TLG 2040 049 :: BASILIUS :: Prologus 3 (prooemium in regulas brevius tractatas)

BASILIUS Theol., Episcopus
(Caesariensis (Cappadociae): A.D. 4)

Prologus 3 (prooemium in regulas brevius tractatas)

Citation: Volume — page — (line)

31

.

1080

(1t)

ΠΡΟΟΙΜΙΟΝ ΤΩΝ ΚΑΤ’ ΕΠΙΤΟΜΗΝ ΟΡΩΝ.
4Ὁ φιλάνθρωπος Θεὸς, ὁ διδάσκων ἄνθρωπον γνῶ‐
5σιν, τοῖς μὲν τὸ διδασκαλικὸν πεπιστευμένοις χάρισμα παραγγέλλει διὰ τοῦ Ἀποστόλου ἐμμένειν τῇ διδα‐ σκαλίᾳ, τοῖς δὲ χρῄζουσι τῆς ἐκ τῶν θείων διδαγμά‐ των οἰκοδομῆς διὰ Μωϋσέως παραινεῖ λέγων· Ἐπερώ‐ τησον τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι· τοὺς
10πρεσβυτέρους σου, καὶ ἐροῦσί σοι. Διόπερ ἀνάγκη ἡμᾶς μὲν, τοὺς τὴν διακονίαν τοῦ λόγου πεπιστευ‐ μένους, ἐν παντὶ καιρῷ προθύμους εἶναι πρὸς τὸν καταρτισμὸν τῶν ψυχῶν· καὶ τὰ μὲν ἐν κοινῷ τῇ Ἐκκλησίᾳ πάσῃ διαμαρτύρασθαι· τὰ δὲ ἰδίᾳ
15ἑκάστῳ τῶν προσιόντων παρέχειν ἑαυτοὺς κατ’ ἐξου‐ σίαν ἐπερωτᾷν, τά τε πρὸς ὑγείαν τῆς πίστεως καὶ ἀλήθειαν τῆς κατὰ τὸ Εὐαγγέλιον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πολιτείας, ἐξ ὧν ἀμφοτέρων ὁ τοῦ Θεοῦ ἄνθρωπος βεβαίως τελειοῦται· ὑμᾶς δὲ μηδὲν
20ἄκαρπον παριέναι, μηδὲν ἀργὸν ἑαυτοῖς, ἀλλὰ πρὸς οἷς ἐν τῷ κοινῷ μανθάνετε, καὶ ἰδίᾳ περὶ τῶν συμφερόντων ἐπερωτᾷν, καὶ πᾶσαν σχολὴν τοῦ βίου πρὸς τὸ χρήσιμον διατίθεσθαι. Εἰ οὖν εἰς τοῦτο συνήγαγεν ἡμᾶς ὁ Θεὸς, καὶ ἡσυχία πολλὴ ἀπὸ τῶν
25ἔξωθεν θορύβων ἐστὶ, μήτε πρὸς ἑτέραν τινὰ ἐργα‐ σίαν τρεπώμεθα, μήτε ὕπνῳ πάλιν παραδῶμεν τὰ σώματα, ἀλλ’ ἐν τῇ μερίμνῃ καὶ ἐξετάσει τῶν ἀναγ‐ καίων τὸ λειπόμενον μέρος τῆς νυκτὸς διενέγκωμεν, πληροῦντες τὸ εἰρημένον ὑπὸ τοῦ μακαρίου Δαβὶδ,
30ὅτι ἐν νόμῳ Κυρίου μελετήσει ἡμέρας καὶ νυ‐
κτός.1080