἀλλὰ τῆς ἐντολῆς τοῦ Κυρίου ἕνεκεν ἐργάζεται (ἐπειδὴ Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὑτοῦ), τότε τὸν ἐπιούσιον ἄρτον, τουτ‐ έστι, τὸν πρὸς τὴν ἐφήμερον ζωὴν τῇ οὐσίᾳ ἡμῶν | |
20 | χρησιμεύοντα, οὐχ ἑαυτῷ ἐπιτρέπει, ἀλλὰ τῷ Θεῷ ἐντυγχάνει περὶ τούτου· καὶ τὴν ἀνάγκην τῆς ἐν‐ δείας αὐτῷ ἐπιδείξας, οὕτως ἐσθίει τὸ διδόμενον παρὰ τοῦ μετὰ δοκιμασίας ἐπιτεταγμένου ποιεῖν ἐφ’ ἑκάστης ἡμέρας τὸ, Διεδίδοτο ἑκάστῳ, καθότι | |
25 | ἄν τις χρείαν εἶχεν. ΕΡΩΤΗΣΙΣ ΣΝΓʹ. Τί ἐστι τὸ τάλαντον, ἢ πῶς αὐτὸ πολυπλα‐ σιάσομεν. ΑΠΟΚΡΙΣΙΣ. | |
30 | Λογίζομαι τὴν παραβολὴν πρὸς πᾶσαν Θεοῦ δω‐ ρεὰν εἰρῆσθαι· ἵνα ἕκαστος, ἣν ἂν δοκιμασθῇ χάριν ἔχειν παρὰ τοῦ Θεοῦ, ταύτην πολυπλασιάσῃ εἰς εὐεργεσίαν καὶ ὄφελος πλειόνων ἐνεγκών. Οὐδεὶς γάρ ἐστιν ἀμέτοχος τῆς τοῦ Θεοῦ χρηστότητος. | |
36 | ΕΡΩΤΗΣΙΣ ΣΝΔʹ. Τίς ἐστιν ἡ τράπεζα, ἐφ’ ἣν ἔδει σε, φησὶν ὁ Κύριος, βαλεῖν τὸ ἀργύριον. ΑΠΟΚΡΙΣΙΣ. | |
40 | Αἱ παραβολαὶ οὐκ ἐπὶ εἴδους τὰ θεωρήματα πλη‐ ροῦσι, πρὸς δὲ τὴν ὑπόθεσιν τὸν νοῦν ὁδηγοῦσιν. Ὥσπερ οὖν τὸ ἀργύριον ἀκολουθίαν ἔχει τοῖς τρα‐ πεζίταις δίδοσθαι εἰς πορισμόν (εἰσὶ γὰρ, ὡς ἐν Ἀλεξανδρείᾳ ἔγνων, οἱ ὑποδεχόμενοι καὶ τοῦτο | |
45 | ποιοῦντες)· οὕτως ἐπάναγκες τὸν ὑποδεξάμενον οἱανδήποτε χάριν μεταδιδόναι τῷ χρείαν ἔχοντι, ἢ ἐκεῖνο ποιεῖν, τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον ἐπὶ τοῦ λόγου· Ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Οὐ | |
31.1252(50) | γὰρ μόνον ἐπὶ τοῦ λόγου τοῦτο γίνεσθαι πέφυκεν, | |
31.1253 | ἀλλὰ καὶ ἐπὶ παντὸς πράγματος· ὅτι οἱ μὲν τὸ δύ‐ νασθαι ἔχουσιν, οἱ δὲ τὴν ἐμπειρίαν τῆς οἰκονομίας ὑπεδέξαντο. ΕΡΩΤΗΣΙΣ ΣΝΕʹ. | |
5 | Ποῦ ἀπελθεῖν προσετάχθη ὁ ἀκούσας· «Ἆρον τὸ σὸν, καὶ ὕπαγε.» ΑΠΟΚΡΙΣΙΣ. Τάχα ὅπου καὶ οἱ ἐξ ἀριστερῶν σταθέντες ἀπελ‐ θεῖν προσετάχθησαν, οἵτινες ἐπὶ ἀργίᾳ τῶν καλῶν | |
10 | ἐνεκλήθησαν. Πᾶς δὲ ὁ φθονῶν τῷ ἀδελφῷ χείρων ἐστὶ τοῦ ἀργοῦ, τῆς Γραφῆς ἔθος ἐχούσης πολλαχοῦ μετὰ τοῦ φόνου τάσσειν τὸν φθόνον. | |
14 | ΕΡΩΤΗΣΙΣ ΣΝϛʹ. | |
15 | Τίς ἐστιν ὁ μισθὸς, ὃν λαμβάνουσι καὶ οὗτοι ὁμοίως τοῖς ἐσχάτοις. ΑΠΟΚΡΙΣΙΣ. Τάχα τὸ μὴ ἐγκληθῆναι ὑπὲρ ὧν ἐποίησέ τις κα‐ λῶν κοινὸν πάντων τῶν ὑπακουόντων. Τὸ γὰρ | |
20 | στεφανωθῆναι ἴδιον τῶν τὸν καλὸν ἀγῶνα νομίμως ἀγωνισαμένων, τὸν δρόμον τελεσάντων, τὴν πίστιν τηρησάντων, ἐν ἀγάπῃ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν. Δύναται δὲ ὁ συμπεφωνημένος μισθὸς εἶναι καὶ τὰ ἑκατονταπλασίονα, ἅπερ ἐν τῷ νῦν καιρῷ | |
25 | ἀπολήψεσθαι ὁ Κύριος ἐπηγγείλατο τοὺς διὰ τὴν ἐντολὴν αὐτοῦ ἀφιέντας ὅ τι δήποτε τῶν παρόντων· ὥστε τὸ μὲν, Ἆρον τὸ σὸν, περὶ τούτου εἰρῆσθαι· ἐπειδὴ δὲ φθόνου πάθος ἐνόσησαν οἱ προ‐ κεκμηκέναι δόξαντες πρὸς τοὺς τῶν ἴσων ἀπολαύ‐ | |
30 | σαντας, μηκέτι κληρονομεῖν αὐτοὺς καὶ τὴν αἰώνιον ζωὴν, ἀλλὰ μόνα τὰ ἑκατονταπλασίονα νῦν ἀπο‐ λαμβάνοντας, ἐν τῷ μέλλοντι κατακρίνεσθαι διὰ τὸν φθόνον, καὶ ἀκούειν τό· Ὕπαγε. ΕΡΩΤΗΣΙΣ ΣΝΖʹ. | |
35 | Τίνες εἰσὶν ἄχυρον κατακαιόμενον πυρὶ ἀσβέστῳ. ΑΠΟΚΡΙΣΙΣ. Οἱ χρησιμεύοντες μὲν τοῖς ἀξίοις τῆς βασιλείας τῶν οὐρανῶν, ὡς τὸ ἄχυρον τῷ σίτῳ, μὴ ἐν δια‐ θέσει δὲ τῆς πρὸς Θεὸν ἀγάπης καὶ τῆς πρὸς τὸν | |
40 | πλησίον τοῦτο ποιοῦντες, εἴτε ἐν τοῖς πνευματικοῖς χαρίσμασιν, εἴτε ἐν ταῖς σωματικαῖς εὐεργεσίαις· καὶ οὕτως ἀτελεῖς ἑαυτοὺς ἀφιέντες. ΕΡΩΤΗΣΙΣ ΣΝΗʹ. Τίς ἐστιν ὁ ὑπὸ τοῦ Ἀποστόλου καταγινωσκό‐ | |
45 | μενος, «Ὁ θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρῃσκείᾳ,» καὶ τὰ ἑξῆς. ΑΠΟΚΡΙΣΙΣ. | |
Τὸ ἐπιφερόμενον σαφηνίζειν οἶμαι τὴν ἐν τῷ τόπῳ | ||
31.1256 | ζητουμένην ὑπόθεσιν. Ἀφειδίαν γὰρ σώματος προϊὼν ὀνομάζει· οἷοί εἰσιν οἱ Μανιχαῖοι, καὶ εἴ τινες ὅμοιοι τούτοις. | |
5 | ΕΡΩΤΗΣΙΣ ΣΝΘʹ. Τίς ἐστιν ὁ ζέων τῷ πνεύματι. ΑΠΟΚΡΙΣΙΣ. Ὁ διαπύρῳ προθυμίᾳ, καὶ ἀκορέστῳ ἐπιθυμίᾳ, καὶ ἀόκνῳ σπουδῇ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ ἐν | |
10 | ἀγάπῃ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν, κατὰ τὸ γεγραμμένον· Ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. ΕΡΩΤΗΣΙΣ ΣΞʹ. Τοῦ Ἀποστόλου λέγοντος, ποτὲ μὲν, «Μὴ γί‐ | |
15 | νεσθε ἄφρονες·» ποτὲ δὲ, «Μὴ γίνεσθε φρόνιμοι παρ’ ἑαυτοῖς·» εἰ δυνατὸν μὴ εἶναι φρόνιμον παρ’ ἑαυτῷ τὸν μὴ ἄφρονα; ΑΠΟΚΡΙΣΙΣ. Ἕκαστον πρόσταγμα ἴδιον ἔχει ὅρον. Τῷ γὰρ, Μὴ | |
20 | γίνεσθε ἄφρονες, ἐπιφέρει· Ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Θεοῦ· καὶ τῷ, Μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ, τὸ, Φοβοῦ δὲ τὸν Κύριον, καὶ ἔκκλινε ἀπὸ παντὸς κακοῦ. Ὥστε ἄφρων μὲν ἔστιν ὁ μὴ συνιεὶς τὸ θέλημα τοῦ Κυρίου· φρόνιμος | |
25 | δὲ παρ’ ἑαυτῷ πᾶς ὁ λογισμοῖς ἰδίοις χρώμενος, καὶ μὴ κατὰ πίστιν στοιχῶν τοῖς ῥήμασι τοῦ Θεοῦ. Εἰ οὖν τις βούλεται μήτε ἄφρων εἶναι, μήτε φρόνιμος παρ’ ἑαυτῷ, συνιέναι ὀφείλει τὸ θέλημα τοῦ Κυρίου πίστει τῇ εἰς αὐτὸν, καὶ ἐν φόβῳ Θεοῦ μιμεῖσθαι | |
30 | τὸν Ἀπόστολον λέγοντα· Λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. | |
35 | ΕΡΩΤΗΣΙΣ ΣΞΑʹ. Τοῦ Κυρίου ἐπαγγειλαμένου, ὅτι «Πάντα, ὅσα ἂν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες, λήψεσθε·» καὶ πάλιν· «Ἐὰν δύο ὑμῶν συμ‐ φωνήσωσιν ἐπὶ τῆς γῆς, περὶ παντὸς πράγμα‐ | |
40 | τος, οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς·» πῶς αἰτήσαντές τινα καὶ αὐτοὶ οἱ ἅγιοι οὐκ ἔλαβον; ὡς καὶ ὁ Ἀπόστολος εἰπών· «Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, ἵνα ἀπο‐ στῇ ἀπ’ ἐμοῦ·» καὶ μὴ λαβὼν τὸ αἴτημα, καὶ | |
45 | Ἱερεμίας δὲ ὁ προφήτης, καὶ αὐτὸς ὁ Μωϋσῆς. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος ἐν προσευχῇ· Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο, εἶτα ἐπαγαγόντος, Πλὴν | |
31.1256(50) | μὴ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ σὸν γενέσθω· | |
πρῶτον μὲν εἰδέναι δεῖ, ὅτι οὐ πᾶν ὃ θέλομεν αἰτεῖν | ||
31.1257 | ἐπετράπημεν, οὐ μὴν οὐδὲ τὸ συμφέρον αἰτεῖν πάν‐ τως γινώσκομεν. Τὸ γὰρ, τί προσευξόμεθα καθὸ δεῖ, οὐκ οἴδαμεν. Ὥστε μετὰ πολλῆς μὲν περισκέ‐ ψεως, κατὰ τὸ θέλημα τοῦ Θεοῦ, ποιεῖσθαι δεῖ τὰ | |
5 | αἰτήματα· μὴ ἀκουομένους δὲ εἰδέναι χρὴ, ὅτι ἢ ἐπιμονῆς χρεία, ἢ καὶ εὐτονίας, κατὰ τὴν παρα‐ βολὴν τοῦ Κυρίου, πρὸς τὸ δεῖν πάντοτε προσεύχε‐ σθαι, καὶ μὴ ἐκκακεῖν, καὶ κατὰ τὸ ἐν ἄλλῳ τόπῳ ὑπ’ αὐτοῦ εἰρημένον, ὅτι Διὰ τὴν ἀναίδειαν αὐτοῦ | |
10 | ἐγερθεὶς, δώσει αὐτῷ, ὅσων χρῄζει· ἢ διορθώ‐ σεως καὶ ἐπιμελείας, κατὰ τὸ διὰ τοῦ προφήτου ὑπὸ τοῦ Θεοῦ πρός τινας εἰρημένον, εἰπόντος· Ὅταν τὰς χεῖρας ὑμῶν ἐκτείνητε πρὸς μὲ, ἀποστρέψω τὸ πρόσωπόν μου ἀφ’ ὑμῶν· καὶ ἐὰν πλη‐ | |
15 | θύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Λούσασθε, καθαροὶ γένεσθε, καὶ τὰ ἑξῆς. Ὅτι δὲ καὶ νῦν γί‐ νονται, καὶ εἰσὶ τῶν πολλῶν αἱ χεῖρες αἵματος πλή‐ ρεις, οὐδὲν ἀμφιβάλλειν δεῖ τοὺς πιστεύοντας ἐκείνῳ | |
20 | τῷ κρίματι τοῦ Θεοῦ, ὃ κατὰ τοῦ προσταχθέν‐ τος ἀναγγεῖλαι τῷ λαῷ, καὶ σιωπήσαντος ἀπ‐ εφήνατο, εἰπὼν, ὅτι Τὸ αἷμα τοῦ ἡμαρτηκότος ἐκ τῶν χειρῶν τοῦ σκοποῦ ἐκζητηθήσε‐ ται. Ὅπερ ἀληθὲς καὶ ἀπαράβατον εἶναι πληρο‐ | |
25 | φορηθεὶς ὁ Ἀπόστολος ἔλεγε· Καθαρὸς ἐγὼ ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ αἵματος πάντων. Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. Εἰ δὲ ὁ σιωπήσας μόνον ἔνοχος τοῦ αἵματος τῶν ἁμαρτανόντων εὑρίσκεται, | |
30 | τί ἄν τις εἴποι περὶ τῶν, δι’ ὧν ποιοῦσιν, ἢ δι’ ὧν λαλοῦσι, σκανδαλιζόντων ἑτέρους; Ἔστι δὲ ὅτε καὶ δι’ ἀναξιότητα τοῦ αἰτοῦντος οὐκ ἐπιτυγχά‐ νεται τὸ αἴτημα, ὡς ἐπὶ τοῦ Δαβὶδ εὐξαμένου οἰκο‐ δομῆσαι οἶκον τῷ Θεῷ, καὶ κωλυθέντος· ὃς τῆς | |
35 | μὲν πρὸς Θεὸν εὐαρεστήσεως οὐκ ἀπηλλοτριώθη, οὐ μὴν καὶ ἐκείνου ἄξιος ἐκρίθη. Ὁ μέντοιγε Ἱερεμίας μὴ ἀκουσθεὶς φαίνεται διὰ τὴν κακίαν ἐκείνων, ὑπὲρ ὧν προσηύχετο. Πολλάκις δὲ καὶ τοῦ καιροῦ διὰ ῥᾳθυμίαν παρεθέντος ἡμῖν, καθ’ ὃν ἔδει ποιήσασθαι τὸ | |
40 | αἴτημα, ἀκαίρως ὕστερον καὶ μάτην αἰτοῦντες εὑρισκό‐ μεθα. Περὶ δὲ τοῦ, Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, ἵνα ἀποστῇ ἀπ’ ἐμοῦ, εἰδέναι χρὴ, ὅτι τῶν περιστάσεων, τῶν τε ἔξωθεν καὶ τῶν περὶ τὸ σῶμα, πολὺς καὶ διάφορός ἐστιν ὁ λόγος, τοῦ Θεοῦ ἢ | |
45 | ἐπάγοντος, ἢ συγχωροῦντος διά τινα οἰκονομίαν κρείττονα τῆς παρ’ αὐτὰ ἀνέσεως. Ἐὰν μὲν οὖν τις δυνηθῇ γνωρίσαι, ὅτι χρὴ διὰ προσευχῆς καὶ αἰτή‐ σεως ἀπαλλαγῆναι τῆς περιστάσεως, ἀκούεται αἰτή‐ | |
σας, ὡς οἱ δύο τυφλοὶ ἐν Εὐαγγελίῳ καὶ οἱ δέκα λε‐ | ||
31.1260 | προὶ, καὶ πολλοὶ ἕτεροι· ἐὰν δέ τις μὴ γνωρίσῃ τὸν λόγον, καθ’ ὃν περιπέπτωκε τῷ πειρασμῷ (πολλάκις γὰρ καὶ δι’ ὑπομονῆς κατορθωθῆναι αὐτῷ ὁ σκο‐ πὸς τῶν ἐπαγομένων ὀφείλει), καὶ, δέον εἰς τέλος | |
5 | ὑπομένειν, παραιτῆται τὴν περίστασιν, οὐκ ἀκούε‐ ται· ἐπεὶ μὴ συντρέχει τῷ σκοπῷ τῆς φιλανθρωπίας τοῦ Θεοῦ. Τὸ δὲ, Δύο ὑμῶν ἐὰν συμφωνήσωσιν, αὕτη ἡ περικοπὴ σαφηνίζει. Περὶ γὰρ τοῦ ἐλέγχον‐ τος τὸν ἡμαρτηκότα, καὶ περὶ τοῦ ἐλεγχομένου ποιεῖ‐ | |
10 | ται τὸν λόγον. Ὅτι, τοῦ Θεοῦ μὴ θέλοντος τὸν θάνα‐ τον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτὸν, ἐὰν ὁ ἐλεγχθεὶς κατανυγῇ τὴν ψυχὴν, καὶ συν‐ έλθῃ τῷ σκοπῷ τοῦ ἐλέγχοντος, περὶ παντὸς πράγμα‐ τος, τουτέστι, περὶ παντὸς ἁμαρτήματος οὗ ἐὰν | |
15 | αἰτήσωνται τὴν ἄφεσιν, δοθήσεται αὐτοῖς παρὰ τοῦ φιλανθρώπου Θεοῦ. Ἐὰν γὰρ μὴ συμφωνήσῃ ὁ ἐλεγχόμενος τῷ ἐλέγχοντι, οὐκέτι ἄφεσις γίνεται, ἀλλὰ δεσμὸς κατὰ τὸ ἐπιφερόμενον, ὅτι Ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐ‐ | |
20 | ρανῷ, πληρουμένου τοῦ κρίματος ἐκείνου, ὅτι Ἐὰν καὶ τῆς Ἐκκλησίας παρακούσῃ ὁ ἐλεγχθεὶς, ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης. | |
25 | ΕΡΩΤΗΣΙΣ ΣΞΒʹ. Τῆς Γραφῆς ἐν τοῖς ἐπαινουμένοις τιθείσης τὴν πτωχείαν καὶ τὴν πενίαν, ὡς ἐν τῷ, «Μακά‐ ριοι οἱ πτωχοί·» καὶ ἐν τῷ, «Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσε Κύριος·» καὶ πάλιν· | |
30 | «Πτωχὸς καὶ πένης αἰνέσουσι τὸ ὄνομά σου·» τίς ἐστιν ἡ διαφορὰ πτωχείας καὶ πε‐ νίας; καὶ πῶς ἀληθεύει ὁ Δαβὶδ λέγων· «Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης;» | |
35 | ΑΠΟΚΡΙΣΙΣ. Μεμνημένος τοῦ Ἀποστόλου εἰπόντος περὶ τοῦ Κυρίου, Ὅτι δι’ ἡμᾶς ἐπτώχευσε, πλούσιος ὢν, λογίζομαι, ὅτι πτωχὸς μέν ἐστιν ὁ ἀπὸ πλούτου κατ‐ ελθὼν εἰς ἔνδειαν· πένης δὲ ὁ ἐξ ἀρχῆς ἐν ἐνδείᾳ | |
40 | ὢν καὶ εὐαρέστως τῷ Κυρίῳ κυβερνήσας τὴν τοιαύτην περίστασιν. Ὁ δὲ Δαβὶδ πτωχὸς καὶ πένης εἶναι ὁμολογεῖ, τάχα μὲν εἰς πρόσωπον τοῦ Κυρίου καὶ τοῦτο λέγων, πτωχοῦ μὲν ὀνομαζομένου κατὰ τὸ, Ὃς δι’ ἡμᾶς ἐπτώχευσε, πλούσιος ὤν· πένης δὲ, | |
45 | καθὸ οὐ πλουσίου τινὸς, ἀλλὰ τέκτονος υἱὸς τὸ κατὰ σάρκα ἐχρημάτισε. Τάχα δὲ καὶ ἐπείπερ ᾔδει, κατὰ τὸν Ἰὼβ, μὴ θησαυροφυλακεῖν τὰ ἑαυτοῦ, μηδὲ ὡς ἰδίῳ προσέχειν τῷ πλούτῳ, οἰκονομεῖν δὲ πάντα | |
κατὰ τὸ θέλημα τοῦ Κυρίου. | ||
31.1261 | ΕΡΩΤΗΣΙΣ ΣΞΓ. Τί βούλεται διδάξαι ὁ Κύριος διὰ τῶν ὑποδειγμά‐ των, οἷς ἐπιφέρει τὸ, «Οὕτως οὖν πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ | |
5 | ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθη‐ τής;» Εἰ γὰρ ὁ μὲν θέλων πύργον οἰκοδομῆ‐ σαι, ἢ συμβαλεῖν ἑτέρῳ βασιλεῖ, παρασκευά‐ σασθαι ὀφείλει ἢ πρὸς τὴν οἰκοδομὴν, ἢ πρὸς τὸν πόλεμον· ἐὰν δὲ μὴ ᾖ δυνατὸς, | |
10 | ἔξεστιν αὐτῷ ἢ μὴ θεῖναι θεμέλιον τὴν ἀρχὴν ἢ ἐρωτῆσαι τὰ πρὸς εἰρήνην· ἆρα καὶ ὁ θελήσας μαθητὴς γενέσθαι τοῦ Κυρίου, ἀποτάξασθαι ὀφείλει; ἐὰν δὲ καταμάθῃ πρὸς τοῦτο δυσκόλως ἔχοντα ἑαυτὸν, ἔξεστιν αὐτῷ | |
15 | μηδὲ τὴν ἀρχὴν μαθητεῦσαι τῷ Κυρίῳ; ΑΠΟΚΡΙΣΙΣ. Σκοπὸς τῷ Κυρίῳ ἐν τοῖς ὑποδείγμασι τούτοις ἐστὶν, οὐκ ἐξουσίαν δοῦναι γενέσθαι μαθητὴν τοῦ Κυρίου, ἢ μή· ἀλλὰ δεῖξαι τὸ ἀδύνατον τῆς πρὸς | |
20 | Θεὸν εὐαρεστήσεως ἐν τοῖς περισπῶσι τὴν ψυχήν· ἐν οἷς καὶ κινδυνεύει εὐάλωτος γινομένη ταῖς μεθ‐ οδείαις τοῦ διαβόλου, καὶ χλεύης καὶ γέλωτος ἀξία, διὰ τὸ ἀτελὲς τῶν ἐσπουδάσθαι δοκούντων, ἐλέγ‐ χεται. Ὅπερ ἀπευχόμενος ὁ Προφήτης παθεῖν, ἔλε‐ | |
25 | γεν· Μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου, ἐπ’ ἐμὲ ἐμεγαλοῤ‐ ῥημόνησαν. ΕΡΩΤΗΣΙΣ ΣΞΔʹ. Τοῦ Ἀποστόλου λέγοντος· «Ἵνα ἦτε εἰλικρι‐ | |
30 | νεῖς·» καὶ πάλιν, «Ἀλλ’ ὡς ἐξ εἰλικρι‐ νείας·» τὸ εἰλικρινὲς τί ἐστιν; ΑΠΟΚΡΙΣΙΣ. Εἰλικρινὲς λογίζομαι εἶναι τὸ ἀμιγὲς, καὶ ἄκρως κεκαθαρμένον ἀπὸ παντὸς ἐναντίου, συνηγμένον | |
35 | δὲ καὶ τεταγμένον πρὸς μόνην θεοσέβειαν· οὐ μόνον δὲ, ἀλλὰ καὶ πρὸς τὰ ἐν ἑκάστῳ καιρῷ καὶ πράγματι πρὸς τὸν ταύτης σκοπὸν ἀκριβῶς ἐπιζη‐ τούμενα· ὥστε μηδὲ πρὸς τὰ συγγενῆ τῶν κατορθω‐ μάτων ἀπομετεωρίζεσθαι τὸν εἴς τι ταχθέντα. Δη‐ | |
40 | λοῦται δὲ τὸ μὲν πρότερον ἐξ αὐτῆς τῆς ἀκολουθίας· ἐπιφέρει γὰρ τῷ, Ἀλλ’ ὡς ἐξ εἰλικρινείας, τὸ, Ὡς ἐκ Θεοῦ κατενώπιον Θεοῦ ἐν Χριστῷ λαλοῦμεν· τὸ δὲ δεύτερον ἐκ τοῦ, Μὴ ὑπερφρονεῖν παρ’ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ | |
45 | ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως· καὶ ἐκ τῶν τούτοις ἐπιφερομένων. | |
48 | ΕΡΩΤΗΣΙΣ ΣΞΕʹ. Εἰ πρὸς μόνους τοὺς ἱερεῖς εἴρηται τὸ, «Ἐὰν | |
31.1261(50) | προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐκεῖ μνησθῇς, ὅτι ἔχει τι ὁ ἀδελφός σου κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε, πρῶτον διαλλά‐ γηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε | |
55 | τὸ δῶρόν σου,» ἢ καὶ πρὸς πάντας· καὶ πῶς ἕκαστος ἡμῶν προσφέρει δῶρον ἐπὶ τὸ θυ‐ σιαστήριον. ΑΠΟΚΡΙΣΙΣ. | |
Τοῦτο ἐξαιρέτως μὲν καὶ πρωτοτύπως πρὸς ἱερεῖς | ||
31.1264 | ἐκλαμβάνειν ἀκόλουθον ἂν εἴη, ἐπειδὴ γέγραπται, ὅτι Ὑμεῖς δὲ ἱερεῖς Κυρίου κληθήσεσθε, λειτουρ‐ γοὶ Θεοῦ πάντες· καὶ, Θυσία αἰνέσεως δοξάσει με· καὶ πάλιν· Θυσία τῷ Θεῷ πνεῦμα συντετριμ‐ | |
5 | μένον. Καὶ ὁ Ἀπόστολος δέ φησι· Παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρε‐ στον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. Ὧν ἕκαστον κοινὸν πάντων ἐστίν· καὶ ἀναγκαῖον ἕκαστον ἡμῶν κατορθοῦν τὸ τοιοῦτον. | |
11 | ΕΡΩΤΗΣΙΣ ΣΞϛʹ. Τί ἐστι τὸ ἅλας ὃ προσέταξεν ἔχειν ὁ Κύριος, εἰπὼν, «Ἔχετε ἐν ἑαυτοῖς ἅλας, καὶ εἰρη‐ νεύετε ἐν ἀλλήλοις.» Καὶ ὁ Ἀπόστολος δέ | |
15 | φησιν, «Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι ἅλατι ἠρτυμένος.» ΑΠΟΚΡΙΣΙΣ. Καὶ ἐνταῦθα διὰ τῶν συνεζευγμένων ἑκάστῳ κε‐ φαλαίῳ ὁ νοῦς φανερός ἐστιν. Ἐν μὲν γὰρ τοῖς τοῦ | |
20 | Κυρίου ῥήμασι τὸ μηδεμίαν ὑπόθεσιν τῆς ἀπ’ ἀλ‐ λήλων διαλύσεως καὶ διαστάσεως παρέχειν, ἀεὶ δὲ ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης πρὸς τὴν ἑνότητα τοῦ πνεύματος συντηρεῖσθαι διδασκόμεθα· ἐν δὲ τοῖς τοῦ Ἀποστόλου, μνημονεύσας τις τοῦ εἰπόντος· Εἰ | |
25 | βρωθήσεται ἄρτος ἄνευ ἁλός; εἰ δὲ καὶ ἔστι γεῦμα ἐν ῥήμασι κενοῖς; διδαχθήσεται οἰκονομεῖν τοὺς λόγους εἰς οἰκοδομὴν τῆς πίστεως, Ἵνα δῷ χάριν τοῖς ἀκούουσι, καιρῷ εὐθέτῳ καὶ τάξει εὐσχή‐ μονι χρώμενος, πρὸς τὸ εὐπειθεστέρους γενέσθαι | |
30 | τοὺς ἀκούοντας. ΕΡΩΤΗΣΙΣ ΣΞΖʹ. Εἰ ὁ μέν τις δαρήσεται πολλὰς, ὁ δὲ ὀλίγας· πῶς λέγουσί τινες μὴ εἶναι τέλος τῆς κο‐ λάσεως; | |
35 | ΑΠΟΚΡΙΣΙΣ. Τὰ ἀμφίβολα καὶ ἐπικεκαλυμμένως εἰρῆσθαι δο‐ κοῦντα ἔν τισι τόποις τῆς θεοπνεύστου Γραφῆς ὑπὸ τῶν ἐν ἄλλοις τόποις ὁμολογουμένων σαφηνίζεται. Τοῦ οὖν Κυρίου ποτὲ μὲν ἀποφαινομένου, ὅτι ἀπ‐ | |
40 | ελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, ποτὲ δὲ ἐκπέμ‐ ποντός τινας εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· καὶ ἄλλοτε ὀνομάζοντος γέενναν πυρὸς, καὶ ἐπιφέροντος, Ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ | |
45 | σβέννυται· καὶ ἔτι πάλαι διὰ τοῦ προφήτου περί τινων προειρηκότος, ὅτι Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται· τούτων καὶ | |
τῶν τοιούτων πολλαχοῦ τῆς θεοπνεύστου Γραφῆς | ||
31.1265 | κειμένων, ἓν καὶ τοῦτο τῆς μεθοδείας τοῦ διαβόλου, τὸ τοὺς πολλοὺς τῶν ἀνθρώπων, ὥσπερ ἐπιλαθομέ‐ νους τῶν τοσούτων καὶ τοιούτων τοῦ Κυρίου ῥημάτων καὶ ἀποφάσεων, τέλος κολάσεως εἰς τὸ | |
5 | μᾶλλον κατατολμᾷν τῆς ἁμαρτίας ἑαυτοῖς ὑπο‐ γράφειν. Εἰ γὰρ τῆς αἰωνίου κολάσεως ἔσται ποτὲ τέλος, τέλος ἕξει πάντως καὶ ἡ αἰώνιος ζωή. Εἰ δὲ ἐπὶ τῆς ζωῆς τοῦτο νοῆσαι οὐ καταδεχόμεθα, ποῖον ἔχει λόγον τῇ κολάσει τῇ αἰωνίῳ τέλος διδόναι; Ἡ | |
10 | γὰρ τοῦ αἰωνίου προσθήκη ἐφ’ ἑκατέρων ἴσως κεῖ‐ ται. Ἀπελεύσονται γὰρ, φησὶν, οὗτοι εἰς κόλασιν αἰώνιον· οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώ‐ νιον. Τούτων οὖν οὕτως ὁμολογουμένων, εἰδέναι χρὴ, ὅτι καὶ τὸ, Δαρήσεται πολλὰς, καὶ τὸ, Δαρή‐ | |
15 | σεται ὀλίγας, οὐχὶ τέλος, ἀλλὰ διαφορὰν κολάσεως δηλοῖ. Εἰ γὰρ ὁ Θεὸς δίκαιος κριτής ἐστιν, οὐ μόνον τοῖς ἀγαθοῖς, ἀλλὰ καὶ τοῖς πονηροῖς, ἀποδι‐ δοὺς ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ, δύναται εἶναι ὁ μέν τις πυρὸς ἀσβέστου ἄξιος, καὶ τούτου ἤτοι | |
20 | μαλακωτέρου, ἢ μᾶλλον φλέγοντος· ὁ δέ τις σκώλη‐ κος ἀτελευτήτου, καὶ τούτου πάλιν ἢ πραότερον ὀδυ‐ νῶντος, ἢ σφοδρότερον κατὰ τὴν ἀξίαν ἑκάστου· καὶ ἄλλος γεέννης διάφορα πάντως ἐχούσης τὰ κολαστή‐ ρια· καὶ ἕτερος τοῦ ἐξωτέρου σκότους, ἔνθα ὁ μέν | |
25 | τις ἐν κλαυθμῷ μόνον, ὁ δέ τις καὶ ἐν βρυγμῷ τῶν ὀδόντων διὰ τὸ ἐπιτεταμένον τῶν πόνων γίνεται. Καὶ τὸ ἐξώτερον δὲ σκότος ὑποφαίνει πάντως εἶναί τι καὶ ἐσώτερον. Καὶ τὸ, Εἰς πυθμένα ᾅδου, ἐν Παροιμίαις εἰρημένον δηλοῖ, ὅτι εἰσί τινες ἐν τῷ ᾅδῃ | |
30 | μὲν, οὐκ ἐν πυθμένι δὲ ᾅδου, κουφοτέραν ὑπομέ‐ νοντες τὴν κόλασιν. Τοῦτο δὲ χαρακτηρίζειν ἔστι καὶ νῦν ἐν τοῖς τοῦ σώματος πάθεσιν. Ὁ μὲν γάρ τις πυρέσσει μετὰ συμπτωμάτων καὶ ἄλλων παθῶν· ὁ δέ τις πυρέσσει μόνον, καὶ οὗτος οὐχ ὁμοίως τῷ ἑτέρῳ· | |
35 | καὶ ἄλλος οὐ πυρέσσει μὲν, ὀδύνῃ δέ τινι μέλους καταπονεῖται· καὶ οὗτος πάλιν ἑτέρου πλεῖον ἢ ἔλατ‐ τον. Εἴρηται δὲ καὶ τοῦτο τῷ Κυρίῳ τὸ, πολλὰς καὶ ὀλίγας, κατὰ τὴν χρῆσιν τῆς συνηθείας, ὥσπερ οὖν καὶ ἄλλα τινὰ τοιαῦτα. Οἴδαμεν γὰρ πολλάκις τὸ | |
40 | τοιοῦτον εἶδος τοῦ λόγου καὶ ἐπὶ τῶν ὑφ’ ἑνός τινος πάθους κεκακωμένων παραλαμβανόμενον· οἷον ὅταν λέγωμεν ἐπί τινος πυρέσσοντος μόνον, ἢ ὀφθαλμὸν ὀδυνωμένου, θαυμάζοντες, ὅτι πόσα ἔπαθεν, ἢ πόσας ὑπέμεινεν ἀνάγκας. Ὥστε τὸ, πολλὰς | |
45 | καὶ ὀλίγας δέρεσθαι, πάλιν λέγω, οὐκ ἐν τῇ τοῦ χρόνου παρατάσει ἢ συμπληρώσει, ἀλλ’ ἐν τῇ δια‐ φορᾷ τῆς κολάσεως γίνεται. ΕΡΩΤΗΣΙΣ ΣΞΗʹ. Κατὰ ποῖον νοῦν λέγονταί τινες υἱοὶ ἀπειθείας, | |
31.1265(50) | καὶ τέκνα ὀργῆς; ΑΠΟΚΡΙΣΙΣ. | |
Τέκνα καὶ υἱούς τινος ὀνομάζειν οἶδεν ὁ Κύ‐ | ||
31.1268 | ριος τοὺς ποιοῦντας τὰ θελήματα αὐτοῦ, εἴτε ἀγαθοῦ εἴτε κακοῦ. Εἰ τέκνα γὰρ, φησὶ, τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν· καὶ πάλιν· Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ, καὶ | |
5 | τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. Ὥστε καὶ ἀπειθείας υἱὸς ὁ τὰ τῆς ἀπειθείας ἐργα‐ ζόμενος γίνεται. Τάχα δὲ, ὥσπερ οὐχ ἁμαρτωλὸς μόνον, ἀλλὰ καὶ αὐτοαμαρτία ὁ διάβολος ὀνομάζεται, διὰ τὸ ἀρχηγὸς, ὡς οἶμαι, γεγονέναι τῆς ἁμαρ‐ | |
10 | τίας· οὕτω καὶ αὐτοαπείθεια λέγοιτο ἂν ὁ διάβολος διὰ τὴν αὐτὴν αἰτίαν. Τέκνον δὲ ὀργῆς ἐστί τις, καθ’ ὃ ἄξιον ἑαυτὸν πεποίηκε τῆς ὀργῆς. Ὡς γὰρ τοὺς ἀξίους τοῦ Κυρίου, καὶ τοὺς ποιοῦντας τὰ τοῦ φωτὸς καὶ ἡμέρας ἔργα, υἱοὺς φωτὸς καὶ υἱοὺς ἡμέρας ὁ Ἀπό‐ | |
15 | στολος προσηγόρευσεν· οὕτως ἀκόλουθον νοεῖν καὶ τὸ, Ἦμεν τέκνα ὀργῆς. Εἰδέναι μέντοιγε χρὴ, ὅτι ὁ υἱὸς τῆς ἀπειθείας, ὁ αὐτός ἐστι καὶ τέκνον ὀργῆς, τοῦ Κυ‐ ρίου ἀποφηναμένου, ὅτι Ὁ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψε‐ ται τὴν ζωὴν, ἀλλ’ ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ’ | |
20 | αὐτόν. ΕΡΩΤΗΣΙΣ ΣΞΘʹ Ἐπειδὴ γέγραπται, «Ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν·» εἰ ἄλλα μέν ἐστι τὰ τῆς σαρκὸς θελήματα, ἄλλα δὲ τῶν | |
25 | διανοιῶν· καὶ ποῖα ταῦτα. ΑΠΟΚΡΙΣΙΣ. Τὰ μὲν τῆς σαρκὸς θελήματα ἐν ἄλλῳ τόπῳ κατὰ μέρος ὀνομαστὶ καταλέγει ὁ Ἀπόστολος, λέγων· Φα‐ νερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκὸς, ἅτινά ἐστι | |
30 | μοιχεία, πορνεία, ἀκαθαρσία, ἀσέλγεια, εἰδωλο‐ λατρεία, φαρμακεία, ἔχθραι, ἔρεις, ζῆλοι, θυμοὶ, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, φθόνοι, φόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις· καὶ ἀλλαχοῦ περιληπτικώτερον, ὅτι Τὸ φρόνημα τῆς σαρκὸς | |
35 | ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑπο‐ τάσσεται, οὔτε γὰρ δύναται· τὰ δὲ τῶν διανοιῶν θελήματα λογισμοὶ εἶεν ἂν μὴ μαρτυρούμενοι ὑπὸ τῆς Γραφῆς, οἷοί εἰσιν ἐκεῖνοι, περὶ ὧν εἴρηται· Λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρό‐ | |
40 | μενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ νοήματα μὴ αἰχμαλωτιζόμενα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Διόπερ ἀναγκαῖον καὶ ἀσφαλὲς ἀεὶ καὶ πανταχοῦ φυλάσσειν ἐκεῖνο τὸ ὑπὸ τοῦ Δαβὶδ εἰρημένον· Καὶ | |
ἡ συμβουλία μου τὰ δικαιώματά σου. | ||
31.1269 | ΕΡΩΤΗΣΙΣ ΣΟʹ. Τί ἐστιν, «Ἀπορούμενοι, ἀλλ’ οὐκ ἐξαπορού‐ μενοι;» ΑΠΟΚΡΙΣΙΣ. | |
5 | Τὴν πληροφορίαν τῆς ἑαυτοῦ εἰς Θεὸν πεποιθή‐ σεως ἐξ ἀντιπαραθέσεως τοῦ ἀνθρωπίνου φρονήματος δεικνὺς ὁ Ἀπόστολος, ἕκαστον τῶν ἐν τῷ τόπῳ τούτῳ κειμένων οὕτω τίθησιν. Ὡς μὲν γὰρ πρὸς τὸ ἀνθρώπινον φρόνημα, Ἐν παντὶ θλιβόμενοι, φη‐ | |
10 | σίν· ὡς δὲ πρὸς τὴν ἐπὶ Θεὸν πεποίθησιν ἐπιφέρει τὸ, Ἀλλ’ οὐ στενοχωρούμενοι· πάλιν, ὡς μὲν πρὸς τὸ ἀνθρώπινον φρόνημα, Ἀπορούμενοι· ὡς δὲ πρὸς τὴν ἐπὶ Θεὸν πεποίθησιν, τὸ, Οὐκ ἐξ‐ απορούμενοι· καὶ τὰ λοιπὰ ὁμοίως. Οἷά ἐστι κἀκεῖνα | |
15 | τὰ ἀλλαχοῦ αὐτῷ εἰρημένα· Ὡς ἀποθνήσκοντες, καὶ ἰδοὺ ζῶμεν· ὡς πτωχοὶ, πολλοὺς δὲ πλου‐ τίζοντες· ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατ‐ έχοντες. ΕΡΩΤΗΣΙΣ ΣΟΑʹ. | |
20 | Τοῦ Κυρίου λέγοντος· «Πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην· καὶ ἰδοὺ πάντα καθαρὰ ὑμῖν ἐστιν·» εἰ πάντων, ὅσα ἥμαρτέ τις, διὰ τῆς ἐλεημοσύνης τὸν καθαρισμὸν εὑρίσκει. ΑΠΟΚΡΙΣΙΣ. | |
25 | Αὐτὴ ἡ ἀκολουθία τῶν προκειμένων σαφηνίζει τὸ εἰρημένον. Προειπὼν γὰρ, ὅτι Καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονη‐ ρίας, οὕτως ἐπήγαγε· Πλὴν τὰ ἐνόντα, δότε | |
30 | ἐλεημοσύνην, καὶ ἰδοὺ πάντα καθαρὰ ὑμῖν ἐστι· πάντα ταῦτα δηλονότι ὅσα ἐν τῷ ἁρπά‐ ζειν καὶ πλεονεκτεῖν ἁμαρτάνομεν, καὶ πονηρευό‐ μεθα. Παρίστησι δὲ τοῦτο καὶ ὁ Ζακχαῖος εἰπών· Ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου δίδωμι τοῖς | |
35 | πτωχοῖς· καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδί‐ δωμι τετραπλοῦν. Ὥστε ὅσα τοιαῦτά ἐστιν ἁμαρτή‐ ματα, ἅπερ δυνατὸν ἀναλῦσαι, καὶ ὑπὲρ ὧν ἔστιν ἀντιδοῦναι πολυπλάσιον, τούτῳ τῷ τρόπῳ καθαρί‐ ζεσθαι· καὶ τούτῳ, φημὶ, τῷ τρόπῳ, οὐκ αὐτῷ καθ’ | |
40 | ἑαυτὸν ἀρκοῦντι πρὸς τὴν κάθαρσιν, χρῄζοντι δὲ προηγουμένως τοῦ ἐλέους τοῦ Θεοῦ, καὶ τοῦ αἵματος τοῦ Χριστοῦ· ἐν ᾧ καὶ τῶν ἄλλων ἁπάντων ἔχομεν τὴν ἀπολύτρωσιν, ποιοῦντες ἐφ’ ἑκάστῳ τοὺς ἀξίους καρποὺς τῆς μετανοίας. | |
45 | ΕΡΩΤΗΣΙΣ ΣΟΒʹ Ἐπειδὴ πρόσταγμά ἐστι τοῦ Κυρίου μὴ μερι‐ μνᾷν περὶ τῆς αὔριον, πῶς ὑγιῶς τὸ πρόσ‐ ταγμα νοήσομεν; Ὁρῶμεν γὰρ, ὅτι πολ‐ λὴν ἔχομεν σπουδὴν τῶν πρὸς τὴν χρείαν | |
31.1269(50) | ἕνεκεν, ὥστε παραθέσθαι καὶ τὰ πρὸς πλείονα χρόνον ἀρκέσαι δυνάμενα. ΑΠΟΚΡΙΣΙΣ. | |
Ὁ καταδεξάμενος τὴν τοῦ Κυρίου διδασκαλίαν, | ||
31.1272 | εἰπόντος· Ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ πληροφο‐ ρηθεὶς τὴν ἀλήθειαν τῆς αὐτοῦ ἐπαγγελίας, ἐπαγ‐ αγόντος· Καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν· | |
5 | οὐκ ἐν ταῖς βιωτικαῖς μερίμναις ταῖς συμπνιγούσαις τὸν λόγον, καὶ ἄκαρπον ποιούσαις, καταργεῖ τὴν ψυχήν. Ἐν δὲ τῷ καλῷ ἀγῶνι τῆς πρὸς Θεὸν εὐαρε‐ στήσεως ἀγωνιζόμενος, πιστεύει τῷ Κυρίῳ εἰπόντι· Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὑτοῦ· καὶ οὐ‐ | |
10 | δὲν ταύτης ἕνεκεν περιεργάζεται. Ἐργάζεται δὲ καὶ μεριμνᾷ οὐχὶ δι’ ἑαυτὸν, ἀλλὰ διὰ τὴν ἐντολὴν τοῦ Χριστοῦ, καθὼς ὑπέδειξε καὶ ἐδίδαξεν ὁ Ἀπόστολος, εἰπών· Πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτω κοπιῶν‐ τας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων. Τὸ | |
15 | μὲν γὰρ δι’ ἑαυτὸν μεριμνᾷν φιλαυτίας ἐστὶν ἔγκλη‐ μα· τὸ δὲ διὰ τὴν ἐντολὴν μεριμνᾷν καὶ ἐργά‐ ζεσθαι φιλοχρίστου καὶ φιλαδέλφου διαθέσεώς ἐστιν ἐγκώμιον. ΕΡΩΤΗΣΙΣ ΣΟΓʹ. | |
20 | Τί ἄν τις ποιήσας, βλασφημεῖ εἰς τὸ Πνεῦμα τὸ ἅγιον; ΑΠΟΚΡΙΣΙΣ. Ἐκ τῆς τότε βλασφημίας, ἢν ἐβλασφήμησαν οἱ Φαρισαῖοι, ἐφ’ οἷς καὶ τὸ κρῖμα τοῦτο ἐτέθη, δῆλόν | |
25 | ἐστιν, ὅτι καὶ νῦν ἐκεῖνος βλασφημεῖ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, ὃς ἂν τὰς ἐνεργείας καὶ τοὺς καρποὺς τοῦ ἁγίου Πνεύματος τῷ ἐναντίῳ ἐπιφημίσῃ· ὅπερ πάσχομεν οἱ πολλοὶ, τὸν μὲν σπουδαῖον κενόδοξον πολλάκις ῥιψοκινδύνως ἀποκαλοῦντες, τοῦ δὲ ζῆλον | |
30 | ἀγαθὸν ἐπιδεικνυμένου ὀργὴν καταψευδόμενοι, καὶ ἄλλα τοιαῦτα ἐν ὑπονοίαις πονηραῖς ψευδῶς ἐπιφημί‐ ζοντες | |
34 | ΕΡΩΤΗΣΙΣ ΣΟΔʹ. | |
35 | Πῶς γίνεταί τις ἐν τῷ αἰῶνι τούτῳ μωρός; ΑΠΟΚΡΙΣΙΣ. Ἐὰν φοβηθῇ τὸ κρῖμα τοῦ Θεοῦ, λέγοντος· Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον αὐτῶν ἐπι‐ στήμονες· καὶ μιμήσηται τὸν εἰπόντα· Κτηνώδης | |
40 | ἐγενήθην παρὰ σοί· καὶ πᾶσαν οἴησιν συνέσεως ἀποβαλὼν, μὴ πρότερόν τι τῶν ἰδίων λογισμῶν ὡς ἀγαθὸν ἐγκρίνῃ, μήτε μὴν λογίσηταί τι τὴν ἀρχὴν, πρὶν ἂν ὑπ’ αὐτῆς τοῦ Κυρίου τῆς ἐντολῆς συνεθι‐ σθῇ πρὸς τὸ ἀρέσκον τῷ Θεῷ εἴτε ἐν ἔργῳ, εἴτε | |
45 | ἐν λόγῳ, εἴτε ἐν ἐνθυμήσει, τοῦ Ἀποστόλου εἰπόντος· | |
31.1273 | Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν Θεόν· οὐχ ὅτι ἀφ’ ἑαυτῶν ἱκανοί ἐσμεν λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν· ἀλλ’ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ τοῦ διδάσκοντος ἄνθρωπον | |
5 | γνῶσιν, καθὼς γέγραπται. ΕΡΩΤΗΣΙΣ ΣΟΕʹ. Εἰ δύναται ἐγκόψαι πρόθεσιν ἁγίου ὁ Σατανᾶς, ὅτι γέγραπται· «Ἐγὼ μὲν Παῦλος προεθέμην ἐλθεῖν καὶ ἅπαξ καὶ δὶς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ | |
10 | Σατανᾶς.» ΑΠΟΚΡΙΣΙΣ. Τῶν ἐν Κυρίῳ κατορθωμάτων τὰ μὲν προθέσει καὶ κρίσει ψυχῆς ἐκτελεῖται, τὰ δὲ διὰ σώματος ἐνεργεῖται ἢ ἐν σπουδῇ ἢ ἐν ὑπομονῇ. Ὅσα μὲν οὖν | |
15 | ἐν προθέσει τῆς ψυχῆς καὶ κρίσει κεῖται, ταῦτα ἐγκόψαι οὐδενὶ τρόπῳ δυνατόν ἐστι τῷ Σατανᾷ· ἐν δὲ τοῖς διὰ σωματικῆς ἐνεργείας κατορθουμένοις πολ‐ λάκις τι καὶ συγχωρεῖ ὁ Θεὸς γενέσθαι ἐμπόδιον, εἰς δοκιμὴν καὶ ἔλεγχον τοῦ ἐμποδιζομένου, ἵνα ἢ | |
20 | μετατιθέμενος τῆς ἀγαθῆς προθέσεως ἐλεγχθῇ, ὡς οἱ ἐπὶ τῆς πέτρας σπαρέντες, οἳ πρὸς ὀλίγον μὲν τὸν λόγον μετὰ χαρᾶς ἐδέξαντο, γενομένης δὲ θλί‐ ψεως, εὐθέως ἀπέστησαν· ἢ ἐπιμένων τοῖς καλοῖς ἀποδειχθῇ ἐν σπουδῇ τῶν κατορθωμάτων, ὡς αὐτὸς | |
25 | ὁ Ἀπόστολος, ὃς πολλάκις προθέμενος ἀπελθεῖν πρὸς τοὺς Ῥωμαίους, καὶ κωλυθεὶς, ὡς αὐτὸς ὡμολόγη‐ σεν, ὅμως οὐκ ἐπαύσατο θέλων, μέχρις ὅτε καὶ ἐπλήρωσεν ὃ προέθετο· ἐν δὲ ὑπομονῇ, ὡς ὁ Ἰὼβ, ὃς, τοσαῦτα ὑπὸ τοῦ διαβόλου παθὼν, ἀναγκά‐ | |
30 | ζοντος φθέγξασθαί τι βλάσφημον, ἢ ἀχαριστῆσαι Θεῷ, καὶ μέχρι τῶν ἐσχάτων συμφορῶν οὐκ ἐξέστη τῆς εὐσεβοῦς κρίσεως, καὶ τοῦ φρονεῖν περὶ Θεοῦ ὑγιῶς. Γέγραπται γὰρ περὶ αὐτοῦ· Ἐν πᾶσι τού‐ τοις οὐδὲν ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν | |
35 | αὐτοῦ ἐναντίον τοῦ Θεοῦ, καὶ οὐκ ἔδωκεν ἀφρο‐ σύνην τῷ Θεῷ. ΕΡΩΤΗΣΙΣ ΣΟϛʹ. Τί ἐστι τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρήμενον, «Εἰς τὸ δοκιμάζειν ὑμᾶς, τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγα‐ | |
40 | θὸν, καὶ εὐάρεστον, καὶ τέλειον;» ΑΠΟΚΡΙΣΙΣ. Πολλά ἐστιν, ἃ ὁ Θεὸς θέλει· τὰ μὲν ἐν μα‐ κροθυμίᾳ καὶ χρηστότητι, ἅπερ ἀγαθά ἐστί τε καὶ λέγεται· τὰ δὲ κατ’ ὀργὴν διὰ τὰς ἁμαρτίας ἡμῶν, | |
45 | ἅπερ κακὰ ὀνομάζεται. Ἐγὼ γάρ εἰμι, φησὶν, ὁ ποιῶν εἰρήνην, καὶ κτίζων κακά. Κακὰ δὲ, οὐχ ὑπὲρ ὧν κολαζόμεθα, ἀλλὰ δι’ ὧν παιδευόμεθα. Τὰ δὲ παιδεύοντα, καὶ διὰ τῆς κακώσεως εἰς ἐπιστρο‐ | |
φὴν ἄγοντα, γίνεται εἰς ἀγαθόν. Ὅσα μὲν οὖν μα‐ | ||
31.1276 | κροθυμῶν καὶ χρηστευόμενος θέλει ὁ Θεὸς, ταῦτα καὶ ἡμᾶς καὶ θέλειν καὶ μιμεῖσθαι ἀναγκαῖον. Γί‐ νεσθε γὰρ, φησὶν, οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν. Καὶ ὁ Ἀπόστολος δὲ, | |
5 | Γίνεσθε, φησὶ, μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγα‐ πητά· καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς. Ὅσα δὲ κατ’ ὀργὴν διὰ τὰς ἁμαρτίας ἡμῶν ἐπάγει, ταῦτα κακὰ λεγόμενα, ὡς εἶπον, τῷ λόγῳ τῆς κακώσεως, οὐ πάντως καὶ | |
10 | ἡμῖν ἔξεστι ποιεῖν. Οὐ γὰρ ἐπειδὴ θέλημα Θεοῦ ἐστι, λιμῷ πολλάκις, ἢ λοιμῷ, ἢ πολέμῳ, ἢ ἄλλῳ τινὶ τοιούτῳ διαφθαρῆναι ἀνθρώπους, τῷ θελήματι τούτῳ ἐξυπηρετεῖσθαι ἡμᾶς χρή. Πρὸς γὰρ τὰ τοιαῦτα καὶ ὑπηρέταις κακοῖς ὁ Θεὸς κέχρηται, κατὰ τὸ εἰρημέ‐ | |
15 | νον, ὅτι Ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν, καὶ θλίψιν, ἀποστολὴν δι’ ἀγγέλων πονηρῶν. Οὐκοῦν πρῶτον μὲν ζητεῖν δεῖ, τί τὸ ἀγαθὸν θέλημα τοῦ Θεοῦ· εἶτα, ὅταν γνω‐ ρίσωμεν τὸ ἀγαθὸν, ἐξετάζειν, εἰ τὸ ἀγαθὸν τοῦτο | |
20 | καὶ εὐάρεστον τῷ Θεῷ ἐστιν. Ἔστι γάρ τι. ὃ τῷ μὲν ἰδίῳ λόγῳ καὶ θέλημα Θεοῦ ἐστι, καὶ ἀγαθόν ἐστιν· ὅταν δὲ ἢ παρὰ πρόσωπον, ἢ παρὰ καιρὸν γένηται, οὐκέτι καὶ εὐάρεστον Θεῷ ἐστιν. Οἷον, θέλημα Θεοῦ ἦν, καὶ ἀγαθὸν ἦν τὸ θυμιᾷν Θεῷ, ἀλλ’ οὐκ ἦν εὐάρε‐ | |
25 | στον Θεῷ, τοὺς περὶ Δαθὰν καὶ Ἀβειρὼν τοῦτο ποιεῖν. Καὶ πάλιν, θέλημα Θεοῦ ἐστι, καὶ ἀγαθόν ἐστι τὸ ἐλεημοσύνην ποιεῖν· ἀλλὰ τὸ ἕνεκεν τοῦ δο‐ ξασθῆναι ὑπὸ τῶν ἀνθρώπων ποιεῖν, οὐκέτι καὶ εὐάρεστον Θεῷ ἐστι. Καὶ πάλιν, θέλημα Θεοῦ ἦν, | |
30 | καὶ ἀγαθὸν ἦν τὸ τοὺς μαθητὰς, ὃ πρὸς τὸ οὖς ἤκου‐ σαν, κηρύξαι ἐπὶ τῶν δωμάτων· ἀλλὰ τὸ πρὸ και‐ ροῦ τι εἰπεῖν οὐκέτι καὶ εὐάρεστον ἦν τῷ Θεῷ· Μη‐ δενὶ γὰρ εἴπητε, φησὶ, τὸ ὅραμα τοῦτο, ἕως οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. Καὶ καθ‐ | |
35 | όλου πᾶν θέλημα Θεοῦ ἀγαθὸν τότε καὶ εὐάρεστόν ἐστιν, ὅταν πληρωθῇ ἐπ’ αὐτῷ τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον· Πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε· καὶ, Πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω. Πά‐ λιν δὲ, ὅταν καὶ θέλημα Θεοῦ ᾖ τι, καὶ ἀγαθὸν ᾖ, | |
40 | καὶ εὐάρεστον ᾖ, οὐδ’ οὕτως ἀμεριμνεῖν χρὴ, ἀλλ’ ἀγωνιᾷν καὶ φροντίζειν, ὅπως τέλειον καὶ ἀνελλιπὲς τοῦτο ᾖ· ἐν μέτρῳ ποτὲ μὲν τοῦ γινομένου, εἰ κατὰ τὸ προστεταγμένον γίνεται, ποτὲ δὲ τῆς τοῦ ποιοῦν‐ τος δυνάμεως. Ἀγαπήσεις γὰρ, φησὶ, Κύριον τὸν | |
45 | Θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς δυνάμεώς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν· καθὼς καὶ ὁ Κύριος ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ ἐδίδαξε. Καὶ πᾶσαν δὲ ἐντο‐ | |
31.1276(50) | λὴν, καθὼς γέγραπται· Μακάριος γὰρ, φησὶν, | |
31.1277 | ὁ δοῦλος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ, εὑρήσει ποιοῦντα οὕτως. ΕΡΩΤΗΣΙΣ ΣΟΖʹ. Ποῖόν ἐστι τὸ ταμιεῖον, εἰς ὃ εἰσελθεῖν τὸν προσ‐ | |
5 | ευχόμενον προστάσσει ὁ Κύριος; ΑΠΟΚΡΙΣΙΣ. Ταμιεῖον μὲν ἡ συνήθεια ὀνομάζειν οἶδεν οἶκον σχο‐ λάζοντα καὶ ἀνακεχωρημένον, ἐν ᾧ ἀποτιθέμεθα ἅπερ ἂν ταμιεύσασθαι βουληθῶμεν· ἢ ἐν ᾧ κρυβῆ‐ | |
10 | ναι δυνατὸν, κατὰ τὸ καὶ ἐν τῷ προφήτῃ εἰρημένον· Βάδιζε, λαός μου, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, ἀποκρύβηθι. Τὴν δὲ δύναμιν τῆς ἐντολῆς ἡ ὑπόθε‐ σις σαφηνίζει· πρὸς γὰρ τοὺς νοσοῦντας τὸ πάθος τῆς ἀνθρωπαρεσκείας ὁ λόγος ἐστίν. Ὥστε ἐὰν μέν | |
15 | τις ὑπὸ τοῦ πάθους ἐκείνου παρενοχλῆται, καλῶς ποιεῖ, ὑπαναχωρῶν ἐν τῇ προσευχῇ καὶ μονούμενος, μέχρις ἂν δυνηθῇ ἀναλαβεῖν τὴν ἕξιν τοῦ μὴ περιβλέ‐ πεσθαι εἰς τοὺς παρὰ τῶν ἀνθρώπων ἐπαίνους, εἰς μόνον δὲ τὸν Θεὸν ἀποβλέπειν, κατὰ τὸν εἰπόντα· | |
20 | Ἰδοὺ, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυ‐ ρίων αὐτῶν· ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς· οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν. Ἐὰν δέ τις Θεοῦ χάριτι καθαρεύῃ τοῦ πάθους ἐκείνου, οὐκ ἔχει ἀνάγκην κρύ‐ | |
25 | πτειν τὸ καλόν. Ὅπερ διδάσκων αὐτὸς ὁ Κύριος, λέ‐ γει· Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη. Οὐδὲ καίουσι λύχνον, καὶ τιθέασιν αὐ‐ τὸν ὑπὸ τὸν μόδιον, ἀλλ’ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτω λαμψάτω | |
30 | τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ὁ δὲ αὐτὸς νοῦς καὶ ἐπὶ τῆς ἐλεημοσύνης καὶ ἐπὶ τῆς νηστείας, ἅπερ ἐν τῷ αὐτῷ τόπῳ κεῖται· καὶ καθόλου ἐπὶ παν‐ | |
35 | τὸς πράγματος τῆς θεοσεβείας. ΕΡΩΤΗΣΙΣ ΣΟΗʹ. Πῶς τὸ πνεῦμά τινος προσεύχεται, ὁ δὲ νοῦς αὐ‐ τοῦ ἄκαρπός ἐστιν; ΑΠΟΚΡΙΣΙΣ | |
40 | Τοῦτο περὶ τῶν ἐν γλώσσῃ ἀγνοουμένῃ τοῖς ἀκούουσι τὰς προσευχὰς ἀναπεμπόντων ἐῤῥήθη. Φησὶ γάρ· Ἐὰν προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν. Ὅταν μὲν γὰρ ἄγνωστα ᾖ τοῖς παροῦσι τὰ ῥήματα τῆς | |
45 | προσευχῆς, ἄκαρπός ἐστιν ὁ νοῦς τοῦ προσευχομέ‐ νου, μηδενὸς ὠφελουμένου· ὅταν δὲ οἱ παρόντες νοῶσι τὴν προσευχὴν ὠφελεῖν δυναμένην τοὺς ἀκούοντας, τότε ὁ προσευχόμενος καρπὸν ἔχει τὴν τῶν ὠφελου‐ μένων βελτίωσιν. Ὁμοίως δὲ καὶ ἐπὶ πάσης ἐκφω‐ | |
31.1277(50) | νήσεως τῶν τοῦ Θεοῦ ῥημάτων. Γέγραπται γάρ· | |
Ἀλλ’ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς πίστεως. | ||
31.1280 | ΕΡΩΤΗΣΙΣ ΣΟΘʹ Τί ἐστι τὸ, «Ψάλατε συνετῶς;» ΑΠΟΚΡΙΣΙΣ. Ὅπερ ἐστὶν ἐπὶ τῶν βρωμάτων ἡ αἴσθησις τῆς | |
5 | ποιότητος ἑκάστου βρώματος, τοῦτό ἐστιν ἐπὶ τῶν ῥημάτων τῆς ἁγίας Γραφῆς ἡ σύνεσις. Λάρυγξ μὲν γὰρ, φησὶ, σῖτα γεύεται, νοῦς δὲ ῥήματα δια‐ κρίνει. Ἐὰν οὖν τις οὕτω συνδιατεθῇ τὴν ψυχὴν τῇ δυνάμει ἑκάστου ῥήματος, ὡς συνδιατίθεται τὴν | |
10 | γεῦσιν τῇ ποιότητι ἑκάστου βρώματος, ὁ τοιοῦτος ἐπλήρωσε τὴν ἐντολὴν τὴν λέγουσαν· Ψάλατε συν‐ ετῶς. ΕΡΩΤΗΣΙΣ ΣΠʹ Τίς ἐστιν ὁ καθαρὸς τῇ καρδίᾳ; | |
15 | ΑΠΟΚΡΙΣΙΣ. Ὁ μὴ λαμβανόμενος ἑαυτοῦ ἐπὶ ἀθετήσει ἐντολῆς Θεοῦ, ἢ ἐλλείψει, ἢ ἀμελείᾳ. | |
19 | ΕΡΩΤΗΣΙΣ ΣΠΑʹ. | |
20 | Τὴν μὴ θέλουσαν ψάλαι, εἰ χρὴ ἀναγκά‐ ζεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Εἰ μὴ ἐπιθυμητικῶς ἔρχεται ἐπὶ τὸ ψάλλειν, καὶ εἰ μὴ ἐπιφαίνεται αὐτῇ ἡ διάθεσις τοῦ εἰπόντος· Ὡς | |
25 | γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου· καὶ εἰ μὴ ζημίαν μεγάλην ἡγεῖ‐ ται τὴν ἀργίαν, ἢ διορθωσάσθω, ἢ ἐξαρθήτω, ἵνα μὴ μικρὰ ζύμη ὅλον τὸ φύραμα δολώσῃ ΕΡΩΤΗΣΙΣ ΣΠΒʹ. | |
30 | Τίνες εἰσὶν οἱ λέγοντες, «Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν,» καὶ ἀκούοντες, «Οὐκ οἶδα ὑμᾶς;» ΑΠΟΚΡΙΣΙΣ. Τάχα ἐκεῖνοι, οὓς ὑπέγραψεν ὁ Ἀπόστολος ἐπὶ τοῦ | |
35 | ἰδίου προσώπου, εἰπών· Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ, καὶ τῶν ἀγγέλων, καὶ τὰ ἑξῆς. Καὶ ἐὰν ἔχω πᾶσαν τὴν γνῶσιν, καὶ πᾶσαν τὴν πίστιν· καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου· καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσω‐ | |
40 | μαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Ὅπερ ἐπαιδεύθη ὁ Ἀπόστολος παρὰ τοῦ Κυρίου εἰπόντος περί τινων· Ποιοῦσι γὰρ πρὸς τὸ θεαθῆ‐ ναι τοῖς ἀνθρώποις. Ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὑτῶν. Τὸ γὰρ μὴ διὰ τὴν πρὸς Θεὸν | |
45 | ἀγάπην, ἀλλὰ διὰ τὸν παρὰ τῶν ἀνθρώπων ἔπαινον γινόμενον, οἷον ἂν ᾖ, οὐ θεοσεβείας ἔπαινον εὑρίσκει, ἀλλ’ ἀνθρωπαρεσκείας, ἢ αὐταρεσκείας, ἢ φιλονει‐ κίας, ἢ φθόνου, ἤ τινος τοιαύτης αἰτίας ἔχει τὸ | |
κρῖμα. Διὸ καὶ ἀδικίας ἔργον τὸ τοιοῦτον ὁ Κύριος | ||
31.1281 | ὀνομάζει, λέγων πρὸς τοὺς εἰπόντας τὸ, Ἐφάγομεν ἐνώπιόν σου, καὶ τὰ ἑξῆς· Ἀπόστητε ἀπ’ ἐμοῦ, πάντες ἐργάται ἀδικίας. Πῶς γὰρ οὐκ ἀδικίας ἐργάται οἱ ταῖς τοῦ Θεοῦ δωρεαῖς εἰς πραγματείαν | |
5 | τῶν ἰδίων ἡδονῶν καταχρώμενοι; Οἷον ἦσαν ἐκεῖνοι περὶ ὧν φησιν ὁ Ἀπόστολος· Οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ· καὶ πάλιν· Νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέ‐ βειαν, καὶ πολλὰ τοιαῦτα. Ὧν ἁπάντων καθαρεύων | |
10 | ἀποδέδεικται ἡμῖν ὁ αὐτὸς Ἀπόστολος δι’ ὧν φησιν· Οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες. ἀλλὰ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν. Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν ὑμῖν, καθὼς οἴδατε, οὔτε προφάσει πλεονεξίας· Θεὸς μάρτυς· | |
15 | οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ’ ὑμῶν, οὔτε ἀπ’ ἄλλων. ΕΡΩΤΗΣΙΣ ΣΠΓʹ. Εἰ ὁ ποιῶν τὸ θέλημά τινος κοινωνός ἐστιν ἐκεί‐ νου. | |
20 | ΑΠΟΚΡΙΣΙΣ. Εἰ πιστεύομεν τῷ Κυρίῳ λέγοντι· Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας· καὶ πάλιν· Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε | |
25 | ποιεῖν· οἴδαμεν, ὅτι οὐχὶ κοινωνὸς ἁπλῶς, ἀλλὰ κύριον ἑαυτοῦ καὶ πατέρα ἐπιγράφεται ἐκεῖνον, οὗ τὸ ἔργον ποιεῖ, κατὰ τὴν τοῦ Κυρίου φωνήν. Μαρ‐ τυρεῖ δὲ τοῦτο σαφῶς καὶ ὁ Ἀπόστολος, λέγων· Οὐκ οἴδατε, ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς | |
30 | ὑπακοὴν, δοῦλοί ἐστε ᾧ ὑπακούετε, ἤτοι ἁμαρ‐ τίας εἰς θάνατον ἢ ὑπακοῆς εἰς δικαιοσύνην; ΕΡΩΤΗΣΙΣ ΣΠΔʹ. Ἐὰν πτωχεύσῃ ἀδελφότης διὰ περίστασιν ἢ νό‐ σον, εἰ ἀδιάκριτόν ἐστι παρ’ ἑτέρων λαμ‐ | |
35 | βάνειν τὰ πρὸς τὴν χρείαν· καὶ εἰ χρὴ, παρὰ τίνων λήψεται. ΑΠΟΚΡΙΣΙΣ. Ὁ μνημονεύων τοῦ Κυρίου εἰπόντος, Ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλα‐ | |
40 | χίστων, ἐμοὶ ἐποιήσατε, φροντίδα πολλὴν μετὰ σπουδῆς πλείονος καὶ ἐπιμελείας ποιεῖται ἄξιος εἶναι ἀδελφὸς τοῦ Κυρίου τετάχθαι. Ἐὰν οὖν τις τοιοῦτος ᾖ, μὴ διακρινέσθω λαμβάνων, ἀλλ’ εὐχα‐ ριστείτω. Παρὰ τίνων δὲ χρὴ λαμβάνειν, καὶ πότε, | |
45 | καὶ πῶς, ὁ τὴν κοινὴν φροντίδα ἐπιτεταγμένος δοκι‐ μάζειν ὀφείλει· μνημονεύων τοῦ Δαβὶδ εἰπόντος· Ἔλαιον ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου· καὶ πάλιν· Πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, | |
οὗτός μοι ἐλειτούργει. | ||
31.1284 | ΕΡΩΤΗΣΙΣ ΣΠΕʹ. Εἰ χρὴ ἀδελφότητα μετὰ ἀδελφότητος πραγμα‐ τευομένην τὴν ἀξίαν τιμὴν τοῦ εἴδους περιερ‐ γάζεσθαι. | |
5 | ΑΠΟΚΡΙΣΙΣ. Εἰ μὲν συγχωρεῖ ὁ λόγος ἐν ἀδελφοῖς τὸ ἀγοράζειν παρ’ ἀλλήλων καὶ πωλεῖν ἀλλήλοις, οὐκ ἔχω τι λέ‐ γειν· κοινωνεῖν γὰρ ἀλλήλοις παιδευόμεθα πρὸς τὴν χρείαν, κατὰ τὸ γεγραμμένον· Τὸ ὑμῶν περίσ‐ | |
10 | σευμα εἰς τὸ ἐκείνων ὑστέρημα, καὶ τὸ ἐκείνων περίσσευμα εἰς τὸ ὑμῶν ὑστέρημα, ὅπως γένηται ἰσότης· εἰ δὲ ἄρα συνεμπίπτει ποτὲ τοιαύτη ἀνάγκη, χρὴ τὸν ἀγοράζοντα μᾶλλον. ἀκριβεύεσθαι μὴ τῆς ἀξίας ἐλάττονα δῷ τιμὴν ἤπερ τὸν πωλοῦντα. | |
15 | Ἀμφότεροι δὲ μνημονευέτωσαν τοῦ εἰπόντος· Ζη‐ μιοῦν ἄνδρα δίκαιον οὐ καλόν. ΕΡΩΤΗΣΙΣ ΣΠϛʹ. Εἰ δεῖ τὸν ἐν ἀδελφότητι ζῶντα, καὶ ἀσθε‐ νείᾳ σωματικῇ περιπεσόντα, εἰς ξενοδοχεῖον | |
20 | ἀπάγειν. ΑΠΟΚΡΙΣΙΣ. Στοχάζεσθαι χρὴ ἑκάστου τόπου καὶ σκοποῦ τοῦ οἰκείου πρὸς τὸ κοινῇ συμφέρον εἰς δόξαν Θεοῦ. ΕΡΩΤΗΣΙΣ ΣΠΖʹ. | |
25 | Τίνες εἰσὶν οἱ ἄξιοι καρποὶ τῆς μετανοίας; ΑΠΟΚΡΙΣΙΣ. Τὰ ἀντικείμενα τῇ ἁμαρτίᾳ ἔργα δικαιοσύνης, ἅπερ ὁ μετανοῶν καρποφορεῖν ὀφείλει, ποιῶν τὸ εἰ‐ ρημένον· Ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦν‐ | |
30 | τες. ΕΡΩΤΗΣΙΣ ΣΠΗʹ. Ὁ θέλων ἐξομολογήσασθαι τὰς ἁμαρτίας ἑαυτοῦ εἰ πᾶσιν ἐξομολογεῖσθαι ὀφείλει, καὶ τοῖς τυ‐ χοῦσιν, ἢ τίσιν; | |
35 | ΑΠΟΚΡΙΣΙΣ. Ὁ σκοπὸς τῆς φιλανθρωπίας τοῦ Θεοῦ ἐπὶ τῶν ἁμαρτανόντων φανερὸς, κατὰ τὸ γεγραμμένον, ὅτι Οὐ θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπι‐ στρέψαι καὶ ζῇν αὐτόν. Ἐπεὶ οὖν καὶ τῆς ἐπι‐ | |
40 | στροφῆς ὁ τρόπος οἰκεῖος ὀφείλει εἶναι τοῦ ἁμαρτή‐ ματος, καὶ καρπῶν δὲ χρεία ἀξίων τῆς μετα‐ νοίας, κατὰ τὸ γεγραμμένον· Ποιήσατε καρποὺς ἀξίους τῆς μετανοίας, ἵνα μὴ τὰ τῆς ἐπιφερομέ‐ νης ἀπειλῆς συμβῇ ἐν τῇ ἐλλείψει τῶν καρπῶν· Πᾶν | |
45 | γὰρ δένδρον, φησὶ, μὴ ποιοῦν καρπὸν καλὸν ἐκ‐ κόπτεται, καὶ εἰς πῦρ βάλλεται· ἀναγκαῖον τοῖς πεπιστευμένοις τὴν οἰκονομίαν τῶν μυστηρίων τοῦ Θεοῦ ἐξομολογεῖσθαι τὰ ἁμαρτήματα. Οὕτω γὰρ καὶ οἱ πάλαι μετανοοῦντες ἐπὶ τῶν ἁγίων εὑρίσκονται | |
31.1284(50) | πεποιηκότες. Γέγραπται γὰρ ἐν μὲν τῷ Εὐαγγελίῳ, | |
31.1285 | ὅτι τῷ Βαπτιστῇ Ἰωάννῃ ἐξωμολογοῦντο τὰς ἁμαρ‐ τίας αὐτῶν· ἐν δὲ ταῖς Πράξεσι, τοῖς ἀποστόλοις, ὑφ’ ὧν καὶ ἐβαπτίζοντο ἅπαντες. ΕΡΩΤΗΣΙΣ ΣΠΘʹ. | |
5 | Ὁ μετανοήσας ἐπὶ ἁμαρτήματι, καὶ πάλιν εἰς τὸ αὐτὸ ἐμπεσὼν ἁμάρτημα, τί ποιήσει; ΑΠΟΚΡΙΣΙΣ. Τὸ ἅπαξ τινα μετανοήσαντα τὴν αὐτὴν πάλιν ποιῆσαι ἁμαρτίαν ἔλεγχός ἐστι τοῦ τὸ πρῶτον αἴτιον | |
10 | τῆς ἁμαρτίας ἐκείνης μὴ ἐκκαθᾶραι, ἀφ’ οὗ, καθάπερ ἀπὸ ῥίζης τινὸς, πάλιν ἀνάγκη τὰ ἴσα φύεσθαι. Ὡς γὰρ εἴ τις φυτοῦ τοὺς κλάδους ἐκκόψαι θελήσειε, τὴν ῥίζαν ἐάσας, οὐδὲν ἧττον ἡ ῥίζα μένουσα τὰ αὐτὰ πάλιν βλαστάνει· οὕτως, ἐπειδή τινα τῶν ἁμαρ‐ | |
15 | τημάτων οὐκ ἐν ἑαυτοῖς ἔχει τὴν ἀρχὴν, ἀλλ’ ἐξ ἑτέ‐ ρων φύεται, ἀνάγκη πᾶσα τὸν καθαρεῦσαι ἀπ’ αὐ‐ τῶν βουλόμενον τὰ πρῶτα αἴτια τῶν ἁμαρτημάτων ἐκείνων ἐξᾶραι· οἷον, ἔρις ἢ φθόνος οὐκ ἀφ’ ἑαυτῶν ἄρχεται, ἀλλ’ ἀπὸ ῥίζης τῆς φιλοδοξίας βλα‐ | |
20 | στάνει. Ἀντιποιούμενος γὰρ τῆς δόξης τῆς παρὰ τοῖς ἀνθρώποις, ἐρίζει τῷ εὐδοκιμοῦντι, ἢ φθονεῖ τῷ παρευδοκιμοῦντι. Ἐὰν οὖν, ἅπαξ τις λαβόμενος ἑαυτοῦ ἐπὶ φθόνῳ, ἢ ἔριδι, πάλιν τοῖς αὐτοῖς περι‐ πέσῃ, γνωριζέτω ἑαυτὸν τὸ πρῶτον αἴτιον τοῦ | |
25 | φθόνου ἢ τῆς ἔριδος, τὴν φιλοδοξίαν ἐν βάθει νοσοῦν‐ τα. Καὶ χρή γε αὐτὸν ἐκ τοῦ ἐναντίου διὰ τῶν τῆς ταπεινοφροσύνης γυμνασμάτων (γυμνάσιον γὰρ τα‐ πεινοφροσύνης ἡ ἐν τοῖς εὐτελεστέροις πράγμασι δια‐ τριβὴ) τὸ πάθος τῆς φιλοδοξίας θεραπεῦσαι, ἵνα | |
30 | οὕτως, ἐν διαθέσει τῆς ταπεινοφροσύνης γενόμενος, μηκέτι ἐκπέσῃ εἰς τὰ προειρημένα τῆς φιλοδοξίας βλαστήματα· καὶ ἐφ’ ἑκάστῳ τῶν τοιούτων ἁμαρτη‐ μάτων ὁμοίως. ΕΡΩΤΗΣΙΣ Σϟʹ. | |
35 | Πῶς περισσεύει τις ἐν τῷ ἔργῳ τοῦ Κυρίου πάντοτε; ΑΠΟΚΡΙΣΙΣ. Ἤτοι τὸ διδόμενον χάρισμα πολυπλασιάζων ἐν τῇ τῶν εὐεργετουμένων ὑπ’ αὐτοῦ ὠφελείᾳ καὶ προ‐ | |
40 | κοπῇ, ἢ ἐκ συγκρίσεως τῶν ἀνθρωπίνων σπουδα‐ σμάτων τὸ πλέον τῆς σπουδῆς ἐπιδεικνύμενος ἐν τῷ ἔργῳ τοῦ Κυρίου. ΕΡΩΤΗΣΙΣ ΣϟΑʹ. Τίς ἐστιν ὁ συντετριμμένος κάλαμος, ἢ τὸ | |
45 | τυφόμενον λίνον; καὶ πῶς τις τὸ μὲν οὐ κατ‐ εάξει, τὸ δὲ οὐ σβέννυσιν· ΑΠΟΚΡΙΣΙΣ. Συντετριμμένον μὲν κάλαμον λογίζομαι εἶναι τὸν ἐν πάθει τινὶ ποιοῦντα ἐντολὴν Θεοῦ· ὃν κατεάσσειν | |
31.1285(50) | καὶ ἀποκόπτειν οὐ χρὴ, ἀλλὰ μᾶλλον θεραπεύειν, | |
31.1288 | ὡς ὁ Κύριος ἐδίδαξεν, εἰπών· Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀν‐ θρώπων, πρὸς τὸ θεαθῆναι αὐτοῖς. Καὶ ὁ Ἀπό‐ στολος παραγγέλλει, λέγων· Πάντα ποιεῖτε χω‐ | |
5 | ρὶς γογγυσμῶν καὶ διαλογισμῶν· καὶ ἀλλαχοῦ· Μηδὲν κατ’ ἐριθείαν ἢ κενοδοξίαν. Λίνον δὲ τυ‐ φόμενον, ὅταν τις ποιῇ τὴν ἐντολὴν μὴ διαπύρῳ ἐπιθυ‐ μίᾳ καὶ τελείᾳ σπουδῇ, νωθρότερον δέ πως καὶ χαυ‐ νότερον, ὃν οὐ χρὴ παύειν, διεγείρειν δὲ μᾶλλον | |
10 | ὑπομνήσει τῶν κριμάτων τοῦ Θεοῦ, καὶ τῶν ἐπαγ‐ γελιῶν αὐτοῦ ΕΡΩΤΗΣΙΣ ΣϟΒʹ. Εἰ χρὴ ἐν ἀδελφότητι παιδίων βιωτικῶν εἶναι διδάσκαλον. | |
15 | ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Ἀποστόλου εἰπόντος· Οἱ πατέρες, μὴ παρ‐ οργίζετε τὰ τέκνα ὑμῶν, ἀλλ’ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου· ἐὰν οἱ προσάγον‐ τες ἐπὶ τοιούτῳ σκοπῷ προσάγωσι, καὶ οἱ δεχόμε‐ | |
20 | νοι πληροφορίαν ἔχωσιν, ὅτι δύνανται ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου ἐκθρέψαι τὰ προσαγόμενα, φυλασσέσθω τὸ ὑπὸ τοῦ Κυρίου προστεταγμένον, εἰπόντος· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρὸς μὲ, καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν | |
25 | ἡ βασιλεία τῶν οὐρανῶν. Ἄνευ δὲ τοῦ τοιούτου σκοποῦ καὶ τῆς τοιαύτης ἐλπίδος οὔτε Θεῷ ἀρέσκον τοῦτο, καὶ ἡμῖν οὔτε πρέπον οὔτε συμφέρον λογί‐ ζομαι. ΕΡΩΤΗΣΙΣ ΣϟΓʹ. | |
30 | Πῶς δεῖ προσφέρεσθαι τοῖς τὰ μείζονα τῶν ἁμαρ‐ τημάτων παραιτουμένοις, τὰ δὲ μικρὰ ἀδιαφό‐ ρως ποιοῦσιν; ΑΠΟΚΡΙΣΙΣ. Πρῶτον μὲν εἰδέναι χρὴ, ὅτι ἐν τῇ Καινῇ Διαθή‐ | |
35 | κῃ ταύτην τὴν διαφορὰν οὐκ ἔστι μαθεῖν. Μία γὰρ ἀπόφασις κατὰ πάντων ἁμαρτημάτων κεῖται, τοῦ Κυρίου εἰπόντος, ὅτι Ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας· καὶ πάλιν, ὅτι Ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ | |
40 | ἐσχάτῃ ἡμέρᾳ· καὶ τοῦ Ἰωάννου βοῶντος· Ὁ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ’ ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ’ αὐτόν· τῆς ἀπειθείας οὐκ ἐν τῇ διαφορᾷ τῶν ἁμαρτημάτων, ἀλλ’ ἐν τῇ παρακοῇ τὴν ἀπειλὴν ἐχούσης. Ὅλως δὲ, εἰ ἐπιτρε‐ | |
45 | πόμεθα λέγειν μικρὸν καὶ μέγα ἁμάρτημα, ἀναντίῤ‐ ῥητον ἔδει τὴν ἀπόδειξιν ἑκάστῳ μέγα εἶναι τὸ ἑκά‐ στου κρατοῦν, καὶ μικρὸν τοῦτο, οὗ ἕκαστος κρατεῖ· ὥσπερ ἐπὶ τῶν ἀθλητῶν ὁ μὲν νικήσας ἐστὶν ἰσχυ‐ ρότερος, ὁ δὲ ἡττηθεὶς ἀσθενέστερος τοῦ ἐπι‐ | |
31.1288(50) | κρατεστέρου, ὅστις ἂν ᾖ. Δεῖ οὖν ἐπὶ παντὸς ἁμαρ‐ | |
31.1289 | τάνοντος οἱονδήποτε ἁμάρτημα φυλάσσειν τὸ κρῖμα τοῦ Κυρίου εἰπόντος, ὅτι Ἂν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν με‐ ταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐάν σου ἀκού‐ | |
5 | σῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σεαυτοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα. Ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ Ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρ‐ | |
10 | ακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης. Φυλασσέσθω δὲ ἐπὶ πᾶσι τοῖς τοιούτοις τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον· Διὰ τί οὐ μᾶλλον ἐπενθή‐ σατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας; Χρὴ γὰρ τὴν μακροθυμίαν καὶ τὴν εὐ‐ | |
15 | σπλαγχνίαν ἐπιφέρεσθαι τῇ ἀποτομία. ΕΡΩΤΗΣΙΣ ΣϟΔ Ἐκ ποίας αἰτίας ἐκπίπτει τις τῆς διηνεκοῦς μνήμης τοῦ Θεοῦ. ΑΠΟΚΡΙΣΙΣ | |
20 | Ἐάν τις ἀμνήμων γένηται τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, καὶ ἀσυνείδητος εὑρεθῇ πρὸς τὸν εὐεργέτην. ΕΡΩΤΗΣΙΣ ΣϟΕ Ἐκ ποίων σημείων γνωρίζεται ὁ μετέωρος. ΑΠΟΚΡΙΣΙΣ. | |
25 | Ὅταν ἀμελῇ τις τῶν πρὸς εὐαρέστησιν Θεοῦ, τοῦ Προφήτου εἰπόντος· Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ. ΕΡΩΤΗΣΙΣ Σϟϛʹ. | |
30 | Πῶς πληροφορηθῇ ἡ ψυχὴ, ὅτι τῶν ἁμαρτημά‐ των καθαρεύει ΑΠΟΚΡΙΣΙΣ. Ἐὰν καταμάθῃ τις ἐν ἑαυτῷ τὴν διάθεσιν τοῦ Δα‐ βὶδ, εἰπόντος· Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξά‐ | |
35 | μην· ἢ καταμάθῃ εἰ κατώρθωσεν ἐν ἑαυτῷ τὸ παρὰ τοῦ Ἀποστόλου προστεταγμένον, εἰπόντος· Νε‐ κρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κα‐ κὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολα‐ | |
40 | τρεία· δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ· ἔνθα καὶ πλατύνων κατὰ παντὸς ἁμαρτήματος τὸ τοιοῦτον κρῖμα, ἐπήγαγεν· Ἐπὶ τοὺς υἱοὺς τῆς ἀπει‐ θείας, ἵνα δυνηθῇ εἰπεῖν, ὅτι· Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή· ἐκκλίνοντος ἀπ’ ἐμοῦ τοῦ πο‐ | |
45 | νηροῦ, οὐκ ἐγίνωσκον Γνωρίζει δέ τις ἑαυτὸν ἐν τοιαύτῃ διαθέσει καθεστῶτα, ἐὰν καὶ πρὸς τοὺς ἁμαρτάνοντας τὴν αὐτὴν τοῖς ἁγίοις φρικώδη συμ‐ πάθειαν ἀναλάβῃ· τοῦ μὲν Δαβὶδ εἰπόντος· Εἶδον ἀσυνετοῦντας, καὶ ἐξετηκόμην, ὅτι τὰ λό‐ | |
31.1289(50) | γιά σου οὐκ ἐφυλάξαντο· τοῦ δὲ Ἀποστόλου λέ‐ | |
31.1292 | γοντος· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκαν‐ δαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Εἰ γὰρ, κατὰ τὴν ἀλήθειαν τοῦ λόγου, ἡ ψυχὴ κρείττων ἐστὶ τοῦ σώματος, ὁρῶμεν δὲ, ὅτι ἐπὶ τοῦ σώματος πᾶσαν | |
5 | μὲν ῥυπαρίαν σικχαινόμεθα καὶ βδελυσσόμεθα· παντὸς δὲ σπαραγμοῦ καὶ πάσης ἐπιβουλῆς θεωρία συν‐ τριμμὸν καὶ λύπην ἐργάζεται τῇ καρδίᾳ· πόσῳ μᾶλλον ἀκόλουθον τὰ προειρημένα πάσχειν ἐπὶ τοῖς ἁμαρτάνουσι τὸν φιλόχριστον καὶ φιλάδελφον, | |
10 | ὅταν βλέπῃ τῶν ἁμαρτανόντων, ὥσπερ ὑπὸ θηρίων, τιτρωσκομένην τὴν ψυχὴν, καὶ βιβρωσκομένην, καὶ ὥσπερ ἰχῶρας καὶ σηπεδόνας ἐπιφαίνουσαν; τοῦ μὲν Δαβὶδ εἰπόντος, ὅτι Αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου· ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν | |
15 | ἐπ’ ἐμέ· προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου· ἐταλαι‐ πώρησα καὶ κατεκάμφθην ἕως τέλους· ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην· τοῦ δὲ Ἀπο‐ στόλου λέγοντος· Κέντρον τοῦ θανάτου ἡ ἁμαρτία | |
20 | ἐστίν. Ὅταν οὖν ἢ ἐπὶ τοῖς ἰδίοις ἁμαρτήμασιν ἢ ἐπ’ ἀλλοτρίοις, κατὰ τὰ προειρημένα ἐξ ἀρχῆς, οὕτω διακειμένην καταμάθῃ τις ἑαυτοῦ τὴν ψυχὴν, τότε πληροφορηθήτω, ὅτι καθαρεύει ἀπὸ ἁμαρ‐ τίας. ΕΡΩΤΗΣΙΣ ΣϟΖʹ. Πῶς ἀπὸ τῶν ἁμαρτημάτων ἐπιστρέφειν χρή. | |
25 | ΑΠΟΚΡΙΣΙΣ. Ζηλώσαντα τὴν διάθεσιν τοῦ Δαβὶδ, πρῶτον μὲν λέγοντος· Τὴν ἀνομίαν μου ἐγνώρισα, καὶ τὴν ἁμαρτίαν μου οὐκ ἐκάλυψα. Εἶπα· Ἐξαγορεύσω κατ’ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ· ἔπειτα δὲ | |
30 | ἐν τῷ διηγεῖσθαι τὸν τρόπον διὰ τοῦ ἕκτου ψαλ‐ μοῦ, καὶ δι’ ἄλλων δὲ πολυτρόπως· διὰ δὲ τοῦ Ἀπο‐ στόλου μανθάνοντα ταῦτα ἃ ἐμαρτύρησε τοῖς Κοριν‐ θίοις ὑπὲρ ἀλλοτρίου ἁμαρτήματος, εἰπὼν, ὅτι Ἡ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμετα‐ | |
35 | μέλητον κατεργάζεται· καὶ τὰ ἰδιώματα τῆς λύπης ἐπενεγκών· Ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ Θεὸν λυπηθῆναι πόσην κατειργάσατο ἐν ὑμῖν σπου‐ δήν· ἀλλ’ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκ‐ | |
40 | δίκησιν. Ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι ἐν τῷ πράγματι. Ὥστε ἐκ τούτων δῆλον, ὅτι οὐ μόνον ἀναχωρεῖν χρὴ τῆς ἁμαρτίας, καὶ ὑπὲρ τῶν ἁμαρτανόντων ταῦτα πάσχειν, ἀλλὰ καὶ ἀφίστασθαι αὐτῶν τῶν ἁμαρτανόντων· τοῦ μὲν Δαβὶδ καὶ τοῦτο | |
45 | δηλώσαντος ἐν τῷ εἰπεῖν· Ἀπόστητε ἀπ’ ἐμοῦ, | |
πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· τοῦ δὲ Ἀπο‐ | ||
31.1293 | στόλου παραγγείλαντος τῷ τοιούτῳ μηδὲ συν‐ εσθίειν. ΕΡΩΤΗΣΙΣ ΣϟΗʹ. Εἰ τὰ καλὰ κατ’ ἰδίαν ἀρέσκειαν ποιεῖν ὁ Λόγος | |
5 | συγχωρεῖ. ΑΠΟΚΡΙΣΙΣ. Ὁ ἑαυτῷ ἀρέσκων ἀνθρώπῳ ἀρέσκει. Ἄνθρωπος γὰρ καὶ αὐτὸς ἕκαστος. Ὥσπερ οὖν Ἐπικατάρατος ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ ἄνθρωπον, καὶ | |
10 | στηρίξει σάρκα βραχίονος αὑτοῦ, ὃ τὴν ἑαυτοῦ πεποίθησιν δηλοῖ· οἷς ἐπιφέρει, Καὶ ἀπὸ Κυρίου ἀποσταίη ἡ ψυχὴ αὐτοῦ· οὕτω καὶ ὁ ἄλλῳ ἀρέσκων, ἢ κατ’ ἰδίαν ἀρέσκειάν τι ποιῶν, τῆς θεο‐ σεβείας ἐκπίπτει, εἰς δὲ ἀνθρωπαρέσκειαν ἐμ‐ | |
15 | πίπτει. Ποιοῦσι γὰρ, φησὶν ὁ Κύριος, πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις. Ἀμὴν λέγω ὑμῖν, ἀπ‐ έχουσι τὸν μισθὸν αὐτῶν. Καὶ ὁ Ἀπόστολος δὲ ὁμο‐ λογεῖ, ὅτι Εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. Σφοδροτέρα δὲ ἀπειλὴ φέρε‐ | |
20 | ται ἐν τῇ θεοπνεύστῳ Γραφῇ λεγούσῃ, ὅτι Ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων. ΕΡΩΤΗΣΙΣ ΣϟΘʹ. Πῶς πληροφορηθῇ ἡ ψυχὴ ἀποστῆναι τῆς φιλο‐ δοξίας. | |
25 | ΑΠΟΚΡΙΣΙΣ. Ὅταν ἀνάσχηται τοῦ Κυρίου εἰπόντος· Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς· καὶ τοῦ | |
30 | Ἀποστόλου παραγγέλλοντος, ὅτι Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε· ἵνα ὁ θεοσεβὴς, μήτε τῆς παρούσης, μή‐ τε τῆς μελλούσης δόξης ἀντιποιούμενος, τὴν δὲ πρὸς Θεὸν ἀγάπην πάντων προτιμήσας, παῤῥησίαν | |
35 | ἔχῃ εἰπεῖν μετὰ τῶν προκειμένων τὸ, Οὔτε ἐν‐ εστῶτα, οὔτε μέλλοντα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· Ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν | |
40 | μου· καὶ, ὅτι Ὁ ἀφ’ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν, οὗτος ἀληθής ἐστιν. ΕΡΩΤΗΣΙΣ Τʹ. Τίς ὁ τρόπος τῆς ἐπιστροφῆς, ὅτε περὶ ἀοράτου | |
45 | ἐστὶν ὁ λόγος. ΑΠΟΚΡΙΣΙΣ. Ὁ μὲν τρόπος τῆς ἐπιστροφῆς ἐν ἐκείνῳ τῷ ἐρω‐ | |
τήματι δηλοῦται, ἐν τῷ, πῶς ἀπὸ τῶν ἁμαρτημάτων | ||
31.1296 | ἐπιστρέφειν χρή· τὸ δὲ περὶ ἀοράτου εἶναι τὸν λό‐ γον, μνημονεύσωμεν τοῦ Κυρίου, ὅτι Οὐδέν ἐστι κρυπτὸν, ὃ οὐ γνωσθήσεται· καὶ, ὅτι Ἐκ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὸ στόμα. | |
5 | ΕΡΩΤΗΣΙΣ ΤΑʹ. Ἐὰν δὲ εἴπῃ, ὅτι Οὐ καταγινώσκει μου τὸ συν‐ ειδός. ΑΠΟΚΡΙΣΙΣ. Τοῦτο καὶ ἐπὶ τῶν σωματικῶν παθῶν συμβαίνει. | |
10 | Πολλὰ γάρ ἐστι πάθη, ὧν οὐκ ἐπαισθάνονται οἱ ἀσθε‐ νοῦντες· τῇ μέντοιγε τῶν ἰατρῶν σημειώσει πι‐ στεύουσι μᾶλλον, ἢ τῇ ἑαυτῶν ἀναισθησίᾳ προσ‐ έχουσιν. Οὕτω καὶ ἐπὶ τῶν τῆς ψυχῆς παθῶν, τουτ‐ έστιν, ἐπὶ τῶν ἁμαρτημάτων, κἂν ἑαυτοῦ τις μὴ | |
15 | καταγινώσκῃ, μὴ ἐπαισθανόμενος τοῦ ἁμαρτήματος, πιστεύειν μέντοιγε ὀφείλει τοῖς δυναμένοις πλέον ἰδεῖν τὰ ἐκείνου· τοῦτο δειξάντων μὲν τῶν ἁγίων ἀπο‐ στόλων, ὅτε, ἐν πληροφορίᾳ ὄντες τῆς ἑαυτῶν εἰλι‐ κρινοῦς πρὸς τὸν Κύριον διαθέσεως, καὶ ἀκού‐ | |
20 | σαντες, ὅτι Εἷς ἐξ ὑμῶν παραδώσει με, τῷ λόγῳ τοῦ Κυρίου ἐπίστευσαν μᾶλλον, καὶ διεφέροντο λέ‐ γοντες· Μήτι ἐγώ εἰμι, Κύριε; σαφέστερον δὲ ἡμᾶς τοῦ ἁγίου Πέτρου διδάσκοντος, ὃς διαπύρῳ μὲν ταπεινοφροσύνῃ παραιτεῖται τὴν ὑπηρεσίαν τοῦ | |
25 | Δεσπότου καὶ Θεοῦ καὶ διδασκάλου· πληροφορίᾳ δὲ τῆς ἀληθείας τῶν τοῦ Κυρίου ῥημάτων ἀκούσας, ὅτι Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ, λέγει· Μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας, καὶ τὴν κεφαλήν. | |
30 | ΕΡΩΤΗΣΙΣ ΤΒʹ. Εἰ χρὴ ἀπὸ τῆς οἰκονομίας διδόναι τοῖς ἐνδεέσι τῶν ἔξωθεν. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου εἰπόντος, Οὐκ ἀπεστάλην εἰ μὴ εἰς | |
35 | τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· καὶ, ὅτι Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις· τὰ διατεταγμένα τοῖς ἀνακειμένοις Θεῷ οὐκ ἀναγκαῖον εἰς ἀδιαφόρους παραναλίσκειν. Εἰ δὲ δυνατὸν γενέσθαι τὸ εἰρημένον | |
40 | ὑπὸ τῆς ἐπαινουμένης ἐν πίστει γυναικὸς, ὅτι Ναὶ, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψι‐ χίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυ‐ ρίων αὑτῶν· ἐν τῇ τοῦ οἰκονόμου ἀνακείσθω δοκι‐ μασίᾳ μετὰ κοινῆς τῶν μετ’ αὐτὸν προεχόντων γνώ‐ | |
45 | μης· ἵνα ἐκ τοῦ περισσεύματος ὁ ἥλιος, καθὼς γέ‐ γραπται, ἀνατείλῃ ἐπὶ πονηροὺς καὶ ἀγαθούς. ΕΡΩΤΗΣΙΣ ΤΓʹ. Εἰ χρὴ τοῖς παρὰ πάντων λεγομένοις ὑπακούειν ἐν ἀδελφότητι | |
31.1296(50) | ΑΠΟΚΡΙΣΙΣ. | |
Τὸ ἐρώτημα τοῦτο πολλὴν δυσχέρειαν ἔχει τῆς | ||
31.1297 | ἀποκρίσεως. Πρῶτον μὲν, ὅτι ἀταξίας ἔμφασιν φα‐ νερῶς δίδωσιν ἐν τῷ παρὰ πάντων λέγεσθαί τι, τοῦ Ἀποστόλου λέγοντος· Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν· καὶ τοῦ | |
5 | αὐτοῦ ἐν τοῖς μερισμοῖς τῶν χαρισμάτων, ἴδιον ἑκά‐ στου τῶν λαλούντων τὸ τάγμα τάξαντος, ἐν τῷ εἰπεῖν· Ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως· καὶ ἐν τῷ ὑποδείγματι τῶν μελῶν τοῦ σώ‐ ματος σαφῶς μὲν παριστῶντος ἐν μέρει εἶναι τὸ μέρος | |
10 | τοῦ λαλοῦντος, ἀκριβέστερον δὲ διευκρινοῦντος ἐν τῷ εἰπεῖν· Εἴτε ὁ διδάσκων ἐν τῇ διδασκαλίᾳ, εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει, καὶ τὰ λοιπά· ὡς δῆλον ἐκ τούτων εἶναι μὴ πάντα πᾶσιν ἐπιτε‐ τράφθαι, ἕκαστον δὲ ἰδίᾳ κλήσει μένειν, καὶ κατορ‐ | |
15 | θοῦν ἐπιμελέστερον τὸ ὑπὸ τοῦ Κυρίου πιστευθέν. Δεῖ τοίνυν τὸν μὲν προεστῶτα τοῦ κοινοῦ, καὶ διατασσόμενον τοῖς πᾶσι, μετὰ πολλῆς δοκιμασίας ἐγχειρισθῆναι τὴν φροντίδα ταύτην, καὶ ἑκάστῳ κατὰ τὸ πρέπον ἐπαγρυπνεῖν τῇ μερίμνῃ, ὅπως | |
20 | εὐαρέστως τῷ Θεῷ, καὶ ἐστοχασμένως τῆς ἑκάστου ἐπιτηδειότητός τε καὶ δυνάμεως πρὸς τὸ κοινῇ συμφέ‐ ρον διατάσσηται, καὶ ἐπιτάσσῃ· τοὺς δὲ ὑπηκόους, τῆς εὐταξίας φυλαττομένης, καὶ τῆς ὑπακοῆς τὸ ἴδιον μέτρον γνωριζούσης, μεμνῆσθαι τοῦ Κυρίου | |
25 | λέγοντος· Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει· κἀγὼ γινώσκω αὐτὰ, καὶ ἀκολου‐ θοῦσί μοι· κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς· καὶ προειπόντος, Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθή‐ σουσιν, ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴ‐ | |
30 | δασι τῶν ἀλλοτρίων τὴν φωνήν· καὶ τοῦ Ἀποστόλου λέγοντος, ὅτι Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατ’ εὐσέ‐ βειαν διδασκαλίᾳ, τετύφωται, μηδὲν ἐπιστάμενος· | |
35 | μετὰ δὲ τὰ ἐπισυμβαίνοντα ἐπαγαγόντος· Ἀφίστασο ἀπὸ τῶν τοιούτων· καὶ πάλιν ἀλλαχοῦ· Προ‐ φητείας μὴ ἐξουθενεῖτε· πάντα δοκιμάζετε· τὸ καλὸν κατέχετε· ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε. Ὥστε εἰ μέν τί ἐστι κατ’ ἐντολὴν τοῦ | |
40 | Κυρίου λεγόμενον, ἢ πρὸς τὴν ἐντολὴν τοῦ Κυρίου κατευθυνόμενον, κἂν θανάτου ἀπειλὴν ἔχῃ, ὑπ‐ ακούειν χρή· εἰ δέ τι παρ’ ἐντολήν ἐστιν, ἢ τὴν ἐντο‐ λὴν παραβλάπτει, κἂν ἄγγελος ἐξ οὐρανοῦ, ἤ τις τῶν ἀποστόλων ἐπιτάσσῃ, κἂν ζωῆς ἐπαγγελίαν | |
45 | ἔχῃ, κἂν θανάτου ἀπειλὴν, οὐδαμῶς ἀνέχεσθαι χρὴ, τοῦ Ἀποστόλου εἰπόντος· Κἂν ἡμεῖς αὐτοὶ, ἢ ἄγ‐ γελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ’ ὃ | |
εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. | ||
31.1300 | ΕΡΩΤΗΣΙΣ ΤΔʹ. Εἰ ὑπὲρ τῶν παραδεδομένων τῇ ἀδελφότητι παρὰ τῶν οἰκείων, θελόντων διδόναι τι, χρὴ δέ‐ χεσθαι. | |
5 | ΑΠΟΚΡΙΣΙΣ.ʹ Ἡ τούτου φροντὶς καὶ δοκιμασία ἀνῆκε τῷ προ‐ εστῶτι. Πλὴν, ὡς κατ’ ἐμὴν γνώμην, λογίζομαι ὅτι μᾶλλον ἀπρόσκοπόν ἐστι τοῖς πολλοῖς, καὶ εἰς οἰκο‐ δομὴν τῆς πίστεως ὠφελιμώτερον τὸ ἀπωθεῖσθαι | |
10 | τὰς τοιαύτας χάριτας. Ἐκ γὰρ τῆς ὑποδοχῆς πρῶ‐ τον μὲν συμβαίνει καὶ ὀνειδισμὸν κατὰ τοῦ κοι‐ νοῦ προενεχθῆναι πολλάκις. Ἔπειτα, ὅτι καὶ ἐπάρ‐ σεως παρέχει πρόφασιν τῷ οἰκείῳ τῶν προσενεγκόν‐ των. Πρὸς τούτοις, ὅτι κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ | |
15 | Ἀποστόλου περὶ τῶν εἰς τὸ κοινὸν τὰ ἴδια ἐσθιόντων καὶ πινόντων γίνεται τὸ, Καταισχύνετε τοὺς μὴ ἔχοντας, καὶ πολλὰ τοιαῦτα. Τοσούτων δὲ προφά‐ σεων εἰς ἁμαρτίαν ἐπισυμβαινουσῶν, καλόν ἐστι τὸ μὴ δέχεσθαι τὰ τοιαῦτα, ἐπιτρέπειν δὲ τῷ προ‐ | |
20 | εστῶτι δοκιμάζειν, καὶ παρὰ τίνων χρὴ ληφθῆναι, καὶ πῶς δεῖ οἰκονομηθῆναι. | |
24 | ΕΡΩΤΗΣΙΣ ΤΕʹ | |
25 | Εἰ δεῖ λαμβάνειν παρὰ τῶν ἔξωθεν ἢ κατὰ χάριν φιλίας, ἢ προκατειλημμένης συγγε‐ νείας. ΑΠΟΚΡΙΣΙΣ. Τοῦτο τὸ ἐρώτημα τὴν ὁμοίαν δύναμιν ἔχει τῷ | |
30 | ἐρωτήματι, Εἰ παρὰ τῶν οἰκείων χρή τι λαμβάνειν. | |
32 | ΕΡΩΤΗΣΙΣ Τϛʹ. Μετὰ ποίου τρόπου τὸ ἀμετεώριστον κατορθοῦται. ΑΠΟΚΡΙΣΙΣ. | |
35 | Ἐὰν τὸ τοῦ ἐκλεκτοῦ Δαβὶδ φρόνημά τις ἀναλάβῃ, εἰπόντος, ποτὲ μὲν, Προωρώμην τὸν Κύριον ἐν‐ ώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ· ποτὲ δὲ, ὅτι Οἱ ὀφθαλμοί μου διαπαντὸς πρὸς τὸν Κύριον, ὅτι αὐτὸς ἐκσπάσει | |
40 | ἐκ παγίδος τοὺς πόδας μου· ποτὲ δὲ, Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὑτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὑτῆς· οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν. Καὶ ἵνα τῷ ἐλάττονι παραδείγματι | |
45 | σπουδαιότερον τὰ μείζονα κατορθοῦν φροντίσωμεν, ἕκαστος ἑαυτῷ λογιζέσθω, οἷός ἐστιν ἐνώπιον τῶν παρόντων, κἂν ἰσότιμοι τυγχάνωσι· πῶς τὸ ἀκατάγνωστον ἑαυτῷ σπουδάζει κατορθῶσαι, καὶ ἐν στάσει, καὶ ἐν περιπάτῳ, καὶ ἐν κινήματι παντὸς | |
31.1300(50) | μέλους, καὶ ἐν φθέγματι. Ὥσπερ δὲ τὰ ἀνθρώποις φανερὰ πρὸς ἀνθρώπους φυλάσσειν σπουδάζομεν, οὕτω καὶ πολὺ πλέον, ἐάν τις τὸν Θεὸν πληροφο‐ | |
ρηθῇ ἔχειν ἐπόπτην, ἐτάζοντα καρδίας καὶ νεφροὺς, | ||
31.1301 | κατὰ τὸ γεγραμμένον, καὶ τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ πληροῦντα τὴν ἐπαγγελίαν· Οὗ ἐὰν ὦσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν· καὶ τὸ ἅγιον Πνεῦμα ἐπι‐ | |
5 | στατοῦν, καὶ μερίζον τὰ χαρίσματα, καὶ ἐνεργοῦν· καὶ τοὺς ἀγγέλους παρατηρητὰς ἑκάστου κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Κυρίου· Ὁρᾶτε μὴ καταφρονή‐ σητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν τῷ οὐρανῷ διαπαντὸς | |
10 | βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς· πολυπλασίονα καὶ σφοδρότερον ἀγῶνα ἔχει, ὅπως εὐάρεστον τὴν θεοσέβειαν κατορθώσῃ, καὶ οὕτω τὸ ἀμετεώριστον σφοδρότερον καὶ ἀκριβέ‐ στερον βεβαιοῦται. Ἔτι δὲ καὶ ἐὰν σπουδάσῃ πλη‐ | |
15 | ρῶσαι τὸ, Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ· διαπαντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου· καὶ τὸ, Μελετήσει ἐν τῷ νόμῳ αὐτοῦ ἡμέρας καὶ νυκτὸς, ἵνα τῇ ὁμαλῇ καὶ διηνεκεῖ μελέτῃ καὶ θεωρίᾳ τῶν θελημάτων καὶ τῶν δοξῶν τοῦ Θεοῦ μὴ | |
20 | εὕρῃ ὁ νοῦς καιρὸν μετεωρισμοῦ. ΕΡΩΤΗΣΙΣ ΤΖʹ. Εἰ χρὴ ἐξ ἐφημερίας ἀπάρχεσθαι τῆς ψαλμῳ‐ δίας, ἢ τῆς προσευχῆς. ΑΠΟΚΡΙΣΙΣ | |
25 | Τοῦτο ἐν τῷ πλήθει τῶν ἀξίων φυλαξάτω τὴν εὐ‐ ταξίαν, ἵνα μήτε εὐτελὲς καὶ ἀδιάφορον τὸ πρᾶγμα νομισθῇ, μήτε μὴν ἡ ὁμαλότης ἐφ’ ἑνὸς καὶ δευτέ‐ ρου προσώπου ὑπερηφανίας τοῦ ἡγουμένου καὶ κατα‐ φρονήσεως τῶν λοιπῶν δῶ ὑποψίαν | |
31 | ΕΡΩΤΗΣΙΣ ΤΗʹ. Εἰ χρὴ ἐν ἀδελφότητι τὸν διδόντα τι ἀμείβεσθαι· καὶ εἰ κατὰ ἀναλογίαν τοῦ δόματος ποιεῖσθαι τὴν ἀντίδοσιν. | |
35 | ΑΠΟΚΡΙΣΙΣ. Τοῦτο ὅλον τὸ ἐρώτημα ἀνθρώπινον. Εἰ δὲ χρὴ εὐγνωμοσύνης διδόναι ἀπόδειξιν, ἐν τῷ οἰκονομοῦντι ἀποκείσθω ἡ δοκιμασία, καὶ τοῦ λαμβάνειν τὰ διδό‐ μενα, καὶ τοῦ ἀμείβεσθαι τὸν διδόντα. | |
40 | ΕΡΩΤΗΣΙΣ ΤΘʹ. Εἰ τῶν συνήθων καὶ κατὰ φύσιν γινομένων τινὶ, χρὴ τολμᾷν εἰς κοινωνίαν τῶν ἁγίων παρέρ‐ χεσθαι. ΑΠΟΚΡΙΣΙΣ. | |
45 | Κρείττονα τῆς φύσεως καὶ τῆς συνηθείας ἔδει‐ ξεν ὁ Ἀπόστολος εἶναι τὸν ἐν τῷ βαπτισμῷ συνταφέντα Χριστῷ· ποτὲ μὲν εἰπὼν, ἐν τῷ περὶ τοῦ ἐν τῷ ὕδατι βαπτίσματος τόπῳ, μετὰ τὰ προκείμενα· Τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρω‐ | |
31.1301(50) | πος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς | |
ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ· | ||
31.1304 | ποτὲ δὲ παραγγείλας, Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πά‐ θος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία, δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ | |
5 | Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· ποτὲ δὲ ὅρον ἐκθέμενος ἐν τῷ εἰπεῖν· Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Ἐγὼ δὲ ἔγνων, ὅτι ταῦτα κατωρ‐ θώθη Χριστοῦ χάριτι καὶ ἐν ἀνδράσι καὶ ἐν | |
10 | γυναιξὶ πίστει τῇ εἰς τὸν Κύριον γνησίᾳ. Τὸ δὲ ἐν ἀκαθαρσίᾳ ὄντα τινὰ ἐγγίζειν τοῖς ἁγίοις καὶ ἐκ τῆς Παλαιᾶς Διαθήκης φοβερώτερον διδασκόμεθα τὸ κρῖμα. Εἰ δὲ πλεῖον τοῦ ἱεροῦ ὧδε, φοβερώτερον δηλονότι παιδεύσει ἡμᾶς ὁ Ἀπόστολος εἰπών· Ὁ ἐσθίων | |
15 | καὶ πίνων ἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πί‐ νει. | |
18 | ΕΡΩΤΗΣΙΣ ΤΙʹ. Εἰ χρὴ εἰς κοινὸν οἶκον προσκομιδὴν γίνεσθαι. | |
21 | ΑΠΟΚΡΙΣΙΣ. Ὥσπερ οὐδὲν κοινὸν σκεῦος ἐπιτρέπει ὁ Λόγος εἰσφέρεσθαι εἰς τὰ ἅγια, οὕτως οὐδὲ τὰ ἅγια εἰς κοινὸν οἶκον ἐπιτελεῖσθαι, τῆς Παλαιᾶς Διαθήκης | |
25 | φανερῶς προστάγματι Θεοῦ μηδὲν τοιοῦτον ἐπιτρε‐ πούσης γίνεσθαι· τοῦ δὲ Κυρίου λέγοντος· Πλεῖον τοῦ ἱεροῦ ὧδε· καὶ τοῦ Ἀποστόλου λέγοντος· Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; Τί εἴπω ὑμῖν; ἐπαινέσω ὑμᾶς; Ἐν τούτῳ οὐκ | |
30 | ἐπαινῶ· ἐγὼ γὰρ παρέδωκα ὑμῖν ὃ καὶ παρέλα‐ βον, καὶ τὰ ἑξῆς. Ἐξ ὧν παιδευόμεθα μήτε τὸ κοι‐ νὸν δεῖπνον ἐν ἐκκλησίᾳ ἐσθίειν καὶ πίνειν, μήτε τὸ Κυριακὸν δεῖπνον ἐν οἰκίᾳ καθυβρίζειν, ἐκτὸς εἰ μὴ ἐν ἀνάγκῃ ἐπιλέξηταί τις καθαρώτερον τόπον, ἢ | |
35 | οἶκον ἐν καιρῷ εὐθέτῳ ΕΡΩΤΗΣΙΣ ΤΙΑʹ. Εἰ χρὴ εἰς ἐπίσκεψιν ἀπέρχεσθαι ἐπιζητούν‐ των τινῶν. ΑΠΟΚΡΙΣΙΣ. | |
40 | Τὸ μὲν ἐπισκέπτεσθαι ἀρεστὸν Θεῷ· δεῖ δὲ τὸν ἐπισκεπτόμενον συνετὸν εἶναι ἀκροατὴν, καὶ φρόνι‐ μον ἐν ταῖς ἀποκρίσεσι, πληροῦντα τὸ εἰρημένον· Ἔστω ὁ λόγος ὑμῶν ἐν χάριτι ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. Τὸ δὲ | |
45 | ἢ διὰ συγγένειαν ἢ διὰ φιλίαν ἐπίσκεψιν ποιεῖσθαι | |
ἀλλότριον τοῦ ἡμετέρου ἐπαγγέλματος. | ||
31.1305 | ΕΡΩΤΗΣΙΣ ΤΙΒʹ. Εἰ χρὴ τοὺς ἐπισκεπτομένους λαϊκοὺς προτρέ‐ πεσθαι εἰς εὐχήν. ΑΠΟΚΡΙΣΙΣ. | |
5 | Εἰ φίλοι εἰσὶ Θεοῦ, ἀκόλουθον, τοῦ Ἀποστόλου γρά‐ ψαντος αὐτοῖς· Προσεύχεσθε καὶ περὶ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου, μετὰ παῤῥησίας λαλῆσαι τὸ μυστήριον τοῦ Θεοῦ. ΕΡΩΤΗΣΙΣ ΤΙΓʹ. | |
10 | Εἰ χρὴ ἐργάζεσθαι, ἐπισκεπτομένων τινῶν. | |
12 | ΑΠΟΚΡΙΣΙΣ Οὐδὲν τῶν κατ’ ἐντολὴν γινομένων ἐκκόπτε‐ σθαι χρὴ διὰ τοὺς ἐπεισερχομένους ἕνεκεν φιλι‐ | |
15 | κοῦ καθήκοντος· εἰ μή τις ἂν ἰδιάζουσα ψυχῆς ἐπι‐ μέλεια τὴν σωματικὴν σπουδὴν κατ’ ἐντολὴν τοῦ Κυρίου παρευδοκιμῇ, τῶν ἁγίων ἀποστόλων ἐν ταῖς Πράξεσιν εἰπόντων· Οὐκ ἀρεστὸν, καταλιπόντας | |
ἡμᾶς τὸν λόγον τοῦ Θεοῦ, διακονεῖν τραπέζαις. |