TLG 2040 048 :: BASILIUS :: Asceticon magnum sive Quaestiones (regulae fusius tractatae)

BASILIUS Theol., Episcopus
(Caesariensis (Cappadociae): A.D. 4)

Asceticon magnum sive Quaestiones (regulae fusius tractatae)

Cf. et 2040 050

Citation: Volume — page — (line)

6tΚΕΦΑΛΑΙΑ ΤΩΝ ΚΑΤΑ ΠΛΑΤΟΣ ΟΡΩΝ.
8αʹ Περὶ τάξεως καὶ ἀκολουθίας τῆς ἐν ταῖς ἐντολαῖς τοῦ Κυρίου.
10βʹ Περὶ τῆς πρὸς Θεὸν ἀγάπης, καὶ ὅτι κατὰ φύσιν ἐν ἀνθρώποις ἡ πρὸς τὰς ἐντολὰς τοῦ Κυρίου ῥοπὴ καὶ δύναμις. γʹ Περὶ τῆς τῶν πλησίον ἀγάπης. δʹ Περὶ φόβου Θεοῦ.
15εʹ Περὶ τοῦ κατὰ διάνοιαν ἀμετεωρίστου. ϛʹ Ὅτι ἀναγκαῖον τὸ ἰδιάζειν. ζʹ Περὶ τοῦ δεῖν τοῖς ὁμόφροσι πρὸς τὸν σκοπὸν τῆς πρὸς Θεὸν εὐαρεστήσεως συζῇν· καὶ ὅτι δύσκολον ὁμοῦ καὶ ἐπικίνδυνον τὸ μονάζειν.
20ηʹ Περὶ ἀποταγῆς. θʹ Περὶ τοῦ μὴ δεῖν τοῖς κατὰ σάρκα οἰκείοις προσ‐ αφιέναι τὰ ἑαυτῷ διαφέροντα. ιʹ Περὶ τοῦ τίνας δεῖ τῶν προσιόντων τῇ κατὰ Θεὸν ζωῇ προσδέχεσθαι, καὶ πότε, ἢ πῶς.
26ιαʹ Περὶ δούλων. ιβʹ Ὅπως χρὴ τοὺς ἐν συζυγίᾳ προσδέχεσθαι. ιγʹ Ὅτι χρήσιμον τοῖς εἰσαγομένοις καὶ τὸ διὰ σιω‐ πῆς γυμνάσιον.
30ιδʹ Περὶ τῶν ἑαυτοὺς τῷ Θεῷ καθομολογησαμέ‐ νων, εἶτα τὴν ὁμολογίαν ἀθετεῖν ἐπιχειρούν‐ των. ιεʹ Περὶ παίδων προσλήψεως καὶ ἀγωγῆς, καὶ περὶ ὁμολογίας παρθένων.
35ιϛʹ Περὶ ἐγκρατείας. ιζʹ Ὅτι δεῖ καὶ γέλωτος ἐγκρατῶς ἔχειν. ιηʹ Ὅτι δεῖ πάντων τῶν παρατιθεμένων ἡμῖν ἀπο‐ γεύεσθαι. ιθʹ Τί τὸ μέτρον τῆς ἐγκρατείας.
40κʹ Τίς ὁ τρόπος τῆς ἐν βρώμασι δεξιώσεως. καʹ Πῶς δεῖ περὶ τὰς καθέδρας καὶ τὰς κατακλίσεις ἐν τῷ καιρῷ τῶν ἀρίστων ἢ δείπνων ἔχειν.
44κβʹ Τί τὸ πρέπον ἔνδυμα Χριστιανῷ.
46κγʹ Περὶ τῆς ζώνης. κδʹ Περὶ τοῦ τρόπου τῆς μετ’ ἀλλήλων διαγωγῆς. κεʹ Ὅτι φοβερὸν τὸ κρῖμα τῷ προεστῶτι μὴ ἐλέγ‐
χοντι τοὺς ἁμαρτάνοντας.901

31

.

904

κϛʹ Περὶ τοῦ πάντα καὶ τὰ κρυπτὰ τῆς καρδίας ἀνατίθεσθαι τῷ προεστῶτι. κζʹ Ὅτι δεῖ καὶ τὸν προεστῶτα ὑπομιμνήσκεσθαι παρὰ τῶν προεχόντων ἐν τῇ ἀδελφότητι, εἴ
5 ποτε σφαλῇ. κηʹ Πῶς χρὴ διακεῖσθαι τοὺς πάντας περὶ τὸν ἀπειθῆ. κθʹ Περὶ τοῦ μετὰ ἐπάρσεως ἢ γογγυσμοῦ ἐργαζο‐ μένου.
10λʹ Ποταπῇ διαθέσει χρὴ τῶν ἀδελφῶν ἐπιμελεῖσθαι τὸν προεστῶτα. λαʹ Ὅτι δεῖ καταδέχεσθαι τὴν παρὰ τοῦ προεστῶτος ὑπηρεσίαν. λβʹ Πῶς δεῖ πρὸς τοὺς κατὰ σάρκα οἰκείους δια‐
15 κεῖσθαι. λγʹ Τίς ὁ τρόπος τῆς πρὸς ἀδελφὸν συντυχίας. λδʹ Ποταποὺς χρὴ εἶναι τοὺς τὰ πρὸς τὴν χρείαν οἰκονομοῦντας ἐν τῇ ἀδελφότητι. λεʹ Εἰ χρὴ ἐν τῇ αὐτῇ κώμῃ πλείονας ἀδελφότητας
20 συγκροτεῖσθαι. λϛʹ Περὶ τῶν ἀναχωρούντων ἀπὸ ἀδελφότητος. λζʹ Εἰ δεῖ προφάσει τῶν προσευχῶν καὶ τῆς ψαλ‐ μῳδίας ἀμελεῖν τῶν ἔργων, καὶ ποῖοι καιροὶ τῆς προσευχῆς ἐπιτήδειοι, καὶ πρῶτον εἰ χρὴ ἐργά‐
25 ζεσθαι. ληʹ Ποῖαι τέχναι τῷ ἐπαγγέλματι ἡμῶν ἁρμό‐ ζουσιν. λθʹ Πῶς χρὴ ποιεῖσθαι τῶν ἐκ τῆς ἐργασίας τὴν διάπρασιν, καὶ πῶς ἀποδημεῖν.
30μʹ Περὶ τῶν ἐν ταῖς συνόδοις πραγματειῶν.
32μαʹ Περὶ αὐθεντίας καὶ ὑπακοῆς. μβʹ Ποίῳ σκοπῷ καὶ ποίᾳ διαθέσει ἐργάζεσθαι δεῖ τοὺς ἐργαζομένους.
35μγʹ Ὁποίους εἶναι χρὴ τοὺς προεστῶτας, καὶ πῶς ἄγειν τοὺς συνόντας. μδʹ Τίσιν ἐπιτρέπειν χρὴ τὰς ἀποδημίας, καὶ πῶς ἐπανιόντας αὐτοὺς ἀνακρίνειν.
40μεʹ Ὅτι χρὴ μετὰ τὸν προεστῶτα καὶ ἄλλον εἶναί τινα τὸν δυνάμενον ἐν ἀπουσίᾳ ἢ ἀσχολίᾳ ἐκείνου τῶν ἀδελφῶν ἐπιμελεῖσθαι. μϛʹ Περὶ τοῦ μὴ συγκρύπτειν ἁμάρτημα ἀδελφῷ, ἢ ἑαυτῷ.
45μζʹ Περὶ τῶν μὴ καταδεχομένων τὰ παρὰ τοῦ προ‐ εστῶτος τυπούμενα. μηʹ Ὅτι οὐ δεῖ περιεργάζεσθαι τὰς οἰκονομίας τοῦ προεστῶτος, τῷ δὲ ἰδίῳ προσέχειν ἔργῳ.

31

.

904

(50)

μθʹ Περὶ τῶν ἀμφισβητουμένων ἐν τῇ ἀδελφό‐ τητι. νʹ Πῶς χρὴ ἐπιτιμᾷν τὸν προεστῶτα. ναʹ Πῶς δεῖ διορθοῦσθαι τὸ πλημμέλημα τοῦ ἡμαρ‐ τηκότος.
55νβʹ Μετὰ ποίας διαθέσεως καταδέχεσθαι δεῖ τὰ ἐπι‐
τίμια.903

31

.

905

νγʹ Πῶς οἱ τῶν τεχνῶν διδάσκαλοι διορθώσονται τοὺς παῖδας πταίοντας. νδʹ Περὶ τοῦ τοὺς προεστῶτας τῆς ἀδελφότητος ἀλλή‐ λοις τὰ καθ’ ἑαυτοὺς ἀνατίθεσθαι.
5νεʹ Εἰ τοῖς ἐκ τῆς ἰατρικῆς κεχρῆσθαι κατὰ σκοπόν ἐστι τῆς εὐσεβείας.
7tΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
8tΒΑΣΙΛΕΙΟΥ
9tΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΚΑΠΠΑΔΟΚΙΑΣ
10tΟΡΟΙ ΚΑΤΑ ΠΛΑΤΟΣ
11tΚΑΤ’ ΕΡΩΤΗΣΙΝ ΚΑΙ ΑΠΟΚΡΙΣΙΝ.
16tΕΡΩΤΗΣΙΣ Αʹ.
17tΠερὶ τάξεως καὶ ἀκολουθίας τῆς ἐν ταῖς ἐντο‐
18tλαῖς τοῦ Κυρίου.
19Ἐπειδὴ ἔδωκεν ἡμῖν ὁ λόγος ἐξουσίαν τοῦ
20ἐπερωτᾷν, πρῶτον πάντων διδαχθῆναι δεόμεθα, εἰ τάξις τίς ἐστι καὶ ἀκολουθία ἐν ταῖς ἐντολαῖς τοῦ Θεοῦ, ὥστε τὴν μὲν εἶναι πρώτην, τὴν δὲ δευτέραν, καὶ καθεξῆς· ἢ πᾶσαι ἀλλήλων ἔχονται, καὶ πᾶσαι ἀλλή‐ λαις ὁμότιμοι πρὸς τὸν τῆς ἀρχῆς λόγον τυγχάνουσιν,
25ὡς ἄδειαν εἶναι τῷ βουλομένῳ, καθάπερ ἐν κύ‐ κλῳ, ἀρχὴν λαμβάνειν ὁπόθεν βούλεται.
27tΑΠΟΚΡΙΣΙΣ.
28Τὸ ἐρώτημα ὑμῶν ἀρχαῖόν ἐστι, καὶ πάλαι
προεκδεδομένον ἐν τοῖς Εὐαγγελίοις, ἡνίκα προσελ‐905

31

.

908

θὼν τῷ Κυρίῳ ὁ νομικὸς, Διδάσκαλε, φησὶ, ποία πρώτη ἐν τῷ νόμῳ ἐστὶν ἐντολή; Καὶ ὁ Κύριος ἀπεκρίνατο· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς
5ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου. Αὕτη ἐστὶ πρώτη καὶ μεγάλη ἐντολή. Δευτέρα δὲ ὁμοία αὕτη· Ἀγα‐ πήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Αὐτὸς οὖν ἐπέθηκε ταῖς ἑαυτοῦ ἐντολαῖς τὴν τάξιν ὁ Κύριος·
10πρώτην μὲν καὶ μεγίστην περὶ τῆς εἰς τὸν Θεὸν ἀγάπης τὴν ἐντολὴν ὁρισάμενος· δευτέραν δὲ τῇ τάξει, καὶ ὁμοίαν ἐκείνῃ, μᾶλλον δὲ συμπληρωτικὴν τῆς προτέρας, καὶ ἐξ αὐτῆς ἠρτημένην, τὴν περὶ τοῦ ἀγαπᾷν τὸν πλησίον· ὥστε ἐκ τῶν εἰρημένων,
15καὶ ἐξ ἑτέρων δὲ τοιούτων, ἐν ταῖς θεοπνεύστοις Γραφαῖς φερομένων, τὴν ἐν πάσαις ταῖς ἐντολαῖς τοῦ Κυρίου τάξιν τε καὶ ἀκολουθίαν ἔστι καταμα‐ θεῖν.
19tΕΡΩΤΗΣΙΣ Βʹ.
20tΠερὶ τῆς πρὸς Θεὸν ἀγάπης, καὶ ὅτι κατὰ φύσιν
21tἐν ἀνθρώποις ἡ πρὸς τὰς ἐντολὰς τοῦ Κυρίου
22tῥοπὴ καὶ δύναμις.
23 Οὐκοῦν περὶ τῆς εἰς Θεὸν ἀγάπης πρῶτον ἡμῖν διαλέχθητι. Ὅτι μὲν γὰρ χρὴ ἀγαπᾷν, ἀκηκόαμεν·
25πῶς δ’ ἂν τοῦτο κατορθωθείη, μαθεῖν ἐπιζητοῦμεν.
26tΑΠΟΚΡΙΣΙΣ.
27 Ἀδίδακτος μὲν ἡ πρὸς τὸν Θεὸν ἀγάπη. Οὔτε γὰρ φωτὶ χαίρειν, καὶ ζωῆς ἀντιποιεῖσθαι παρ’ ἄλλου μεμαθήκαμεν, οὔτε τὸ ἀγαπᾷν τοὺς τεκόντας ἢ θρε‐
30ψαμένους ἕτερος ἐδίδαξεν. Οὕτως οὖν, ἢ καὶ πολὺ μᾶλλον τοῦ θείου πόθου οὐκ ἔξωθέν ἐστιν ἡ μάθησις· ἀλλ’ ὁμοῦ τῇ συστάσει τοῦ ζώου τοῦ ἀνθρώπου φημὶ, σπερματικός τις λόγος ἡμῖν ἐγκαταβέβληται οἴκοθεν ἔχων τὰς ἀφορμὰς τῆς πρὸς
35τὸ ἀγαπᾷν οἰκειώσεως. Ὅνπερ τὸ διδασκαλεῖον τῶν ἐντολῶν τοῦ Θεοῦ παραλαβὸν, γεωργεῖν μετ’ ἐπιμελείας, καὶ ἐκτρέφειν μετ’ ἐπιστήμης, καὶ εἰς τελείωσιν ἄγειν Θεοῦ χάριτι πέφυκεν. Διὸ καὶ ἡμεῖς, τὴν σπουδὴν ὑμῶν ὡς ἀναγκαίαν τῷ σκοπῷ ἀποδεξά‐
40μενοι, Θεοῦ διδόντος, καὶ ὑμῶν ἐν ταῖς προσευχαῖς συναντιλαμβανομένων ἡμῖν, τὸν ἐγκεκρυμμένον ὑμῖν σπινθῆρα τοῦ θείου πόθου κατὰ τὴν ἐνδεδομένην ἡμῖν διὰ τοῦ Πνεύματος δύναμιν διεγεῖραι σπουδά‐ σομεν. Εἰδέναι μέντοι χρὴ, ὅτι τοῦτο ἓν μὲν ἔστι τὸ
45κατόρθωμα· δυνάμει δὲ πάσης ἐνεργητικὸν καὶ πε‐ ριεκτικόν ἐστιν ἐντολῆς. Ὁ γὰρ ἀγαπῶν με, φησὶν ὁ Κύριος, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσει·
καὶ πάλιν, ὅτι Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς907

31

.

909

ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται. Καὶ οὐχὶ νῦν δι’ ἀκριβείας ἐφοδεύειν τὸν λόγον ἐπιχειρή‐ σομεν (οὕτω γὰρ ἂν λάθοιμεν πάντα τὸν περὶ ἐντολῶν λόγον ἐπικυκλοῦντες τῷ μέρει), ἀλλ’ ὅσον σύμμε‐
5τρον ἡμῖν καὶ οἰκεῖον τῷ παρόντι σκοπῷ, ὑπομνήσο‐ μεν ὑμᾶς περὶ τῆς ὀφειλομένης τῷ Θεῷ παρ’ ἡμῶν ἀγάπης, ἐκεῖνο πρότερον εἰπόντες, ὅτι πασῶν τῶν δοθεισῶν ἡμῖν ἐντολῶν παρὰ Θεοῦ, τούτων καὶ τὰς δυνάμεις παρ’ αὐτοῦ προειλήφαμεν, ἵνα μήτε δυσχε‐
10ραίνωμεν, ὥς τι καινότερον ἀπαιτούμενοι, μήτε ἐπαιρώμεθα, ὡς πλέον τι τοῦ δεδομένου συνεισφερό‐ μενοι. Καὶ διὰ τούτων τῶν δυνάμεων, ὀρθῶς μὲν καὶ προσηκόντως ἐνεργοῦντες, τὸν κατ’ ἀρετὴν εὐ‐ σεβῶς συμπληροῦμεν βίον· παραφθείροντες δὲ αὐτῶν
15τὴν ἐνέργειαν, πρὸς τὴν κακίαν ὑποφερόμεθα. Καὶ ἔστιν οὗτος κακίας ὅρος, ἡ πονηρὰ, καὶ παρ’ ἐντολὴν τοῦ Κυρίου χρῆσις τῶν ἐπ’ ἀγαθῷ παρὰ τοῦ Θεοῦ δεδομένων ἡμῖν· ὥσπερ οὖν, τῆς παρὰ Θεοῦ ἐπιζητουμένης ἀρετῆς, ἡ ἐξ ἀγαθοῦ τοῦ συνειδότος
20κατ’ ἐντολὴν τοῦ Κυρίου χρῆσις αὐτῶν. Τούτου δὲ οὕτως ἔχοντος, τὸ αὐτὸ καὶ περὶ τῆς ἀγάπης ἐροῦμεν. Ἐντολὴν τοίνυν λαβόντες ἀγαπᾷν τὸν Θεὸν, τὴν ἀγαπητικὴν δύναμιν εὐθὺς τῇ πρώτῃ κατασκευῇ συγκαταβληθεῖσαν κεκτήμεθα· καὶ ἡ ἀπόδειξις οὐκ
25ἔξωθεν, ἀλλ’ αὐτὸς ἄν τις τοῦτο παρ’ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ καταμάθοι. Τῶν τε γὰρ καλῶν ἐσμεν ἐπιθυ‐ μητικοὶ φυσικῶς, εἰ καὶ ὅτι μάλιστα ἄλλῳ ἄλλο φαίνεται καλόν· καὶ στοργὴν πρὸς τὸ οἰκεῖον καὶ συγγενὲς ἔχομεν ἀδιδάκτως, καὶ τοῖς εὐεργέταις
30ἑκουσίως πᾶσαν εὔνοιαν ἐκπληροῦμεν. Τί οὖν κάλλους θείου θαυμασιώτερον; Τίς ἔννοια τῆς τοῦ Θεοῦ μεγαλοπρεπείας χαριεστέρα; Ποῖος πόθος ψυ‐ χῆς οὕτω δριμὺς καὶ ἀφόρητος, ὡς ὁ ἀπὸ Θεοῦ ἐγγι‐ νόμενος τῇ ἀπὸ πάσης κακίας κεκαθαρμένῃ ψυχῇ, καὶ
35ἀπὸ ἀληθινῆς διαθέσεως λεγούσῃ, ὅτι Τετρωμένη ἀγάπης ἐγώ εἰμι; Ἄῤῥητοι παντελῶς καὶ ἀνεκδι‐ ήγητοι τοῦ θείου κάλλους αἱ ἀστραπαί· οὐ παρίστησι λόγος, οὐ δέχεται ἀκοή. Κἂν ἑωσφόρου αὐγὰς εἴπῃς, κἂν σελήνης λαμπρότητα, κἂν ἡλίου φῶς, πάντα
40ἄτιμα πρὸς εἰκασίαν τῆς δόξης, καὶ πλέον ἀπολειπό‐ μενα πρὸς τὴν τοῦ ἀληθινοῦ φωτὸς σύγκρισιν, ἢ καθόσον βαθεῖα νὺξ, καὶ στυγνὴ σκοτομήνη μεσ‐ ημβρίας καθαρωτάτης. Τοῦτο τὸ κάλλος σαρκίνοις μὲν ὀφθαλμοῖς ἀθεώρητον, ψυχῇ δὲ μόνῃ καὶ διανοίᾳ
45καταληπτὸν, εἴπου τινα περιέλαμψε τῶν ἁγίων, καὶ ἀφόρητον τοῦ πόθου τὸ κέντρον αὐτοῖς ἐγκατ‐ έλιπεν, οἳ ἀλύοντες πρὸς τὴν ἐνταῦθα ζωὴν ἔλεγον· Οἵ μοι, ὅτι ἡ παροικία μου ἐμακρύνθη. Πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; καὶ τὸ,

31

.

909

(50)

Ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι πολλῷ μᾶλλον κρεῖσσον· καὶ τὸ, Ἐδίψησεν ἡ ψυχή μου πρὸς
τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα· καὶ, Νῦν ἀπο‐909

31

.

912

λύεις τὸν δοῦλόν σου, Δέσποτα. Ὡς δεσμωτήριον τὴν ζωὴν ταύτην βαρυνόμενοι, οὕτω δυσκάθεκτοι ἦσαν ταῖς ὁρμαῖς, ὧν ὁ θεῖος πόθος τῶν ψυχῶν ἥψατο. Οἵ γε, διὰ τὸ ἀκορέστως ἔχειν τῆς θεωρίας
5τοῦ θείου κάλλους, εὐχὴν ἐποιοῦντο πάσῃ τῇ αἰωνίᾳ ζωῇ συμπαρεκτείνεσθαι τὴν θεωρίαν τῆς τερπνότη‐ τος τοῦ Κυρίου. Οὕτω μὲν οὖν φυσικῶς ἐπιθυμητι‐ κοὶ τῶν καλῶν οἱ ἄνθρωποι. Κυρίως δὲ καλὸν καὶ ἀγαπητὸν τὸ ἀγαθόν. Ἀγαθὸς δὲ ὁ Θεός· ἀγαθοῦ
10δὲ πάντα ἐφίεται· Θεοῦ ἄρα πάντα ἐφίεται.
13 Ὥστε τὸ ἐκ προαιρέσεως κατορθούμενον καὶ φυσικῶς ἡμῖν ἐνυπάρχει, τοῖς γε μὴ ἐκ πονηρίας
15τοὺς λογισμοὺς διαστραφεῖσιν. Ἀναγκαῖον οὖν ὄφλημα τὴν εἰς Θεὸν ἀγάπην ἀπαιτούμεθα, ὃ τῇ ἐλλειπούσῃ ψυχῇ πάντων κακῶν ἐστιν ἀφορητότα‐ τον. Θεοῦ γὰρ ἀλλοτρίωσις καὶ ἀποστροφὴ καὶ τῶν ἐν γεέννῃ προσδοκωμένων κολάσεων ἀφορητότερόν
20ἐστι, καὶ βαρύτερον τῷ παθόντι, ὡς ὀφθαλμῷ φωτὸς στέρησις, κἂν μὴ ὀδύνη προσῇ, καὶ τῷ ζώῳ τοῦ ζῇν. Εἰ δὲ καὶ τοῖς γεννήσασι φυσικὴ στοργὴ παρὰ τῶν γεννηθέντων ὑπάρχει, καὶ δηλοῖ τοῦτό τε ἡ τῶν ἀλόγων σχέσις, καὶ ἡ τῶν ἀνθρώπων παρὰ
25τὴν πρώτην ἡλικίαν πρὸς τὰς μητέρας διάθεσις, μὴ φανῶμεν ἀλογώτεροι τῶν νηπίων, μηδὲ τῶν θηρίων ἀγριώτεροι, ἀστόργως καὶ ἀλλοτρίως πρὸς τὸν ποιή‐ σαντα ἡμᾶς διακείμενοι· ὃν εἰ καὶ μὴ ἐκ τῆς ἀγα‐ θότητος ὁποῖός ἐστιν ἠπιστάμεθα, ἐξ αὐτοῦ μό‐
30νου τοῦ παρ’ αὐτοῦ γεγενῆσθαι ἀγαπᾷν καὶ στέργειν ὑπερβαλλόντως ὀφείλομεν, καὶ ἀποκρέμασθαι τῆς μνήμης αὐτοῦ διηνεκῶς, καθάπερ τῶν μητέρων τὰ νήπια. Κρείττων δὲ τῶν φυσικῶς ἀγαπωμένων ὁ εὐεργέτης. Καὶ τοῦτο οὐκ ἀνθρώπων ἴδιόν ἐστι
35μόνον, ἀλλὰ καὶ πάντων σχεδὸν ζώων πάθος, ἡ πρὸς τοὺς ἀγαθόν τι δεδωκότας οἰκείωσις. Ἔγνω, φησὶ, βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ. Ἀπείη δὲ λεχθῆναι περὶ ἡμῶν τὰ ἑξῆς· ὅτι Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ
40λαός με οὐ συνῆκε. Περὶ γὰρ κυνὸς, καὶ πολλῶν ἄλλων τοιούτων, τί χρὴ καὶ λέγειν, ὅσην πρὸς τοὺς τρέφοντας τὴν εὔνοιαν ἐπιδείκνυνται; Εἰ δὲ τὴν πρὸς τοὺς εὐεργέτας εὔνοιαν καὶ τὸ φίλτρον φυσικῶς αἱ‐ ρούμεθα, καὶ πάντα πόνον εἰς ἀντίδοσιν τῶν προγε‐
45νομένων ἡμῖν ὑπομένομεν, τίς λόγος ἀξίως ἐφικέ‐911

31

.

913

σθαι τῶν δωρεῶν τοῦ Θεοῦ δύναται; αἳ τοσαῦται μέν εἰσι τὸ πλῆθος, ὡς καὶ ἀριθμὸν διαφεύγειν· τηλικαῦται δὲ τὸ μέγεθος καὶ τοιαῦται, ὥστε ἐξαρ‐ κεῖν καὶ μίαν εἰς τὸ ὑπευθύνους ἡμᾶς εἰς πᾶσαν
5χάριν τῷ δεδωκότι ποιῆσαι. Τὰς μὲν οὖν ἄλλας παρ‐ ήσω, αἳ, εἰ καὶ καθ’ ἑαυτὰς ὑπερβάλλουσι μεγέθει καὶ χάριτι, ἀλλ’ ὑπὸ τῶν μειζόνων, ὥσπερ ἀστέρες ἡλιακαῖς ἀκτῖσιν, ὑπερλαμπόμεναι, τὴν καθ’ ἑαυτὰς χάριν ἀμυδροτέραν παρέχονται. Οὐ γὰρ σχολὴ κα‐
10ταλιπόντι τὰ ὑπερβάλλοντα, ἐκ τῶν ἐλαττόνων με‐ τρεῖν τοῦ εὐεργέτου τὴν ἀγαθότητα.
14Σιωπάσθωσαν τοίνυν ἡλίου ἀνατολαὶ, καὶ σελή‐
15νης περίοδοι, κράσεις ἀέρων, ὡρῶν ἐναλλαγαὶ, ὕδωρ ἀπὸ νεφῶν, καὶ ἀπὸ γῆς ἕτερον, αὐτὴ ἡ θάλασσα, ἡ γῆ σύμπασα, τὰ ἐκ γῆς φυόμενα, τὰ ἐν τοῖς ὕδασι διαιτώμενα, τὰ ἐν ἀέρι γένη, αἱ μυρίαι τῶν ζώων διαφοραὶ, πάντα τὰ πρὸς ὑπηρεσίαν τῆς ζωῆς
20ἡμῶν τεταγμένα. Ἀλλ’ ἐκεῖνο οὐδὲ βουλομένοις παρελθεῖν δυνατὸν, καὶ σιωπῆσαι μὲν τὴν χάριν τῷ γε νοῦν ὑγιᾶ καὶ λόγον ἔχοντι παντελῶς ἀμήχα‐ νον· εἰπεῖν δέ τι πρὸς ἀξίαν πλέον ἀδυνατώτερον, ὅτι κατ’ εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν ποιήσας τὸν ἄν‐
25θρωπον ὁ Θεὸς, καὶ τῆς ἑαυτοῦ γνώσεως ἀξιώσας, καὶ λόγῳ παρὰ πάντα τὰ ζῶα κατακοσμήσας, καὶ τοῖς ἀμηχάνοις τοῦ παραδείσου κάλλεσιν ἐντρυφᾷν παρασχόμενος, καὶ τῶν ἐπὶ γῆς ἁπάντων ἄρχοντα καταστήσας, εἶτα κατασοφισθέντα ὑπὸ τοῦ ὄφεως,
30καὶ καταπεσόντα εἰς τὴν ἁμαρτίαν, καὶ διὰ τῆς ἁμαρ‐ τίας εἰς τὸν θάνατον, καὶ τὰ τούτου ἄξια, οὐ περιεῖ‐ δεν· ἀλλὰ τὰ μὲν πρῶτα νόμον ἔδωκεν εἰς βοήθειαν, ἀγγέλους ἐπέστησεν εἰς φυλακὴν καὶ ἐπιμέλειαν, προφήτας ἀπέστειλεν εἰς ἔλεγχον κακίας καὶ διδα‐
35σκαλίαν ἀρετῆς, τὰς ὁρμὰς τῆς κακίας ταῖς ἀπειλαῖς ἐνέκοψε, τῶν ἀγαθῶν τὴν προθυμίαν ἐπαγγελίαις διήγειρε, τὸ πέρας ἑκατέρου πολλάκις ἐν διαφόροις προσώποις εἰς νουθεσίαν τῶν ἄλλων προλαβὼν ἐφανέ‐ ρωσε, καὶ ἐπὶ τούτοις καὶ τοῖς τοιούτοις ἅπασιν ἐπιμέ‐
40νοντας τῇ ἀπειθείᾳ οὐκ ἀπεστράφη. Οὐ γὰρ ἀφείθη‐ μεν ὑπὸ τῆς ἀγαθότητος τοῦ Δεσπότου, οὐδὲ ἐνεκόψαμεν αὐτοῦ τὴν εἰς ἡμᾶς ἀγάπην, ἀναισθησίᾳ τῶν τιμῶν τὸν εὐεργέτην παρυβρίσαντες· ἀλλὰ ἀνεκλήθη‐ μεν ἐκ τοῦ θανάτου, καὶ ἐζωοποιήθημεν πάλιν ὑπ’
45αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐν ᾧ καὶ ὁ τρόπος τῆς εὐεργεσίας μεῖζον ἔχει τὸ θαῦμα· Ἐν μορφῇ γὰρ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγή‐ σατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε,
μορφὴν δούλου λαβών.913

31

.

916

(3)

Καὶ τὰς ἀσθενείας ἡμῶν ἀνέλαβε, καὶ τὰς νόσους ἐβάστασε, καὶ ὑπὲρ ἡμῶν ἐτραυματίσθη, ἵνα
5τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰαθῶμεν· καὶ τῆς κατ‐ άρας ἡμᾶς ἐξηγόρασε, γενόμενος ὑπὲρ ἡμῶν κατάρα, καὶ τὸν ἀτιμότατον ὑπέστη θάνατον, ἵνα ἡμᾶς εἰς τὴν ἔνδοξον ζωὴν ἐπαναγάγῃ. Καὶ οὐκ ἠρκέσθη μό‐ νον νεκροὺς ὄντας ζωοποιῆσαι, ἀλλὰ καὶ θεότητος
10ἀξίωμα ἐχαρίσατο, καὶ ἀναπαύσεις ἡτοίμασεν αἰω‐ νίους, πᾶσαν ἔννοιαν ἀνθρωπίνην τῷ μεγέθει τῆς εὐφροσύνης ὑπερβαινούσας. Τί οὖν ἀνταποδῶ‐ μεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν; Ὁ δὲ οὕτως ἐστὶν ἀγαθὸς, ὥστε οὔτε ἀντίδοσιν ἀπαι‐
15τεῖ, ἀλλ’ ἀρκεῖται μόνον ἀγαπώμενος ἐφ’ οἷς ἔδωκεν. Ὧν ἁπάντων ὅταν εἰς ἔννοιαν ἔλθω (ἵνα τὸ ἐμὸν πάθος ἐξείπω), εἰς φρίκην τινὰ καὶ ἔκστασιν φοβε‐ ρὰν καταπίπτω, μήποτε ἐξ ἀπροσεξίας τοῦ νοῦ, ἢ τῆς περὶ τὰ μάταια ἀσχολίας, τῆς ἀγάπης τοῦ Θεοῦ
20ἐκπεσὼν ὄνειδος γένωμαι τῷ Χριστῷ. Ὁ γὰρ νῦν ἀπατῶν ἡμᾶς, καὶ διὰ τῶν κοσμικῶν δελεασμάτων λήθην ἐμποιεῖν ἡμῖν τοῦ εὐεργέτου μηχανῇ πάσῃ σπουδάζων, ἐπ’ ὀλέθρῳ τῶν ψυχῶν ἡμῶν ἐναλ‐ λόμενος ἡμῖν, καὶ ἐπεμβαίνων, εἰς ὀνειδισμὸν τότε
25προσοίσει τῷ Κυρίῳ τὴν ἡμετέραν καταφρόνησιν, καὶ ἐγκαυχήσεται τῇ ἀπειθείᾳ καὶ ἀποστασίᾳ ἡμῶν· ὅς γε οὔτε κτίσας ἡμᾶς, οὔτε ἀποθανὼν ὑπὲρ ἡμῶν, ἀλλ’ ὅμως ἔσχεν ἡμᾶς ἀκολουθοῦντας αὐτῷ ἐν τῇ ἀπειθείᾳ καὶ ἐν τῇ ἀμελείᾳ τῶν ἐντολῶν τοῦ
30Θεοῦ. Τοῦτο τὸ ὄνειδος, τὸ κατὰ τοῦ Κυρίου, καὶ τοῦτο τὸ καύχημα τοῦ ἐχθροῦ, βαρύτερον ἐμοὶ τῶν ἐν τῇ γεέννῃ κολάσεων φαίνεται, τῷ ἐχθρῷ τοῦ Χρι‐ στοῦ ὕλην γενέσθαι καυχήματος καὶ ἀφορμὴν ἐπάρ‐ σεως κατ’ αὐτοῦ τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος, καὶ
35ἐγερθέντος, ᾧ καὶ διὰ τοῦτο περισσοτέρως ὀφειλέται ἐσμὲν, καθὼς γέγραπται. Καὶ περὶ μὲν τῆς εἰς Θεὸν ἀγάπης τοσαῦτα. Σκοπὸς γὰρ, ὡς προεῖπον, οὐχὶ πάντα εἰπεῖν· ἀδύνατον γάρ· ἀλλ’ ἐπὶ κεφα‐ λαίων σύντομον ὑπόμνησιν ἀνακινοῦσαν ἀεὶ τὸν
40θεῖον πόθον ταῖς ψυχαῖς ἐμποιῆσαι.
42tΕΡΩΤΗΣΙΣ Γʹ.
43tΠερὶ τῆς εἰς τὸν πλησίον ἀγάπης.
44tἈκόλουθον δ’ ἂν εἴη περὶ τῆς δευτέρας καὶ τάξει
45tκαὶ δυνάμει ἐντολῆς διελθεῖν.
46tΑΠΟΚΡΙΣΙΣ.
47Ὅτι μὲν οὖν ὁ νόμος τῶν σπερματικῶς ἐνυπαρ‐915

31

.

917

χουσῶν ἡμῖν δυνάμεων γεωργός ἐστι καὶ τροφεὺς, εἴρηται ἡμῖν ἐν τοῖς ἔμπροσθεν λόγοις· ἐπειδὴ δὲ ἀγαπᾷν προστετάγμεθα τὸν πλησίον ὡς ἑαυτοὺς, καταμάθωμεν, εἰ καὶ δύναμιν πρὸς τὴν ἐκπλήρωσιν
5τῆς ἐντολῆς ταύτης ἔχομεν παρὰ τοῦ Θεοῦ. Τίς οὖν οὐκ οἶδεν, ὅτι ἥμερον καὶ κοινωνικὸν ζῶον ὁ ἄνθρωπος, καὶ οὐχὶ μοναστικὸν, οὐδὲ ἄγριον; Οὐδὲν γὰρ οὕτως ἴδιον τῆς φύσεως ἡμῶν, ὡς τὸ κοινωνεῖν ἀλλήλοις, καὶ χρῄζειν ἀλλήλων, καὶ ἀγαπᾷν τὸ ὁμό‐
10φυλον. Ὧν οὖν αὐτὸς ἔδωκεν ὁ Κύριος ἡμῖν προλα‐ βὼν τὰ σπέρματα, τούτων ἀκολούθως καὶ τοὺς καρ‐ ποὺς ἐπιζητεῖ, λέγων· Ἐντολὴν καινὴν δίδω‐ μι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Καὶ πρὸς ταύτην τὴν ἐντολὴν διεγεῖραι βουλόμενος ἡμῶν τὴν ψυχὴν,
15ἀπόδειξιν τῶν αὐτοῦ μαθητῶν, οὐ σημεῖα καὶ δυνά‐ μεις παραδόξους ἀπῄτησεν (καίτοι καὶ τούτων ἐν Πνεύματι ἁγίῳ χαρισάμενος τὴν ἐνέργειαν)· ἀλλὰ τί φησιν; Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.
20Καὶ οὕτω πανταχοῦ τὰς ἐντολὰς ταύτας συνάπτει, ὥστε τὴν εἰς τὸν πλησίον εὐποιίαν εἰς ἑαυτὸν μετα‐ τίθησιν. Ἐπείνασα γὰρ, φησὶ, καὶ ἐδώκατέ μοι φαγεῖν, καὶ τὰ ἑξῆς. Εἶτα ἐπάγει, ὅτι Ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν
25ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Οὐκοῦν διὰ μὲν τῆς πρώτης ἔστι κατορθῶσαι καὶ τὴν δευτέραν· διὰ δὲ τῆς δευτέρας ἐπανελθεῖν αὖθις ἐπὶ τὴν πρώτην· καὶ ἀγαπῶντα μὲν τὸν Κύ‐ ριον, ἀγαπᾷν ἀκολούθως καὶ τὸν πλησίον. γὰρ
30ἀγαπῶν με, εἶπεν ὁ Κύριος, τὰς ἐντολάς μου τηρήσει. Αὕτη δέ ἐστι, φησὶν, ἡ ἐντολὴ ἡ ἐμὴ, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς· ἀγαπῶντα δὲ πάλιν τὸν πλησίον, τὴν εἰς τὸν Θεὸν ἀγάπην ἀποπληροῦν, αὐτοῦ εἰς ἑαυτὸν ὑποδε‐
35χομένου τὴν χάριν. Διόπερ ὁ μὲν πιστὸς θερά‐ πων τοῦ Θεοῦ Μωσῆς τοσαύτην ἐπεδείκνυτο τὴν εἰς τοὺς ἀδελφοὺς ἀγάπην, ὥστε καὶ ἐξαλειφθῆναι ᾑρεῖτο ἐκ τῆς βίβλου τοῦ Θεοῦ, εἰς ἣν ἐγέγραπτο, εἰ μὴ συγχωρηθείη τῷ λαῷ τὸ ἁμάρτημα. Παῦλος δὲ ἀνά‐
40θεμα εἶναι ἀπὸ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν αὐτοῦ τῶν συγγενῶν κατὰ σάρκα ἀπετόλμησεν εὔξασθαι, τῆς πάντων σωτηρίας ἑαυτὸν ἀντάλλαγμα, κατὰ μίμησιν τοῦ Κυρίου, γενέσθαι βουλόμενος· ἅμα δὲ καὶ εἰδὼς, ὅτι ἀμήχανον ἦν ἀλλοτριωθῆναι Θεοῦ τὸν διὰ
45τὴν εἰς αὐτὸν ἀγάπην ὑπὲρ τῆς μεγίστης τῶν ἐντο‐ λῶν τὴν παρὰ τοῦ Θεοῦ χάριν προϊέμενον, καὶ ὅτι διὰ τοῦτο πολυπλασίονα ἔμελλεν ὧν ἔδωκεν ἀντιλή‐ ψεσθαι. Πλήν γε ὅτι μέχρι τούτου τοῦ μέτρου τῆς πρὸς τὸν πλησίον ἀγάπης ἔφθασαν οἱ ἅγιοι, ἱκανὴν

31

.

917

(50)

ἀπόδειξιν ἔχει τὰ εἰρημένα.917

31

.

920

(1t)

ΕΡΩΤΗΣΙΣ Δʹ.
2tΠερὶ φόβου Θεοῦ.
3tΑΠΟΚΡΙΣΙΣ.
4Τοῖς μὲν οὖν ἄρτι εἰσαγομένοις εἰς τὴν εὐσέβειαν
5ἡ διὰ τοῦ φόβου στοιχείωσις χρησιμωτέρα, κατὰ τὴν ὑποθήκην τοῦ σοφωτάτου Σολομῶντος, εἰπόντος· Ἀρχὴ σοφίας, φόβος Κυρίου· ὑμῖν δὲ, ὡς διαβεβη‐ κόσι τὴν ἐν Χριστῷ νηπιότητα, καὶ οὐκέτι δεομέ‐ νοις γάλακτος, ἀλλὰ δυναμένοις τῇ στερεᾷ τῶν δο‐
10γμάτων τροφῇ τὸν ἔσω ἄνθρωπον τελειοῦσθαι, τῶν κεφαλαιωδεστέρων ἐντολῶν χρεία, ἐν αἷς πᾶσα ἀλή‐ θεια τῆς ἐν Χριστῷ ἀγαπῆς κατορθοῦται, φυλασσο‐ μένοις δηλονότι, μήποτε ἡ περιουσία τῶν δωρεῶν τοῦ Θεοῦ βαρυτέρας αἰτία ὑμῖν κατακρίσεως
15γένηται, ἀχαρίστως πρὸς τὸν εὐεργέτην διατεθεῖσιν. γὰρ παρέθεντο, φησὶ, πολὺ, περισσότερον ἀπαιτήσουσιν αὐτόν.
18tΕΡΩΤΗΣΙΣ Εʹ.
19tΠερὶ τοῦ κατὰ διάνοιαν ἀμετεωρίστου.
20tΑΠΟΚΡΙΣΙΣ.
21 Ἐκεῖνο μέντοι γε γινώσκειν χρὴ, ὅτι οὔτε ἄλλης τινὸς ἐντολῆς τήρησιν, οὔτε αὐτὴν τὴν πρὸς Θεὸν ἀγάπην, οὔτε τὴν πρὸς τοὺς πλησίον δυνάμεθα κατ‐ ορθῶσαι, ἄλλοτε περὶ ἄλλα ταῖς διανοίαις ἀποπλα‐
25νώμενοι. Οὔτε γὰρ τέχνην ἢ ἐπιστήμην ἀκριβῶσαι δυ‐ νατὸν, ἄλλοτε ἐπ’ ἄλλην μεταβαίνοντα· μήτε μὴν μιᾶς περιγενέσθαι, μὴ τὰ οἰκεῖα τοῦ τέλους γνω‐ ρίσαντα. Δεῖ γὰρ ἀκολούθους εἶναι τῷ σκοπῷ τὰς πράξεις, ὡς οὐδενὸς τῶν κατὰ λόγον διὰ τῶν ἀνοι‐
30κείων κατορθουμένου. Ἐπεὶ οὔτε τὸ χαλκευτικῆς τέλος διὰ τῶν ἔργων τῆς κεραμείας περιγενέσθαι πέφυκεν, οὔτε ἀθλητικοὶ στέφανοι ἐκ τῆς περὶ τὸ αὐλεῖν σπουδῆς κατορθοῦνται· ἀλλὰ ἑκάστῳ τέλει οἰκεῖος ὁ πόνος καὶ συναρμόζων ἐπιζητεῖται.
35Ὥστε καὶ ἡ ἄσκησις τῆς κατὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ πρὸς Θεὸν εὐαρεστήσεως ἐν τῇ ἀναχωρήσει τῶν μεριμνῶν τοῦ κόσμου καὶ τῇ παντελεῖ ἀλλο‐ τριώσει τῶν περισπασμῶν ἡμῖν κατορθοῦται. Διόπερ ὁ Ἀπόστολος, καὶ ταῦτα συγκεχωρημένου τοῦ γά‐
40μου, καὶ εὐλογίας ἠξιωμένου, τὰς ἀπ’ αὐτοῦ ἀσχο‐ λίας ταῖς περὶ Θεὸν μερίμναις ἀντέθηκεν, ὡς οὐ δυναμένων τούτων ἀλλήλοις συμβῆναι, εἰπών· Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ· ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου,
45πῶς ἀρέσει τῇ γυναικί. Οὕτω καὶ τοῖς μαθηταῖς ὁ Κύριος μετὰ τὴν εἰλικρινῆ καὶ ἀμετεώριστον διάθεσιν ἐμαρτύρει, λέγων· Ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου. Καὶ ἀπὸ τοῦ ἐναντίου, τὴν τοῦ Θεοῦ ἐπί‐ γνωσιν τὸν κόσμον ἀδύνατον εἶναι δέξασθαι, μηδὲ

31

.

920

(50)

Πνεῦμα ἅγιον χωρῆσαι διεμαρτύρατο· Πάτερ γὰρ,919

31

.

921

φησὶ, δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω· καὶ, Τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν. Λυθῆναι οὖν δεῖ τῶν δεσμῶν τῆς προσπαθείας
5τοῦ βίου τόν γε ἀληθινῶς τῷ Θεῷ ἀκολουθήσειν μέλλοντα· τοῦτο δὲ διὰ παντελοῦς ἀναχωρήσεως καὶ λήθης τῶν παλαιῶν ἐθῶν κατορθοῦται. Ὡς εἰ μή γε ἀποξενώσοιμεν ἑαυτοὺς, καὶ συγγενείας σαρ‐ κικῆς, καὶ κοινωνίας βίου, οἱονεὶ πρὸς ἕτερον κόσμον
10διὰ τῆς σχέσεως μεταβαίνοντες, κατὰ τὸν εἰπόντα. Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἀμήχανον ἡμᾶς περιγενέσθαι τοῦ σκοποῦ τῆς πρὸς Θεὸν εὐαρεστήσεως, τοῦ Κυρίου ὁριστικῶς εἰπόντος, ὅτι Οὕτω πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι
15τοῖς ὑπάρχουσιν ἑαυτοῦ, οὐ δύναται εἶναί μου μαθητής. Τοῦτο δὲ ποιήσαντας, πάσῃ φυλακῇ τηρεῖν προσήκει τὴν ἑαυτῶν καρδίαν, ὡς μήποτε τὴν περὶ Θεοῦ ἔννοιαν ἐκβαλεῖν, ἢ τὴν μνήμην τῶν θαυ‐ μασίων αὐτοῦ φαντασίαις τῶν ματαίων καταῤῥυ‐
20παίνειν· ἀλλὰ διὰ τῆς διηνεκοῦς καὶ καθαρᾶς μνή‐ μης ἐντετυπωμένην ταῖς ψυχαῖς ἡμῶν, ὥσπερ σφρα‐ γῖδα ἀνεξάλειπτον, τὴν ὁσίαν τοῦ Θεοῦ ἔννοιαν περι‐ φέρειν. Οὕτω γὰρ ἡμῖν περιγίνεται ἡ πρὸς Θεὸν ἀγάπη, ἅμα τε διεγείρουσα πρὸς τὴν ἐργασίαν
25τῶν ἐντολῶν τοῦ Κυρίου, καὶ ὑπ’ αὐτῶν πάλιν αὐτὴ συντηρουμένη πρὸς τὸ διαρκὲς καὶ ἀδιάπτωτον. Καὶ τοῦτο δείκνυσιν ὁ Κύριος, ποτὲ μὲν λέγων· Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσατε, ποτὲ δὲ, ὅτι Ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε
30ἐν τῇ ἀγάπῃ μου, καὶ ἔτι δυσωπητικώτερον· Καθ‐ ὼς ἐγὼ τὰς ἐντολὰς τοῦ Πατρός μου τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ. Ἐξ ὧν παιδεύει ἡμᾶς, ἀεὶ τοῦ προκειμένου ἔργου τὸ θέλημα τοῦ προστάξαντος ὥσπερ σκοπὸν
35προτιθεμένους, πρὸς αὐτὸν τὰ τῆς σπουδῆς κατ‐ ευθύνειν, καθὰ καὶ ἀλλαχοῦ φησιν, ὅτι Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός. Ὥσπερ γὰρ αἱ κατὰ τὸν βίον τέχναι, σκοπούς τινας
40οἰκείους ἑαυταῖς προστησάμεναι, ἀκολούθως ἐκείνοις τὰς κατὰ μέρος συναρμόζουσιν ἐνεργείας· οὕτω καὶ τοῖς ἡμετέροις ἔργοις ἑνὸς ὅρου καὶ κανόνος ἐπικει‐ μένου, τοῦ εὐαρέστως τῷ Θεῷ ποιῆσαι τὰς ἐντολὰς, ἀδύνατον ἄλλως τὸ ἀκριβὲς τοῦ ἔργου κατορθω‐
45θῆναι μὴ κατὰ τὸ βούλημα τοῦ ἐκδεδωκότος ἐπιτε‐ λούμενον. Ἐν δὲ τῇ ἀκριβεῖ πρὸς τὸ θέλημα τοῦ Θεοῦ περὶ τὸ ἔργον σπουδῇ συνάπτεσθαι τῷ Θεῷ διὰ τῆς μνήμης ὑπάρξει. Ὥσπερ γὰρ ὁ χαλκεὺς ἐν τῇ ἐργα‐ σίᾳ, εἰ τύχοι, τῆς ἀξίνης, τοῦ ἐκδεδωκότος αὐτῷ

31

.

921

(50)

μεμνημένος, καὶ ἐν τῇ διανοίᾳ φέρων αὐτὸν, καὶ
σχῆμα ἐκεῖνο καὶ μέγεθος ἐννοεῖ, καὶ πρὸς τὸ921

31

.

924

βούλημα τοῦ ὑποθεμένου τὴν ἐργασίαν εὐθύνει (ἐὰν γὰρ ἐπιλάθηται, ἄλλο τι, ἢ ἀλλοῖον ποιήσει παρ’ ὃ προ‐ έθετο)· οὕτω καὶ ὁ Χριστιανὸς, πᾶσαν ἐνέργειαν καὶ μικρὰν καὶ μείζονα πρὸς τὸ βούλημα τοῦ Θεοῦ
5κατευθύνων, ὁμοῦ τε τὴν πρᾶξιν τῇ ἀκριβείᾳ κατα‐ κοσμεῖ, καὶ τὴν τοῦ προστάξαντος ἔννοιαν διασώζει, καὶ πληροῖ τὸ εἰρημένον· Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ. Καὶ κατορθοῖ τὸ προστεταγμένον
10ἐκεῖνο· Εἴτε ἐσθίετε εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Παραφθείρων δὲ ἐν τῇ ἐργασίᾳ τὴν ἀκρίβειαν τῆς ἐντολῆς, δῆλός ἐστι περὶ τὴν μνήμην τοῦ Θεοῦ ἀσθενῶν. Μεμνημένους οὖν τῆς φωνῆς τοῦ εἰπόντος· Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν
15γῆν ἐγὼ πληρῶ; λέγει Κύριος· καὶ τὸ, Θεὸς ἐγγί‐ ζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν· καὶ τὸ, Ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν· πᾶσαν ἐνέργειαν, ὡς ὑπὸ ταῖς ὄψεσι τοῦ Κυρίου γινομένην, καὶ πᾶσαν ἔννοιαν,
20ὡς παρ’ αὐτοῦ ἐποπτευομένην, ἐπιτελεῖν χρή. Οὕτω γὰρ καὶ ὁ φόβος διαρκὴς ἐνυπάρξει, μισῶν ἀδικίαν, κατὰ τὸ γεγραμμένον, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν, καὶ ἡ ἀγάπη τελειοῦται, πλη‐ ροῦσα τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον, ὅτι Οὐ ζητῶ
25τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμ‐ ψαντός με Πατρὸς, ἐν πληροφορίᾳ διηνεκεῖ τῆς ψυχῆς οὔσης τοῦ καὶ τὰς ἀγαθὰς πράξεις ἀποδεκτὰς εἶναι τῷ κριτῇ καὶ ἀθλοθέτῃ τοῦ ἡμετέρου βίου, καὶ τὰς ἐναντίως ἐχούσας αὐτόθεν δέχεσθαι τὴν κατά‐
30κρισιν. Οἶμαι δὲ τούτῳ συγκατορθοῦσθαι καὶ τὸ μηδὲ αὐτὰς τὰς ἐντολὰς τοῦ Κυρίου πρὸς ἀνθρωπ‐ αρέσκειαν γίνεσθαι. Οὐδεὶς γὰρ ἐν πληροφορίᾳ τῆς παρουσίας τοῦ κρείττονος πρὸς τὸν ἐλάττονα ἐπι‐ στρέφεται· ἀλλὰ, κἂν συμβῇ τὸ γινόμενον τῷ μὲν
35ἐνδοξοτέρῳ προσώπῳ ἀπόδεκτον καὶ εὐάρεστον εἶναι, τῷ δὲ ὑποδεεστέρῳ ἀβούλητον καὶ ψεκτὸν καταφαί‐ νεσθαι, πλείονος ἀξίαν τιθέμενος τὴν τοῦ ὑπερέχοντος ἀποδοχὴν, καταφρονεῖ τῆς τοῦ ἐλάττονος μέμψεως. Εἰ δὲ ἐπ’ ἀνθρώπων οὕτως, ἥ γε ὡς ἀληθῶς νήφουσα
40καὶ ὑγιαίνουσα ψυχὴ ἐν πληροφορίᾳ τῆς τοῦ Θεοῦ παρουσίας, ποτὲ ἀφεμένη τοῦ πρὸς εὐαρέστησιν Θεοῦ ποιεῖν τι, πρὸς τὰς παρὰ τῶν ἀνθρώπων δό‐ ξας ἐπιστραφήσεται· ποτὲ δὲ ἀμελήσασα τῶν τοῦ Θεοῦ προσταγμάτων, ἀνθρωπίνῳ ἔθει δουλεύσει, ἢ
45ὑπὸ κοινῆς προλήψεως κρατηθήσεται, ἢ καὶ ὑπὸ ἀξιωμάτων δυσωπηθήσεται. Τοιαύτη διάθεσις ἦν τοῦ εἰπόντος· Διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ’ οὐχ ὡς ὁ νόμος σου, Κύριε· καὶ πάλιν· Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασι‐

31

.

924

(50)

λέων, καὶ οὐκ ᾐσχυνόμην.923

31

.

925

(1t)

ΕΡΩΤΗΣΙΣ ϛʹ.
2tὍτι ἀναγκαῖον τὸ ἰδιάζειν.
3tΑΠΟΚΡΙΣΙΣ.
4Συντελεῖ δὲ πρὸς τὸ ἀμετεώριστον τῇ ψυχῇ καὶ
5τὸ ἰδιάζειν κατὰ τὴν οἴκησιν. Τὸ γὰρ ἀναμεμιγμένην ἔχειν τὴν ζωὴν τοῖς ἀφόβως καὶ καταφρονητικῶς πρὸς τὴν ἀκριβῆ τήρησιν τῶν ἐντολῶν διακειμένοις βλαβερὸν καὶ ὁ τοῦ Σολομῶντος ἀποδείκνυσι λόγος, διδάσκοντος ἡμᾶς, ὅτι Μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώ‐
10δει· φίλῳ δὲ ὀργίλῳ μὴ συναυλίζου, μήποτε μάθῃς τῶν ὁδῶν αὐτοῦ, καὶ λάβῃς βρόχους τῇ σῇ ψυχῇ, καὶ τὸ, Ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, λέγει Κύριος, πρὸς τὸ αὐτὸ φέρει. Οὐκοῦν ἵνα μήτε διὰ ὀφθαλμῶν μήτε διὰ ὤτων ἐρε‐
15θισμοὺς εἰς ἁμαρτίαν δεχώμεθα, καὶ κατὰ τὸ λαν‐ θάνον προσεθισθῶμεν αὐτῇ, καὶ ὥσπερ τύποι τινὲς καὶ χαρακτῆρες τῶν ὁρωμένων καὶ ἀκουομένων ἐν‐ απομείνωσι τῇ ψυχῇ εἰς ὄλεθρον καὶ ἀπώλειαν, καὶ ἵνα δυνηθῶμεν ἐπιμένειν τῇ προσευχῇ, ἀφιδιάζω‐
20μεν πρῶτον κατὰ τὴν οἴκησιν. Οὕτω γὰρ ἂν καὶ τοῦ προλαβόντος ἔθους περιγενοίμεθα, ἐν ᾧ ἀλλοτρίως ἐζήσαμεν τῶν ἐντολῶν τοῦ Χριστοῦ (οὐ μικρὸς δὲ οὗτος ἀγὼν, τῆς ἑαυτοῦ συνηθείας περιγενέσθαι· ἔθος γὰρ διὰ μακροῦ χρόνου βεβαιωθὲν φύσεως ἰσχὺν
25λαμβάνει), καὶ τοὺς ἐξ ἁμαρτίας δὲ σπίλους ἐκτρῖ‐ ψαι δυνησόμεθα τῇ τε φιλοπόνῳ προσευχῇ καὶ τῇ ἐπιμόνῳ μελέτῃ τῶν τοῦ Θεοῦ θελημάτων· ἧς μελέτης καὶ προσευχῆς ἐν πολλοῖς τοῖς περιέλκουσι τὴν ψυχὴν, καὶ ἀσχολίας βιωτικὰς ἐμποιοῦσι, περι‐
30γενέσθαι ἀμήχανον. Καὶ τὸ, Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, πότε ἄν τις ἐν τούτοις ὢν πληρῶσαι δυνηθείη; Χρὴ γὰρ ἡμᾶς, ἀπαρνησαμένους ἑαυτοὺς, καὶ ἄραντας τὸν σταυρὸν τοῦ Χριστοῦ, οὕτως ἀκολουθεῖν αὐτῷ. Ἄρνησις δέ
35ἐστιν ἑαυτοῦ ἡ παντελὴς τῶν παρελθόντων λήθη, καὶ ἡ τῶν θελημάτων ἑαυτοῦ ἀναχώρησις, ἣν ἐν τῇ ἀδιαφόρῳ συνηθείᾳ ζῶντα κατορθῶσαι δυσκολώτατον, ἵνα μὴ λέγω, ὅτι παντελῶς ἀνεπίδεκτον. Ἀλλὰ καὶ πρὸς τὸ ἆραι τὸν σταυρὸν ἑαυτοῦ καὶ ἀκολουθεῖν τῷ
40Χριστῷ ἐμπόδιόν ἐστιν ἡ πρὸς τὸν τοιοῦτον βίον ἐπι‐ μιξία. Ἡ γὰρ ἑτοιμασία πρὸς τὸν ὑπὲρ Χρι‐ στοῦ θάνατον, καὶ ἡ νέκρωσις τῶν μελῶν τῶν ἐπὶ
τῆς γῆς, καὶ τὸ παρατεταγμένως πρὸς πάντα κίν‐925

31

.

928

δυνον τὸν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἐπερχόμε‐ νον ἡμῖν διακεῖσθαι, καὶ τὸ ἀπροσπαθῶς ἔχειν πρὸς τὴν παροῦσαν ζωὴν, τοῦτό ἐστιν ἆραι τὸν σταυ‐ ρὸν ἑαυτοῦ· πρὸς ὃ μεγάλα ὁρῶμεν τὰ ἐμπόδια ὑπὸ
5τῆς τοῦ κοινοῦ βίου συνηθείας ἡμῖν ἐγγινόμενα. Καὶ πρὸς πᾶσι τοῖς ἄλλοις πολλοῖς οὖσιν, εἰς τὸ πλῆθος τῶν παρανομούντων ἀποβλέπουσα ψυχὴ, πρῶτον μὲν οὐκ ἄγει καιρὸν ἐπαισθάνεσθαι τῶν ἰδίων ἁμαρτημάτων, καὶ συντρῖψαι ἑαυτὴν διὰ τῆς
10μετανοίας ἐπὶ τοῖς πλημμελήμασιν· ἐν δὲ τῇ συγκρί‐ σει τῶν χειρόνων καὶ κατορθώματός τινα φαντασίαν προσκτᾶται· εἶτα ὑπὸ τῶν θορύβων καὶ τῶν ἀσχο‐ λιῶν, ἃς ὁ κοινὸς βίος πέφυκεν ἐμποιεῖν, τῆς ἀξιολο‐ γωτέρας μνήμης τοῦ Θεοῦ ἀποσπωμένη, οὐ μόνον τὸ
15ἐναγαλλιᾶσθαι καὶ ἐνευφραίνεσθαι τῷ Θεῷ ζη‐ μιοῦται, καὶ τὸ κατατρυφᾷν τοῦ Κυρίου, καὶ τὸ καταγλυκαίνεσθαι τοῖς ῥήμασιν αὐτοῦ, ὥστε δύνασθαι εἰπεῖν· Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην· καὶ, Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου,
20ὑπὲρ μέλι τῷ στόματί μου· ἀλλὰ καὶ εἰς καταφρό‐ νησιν καὶ λήθην τῶν κριμάτων αὐτοῦ παντελῆ συν‐ εθίζεται, οὗ μεῖζον κακὸν οὐδὲν ἂν οὐδὲ ὀλεθριώτερον πάθοι.
24tΕΡΩΤΗΣΙΣ Ζʹ.
25tΠερὶ τοῦ δεῖν τοῖς ὁμόφροσι πρὸς τὸν σκοπὸν τῆς
26tπρὸς Θεὸν εὐαρεστήσεως συζῇν· καὶ ὅτι δύσκο‐
27tλον ὁμοῦ καὶ ἐπικίνδυνον τὸ μονάζειν.
29Ἐπεὶ οὖν ἐπληροφόρησεν ἡμᾶς ὁ λόγος, ἐπικίν‐
30δυνον εἶναι τὴν μετὰ τῶν καταφρονητικῶς ἐχόντων περὶ τὰς ἐντολὰς τοῦ Κυρίου ζωὴν, ἀκολούθως μα‐ θεῖν ἀξιοῦμεν, εἰ χρὴ τὸν ἀναχωρήσαντα τούτων ἰδιάζειν καθ’ ἑαυτὸν, ἢ ὁμόφροσιν ἀδελφοῖς καὶ τὸν αὐτὸν σκοπὸν τῆς εὐσεβείας προελομένοις συζῇν.
37tΑΠΟΚΡΙΣΙΣ.
38 Πρὸς πολλὰ χρησιμωτέραν καταμανθάνω τὴν ἐπὶ τὸ αὐτὸ τῶν πλειόνων διαγωγήν. Πρῶτον μὲν,
40ὅτι οὐδὲ πρὸς τὰς τοῦ σώματος χρείας ἕκαστος ἡμῶν ἑαυτῷ αὐτάρκης, ἀλλ’ ἐν τῷ πορισμῷ τῶν ἀναγκαίων ἀλλήλων χρῄζομεν. Ὥσπερ γὰρ ὁ ποῦς τὴν μὲν ἔχει δύναμιν, τῆς δὲ ἐπιδεής ἐστι, καὶ ἄνευ τῆς τῶν λοι‐ πῶν μελῶν συλλήψεως οὔτε τὴν ἑαυτοῦ ἐνέργειαν
45δυνατὴν ἢ αὐτάρκη ἑαυτῷ πρὸς διαμονὴν εὑρίσκει, οὔτε παραμυθίαν ἔχει τοῦ λείποντος· οὕτω καὶ ἐν τῇ μονήρει ζωῇ καὶ τὸ παρὸν ἡμῖν ἄχρηστον γίνεται, καὶ τὸ ἐλλεῖπον ἀπαραμύθητον, τοῦ δημιουργοῦ Θεοῦ ὁρίσαντος χρῄζειν ἡμᾶς ἀλλήλων, καθὼς γέγραπται,

31

.

928

(50)

ἵνα καὶ συναπτώμεθα ἀλλήλοις. Ἄνευ δὲ τούτου καὶ ὁ τῆς ἀγάπης τοῦ Χριστοῦ λόγος οὐκ ἐπιτρέπει τὸ
ἴδιον σκοπεῖν ἕκαστον. Ἡ ἀγάπη γὰρ, φησὶν, οὐ927

31

.

929

ζητεῖ τὰ ἑαυτῆς. Ὁ δὲ ἀφιδιαστικὸς βίος ἕνα σκοπὸν ἔχει, τὴν οἰκείαν ἑκάστου τῶν χρειῶν θερα‐ πείαν. Τοῦτο δὲ προδήλως μαχόμενόν ἐστι τῷ τῆς ἀγάπης νόμῳ, ὃν ὁ Ἀπόστολος ἐπλήρου, μὴ ζητῶν τὸ
5ἑαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν. Ἔπειτα ἐν τῷ καταχωρισμῷ οὐδὲ τὸ ἐλάττωμα ῥᾳδίως ἕκαστος τὸ ἑαυτοῦ ἐπιγνώσεται, οὐκ ἔχων τὸν ἐλέγχοντα αὐτὸν, καὶ ἐν πραότητι καὶ εὐσπλαγχνίᾳ ἐπανορθούμενον. Ἔλεγχος μὲν γὰρ καὶ παρὰ ἐχθροῦ
10πολλάκις ἂν γένοιτο θεραπείας ἐπιθυμίαν ἐμποιῶν τῷ εὐγνώμονι· θεραπεία δὲ ἁμαρτήματος ἐπιστημό‐ νως παρὰ τοῦ εἰλικρινῶς ἀγαπήσαντος κατορθοῦται. γὰρ ἀγαπῶν, φησὶν, ἐπιμελῶς παιδεύει. Ὃν ἐπὶ τῆς μονώσεως εὑρεῖν ἄπορον, μὴ προενωθέντα
15κατὰ τὸν βίον· ὥστε συμβαίνειν αὐτῷ τὸ εἰρημένον ἐκεῖνο· Οὐαὶ τῷ ἑνὶ, ὅτι ἐὰν πέσῃ, οὐκ ἔστιν ὁ ἐγείρων αὐτόν. Καὶ αἱ ἐντολαὶ δὲ ὑπὸ μὲν τῶν πλειόνων ἐπὶ τὸ αὐτὸ ῥᾳδίως γίνονται πλείους, ὑπὸ δὲ τοῦ ἑνὸς οὐκέτι· ἐν γὰρ τῇ ἐργασίᾳ τῆς μιᾶς
20ἐμποδίζεται ἡ ἄλλη. Οἷον, ἐν τῇ ἐπισκέψει τοῦ ἀσθενοῦντος ἡ ὑποδοχὴ τοῦ ξένου, καὶ ἐν τῇ μετα‐ δόσει καὶ κοινωνίᾳ τῶν χρειῶν (καὶ μάλιστα, ὅταν διὰ μακροῦ αἱ διακονίαι γίνωνται), ἡ περὶ τὰ ἔργα σπουδή· ὥστε ἐκ τούτου τὴν μεγίστην καὶ σύν‐
25τονον πρὸς σωτηρίαν ἐντολὴν ἐλλιμπάνεσθαι· μήτε τοῦ πεινῶντος τρεφομένου, μήτε τοῦ γυμνοῦ περι‐ βαλλομένου. Τίς ἂν οὖν ἕλοιτο τὴν ἀργὴν καὶ ἄκαρ‐ πον ζωὴν τῆς ἐγκάρπου καὶ κατ’ ἐντολὴν τοῦ Κυρίου ἐπιτελουμένης προτιμῆσαι;
33 Εἰ δὲ καὶ πάντες, οἱ ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως προσληφθέντες, ἓν σῶμά ἐσμεν, κεφαλὴν ἔχοντες τὸν
35Χριστόν· ὁ δὲ καθεὶς ἀλλήλων μέλη, ἐὰν μὴ ἐκ συμ‐ φωνίας πρὸς ἑνὸς σώματος ἁρμολογίαν ἐν Πνεύματι ἁγίῳ συναρμοσθῶμεν· ἕκαστος δὲ ἡμῶν τὴν μόνωσιν αἱρῆται, μὴ κατὰ τὸ εὐάρεστον τῷ Θεῷ πρὸς τὸ κοινῇ συμφέρον τῇ οἰκονομίᾳ δουλεύων, ἀλλὰ τὸ
40ἴδιον τῆς αὐταρεσκείας πάθος πληροφορῶν· πῶς δυ‐ νάμεθα ἀπεσχισμένοι καὶ διῃρημένοι σώζειν τὴν τῶν μελῶν πρὸς ἄλληλα σχέσιν τε καὶ ὑπηρεσίαν, ἢ τὴν ὑποταγὴν πρὸς τὴν κεφαλὴν ἡμῶν, ἥτις ἐστὶν ὁ Χρι‐ στός; Οὔτε γὰρ τῷ δοξαζομένῳ συγχαίρειν, οὔτε
45συμπάσχειν δυνατὸν τῷ πάσχοντι, ἐν τῇ διαστάσει τοῦ βίου, οὐ δυναμένου κατὰ τὸ εἰκὸς ἑκάστου γινώ‐
σκειν τὰ τοῦ πλησίον. Εἶτα καὶ ἑνὸς μὴ ἐξαρκοῦντος929

31

.

932

ὑποδέξασθαι πάντα τὰ πνευματικὰ χαρίσματα, ἀλλὰ κατὰ τὴν ἀναλογίαν τῆς ἐν ἑκάστῳ πίστεως, τῆς ἐπιχορηγίας τοῦ Πνεύματος γινομένης, ἐν τῇ τῆς ζωῆς κοινωνίᾳ, τὸ ἑκάστου ἴδιον χάρισμα κοινὸν τῶν
5συμπολιτευομένων γίνεται. ᾯ μὲν γὰρ δίδοται λό‐ γος σοφίας, ἑτέρῳ δὲ λόγος γνώσεως, ἄλλῳ πί‐ στις, ἄλλῳ προφητεία, ἄλλῳ χαρίσματα ἰαμάτων, καὶ τὰ ἑξῆς· ὧν ἕκαστον οὐ μᾶλλον δι’ ἑαυτὸν ἢ διὰ τοὺς ἄλλους ὁ λαμβάνων ἔχει. Ὥστε ἀνάγκη ἐν τῷ
10κοινωνικῷ βίῳ τὴν ἐν τῷ ἑνὶ τοῦ ἁγίου Πνεύματος ἐνέργειαν εἰς πάντας ὁμοῦ διαβαίνειν. Ὁ μὲν οὖν καθ’ ἑαυτὸν ζῶν ἓν τυχὸν ἔχει χάρισμα, καὶ τοῦτο ἄχρηστον ποιεῖ διὰ τῆς ἀργίας, κατορύξας ἐν ἑαυτῷ· ὅπερ ἡλίκον ἔχει κίνδυνον, ἴστε πάντες οἱ ἀνεγνω‐
15κότες τὰ Εὐαγγέλια· ἐν δὲ τῇ τῶν πλειόνων συμβιώσει καὶ τοῦ ἰδίου ἀπολαύει, πολυπλασιάζων αὐτὸ τῇ μεταδόσει, καὶ τὰ τῶν ἄλλων ὡς ἑαυτοῦ καρποῦται.
21 Ἔχει δὲ καὶ πλείονα ἡ ἐπὶ τὸ αὐτὸ ζωὴ ἀγαθὰ, ἅπερ οὐ ῥᾴδιον ἐξαριθμεῖσθαι πάντα. Πρός τε γὰρ τὴν τήρησιν τῶν δεδομένων ἡμῖν παρὰ τοῦ Θεοῦ ἀγαθῶν τῆς μονώσεώς ἐστι χρησιμωτέρα, καὶ
25πρὸς τὴν φυλακὴν τῆς ἔξωθεν ἐπιβουλῆς τοῦ ἐχθροῦ ἀσφαλέστερος ὁ παρὰ τῶν ἐγρηγορότων ἐξυπνισμὸς, εἴποτε ἄρα τῷ ἑνὶ ἀπονυστάξαι συμβαίη ὕπνον ἐκεῖνον τὸν εἰς θάνατον, ὃν ἐδιδάχθημεν παρὰ τοῦ Δαβὶδ ἀπεύχεσθαι ἡμῖν συμβῆναι, λέγοντος· Φώτι‐
30σον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον· καὶ τῷ μὲν ἁμαρτάνοντι τῆς ἁμαρτίας ἡ ἀναχώρησις ῥᾴων μᾶλλον, ἐντρεπομένῳ τὴν παρὰ τῶν πλειόνων ἐν συμφωνίᾳ γινομένην κατάγνωσιν, ὥστ’ ἂν ἁρμόσαι αὐτῷ τὸ, Ἀρκετὸν τῷ τοιούτῳ
35ἡ ἐπιτιμία αὕτη, ἡ ὑπὸ τῶν πλειόνων· τῷ δὲ κατορθοῦντι ἡ πληροφορία πολλὴ ἔν τε τῇ τῶν πολλῶν δοκιμασίᾳ καὶ συγκαταθέσει τοῦ ἔργου. Εἰ γὰρ ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων σταθήσε‐ ται πᾶν ῥῆμα, πολλῷ δηλονότι παγιώτερον ὁ τὸ ἀγα‐
40θὸν ἔργον ἐπιτελῶν ἐν τῇ τῶν πλειόνων μαρτυρίᾳ βεβαιωθήσεται. Κίνδυνος δὲ παρέπεται τῇ μοναστικῇ ζωῇ πρὸς τοῖς εἰρημένοις. Πρῶτος μὲν καὶ μέγιστος ὁ τῆς αὐταρεσκείας. Οὐδένα γὰρ ἔχων, ὃς δυνήσεται δοκιμάσαι αὐτοῦ τὸ ἔργον, εἰς τὸ τέλειον οἰήσεται
45τῆς ἐντολῆς ἐφθακέναι· εἶτα ἀγύμναστον ἀεὶ τὴν ἕξιν κατακλείσας, οὔτε τὰ ὑστερήματα ἑαυτοῦ
γνωρίζει, οὔτε τὴν ἐν τοῖς ἔργοις προκοπὴν ἐπιγι‐931

31

.

933

νώσκει, τῷ πᾶσαν ὕλην τῆς ἐργασίας τῶν ἐντολῶν περιῃρηγέναι. Ἐν τίνι γὰρ τὴν ταπεινοφροσύνην ἐπιδείξεται, μηδένα ἔχων, οὗ ταπεινότερον ἑαυτὸν ἀποδείξει; Ἐν
5τίνι τὴν εὐσπλαγχνίαν, ἀποτετμημένος τῆς κοινωνίας τῶν πλειόνων; Πρὸς μακροθυμίαν δὲ πῶς ἑαυτὸν γυμνάσει, μηδενὸς ἀνθισταμένου αὐτοῦ τοῖς θελήμα‐ σιν; Εἰ δέ τις λέγει ἀρκεῖσθαι τῇ τῶν θείων Γραφῶν διδασκαλίᾳ πρὸς τὴν κατόρθωσιν τῶν ἠθῶν,
10ὅμοιον ποιεῖ τῷ μανθάνοντι μὲν τεκταίνειν, μηδέ‐ ποτε δὲ τεκταίνοντι, καὶ διδασκομένῳ μὲν χαλκευ‐ τικὴν, εἰς ἔργον δὲ προάγειν τὰ διδάγματα μὴ αἱρουμένῳ. Πρὸς ὃν εἴποι ἂν ὁ Ἀπόστολος· Οὐχ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ,
15ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Ἰδοὺ γὰρ ὁ Κύριος δι’ ὑπερβολὴν φιλανθρωπίας οὐκ ἠρκέ‐ σθη τῇ ἐκ τοῦ λόγου διδασκαλίᾳ μόνον, ἀλλ’ ὥστε ἀκριβῶς καὶ ἐναργῶς ἡμῖν παραδοῦναι τὸ ὑπόδειγμα τῆς ταπεινοφροσύνης ἐν τῇ τελειότητι τῆς ἀγάπης,
20αὐτὸς περιζωσάμενος ἔνιψε τοὺς πόδας τῶν μαθη‐ τῶν. Τίνα οὖν ἀπονίψεις; τίνα θεραπεύσεις; τίνος ἔσχατος ἔσῃ, αὐτὸς καθ’ ἑαυτὸν διάγων; Τὸ δὲ κα‐ λὸν καὶ τερπνὸν, ἡ τῶν ἀδελφῶν ἐπὶ τὸ αὐτὸ κατοί‐ κησις, ἣν μύρῳ τῆς τοῦ ἀρχιερέως κεφαλῆς ἀπο‐
25πνέοντι τὸ Πνεῦμα τὸ ἅγιον παρεικάζει, πῶς ἐν τῇ καταμόνας οἰκήσει συμπληρωθήσεται; Στάδιον οὖν ἀθλήσεως, καὶ προκοπῆς εὐοδία, καὶ διηνεκὴς γυμνασία, καὶ μελέτη τῶν τοῦ Κυρίου ἐντολῶν, καὶ ἐπὶ τὸ αὐτὸ κατοίκησίς ἐστι τῶν ἀδελφῶν· σκοπὸν
30μὲν ἔχουσα τὴν δόξαν τοῦ Θεοῦ κατ’ ἐντολὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· Οὕτω λαμ‐ ψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς· χαρακτῆρα
35δὲ σώζουσα τῶν ἐν ταῖς Πράξεσιν ἱστορουμένων ἁγίων, περὶ ὧν γέγραπται· Πάντες δὲ οἱ πιστεύον‐ τες ἦσαν ἐπὶ τὸ αὐτὸ, καὶ εἶχον ἅπαντα κοινά· καὶ πάλιν· Τοῦ δὲ πλήθους τῶν πιστευ‐ σάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία· καὶ οὐδὲ
40εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ’ ἦν αὐτοῖς ἅπαντα κοινά.
43tΕΡΩΤΗΣΙΣ Ηʹ.
44tΠερὶ ἀποταγῆς.
45tΕἰ χρὴ πρῶτον ἀποτάσσεσθαι πᾶσι, καὶ οὕτως
46tπροσιέναι τῇ κατὰ Θεὸν πολιτείᾳ.
48tΑΠΟΚΡΙΣΙΣ.
49Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πολλὴν933

31

.

936

καὶ διὰ πλειόνων πραγμάτων ἰσχυρὰν ἀπόδειξιν λέ‐ γοντος πρὸς πάντας· Εἴ τις ἔρχεται πρὸς μὲ, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυ‐ ρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι· καὶ πάλιν·
5Οὕτως οὖν πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής· ἡγούμεθα τὸ παράγγελμα ἐπὶ πλείονα διατείνειν, ὧν ἡ ἀλλοτρίωσις ἀναγκαία. Καὶ γὰρ τῷ διαβόλῳ πρὸ πάντων ἀποτασσόμεθα, καὶ τοῖς
10πάθεσι τῆς σαρκὸς, οἱ ἀπειπάμενοι τὰ κρυπτὰ τῆς αἰσχύνης, καὶ συγγενείαις σωματικαῖς, καὶ ἑται‐ ρείαις ἀνθρώπων, καὶ ἔθει βίου μαχομένῳ πρὸς τὴν ἀκρίβειαν τοῦ Εὐαγγελίου τῆς σωτηρίας. Καὶ τὸ τούτων ἀναγκαιότερον, αὐτὸς ἑαυτῷ ἀποτάσσεται ὁ
15ἀποδυσάμενος τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πρά‐ ξεσιν αὐτοῦ, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. Ἀποτάσσεται δὲ καὶ πάσαις προσπα‐ θείαις τοῦ κόσμου, ἐμποδίζειν τῷ σκοπῷ τῆς εὐσεβείας δυναμέναις. Γονεῖς μὲν οὖν ὁ τοιοῦτος
20τοὺς ἐν Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου γεννή‐ σαντας αὐτὸν ἀληθινοὺς ἡγήσεται, ἀδελφοὺς δὲ τοὺς τὸ αὐτὸ Πνεῦμα τῆς υἱοθεσίας λαβόντας, κτήμασι δὲ πᾶσιν ὡς ἀλλοτρίοις, ὅπερ ἐστὶ, προσέξει. Ἑνὶ δὲ λόγῳ, ᾧ διὰ Χριστὸν ὅλος ὁ κόσμος ἐσταύρωται, καὶ
25αὐτὸς τῷ κόσμῳ, πῶς ἔτι δύναται εἶναι μέτοχος τῶν μεριμνῶν τοῦ κόσμου; τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ἄκρον προάγοντος τό τε μῖσος τῆς ψυχῆς καὶ τὴν ἑαυτοῦ ἄρνησιν δι’ ὧν φησιν· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ
30ἀράτω τὸν σταυρὸν αὑτοῦ· καὶ τότε ἐπαγαγόντος· Καὶ ἀκολουθείτω μοι· καὶ πάλιν· Εἴ τις ἔρχεται πρὸς μὲ, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ, καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφοὺς, καὶ τὰς ἀδελφὰς, ἔτι δὲ καὶ τὴν
35ἑαυτοῦ ψυχὴν, οὐ δύναταί μου εἶναι μαθητής. Ὥστε ἡ μὲν τελεία ἀποταγή ἐστιν ἐν τῷ τὸ ἀπροσπαθὲς κατορθῶσαι καὶ πρὸς αὐτὸ τὸ ζῇν, καὶ τὸ ἀπόκριμα τοῦ θανάτου ἔχειν, ὥστε μὴ ἐφ’ ἑαυτῷ πεποιθέναι· ἄρχεται δὲ ἀπὸ τῆς τῶν ἔξωθεν
40ἀλλοτριώσεως, οἷον, κτημάτων, δόξης ματαίας, συν‐ ηθείας βίου, προσπαθείας τῶν ἀνωφελῶν, καθὰ καὶ οἱ ἅγιοι μαθηταὶ τοῦ Κυρίου ὑπέδειξαν ἡμῖν, Ἰάκω‐ βος μὲν καὶ Ἰωάννης, καταλιπόντες τὸν πατέρα αὑ‐ τῶν Ζεβεδαῖον, καὶ αὐτὸ τὸ πλοῖον τὴν πᾶσαν ἀφορ‐
45μὴν τοῦ βίου· Ματθαῖος δὲ ἀπ’ αὐτοῦ τοῦ τελωνείου ἐξαναστὰς, καὶ ἀκολουθήσας τῷ Κυρίῳ, οὐ τὰ κέρδη μόνον τὰ ἐν τῷ τελωνείῳ καταλιπὼν, ἀλλὰ καὶ τῶν κινδύνων ὑπεριδὼν, οἳ ἐπακολουθεῖν ἤμελλον αὐτῷ τε καὶ τοῖς οἰκείοις παρὰ τῆς ἐξουσίας, ἀτελεῖς τοὺς

31

.

936

(50)

λόγους τοῦ τελωνείου καταλιμπάνοντι. Παύλῳ δὲ καὶ
ὁ σύμπας κόσμος ἐσταύρωτο, καὶ αὐτὸς τῷ κόσμῳ.935

31

.

937

Οὕτως ὁ σφόδρα τῇ ἐπιθυμίᾳ τοῦ ἀκολουθεῖν Χριστῷ κατεχόμενος πρὸς οὐδὲν ἔτι τῆς ζωῆς ταύ‐ της ἐπιστραφῆναι δύναται, οὐ πρὸς γονέων ἢ οἰ‐ κείων φίλτρον, ὅταν ἐναντιούμενον ᾖ τοῖς τοῦ Κυ‐
5ρίου προστάγμασι (τότε γὰρ καιρὸν ἔχει καὶ τό· Εἴ τις ἔρχεται πρὸς μὲ, καὶ οὐ μισεῖ τὸν πατέρα αὑ‐ τοῦ, καὶ τὴν μητέρα, καὶ τὰ λοιπά)· οὐ πρὸς ἀν‐ θρώπινον φόβον, ὥστε δι’ αὐτὸν ὑποσταλῆναί τι τῶν συμφερόντων, ὅπερ κατώρθωσαν οἱ ἅγιοι,
10εἰπόντες· Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώ‐ ποις· οὐ πρὸς τὸν ἐπὶ τοῖς καλοῖς παρὰ τῶν ἔξωθεν γέλωτα, ὥστε τῷ φαυλισμῷ αὐτῶν ἡττηθῆναι. Εἰ δέ τις βούλοιτο ἀκριβέστερον καὶ τρανότερον γνω‐ ρίσαι τὸν συνεζευγμένον τόνον τῇ ἐπιθυμίᾳ τῶν
15ἀκολουθούντων τῷ Κυρίῳ, μνημονευσάτω τοῦ Ἀπο‐ στόλου διηγουμένου τὰ καθ’ ἑαυτὸν εἰς διδασκα‐ λίαν ἡμετέραν, καὶ λέγοντος· Εἴ τις δοκεῖ πε‐ ποιθέναι ἐν σαρκὶ, ἐγὼ μᾶλλον· περιτομὴ ὀκταήμερος, ἐκ γένους Ἰσραὴλ, φυλῆς Βενια‐
20μὶν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φα‐ ρισαῖος, κατὰ ζῆλον διώκων τὴν Ἐκκλη‐ σίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενό‐ μενος ἄμεμπτος· ἀλλ’ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. Ἀλλὰ
25μὲν οὖν καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν, δι’ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω. Εἰ γὰρ (ἵνα τι καὶ εἴπω τολμηρὸν μὲν, ἀληθὲς δὲ),
30εἰ τοῖς ἐκβλητοτάτοις τοῦ σώματος, καὶ ἀποπτύ‐ στοις, καὶ ὧν μάλιστα πρὸς τὴν ἀλλοτρίωσιν ἐπει‐ γόμεθα, τούτοις προσείκασεν αὐτὰ τὰ παρὰ Θεοῦ πρὸς καιρὸν δεδομένα νομικὰ προτερήματα, ὡς ἐμπόδια τῆς τοῦ Χριστοῦ γνώσεως, καὶ τῆς ἐν
35αὐτῷ δικαιοσύνης, καὶ τῆς πρὸς θάνατον αὐτοῦ συμμορφώσεως, τί ἄν τις εἴποι περὶ τῶν ἀνθρώποις νενομισμένων; Καὶ τί χρὴ λογισμοῖς ἡμετέ‐ ροις καὶ τοῖς τῶν ἁγίων ὑποδείγμασι τὸν λόγον πι‐ στοῦσθαι; ἐξὸν αὐτὰ παραθέσθαι τοῦ Κυρίου τὰ
40ῥήματα, καὶ δι’ αὐτῶν τὴν ἔμφοβον ψυχὴν δυσ‐ ωπῆσαι, σαφῶς καὶ ἀναντιῤῥήτως διαμαρτυρομένου ἐν τῷ λέγειν· Οὕτως οὖν πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχου‐ σιν, οὐ δύναταί μου εἶναι μαθητής· καὶ ἀλλα‐
45χοῦ μετὰ τὸ, Εἰ θέλεις τέλειος εἶναι, πρότερον εἰπόντος· Ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς· καὶ τότε ἐπαγαγόντος τὸ, Δεῦρο, ἀκολούθει μοι. Καὶ ἡ παραβολὴ δὲ τοῦ ἐμπόρου παντὶ σαφής ἐστι τῷ εὐγνώμονι πρὸς τοῦτο

31

.

937

(50)

φέρουσα. Ὁμοία γάρ ἐστι, φησὶν, ἡ βασιλεία τῶν
οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ, ζητοῦντι καλοὺς937

31

.

940

μαργαρίτας, ὃς εὑρὼν ἔνα πολύτιμον μαργαρί‐ την, ἀπελθὼν ἐπώλησε πάντα ὅσα εἶχε, καὶ ἠγόρασεν αὐτόν. Δῆλον γὰρ, ὅτι ὁ πολύτιμος μαρ‐ γαρίτης πρὸς τὴν ὁμοίωσιν τῆς ἐπουρανίου βασι‐
5λείας παρείληπται, ἣν ἀδύνατον ἡμῖν προσγενέσθαι ὁ τοῦ Κυρίου δείκνυσι λόγος, μὴ πάντα ὁμοῦ τὰ προσόντα ἡμῖν, καὶ πλοῦτον, καὶ δόξαν, καὶ γένος, καὶ εἴ τι ἄλλο τῶν πολλοῖς περι‐ σπουδάστων, πρὸς τὴν ἀνταλλαγὴν αὐτῆς προεμένοις. Εἶτα μέντοι καὶ ἀδύνατον πρὸς διαφόρους φρον‐ τίδας τοῦ νοῦ μεριζομένου κατορθοῦσθαι τὸ σπου‐
10δαζόμενον ὁ Κύριος ἀπεφήνατο, εἰπών· Οὐδεὶς δύ‐ ναται δυσὶ κυρίοις δουλεύειν· καὶ πάλιν· Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμμωνᾷ. Ἕνα οὖν θησαυρὸν τὸν ἐπουράνιον ἡμῖν ἐκλεκτέον, ἵνα ἐν αὐτῷ ἔχωμεν τὴν καρδίαν. Ὅπου γὰρ, φησὶν,
15ἐστὶν ὁ θησαυρός σου, ἐκεῖ καὶ ἡ καρδία σου ἔσται. Ἐὰν οὖν τι ὑπολειπώμεθα ἑαυτοῖς κτῆμα γήϊνον καὶ περιουσίαν τινὰ φθαρτὴν, ἐνταῦθα τοῦ νοῦ οἷον ἔν τινι βορβόρῳ κατορυγέντος, ἀνάγ‐ κη τὴν ψυχὴν ἀθέατον εἶναι Θεοῦ, καὶ πρὸς τὴν
20ἐπιθυμίαν τῶν ἐπουρανίων καλῶν καὶ τῶν ἀποκει‐ μένων ἡμῖν ἀγαθῶν ἐν ἐπαγγελίαις ἀκίνητον· ὧν τὴν κτῆσιν περιγίνεσθαι ἡμῖν ἀμήχανον, μὴ ἀπερι‐ σπάστου καὶ σφοδροτέρου πόθου ἄγοντος ἡμᾶς πρὸς τὴν αὐτῶν αἴτησιν, καὶ τὸν ἐπ’ αὐτοῖς πόνον
25ἐπικουφίζοντος. Ἔστιν οὖν ἡ ἀποταγὴ, ὡς ὁ λόγος ὑπέδειξε, λύσις μὲν τῶν δεσμῶν τῆς ὑλικῆς ταύτης καὶ προσκαίρου ζωῆς, ἐλευθερία δὲ τῶν ἀνθρωπίνων καθηκόντων, ἐπιτηδειοτέρους κατασκευάζουσα πρὸς τὸ ἀπάρξασθαι τῆς πρὸς Θεὸν ὁδοῦ. Τῆς τῶν πο‐
30λυτιμήτων κτήσεώς τε καὶ χρήσεως ἀκώλυτος ἀφ‐ ορμὴ τῶν Ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν. Καὶ, συνελόντα εἰπεῖν, καρδίας ἀνθρωπίνην πρὸς τὴν ἐν οὐρανῷ πολιτείαν μετάθεσις, ὥστε δύ‐ νασθαι λέγειν· Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρα‐
35νοῖς ὑπάρχει. Καὶ, τὸ μέγιστον, ἀρχὴ τῆς πρὸς Χριστὸν ὁμοιώσεως, ὃς δι’ ἡμᾶς ἐπτώχευσε, πλούσιος ὤν· ἣν εἰ μὴ κατορθώσαιμεν, ἀδύνα‐ τον ἡμᾶς τῆς κατὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ πο‐ λιτείας ἐφάψασθαι. Πότε γὰρ ἢ καρδίας συντριμ‐
40μὸς, ἢ ταπείνωσις φρονήματος, ἢ θυμοῦ, καὶ λύ‐ πης, καὶ φροντίδων, καὶ, συνελόντα εἰπεῖν, τῶν ὀλεθρίων παθῶν τῆς ψυχῆς ἀπαλλαγὴ, ἐν πλούτῳ καὶ μερίμναις βιωτικαῖς, προσπαθείᾳ τε καὶ συν‐ ηθείᾳ τῶν ἄλλων κατορθωθῆναι δύναται; Ὅλως
45δὲ, ᾧ μηδὲ περὶ αὐτῶν τῶν ἀναγκαίων μεριμνᾷν939

31

.

941

συγχωρεῖται, οἷον τροφῆς, καὶ ἐνδύματος, τούτῳ τίς ἐπιτρέπει λόγος, οἷον ἀκάνθαις συνέχεσθαι πονηραῖς ταῖς μερίμναις τοῦ πλούτου, τῆς παρὰ τοῦ γεωργοῦ τῶν ψυχῶν ἡμῶν ἐγκαταβαλλομένης σπορᾶς τὴν καρ‐
5ποφορίαν ἐμποδιζούσαις; τοῦ Κυρίου ἡμῶν εἰπόντος· Οὗτοι δέ εἰσιν οἱ εἰς τὰς ἀκάνθας σπα‐ ρέντες, οἳ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδο‐ νῶν τοῦ βίου συμπνίγονται, καὶ οὐ τελεσφο‐ ροῦσιν.
10tΕΡΩΤΗΣΙΣ Θ.
11tΕἰ χρὴ τὸν συναπτόμενον τοῖς τῷ Κυρίῳ ἀνα‐
12tκειμένοις προσαφιέναι ἀδιαφόρως τοῖς ἀγνώ‐
13tμοσι τῶν οἰκείων τὰ αὐτῷ διαφέροντα.
14tΑΠΟΚΡΙΣΙΣ.
15 Τοῦ Κυρίου εἰπόντος, Πώλησόν σου τὰ ὑπάρ‐ χοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο, ἀκολούθει μοι· καὶ πά‐ λιν· Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην· λογίζομαι, ὅτι τὸν ἐξερχόμενον ἀπὸ
20τῶν ἰδίων, σκοπῷ τοιούτῳ, οὐ χρὴ καταφρονητικῶς περὶ τῶν διαφερόντων αὐτῷ διακεῖσθαι, ἀλλὰ πει‐ ρᾶσθαι πάντα μετὰ ἀκριβείας λαβόντα, ὡς τῷ Κυ‐ ρίῳ λοιπὸν ἀφιερωμένα, μετὰ πάσης εὐλαβείας οἰκο‐ νομεῖν, ἢ δι’ ἑαυτοῦ, ἐὰν δυνατῶς καὶ ἐμπείρως ἔχῃ, ἢ
25διὰ τῶν μετὰ δοκιμασίας πολλῆς ἐπιλεγέντων, καὶ ἀπό‐ δειξιν δεδωκότων τοῦ δύνασθαι πιστῶς καὶ φρονίμως οἰκονομεῖν· εἰδότα, ὅτι οὐκ ἀκίνδυνόν ἐστιν οὔτε τὸ προσαφιέναι τοῖς οἰκείοις, οὔτε τὸ διὰ τοῦ τυχόντος οἰκονομῆσαι. Εἰ γὰρ ὁ φροντίδα βασιλικῶν κτημά‐
30των ἐγχειρισθεὶς, κἂν μὴ νοσφίσηται πολλά‐ κις ἐκ τῶν ἑτοίμων, ἀμελείᾳ δέ τινι καταπροδῷ τὰ προσκτηθῆναι δυνάμενα, οὐκ ἀπολύεται τοῦ ἐγκλήματος· τίνα χρὴ προσδοκᾷν ἐπὶ τῶν ἤδη κατονομασθέντων τῷ Κυρίῳ τὴν κατάκρι‐
35σιν ὑποστήσεσθαι, χαύνως καὶ ἠμελημένως διατε‐ θέντας· πρὸς τὴν διοίκησιν; Οὐχ ὑποδίκους εἶναι τοῦ κρίματος τῶν ἀμελούντων; κατὰ τὸ γε‐ γραμμένον· Ἐπικατάρατος πᾶς ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς.
40 Πανταχοῦ δὲ φυλακτέον ἡμῖν, μὴ, προφάσει μιᾶς ἐντολῆς, ἑτέραν φανῶμεν καταλύοντες. Οὔτε γὰρ μάχεσθαι, οὔτε συνδιαπληκτίζεσθαι τοῖς ἀγνωμονοῦσιν εὐπρεπὲς ἡμῖν· ἐπείπερ δοῦλον Κυ‐ ρίου οὐ δεῖ μάχεσθαι, ἀλλὰ τὸν ἀγνωμονούμενον
45παρὰ τῶν κατὰ σάρκα συγγενῶν μνημονεύειν χρὴ τοῦ Κυρίου εἰπόντος, ὅτι Οὐκ ἔστιν ὅστις ἀφ‐ ῆκεν οἰκίαν, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ πατέρα,
ἢ μητέρα, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγροὺς, οὐχ941

31

.

944

ἁπλῶς, ἀλλ’ ἕνεκεν ἐμοῦ καὶ τοῦ Εὐαγγελίου, ὃς οὐ μὴ λάβῃ ἑκατονταπλασίονα ἐν τῷ καιρῷ τούτῳ, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώ‐ νιον. Τοῖς γε μὴν ἀγνωμονοῦσι διαμαρτύρασθαι
5χρὴ τὴν τῆς ἱεροσυλίας ἁμαρτίαν, κατὰ τὴν ἐντο‐ λὴν τοῦ Κυρίου εἰπόντος· Ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν, καὶ τὰ ἑξῆς. Δικά‐ ζεσθαι δὲ περὶ αὐτῶν ἐπὶ δικαστηρίων ἐξωτι‐ κῶν ἀπηγόρευσεν ὁ τῆς θεοσεβείας λόγος δι’ ὧν
10φησι· Τῷ θέλοντί σε κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον· καὶ ὅτι Τολμᾷ τις ὑμῶν, πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον, κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; Καὶ ἐπὶ τούτων δὲ εἰς κρίσιν προσκαλεσώ‐
15μεθα, πλείονα λόγον ἔχοντες τῆς τοῦ ἀδελφοῦ σωτηρίας, ἢ τῆς τῶν χρημάτων περιουσίας. Καὶ γὰρ ὁ Κύριος εἰπὼν, Ἐάν σου ἀκούσῃ, ἐπήγαγεν, Ἐκέρδησας, οὐχὶ τὰ χρήματα, ἀλλὰ τὸν ἀδελ‐ φόν σου. Ἔστι δὲ ὅτε ὑπὲρ τοῦ τρανωθῆναι τὴν
20ἀλήθειαν, αὐτοῦ πολλάκις ἡμᾶς τοῦ τῆς ἀγνω‐ μοσύνης κατάρχοντος εἰς κοινὴν δίαιταν προκαλου‐ μένου, συγκαταβαίνομεν πρὸς τὸν ἔλεγχον, οὐκ αὐ‐ τοὶ κατάρξαντες, ἀλλὰ τοῖς προσκαλεσαμένοις ἀκο‐ λουθοῦντες, οὐκ ἴδιον πάθος ὀργῆς ἢ φιλονεικίας
25πληροφοροῦντες, ἀλλὰ τὴν ἀλήθειαν φανεροῦν‐ τες. Οὕτω γὰρ κἀκεῖνον καὶ ἄκοντα τῶν κακῶν ἐξαιρήσομεν, καὶ αὐτοὶ τὰς ἐντολὰς οὐ παρελευσό‐ μεθα, ὡς Θεοῦ διάκονοι ἄμαχοι καὶ ἀφιλάργυροι, τῇ φανερώσει τῆς ἀληθείας εὐσταθῶς συνιστάμενοι, καὶ οὐδαμοῦ τὸ δεδομένον μέτρον τῆς σπουδῆς ὑπερβαίνοντες.
30tΕΡΩΤΗΣΙΣ Ιʹ.
31tΠότερον χρὴ πάντας τοὺς προσιόντας δέχεσθαι,
32tἢ τίνας; καὶ εὐθὺς αὐτοὺς προσίεσθαι, ἢ μετὰ
33tδοκιμασίας, καὶ ποίας ταύτης;
34tΑΠΟΚΡΙΣΙΣ.
35 Τοῦ φιλανθρώπου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰη‐ σοῦ Χριστοῦ κηρύσσοντος καὶ λέγοντος· Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες, καὶ πεφορτισμέ‐ νοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· οὐκ ἀκίνδυνον ἀπ‐ ωθεῖσθαι τοὺς τῷ Κυρίῳ δι’ ἡμῶν προσιόντας, καὶ
40ὑπελθεῖν αὐτοῦ τὸν χρηστὸν ζυγὸν, καὶ τὸ τῶν ἐν‐ τολῶν φορτίον, τὸ πρὸς οὐρανὸν ἡμᾶς ἀνακουφίζον, βουλομένους. Οὐ μὴν οὐδὲ ἀνίπτοις ποσὶν ἐπιτρέπειν χρὴ τῆς σεμνότητος ἐπιβαίνειν τῶν διδαγμάτων· ἀλλ’ ὥσπερ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὸν
45προσελθόντα νεανίσκον ἐπηρώτησε περὶ τοῦ προτέ‐
ρου βίου, καὶ μαθὼν, ὅτι κατώρθωται, τὸ πρὸς τὴν943

31

.

945

τελείωσιν ἐλλεῖπον ἔτι πληρῶσαι προσέταξε, καὶ τότε ἐπέτρεψεν ἀκολουθεῖν· οὕτω δηλονότι καὶ ἡμᾶς προσήκει τὸν παρελθόντα βίον τῶν προσιόντων καταμανθάνειν· καὶ οἷς μὲν ἤδη τι προκατώρθωται,
5τὰ τελειότερα τῶν διδαγμάτων παραδιδόναι, τοὺς δὲ ἢ ἐκ βίου πονηροῦ μετατιθεμένους, ἢ ἐκ τῆς ἀδιαφορίας πρὸς τὸν ἀκριβῆ βίον τῆς θεογνωσίας ὁρμήσαντας ἀνακρίνειν χρὴ, ὁποῖοι τὸ ἦθός εἰσι· μὴ ἄστατοι, καὶ πρὸς τὰς κρίσεις εὐκίνητοι.
11 Ὕποπτον γὰρ τῶν τοιούτων τὸ εὐμετάθετον, οἳ, πρὸς τὸ μηδὲν ἑαυτοὺς ὠφελῆσαι, ἔτι καὶ ἑτέροις αἴτιοι βλάβης γίνονται, ὀνείδη καὶ ψεύδη, καὶ βλασ‐ φημίας πονηρὰς τοῦ ἔργου ἡμῶν κατέχοντες. Ἐπεὶ
15δὲ πάντα ἐπιμελείᾳ κατορθοῦται, καὶ φόβος Θεοῦ παντοίων ἐλαττωμάτων ψυχῆς περιγίνεται, οὐδὲ τούτων ἀπογνωστέον εὐθὺς, ἀλλὰ ἄγειν αὐτοὺς εἰς τὰ προσήκοντα γυμνάσια δεῖ, χρόνῳ καὶ ἐπιπό‐ νοις ἀγωνίσμασι πεῖραν τῆς κρίσεως αὐτῶν λαμβά‐
20νοντας, ὡς, ἐάν τι βέβαιον παρ’ αὐτοῖς εὕρωμεν, ἀκινδύνως αὐτοὺς προσίεσθαι· εἰ δὲ μὴ, ἔξω ὄντας, ἀποπέμπεσθαι· ὥστε ἀζήμιον τὴν πεῖραν τῇ ἀδελφότητι γίνεσθαι. Δοκιμάζειν δὲ χρὴ καὶ εἴ τις, ἐν ἁμαρτήμασι προληφθεὶς, ἀνεπαισχύντως ἐξαγο‐
25ρεύει τὰ κρυπτὰ τῆς αἰσχύνης, καὶ κατήγορος ἑαυ‐ τοῦ γίνεται· ὁμοῦ τε καταισχύνων καὶ ἀπο‐ ποιούμενος τοὺς τῶν πονηρῶν ἔργων ἑαυτοῦ συνερ‐ γοὺς, κατὰ τὸν εἰπόντα· Ἀπόστητε ἀπ’ ἐμοῦ, πάν‐ τες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· καὶ ἀσφάλειαν
30ἑαυτῷ εἰς τὸν ἑξῆς βίον κτώμενος, πρὸς τὸ μηκέτι τοῖς ὁμοίοις πάθεσι περιπεσεῖν. Κοινὸς δὲ ἐπὶ πάν‐ των δοκιμασίας τρόπος, εἰ πρὸς πᾶσαν ταπεινοφρο‐ σύνην ἀνεπαισχύντως διάκεινται, ὡς καὶ τὰς εὐτελεστάτας δέχεσθαι τέχνας, ἐὰν τὴν ἐκείνων ἐρ‐
35γασίαν χρήσιμον εἶναι ὁ λόγος ἐγκρίνῃ. Καὶ ἐπει‐ δὰν διὰ πάσης ἐξετάσεως ἕκαστος παρὰ τῶν ἐπιστημόνως ἐρευνᾷν. τὰ τοιαῦτα δυναμένων, ὥσπερ τι σκεῦος εὔχρηστον τῷ Δεσπότῃ, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἕτοιμον ἀποδειχθῇ, συναριθμείσθω
40τοῖς ἀνατεθεικόσιν ἑαυτοὺς τῷ Κυρίῳ. Μάλιστα δὲ τῷ ἀπό τινος περιφανεστέρου βίου πρὸς τὴν καθ’ ὁμοίωσιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ταπεινο‐ φροσύνην ἐπειγομένῳ, ὁρίζειν χρή τινα τῶν
ἐπονειδίστων εἶναι δοκούντων παρὰ τοῖς ἔξωθεν, καὶ945

31

.

948

ἐπιτηρεῖν εἰ μετὰ πάσης πληροφορίας ἐργάτην ἀν‐ επαίσχυντον τῷ Θεῷ ἑαυτὸν παρίστησιν.
4tΕΡΩΤΗΣΙΣ ΙΑʹ.
5tΠερὶ δούλων.
6tΑΠΟΚΡΙΣΙΣ.
7 Ὅσοι δὲ ὑπὸ ζυγὸν ὄντες δοῦλοι ταῖς ἀδελφότησι προσφεύγουσι, νουθετηθέντας αὐτοὺς, καὶ βελτιωθέν‐ τας ἀποπέμπεσθαι χρὴ τοῖς δεσπόταις, καθ’ ὁμοίω‐
10σιν τοῦ μακαρίου Παύλου, ὃς, τὸν Ὀνήσιμον γεννή‐ σας διὰ τοῦ Εὐαγγελίου, ἀνέπεμψε τῷ Φιλήμονι, τὸν μὲν πληροφορήσας, ὅτι ὁ ζυγὸς τῆς δουλείας εὐαρέστως τῷ Κυρίῳ κατορθούμενος βασιλείας οὐρα‐ νῶν ἄξιον συνίστησι· τὸν δὲ παρακαλέσας οὐ μό‐
15νον ἀνεῖναι τὴν κατ’ αὐτοῦ ἀπειλὴν, μεμνημέ‐ νον τοῦ ἀληθινοῦ Κυρίου εἰπόντος, Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τὰ παραπτώματα ὑμῶν, ἀλλὰ καὶ χρηστοτέραν ἔχειν πρὸς αὐτὸν τὴν διάθεσιν,
20τῷ γράψαι· Τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, οὐκέτι ὡς δοῦλον, ἀλλ’ ὑπὲρ δοῦλον ἀδελφὸν ἀγαπητόν. Εἰ μέντοι κακὸς ὁ δεσπότης τύχοι, παράνομά τινα ἐπιτάσσων, καὶ πρὸς παράβασιν ἐντολῆς τοῦ ἀληθι‐
25νοῦ Δεσπότου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὸν δοῦλον βιαζόμενος, ἀγωνίζεσθαι χρὴ, ὅπως μὴ τὸ ὄνομα τοῦ Θεοῦ βλασφημηθῇ διὰ τὸν δοῦλον ἐκεῖνον ποιήσαντά τι, ὃ μὴ ἀρέσκει Θεῷ. Κατ‐ ορθοῦται δὲ ὁ ἀγὼν ἢ ἐν τῷ τὸν δοῦλον ἐκεῖνον κατ‐
30αρτισθῆναι πρὸς ὑπομονὴν τῶν ἐπιφερομένων αὐτῷ παθημάτων, ὑπὲρ τοῦ πειθαρχῆσαι Θεῷ μᾶλλον ἢ ἀνθρώπῳ, καθὼς γέγραπται, ἢ ἐν τῷ τοὺς ὑπο‐ δεξαμένους ἀναδέξασθαι ὡς ἀρέσκει Θεῷ τοὺς ὑπὲρ αὐτοῦ ἐπαγομένους αὐτοῖς πειρασμούς.
35tΕΡΩΤΗΣΙΣ ΙΒʹ.
36tὍπως χρὴ τοὺς ἐν συζυγίᾳ προσδέχεσθαι.
37tΑΠΟΚΡΙΣΙΣ.
38 Καὶ τοὺς ἐν συζυγίᾳ δὲ γάμου τοιούτῳ βίῳ προσ‐ ερχομένους ἀνακρίνεσθαι δεῖ, εἰ ἐκ συμφώνου
40τοῦτο ποιοῦσι κατὰ τὴν διαταγὴν τοῦ Ἀποστόλου (Τοῦ γὰρ ἰδίου σώματος, φησὶν, οὐκ ἐξουσιάζει)· καὶ οὕτως ἐπὶ πλειόνων μαρτύρων δέχεσθαι τὸν προσερχόμενον. Τῆς γὰρ πρὸς Θεὸν ὑπακοῆς οὐ‐
δὲν προτιμότερον. Εἰ δὲ διαστασιάζοι τὸ ἕτερον947

31

.

949

μέρος, καὶ διαμάχοιτο, ἔλαττον φροντίζον τῆς πρὸς Θεὸν εὐαρεστήσεως, μνημονευέσθω ὁ Ἀπόστολος λέγων· Ἐν δὲ εἰρήνῃ κέκληκεν ἡμᾶς ὁ Θεός· καὶ πληρούσθω τὸ πρόσταγμα τοῦ Κυρίου εἰπόντος·
5Εἴ τις ἔρχεται πρὸς μὲ, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ, καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ τὰ λοιπὰ, οὐ δύναταί μου εἶναι μαθητής. Τῆς γὰρ πρὸς Θεὸν ὑπακοῆς οὐδὲν προτι‐ μότερον. Ἡμεῖς δὲ ἔγνωμεν ἐν πολλοῖς πολλάκις καὶ
10διὰ συντόνου προσευχῆς καὶ νηστείας ἀνενδότου τὸν σκοπὸν τῆς ἐν ἀγνείᾳ ζωῆς περιγενόμενον, τοῦ Κυ‐ ρίου τοὺς μέχρι παντὸς ἀπειθοῦντας καὶ δι’ ἀνάγ‐ κης πολλάκις σωματικῆς τῇ συγκαταθέσει τῆς ὀρθῆς κρίσεως ὑπάγοντος.
15tΕΡΩΤΗΣΙΣ ΙΓʹ.
16tὍτι χρήσιμον τοῖς εἰσαγομένοις καὶ τὸ διὰ σιω‐
17tπῆς γυμνάσιον.
18tΑΠΟΚΡΙΣΙΣ.
19Ἀγαθὸν δὲ τοῖς εἰσαγομένοις καὶ τὸ διὰ σιωπῆς
20γυμνάσιον. Ὁμοῦ τε γὰρ ἀπόδειξιν τῆς ἐγκρατείας ἱκανὴν παρέξονται, γλώσσης κρατοῦντες, καὶ ἐν ἡσυχίᾳ συντόνως καὶ ἀμετεωρίστως μαθήσονται παρὰ τῶν ἐπιστημόνως κεχρημένων τῷ λόγῳ, πῶς δεῖ καὶ ἐρωτᾷν, καὶ ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.
25Ἔστι γὰρ καὶ τόνος φωνῆς, καὶ συμμετρία λόγου, καὶ καιροῦ ἐπιτηδειότης, καὶ ῥημάτων ἰδιότης, οἰκεία καὶ διαφέρουσα τοῖς εὐσεβέσιν, ἣν οὐχ οἷόν τε διδαχθῆναι, μὴ τὰ ἐκ τῆς συνηθείας ἀπομαθόν‐ τα· τῆς σιωπῆς ὁμοῦ τε λήθην τῶν προτέρων διὰ
30τῆς ἀργίας ἐμποιούσης, καὶ σχολὴν πρὸς τὴν τῶν ἀγαθῶν μάθησιν παρεχομένης. Ὥστε, ἐὰν μή τις ἢ οἰκεία χρεία πρός τε τὴν ἐπιμέλειαν τῆς ἑαυτοῦ ψυχῆς, καὶ πρὸς τὴν ἀπαραίτητον τοῦ ἐν χερσὶν ἔργου ἀνάγκην, ἢ ἐπερώτημά τι τοιοῦτον προσ‐
35αγόμενον κατεπείγῃ, ἐν σιωπῇ διάγειν, ἐκτὸς δηλον‐ ότι ψαλμῳδίας.
37tΕΡΩΤΗΣΙΣ ΙΔʹ.
38tΠερὶ τῶν ἑαυτοὺς τῷ Θεῷ καθομολογησαμένων,
39tεἶτα τὴν ὁμολογίαν ἀθετεῖν ἐπιχειρούντων.
40tΑΠΟΚΡΙΣΙΣ.
41 Παραδεχθέντα μέντοι εἰς τὴν ἀδελφότητα τούτων ἕκαστον, εἶτα τὴν ὁμολογίαν ἀθετήσαντα, οὕτω χρὴ ὁρᾶσθαι, ὡς εἰς Θεὸν ἐξαμαρτόντα, ἐφ’ οὗ καὶ εἰς ὂν τὴν ὁμολογίαν τῶν συνθηκῶν κατέθετο. Ἐὰν δὲ
45εἰς Θεόν τις, φησὶν, ἁμάρτῃ, καὶ τίς προσεύξε‐ ται περὶ αὐτοῦ; Ὁ γὰρ ἀναθεὶς ἑαυτὸν τῷ Θεῷ, εἶτα πρὸς ἄλλον βίον ἀποπηδήσας, ἱερόσυλος
γέγονεν, αὐτὸς ἑαυτὸν διακλέψας, καὶ ἀφελόμενος949

31

.

952

τοῦ Θεοῦ τὸ ἀνάθημα. Οἷς εὔλογόν ἐστι, μηκέτι θύραν τῶν ἀδελφῶν ἀνοίγεσθαι, μηδὲ εἰ κατὰ ψιλήν ποτε πάροδον σκέπης ἕνεκεν ἐπιδημήσειαν. Ὁ γὰρ ἀποστολικὸς κανὼν φανερὸς, κελεύων ἡμᾶς στέλ‐
5λεσθαι ἀπὸ παντὸς ἀτάκτου, καὶ μὴ συναναμίγνυ‐ σθαι αὐτῷ, ἵνα ἐντραπῇ.
7tΕΡΩΤΗΣΙΣ ΙΕʹ.
8tἈπὸ ποίας ἡλικίας ἐπιτρέπειν χρὴ καθομολογεῖν
9tἑαυτοὺς τῷ Θεῷ, καὶ τὴν τῆς παρθενίας
10tὁμολογίαν πότε βεβαίαν ἡγεῖσθαι.
11tΑΠΟΚΡΙΣΙΣ.
12 Τοῦ Κυρίου λέγοντος· Ἄφετε τὰ παιδία ἔρχε‐ σθαι πρὸς μὲ, καὶ τοῦ Ἀποστόλου ἐπαινοῦντος τὸν ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα μεμαθηκότα, καὶ
15πάλιν παραγγέλλοντος ἐκτρέφειν τὰ τέκνα ἐν παι‐ δείᾳ καὶ νουθεσίᾳ Κυρίου, πάντα καιρὸν, καὶ τὸν τῆς πρώτης ἡλικίας εὔθετον εἶναι πρὸς τὴν τῶν προσιόντων παραδοχὴν δοκιμάζομεν, τὰ μὲν ἔρημα γονέων ἀφ’ ἑαυτῶν προσλαμβανόμενοι, ὥστε γε‐
20νέσθαι κατὰ τὸν ζῆλον τοῦ Ἰὼβ ὀρφανῶν πατέρας· τὰ δὲ ὑπὸ γονεῖς ὄντα, παρ’ αὐτῶν ἐκείνων προσ‐ αγόμενα, ἐπὶ πολλῶν μαρτύρων δεχόμενοι, ὥστε μὴ δοῦναι ἀφορμὴν τοῖς θέλουσιν ἀφορμήν· ἀλλὰ πᾶν ἄδικον στόμα τῶν λαλούντων καθ’ ἡμῶν βλασ‐
25φημίαν ἐπισχεθῆναι. Δέχεσθαι μὲν οὖν χρὴ, κατὰ τοῦτον τὸν λόγον, οὐ μὴν εὐθὺς αὐτὰ, καὶ συν‐ αριθμεῖσθαι καὶ συγκαταλέγεσθαι τῷ σώματι προσ‐ ήκει τῶν ἀδελφῶν, ὥστε μὴ τὰ ἐκ τῆς ἀποτυχίας αὐτῶν ὀνείδη ἐπὶ τὸν βίον τὸν κατ’ εὐσέβειαν ἀναφέ‐
30ρεσθαι· ἀλλ’ ἐκτρέφεσθαι μὲν αὐτὰ ἐν πάσῃ εὐσε‐ βείᾳ ὡς κοινὰ τέκνα τῆς ἀδελφότητος, ἀφωρίσθαι δὲ καὶ οἴκους καὶ δίαιταν τοῖς τε ἄρσεσι τῶν παί‐ δων, καὶ ταῖς θηλείαις, ὡς μήτε παῤῥησίαν, μήτε θάρσος ἄμετρον πρὸς τοὺς πρεσβυτέρους αὐτοῖς ἐγ‐
35γίνεσθαι, τῷ δὲ σπανίῳ τῆς συντυχίας τὸ πρὸς τοὺς προάγοντας αἰδέσιμον σώζεσθαι· μήτε ἐκ τῶν ἐπιτιμίων τῶν προσαγομένων τοῖς τελειοτέροις ἐν τοῖς παροράμασι τῶν καθηκόντων, εἴποτε ἄρα μετ‐ εωρισθῆναι συμβαίη, εὐχέρειαν αὐτοῖς τῶν ἁμαρ‐
40τημάτων, ἢ ἔπαρσιν πολλάκις κατὰ τὸ λεληθὸς ἐντίκτεσθαι, ὅταν ἐν οἷς αὐτοὶ κατορθοῦσι, πολ‐ λάκις τοὺς πρεσβυτέρους ἴδωσι διαπταίοντας. Δια‐ φέρει γὰρ οὐδὲν τοῦ νηπίου καθ’ ἡλικίαν ὁ ταῖς φρεσὶ νηπιάζων. Ὥστε οὐδὲν θαυμαστὸν καὶ τὰ
45αὐτὰ πάθη πολλάκις ἐν ἀμφοτέροις εὑρίσκεσθαι.951

31

.

953

Μήτε μὴν ἐν οἷς διὰ τὴν ἡλικίαν τὸ πρέπον τοῖς πρεσβυτέροις σώζεται, πρὸς ταῦτα τοὺς νέους διὰ τῆς συναναστροφῆς πρὸ καιροῦ ἀπρεπῶς προπε‐ τεύεσθαι.
5 Ταύτης τε οὖν τῆς οἰκονομίας ἕνεκεν καὶ τῆς λοιπῆς σεμνότητος διωρίσθαι χρὴ τῶν παίδων καὶ τῶν τελειοτέρων τὴν οἴκησιν. Καὶ ἅμα οὐδὲ θόρυβον ἕξει ὁ οἶκος τῶν ἀσκητῶν ἐν τῇ μελέτῃ τῶν δι‐ δαγμάτων ἀναγκαίᾳ οὔσῃ τοῖς νέοις. Ἀλλὰ προσ‐
10ευχαὶ μὲν κοιναὶ καὶ παισὶ καὶ πρεσβυτέροις ἔστω‐ σαν, αἱ κατὰ τὴν ἡμέραν διατετυπωμέναι· τοῖς τε γὰρ παιδίοις ἐθισμὸς ἐκ τοῦ ζήλου τῶν τελειοτέρων πρὸς κατάνυξιν, καὶ τοῖς προάγουσιν οὐ μικρὰ ἐν προσευχαῖς ἡ παρὰ νηπίων βοήθεια· μελέται δὲ
15ἰδιάζουσαι, καὶ δίαιται κατά τε ὕπνον καὶ ἐγρή‐ γορσιν, καὶ τροφῆς καιρὸν, καὶ μέτρον καὶ ποιότη‐ τα παιδίοις πρεπόντως ἀφωρίσθω. Ἐπιτετάχθω δὲ τοῖς τοιούτοις ὁ καθ’ ἡλικίαν προήκων, καὶ τὴν ἐμπειρίαν ὑπὲρ τοὺς ἄλλους ὢν, καὶ μαρτυρίαν ἔχων
20ἐπὶ μακροθυμίᾳ· ὥστε πατρικῇ μὲν εὐσπλαγχνίᾳ, λόγῳ δὲ ἐπιστημονικῷ τὰ ἁμαρτήματα τῶν νέων ἐπανορθοῦσθαι, οἰκείας ἑκάστῳ πταίσματι τὰς θε‐ ραπείας προσάγοντα, ὥστε τὸ αὐτὸ καὶ ἐπι‐ τίμησιν ἔχειν τοῦ ἁμαρτήματος, καὶ γυμνάσιον
25ἀπαθείας τῇ ψυχῇ γίνεσθαι. Οἷον, ὠργίσθη πρὸς τὸν ὁμήλικα; τοῦτον θεραπεῦσαι, καὶ ὑπηρετῆσαι αὐτῷ κατὰ ἀναλογίαν τοῦ τολμήματος ἀναγκασθήτω. Ὁ γὰρ πρὸς τὴν ταπείνωσιν ἐθισμὸς οἷον ἐκτέ‐ μνει τῆς ψυχῆς τὸ θυμούμενον, τῆς ἐπάρσεως
30ὡς τὰ πολλὰ ἡμῖν τὴν ὀργὴν ἐμποιούσης. Ἥψατο βρωμάτων παρὰ καιρόν; ἐπὶ πλεῖστον τῆς ἡμέρας ἀπόσιτος ἔστω. Ἀμέτρως ἢ ἀσχημόνως σιτούμενος κατεγνώσθη; κατὰ τὸν καιρὸν τῆς τροφῆς εἰργόμε‐ νος τῶν σιτίων, ὁρᾷν τοὺς ἄλλους κατ’ ἐπιστήμην
35ἐσθίοντας ἀναγκαζέσθω, ὥστε καὶ κολάζεσθαι τῇ ἀποχῇ, καὶ διδάσκεσθαι τὴν σεμνότητα. Λόγον ἀφῆ‐ κεν ἀργὸν, ὕβριν εἰς τὸν πλησίον, ψεῦδος, ἄλλο τι τῶν ἀπηγορευμένων; Τῇ τε γαστρὶ καὶ τῇ σιωπῇ σωφρονιζέσθω.
40 Δεῖ δὲ καὶ τὴν τῶν γραμμάτων μελέτην οἰκείαν εἶναι τῷ σκοπῷ· ὥστε καὶ ὀνόμασιν αὐτοὺς τοῖς ἐκ τῶν Γραφῶν κεχρῆσθαι, καὶ ἀντὶ μύθων τὰς τῶν παραδόξων ἔργων ἱστορίας αὐτοῖς διηγεῖσθαι, καὶ γνώμαις παιδεύειν ταῖς ἐκ τῶν Παροιμιῶν, καὶ
45ἆθλα μνήμης ὀνομάτων τε καὶ πραγμάτων αὐτοῖς προτιθέναι, ὥστε μετὰ τερπνότητος καὶ ἀνέσεως ἀλύπως αὐτοῖς καὶ ἀπροσκόπως τὸν σκοπὸν διανύ‐
εσθαι. Καὶ ἡ προσοχὴ δὲ τῆς διανοίας, καὶ ὁ953

31

.

956

τοῦ μὴ μετεωρίζεσθαι ἐθισμὸς, εὐκόλως ἂν διὰ τῆς ὀρθῆς ἀγωγῆς τοῖς τοιούτοις ἐγγένοιτο, εἰ παρὰ τῶν ἐπιστατούντων συνεχῶς ἀνακρίνοιντο, ποῦ ἔχουσι τὴν διάνοιαν, καὶ τί στρέφουσιν ἐν τοῖς λο‐
5γισμοῖς. Τὸ γὰρ ἁπλοῦν τῆς ἡλικίας καὶ ἄδολον, καὶ πρὸς τὸ ψεῦδος ἀνεπιτήδειον, ἐξαγορεύει μὲν εὐκόλως τὰ ἀπόῤῥητα τῆς ψυχῆς· ὑπὲρ δὲ τοῦ μὴ συνεχῶς ἐγκαταλαμβάνεσθαι τοῖς ἀπηγορευμένοις, ὁ τοιοῦτος φεύγοι ἂν τὰς τῶν ἀτόπων ἐννοίας, καὶ
10συνεχῶς ἑαυτὸν ἐκ τῶν ἀτόπων ἀνακαλέσεται, τὴν ἐκ τῶν ἐλέγχων αἰσχύνην φοβούμενος. Εὔπλαστον οὖν ἔτι οὖσαν καὶ ἁπαλὴν τὴν ψυ‐ χὴν, καὶ ὡς κηρὸν εὔεικτον, ταῖς τῶν ἐπιβαλλομέ‐ νων μορφαῖς ῥᾳδίως ἐκτυπουμένην, πρὸς πᾶσαν
15ἀγαθῶν ἄσκησιν εὐθὺς καὶ ἐξ ἀρχῆς ἐνάγεσθαι χρή· ὥστε τοῦ λόγου προσγενομένου, καὶ τῆς δια‐ κριτικῆς ἕξεως προσελθούσης, δρόμον ὑπάρχειν ἐκ τῶν ἐξ ἀρχῆς στοιχείων, καὶ τῶν παραδοθέντων τῆς εὐσεβείας τύπων, τοῦ μὲν λόγου τὸ χρήσιμον ὑποβάλ‐
20λοντος, τοῦ δὲ ἔθους εὐμάρειαν πρὸς τὸ κατορθοῦν ἐμποιοῦντος. Τότε καὶ τὴν ὁμολογίαν τῆς παρθενίας προσίεσθαι δεῖ, ὡς ἤδη βεβαίαν, καὶ ἀπὸ γνώμης οἰκείας καὶ κρίσεως γινομένην μετὰ τὴν τοῦ λό‐ γου συμπλήρωσιν· μεθ’ ὃν καὶ τιμαὶ, καὶ τι‐
25μωρίαι τοῖς ἁμαρτάνουσιν, ἢ τοῖς κατορθοῦσι παρὰ τοῦ δικαίου κριτοῦ κατὰ τὴν τῶν ἔργων ἀξίαν δί‐ δονται. Μάρτυρας δὲ τῆς γνώμης τοὺς προεστῶ‐ τας τῶν ἐκκλησιῶν παραλαμβάνειν, ὥστε δι’ αὐτῶν καὶ τὸν ἁγιασμὸν τοῦ σώματος ὥσπερ τι ἀνάθημα τῷ
30Θεῷ καθιεροῦσθαι, καὶ βεβαίωσιν εἶναι τοῦ γι‐ νομένου διὰ τῆς μαρτυρίας. Ἐπὶ στόματος γὰρ, φησὶ, δύο ἢ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα. Οὕτω γὰρ καὶ ἡ σπουδὴ τῶν ἀδελφῶν τὸ ἀβλασφήμητον ἕξει, καὶ τοῖς ἑαυτοὺς καθομολογη‐
35σαμένοις Θεῷ, εἶτα ἀθετεῖν ἐπιχειροῦσιν, ἀφορμὴ πρὸς ἀναισχυντίαν οὐχ ὑπολειφθήσεται. Ὁ δὲ μὴ καταδεχόμενος τὸν ἐν παρθενίᾳ βίον, ὡς οὐ δυνά‐ μενος μεριμνᾷν τὰ τοῦ Κυρίου, ἐπὶ τῶν αὐτῶν μαρτύρων ἀπολυέσθω. Τόν γε μὴν καθομολογησά‐
40μενον μετὰ πολλὴν ἀνάκρισιν καὶ ἐπίσκεψιν, ἣν ἐν πλείοσιν ἡμέραις ἐπιτρέπειν αὐτῷ ποιεῖσθαι καθ’ ἑαυτὸν προσήκει, ὡς μὴ δόξαι τι καθ’ ὑπαρπαγὴν παρ’ ἡμῶν γίνεσθαι, οὕτως ἤδη παραδέχεσθαι δεῖ, καὶ ἐναρίθμιον ποιεῖσθαι τῇ ἀδελφότητι, καὶ
45οἴκου καὶ διαίτης τῆς αὐτῆς τοῖς τελειοτέροις μεθ‐ έξοντα. Ὃ δὲ παρέλαθεν ἡμᾶς εἰπεῖν, οὐδὲ νῦν προσ‐ θεῖναι ἄκαιρον, ὅτι διὰ τό τινας τῶν τεχνῶν εὐθὺς ἐκ νηπίου ἐπιτηδεύεσθαι δεῖν, ἐπειδὰν ἤδη τινὲς
τῶν παίδων ἐπιτηδείως ἔχοντες φανῶσι πρὸς τὴν955

31

.

957

μάθησιν, τὸ μὲν συνδιημερεύειν αὐτοὺς τοῖς διδα‐ σκάλοις τῆς τέχνης οὐκ ἀπαγορεύομεν· νύκτωρ δὲ ἀναγκαίως πρὸς τοὺς ὁμήλικας μεθιστῶμεν, μεθ’ ὧν καὶ τῆς τροφῆς αὐτοῖς ἀναγκαῖον μεταλαμ‐
βάνειν.957

31

.

961

(8t)

ΕΡΩΤΗΣΙΣ ΙΖʹ.
9tὍτι δεῖ καὶ γέλωτος ἐγκρατῶς ἔχειν.
10tΑΠΟΚΡΙΣΙΣ.
11 Καὶ τὸ παρὰ τοῖς πολλοῖς δὲ παρορώμενον οὐ μετρίας φυλακῆς τοῖς ἀσκουμένοις ἄξιον. Τὸ γὰρ γέλωτι ἀκρατεῖ καὶ ἀσχέτῳ κατέχεσθαι, ἀκρασίας σημεῖον, καὶ τοῦ μὴ κατεσταλμένα ἔχειν τὰ κινήμα‐
15τα, καὶ τοῦ μὴ ἀκριβεῖ λόγῳ τῆς ψυχῆς τὸ χαῦνον καταπιέζεσθαι. Ἄχρι μὲν γὰρ μειδιάματος φαιδροῦ τὴν διάχυσιν τῆς ψυχῆς ὑποφαίνειν οὐκ ἀπρεπὲς, ὅσον δεῖξαι μόνον τὸ γεγραμμένον· Καρδίας εὐφραινομέ‐ νης, πρόσωπον θάλλει· ἐγκαγχάζειν δὲ τῇ φωνῇ,
20καὶ ἀναβράζεσθαι ἀπροαιρέτως τὸ σῶμα, οὐ τοῦ κατεσταλμένου τὴν ψυχὴν, οὐδὲ τοῦ δοκίμου, οὐδὲ τοῦ περικρατῶς ἔχοντος ἑαυτοῦ. Τοῦτο εἶδος τοῦ γέλωτος καὶ ὁ Ἐκκλησιαστὴς παραιτούμενος, ὡς περιτρέπον μάλιστα τὸ σταθερὸν τῆς ψυχῆς, φησί·
25Τῷ γέλωτι εἶπα περιφοράν· καί· Ὡς φωνὴ τῶν ἀκανθῶν ὑπὸ τὸν λέβητα, οὕτως ὁ γέλως τῶν ἀφρόνων. Καὶ ὁ Κύριος τὰ μὲν ἀναγκαῖα πάθη τῆς σαρκὸς ὑπομείνας φαίνεται, καὶ ὅσα ἀρετῆς μαρ‐ τυρίαν φέρει· οἷον κόπον, καὶ τὸν ἐπὶ τοῖς θλιβομένοις
30ἔλεον· γέλωτι δὲ μηδαμοῦ χρησάμενος, ὅσον ἐκ τῆς τῶν Εὐαγγελίων ἱστορίας, ἀλλὰ καὶ ταλανίζων τοὺς κατεχομένους ὑπ’ αὐτοῦ. Μὴ παρακρουέσθω δὲ ἡμᾶς ἡ ὁμωνυμία τοῦ γέλωτος. Σύνηθες γὰρ τῇ Γραφῇ πολλάκις τὴν χαρὰν τῆς ψυχῆς καὶ τὴν φαιδρὰν
35ἐπὶ τοῖς ἀγαθοῖς διάθεσιν γέλωτα ὀνομάζειν, ὡς ἡ Σάῤῥα φησί· Γέλωτά μοι ἐποίησεν ὁ Θεός· καὶ τὸ, Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· καὶ τὸ ἐν τῷ Ἰὼβ δὲ κείμενον· Ἀληθινὸν δὲ στόμα ἐμπλήσει γέλωτος. Ταῦτα γὰρ πάντα ἀντὶ ἱλαρότη‐
40τος ἐπὶ τῆς κατὰ ψυχὴν ἀγαλλιάσεως εἴληπται τὰ ὀνό‐
ματα. Ὥστε ὁ παντὸς πάθους ἀνώτερος, καὶ μηδένα959

31

.

964

ἐξ ἡδονῆς ἐρεθισμὸν πάσχων, ἢ καὶ προϊέμενος, ἀλλ’ ἐγκρατῶς καὶ ἀνενδότως πρὸς πᾶσαν ἀπόλαυσιν βλαβερὰν διακείμενος, ὁ τέλειός ἐστιν ἐγκρατής· ὁ δὲ τοιοῦτος δηλονότι καὶ πάσης ἀπήλλακται ἁμαρ‐
5τίας. Ἔστι δὲ ὅτε καὶ αὐτῶν τῶν συγκεχωρημένων καὶ ἀναγκαίων πρὸς τὸ ζῇν ἀφεκτέον, ὅταν ἐπ’ ὠφελείᾳ τῶν ἀδελφῶν ἡμῶν ἡ ἀποχὴ οἰκονομῆται. Ὡς ὁ Ἀπόστολος· Εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελ‐ φόν μου, φησὶν, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα.
10Καὶ ἔχων ἐξουσίαν ἐκ τοῦ Εὐαγγελίου ζῇν, οὐκ ἐχρή‐ σατο τῇ ἐξουσίᾳ, ἵνα μὴ ἐγκοπήν τινα δῷ τῷ Εὐαγγε‐ λίῳ τοῦ Χριστοῦ.
15 Ἔστιν οὖν ἡ ἐγκράτεια ἁμαρτίας ἀναίρεσις, παθῶν ἀπαλλοτρίωσις, σώματος νέκρωσις μέχρι καὶ αὐτῶν τῶν φυσικῶν παθημάτων τε καὶ ἐπιθυμιῶν, ζωῆς πνευματικῆς ἀρχὴ, τῶν αἰωνίων ἀγαθῶν πρό‐ ξενος, ἐν ἑαυτῇ τὸ κέντρον τῆς ἡδονῆς ἀφανίζουσα.
20Ἡδονὴ γάρ ἐστι τὸ μέγα τοῦ κακοῦ δέλεαρ, δι’ ἣν εὐέμπτωτοι μάλιστα πρὸς ἁμαρτίαν ἐσμὲν οἱ ἄνθρωποι· ὑφ’ ἧς πᾶσα ψυχὴ ὡς ὑπ’ ἀγκίστρου πρὸς τὸν θάνατον ἕλκεται. Ὡς ὅ γε μὴ ἐκθηλυνόμενος, μηδὲ κατακαμπτόμενος ὑπ’ αὐτῆς, διὰ τῆς ἐγ‐
25κρατείας πᾶσαν φυγὴν ἁμαρτημάτων κατώρθωσεν. Εἰ δὲ τὰ μὲν πλεῖστα ἔφυγεν, ὑφ’ ἑνὸς δὲ κρατεῖται, οὐκ ἐγκρατὴς ὁ τοιοῦτος· ὥσπερ καὶ ὁ ὑφ’ ἑνὸς πάθους σωματικοῦ ἐνοχλούμενος οὐχ ὑγιής· καὶ ὑφ’ ἑνὸς καὶ τοῦ τυχόντος κυριευόμενος οὐκ ἐλεύθε‐
30ρος. Αἱ μὲν οὖν λοιπαὶ ἀρεταὶ, ἐν τῷ κρυπτῷ κατορ‐ θούμεναι, ὀλιγάκις διαφαίνονται τοῖς ἀνθρώποις· ἡ δὲ ἐγκράτεια ἀπ’ αὐτῆς τῆς συντυχίας γνώριμον ποιεῖ τὸν ἔχοντα. Ὡς γὰρ τὸν ἀθλητὴν ἡ πολυσαρκία καὶ ἡ εὔχροια χαρακτηρίζει, οὕτω τὸν Χριστιανὸν τὸ
35κατεσκληκὸς τοῦ σώματος, καὶ ἡ ἐκ τῆς ἐγκρατείας ἐπανθοῦσα ὠχρία δείκνυσιν, ὅτι ἀθλητὴς ὄντως ἐστὶ τῶν ἐντολῶν τοῦ Χριστοῦ· ἐν τῇ ἀσθενείᾳ τοῦ σώματος καταπαλαίων ἑαυτοῦ τὸν ἐχθρὸν, καὶ τὸ δυνατὸν ἐν τοῖς τῆς εὐσεβείας ἄθλοις ἐπιδεικνύμε‐
40νος, κατὰ τὸ εἰρημένον, ὅτι Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι. Ὅσον τὸ κέρδος, ὀφθῆναι μόνον τὸν ἐγκρατῆ, μόλις καὶ κατὰ μικρὸν τῶν ἀναγκαίων ἁπτόμενον, καὶ ὡς λειτουργίαν ἐπαχθῆ ὑποτελοῦντα
τῇ φύσει, καὶ δυσχεραίνοντα μὲν τῷ καιρῷ τῆς περὶ961

31

.

965

ταῦτα διατριβῆς, ταχὺ δὲ τῆς τραπέζης ἀποπηδῶντα πρὸς τὴν τῶν ἔργων σπουδήν. Οἶμαι γὰρ ἂν καὶ τοῦ ἀκολάστου περὶ γαστέρα μηδένα λόγον τοσοῦτον τῆς ψυχῆς καθάψασθαι, καὶ πρὸς μεταβολὴν ἐναγα‐
5γεῖν, ὅσον καὶ μόνην τὴν συντυχίαν τοῦ ἐγκρα‐ τοῦς. Καὶ τοῦτό ἐστιν, ὡς ἔοικε, τὸ εἰς δόξαν Θεοῦ ἐσθίειν καὶ πίνειν· ὥστε καὶ ἐπὶ τῆς τραπέζης λάμπειν τὰ καλὰ ἡμῶν ἔργα πρὸς τὸ δοξασθῆναι τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
9tΕΡΩΤΗΣΙΣ ΙΗʹ
10tὍτι δεῖ πάντων τῶν παρατιθεμένων ἡμῖν ἀπο‐
11tγεύεσθαι.
12tΑΠΟΚΡΙΣΙΣ.
13 Ἀναγκαίως μέντοι κἀκεῖνο προσδιωρίσθω, ὅτι πρὸς τὸν ὑπωπιασμὸν τοῦ σώματος ἀπαραίτητον
15τοῖς τῆς εὐσεβείας ἀγωνισταῖς ἡ ἐγκράτεια· Πᾶς γὰρ ὁ ἀγωνιζόμενος, πάντα ἐγκρατεύεται. Πρὸς δὲ τὸ μὴ συνεμπίπτειν τοῖς ἐχθροῖς τοῦ Θεοῦ τοῖς κε‐ καυτηριασμένοις τὴν ἰδίαν συνείδησιν, καὶ διὰ τοῦτο ἀπεχομένοις βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς με‐
20τάληψιν μετ’ εὐχαριστίας τοῖς πιστοῖς, ἅπτεσθαι μὲν ἑκάστου χρὴ, καιροῦ ποτε συνεμπεσόντος, ὅσον ἐνδείκνυσθαι τοῖς ὁρῶσιν, ὅτι πάντα καθαρὰ τοῖς κα‐ θαροῖς καὶ ὅτι πᾶν κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον μετ’ εὐχαριστίας λαμβανόμενον· Ἁγιά‐
25ζεται γὰρ διὰ λόγου Θεοῦ, καὶ ἐντεύξεως· φυλάσ‐ σειν δὲ καὶ οὕτω τὸν τῆς ἐγκρατείας σκοπόν· τοῖς μὲν εὐτελεστέροις καὶ ἀναγκαίοις πρὸς τὸ ζῇν μέχρι τῆς χρείας προσδιατρίβοντα, καὶ ἐν τούτοις τοῦ κό‐ ρου τὸ βλαβερὸν ἐκκλίνοντα, τῶν δὲ πρὸς ἡδονὴν
30καθόλου ἀπεχόμενον. Οὕτω γὰρ καὶ τῶν φιληδόνων τὸ πάθος ἐκκόψομεν, καὶ τοὺς κεκαυτηριασμένους τὴν ἰδίαν συνείδησιν, τό γε ἐφ’ ἡμῖν, θεραπεύσομεν, καὶ ἑαυτοὺς δὲ τῆς ἐν ἑκατέρᾳ ὑπονοίας ἐλευ‐ θερώσομεν. Ἵνα τί γὰρ, φησὶν, ἡ ἐλευθερία μου
35κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; Ἐγκράτεια δείκνυσι τὸν συναποθανόντα Χριστῷ, καὶ νεκρώ‐ σαντα ἑαυτοῦ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς. Ταύτην οἴδα‐ μεν σωφροσύνης μητέρα, ὑγείας πρόξενον, τῆς τῶν ἀγαθῶν ἐν Χριστῷ καρποφορίας ἱκανῶς ὑπεξαί‐
40ρουσαν τὰ ἐμπόδια· εἴπερ, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, αἱ μέριμναι τοῦ αἰῶνος τούτου, καὶ αἱ ἡδο‐ ναὶ τοῦ βίου, καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι συμ‐ πνίγουσι τὸν λόγον, καὶ ἄκαρπος γίνεται. Ταύτην καὶ δαίμονες ἀποφεύγουσιν, αὐτοῦ τοῦ Κυρίου διδάξαντος
45ἡμᾶς, ὅτι Τοῦτο τὸ γένος οὐκ ἐκπορεύεται, εἰ μὴ
ἐν προσευχῇ καὶ νηστείᾳ.963

31

.

968

(1t)

ΕΡΩΤΗΣΙΣ ΙΘʹ.
2tΤί τὸ μέτρον τῆς ἐγκρατείας.
3tΑΠΟΚΡΙΣΙΣ.
4Ἐπὶ μὲν τῶν τῆς ψυχῆς παθῶν ἓν μέτρον ἐγ‐
5κρατείας, ἡ παντελὴς ἀπαλλοτρίωσις τῶν πρὸς τὴν ὀλεθρίαν ἡδονὴν φερόντων· ἐπὶ δὲ τῶν βρωμά‐ των, ὥσπερ αἱ χρεῖαι ἄλλαι ἄλλων εἰσὶ, κατά τε ἡλικίας καὶ ἐπιτηδεύματα, καὶ πρὸς τὴν τοῦ σώμα‐ τος ἕξιν οἰκείως διαιρούμεναι· οὕτω δὴ καὶ τὸ μέ‐
10τρον τῆς χρήσεως διάφορον, καὶ ὁ τρόπος. Ὥστε ἑνὶ μὲν κανόνι πάντας περιλαμβάνεσθαι τοὺς ἐν τῇ γυμνασίᾳ τῆς εὐσεβείας ἀδύνατον· ἀφορίσαντες δὲ τὸ περὶ τοὺς ὑγιαίνοντας τῶν ἀσκουμένων μέτρον, ἀπὸ τούτου τὴν παραλλαγὴν πρὸς τὰ ἑκάστῳ συμ‐
15πίπτοντα ἐστοχασμένως γίνεσθαι παρὰ τῶν ἐπιτε‐ ταγμένων τὴν οἰκονομίαν ἀφίεμεν. Οὐδὲ γὰρ τὰ καθ‐ έκαστον τῷ λόγῳ περιλαμβάνειν δυνατὸν, ἀλλ’ ὅσα τῆς κοινῆς καὶ καθόλου διδασκαλίας ἤρτηται. Τὴν γὰρ τῶν ἀῤῥώστων παραμυθίαν ἐκ τῶν βρωμάτων,
20ἢ τὴν τοῦ ἄλλως κεκμηκότος ἐπὶ συντόνοις ἔργοις, ἢ καὶ τὴν τοῦ παρασκευαζομένου πρὸς κάματον, οἷον ὁδοιπορίας, ἤ τινος ἄλλου τῶν ἐπιπόνων, οἱ ἐφεστῶτες πρὸς λόγον ἀεὶ τῆς χρείας οἰκονομήσουσιν, ἑπόμενοι τῷ εἰπόντι, ὅτι Διεδίδοτο ἑκάστῳ καθότι
25ἄν τις χρείαν εἶχεν. Οὔτε οὖν καιρὸν τροφῆς τὸν αὐτὸν πᾶσι νομοθετῆσαι δυνατὸν, οὔτε τὸν τρόπον, οὔτε τὸ μέτρον· ἀλλὰ σκοπὸς μὲν κοινὸς ἔστω ἡ τῆς χρείας ἐκπλήρωσις. Τὸ γὰρ ὑπερεμπίπλασθαι τὴν γαστέρα, καὶ καταβαρύνεσθαι ταῖς τροφαῖς, κατ‐
30άρας ἄξιον, τοῦ Κυρίου εἰπόντος· Οὐαὶ ὑμῖν οἱ ἐμπεπλησμένοι νῦν· καὶ αὐτὸ δὲ τὸ σῶμα δύσχρη‐ στον πρὸς τὰς ἐνεργείας παρασκευάζει, καὶ πρὸς ὕπνους εὐκατάφορον, καὶ ἑτοιμότερον πρὸς τὰς βλά‐ βας. Οὐ μὴν οὐδὲ τὸ ἡδὺ τέλος ποιεῖσθαι τῆς βρώ‐
35σεως χρὴ, ἀλλὰ τὴν πρὸς τὸ ζῇν χρείαν, παραιτου‐ μένους τῆς ἡδονῆς τὸ ἀκόλαστον. Τὸ γὰρ δουλεύειν ταῖς ἡδοναῖς οὐδὲν ἕτερόν ἐστιν ἢ Θεὸν ἑαυτοῦ τὴν κοιλίαν ποιεῖν. Ἐπειδὴ γὰρ τὸ σῶμα ἡμῶν, ἀεὶ κενούμενον καὶ ἀποῤῥέον, τῆς πληρώσεως ἐπιδεῖται
40(διὸ καὶ φυσικαί εἰσιν αἱ τῆς τροφῆς ὀρέξεις), ὁ ὀρ‐ θὸς λόγος τῆς τῶν βρωμάτων χρήσεως τὴν πλήρωσιν τοῦ κενωθέντος πρὸς τὴν τοῦ ζώου σύστασιν ὑπαγο‐ ρεύει, εἴτε ξηρᾶς εἴτε ὑγρᾶς τροφῆς ἡ ἔνδεια γέ‐ νοιτο.
45Ὅπερ ἂν οὖν μέλλῃ ἀπεριεργότερον ἡμᾶς ἀπαλ‐
λάσσειν τῆς χρείας, τοῦτο προσενεκτέον. Δηλοῖ δὲ965

31

.

969

τοῦτο αὐτὸς ὁ Κύριος ἐν οἷς ἐδεξιοῦτο τὰ κεκμηκότα πλήθη πρὸς τὸ μὴ ἐκλυθῆναι ἐν τῇ ὁδῷ, ὡς γέγρα‐ πται. Δυνάμενος γὰρ ἐπιτεῖναι τὸ θαυμάσιον ἐν τῇ ἐρήμῳ τῇ ἐπινοίᾳ τῆς πολυτελείας, οὕτω λιτὴν
5καὶ ἀπέριττον τὴν τροφὴν αὐτοῖς παρεσκεύασεν, ὥστε ἄρτους μὲν κριθίνους εἶναι, καὶ ἰχθύος δὲ μέρος ἐπὶ τῷ ἄρτῳ. Περὶ δὲ ποτοῦ οὐδὲ ἐμνημόνευ‐ σεν, ὡς αὐτοφυοῦς πᾶσι καὶ ἀρκοῦντος ταῖς χρείαις τοῦ ὕδατος προκειμένου· πλὴν εἰ μή τινι δι’ ἀῤ‐
10ῥωστίαν βλαβερὸν εἴη τὸ τοιοῦτον ποτὸν, ὡς παραι‐ τητέον κατὰ τὴν συμβουλὴν Παύλου τὴν πρὸς Τιμό‐ θεον. Καὶ πάντα δὲ ὅσα προφανῆ τὴν βλάβην ἔχει παραιτητέα. Ἀνακόλουθον γὰρ διὰ μὲν τὴν σύστασιν τοῦ σώματος τὰς τροφὰς αἱρεῖσθαι, δι’ αὐτῶν δὲ πά‐
15λιν τῶν τροφῶν προσπολεμεῖν τῷ σώματι, καὶ ἐμ‐ ποδίζειν αὐτῷ πρὸς τὴν τῆς ἐντολῆς ὑπηρεσίαν. Τὸ αὐτὸ δὲ τοῦτο καὶ ὑπόδειγμα ἡμῖν ἐστι τοῦ τὴν ψυ‐ χὴν ἡμῶν ἐθίζειν φεύγειν τὰ βλαβερὰ, κἂν ἡδονὴν ἔχῃ. Χρὴ μέντοι ἐκ παντὸς τρόπου τὸ εὐπορι‐
20στότερον προτιμᾷν, ὥστε μὴ προφάσει ἐγκρατείας περιεργάζεσθαι ἡμᾶς τὰ τιμιώτερα, καὶ πολυδάπανα παραρτύοντας διὰ τῶν πολυτιμήτων ἡδυσμάτων τὰ βρώματα· ἀλλὰ τὸ ἐν ἑκάστῃ χώρᾳ εὔληπτον καὶ εὐτελὲς καὶ τοῖς πολλοῖς εἰς χρῆσιν ἕτοιμον, τοῦτο
25αἱρεῖσθαι, τῶν ἐπεισάκτων μόνοις τοῖς ἀναγκαιοτά‐ τοις πρὸς τὴν ζωὴν κεχρημένους· οἷον ἐλαίῳ, καὶ τοῖς τοιούτοις, καὶ εἴ τι πρὸς τὴν ἀναγκαίαν τῶν ἀσθενούντων παραμυθίαν ἐπιτήδειον, καὶ τοῦτο ἐὰν ὑπάρχῃ ἄνευ πολυπραγμοσύνης καὶ θορύβων καὶ πε‐
30ρισπασμῶν περιγενέσθαι.
31tΕΡΩΤΗΣΙΣ Κʹ.
32tΤίς ὁ τρόπος τῆς ἐν βρώμασι δεξιώσεως.
34tΑΠΟΚΡΙΣΙΣ.
35 Ἡ κενοδοξία, καὶ ἡ ἀνθρωπαρέσκεια, καὶ τὸ πρὸς ἐπίδειξίν τι ποιεῖν, ὅλως ἐπὶ παντὸς πράγματος Χριστιανοῖς ἀπηγόρευται· ὅπου γε καὶ αὐτὴν τὴν ἐντολὴν ὁ πρὸς τὸ θεαθῆναι ὑπὸ τῶν ἀνθρώπων καὶ δοξασθῆναι ποιῶν τὸν ἐπ’ αὐτῇ μισθὸν ἀπόλλυσι.
40Τοῖς δὲ πᾶν εἶδος ταπεινώσεως διὰ τὴν ἐντολὴν τοῦ Κυρίου καταδεξαμένοις μεθ’ ὑπερβολῆς φευκτέος πᾶς κενοδοξίας τρόπος. Ἐπεὶ δὲ τοὺς ἔξωθεν ὁρῶμεν τὸ ταπεινὸν τῆς πενίας αἰσχυνομένους, καὶ ἐπιτη‐ δεύοντας πᾶσαν ἀφθονίαν βρωμάτων καὶ πολυτέλειαν,
45ὅταν τινὰ τῶν ξένων δέχωνται, φοβοῦμαι μὴ καὶ ἡμῶν κατὰ τὸ λανθάνον τὸ αὐτὸ πάθος ἅψηται, καὶ ἐλεγχθῶμεν ἐπαισχυνόμενοι τὴν ὑπὸ Χριστοῦ
μακαριζομένην πτωχείαν. Ὥσπερ οὖν σκεύη ἀργυρᾶ,967

31

.

972

ἢ καταπετάσματα περιπόρφυρα, ἢ στρωμνὴν μα‐ λακὴν, ἢ ἐπιβλήματα διαφανῆ συμπορίζεσθαι ἔξωθεν οὐκ εὐπρεπὲς ἡμῖν· οὕτως οὐδὲ βρώματα πε‐ ρινοεῖν παρὰ πολὺ τῆς ἡμετέρας διαίτης ἐξηλλα‐
5γμένα. Τὸ γὰρ περιτρέχειν ἡμᾶς διερευνωμένους τὰ μὴ πρὸς τὸ ἀναγκαῖον τῆς χρείας ἐπιζητούμενα, ἀλλὰ πρὸς τὴν ἀθλίαν ἡδονὴν καὶ ὀλεθρίαν κενοδοξίαν περινενοημένα, οὐ μόνον αἰσχρὸν καὶ ἀσύμφωνον τῷ προκειμένῳ ἡμῖν σκοπῷ, ἀλλὰ καὶ βλάβην ἔχον οὐ
10τὴν τυχοῦσαν, ὅταν οἱ τρυφῶντες, καὶ ταῖς ἡδοναῖς τῆς γαστρὸς τὴν μακαριότητα ὁριζόμενοι, περὶ τὰς αὐτὰς φροντίδας ὁρῶσι καὶ ἡμᾶς στρεφομένους, περὶ ἃς ἐκεῖνοι ἐπτόηνται. Εἰ γὰρ πονηρὸν ἡ τρυφὴ καὶ φευκτὸν, οὐδέποτε ἡμῖν αἱρετή. Οὐδὲν γὰρ τῶν
15κατεγνωσμένων δύναται εἶναι πρὸς καιρὸν ἐπιτή‐ δειον. Οἱ σπαταλῶντες, καὶ τὰ πρῶτα μύρα χριόμε‐ νοι, καὶ τὸν διυλισμένον οἶνον πίνοντες, κατηγοροῦν‐ ται ὑπὸ τῆς Γραφῆς. Καὶ διὰ τὴν σπατάλην ἡ χήρα, ζῶσα, τεθνηκέναι λέγεται. Ὁ πλούσιος ἀπεστερήθη
20τοῦ παραδείσου διὰ τὴν ἐνταῦθα τρυφήν. Τί οὖν ἡμῖν καὶ ταῖς πολυτελείαις; Ἐπεδήμησέ τις τῶν ξένων; Εἰ μὲν ἀδελφὸς, καὶ τὸν αὐτὸν σκοπὸν ἔχων τοῦ βίου, τὴν οἰκείαν τράπεζαν ἐπιγνώσεται. Ἃ γὰρ κατέλιπεν οἴκοι, ταῦτα εὑρήσει παρ’ ἡμῖν. Ἀλλὰ κέκμηκεν ἐκ
25τῆς ὁδοιπορίας; Τοσοῦτον αὐτῷ προστίθεμεν, ὅσον τὸν κόπον παραμυθήσασθαι.
29Ἄλλος ἐλήλυθεν ἐκ τοῦ ἔξωθεν βίου; Μαθέτω
30διὰ τῶν ἔργων, ὅσα ὁ λόγος αὐτὸν οὐκ ἔπεισε, καὶ λαβέτω τύπον καὶ ὑπογραμμὸν τῆς ἐν τροφαῖς αὐ‐ ταρκείας. Ἐναπομεινάτω αὐτῷ ὑπομνήματα Χριστιανῶν τραπέζης, καὶ ἀνεπαισχύντου διὰ Χρι‐ στὸν πτωχείας. Εἰ δὲ οὐ προσέξει, ἀλλὰ καταγελάσει,
35δεύτερον ἡμῖν οὐκ ἐνοχλήσει. Ἡμεῖς δὲ, ὅταν τινὰς τῶν πλουσίων ἴδωμεν, οἳ τὴν ἀπόλαυσιν τῶν ἡδέων ἐν τοῖς πρώτοις τῶν ἀγαθῶν τίθενται, μέγα στενάζομεν ἐπ’ αὐτοῖς, ὅτι τῇ ματαιότητι πάντα τὸν βίον προσαναλίσκοντες, καὶ θεοποιήσαντες ἑαυτῶν
40τὰς ἡδονὰς, ἐν τῇ ζωῇ ταύτῃ τῶν ἀγαθῶν τὸ μέρος ἀπολαμβάνοντες οὐκ αἰσθάνονται, διὰ τῆς ἐνταῦθα τρυφῆς, ἐφ’ ἕτοιμον τὸ πῦρ καὶ τὸν ἐν αὐτῷ καύ‐ σωνα πορευόμενοι. Κἂν καιροῦ ποτε τύχωμεν, οὐδὲ πρὸς αὐτοὺς ἐκείνους ταῦτα διεξελθεῖν ὀκνοῦ‐
45μεν. Εἰ δὲ μέλλοιμεν καὶ αὐτοὶ τοῖς αὐτοῖς ἐνέξεσθαι, καὶ, κατὰ τὴν ὑπάρχουσαν ἡμῖν δύναμιν, καὶ τὰ πρὸς ἡδονὴν ἐπιζητεῖν, καὶ πρὸς ἐπίδειξιν παρα‐ σκευάζεσθαι, φοβοῦμαι, μὴ ἃ καταλύομεν, ταῦτα
φανῶμεν οἰκοδομοῦντες, καὶ δι’ ὧν ἑτέρους κρίνο‐969

31

.

973

μεν, ἑαυτοὺς κατακρίνωμεν, ἐσχηματισμένως τῷ βίῳ κεχρημένοι, καὶ ἄλλοτε ἄλλως μεταμορφού‐ μενοι, εἰ μὴ ἄρα καὶ τὰς ἐσθῆτας ἡμῶν διαμείψωμεν, ὅταν τοῖς ὑπερηφάνοις περιτυγχάνωμεν. Εἰ δὲ τοῦτο
5αἰσχρὸν, πολλῷ αἰσχρότερον διὰ τοὺς τρυφῶντας τὴν τράπεζαν ἡμῶν μετασκευάζεσθαι. Μονότροπός ἐστιν ὁ τοῦ Χριστιανοῦ βίος, ἕνα σκοπὸν ἔχων, τὴν δόξαν τοῦ Θεοῦ. Εἴτε γὰρ ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε, φησὶν ὁ ἐν
10Χριστῷ λαλῶν Παῦλος. Πολύτροπος δὲ καὶ ποικίλος ὁ τῶν ἔξωθεν βίος, ἄλλοτε ἄλλως πρὸς τὴν ἀρέσκειαν τῶν ἐντυγχανόντων μεταπλασσόμενος.
15 Ὥστε καὶ σὺ, πλήθει βρωμάτων καὶ περιεργίᾳ πρὸς ἡδονὴν μετασκευάζων τοῦ ἀδελφοῦ σου τὴν τρά‐ πεζαν, κατηγορεῖς αὐτοῦ φιληδονίαν, καὶ καταχέεις αὐτοῦ γαστριμαργίας ὀνείδη δι’ ὧν παρασκευάζῃ, ἐλέγχων αὐτοῦ τὴν περὶ ταῦτα ἡδυπάθειαν. Ἢ οὐχὶ
20πολλάκις, τὸ εἶδος καὶ τὸν τρόπον τῆς παρασκευῆς θεωρήσαντες, ἐστοχάσμεθα τοῦ προσδοκωμένου, ὅστις ἐστὶν, ἢ ὅπερ ἐστίν; Οὐκ ἐπῄνεσε τὴν Μάρθαν εἰς πολλὴν διακονίαν περισπωμένην ὁ Κύριος· ἀλλὰ, Μεριμνᾷς, καὶ τυρβάζῃ, φησὶ, περὶ πολλά· ὀλίγων
25δέ ἐστι χρεία, ἢ ἑνός· ὀλίγων μὲν, δηλονότι τῶν πρὸς παρασκευὴν, ἑνὸς δὲ τοῦ σκοποῦ, ὥστε τὴν χρείαν ἐκπληρωθῆναι. Αὐτὸς δὲ ὁ Κύριος ὁποίαν παρέθηκε τοῖς πεντακισχιλίοις τροφὴν οὐκ ἀγνοεῖς. Ἡ δὲ εὐχὴ τοῦ Ἰακὼβ πρὸς τὸν Θεόν· Ἐὰν δῷς
30μοι, φησὶν, ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβαλέ‐ σθαι· οὐκ, Ἐὰν τρυφὴν δῷς μοι καὶ πολυτέλειαν. Τί δὲ ὁ σοφώτατος Σολομών; Πλοῦτον δὲ καὶ πε‐ νίαν, φησὶ, μή μοι δῷς· σύνταξον δέ μοι τὰ δέοντα, καὶ αὐτάρκη, ἵνα μὴ πλησθεὶς ψευ‐
35δὴς γένωμαι, καὶ εἴπω· Τίς με ὁρᾷ; ἢ πενόμενος κλέψω, καὶ ὀμόσω τὸ ὄνομα τοῦ Θεοῦ μου· πλοῦ‐ τον μὲν εἶναι τὴν πλησμονὴν ὁριζόμενος, πενίαν δὲ τὴν παντελῆ ἀπορίαν τῶν πρὸς τὸ ζῇν ἀναγκαίων· διὰ δὲ τῆς αὐταρκείας τὸ ἀνενδεὲς ὁμοῦ καὶ
40ἀπέριττον τῶν πρὸς τὴν χρείαν δηλῶν. Αὐτάρκεια δὲ ἄλλη ἄλλῳ κατά τε τὴν τοῦ σώματος ἕξιν καὶ τὴν πρὸς τὸ προκείμενον χρείαν. Τῷ μὲν γὰρ πλείονος τροφῆς καὶ ἰσχυροτέρας χρεία διὰ τὸν κόπον, τῷ δὲ λεπτοτέρας καὶ κουφοτέρας, καὶ καταλλήλου τὰ πάντα
45διὰ τὴν ἀσθένειαν· κοινῇ δὲ πᾶσιν εὐτελεστέρας καὶ εὐποριστοτέρας. Ἐν παντὶ μέντοι τὸ ἐπιμελὲς καὶ
τὸ εὐτράπεζον ἀναγκαῖον, μηδαμοῦ τοὺς ὅρους971

31

.

976

ἡμῶν τῆς χρείας ὑπερβαινόντων· ἀλλὰ τοῦτο ἔστω τῆς δεξιώσεως πέρας, τὸ παρὰ τῆς ἑκάστου χρείας τῶν ἐπιδημούντων ἐπιζητούμενον. Ὡς χρώμενοι γὰρ, φησὶ, τῷ κόσμῳ τούτῳ, καὶ μὴ παραχρώμενοι.
5Παράχρησις δέ ἐστιν ἡ ὑπὲρ τὴν χρείαν δαπάνη. Οὐκ ἔχομεν χρήματα; μηδὲ ἔχοιμεν. Οὐ γέμουσιν ἡμῶν αἱ ἀποθῆκαι; Ἐφήμερος γὰρ ἡμῖν ἡ τρο‐ φή· διὰ χειρῶν ὁ βίος. Τί οὖν τὴν δεδομένην παρὰ Θεοῦ τροφὴν τοῖς πεινῶσιν εἰς ἡδονὰς τρυφώντων
10παραναλίσκομεν; ἀμφοτέρωθεν ἁμαρτάνοντες, καὶ τούτοις ἐπιτείνοντες τὰς ἐκ τῆς ἐνδείας θλίψεις, κἀκείνοις τὰς βλάβας τὰς ἐκ τοῦ κόρου.
15tΕΡΩΤΗΣΙΣ ΚΑʹ.
16tΠῶς δεῖ περὶ τὰς καθέδρας καὶ τὰς κατακλίσεις
17tἐν τῷ καιρῷ τῶν ἀρίστων ἢ δείπνων ἔχειν.
18tΑΠΟΚΡΙΣΙΣ.
19Ἐπειδὴ πρόσταγμά ἐστι Κυρίου πανταχοῦ πρὸς
20τὴν ταπείνωσιν ἐθίζοντος ἡμᾶς τὸ καὶ ἐν τοῖς ἀρί‐ στοις κατακλινομένους τὸν ἔσχατον τόπον προκατα‐ λαμβάνειν, ἀνάγκη τὸν πάντα κατ’ ἐντολὴν ποιεῖν ἐσπουδακότα μηδὲ τοῦτο παρορᾷν τὸ πρόσταγμα. Ἂν μὲν οὖν κοσμικοί τινες ἡμῖν συγκατακλίνωνται,
25ὑπόδειγμα αὐτοῖς πρὸς τὸ μὴ ὑπεραίρεσθαι, μηδὲ τὸ φιλόπρωτον ἐπιζητεῖν, καὶ ἐκ τούτου τοῦ μέρους γίνεσθαι ἡμᾶς προσήκει. Ὅπου δὲ πάντες κατὰ τὸν ἴσον σκοπὸν συνέρχονται, ὥστε ἐν παντὶ καιρῷ τὴν δοκιμὴν τῆς ταπεινοφροσύνης ἑαυτῶν διδόναι, τὸ
30μὲν προκαταλαμβάνειν τὸν ἔσχατον τόπον κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου ἑκάστῳ ἐπιβάλλον· τό γε μὴν πάλιν φιλονείκως περὶ τοῦτον συνωθεῖσθαι ἀδόκιμον, ὡς ἀναιρετικὸν τῆς εὐταξίας καὶ θορύβου αἴτιον. Καὶ τὸ πρὸς ἀλλήλους δὲ ἀνενδότως ἔχειν, καὶ ἡ
35περὶ τούτου μάχη, ὁμοίους ἡμᾶς ποιήσει τοῖς περὶ πρωτείων φιλονεικοῦσι. Διόπερ χρὴ καὶ ἐνταῦθα, τὸ πρέπον ἡμῖν περιεσκεμμένως γνωρίζοντας καὶ σπου‐ δάζοντας, ἐπιτρέπειν τῷ ὑποδεχομένῳ καὶ τὴν τῆς κατακλίσεως τάξιν, καθὰ καὶ ὁ Κύριος ὑπέθετο, τῷ
40οἰκοδεσπότῃ προσήκειν εἰπὼν τὴν περὶ τούτων δια‐ ταγήν. Οὕτω γὰρ καὶ ἀνεξόμεθα ἀλλήλων ἐν ἀγάπῃ, πάντα εὐσχημόνως καὶ κατὰ τάξιν ποιοῦντες· καὶ οὐ πρὸς ἔνδειξιν τῶν πολλῶν, οὔτε δημοκοπικῶς τὴν ταπεινοφροσύνην ἐπιτηδεύειν διὰ τῆς ἀνενδότου
45καὶ σφοδρᾶς ἀντιλογίας δείξομεν· μᾶλλον δὲ διὰ τῆς εὐπειθείας τὸ ταπεινὸν κατορθώσομεν. Πλείων γὰρ ἐκ τῆς ἀντιλογίας ἡ τῆς ὑπερηφανίας ἔμφασις, ἢ ἐκ τῆς πρωτοκλισίας, ὅταν ἐκ προστάγματος αὐτὴν κα‐
ταδεχώμεθα.973

31

.

977

(1t)

ΕΡΩΤΗΣΙΣ ΚΒʹ.
2tΤί τὸ πρέπον ἔνδυμα τῷ Χριστιανῷ.
3tΑΠΟΚΡΙΣΙΣ.
4Προλαβὼν ὁ λόγος τήν τε ταπεινοφροσύνην
5ἀναγκαίαν ἔδειξε, καὶ τὴν λιτότητα, καὶ τὸ ἐν πᾶσιν εὐτελὲς, καὶ ὀλιγοδάπανον, ὡς ὀλίγας ἐκ τῶν σωμα‐ τικῶν χρειῶν τὰς ἀφορμὰς τῶν περισπασμῶν ἐγγί‐ νεσθαι ἡμῖν. Ἐκείνοις οὖν τοῖς σκοποῖς ἕπεσθαι χρὴ καὶ τὸν περὶ ἐνδύματος λόγον. Εἰ γὰρ πάντων προσ‐
10ήκει ἡμᾶς σπουδάζειν ἐσχάτους εἶναι, καὶ ἐν τούτῳ, δηλονότι, τὸ ἔσχατον προτιμότατον. Ὥσπερ γὰρ οἱ φιλόδοξοι καὶ ἐκ τῆς περιβολῆς τῶν ἐνδυμά‐ των τὴν δόξαν ἑαυτοῖς θηρῶνται, ἀποβλέπεσθαι καὶ ζηλοῦσθαι ἐπὶ τῇ πολυτελείᾳ τῆς ἐσθῆτος φιλοτιμού‐
15μενοι· οὕτω, δηλονότι, τὸν εἰς ἔσχατον αὑτοῦ τὴν ζωὴν διὰ τῆς ταπεινώσεως καταβαλόντα αἱρεῖ‐ σθαι προσήκει καὶ ἐν τούτοις τὸ πάντων ἔσχατον. Ὥσπερ γὰρ ἐν τῷ δημοσίῳ δείπνῳ ἐγκαλοῦνται Κο‐ ρίνθιοι, ὡς τῇ ἑαυτῶν πολυτελείᾳ καταισχύνοντες
20τοὺς μὴ ἔχοντας· οὕτω, δηλονότι, καὶ ἐν τῇ κοινῇ καὶ προφανεῖ τῶν ἐνδυμάτων χρήσει ὁ ὑπὲρ τοὺς πολλοὺς σχηματισμὸς οἱονεὶ διὰ τῆς συγκρίσεως καταισχύνει τὸν πένητα. Τοῦ δὲ Ἀποστόλου λέγοντος· Μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συν‐
25απαγόμενοι, ἐξεταζέτω ἕκαστος ἑαυτὸν, ἡ πρὸς τίνα ὁμοίωσις ἁρμοδιωτέρα ἐστὶ Χριστιανοῖς, τοὺς ἐν τοῖς βασιλείοις οἰκοῦντας, καὶ τὰ μαλακὰ ἠμφιεσμένους, ἢ ἡ πρὸς τὸν ἄγγελον καὶ κήρυκα τῆς τοῦ Κυρίου ἐπιδημίας, οὗ μείζων ἐν γεννητοῖς γυναικῶν
30οὐκ ἐγήγερται. Ἰωάννην λέγω, τὸν τοῦ Ζαχαρίου, οὗ τὸ ἔνδυμα ἦν ἐκ τριχῶν καμήλου. Καὶ οἱ πάλαι δὲ ἅγιοι περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασι.
35 Τὸν δὲ σκοπὸν τῆς χρήσεως ὑπέβαλεν ὁ Ἀπό‐ στολος, διὰ μιᾶς λέξεως εἰπών· Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα, ὡς τῆς σκέπης ἡμῶν προσδεομένων μόνης· οὐκέτι μέντοι καὶ τῆς ποικιλίας, καὶ τοῦ ἀπ’ αὐτῆς καλλω‐
40πισμοῦ εἰς τὴν ἀπηγορευμένην περπερίαν ἐκπιπτόν‐ των· ἵνα μή τι χεῖρον λέγω. Ταῦτα γὰρ ὕστερον ἐπεισήχθη διὰ τῆς περιέργου ματαιοτεχνίας τῷ βίῳ. Δήλη δὲ καὶ ἡ πρώτη τῶν σκεπασμάτων χρῆσις, ἣν αὐτὸς ὁ Θεὸς τοῖς ἐπιδεηθεῖσιν ἔδωκεν. Ἐποίησε
45γὰρ αὐτοῖς, φησὶν, ὁ Θεὸς χιτῶνας δερματίνους. Πρὸς γὰρ τὴν τῶν ἀσχημόνων ἐπικάλυψιν ἐξήρκει καὶ ἡ τοιαύτη τῶν χιτώνων χρῆσις. Ἐπειδὴ δὲ καὶ ἕτερος σκοπὸς συνεισέρχεται, ὁ τοῦ θάλπεσθαι
διὰ τῶν σκεπασμάτων, ἀνάγκη ἀμφοτέρων ἐστοχα‐975

31

.

980

σμένην εἶναι τὴν χρῆσιν, τοῦ τε περιστέλλειν ἡμῶν τὰ ἀσχήμονα, καὶ τοῦ ἀλεξήματα εἶναι πρὸς τὴν τῶν ἀέρων βλάβην. Ἐπεὶ μέντοι καὶ ἐν αὐτοῖς· τούτοις τὰ μὲν ἔστι πολύχρηστα, τὰ δὲ ἥττονα,
5ἀκόλουθον προτιμᾷν ὅσα ἐπὶ πλείονας ἕλκεσθαι χρείας δύναται, ὥστε μηδὲν τὸν τῆς ἀκτημοσύνης παρα‐ βλάπτεσθαι λόγον· καὶ μὴ ἄλλα μὲν εἶναι τὰ πρὸς ἐπίδειξιν ἡμῖν παρεσκευασμένα, ἄλλα δὲ πρὸς τὴν κατ’ οἶκον χρείαν· καὶ ταῦτα πάλιν ἕτερα μὲν τὰ
10μεθημερινὰ, ἕτερα δὲ τὰ ἐν τῇ νυκτὶ ἐπιβλή‐ ματα· ἀλλὰ ἐπινοεῖν ἑνὸς τοιούτου τὴν κτῆσιν, ὃ πρὸς πάντα ἡμῖν ἐξαρκεῖν δύναται, πρός τε τὴν εὐ‐ σχήμονα μεθ’ ἡμέραν περιβολὴν καὶ πρὸς τὴν ἀναγ‐ καίαν ἐν τῇ νυκτί. Ἐκ δὲ τούτου συμβαίνει ἡμᾶς
15καὶ τῷ σχήματι κοινωνεῖν ἀλλήλοις, καὶ οἱονεὶ χαρα‐ κτῆρά τινα ἰδιάζοντα καὶ ἐκ τοῦ ἐνδύματος τῷ Χρι‐ στιανῷ ἐπικεῖσθαι. Τὰ γὰρ πρὸς ἕνα σκοπὸν συν‐ τείνοντα ὡς τὰ πολλὰ ταυτά ἐστιν ἀλλήλοις. Χρήσιμον δὲ καὶ τὸ ἐκ τῆς ἐσθῆτος ἰδίωμα προ‐
20κηρυττούσης ἕκαστον, καὶ προδιαμαρτυρομένης τὸ ἐπάγγελμα τῆς κατὰ Θεὸν ζωῆς· ὥστε ἀκόλουθον καὶ τὴν πρᾶξιν παρὰ τῶν συντυγχανόντων ἡμῖν ἀπαιτεῖσθαι. Οὐ γὰρ ὁμοίως τὸ ἀπρεπὲς καὶ ἄσχη‐ μον ἐν τοῖς τυχοῦσι καὶ ἐν τοῖς μεγάλα ὑπισχνου‐
25μένοις διαφαίνεται. Δημότην μὲν γὰρ, ἤ τινα τῶν τυχόντων διδόντα πληγὰς ἢ λαμβάνοντα δημοσίᾳ, καὶ φωνὰς ἀπρεπεῖς ἀφιέντα, καὶ ἐν καπηλείοις διαιτώμενον, καὶ ἄλλα παραπλήσια τούτοις ἀσχη‐ μονοῦντα, οὐκ ἄν τις ῥᾳδίως οὐδὲ παρατηρήσειεν,
30ἀκόλουθα εἶναι τῇ ὅλῃ προαιρήσει τοῦ βίου καταδε‐ χόμενος τὰ γινόμενα· τὸν δὲ ἐν ἐπαγγέλματι ἀκρι‐ βείας, κἂν τὸ τυχὸν παρίδῃ τῶν καθηκόντων, πάντες ἐπιτηροῦσι, καὶ ἀντ’ ὀνείδους αὐτῷ προφέρουσι, ποιοῦντες τὸ εἰρημένον ὅτι, Στραφέντες ῥήξουσιν
35ὑμᾶς. Ὥστε οἱονεὶ παιδαγωγία τίς ἐστι τοῖς ἀσθε‐ νεστέροις, πρὸς τὸ καὶ ἄκοντας αὐτοὺς ἀπὸ τῶν φαύ‐ λων εἴργεσθαι, ἡ διὰ τοῦ σχήματος ἐπαγγελία. Ὡς οὖν ἐστί τι στρατιώτου ἴδιον ἐν τῷ ἐνδύματι, καὶ ἄλλο τοῦ συγκλητικοῦ, καὶ ἄλλο ἄλλου, ἀφ’ ὧν
40εἰκάζεται αὐτῶν, ὡς ἐπὶ τὸ πλεῖστον, τὰ ἀξιώματα, οὕτως εἶναί τινα καὶ Χριστιανοῦ ἰδιότητα καὶ ἀπὸ τῆς ἐσθῆτος εὐπρεπὲς καὶ ἀκόλουθον σώζουσαν τὴν ὑπὸ τοῦ Ἀποστόλου παραδεδομένην κοσμιότητα· ποτὲ μὲν τὸν ἐπίσκοπον κόσμιον εἶναι διοριζομένου,
45ποτὲ δὲ τὰς γυναῖκας ἐν καταστολῇ κοσμίῳ εἶναι διατασσομένου, τοῦ κοσμίου δηλονότι κατὰ τὸν ἴδιον τοῦ Χριστιανισμοῦ σκοπὸν νοουμένου. Ὁ αὐτὸς δέ μοι λόγος καὶ περὶ ὑποδημάτων ἐστίν· ὥστε τὸ
ἀπερίεργον καὶ εὐποριστότερον, καὶ πρὸς τὸν σκοπὸν977

31

.

981

τῆς χρείας ἀρκοῦν, τοῦτο αἱρετὸν εἶναι ἐν ἑκάστῳ καιρῷ.
4tΕΡΩΤΗΣΙΣ ΚΓʹ.
5tΠερὶ τῆς ζώνης.
6tΑΠΟΚΡΙΣΙΣ.
7 Τὴν δὲ τῆς ζώνης χρείαν δηλοῦσιν ἀναγκαίαν οὖ‐ σαν καὶ οἱ προλαβόντες ἅγιοι· Ἰωάννης μὲν δερμα‐ τίνῃ ζώνῃ περισφίγγων ἑαυτοῦ τὴν ὀσφὺν, καὶ Ἠλίας
10ἔτι πρότερον. Γέγραπται γὰρ, ὥσπερ ἰδίωμά τι τοῦ ἀνδρὸς, τὸ, Ἀνὴρ δασὺς, καὶ ζώνη δερματίνη περὶ τὴν ὀσφὺν αὐτοῦ. Καὶ Πέτρος δὲ ζώνῃ κεχρημένος δείκνυται, ὡς δῆλον ἐκ τῶν τοῦ ἀγγέλου ῥημάτων πρὸς αὐτὸν λέγοντος· Ζῶσαι, καὶ ὑπόδη‐
15σαι τὰ σανδάλιά σου. Καὶ ὁ μακάριος Παῦλος ἐκ τῆς τοῦ Ἀγάβου προφητείας τῆς εἰς αὐτὸν φαίνεται κεχρημένος ζώνῃ. Τὸν γὰρ ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη οὕτως δήσουσι, φησὶν, ἐν Ἱεροσολύμοις. Καὶ ὁ Ἰὼβ δὲ παρὰ τοῦ Κυρίου ζώσασθαι προσ‐
20τάσσεται. Ὡς γὰρ ἀνδρείας τινὸς, καὶ τῆς πρὸς τὰ ἔργα ἑτοιμασίας σύμβολον, Ζῶσαι, φησὶν, ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. Καὶ δῆλον, ὅτι πᾶσι τοῖς μαθηταῖς τοῦ Κυρίου συνήθης ἦν ἡ τῆς ζώνης χρῆ‐ σις, οἷς ἀπηγόρευτο μὴ ἔχειν χαλκὸν εἰς τὰς
25ζώνας. Ἄλλως τε καὶ μέλλοντα αὐτουργήσειν ἀνάγκη εὐσταλῆ καὶ ἀνεμπόδιστον εἶναι πρὸς τὰς κινήσεις. Ὥστε καὶ ζώνης αὐτῷ χρεία, δι’ ἧς προ‐ σταλήσεται τῷ σώματι ὁ χιτών· καὶ μᾶλλόν γε αὐτὸν θάλψει περιπτυσσόμενος πανταχόθεν, καὶ τὸ ἀκώλυ‐
30τον αὐτῷ πρὸς τὰς κινήσεις παρασκευάσει. Ἐπεὶ καὶ ὁ Κύριος, ὅτε εἰς τὴν διακονίαν τῶν μαθητῶν παρεσκευάζετο, λαβὼν λέντιον διέζωσεν ἑαυτόν. Περί γε μὲν τοῦ πλήθους τῶν ἐνδυμάτων οὐδὲν δεό‐ μεθα λέγειν, ἱκανῶς ἡμῖν ἐν τῷ περὶ ἀκτημοσύνης
35λόγῳ προεξητασμένου τούτου. Εἰ γὰρ ὁ ἔχων δύο χι‐ τῶνας προστάσσεται μεταδοῦναι τῷ μὴ ἔχοντι, δηλονότι ἡ τῶν πλειόνων ἑαυτοῦ ἕνεκεν κτῆσις ἀπ‐ ηγορευμένη ἐστίν. Οἷς οὖν τὸ ἔχειν δύο χιτῶνας ἀπ‐ αγορεύεται, τούτοις περὶ τῆς χρήσεως τί προσήκει
40νομοθετεῖν·
41tΕΡΩΤΗΣΙΣ ΚΔʹ.
42tΤούτων ἱκανῶς ἡμῖν παραδεδομένων, ἀκόλου‐
43tθον ἂν εἴη μαθεῖν ἡμᾶς περὶ τοῦ τρόπου τῆς
44tμετ’ ἀλλήλων διαγωγῆς
45tΑΠΟΚΡΙΣΙΣ.
46Τοῦ Ἀποστόλου λέγοντος, Πάντα εὐσχημόνως
καὶ κατὰ τάξιν γινέσθω, ἐκείνην λογιζόμεθα εὐ‐979

31

.

984

σχήμονα εἶναι διαγωγὴν καὶ εὔτακτον ἐν τῇ συν‐ αφείᾳ τῶν πιστῶν, ἐν ᾗ ὁ τῶν μελῶν τοῦ σώματος διασώζεται λόγος· ὥστε τὸν μέν τινα ὀφθαλμοῦ ἐπ‐ έχειν δύναμιν τὸν ἐπιμέλειαν τὴν κοινὴν πεπιστευ‐
5μένον ἔν τε τῇ δοκιμασίᾳ τῶν γεγενημένων καὶ ἐν τῇ προθεωρίᾳ καὶ διασκέψει τῶν γενησομένων τὸν δὲ ἀκοῆς ἢ χειρὸς ἔν τε τῇ ἀκροάσει καὶ ἐν τῇ ἐνερ‐ γείᾳ τῶν ἐπιβαλλόντων, καὶ καθεξῆς ἕκαστον ἑκά‐ στου. Εἰδέναι οὖν χρὴ, ὅτι, ὥσπερ ἐν τοῖς μέλεσιν
10οὐκ ἀκίνδυνόν ἐστιν ἑκάστῳ μέλει τὸ τῶν ἐπιβαλλόν‐ των ἀμελεῖν, ἢ τὸ μὴ κεχρῆσθαι τῷ ἑτέρῳ πρὸς ὃ γέγονεν ὑπὸ τοῦ δημιουργήσαντος Θεοῦ (εἴτε γὰρ ἡ χεὶρ, ἢ ὁ ποῦς μὴ πείθοιτο τῇ ὁδηγίᾳ τοῦ ὀφθαλ‐ μοῦ, ἡ μὲν ὀλεθρίων ἐπὶ διαφθορᾷ τοῦ παντὸς ἐξ
15ἀνάγκης ἐφάψεται, ὁ δὲ προσκόψει, ἢ καὶ κατὰ κρημνοὺς ἐνεχθήσεται· εἴτε ὁ ὀφθαλμὸς καμμύσειεν, ὥστε μὴ βλέπειν, ἀνάγκη καὶ αὐτὸν συνδιαφθείρε‐ σθαι τοῖς ἄλλοις μέλεσι πάσχουσι τὰ εἰρημένα)· οὕ‐ τως οὐδὲ τῷ ἐφεστῶτι ἀκίνδυνος ἡ ἀμέλεια ὑπὲρ
20πάντων κρινομένῳ, οὔτε τῷ ὑπακούοντι τὸ δυσπει‐ θὲς ἀβλαβὲς καὶ ἀζήμιον· περισσοτέρως δὲ ἐπικίν‐ δυνον καὶ ἑτέρους σκανδαλίζοντι. Ἀλλ’ ἕκαστος οὖν, ἐν τῷ ἰδίῳ τόπῳ τῆς μὲν σπουδῆς τὸ ἄοκνον ἐπιδεικνύμενος, καὶ πληρῶν τὸ τοῦ Ἀποστόλου
25παράγγελμα λέγοντος· Τῇ σπουδῇ μὴ ὀκνηροὶ, τῆς προθυμίας ἔχει τὸν ἔπαινον· ἐπὶ δὲ τῇ ἀμελείᾳ τὰ ἐναντία, δηλονότι τὸν ταλανισμὸν καὶ τὸ οὐαί. Ἐπικατάρατος γὰρ, φησὶ, πᾶς ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς.
30tΕΡΩΤΗΣΙΣ ΚΕʹ.
31tὍτι φοβερὸν τὸ κρῖμα τῷ προεστῶτι μὴ ἐλέγ‐
32tχοντι τοὺς ἁμαρτάνοντας.
33tΑΠΟΚΡΙΣΙΣ.
34Διόπερ ὁ τὴν κοινὴν φροντίδα πεπιστευμένος,
35ὡς ὀφείλων λόγον δοῦναι περὶ ἑκάστου, οὕτω διακεί‐ σθω· εἰδὼς, ὅτι, ἐὰν ἐμπέσῃ εἰς ἁμαρτίαν εἷς τῶν ἀδελφῶν, μὴ προειπόντος αὐτῷ τὸ δικαίωμα τοῦ Θεοῦ, ἢ ἐμπεσὼν ἐπιμένῃ, μὴ διδαχθεὶς τὸν τρόπον τῆς διορθώσεως, τὸ αἷμα αὐτοῦ ἐκ τῶν χειρῶν
40αὐτοῦ ἐκζηθήσεται, καθὼς γέγραπται· καὶ μάλι‐ στα, ἐὰν μὴ δι’ ἄγνοιαν παρίδῃ τι τῶν ἀρεσκόντων Θεῷ, ἀλλὰ διὰ κολακείαν συμπεριφερόμενος τοῖς ἑκά‐ στου κακοῖς, τὴν ἀκρίβειαν τῆς πολιτείας ἐκλύσῃ· Οἱ γὰρ μακαρίζοντες ὑμᾶς, φησὶ, πλανῶσιν ὑμᾶς, καὶ
45τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν. Ὁ δὲ ταράσσων ὑμᾶς, βαστάσει τὸ κρῖμα, ὅστις ἂν ᾖ. Διόπερ, ἵνα μὴ τοῦτο πάθωμεν, ἀκολουθητέον ἡμῖν τῷ ἀποστολικῷ κανόνι ἐπὶ τῆς πρὸς τοὺς ἀδελφοὺς ὁμιλίας. Οὔτε γάρ ποτε, φησὶν, ἐν λόγῳ

31

.

984

(50)

κολακείας ἐγενήθημεν, καθὼς οἴδατε· οὔτε
ἐν προφάσει πλεονεξίας, Θεὸς μάρτυς· οὔτε ζη‐981

31

.

985

τοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ’ ὑμῶν, οὔτε ἀπ’ ἄλλων.
4Ὁ τοίνυν τούτων τῶν παθῶν καθαρεύων, τάχ’ ἂν
5τὴν ὁδηγίαν ἀπλανῆ, ἑαυτῷ τε ἔμμισθον καὶ τοῖς ἑπομένοις σωτήριον ἐκτελέσειεν. Ὁ γὰρ μὴ διά τι‐ νας τιμὰς ἀνθρωπίνας μήτε τὸ ἀπρόσκρουστον τοῖς ἁμαρτάνουσιν ὑπὲρ τοῦ ἡδὺς αὐτοῖς εἶναι καὶ κεχα‐ ρισμένος ἐπιτηδεύων, ὄντως ἐν ἀγάπῃ, μετὰ παῤ‐
10ῥησίας πρεσβεύσει τὸν λόγον ἀκαπηλεύτως καὶ εἰ‐ λικρινῶς, μὴ αἱρούμενος ἐν μηδενὶ δολοῦν τὴν ἀλή‐ θειαν· ὥστε ἁρμόσαι αὐτῷ καὶ τὰ ἑξῆς εἰρημένα· Ἀλλ’ ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν, ὡς, ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, οὕτως ἱμειρό‐
15μενοι ὑμῶν, εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς. Ὁ δὲ μὴ οὕτως ἔχων ὁδηγός ἐστι τυφλὸς, ἑαυτόν τε κατακρημνίζων, καὶ τοὺς ἑπομέ‐ νους συνεπαγόμενος. Ὅσον μὲν οὖν ἐστι κακὸν
20ἀντὶ ὁδηγίας πλάνης αἴτιον τῷ ἀδελφῷ γενέσθαι, συνορᾷν ἔξεστιν ἐκ τῶν εἰρημένων. Σημεῖον δέ ἐστι τοῦτο τοῦ καὶ τὴν ἐντολὴν τῆς ἀγάπης ἀκατόρ‐ θωτον εἶναι· οὐδεὶς γὰρ πατὴρ περιορᾷ τὸ ἑαυτοῦ τέκνον μέλλον καταπίπτειν εἰς βόθυνον, ἢ ἐμπεσὸν
25ἐναφίησι τῷ πτώματι. Πόσον δὲ δεινότερον ψυχὴν εἰς βάθος κακῶν ἐμπίπτουσαν ἐναφεθῆναι τῇ ἀπω‐ λείᾳ, τί δεῖ καὶ λέγειν; Ὑπεύθυνος οὖν ἐστι τῇ ἀδελ‐ φότητι ἀγρυπνεῖν ὑπὲρ τῶν ψυχῶν αὐτῶν, καὶ μερι‐ μνᾷν τὰ πρὸς σωτηρίαν ἑκάστου, ὡς λόγον ἀποδώ‐
30σων· μεριμνᾷν δὲ ἐπὶ τοσοῦτον, ὡς καὶ μέχρι θανάτου τὴν ὑπὲρ αὐτῶν σπουδὴν ἐπιδείκνυσθαι, οὐ μόνον κατὰ τὸν κοινὸν πρὸς πάντας τῆς ἀγάπης τοῦ Κυρίου λόγον, Ἵνα τις τὴν ψυχὴν αὑτοῦ θῇ ὑπὲρ τῶν φίλων αὑτοῦ, ἀλλὰ κατὰ τὸν ἴδιον τοῦ
35εἰπόντος· Ἱμειρόμενοι ὑμῶν εὐδοκοῦμεν μετα‐ δοῦναι ὑμῖν οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς.
39tΕΡΩΤΗΣΙΣ Κϛʹ.
40tΠερὶ τοῦ πάντα καὶ τὰ κρυπτὰ τῆς καρδίας ἀνα‐
41tτίθεσθαι τῷ προεστῶτι.
42tΑΠΟΚΡΙΣΙΣ.
43 Δεῖ δὲ καὶ τῶν ὑποτεταγμένων ἕκαστον, εἴ γε μέλλοι ἀξιόλογον προκοπὴν ἐπιδείκνυσθαι, καὶ ἐν
45ἕξει τῆς κατὰ τὰ προστάγματα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ζωῆς γενέσθαι, μηδὲν μὲν ψυχῆς κίνημα ἀπόκρυφον φυλάσσειν παρ’ ἑαυτῷ, μηδένα δὲ λόγον ἀβασανίστως προΐεσθαι, ἀλλ’ ἀπογυμνοῦν
τὰ κρυπτὰ τῆς καρδίας τοῖς πεπιστευμένοις τῶν983

31

.

988

ἀδελφῶν εὐσπλάγχνως καὶ συμπαθῶς ἐπιμελεῖσθαι τῶν ἀσθενούντων. Οὕτω γὰρ τὸ μὲν ἐπαινετὸν βε‐ βαιοῦται, τὸ δὲ ἀδόκιμον τῆς προσηκούσης θεραπείας ἀξιωθήσεται· ἔκ τε τῆς τοιαύτης συνασκήσεως
5διὰ τῆς κατὰ μικρὸν προσθήκης ἡ τελείωσις ἡμῖν προσγενήσεται.
7tΕΡΩΤΗΣΙΣ ΚΖʹ.
8tὍτι δεῖ καὶ τὸν προεστῶτα ὑπομιμνήσκεσθαι παρὰ
9tτῶν προεχόντων ἐν τῇ ἀδελφότητι, εἴποτε
10tσφαλῇ.
11tΑΠΟΚΡΙΣΙΣ
12 Ὥσπερ δὲ ὁ προεστὼς ὑπεύθυνός ἐστιν ὁδηγεῖν εἰς πάντα τὴν ἀδελφότητα, οὕτω πάλιν καὶ τοῖς λοιποῖς ἐπιβάλλει, ἄν ποτε ὑποπτευθῇ τι περὶ τὸν
15προεστῶτα πλημμέλημα, ὑπομιμνήσκειν αὐτόν. Ὥστε δὲ μὴ λυθῆναι τὴν εὐταξίαν, τοῖς προέχουσι τήν τε ἡλικίαν καὶ τὴν σύνεσιν ἐπιτρέπειν χρὴ τὴν ὑπόμνησιν. Ἐὰν μὲν οὖν ᾖ τι διορθώσεως ἄξιον, τόν τε ἀδελφὸν ὠφελήσαμεν, καὶ ἑαυτοὺς δι’
20ἐκείνου, τὸν οἱονεὶ κανόνα τοῦ ἡμετέρου βίου ὄντα, καὶ τῇ ἑαυτοῦ ὀρθότητι τὸ ἐνδιάστροφον ἡμῶν δι‐ ελέγχειν ὀφείλοντα πρὸς τὸ εὐθὺ καταρτίσαντες· ἐὰν δὲ μάτην τινὲς ἐπ’ αὐτῷ ταραχθῶσι πληροφορη‐ θέντες διὰ τῆς φανερώσεως τῶν οὐ μετ’ ἀληθείας
25ὑποπτευθέντων, τῆς ἐπ’ αὐτῷ διακρίσεως ἀπαλλάσ‐ σονται.
28tΕΡΩΤΗΣΙΣ ΚΗʹ.
29tΠῶς χρὴ διακεῖσθαι τοὺς πάντας περὶ τὸν
30tἀπειθῆ.
31tΑΠΟΚΡΙΣΙΣ.
32 Τῷ μέντοι ὀκνηρῶς διακειμένῳ πρὸς τὴν ὑπακοὴν τῶν ἐντολῶν τοῦ Κυρίου πρῶτον μὲν συμπάσχειν πάντας χρὴ ὡς νενοσηκότι μέλει, καὶ ταῖς ἰδίαις
35παραινέσεσι τὸν προεστῶτα πειρᾶσθαι αὐτοῦ τὴν ἀῤῥωστίαν ἐπανορθοῦσθαι· ἐπιμένοντα δὲ τῇ ἀπει‐ θείᾳ καὶ τὴν διόρθωσιν μὴ δεχόμενον ἐμβριθέστερον ἐλέγχειν ἐπὶ πάσης τῆς ἀδελφότητος, καὶ μετὰ πά‐ σης παρακλήσεως προσάγειν αὐτῷ τὰς ἰατρείας·
40μὴ ἐντρεπόμενον δὲ μετὰ πολλὴν νουθεσίαν, μηδὲ ἰώμενον ἑαυτὸν ἐν τοῖς ἔργοις, ὡς αὐτὸν ἑαυτοῦ λυμεῶνα ὄντα, κατὰ τὴν παροιμίαν, μετὰ πολ‐ λῶν μὲν δακρύων καὶ θρήνων, ὅμως δ’ οὖν ὡς δι‐ εφθαρμένον μέλος καὶ παντελῶς ἄχρηστον, κατὰ
45τὴν τῶν ἰατρῶν μίμησιν, τοῦ κοινοῦ σώματος ἀπο‐ κόπτειν. Καὶ γὰρ κἀκεῖνοι, ὅπερ ἂν εὕρωσι τῶν μελῶν ἀνιάτῳ πάθει προειλημμένον, ὡς μὴ ἐπὶ πολὺ χυθῆναι τὴν βλάβην κατὰ τὸ συνεχὲς τὰ πα‐ ρακείμενα διαφθείρουσαν, τομαῖς καὶ καύσεσιν

31

.

988

(50)

ἐξαιρεῖν εἰώθασιν. Ὅπερ καὶ ἡμῖν ἐπὶ τῶν ἐχθραι‐ νόντων ἢ ἐμποδιζόντων ταῖς ἐντολαῖς τοῦ Κυρίου ἐξ
ἀνάγκης ἐστὶ ποιεῖν, κατὰ τὸ πρόσταγμα αὐτοῦ τοῦ985

31

.

989

Κυρίου εἰπόντος· Ἐὰν ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζῃ σε, ἔξελε αὐτὸν, καὶ βάλε ἀπὸ σοῦ. Ἡ γὰρ ἐπὶ τῶν τοιούτων φιλανθρωπία παραπλησία ἐστὶ τῇ ἀπαιδεύτῳ χρηστότητι τοῦ Ἠλεὶ, ᾗπερ ἐπὶ
5τῶν υἱῶν παρὰ τὸ ἀρέσκον τῷ Θεῷ χρησάμενος ἐλέγχεται. Προδοσία οὖν ἐστι τῆς ἀληθείας, καὶ ἐπι‐ βουλὴ τοῦ κοινοῦ, καὶ ἐθισμὸς πρὸς ἀδιαφορίαν κα‐ κῶν, ἡ πρὸς τοὺς πονηρευομένους ἐσχηματισμένη χρηστότης, μηκέτι μὲν γινομένου τοῦ γεγραμμένου·
10Διὰ τί οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας; συμβαίνοντος δὲ ἐξ ἀνάγκης τοῦ ἐπιφερομένου, ὅτι Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. Τοὺς δὲ ἁμαρτάνοντας, φησὶν ὁ Ἀπόστολος, ἐνώπιον πάν‐
15των ἔλεγχε· καὶ τὴν αἰτίαν εὐθὺς ἐπάγει, λέγων· Ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν. Ὅλως δὲ ὁ μὴ καταδεχόμενος τὴν παρὰ τοῦ προεστῶτος θεραπείαν προσαγομένην αὐτῷ ἀσύμ‐ φωνός ἐστι καὶ αὐτὸς ἑαυτῷ. Εἰ γὰρ ὑποταγῆναι
20οὐ καταδέχεται, καὶ τὸ ἑαυτοῦ θέλημα ἐκδικεῖ, τί καὶ ἐστὶ μετ’ αὐτοῦ; τί καὶ προστάτην αὐτὸν τῆς ἑαυτοῦ ζωῆς ἐπιγράφεται; Καταδεξάμενος δὲ ἅπαξ ἐγκαταλεγῆναι τῷ σώματι τῆς ἀδελφότητος, ἐὰν κριθῇ σκεῦος γενέσθαι ὑπουργικὸν, κἂν
25ὑπὲρ δύναμιν τὸ ἐπίταγμα εἶναι δοκῇ, ἐπιῤῥίψας τὸ κρῖμα τῷ παρὰ δύναμιν ἐπιτάσσοντι, τὸ εὐπει‐ θὲς καὶ ὑπήκοον ἄχρι θανάτου ἐπιδεικνύσθω, μεμνη‐ μένος τοῦ Κυρίου, ὅτι ἐγένετο Ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Τὸ δὲ ἀφηνιάζειν,
30καὶ ἀντιλέγειν, πολλῶν κακῶν ἀπόδειξιν ἔχει, πί‐ στεως νόσον, ἐλπίδος ἐνδοιασμὸν, ὄγκον τε καὶ ὑπερηφανίαν ἤθους. Οὔτε γὰρ ἀπειθεῖ τις μὴ πρό‐ τερον καταγνοὺς τοῦ συμβουλεύσαντος, οὔτε μὴν ὁ πιστεύων ταῖς ἐπαγγελίαις τοῦ Θεοῦ, καὶ βεβαίαν
35ἔχων ἐπ’ αὐταῖς τὴν ἐλπίδα, κἂν ἐπίπονα ᾖ τὰ προσ‐ τεταγμένα, ἀποκνήσει ποτὲ πρὸς αὐτά· εἰδὼς, Ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι. Καὶ ὁ πεπεισμέ‐ νος, ὅτι ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται, πλείονα
40προθυμίαν ἐπιδείκνυται τῆς τοῦ ἐπιτάξαντος προσδο‐ κίας, εἰδὼς ὅτι, Τὸ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται.
44tΕΡΩΤΗΣΙΣ ΚΘʹ.
45tΠερὶ τοῦ μετὰ ἐπάρσεως ἣ γογγυσμοῦ ἐργαζο‐
46tμένου.
47tΑΠΟΚΡΙΣΙΣ.
48Τοῦ μέντοι γογγύσαντος ἢ ἐπὶ ἐπάρσει ἐφευ‐987

31

.

992

ρεθέντος δεῖ τὴν ἐργασίαν μὴ καταμίγνυσθαι τῇ παρὰ τῶν ταπεινῶν τῇ καρδίᾳ καὶ συντετριμμένων τῷ πνεύματι γινομένῃ ἐργασίᾳ, καὶ ὅλως μὴ ἀναλίσκε‐ σθαι παρὰ τοῖς εὐλαβέσι. Διότι τὸ ὑψηλὸν ἐν
5ἀνθρώποις βδέλυγμά ἐστιν ἐνώπιον τοῦ Θεοῦ. Καὶ ἄλλο παράγγελμα τοῦ Ἀποστόλου, λέγον‐ τος· Μηδὲ γογγύζετε, καθάπερ τινὲς αὐτῶν ἐγόγ‐ γυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ· καὶ τὸ, Μὴ ἐκ λύπης, ἢ ἐξ ἀνάγκης. Ἀπρόσδεκτον
10οὖν τὸ τῶν τοιούτων ἔργον, ὡς θυσία ἐπίμωμος· ὅπερ ἐγκαταμιγῆναι τῇ τῶν λοιπῶν ἐργασίᾳ οὐκ εὐαγές. Εἰ γὰρ οἱ πῦρ ἀλλότριον προσάγοντες τῷ θυσιαστηρίῳ τοσαύτης ὀργῆς ἐπειράθησαν, πῶς οὐκ ἐπικίνδυνον ἀπὸ ἐχθρᾶς τῷ Θεῷ διαθέσεως ἔργον εἰς
15τὴν οἰκονομίαν τῶν ἐντολῶν παραδέχεσθαι; Τίς γὰρ μετοχὴ, φησὶ, δικαιοσύνῃ καὶ ἀνομίᾳ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; Διόπερ φησίν· Ὁ ἄνομος, ὁ θύων μοι μόσχον, ὡς ὁ ἀποκτείνων κύνα· καὶ ὁ προσφέρων σεμίδαλιν, ὡς αἷμα
20ὕειον. Ὅθεν ἀναγκαίως τὰ τοῦ ὀκνηροῦ καὶ ἀντι‐ λόγου ἔργα ἀλλοτριωτέον τῆς ἀδελφότητος. Καὶ τούτου τοῦ μέρους ἀκριβῶς ἐπιμελεῖσθαι δεῖ τοὺς προεστῶτας, ἵνα μήτε αὐτοὶ παραφθείρωσι τὸ δόγμα τοῦ εἰπόντος· Πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός
25μοι ἐλειτούργει· οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου, ποιῶν ὑπερηφανίαν· μήτε τὸν τῇ ἐντολῇ τὴν ἁμαρτίαν ἐπιμιγνύντα, καὶ μολύνοντα τὴν ἐργασίαν ῥᾳθυμίᾳ τοῦ κόπου, ἢ ἐπάρσει τοῦ πλεονεκτήματος, οἰκοδομῶσιν ἐπιμένειν τῇ διαστροφῇ δι’ ὧν αὐτοὶ
30προσδέχονται, οὐκ ἐῶντες αὐτὸν εἰς συναίσθησιν τῶν οἰκείων κακῶν ἐφικνεῖσθαι. Χρὴ οὖν καὶ τὸν προεστῶτα πεπεῖσθαι, ὅτι τὸ μὴ κατὰ λόγον προ‐ στῆναι τοῦ ἀδελφοῦ βαρεῖαν αὐτῷ καὶ ἀπαραίτητον τὴν ὀργὴν ἐπάγει· τὸ γὰρ αἷμα αὐτοῦ ἐκ τῶν χειρῶν
35αὐτοῦ ἐκζητηθήσεται, καθὼς γέγραπται· καὶ τὸν ὑπήκοον οὕτω παρεσκευάσθαι, ὡς πρὸς μηδὲν ἐπίταγμα, μηδὲ τὸ χαλεπώτατον, ἀποκνεῖν, πε‐ πεισμένον, ὅτι ὁ μισθὸς πολὺς ἐν τοῖς οὐρανοῖς. Τὸν μὲν οὖν ὑπακούοντα εὐφραινέτω ἡ ἐλπὶς τῆς δόξης,
40ἵνα ἐν πάσῃ χαρᾷ καὶ ὑπομονῇ τὸ ἔργον τοῦ Κυρίου γένηται.
42tΕΡΩΤΗΣΙΣ Λʹ.
43tΠοταπῇ διαθέσει χρὴ τῶν ἀδελφῶν ἐπιμελεῖσθαι
44tτοὺς προεστῶτας.
45tΑΠΟΚΡΙΣΙΣ.
46Τὸν δὲ προεστῶτα μὴ ἐπαιρέτω τὸ ἀξίωμα, ἵνα
μὴ καὶ αὐτὸς ἐκπέσῃ τοῦ μακαρισμοῦ τῆς ταπεινο‐989

31

.

993

φροσύνης, ἢ καὶ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου· ἀλλ’ ἐκεῖνο πεπείσθω, ὅτι ἡ τῶν πλειόνων ἐπιμέλεια πλειόνων ἐστὶν ὑπηρεσία. Ὡς οὖν ὁ πολλοῖς ὑπηρετῶν τετραυματισμένοις, καὶ
5ἀποξύων μὲν τοὺς ἰχῶρας ἑνὸς ἑκάστου τραύματος, προσάγων δὲ τὰ βοηθήματα κατὰ τὴν ἰδιότητα τῆς ὑποκειμένης κακώσεως, οὐχὶ ἐπάρσεως ἀφορμὴν τὴν ὑπηρεσίαν λαμβάνει, ἀλλὰ μᾶλλον ταπεινώσεως, ἀγωνίας τε καὶ ἀγῶνος· οὕτω καὶ πολλῷ πλέον
10ὁ τὰ ἀσθενήματα ἰᾶσθαι τῆς ἀδελφότητος πιστευ‐ θεὶς, ὡς πάντων ὑπηρέτης, καὶ ὑπὲρ πάντων λό‐ γον δώσων, διανοεῖσθαι καὶ ἀγωνιᾷν ὀφείλει. Τούτῳ γὰρ τῷ τρόπῳ κατορθωθήσεται αὐτῷ ὁ σκο‐ πὸς, τοῦ Κυρίου εἰπόντος· Εἴ τις θέλει ἐν ὑμῖν
15εἶναι πρῶτος, ἔστω ἁπάντων ἔσχατος, καὶ πάν‐ των διάκονος.
17tΕΡΩΤΗΣΙΣ ΛΑʹ.
18tὍτι δεῖ καταδέχεσθαι τὴν παρὰ τοῦ προεστῶ‐
19tτος ὑπηρεσίαν.
21 Χρὴ μέντοι καὶ τὴν σωματικὴν ὑπηρεσίαν παρὰ τῶν προέχειν δοκούντων ἐν τῇ ἀδελφότητι προσαγο‐ μένην τοὺς πολλοὺς καταδέχεσθαι. Ὁ γὰρ τῆς τα‐ πεινοφροσύνης λόγος καὶ τῷ μείζονι τὸ ὑπηρετεῖν
25ὑποβάλλει, καὶ τῷ ἐλάττονι τὸ ὑπηρετεῖσθαι οὐκ ἀφαρμόζον δείκνυσι. Τὸ γὰρ ὑπόδειγμα τοῦ Κυρίου πρὸς τοῦτο ἡμᾶς ὁδηγεῖ, τοῦ μὲν νίψαι τοὺς πό‐ δας τῶν ἑαυτοῦ μαθητῶν μὴ ἀπαξιώσαντος, τῶν δὲ πρὸς τοῦτο μὴ τολμησάντων ἐνστῆναι. Ἀλλὰ καὶ
30ὁ διὰ πολλὴν εὐλάβειαν τὰ πρῶτα μὴ καταδεξάμε‐ νος Πέτρος εὐθέως ἑαυτὸν πρὸς τὴν ὑπακοὴν μετ‐ έβαλε, τὸν ἐκ τῆς ἀπειθείας κίνδυνον διδαχθείς. Οὐκ ἔστιν οὖν φόβος τῷ ὑπηκόῳ, μὴ λυθῇ αὐτῷ τῆς ταπεινοφροσύνης σκοπὸς, ὑπηρετουμένῳ ποτὲ παρὰ
35τοῦ μείζονος. Διδασκαλίας γὰρ αὐτῷ ἕνεκεν, καὶ ὑποδείγματος ἐνεργοῦς μᾶλλον, ἢ καὶ χρείας πολλάκις ἀναγκαίας ἡ ὑπηρεσία προσάγεται. Ἐν οὖν τῇ ὑπακοῇ καὶ τῇ μιμήσει τὸ ταπεινὸν ἐπιδεικνύ‐ σθω. Καὶ μὴ ἀντιδιατιθέμενος, σχήματι ταπεινο‐
40φροσύνης, ὑπερηφανίας ἔργον καὶ ἀλαζονείας ποιεί‐ τω. Ἡ γὰρ ἀντιλογία τὸ αὐτοκρατορικὸν καὶ τὸ ἀνυπότακτον δείκνυσι. Φυσιώσεως οὖν μᾶλλον καὶ καταφρονήσεως ἀπόδειξιν ἔχει, ἀλλ’ οὐχὶ ταπεινό‐ τητος καὶ τῆς ἐν πᾶσιν ὑπακοῆς. Διόπερ ἀναγκαῖον
45πείθεσθαι τῷ εἰπόντι· Ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ.
47tΕΡΩΤΗΣΙΣ ΛΒʹ.
48tΠῶς δεῖ πρὸς τοὺς κατὰ σάρκα οἰκείους δια‐
49tκεῖσθαι.
50tΑΠΟΚΡΙΣΙΣ.
51Χρὴ μέντοι τοὺς ἅπαξ παραδεχθέντας εἰς τὴν991

31

.

996

ἀδελφότητα μὴ ἐπιτρέπεσθαι παρὰ τοῦ προεστῶτος πρὸς μηδὲν ἀπομετεωρίζεσθαι· μηδὲ προφάσει οἰκείων ἐπισκέψεως ἀναχωρεῖν τῶν ἀδελφῶν, καὶ ἀμάρτυρον ζωὴν διάγειν, μήτε φροντίδας συγχω‐
5ρεῖσθαι ἔχειν ἐν τῇ προστασίᾳ τῶν συγγενῶν κατὰ σάρκα. Ὅλως μὲν γὰρ ἀποδοκιμάζει ὁ λόγος τὸ ἐμὸν καὶ τὸ σὸν ἐν ἀδελφότητι λέγεσθαι· Ἦν γὰρ, φησὶ, πάντων τῶν πιστευσάντων καρδία καὶ ψυχὴ μία· καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ
10ἔλεγεν ἴδιον εἶναι. Οἱ οὖν κατὰ σάρκα τινὸς γονεῖς, ἢ ἀδελφοὶ, εἰ μὲν κατὰ Θεὸν ζῶσιν, ὑπὸ πάντων τῶν ἐν τῇ ἀδελφότητι ὡς κοινοὶ πατέρες ἢ οἰκεῖοι θερα‐ πευέσθωσαν. Ὅστις γὰρ ἂν ποιῇ, φησὶν ὁ Κύριος, τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, οὗ‐
15τος ἀδελφός μου καὶ ἀδελφὴ καὶ μήτηρ ἐστί. Καὶ τούτων δὲ τὴν ἐπιμέλειαν διαφέρειν δοκιμάζομεν τῷ προεστῶτι τῆς ἀδελφότητος. Εἰ δὲ ἐμπεπλεγμέ‐ νοι εἰσὶ τῷ κοινῷ βίῳ, οὐδεὶς ἡμῖν κοινὸς πρὸς αὐ‐ τοὺς λόγος, τοῖς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ Κυ‐
20ρίῳ ἀπερισπάστως κατορθοῦν ἐσπουδακόσι. Πρὸς γὰρ τῷ ἐκείνοις μηδὲν παρέχειν ὄφελος, ἔτι καὶ τὴν ἑαυτῶν ζωὴν θορύβων καὶ ταραχῆς πληροῦμεν, καὶ ἁμαρτιῶν ἀφορμὰς ἐπισπώμεθα. Ἀλλὰ οὐδὲ ἐρχομένους εἰς ἐπίσκεψιν τῶν ποτὲ οἰκείων,
25τοὺς καταφρονοῦντας τῶν ἐντολῶν τοῦ Θεοῦ, καὶ τὸ ἔργον τῆς εὐσεβείας ἐξουθενοῦντας, ἀκόλουθον παρα‐ δέχεσθαι, ὡς οὐκ ἀγαπῶντας τὸν Κύριον τὸν εἰπόντα· Ὁ μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ. Τίς δὲ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; ἢ τίς μερὶς
30πιστῷ μετὰ ἀπίστου; Καὶ ὅτι μάλιστα δεῖ παντὶ τρόπῳ σπουδάζειν περιαιρεῖν τῶν ἔτι ἐν γυμνασίᾳ τῶν κατορθωμάτων τὰς πρὸς τὸ ἁμαρτάνειν ἀφορμὰς, ὧν μεγίστη ἐστὶν ἡ μνήμη τοῦ προτέρου βίου, μήποτε πάθωσι τὸ
35εἰρημένον ὅτι, Ἐστράφησαν ταῖς καρδίαις αὐτῶν εἰς Αἴγυπτον· ὅπερ ἐν τῇ συνεχεῖ ὁμιλίᾳ τῶν κατὰ σάρκα οἰκείων ὡς τὰ πολλὰ γίνεται. Καθόλου δὲ οὔτε οἰκεῖον οὔτε ξένον ἐπιτρέπειν χρὴ λόγους τινὰς προσάγειν τοῖς ἀδελφοῖς, ἐὰν μὴ πεισθῶμεν
40περὶ αὐτῶν, ὅτι πρὸς οἰκοδομὴν καὶ καταρτισμὸν τῶν ψυχῶν ποιοῦνται τὰς διαλέξεις. Εἰ δὲ χρεία γένοιτο λόγου πρὸς τοὺς ἅπαξ συνεμπεσόντας, παρὰ τῶν πεπιστευμένων τὸ τοῦ λόγου χάρισμα γινέσθω, ὡς ἐχόντων δύναμιν μετ’ ἐπιστήμης εἰπεῖν καὶ
45ἀκοῦσαι πρὸς οἰκοδομὴν τῆς πίστεως· σαφῶς τοῦ Ἀποστόλου διδάσκοντος μὴ πᾶσι παρεῖναι τὴν τοῦ λόγου δύναμιν, ἀλλ’ ὀλίγοις ὑπάρχειν τὸ χάρισμα, δι’ ὧν φησιν· ᾯ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδο‐ ται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως· καὶ

31

.

996

(50)

ἀλλαχοῦ· Ἵνα δυνατὸς ᾖ παρακαλεῖν ἐν τῇ993

31

.

997

ὑγιαινούσῃ διδασκαλίᾳ, καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν.
4tΕΡΩΤΗΣΙΣ ΛΓʹ.
5tΤίς ὁ τρόπος τῆς πρὸς τὰς ἀδελφὰς συντυχίας.
6tΑΠΟΚΡΙΣΙΣ.
7 Ὁ ἅπαξ γάμον ἀπαρνησάμενος ἀπαρνήσεται, δη‐ λονότι, πολὺ πρότερον τὰς μερίμνας, ἅς φησιν ὁ Ἀπόστολος μεριμνᾷν τὸν γεγαμηκότα, πῶς ἀρέσει
10τῇ γυναικὶ αὑτοῦ, καὶ καθαρίσει ἑαυτὸν παντά‐ πασι πάσης μερίμνης τῆς πρὸς ἀρέσκειαν γυναικὸς γινομένης, φοβούμενος τὸ κρῖμα τοῦ εἰπόντος ὅτι, Ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων. Ὥστε πρὸς ἀρέσκειαν μὲν οὐδὲ ἀνδρὶ συντυχεῖν ἀνέξεται·
15ἕνεκεν δὲ τῆς κατ’ ἐντολὴν Θεοῦ ὀφειλομένης ἑκά‐ στῳ παρὰ τοῦ πλησίον σπουδῆς τῆς χρείας ἀπαι‐ τούσης ἐπὶ τὴν συντυχίαν ἐλεύσεται. Οὐ μὴν οὐδὲ τοῖς βουλομένοις ἁπλῶς ἐφίεσθαι χρὴ τὴν συντυ‐ χίαν, οὐδὲ καιρὸς πρὸς ταύτην, οὐδὲ τόπος πᾶς
20ἐπιτήδειος. Ἀλλ’ εἴ γε μέλλοιμεν κατὰ τὸ πρόσταγ‐ μα τοῦ Ἀποστόλου ἀπρόσκοποι γίνεσθαι καὶ Ἰου‐ δαίοις, καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, πάντα δὲ εὐσχημόνως καὶ κατὰ τάξιν, καὶ πάντα πρὸς οἰκοδομὴν ποιεῖν, ἀνάγκη καὶ πρόσωπον, καὶ
25καιρὸν, καὶ χρείαν, καὶ τόπον κατ’ ἐκλογὴν ἀφ‐ ωρίσθαι πρεπόντως· δι’ ὧν ἁπάντων ὑπονοίας μὲν πονηρᾶς καὶ σκιὰ πᾶσα ἐξελαθήσεται, σεμνότη‐ τος δὲ καὶ σωφροσύνης ἀπόδειξις ἐν παντὶ τρόπῳ ἐπιφανήσεται τοῖς δοκιμασθεῖσιν ὁρᾷν ἀλλήλους,
30καὶ βουλεύεσθαι περὶ τῶν ἀρεσκόντων Θεῷ κατά τε τὴν σωματικὴν χρείαν καὶ τὴν τῶν ψυχῶν ἐπιμέ‐ λειαν. Ἔστωσαν δὲ μὴ ἐλάττους τῶν δύο ἐξ ἑκατέ‐ ρου μέρους· τὸ γὰρ ἓν πρόσωπον εὐεπηρέαστον εἰς ὑποψίαν, ἵνα μὴ πλέον τι λέγω καὶ ἀσθενέστερον
35πρὸς τὴν τῶν λεγομένων βεβαίωσιν, σαφῶς τῆς Γραφῆς διαγορευούσης ἐπὶ δύο καὶ τριῶν ἵστα‐ σθαι πᾶν ῥῆμα· μήτε τῶν τριῶν πλείους, ὥστε μὴ τὴν σπουδὴν τῆς φιλεργίας τῆς διὰ τὴν ἐντολὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ γινομένης ἐμπο‐
40δίζεσθαι. Εἰ δέ τινας τῶν ἄλλων τῶν ἐν τῇ ἀδελφό‐ τητι χρεία γένοιτο εἰπεῖν ἢ καὶ ἀκοῦσαί τι ἰδίᾳ τινὶ διαφέρον, μὴ αὐτοὶ ἐκεῖνοι εἰς ὁμιλίαν ἐρχέσθωσαν ἀλλήλοις· οἱ δὲ ἐπιλεγέντες πρεσβύτεροι ταῖς ἐπι‐
45λεγείσαις πρεσβυτέραις τὰ παρ’ αὐτῶν διακονείτω‐
σαν, καὶ οὕτω διὰ τῆς τούτων μεσιτείας ἡ τοῦ λό‐995

31

.

1000

γου χρεία πληρούσθω. Ἡ δὲ αὐτὴ εὐταξία οὐ μόνον ἐν γυναιξὶ πρὸς ἄνδρας, ἢ ἀνδράσι πρὸς γυ‐ ναῖκας, ἀλλὰ καὶ ἐν τοῖς ὁμογενέσι πρὸς τοὺς ὁμο‐ γενεῖς φυλασσέσθω. Οὗτοι μὲν οὖν ἔστωσαν μετὰ
5τῆς ἄλλης ἐν πᾶσιν εὐλαβείας τε καὶ σεμνότητος, καὶ συνετοὶ πρός τε ἐπερώτησιν καὶ ἀπόκρισιν, πιστοί τε καὶ φρόνιμοι πρὸς τὴν τῶν λεγομένων οἰκονομίαν, καὶ πληροῦντες τό· Οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει, ὥστε καὶ τοῖς ἐμ‐
10πιστεύουσιν αὐτοῖς ὁμοῦ τήν τε χρείαν πληροῦσθαι, καὶ τὴν πληροφορίαν ὑπάρχειν περὶ τῶν ἐν αὐτοῖς κι‐ νουμένων. Ὑπηρετείτωσαν δὲ καὶ ταῖς τοῦ σώματος χρείαις ἄλλοι τινὲς, καὶ αὐτοὶ μετὰ δοκιμασίας, τήν τε ἡλικίαν προήκοντες καὶ τὸ σχῆμα καὶ τὸ
15ἦθος σεμνοὶ, πρὸς τὸ μὴ πλῆξαί τινος συνειδὸς εἰς ὑποψίαν κακήν. Ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρί‐ νεται ὑπὸ ἄλλης συνειδήσεως;
18tΕΡΩΤΗΣΙΣ ΛΔʹ.
19tΠοταποὺς χρὴ εἶναι τοὺς τὰ πρὸς τὴν χρείαν
20tοἰκονομοῦντας ἐν τῇ ἀδελφότητι.
21tΑΠΟΚΡΙΣΙΣ.
22 Καὶ τῶν ἔσω δὲ τὰ πρὸς τὴν χρείαν ἐπινεμόν‐ των ἐν ἑκάστῳ τάγματι πάντως ἔσονταί τινες οἱ δυνάμενοι μιμεῖσθαι τοὺς ἐν ταῖς Πράξεσι ποιοῦντας
25τὸ εἰρημένον ὅτι, Διεδίδοτο ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχε· πρόνοιαν ποιούμενοι πολλὴν τοῦ τε εὐσπλάγχνου καὶ μακροθύμου πρὸς πάντας, καὶ τοῦ μήτε ὑποψίαν δοῦναί τινι προσπαθείας, ἢ προσκλί‐ σεως πρός τινας, κατὰ τὸ παράγγελμα τοῦ Ἀπο‐
30στόλου εἰπόντος· Μηδὲν ποιῶν κατὰ πρόσκλισιν, ἢ πάλιν φιλονεικίας ἣν ὡς ἀνοίκειον Χριστιανοῖς ὁ αὐτὸς ἀποπέμπεται εἰπών· Εἴ τις δοκεῖ φιλόνει‐ κος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ Ἐκκλησίαι τοῦ Θεοῦ· ὡς διὰ τούτων τῶν
35μὲν ὑφαιρεῖσθαι τὴν χρείαν, πρὸς οὓς ἂν φιλονείκως ἔχωσι, τῶν δὲ ὑπερβαλεῖν, οἷς ἂν προσκεκλιμέ‐ νοι τυγχάνωσιν. Ἔστι δὲ τὸ μὲν μισαδελφίας, τὸ δὲ προσπαθείας, τῆς μάλιστα διαβεβλημένης, ἐξ ὧν ἡ μὲν ἐξ ἀγάπης σύμπνοια τῆς ἀδελφότητος δια‐
40σπᾶται, ὑποψίαι δὲ πονηραὶ, καὶ ζῆλοι, καὶ ἔριδες, καὶ ὄκνοι πρὸς τὰς ἐργασίας ἀντεισέρχονται.
44Προσπαθείας μὲν οὖν καὶ φιλονεικίας διά τε τὰ
45εἰρημένα καὶ ἄλλα πολλὰ τοιαῦτα ἐπισυμβαίνοντα
καθαρεύειν εἰς ἄκρον ἀναγκαῖον τοὺς τὰ πρὸς τὴν997

31

.

1001

χρείαν ἐπινέμοντας τῇ ἀδελφότητι. Διάθεσίν γε μὴν τοιαύτην ἑαυτοῖς συνειδέναι ὀφείλουσι, καὶ σπουδὴν τοσαύτην ἐπιδείκνυσθαι αὐτοί τε καὶ οἱ τὴν ἄλλην ἐργασίαν πρὸς τὴν τῶν ἀδελφῶν ὑπηρεσίαν ἐκτε‐
5λοῦντες, ὡς οὐκ ἀνθρώποις, ἀλλ’ αὐτῷ τῷ Κυρίῳ ἐξ‐ υπηρετούμενοι, τῷ διὰ πολλὴν ἀγαθότητα εἰς ἑαυτὸν λογιζομένῳ τὴν εἰς τοὺς ἀνακειμένους αὐτῷ τιμήν τε καὶ σπουδὴν, καὶ βασιλείας οὐρανῶν κλη‐ ρονομίαν ὑπὲρ τούτων ἐπαγγελλομένῳ. Δεῦτε γὰρ,
10φησὶν, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονο‐ μήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ὅτι ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Καὶ ἐκ τοῦ ἐναντίου τῆς ἀμελείας
15γνωρίζειν τὸν κίνδυνον, μεμνημένους τοῦ εἰπόντος· Ἐπικατάρατος πᾶς ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμε‐ λῶς. Ὅτι οὐ μόνον τῆς βασιλείας ἐκβάλλονται, ἀλλὰ καὶ τὴν τοῦ Κυρίου φρικώδη καὶ φοβερὰν ἐκεί‐ νην ἐκδέχονται κατὰ τῶν τοιούτων ἀπόφασιν· Πορεύ‐
20εσθε ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Εἰ δὲ οἱ τὴν ἐπιμέλειαν καὶ τὴν ὑπηρεσίαν προσάγοντες τοσοῦτον μὲν τῆς σπουδῆς τὸ κέρδος εὑρίσκουσι, τοσοῦτον δὲ τῆς ἀμελείας τὸ
25κρῖμα ἐκδέχονται· πόσου ἀγῶνος χρεία τοῖς ὑποδε‐ χομένοις τὴν ὑπηρεσίαν πρὸς τὸ ἀξίους ἑαυτοὺς ἀπο‐ δεῖξαι τῆς τῶν ἀδελφῶν τοῦ Κυρίου προσηγορίας; διὰ τῆς τοῦ Κυρίου διδασκαλίας, εἰπόντος· Ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Πατρός μου
30τοῦ ἐν οὐρανοῖς, οὗτός μου καὶ ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν. Ἐπεὶ ὅ γε μὴ τὸ θέλημα τοῦ Θεοῦ διὰ παντὸς τοῦ βίου σκοπὸν προθέμενος, ὥστε καὶ ἐν ὑγείᾳ τὸν κόπον τῆς ἀγάπης διὰ τῆς σπουδῆς τῶν
35τοῦ Κυρίου ἔργων ἐνδείκνυσθαι, καὶ ἐν ἀῤῥωστίᾳ πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς ἐπι‐ δείκνυσθαι, κίνδυνον ἔχει· πρῶτον μὲν καὶ μέγιστον, ὅτι τοῦ Κυρίου ἀπηλλοτρίωται, καὶ τῆς τῶν ἀδελφῶν αὐτοῦ μερίδος, διὰ τὸ μὴ ποιεῖν τὸ θέλημα τοῦ Θεοῦ,
40ἑαυτὸν ἀποσχίσας· δεύτερον δὲ, ὅτι ἀναξίως μετέχειν τολμᾷ τῶν τοῖς ἀξίοις ἡτοιμασμένων. Διόπερ ἀναγ‐ καῖον καὶ ἐν τούτῳ μεμνῆσθαι τοῦ Ἀποστόλου εἰπόν‐ τος· Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς· καὶ τοὺς
45εἰς τόπον ἀδελφῶν τοῦ Κυρίου κληθέντας μὴ καθ‐ υβρίσαι τὴν τοιαύτην τοῦ Θεοῦ χάριν, μηδὲ προδοῦναι τὸ τοσοῦτον ἀξίωμα διὰ τῆς ἀμελείας τῶν τοῦ Θεοῦ θελημάτων, ὑπακοῦσαι δὲ μᾶλλον τῷ αὐτῷ Ἀπο‐ στόλῳ λέγοντι· Παρακαλῶ ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν

31

.

1001

(50)

Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως, ἧς ἐκλή‐
θητε.999

31

.

1004

(1t)

ΕΡΩΤΗΣΙΣ ΛΕʹ.
2tΕἰ χρὴ ἐν τῇ αὐτῇ κώμῃ πλείονας ἀδελφότητας
3tσυγκροτεῖσθαι.
4tΑΠΟΚΡΙΣΙΣ.
5 Τὸ ὑπόδειγμα τῶν μελῶν ἐπὶ πολλὰ ἀγομένων χρησίμως ἡμῖν διαρθροῖ τὸ προκείμενον. Ἐπεὶ οὖν ἔδειξεν ὁ λόγος, ὅτι τῷ μέλλοντι σώματι καλῶς καὶ κατὰ λόγον πρὸς πᾶσαν ἐνέργειαν συνηρμόσθαι χρεία ὀφθαλμῶν, καὶ γλώσσης, καὶ τῶν λοιπῶν, ὅσα ἀναγ‐
10καῖα καὶ κυριώτατα, χαλεπὸν δὲ καὶ δυσεύρετον ψυχὴ δυναμένη εἶναι ὀφθαλμὸς πλειόνων. Εἰ γὰρ καὶ προορατικὸν, καὶ ἐν λόγῳ τὸ αὔταρκες ἔχοντα, καὶ νηφαλέον, καὶ εὔσπλαγχνον, καὶ ἐν τελείᾳ καρδίᾳ ἐκζητοῦντα τὰ δικαιώματα τοῦ Θεοῦ, τὸν προεστῶτα
15τῆς ἀδελφότητος ἐπιζητεῖ ἡ ἀκρίβεια, πῶς δυνατὸν ἐν τῇ αὐτῇ κώμῃ τοιούτων πλειόνων ἐπιτυχεῖν; Εἰ δὲ καὶ συμβαίη ποτὲ εὑρεθῆναι δύο ἢ τρεῖς, ὅπερ οὐκ εὔκολον οὐδὲ ἔγνωμέν ποτε· πολλῷ βέλτιον κοινω‐ νεῖν ἀλλήλοις τοῦ φροντίσματος τούτους καὶ ἐπικου‐
20φίζειν τὸν πόνον· ὡς ἐν τῇ τοῦ ἄλλου ἀποδημίᾳ, ἢ ἀσχολίᾳ, ἢ ἐν ἄλλαις τισὶ περιστάσεσι, καθὼς χωρίζεσθαι συμβαίνει τῆς ἀδελφότητος τὸν ἕνα τὸν προεστῶτα, εἶναι τὸν ἕτερον εἰς παραμυθίαν τῆς ἀπολείψεως· ἢ εἰ μὴ τοῦτο, ἀπιέναι εἰς ἄλλην ἀδελ‐
25φότητα δεομένην τοῦ ὁδηγήσοντος. Πολλὰ δὲ καὶ ἡ τῶν ἔξωθεν πραγμάτων πεῖρα εἰς τὸν προκείμενον σκοπὸν ὠφελεῖν ἡμᾶς δύναται. Ὡς οὖν καὶ οἱ τῶν κοινῶν τεχνῶν ἔμπειροι ζηλοτύπως ἔχουσι πρὸς τοὺς ἀντιτέχνους, αὐτοῦ τοῦ πράγματος, κατὰ τὸ λαν‐
30θάνον, τὰς φιλονεικίας ἐμποιεῖν πεφυκότος· οὕτω καὶ ἐπὶ τῆς τοιαύτης ζωῆς, ὡς τὰ πολλὰ, συμβαίνει γίνε‐ σθαι. Ἀρχόμενοι γὰρ ἀπὸ τοῦ διαμιλλᾶσθαι εἰς τὸ καλὸν καὶ σπουδάζειν ἀλλήλους ὑπερβαλέσθαι, ἢ ἐν ταῖς ξενοδοχίαις, ἢ ἐν τῇ αὐξήσει τοῦ ἀριθμοῦ
35τῶν συνασκουμένων, ἢ ἐν ἄλλοις τισὶ τοιούτοις ἔρ‐ γοις, προϊόντες εἰς ἐριθείας ἐκπίπτουσιν. Εἶτα τοῖς μὲν ἐπιδημοῦσι τῶν ἀδελφῶν πολλὴν ἀμφιβολίαν συμβαίνειν γίνεσθαι καὶ δυσκολίαν ἀντὶ ἀναπαύσεως, μεριζομένοις τὸν λογισμὸν, πρὸς τίνας χρὴ καταχθῆ‐
40ναι· ἥ τε γὰρ προτίμησις λυπηρὰ, καὶ τὸ ἀμφοτέ‐ ρους πληροφορῆσαι ἀδύνατον, καὶ μάλιστα ὅταν ἐπει‐ γόμενοι τυγχάνωσι· τοῖς δὲ ἐξ ἀρχῆς προσιοῦ‐ σιν εἰς τὸ συζῇν πολλὴν ἀδημονίαν παρέξουσι, τίνας δεῖ προεστῶτας τῆς ἑαυτῶν ζωῆς ἑλέσθαι, καὶ
45πάντως ἐκ τοῦ τινας αἱρεῖσθαι, τοὺς λοιποὺς ἀπο‐
δοκιμάζειν1001

31

.

1005

Εὐθὺς οὖν αὐτοὺς ἀπὸ τῆς πρώτης εἰς ἔπαρσιν συμβαίνει βλάπτεσθαι, οὐχὶ τυποῦντας ἑαυτοὺς εἰς μάθησιν, ἀλλ’ ἐθιζομένους κριτὰς καὶ δοκιμαστὰς τῆς ἀδελφότητος γίνεσθαι. Ὁπότε τοίνυν ἀγαθὸν μὲν
5οὐδὲν ὁμολογούμενόν ἐστιν ἐν τῇ διαιρέσει τῶν οἰκή‐ σεων, τὰ δὲ ὑπεναντία τοσαῦτα, τὸ χωρίζεσθαι ἀπ’ ἀλλήλων παντελῶς ἀσύμφορον. Εἰ δὲ προειλῆφθαί τινα συμβαίη, ἐπείγεσθαι χρὴ πρὸς τὴν διόρθω‐ σιν, καὶ μάλιστα μετὰ τὴν πεῖραν τῶν βλαβερῶν. Τὸ
10δὲ ἐπιμένειν τῇ κρίσει φιλονεικία σαφής. Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, φησὶν ὁ Ἀπόστολος, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ Ἐκκλη‐ σίαι τοῦ Θεοῦ. Τίνος γὰρ ἕνεκεν φήσουσιν εἰς τὴν συνάφειαν κωλύεσθαι; Πότερον χρειῶν; Ἀλλὰ πολλῷ
15εὐπορώτεραί εἰσιν ἐν τῇ κοινωνίᾳ, ἑνὸς λύχνου, καὶ μιᾶς ἑστίας, καὶ πάντων τῶν τοιούτων τοῖς πᾶσιν ἐπαρκέσαι δυναμένων. Χρὴ γὰρ, εἴπερ τι ἕτερον, καὶ τὴν ἐν τούτοις εὐχέρειαν μεταδιώκειν ἐκ παντὸς τρό‐ που, ἐπὶ τὸ ἔλαττον τὰς κτήσεις τῶν ἀναγκαίων
20συστέλλοντας. Ἔπειτα καὶ τῶν ἔξωθεν τὰς χρείας ἐπεισαγόντων τῇ ἀδελφότητι, ἐν μὲν τῇ διαιρέσει πλειόνων χρεία, ἐν δὲ τῇ συνοικήσει τῶν ἡμίσεων. Ὅπως δὲ δύσκολόν ἐστιν εὑρεθῆναι ἄνδρα μὴ καται‐ σχύνοντα τὸ ὄνομα τοῦ Χριστοῦ, ἀλλ’ ἀξίαν τοῦ
25ἐπαγγέλματος τὴν τῶν ἔξωθεν συντυχίαν ἐν ταῖς ἀποδημίαις ποιούμενον, γνώριμον ὑμῖν πρὸ τῶν ἐμῶν λόγων. Εἶτα οἱ ἐπιμένοντες τῇ διαστάσει πῶς δύναν‐ ται τοὺς ἐν τῷ κοινῷ βίῳ οἰκοδομεῖν, ἢ πρὸς εἰρήνην συνελαύνοντες, εἴ ποτε δέοι, ἢ πρὸς τὰς
30ἄλλας ἐντολὰς παρακαλοῦντες, ὑπονοίας πονηρὰς ἐκ τοῦ μὴ ἡνῶσθαι καθ’ ἑαυτῶν παρεχόμενοι; Καὶ πρὸς τούτοις ἀκούομεν τοῦ Ἀποστόλου γράφοντος Φιλιππησίοις, ὅτι Πληρώσατέ μου τὴν χαρὰν, ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες,
35σύμψυχοι, τὸ ἓν φρονοῦντες, μηδὲν κατ’ ἐριθείαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν· μὴ τὰ ἑαυτῶν σκοποῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστοι.
41 Τίς οὖν μείζων ἀπόδειξις ταπεινοφροσύνης τοῦ ἀλλήλοις ὑποταγῆναι τοὺς προεστῶτας τῆς ἀδελ‐ φότητος; Εἴτε γὰρ ἴσοι εἰσὶν ἐν τοῖς πνευματικοῖς χαρίσμασι, κάλλιόν ἐστιν ἡ συνάθλησις. Ὥσπερ
45οὖν ὑπέδειξεν ἡμῖν αὐτὸς ὁ Κύριος, ἀνὰ δύο δύο ἀπο‐ στείλας· καὶ ὁ ἕτερος αὐτῶν αἱρήσεται πάντως μετὰ χαρᾶς ὑποτετάχθαι τῷ ἑτέρῳ, μεμνημένος τοῦ Κυ‐ ρίου λέγοντος, ὅτι Ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσε‐
ται. Εἰ δὲ τὸν μὲν ἐλαττοῦσθαι, τὸν δὲ ὑπερ‐1003

31

.

1008

έχειν συμβαίνει, ὠφελιμώτερόν ἐστι προσληφθῆναι ὑπὸ τοῦ ἰσχυροτέρου τὸν ἀσθενέστερον. Πῶς δὲ καὶ οὐχὶ φανερὰ παρακοή ἐστι τοῦ ἀποστολικοῦ παραγ‐ γέλματος, τοῦ λέγοντος· Μὴ τὰ ἑαυτῶν ἕκαστοι
5σκοποῦντες, ἀλλὰ καὶ ἑτέρων ἕκαστοι; Λο‐ γίζομαι γὰρ μὴ εἶναι δυνατὸν ἐν τῇ διαιρέσει τοῦτο κατορθωθῆναι, ἑκάστου τάγματος τὴν μὲν ὑπὲρ τῶν συνόντων μέριμναν ἰδιοποιουμένου, τῆς δὲ ὑπὲρ τῶν ἄλλων φροντίδος ἠλλοτριωμένου, ὅπερ, ὡς εἶπον,
10σαφῶς ἐναντιοῦται τῷ ἀποστολικῷ παραγγέλματι. Καὶ τῶν ἐν ταῖς Πράξεσιν ἁγίων πολλάκις μαρτυ‐ ρουμένων, περὶ ὧν γέγραπται, ποτὲ μὲν ὅτι, Τοῦ πλήθους τῶν πιστευσάντων ἦν καρδία καὶ ψυχὴ μία· ποτὲ δὲ ὅτι, Πάντες οἱ πιστεύσαντες
15ἦσαν ἐπὶ τὸ αὐτὸ, καὶ εἶχον ἅπαντα κοινά· πρό‐ δηλον ὅτι οὐδεμία διάστασις ἦν ἐν τοῖς πᾶσιν, οὔτε ἐν ἐξουσίᾳ ἑαυτοῦ διῆγεν ἕκαστος, ἀλλὰ ὑπὸ μίαν καὶ τὴν αὐτὴν οἱ πάντες ᾠκονομοῦντο φροντίδα· καὶ ταῦτα ἐν ὅλοις πεντακισχιλίοις τὸν ἀριθμὸν, ἐφ’ ὧν
20ἴσως οὐκ ὀλίγα ἦν τὰ κατὰ τὸν ἀνθρώπινον λογισμὸν ἐμποδίζειν δοκοῦντα τῇ συναφείᾳ. Ὅπου δὲ τοσοῦ‐ τον ἐλαττοῦνται οἱ καθ’ ἑκάστην κώμην εὑρισκόμε‐ νοι, τίς ἐπιτρέπει λόγος διεστάναι αὐτοὺς ἀπ’ ἀλλή‐ λων; Εἴθε δὲ ἦν δυνατὸν μὴ μόνον τοὺς ἐν τῇ αὐτῇ
25κώμῃ ἐπὶ τὸ αὐτὸ συνηγμένους οὕτως εἶναι, ἀλλὰ καὶ πλείους ἀδελφότητας, ἐν διαφόροις καθεστώσας τό‐ ποις, ὑπὸ μιᾷ φροντίδι τῶν δυναμένων ἀπροσ‐ κλίτως καὶ σοφῶς οἰκονομεῖν τὰ πάντων ἐν τῇ ἑνό‐ τητι τοῦ πνεύματος καὶ τῷ συνδέσμῳ τῆς εἰρήνης
30οἰκοδομεῖσθαι.
32tΕΡΩΤΗΣΙΣ Λϛʹ.
33tΠερὶ τῶν ἀναχωρούντων ἀπὸ ἀδελφότητος.
34tΑΠΟΚΡΙΣΙΣ.
35 Τούς γε μὴν ἅπαξ καθομολογησαμένους ἀλλήλοις τὴν ἐπὶ τὸ αὐτὸ ζωὴν ἀδιαφόρως ἀναχωρεῖν οὐχ οἷόν τε· διότι τὸ μὴ ἐπιμένειν τοῖς δεδογμένοις δύο αἰτίας ἔχει, ἢ τὴν ἐκ τῆς συνοικήσεως βλάβην, ἢ τὸ ἄστα‐ τον τῆς γνώμης τοῦ μεταβαλλομένου. Ὁ μὲν
40οὖν διὰ τὸ βλάπτεσθαι ἀποσπώμενος ἀδελφῶν μὴ κρυπτέτω καθ’ ἑαυτὸν τὴν αἰτίαν, ἀλλ’ ἐλεγχέτω τὴν βλάβην, κατὰ τὸν τρόπον τὸν παρὰ τοῦ Κυρίου παραδοθέντα, εἰπόντος· Ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ
45μόνου, καὶ τὰ ἑξῆς. Καὶ ἐὰν μὲν διορθωθῇ τὸ ἐπι‐ ζητούμενον παρ’ αὐτοῦ, τούς τε ἀδελφοὺς ἐκέρδησε,
καὶ τὴν κοινωνίαν αὐτῶν οὐκ ἀτιμάζει· ἐὰν δὲ ἐπι‐1005

31

.

1009

μένοντας αὐτοὺς τῷ κακῷ καὶ μὴ καταδεχομένους τὴν διόρθωσιν ἴδῃ, τοῖς τὰ τοιαῦτα κρίνειν ἱκανοῖς ἐπιδείξει· καὶ μετὰ τὴν τῶν πλειόνων μαρτυ‐ ρίαν τότε χωριζέσθω. Χωρισθήσεται δὲ οὐκέτι ἀδελ‐
5φῶν, ἀλλὰ ἀλλοτρίων, τοῦ Κυρίου τὸν ἐπιμένοντα τῷ κακῷ ἐθνικῷ καὶ τελώνῃ συγκρίνοντος. Ἔστω γάρ σοι, φησὶν, ὁ τοιοῦτος ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης. Εἰ δὲ διὰ ἰδίαν κουφότητα ἀποπηδᾷ τῆς συναφείας τῶν ἀδελφῶν, τὸ ἑαυτοῦ ἀσθενὲς θε‐
10ραπευσάτω, ἢ μὴ καταδεξάμενος, ἀπρόσδεκτος ἔστω ταῖς ἀδελφότησιν. Ἐὰν δὲ διὰ ἐντολὴν τοῦ Κυ‐ ρίου ἄλλος ἀλλαχοῦ ἕλκηται, οὐ χωρίζονται οἱ τοιοῦ‐ τοι, ἀλλ’ οἰκονομίαν πληροῦσιν. Ἄλλην δὲ αἰτίαν χωρισμοῦ ἀδελφῶν ὁ λόγος οὐ καταδέχεται· πρῶτον
15μὲν, ὅτι τὸ συναγαγὸν ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀτιμάζεται· ἔπειτα δὲ, ὅτι οὐδὲ ἡ συνείδησις ἑκάστου πρὸς τὸν ἕτερον καθαρεύειν δυ‐ νήσεται, ἀλλὰ δι’ ὑποψίας ἀλλήλοις ἔσονται. Τοῦτο δὲ ἐναντιοῦται σαφῶς τῷ προστάγματι τοῦ Κυρίου
20εἰπόντος· Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ· ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε· πρῶ‐ τον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν
25πρόσφερε τὸ δῶρόν σου.
26tΕΡΩΤΗΣΙΣ ΛΖʹ·
27tΕἰ δεῖ προφάσει τῶν προσευχῶν καὶ τῆς ψαλμῳ‐
28tδίας ἀμελεῖν τῶν ἔργων, καὶ ποῖοι καιροὶ τῆς
29tπροσευχῆς ἐπιτήδειοι, καὶ πρῶτον, εἰ χρὴ ἐρ‐
30tγάζεσθαι.
31tΑΠΟΚΡΙΣΙΣ.
32 Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λέγοντος, Ἄξιος, οὐχ ἁπλῶς ἕκαστος, οὐδὲ ὡς ἔτυχεν, ἀλλ’ Ὁ ἐργάτης τῆς τροφῆς αὑτοῦ ἐστι· καὶ τοῦ Ἀποστόλου προσ‐
35τάσσοντος κοπιᾷν καὶ ἐργάζεσθαι ταῖς ἰδίαις χερσὶ τὸ ἀγαθὸν, ἵνα ἔχωμεν μεταδιδόναι τῷ χρείαν ἔχοντι, τὸ μὲν, ὅτι χρὴ ἐργάζεσθαι σπουδαίως, δῆλόν ἐστιν αὐτόθεν. Οὐ γὰρ πρόφασιν ἀργίας, οὐδὲ ἀπο‐ φυγὴν πόνου τὸν τῆς εὐσεβείας σκοπὸν ἡγεῖσθαι
40χρὴ, ἀλλὰ ὑπόθεσιν ἀθλήσεως, καὶ πόνων περισσο‐ τέρων, καὶ ὑπομονῆς τῆς ἐν θλίψεσιν, ἵνα καὶ ἡμῖν ἐξῇ λέγειν· Ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις περισσοτέρως, ἐν λιμῷ καὶ δίψει· οὐ μόνον διὰ τὸν ὑπωπιασμὸν τοῦ σώματος χρησίμου οὔσης ἡμῖν
45τῆς τοιαύτης ἀγωγῆς, ἀλλὰ καὶ διὰ τὴν εἰς τὸν πλησίον ἀγάπην, ἵνα καὶ τοῖς ἀσθενοῦσι τῶν ἀδελ‐ φῶν δι’ ἡμῶν ὁ Θεὸς τὴν αὐτάρκειαν παρέχῃ, κατὰ τὸν ἐν ταῖς Πράξεσιν ὑπὸ τοῦ Ἀποστόλου δεδομένον τύπον, εἰπόντος· Πάντα ὑπέδειξα ὑμῖν, ὅτι

31

.

1009

(50)

οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθε‐
νούντων· καὶ πάλιν· Ἵνα ἔχητε μεταδιδόναι τῷ1007

31

.

1012

χρείαν ἔχοντι· ὅπως καταξιωθῶμεν ἀκοῦσαι· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβο‐ λῆς κόσμου. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐδώκατέ μοι πίνειν.
5 Καὶ ὅσον μὲν κακόν ἐστι τὸ τῆς ἀργίας, τί χρὴ λέγειν, τοῦ Ἀποστόλου φανερῶς παραγγέλλον‐ τος, τὸν μὴ ἐργαζόμενον μηδὲ ἐσθίειν; Ὡς οὖν ἀναγκαῖον ἑκάστῳ ἡ καθημερινὴ τροφὴ, οὕτως ἀναγ‐ καῖον καὶ τὸ κατὰ δύναμιν ἔργον. Οὐ γὰρ μάτην ὁ
10Σολομὼν ἐν ἐπαίνῳ ἔγραψε τό· Σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγε. Καὶ πάλιν περὶ ἑαυτοῦ ὁ Ἀπόστολος, ὅτι Οὔτε δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος, ἀλλ’ ἐν κόπῳ καὶ μόχθῳ, νυκτὸς καὶ ἡμέρας ἐργαζό‐ μενοι· καίτοι ἔχων ἐξουσίαν, τὸ Εὐαγγέλιον καταγ‐
15γέλλων, ἐκ τοῦ Εὐαγγελίου ζῇν. Καὶ ὁ Κύριος δὲ τὴν ὀκνηρίαν τῇ πονηρίᾳ συνῆψεν, εἰπών· Πονηρὲ δοῦλε καὶ ὀκνηρέ. Ἀλλὰ καὶ ὁ σοφὸς Σολομὼν οὐ μόνον ἐπαινεῖ τὸν ἐργαζόμενον διὰ τῶν μνημονευ‐ θέντων, ἀλλὰ καὶ ἐλέγχει τὸν ὀκνηρὸν συγκρίσει τῶν
20μικροτάτων ζώων, λέγων· Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ. Ὥστε φοβεῖσθαι χρὴ, μήποτε ἡμῖν τοῦτο καὶ ἐν ἡμέρᾳ κρίσεως προενεχθῇ, τοῦ δεδωκότος ἡμῖν τὴν πρὸς τὸ ἐργάζεσθαι δύναμιν, ἀναλογοῦσαν τῇ δυνάμει τὴν ἐργασίαν ἐπιζητοῦντος. Διότι
25ᾯ παρέθεντο, φησὶ, πολὺ, περισσότερον ἀπαιτή‐ σουσιν αὐτόν. Ἐπεὶ δέ τινες προφάσει τῶν εὐ‐ χῶν καὶ τῆς ψαλμῳδίας παραιτοῦνται τὰ ἔργα, εἰδέναι δεῖ, ὅτι ἐπὶ μὲν ἄλλων τινῶν ἑκάστου καιρός ἐστιν ἴδιος, κατὰ τὸν Ἐκκλησιαστὴν εἰπόντα· Καιρὸς
30τῷ παντὶ πράγματι· προσευχῆς δὲ καὶ ψαλμῳδίας, ὥσπερ οὖν καὶ ἑτέρων πλειόνων, πᾶς καιρὸς ἐπιτή‐ δειος, ὥστε μεταξὺ τὰς χεῖρας κινοῦντα πρὸς τὰ ἔργα, ποτὲ μὲν καὶ τῇ γλώσσῃ, ὅταν τοῦτο ᾖ δυνα‐ τὸν, μᾶλλον δὲ χρήσιμον πρὸς οἰκοδομὴν τῆς
35πίστεως· εἰ δὲ μή γε, τῇ καρδίᾳ ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς τὸν Θεὸν ἀνυμνεῖν. καθὼς γέγραπται, καὶ τὴν προσευχὴν μεταξὺ τοῦ ἔργου πληροῦν· εὐχαριστοῦντες μὲν τῷ δεδωκότι καὶ δύναμιν χειρῶν πρὸς ἔργα, καὶ σοφίαν διανοίας
40πρὸς ἀνάληψιν τῆς ἐπιστήμης, καὶ τὴν ὕλην χαρι‐ σαμένῳ, τήν τε ἐν τοῖς ἐργαλείοις, καὶ τὴν ὑποκειμέ‐ νην ταῖς τέχναις, ἅσπερ ἂν τύχωμεν ἐργαζόμε‐ νοι· προσευχόμενοι δὲ κατευθυνθῆναι τὰ ἔργα τῶν χειρῶν ἡμῶν πρὸς τὸν σκοπὸν τῆς πρὸς Θεὸν εὐ‐
45αρεστήσεως.
Οὕτω καὶ τὸ ἀμετεώρεστον τῇ ψυχῇ κατ‐1009

31

.

1013

ορθοῦμεν, ὅταν ἐφ’ ἑκάστῃ ἐνεργείᾳ τήν τε εὐοδίαν τῆς ἐργασίας παρὰ Θεοῦ αἰτῶμεν, καὶ τὴν εὐχαρι‐ στίαν τῷ δεδωκότι τὸ ἐνεργεῖν ἀποπληρῶμεν, καὶ τὸν σκοπὸν τῆς πρὸς αὐτὸν εὐαρεστήσεως φυλάσ‐
5σωμεν, καθὰ προείρηται. Ἐπεὶ, εἰ μὴ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, πῶς δύναται συμβαίνειν ἀλλήλοις τὰ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένα, τό τε Ἀδιαλείπτως προσεύχεσθε, καὶ τὸ, Νύκτα καὶ ἡμέραν ἐργαζό‐ μενοι; Οὐ μὴν ἐπειδὴ ἡ ἐν παντὶ καιρῷ εὐχαρι‐
10στία καὶ νόμῳ προστέτακται, καὶ ἀναγκαία ἡμῶν τῇ ζωῇ δέδεικται κατά τε φύσιν καὶ λόγον, παρορᾶσθαι δεῖ τοὺς διατετυπωμένους καιροὺς τῶν προσευχῶν ἐν ταῖς ἀδελφότησιν, οὓς ἀναγκαίως ἐξελεξάμεθα, ἑκάστου ἰδίαν τινὰ ὑπόμνησιν τῶν παρὰ τοῦ Θεοῦ
15ἀγαθῶν ἔχοντος· τὸν μὲν ὄρθρον, ὥστε τὰ πρῶτα κινήματα τῆς ψυχῆς, καὶ τοῦ νοῦ, ἀναθήματα εἶναι Θεοῦ, καὶ μηδὲν ἕτερον ἀναλαμβάνειν εἰς φροντίδα, πρὶν ἢ τῇ παρὰ Θεοῦ ἐννοίᾳ ἐνευφρανθῆναι, καθὼς γέγραπται· Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράν‐
20θην· μηδὲ σῶμα κινῆσαι πρὸς ἐργασίαν, πρὶν ποιῆ‐ σαι τὸ εἰρημένον, ὅτι Πρὸς σὲ προσεύξομαι, Κύ‐ ριε· καὶ τὸ πρωὶ εἰσακούσῃ τῆς φωνῆς μου· τὸ πρωὶ παραστήσομαί σοι, καὶ ἐπόψομαι· πά‐ λιν δὲ κατὰ τὴν τρίτην ὥραν εἰς τὴν προσευχὴν ἀν‐
25ίστασθαι, καὶ ἐπισυνάγειν τὴν ἀδελφότητα, κἂν τύ‐ χωσιν ἄλλοι πρὸς ἄλλα ἔργα μεμερισμένοι· καὶ ὑπο‐ μνησθέντας τῆς τοῦ Πνεύματος δωρεᾶς, τῆς κατὰ τὴν τρίτην ὥραν τοῖς ἀποστόλοις δεδομένης, προσκυ‐ νῆσαι πάντας ὁμοθυμαδὸν, εἰς τὸ ἀξίους γενέσθαι
30καὶ αὐτοὺς τῆς ὑποδοχῆς τοῦ ἁγιασμοῦ, καὶ αἰτοῦν‐ τας τὴν παρ’ αὐτοῦ ὁδηγίαν καὶ διδασκαλίαν πρὸς τὸ συμφέρον, κατὰ τὸν εἰπόντα· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγ‐ καίνισον ἐν τοῖς ἐγκάτοις μου· μὴ ἀποῤῥίψῃς
35με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ· ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύ‐ ματι ἡγεμονικῷ στήριξόν με· καὶ ἀλλαχοῦ· Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐ‐ θείᾳ· καὶ οὕτω πάλιν τῶν ἔργων ἔχεσθαι.
40 Κἂν ποῤῥωτέρω δέ που διὰ τὴν τῶν ἔργων ἢ τῶν τόπων φύσιν διάγοντες ἀπολειφθῶσι, πληροῦν ἀναγκαίως ὀφείλουσιν ἐκεῖ ἕκαστα τὰ κοινῇ δόξαν‐ τα, μηδὲν διακρινόμενοι· ὅτι Ὅπου ἂν ὦσι δύο ἢ τρεῖς συνηγμένοι, φησὶν ὁ Κύριος, εἰς τὸ ἐμὸν
45ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Ἐν δὲ τῇ ἕκτῃ ὥρᾳ κατὰ μίμησιν τῶν ἁγίων ἀναγκαίαν εἶναι τὴν προσευχὴν ἐκρίναμεν, τῶν λεγόντων· Ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας διηγήσομαι καὶ ἀπαγγελῶ,
καὶ εἰσακούσεται τῆς φωνῆς μου· καὶ ὥστε ῥυσθῆ‐1011

31

.

1016

ναι ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ, ἅμα καὶ τοῦ ψαλμοῦ τοῦ ἐνενηκοστοῦ λεγομένου· Ἡ δὲ ἐννάτη παρ’ αὐτῶν ἡμῖν τῶν ἀποστόλων ἐν ταῖς Πράξεσιν ἀναγκαία εἰς προσευχὴν παραδέδο‐
5ται ἱστορούσαις, ὅτι Πέτρος καὶ Ἰωάννης ἀν‐ έβαινον εἰς τὸ ἱερὸν Ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην. Συμπληρωθείσης δὲ τῆς ἡμέρας, ἡ εὐχαριστία περὶ τῶν ἐν αὐτῇ δεδομένων ἡμῖν ἢ κατ‐ ωρθωμένων ἡμῖν, καὶ τῶν παρεθέντων ἡ ἐξ‐
10αγόρευσις, εἴτε ἑκούσιον, εἴτε ἀκούσιον, εἴτε που καὶ λανθάνον πλημμέλημα γέγονεν, ἢ ἐν ῥήμασιν, ἢ ἐν ἔργοις, ἢ κατ’ αὐτὴν τὴν καρδίαν, περὶ πάντων ἐξιλεουμένων ἡμῶν διὰ τῆς προσευχῆς τὸν Θεόν. Μέγα γὰρ ὄφελος ἡ ἐπίσκεψις τῶν παρελθόντων πρὸς
15τὸ μὴ τοῖς ὁμοίοις αὖθις περιπεσεῖν. Διό φησιν· Ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοί‐ ταις ὑμῶν κατανύγητε. Καὶ πάλιν, τῆς νυκτὸς ἀρχομένης, ἡ αἴτησις τοῦ ἀπρόσκοπον ἡμῖν καὶ φαντασιῶν ἐλευθέραν
20ὑπάρξαι τὴν ἀνάπαυσιν· λεγομένου καὶ ἐν ταύτῃ τῇ ὥρᾳ ἀναγκαίως τοῦ ἐνενηκοστοῦ ψαλμοῦ. Τὸ δὲ μεσονύκτιον Παῦλος καὶ Σίλας ἡμῖν ἀναγκαῖον εἰς προσευχὴν παραδεδώκασιν, ὡς ἡ τῶν Πράξεων ἱστορία παρίστησι, λέγουσα· Κατὰ δὲ τὸ μεσονύ‐
25κτιον Παῦλος καὶ Σίλας ὕμνουν τὸν Θεόν· καὶ ὁ Ψαλμῳδὸς λέγων· Μεσονύκτιον ἐξεγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δι‐ καιοσύνης σου. Καὶ πάλιν χρὴ προφθάσαντας τὸν ὄρθρον εἰς τὴν προσευχὴν διανίστασθαι, ὡς μὴ ἐν
30ὕπνῳ καὶ κοίτῃ ὑπὸ τῆς ἡμέρας καταληφθῆναι, κατὰ τὸν εἰπόντα· Προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον τοῦ μελετᾷν τὰ λόγιά σου. Ὧν οὐδένα χρὴ καιρὸν τοῖς ἐπιτετηρημένως εἰς δόξαν Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ προαιρουμένοις ζῇν παρορᾶσθαι. Χρη‐
35σιμεύειν δὲ λογίζομαι τὴν ἐν ταῖς προσευχαῖς καὶ ψαλμῳδίαις κατὰ τὰς ἐπικεκριμένας ὥρας δια‐ φοράν τε καὶ ποικιλίαν, καὶ κατ’ ἐκεῖνο, ὅτι ἐν μὲν τῇ ὁμαλότητι πολλάκις που καὶ ἀκηδιᾷ ἡ ψυχὴ, καὶ ἀπομετεωρίζεται· ἐν δὲ τῇ ἐναλλαγῇ καὶ τῷ
40ποικίλῳ τῆς ψαλμῳδίας καὶ τοῦ περὶ ἑκάστης ὥρας λόγου νεαροποιεῖται αὐτῆς ἡ ἐπιθυμία καὶ ἀνα‐ καινίζεται τὸ νηφάλιον.
42tΕΡΩΤΗΣΙΣ ΛΗʹ.
43tΔείξαντος ἱκανῶς τοῦ λόγου καὶ τὴν προσευ‐
44tχὴν ἀπαράλειπτον, καὶ τὸ ἐργάζεσθαι ἀναγ‐
45tκαῖον, ἀκόλουθον διδαχθῆναι ἡμᾶς ποῖαι τέ‐
46tχναι τῷ ἐπαγγέλματι ἡμῶν ἁρμόζουσιν.
47tΑΠΟΚΡΙΣΙΣ.
48Ἰδικῶς μὲν ἀφορίσαι τέχνας τινὰς οὐκ εὔκολον,
διὰ τὸ ἄλλας παρ’ ἄλλοις ἐπιζητεῖσθαι κατὰ1013

31

.

1017

τὴν ἰδιότητα τῶν τόπων καὶ τὴν ἐπιτηδειότητα τῶν ἐν ἑκάστῃ χώρᾳ πραγματειῶν· κοινῷ δὲ λόγῳ τὴν ἐκλογὴν τούτων ὑποτυπώσασθαι δυνατὸν, ὅσαι τὸ εἰρηνικὸν καὶ τὸ ἀθόρυβον τῆς ζωῆς ἡμῶν συν‐
5τηροῦσι, μήτε πολλῆς πραγματείας εἰς τὸν πορισμὸν τῆς οἰκείας ὕλης δεόμεναι, μήτε πολλοῦ τοῦ ἀγῶνος πρὸς τὴν τῶν ἀπεργασθέντων διάπρασιν, μήτε ὅσαι συντυχίας ἡμῖν ἀνδρῶν ἢ γυναικῶν ἀπρεπεῖς ἢ βλα‐ βερὰς προξενοῦσιν· ἀλλ’ ἐν παντὶ σκοπὸν οἰκεῖον
10ἡμῖν προκεῖσθαι νομίζειν χρὴ τὴν λιτότητα, καὶ τὴν εὐτέλειαν, φεύγοντας τὸ ὑπηρετεῖν ἐπιθυμίαις ἀνθρώπων ἀνοήτοις καὶ βλαβεραῖς, διὰ τοῦ τὰ ἐπι‐ ζητούμενα παρ’ αὐτῶν ἐξεργάζεσθαι. Ἀλλ’ ἐν μὲν τῇ ὑφαντικῇ, τὸ ἐμπολιτευόμενον τῇ συνηθείᾳ τοῦ
15βίου, οὐ τὸ πρὸς ἄγραν καὶ παγίδα τῶν νέων ὑπὸ τῶν ἀκολάστων ἐπινοούμενον, παραδεκτέον ἡμῖν. Ὁμοίως δὲ καὶ ἐπὶ σκυτοτομικῆς τοῖς τὰ ἀναγκαῖα τῆς χρείας ἐπιζητοῦσι διὰ τῆς τέχνης ὑπηρετήσωμεν. Οἰκοδομικὴ δὲ, καὶ τεκτονικὴ, καὶ χαλκευτικὴ, καὶ
20γεωργία, αὐταὶ μὲν καθ’ ἑαυτὰς ἀναγκαῖαι τῷ βίῳ, καὶ πολὺ τὸ χρήσιμον παρεχόμεναι, καὶ τῷ οἰκείῳ λόγῳ οὐκ ἀπόβλητοι ἡμῖν· πλὴν ὅταν ποτὲ ἢ θορύ‐ βους ἡμῖν ἐμποιῶσιν, ἢ τὸ ἡνωμένον τῆς ζωῆς τῶν ἀδελφῶν διασπῶσι, τότε αὐτὰς ἐξ ἀνάγκης
25ἐκκλίνωμεν· προτιμῶντες τὰς τέχνας τὰς διατηρού‐ σας ἡμῖν τὴν ἀπερίσπαστον ζωὴν καὶ εὐπάρεδρον τῷ Κυρίῳ, καὶ μήτε καιροῦ ψαλμῳδίας, μήτε προσ‐ ευχῆς, μήτε τῆς λοιπῆς εὐταξίας ἀφελκούσας τοὺς τῇ ἀσκήσει τῆς εὐσεβείας προσκαρτεροῦντας. Ἐπεὶ,
30ὅταν γε μηδὲν ὑπάρχῃ παρ’ αὐτῶν εἰς τὴν προηγου‐ μένην ζωὴν καταβλάπτεσθαι, πολλῶν εἰσι προτι‐ μότεραι, καὶ μάλιστα ἡ γεωργία, αὐτόθεν ἔχουσα τῶν ἀναγκαίων τὸν πορισμὸν, καὶ τῆς ἐπὶ πολὺ πλάνης, καὶ ἄνω καὶ κάτω διαδρομῆς ῥυομένη τοὺς
35γεωργοῦντας, μόνον εἰ, καθ’ ὃν εἴπομεν τρόπον, μήτε ἀπὸ γειτόνων μήτε ἀπὸ συνοίκων θορύβους ἡμῖν ἐπάγει καὶ ταραχάς.
40tΕΡΩΤΗΣΙΣ ΛΘʹ.
41tΠῶς χρὴ ποιεῖσθαι τῶν ἐκ τῆς ἐργασίας τὴν διά‐
42tπρασιν, καὶ πῶς ἀποδημεῖν
43tΑΠΟΚΡΙΣΙΣ.
44Χρὴ δὲ σπουδάζειν καὶ τὰ ἐκ τῶν ἐργασιῶν μὴ
45μακράν που διατίθεσθαι, μήτε δημοσιεύειν ἑαυ‐ τοὺς τῆς πράσεως ἕνεκεν. Εὐπρεπεστέρα γὰρ ἡ ἐφ’ ἑνὸς τόπου διαγωγὴ, καὶ ὠφελιμωτέρα πρός τε τὴν οἰκοδομὴν ἀλλήλων καὶ ἀκριβῆ συντήρησιν τοῦ καθ’ ἡμέραν βίου, ὥστε αἱρεῖσθαι μᾶλλον καὶ ὑφαι‐

31

.

1017

(50)

ρεῖν τι τῆς ἀξίας, ἢ ὑπὲρ ὀλίγου κέρδους ὑπερ‐1015

31

.

1020

ορίους ἀποδημεῖν. Ἐὰν δὲ τοῦτο ἀδύνατον ἡ πεῖρα δείξῃ, ἐκλέγεσθαι καὶ τόπους καὶ πόλεις ἀνδρῶν εὐ‐ λαβῶν, ὡς μὴ ἄκαρπον ἡμῖν τὴν ἀποδημίαν γίνε‐ σθαι, καὶ ἐν ταῖς ἀποδεδειγμέναις πανηγύρεσι πλείο‐
5νας ὁμοῦ συνδραμεῖν τῶν ἀδελφῶν, ἕκαστον τὰ ἐκ τῆς οἰκείας ἐργασίας ἐπιφερόμενον. Καὶ κοινὴν μὲν τὴν ἀποδημίαν στέλλεσθαι, ὡς καὶ τὴν ὁδὸν μετὰ ψαλμῶν καὶ προσευχῶν καὶ τῆς ἐν ἀλλήλοις οἰκοδομῆς ἐκτελεῖν· καὶ ἐπὶ τὸν τόπον δὲ γενο‐
10μένους, τὰς αὐτὰς αἱρεῖσθαι καταγωγὰς τῆς τε ἀλ‐ λήλων φυλακῆς ἕνεκεν, καὶ τοῦ μηδένα καιρὸν προσ‐ ευχῆς, μήτε ἡμερινὸν μήτε νυκτερινὸν, ἡμᾶς δια‐ φεύγειν, καὶ τὰς τῶν δυσσυναλλάκτων καὶ πλεον‐ εκτικῶν συντυχίας ἀβλαβέστερον διαβῆναι μετὰ
15πλειόνων ὄντα ἢ καθ’ ἑαυτόν. Παραιτοῦνται γὰρ πολλοὺς ἔχειν τὰς ἀδικίας μάρτυρας καὶ οἱ βιαιό‐ τατοι.
18tΕΡΩΤΗΣΙΣ Μʹ.
19tΠερὶ τῶν ἐν συνόδοις πραγματειῶν.
20tΑΠΟΚΡΙΣΙΣ.
21 Ἀλλ’ οὐδὲ τὰς ἐν τοῖς μαρτυρίοις γινομένας ἀγο‐ ρασίας οἰκείας ἡμῖν ὁ λόγος δείκνυσιν. Οὐ γὰρ ἄλ‐ λου τινὸς ἕνεκεν ἐν τοῖς μαρτυρίοις ἢ ἐν τοῖς περὶ αὐτὰ τόποις φαίνεσθαι ἐπιβάλλει Χριστιανοῖς, ἢ
25προσευχῆς ἕνεκεν καὶ τοῦ εἰς ὑπόμνησιν ἐλθόντας τῆς τῶν ἁγίων ὑπὲρ εὐσεβείας μέχρι θανάτου ἐνστά‐ σεως πρὸς τὸν ζῆλον τὸν ὅμοιον προτραπῆναι· με‐ μνημένους τῆς φοβερωτάτης ὀργῆς τοῦ Κυρίου, ὅτι, καίπερ πάντοτε καὶ πανταχοῦ πραῢς ὢν, καὶ
30ταπεινὸς τῇ καρδίᾳ, καθὼς γέγραπται, μόνοις τοῖς περὶ τὸ ἱερὸν πωλοῦσι καὶ ἀγοράζουσι τὴν μάστιγα ἐπανετείνατο, ὡς τῆς ἐμπορίας τὸν οἶκον τῆς προσευχῆς μεταποιούσης εἰς σπήλαιον λῃστῶν. Οὐ μὴν, ἐπειδὴ ἕτεροι προλαβόντες παρέφθειραν τὴν
35κεκρατηκυῖαν ἐπὶ τῶν ἁγίων συνήθειαν, καὶ ἀντὶ τοῦ προσεύχεσθαι ὑπὲρ ἀλλήλων, καὶ μετὰ πλειό‐ νων προσκυνεῖν καὶ προσκλαίειν τῷ Θεῷ, καὶ ἐξ‐ ιλάσκεσθαι μὲν αὐτὸν ὑπὲρ τῶν ἁμαρτιῶν, εὐχαρι‐ στεῖν δὲ ὑπὲρ τῶν εὐεργεσιῶν, οἰκοδομεῖν δὲ διὰ
40τοῦ λόγου τῆς παρακλήσεως, ὅπερ ἔτι καὶ ἐπὶ τῆς ἡμετέρας μνήμης τηρούμενον ἔγνωμεν, ἀντὶ τού‐ των ἀγορὰν, καὶ πανήγυριν, καὶ κοινὸν ἐμπόριον τόν τε καιρὸν καὶ τὸν τόπον ποιοῦνται, ἤδη καὶ ἡμᾶς ἀκολουθεῖν αὐτοῖς προσῆκε, καὶ βεβαιοῦν τὰ
45ἄτοπα τῇ κοινωνίᾳ τοῦ πράγματος· ἀλλὰ μιμεῖ‐ σθαι τὰς ἐπὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τοῖς Εὐαγγελίοις ἱστορουμένας συνόδους, καὶ πλη‐ ροῦν τὰ ὑπὸ τοῦ Ἀποστόλου ὡς συντελοῦντα τῷ τοι‐ ούτῳ τύπῳ διατεταγμένα. Γράφει δὲ οὕτως· Ὅταν

31

.

1020

(50)

συνέρχησθε, ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, διδα‐1017

31

.

1021

χὴν ἔχει, ἀποκάλυψιν ἔχει, γλῶσσαν ἔχει, ἑρ‐ μηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω.
5tΕΡΩΤΗΣΙΣ ΜΑʹ
6tΠερὶ αὐθεντίας καὶ ὑπακοῆς.
7tΑΠΟΚΡΙΣΙΣ.
8 Ἐν αὐταῖς μέντοι ταῖς συγκεχωρημέναις τέ‐ χναις οὐχ ἕκαστος ἣν ἔχει, ἢ βούλεται μαθεῖν, ἐπι‐
10τρέπεσθαι ὀφείλει, ἀλλ’ εἰς ἣν ἂν δοκιμασθῇ ἐπι‐ τήδειος εἶναι. Ὁ γὰρ ἀρνησάμενος ἑαυτὸν, καὶ πάντα τὰ ἑαυτοῦ θελήματα ἀποθέμενος, οὐχὶ ὃ βούλεται ποιεῖ, ἀλλ’ ὃ διδάσκεται. Οὐ μὴν οὐδὲ ἀφ’ ἑαυτοῦ ἐκλέγεσθαι τὸ συμφέρον συγχωρεῖ ὁ λόγος τῷ ἅπαξ
15τὴν ἑαυτοῦ οἰκονομίαν ἐπιτρέψαντι ἑτέροις, οἳ πρὸς ὅπερ ἂν καταμάθωσιν ἐν ὀνόματι Κυρίου ἐπιτήδειον, εἰς ἐκεῖνο αὐτὸν τάξουσιν· ἐπεὶ ὅ γε κατ’ ἰδίαν ἐπι‐ θυμίαν ἐκλεγόμενος ἔργον κατηγορίαν ἑαυτοῦ ἐκφέ‐ ρει, πρῶτον μὲν αὐταρεσκείας, ἔπειτα, ὅτι ἢ διὰ
20δόξαν κοσμικὴν, ἢ διὰ κέρδους ἐλπίδα, ἢ διά τι τοι‐ οῦτον προσπέπονθε τῷ ἐπιτηδεύματι, ἢ δι’ ὄκνον καὶ ῥᾳθυμίαν προτιμᾷ τὸ κουφότερον. Τὸ δὲ ἐν τού‐ τοις εἶναι ἀπόδειξίς ἐστι τοῦ μήπω ἀπηλλάχθαι τῆς τῶν παθῶν κακίας. Οὔτε δὲ ἠρνήσατο ἑαυτὸν ὁ ἰδίας
25ὁρμὰς ἐκτελεῖν θέλων, οὔτε ἀπετάξατο τοῖς τοῦ κό‐ σμου πράγμασιν, εἴπερ ἔτι πρὸς κέρδος καὶ πρὸς δό‐ ξαν ἐπτόηται. Οὐδὲ μὴν ἐνέκρωσεν αὐτοῦ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς ὁ τὸν ἐν τοῖς ἔργοις κόπον μὴ ὑπο‐ μένων· ἀλλὰ καὶ αὐθαδείας δεῖγμα καθ’ ἑαυτοῦ ἐκ‐
30φέρει, ἀκριβεστέραν οἰόμενος εἶναι τὴν ἰδίαν ἑαυ‐ τοῦ κρίσιν τῆς τῶν πλειόνων δοκιμασίας. Εἴτε οὖν ἔχει τις τέχνην μὴ κατεγνωσμένην ὑπὸ τοῦ κοινοῦ, ἀπο‐ πηδᾷν αὐτῆς οὐκ ὀφείλει· ἀστάτου γὰρ γνώμης, καὶ προαιρέσεως ἀβεβαίου, ἐξουθενεῖν τὰ παρόντα·
35εἴτε μὴ ἔχει, μὴ ἑαυτῷ λαμβανέτω· ἀλλὰ τὸ παρὰ τῶν μειζόνων δοκιμασθὲν ὑποδεχέσθω, ἵνα ἐν παντὶ τὸ εὐπειθὲς διασώζῃ. Ὡς δὲ τὸ ἑαυτῷ ἐπιτρέ‐ πειν ἀπρεπὲς ἀπεδείχθη, οὕτω καὶ τὸ παρ’ ἑτέρων ἐγκριθὲν μὴ καταδέχεσθαι, κατεγνωσμένον ἐστίν.
40Ἀλλὰ καὶ ἐὰν ἔχῃ τις τέχνην, μὴ ἀρέσκῃ δὲ αὐτῆς ἡ χρῆσις τῇ ἀδελφότητι, ἑτοίμως αὐτὴν ἀποῤῥιπτέτω, δεικνὺς, ὅτι πρὸς οὐδὲν τῶν ἐν τῷ κόσμῳ ἐμπαθῶς διάκειται. Διότι τὸ μὲν ποιεῖν τὰ θελήματα τῶν δια‐ νοιῶν τοῦ μὴ ἔχοντός ἐστιν ἐλπίδα, κατὰ τὸν λόγον
45τοῦ Ἀποστόλου· τὸ δὲ ἐν παντὶ εὐπειθὲς ἀποδοχῆς ἄξιον, τοῦ αὐτοῦ Ἀποστόλου ἐπαινοῦντός τινας, ὅτι ἑαυτοὺς ἔδωκαν πρῶτον τῷ Κυρίῳ, ἔπειτα καὶ
ἡμῖν διὰ θελήματος Θεοῦ.1019

31

.

1024

Ἕκαστον μέντοι χρὴ τῇ ἰδίᾳ ἐργασίᾳ προσ‐ έχειν, καὶ ταύτης ἐπιθυμητικῶς φροντίζειν, καὶ ὡς Θεοῦ ἐφορῶντος, ἐν σπουδῇ ἀόκνῳ καὶ ἐπιμελείᾳ προσεχεστέρᾳ ἀμέμπτως ταύτην ἀποπληροῦν, ἵνα
5ἔχῃ παῤῥησίαν λέγειν ἀεὶ τό· Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν· καὶ μὴ ἄλλοτε εἰς ἄλλο ἀποπηδᾷν. Οὐδὲ γὰρ ἡ φύσις ἡμῶν πολλὰ ὁμοῦ κατορθοῦν ἐπιτηδεύματα δύναται·
10καὶ τὸ μίαν φιλοπόνως ἐκτελεῖν τοῦ πολλῶν ἀτελῶς ἐφάπτεσθαι χρησιμώτερον. Ὁ γὰρ εἰς πλείονα με‐ ρισμὸς, καὶ ἡ ἄλλοτε ἐπ’ ἄλλο μετάβασις πρὸς τὸ μηδὲν τελειοῦν τῶν ἔργων, ἔτι καὶ ἤθους ἐλαφρίαν ἢ προ‐ ϋπάρχουσαν ἐλέγχει, ἢ καὶ μὴ οὖσαν ἐμποιεῖ. Ἐὰν
15δέ ποτε χρεία καταλάβῃ, ἐπιβοηθεῖν καὶ ἄλλαις τέχναις τὸν ἐπιτηδείως ἔχοντα ἀκόλουθον. Καὶ οὐδὲ τοῦτο ἀφ’ ἑαυτοῦ· ἀλλ’ εἴ ποτε προσκληθείη, οὐ προηγουμένως ἡμῶν ποιούντων τοῦτο, ἀλλὰ κατὰ περίστασιν· ὡς καὶ ἐπὶ τῶν μελῶν τοῦ σώματος,
20ὅταν, ὀκλάσαντος τοῦ ποδὸς, ἐπιστηριζώμεθα τῇ χει‐ ρί. Καὶ πάλιν, ὥσπερ τὸ ἀφ’ ἑαυτοῦ ἐπιπηδᾷν ἀσύμφορον, οὕτω τὸ προσταχθὲν μὴ καταδέχεσθαι κατηγορίας ἄξιον, ἵνα μήτε πάθος αὐθαδείας τρέ‐ φηται, μήτε ὁ τῆς ὑπακοῆς καὶ εὐπειθείας ὅρος
25διαλύηται. Καὶ ἡ τῶν ἐργαλείων δὲ φροντὶς διαφέ‐ ρει μὲν προηγουμένως τῷ ἑκάστης ἐργασίας τεχνί‐ τῃ· ἐὰν δὲ ἄρα ποτὲ παροφθῆναι συμβαίη τι, ὡς κοινὸν πάντων κτῆμα, οὕτω τῆς προσηκούσης προ‐ νοίας ἀξιούσθω ὑπὸ τῶν πρώτως θεασαμένων. Εἰ
30γὰρ καὶ ἡ χρῆσις αὐτῶν ἰδιάζουσα, ἀλλὰ τὸ ἐξ αὐ‐ τῶν χρήσιμον κοινόν. Τὸ γὰρ ὡς οὐδὲν προσηκόντων τῶν ἐκ τῆς ἄλλης τέχνης καταφρονεῖν ἀλλοτριώσεως ἀπόδειξιν ἔχει. Οὐ μὴν οὐδὲ τοὺς μεταχειριζομένους τὰς τέχνας δεσποτείαν ἐκδικεῖν τῶν ἐργαλείων προσ‐
35ήκει, ὡς ἢ τῷ προεστῶτι τῆς ἀδελφότητος μὴ συγ‐ χωρεῖν αὐτοῖς κεχρῆσθαι πρὸς ὅπερ ἂν θέλῃ, ἢ ἑαυ‐ τοῖς ἐπιτρέπειν πωλεῖν αὐτὰ ἢ διαμείβειν, ἢ κατὰ ἄλλον τινὰ τρόπον προΐεσθαι· ἢ καὶ προσκτᾶσθαι τοῖς οὖσιν ἕτερα· ὁ γὰρ ἅπαξ κρίνας μηδὲ τῶν χει‐
40ρῶν εἶναι τῶν ἑαυτοῦ κύριος, ἀλλ’ ἑτέρῳ τὴν ἐνέρ‐ γειαν αὐτῶν οἰκονομεῖν ἐπιτρέψας, πῶς ἂν ὁ τοιοῦ‐ τος ἀκόλουθα πράσσοι, τοῖς ἐργαλείοις τῆς τέχνης ἐναυθεντῶν, καὶ δεσποτείας ἀξιώματι ἐπ’ αὐτῶν κεχρημένος;
47tΕΡΩΤΗΣΙΣ ΜΒʹ.
48tΠοίῳ σκοπῷ καὶ ποίᾳ διαθέσει ἐργάζεσθαι δεῖ
49tτοὺς ἐργαζομένους.
50tΑΠΟΚΡΙΣΙΣ.
51Ἐκεῖνο μέντοι εἰδέναι χρὴ, ὅτι ὁ ἐργαζόμενος,1021

31

.

1025

οὐχ ἵνα ταῖς ἑαυτοῦ χρείαις ὑπηρετῇ διὰ τῶν ἔργων, ἐργάζεσθαι ὀφείλει, ἀλλ’ ἵνα τὴν ἐντολὴν τοῦ Κυρίου πληρώσῃ, τοῦ εἰπόντος· Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν, καὶ τὰ ἑξῆς. Τὸ γὰρ ὑπὲρ ἑαυτοῦ με‐
5ριμνᾷν παντάπασίν ἐστιν ὑπὸ τοῦ Κυρίου κεκωλυ‐ μένον, εἰπόντος· Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· καὶ ἐπενεγκόντος· Ταῦτα γὰρ πάντα τὰ ἔθνη ἐπι‐ ζητεῖ. Σκοπὸς οὖν ἑκάστῳ προκεῖσθαι ὀφείλει ἐν τῷ
10ἔργῳ ἡ ὑπηρεσία τῶν δεομένων, οὐχὶ ἡ ἰδία αὐτοῦ χρεία. Οὕτω γὰρ καὶ τῆς φιλαυτίας τὸ ἔγκλημα φεύ‐ ξεται, καὶ τῆς φιλαδελφίας τὴν εὐλογίαν παρὰ τοῦ Κυρίου λήψεται, λέγοντος· Ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων
15ἐμοὶ ἐποιήσατε. Καὶ μηδεὶς τοῦ Ἀποστόλου ἐναν‐ τιοῦσθαι ἡμῶν τῷ λόγῳ νομιζέτω, εἰπόντος· Ἵνα ἐρ‐ γαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσι. Τοῦτο γὰρ πρὸς τοὺς ἀτάκτους καὶ ἀργοὺς εἴρηται· ὡς αἱρετώ‐ τερον τῆς ἐν ἀργίᾳ ζωῆς τὸ ἑαυτῷ γοῦν ὑπηρετεῖν
20ἕκαστον, καὶ μὴ ἄλλοις ἐπιβαρῆ γίνεσθαι· Ἀκούο‐ μεν γὰρ, φησὶ, τινὰς ἀτάκτως περιπατοῦντας ἐν ὑμῖν, μηδὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομέ‐ νους· τοῖς οὖν τοιούτοις, φησὶ, παραγγέλλομεν, καὶ παρακαλοῦμεν, ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι
25τὸν ἑαυτῶν ἄρτον ἐσθίωσι. Καὶ τὸ, Νύκτα δὲ καὶ ἡμέραν ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα, εἰς τὸν αὐτὸν φέρει νοῦν· τοῦ Ἀποστόλου διὰ φιλ‐ αδελφίαν εἰς ἐκκοπὴν τῶν ἀτάκτων ἑαυτὸν τοῖς ὑπὲρ τὸ διατεταγμένον αὐτῷ πόνοις ὑποβάλλοντος.
30Τοῦ δὲ πρὸς τὴν τελείωσιν σπεύδοντός ἐστι νυκτὸς καὶ ἡμέρας ἐργάζεσθαι, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. Ἐπεὶ ὅ γε ἑαυτῷ, ἢ καὶ τῷ τὴν φροντίδα τῶν χρειῶν ἀναδεδεγμένῳ ἐλπίζων, καὶ ἢ τὴν οἰκείαν
35ἢ τὴν τοῦ συνόντος ἐργασίαν ἱκανὴν ἀφορμὴν πρὸς τὸ ζῇν τιθέμενος, καθόσον ἐπ’ ἄνθρωπον τὴν ἐλπίδα ἔθετο, κίνδυνον ἔχει ὑποπεσεῖν τῇ κατάρᾳ τῇ λε‐ γούσῃ· Ἐπικατάρατος ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ ἄνθρωπον, καὶ στηρίξει σάρκα βρα‐
40χίονος αὐτοῦ, καὶ ἀπὸ Κυρίου ἀποσταίη ἡ ψυχὴ αὐτοῦ· τοῦ λόγου διὰ μὲν τοῦ, Ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ ἄνθρωπον, τῷ ἑτέρῳ ἐπελπίζειν· διὰ δὲ τοῦ, Καὶ στηρίξει σάρκα βραχίονος αὐτοῦ, τὸ ἐφ’ ἑαυτῷ πεποιθέναι ἀπαγορεύοντος· ἑκάτερον δὲ αὐτῶν ἀπο‐
45στασίαν ἀπὸ Κυρίου ὀνομάζοντος, καὶ τὸ τέλος ἀμ‐
φοτέρων ἐπάγοντος, Ὅτι ἔσται ὡς ἡ ἀγριομυ‐1023

31

.

1028

ρίκη ἡ ἐν τῇ ἐρήμῳ· καὶ οὐκ ὄψεται ὅταν ἔλθῃ τὰ ἀγαθά· δεικνύντος τοῦ λόγου, ὅτι τὸ ἑαυτῷ ἢ ἄλλῳ τινὶ ἐπελπίζειν ἀποστῆναί ἐστιν ἀπὸ Κυρίου.
5tΕΡΩΤΗΣΙΣ ΜΓʹ.
6tὉ μὲν περὶ τῶν ἐργασιῶν τρόπος ἀρκούντως ἡμῖν
7tπαραδέδοται· πλὴν ἐὰν μή τι ὑπ’ αὐτῶν τῶν
8tπραγμάτων προσεξευρεῖν διδαχθῶμεν. Τοὺς δὲ
9tπροεστῶτας τῆς ἀδελφότητος ὁποίους εἶναι
10tχρὴ, ἢ πῶς ἄγειν τοὺς συνόντας, τοῦτο διευ‐
11tκρινηθῆναι δεόμεθα.
12tΑΠΟΚΡΙΣΙΣ
13 Εἴρηται μὲν, ὡς ἐν κεφαλαίῳ, καὶ περὶ τοῦ μέρους τούτου· πλὴν ἀλλ’ ἐπειδὴ καλῶς ποιοῦντες
15ἐπὶ πλεῖον τρανωθῆναι τὸ μέρος τοῦτο βούλεσθε (διότι οἷον ἐὰν ᾖ τὸ ἐπιστατοῦν καὶ ἄρχον, τοιοῦτον, ὡς τὰ πολλὰ, γίνεσθαι φιλεῖ καὶ τὸ ἀρχόμενον), ἀναγκαῖον μὴ παρέργως αὐτὸ παρελθεῖν. Χρὴ τοίνυν τὸν προεστῶτα μεμνημένον τῆς τοῦ Ἀποστόλου
20παραγγελίας λέγοντος, Τύπος γίνου τῶν πιστῶν, πάσης ἐντολῆς τοῦ Κυρίου ἐναργὲς ὑπόδειγμα τὸν ἑαυτοῦ βίον παρέχειν, ὡς μηδεμίαν τοῖς διδασκομέ‐ νοις ἀφορμὴν καταλιμπάνειν πρὸς τὸ ἀδύνατον ἢ εὐκαταφρόνητον ἡγεῖσθαι τὴν ἐντολὴν τοῦ Κυρίου.
25Πρῶτον μὲν οὖν, ὃ πρῶτόν ἐστιν, ἐν ἀγάπῃ Χριστοῦ τὴν ταπεινοφροσύνην οὕτω χρὴ παρ’ αὐτοῦ κατορθοῦσθαι, ὡς καὶ σιωπῶντος αὐτοῦ τὸ ἐκ τῶν ἔργων ὑπόδειγμα παντὸς λόγου ἰσχυρότερον εἰς δι‐ δασκαλίαν προκεῖσθαι. Εἰ γὰρ οὗτος ὅρος Χριστια‐
30νισμοῦ, μίμησις Χριστοῦ ἐν τῷ μέτρῳ τῆς ἐνανθρω‐ πήσεως, κατὰ τὸ ἐπιβάλλον τῇ ἑκάστου κλήσει, οἱ τὴν ὁδηγίαν τῶν πολλῶν πεπιστευμένοι τοὺς ἔτι ἀσθενεστέρους διὰ τῆς ἑαυτῶν μεσιτείας προβιβάζειν ὀφείλουσι τῇ τοῦ Χριστοῦ ἐξομοιώσει, κατὰ τὸν μα‐
35κάριον Παῦλον λέγοντα· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Πρώτους οὖν αὐτοὺς, τὸ παραδοθὲν τῆς ταπεινο‐ φροσύνης μέτρον παρὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ κατορθοῦντας, ὑπογραμμὸν ἀκριβῆ προσήκει
40γίνεσθαι. Μάθετε γὰρ, φησὶν, ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Πραότης οὖν τρόπου καὶ καρδίας ταπείνωσις χαρακτηριζέτω τὸν προϊστά‐ μενον. Εἰ γὰρ ὁ Κύριος τὴν διακονίαν τῶν ἰδίων δούλων οὐκ ἐπῃσχύνθη, ἀλλὰ κατεδέξατο ὑπηρέ‐
45της εἶναι τῆς γῆς καὶ τοῦ πηλοῦ, ὃν αὐτὸς ἔπλασε, καὶ εἰς ἄνθρωπον διεμόρφωσεν (Ἐγὼ γὰρ εἰμὶ, φη‐ σὶν, ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν)· τί χρὴ ποι‐ οῦντας ἡμᾶς τοῖς ὁμοτίμοις νομίζειν αὐτοῦ τῆς μιμή‐ σεως ἐφικνεῖσθαι; Ἓν μὲν δὴ τοῦτο ἐπὶ τοσοῦτον

31

.

1028

(50)

ὑπάρχειν δεῖ τῷ προεστῶτι. Ἔπειτα εὔσπλαγχνον, καὶ μακροθύμως ἀνεχόμενον τῶν ἐξ ἀπειρίας ἐλλιμ‐
πανόντων τι τῶν καθηκόντων, οὐχ ὑποσιωπῶντα τοῖς1025

31

.

1029

ἁμαρτήμασιν, ἀλλὰ πράως ἀνεχόμενον τῶν ἀφηνια‐ ζόντων καὶ τὰς ἰατρείας αὐτοῖς ἐν πάσῃ εὐ‐ σπλαγχνίᾳ καὶ συμμετρίᾳ προσάγοντα. Ἱκανὸν δὲ τρόπον τῆς θεραπείας τῷ πάθει οἰκεῖον ἐξευρεῖν, οὐ
5μετὰ αὐθαδείας ἐπιτιμῶντα, ἀλλ’ ἐν πραότητι νουθε‐ τοῦντα καὶ παιδεύοντα, καθὼς γέγραπται, νηφάλιον ἐν τοῖς παροῦσι, προορατικὸν τῶν μελλόντων, ἱκανὸν μὲν τοῖς ἰσχυροῖς συναθλεῖν, τῶν δὲ ἀδυνάτων βαστά‐ ζειν τὰ ἀσθενήματα, καὶ πάντα ποιεῖν καὶ λέγειν
10δυνάμενον πρὸς καταρτισμὸν τῶν συνόντων· μὴ ἑαυτῷ λαμβάνοντα τὴν προστασίαν, ἀλλ’ ἐγκριθέντα τῶν ἐν ταῖς ἄλλαις ἀδελφότησι προεχόντων, καὶ ἱκα‐ νὴν πεῖραν τοῦ τρόπου ἐν τῷ παρελθόντι βίῳ δεδω‐ κότα. Καὶ οὗτοι γὰρ, φησὶ, δοκιμαζέσθωσαν πρῶ‐
15τον, εἶτα διακονείτωσαν, ἀνέγκλητοι ὄντες. Οὕτω καὶ ὁ τοιοῦτος ἐπιτρεπέσθω τὴν προστασίαν, καὶ τὴν εὐταξίαν ὁριζέτω τῇ ἀδελφότητι, τὴν διανομὴν τῶν ἔργων, καθ’ ὃ ἕκαστος ἐπιτηδείως ἔχει, ποιούμενος.
21tΕΡΩΤΗΣΙΣ ΜΔʹ.
22tΤίσιν ἐπιτρέπειν χρὴ τὰς ἀποδημίας· καὶ πῶς
23tἐπανιόντας αὐτοὺς ἀνακρίνειν.
24tΑΠΟΚΡΙΣΙΣ.
25 Τὴν μὲν ἀποδημίαν ἐπιτρεπέτω τῷ δυναμένῳ ἀβλαβῶς τῇ ἑαυτοῦ ψυχῇ καὶ ὠφελίμως τοῖς συν‐ τυγχάνουσιν αὐτὴν ἐκτελεῖν. Ὡς ἐὰν μὴ παρῇ ὁ ἐπιτήδειος, βέλτιον ἐν ἐνδείᾳ τῶν ἀναγκαίων πᾶ‐ σαν θλίψιν καὶ στενοχωρίαν μέχρι καὶ θανάτου
30ὑπενεγκεῖν, ἢ παραμυθίας ἕνεκεν σωματικῆς βλά‐ βην ψυχῆς ὁμολογουμένην περιορᾷν. Καλὸν γάρ μοι, φησὶν ὁ Ἀπόστολος, μᾶλλον ἀποθανεῖν, ἢ τὸ καύ‐ χημά μου ἵνα τις κενώσῃ· καὶ τοῦτο ἐν τοῖς ἐπ’ ἐξουσίας· πόσῳ οὖν μᾶλλον ἐν τοῖς κατ’ ἐντολήν;
35Καίτοιγε οὐδὲ τοῦτο ἀπαραμύθητον ὁ τῆς ἀγάπης νόμος ἀφίησιν. Ἐὰν γὰρ συμβῇ μὴ παρεῖναι μιᾷ ἀδελφότητι τὸν ἐπιτηδείως ἀποστελλόμενον, οἱ σύν‐ εγγυς τὸ λεῖπον ἀναπληρώσουσι, κοινὰς τὰς ἀποδημίας καὶ ἀχωρίστους ἀλλήλων ποιούμενοι, ὡς
40τούς τε κατὰ ψυχὴν ἀσθενεῖς, ἢ καὶ κατὰ τὸ σῶμα σαθροὺς ἐν τῇ τοιαύτῃ κοινωνίᾳ τοῖς ἰσχυροτέροις συνδιασώζεσθαι, πόῤῥωθεν καὶ τοῦτο τοῦ πεπιστευ‐ μένου προκαθιστῶντος, ὡς μὴ παρ’ αὐτὰ ἐπὶ τῆς χρείας ἄπορον ἐκ τοῦ καιροῦ τῆς στενοχωρίας τὴν
45παραμυθίαν εὑρίσκεσθαι. Μετὰ δὲ τὴν ἐπάνοδον ἀνα‐ κρινέτω τὸν ἀπόδημον, τίνες αἱ πράξεις, ποταπῶν
ἀνδρῶν αἱ συντυχίαι αὐτῷ γεγόνασιν· οἱ λόγοι τίνες,1027

31

.

1032

οὓς πρὸς αὐτοὺς ἐποιήσατο· ποῖα τὰ τῆς ψυχῆς αὐτοῦ διανοήματα· εἰ πᾶσαν ἡμέραν καὶ πᾶσαν νύκτα τῷ φόβῳ τοῦ Θεοῦ συζῶν ἐξετέλεσεν, ἤ που παρετράπῃ, καὶ παρεκίνησέ τι τῶν δεδογμένων, ἢ
5ταῖς ἔξωθεν περιστάσεσιν ἐνδοὺς, ἢ τῇ οἰκείᾳ ῥᾳθυμίᾳ παραῤῥυείς.
8 Καὶ τὸ μὲν ὀρθῶς ἐπιτελεσθὲν ἀποδοχῇ βεβαιού‐ τω· τὸ δὲ ἐσφαλμένον τῇ ἐμμελεῖ καὶ ἐπιστημο‐
10νικῇ διδασκαλίᾳ διορθούσθω. Οὕτω γὰρ νηφα‐ λιώτεροί τε οἱ ὁδεύοντες ἔσονται τῇ φροντίδι τῆς ἀποδόσεως τοῦ λόγου, καὶ ἡμεῖς δόξομεν μήτε ἐν καιρῷ τοῦ χωρισμοῦ ἀμελεῖν αὐτῶν τῆς ζωῆς. Καὶ τοῖς ἁγίοις δὲ τοῦτο εἶναι σύνηθες ἡ ἱστορία
15τῶν Πράξεων παραδίδωσι, διδάσκουσα ἡμᾶς ὅπως μὲν Πέτρος τὸν λόγον τῆς τῶν ἐθνῶν κοινωνίας, ἐπανελθὼν εἰς τὰ Ἱεροσόλυμα, τοῖς ἐκεῖ ἀποδίδωσιν· ὅπως δὲ Παῦλος καὶ Βαρνάβας παραγενόμενοι, καὶ συναγαγόντες τὴν Ἐκκλησίαν, ἀνήγγειλαν ὅσα ὁ Θεὸς
20ἐποίησε μετ’ αὐτῶν· καὶ πάλιν, ὅτι ἐσιώπησεν ἅπαν τὸ πλῆθος, καὶ ἤκουον Βαρνάβα καὶ Παύλου ἐξ‐ ηγουμένων ὅσα ἐποίησεν ὁ Θεός. Ἐκεῖνο μέντοι εἰδέ‐ ναι χρὴ, ὅτι τὰς περιδρομὰς καὶ πραγματείας καὶ τὰ καπηλικὰ κέρδη παντὶ τρόπῳ φευκτέον ταῖς
25ἀδελφότησι.
26tΕΡΩΤΗΣΙΣ ΜΕʹ
27tὍτι χρὴ μετὰ τὸν προεστῶτα καὶ ἄλλον εἶναί
28tτινα τὸν δυνάμενον ἐν ἀπουσίᾳ ἢ ἀσχολίᾳ
29tἐκείνου τῶν ἀδελφῶν ἐπιμελεῖσθαι.
30tΑΠΟΚΡΙΣΙΣ.
31 Ἐπειδὴ συμβαίνει πολλάκις ἢ δι’ ἀσθένειαν σώματος, ἢ ἀποδημίας ἀνάγκην, ἢ κατά τινα ἄλλην περίστασιν, χωρίζεσθαι τῆς ἀδελφότητος τὸν προ‐ εστῶτα, ἔστω τις καὶ ἕτερος μετὰ δοκιμασίας αὐτοῦ
35τε καὶ ἄλλων τῶν ἱκανῶν δοκιμάζειν, εἰς τοῦτο ἐξειλεγμένος, εἰς τὸ, ἀπόντος ἐκείνου, διαδέχεσθαι τὴν ἐπιμέλειαν τῶν ἀδελφῶν, ὥστε καὶ τοῖς παροῦσι παρ’ ἑνὸς γίνεσθαι τὰς παρακλήσεις τοῦ λόγου· ἀλλὰ μὴ ἐν τῇ ἀποδημίᾳ τοῦ προεστῶτος δημοκρα‐
40τικόν τι σχῆμα μεταλαμβάνειν τὴν ἀδελφότητα ἐπὶ διαλύσει τοῦ κανόνος καὶ τῆς παραδεδομένης εὐ‐ ταξίας· φυλάσσεσθαι δὲ τὰ μετὰ δοκιμασίας ἐγ‐ κριθέντα εἰς δόξαν Θεοῦ, καὶ τοῖς ἐπιδημοῦσι δὲ τῶν ξένων εἶναι τὸν ἀποκρινόμενον συνετῶς, ἵνα οἵ τε
45τὸν λόγον ἐπιζητοῦντες οἰκοδομῶνται τῆς ὑποθέσεως ἐπαξίως, καὶ τὸ κοινὸν τῆς ἀδελφότητος μὴ καται‐ σχύνηται, Τὸ γὰρ πάντας ὁμοίως ἐπιπηδᾷν τῷ λόγῳ, θορύβου αἴτιον, καὶ ἀταξίας σημεῖον· τοῦ Ἀποστό‐ λου μηδὲ τοὺς κατηξιωμένους τοῦ χαρίσματος

31

.

1032

(50)

τῆς διδασκαλίας πλείους ἐπὶ τὸ αὐτὸ λαλεῖν συγχω‐
ρήσαντος, δι’ ὧν φησιν· Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ,1029

31

.

1033

ὁ πρῶτος σιγάτω· καὶ πάλιν τὸ ἄτοπον τῆς τοιαύ‐ της ἀταξίας διελέγχοντος ἐν τῷ λέγειν· Ἐὰν οὖν συνέλθῃ ἡ Ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ, καὶ πάντες λαλῶσι γλώσσαις, εἰσέλθωσι δὲ ἰδιῶται ἢ ἄπιστοι,
5οὐκ ἐροῦσιν, ὅτι μαίνεσθε; Καὶ ἐὰν ὑπὸ ἀγνοίας δὲ ἄλλῳ προσαγάγῃ τὰς ἐπερωτήσεις ὁ ξένος, κἂν ἔχῃ ἀποκρίνεσθαι ἀνενδεῶς ὁ παρὰ πρόσωπον ἐπερωτηθεὶς, ὅμως τῆς εὐταξίας ἕνεκεν αὐτὸς μὲν σιωπάτω, ὑποδεικνύτω δὲ
10τὸν τὸ μέρος τοῦτο πεπιστευμένον, ὡς ἐποίησαν οἱ ἀπόστολοι ἐπὶ τοῦ Κυρίου, ὥστε εὔτακτον καὶ εὐ‐ σχήμονα τὴν χρῆσιν τοῦ λόγου γίνεσθαι. Εἰ γὰρ ἐπὶ τῆς σωμάτων θεραπείας οὔτε σιδήρῳ παντός ἐστι χρήσασθαι ἐπὶ τῶν ἀσθενούντων, ἀλλὰ τοῦ
15τέχνην ἀνειληφότος, καὶ χρόνῳ μακρῷ, καὶ πείρᾳ, καὶ μελέτῃ τῶν ἔργων, καὶ διδασκαλίᾳ τῶν ἐπιστη‐ μόνων· τίνα ἔχει λόγον τῇ διὰ τοῦ λόγου θεραπείᾳ τοὺς τυχόντας ἐπιπηδᾷν; Ἐν ᾧ καὶ τὸ μικρότατον παροφθὲν μεγίστην φέρει τὴν ζημίαν. Παρ’ οἷς γὰρ
20οὐδὲ ἄρτου μετάδοσις τοῖς τυχοῦσιν ἐφίεται, ἀλλ’ ἑνὶ προσήκει ἡ τοιαύτη διακονία, τῷ μετὰ δοκιμασίας πεπιστευμένῳ, παρὰ τούτοις πῶς οὐχὶ πολὺ πλέον τὴν πνευματικὴν τροφὴν ἐξειλεγμένως καὶ παρατετηρημένως ὑφ’ ἑνὸς τῶν δυνατωτέρων προσ‐
25άγεσθαι χρὴ τοῖς αἰτοῦσιν; Ὥστε οὐ τῆς τυχούσης αὐθαδείας τὸν ἐπερωτηθέντα κρῖμα Θεοῦ, ἀδεῶς οὕτω καὶ ὡς ἔτυχε κατατολμᾷν τῆς ἀποκρίσεως, ἀλλὰ μὴ ὑποδεικνύειν τὸν ἐγκεχειρισμένον τὴν τοῦ λόγου οἰκονομίαν, ὃς, διὰ τὸ πιστὸς εἶναι πάντως
30καὶ φρόνιμος οἰκονόμος, ἐπελέγη εἰς τὸ διαδι‐ δόναι μὲν ἐν καιρῷ τὴν πνευματικὴν τροφὴν, οἰκο‐ νομεῖν δὲ τοὺς λόγους αὐτοῦ ἐν κρίσει, καθὼς γέ‐ γραπται. Κἂν διαφεύγῃ δέ τι τὸν ὀφείλοντα ἀποκρί‐ νεσθαι, καὶ ἄλλος ἐξεύρῃ, μὴ τῷ ἐλέγχῳ εὐθὺς
35ἐπιπηδάτω, ἀλλ’ ἰδίᾳ ὑποβαλλέτω τὸ παραστάν. Ἐπάρσεως γὰρ ἀφορμὴ ἐκ τούτου κατὰ τῶν προεχόν‐ των τοῖς ὑποδεεστέροις γίνεται, ὥστε, κἂν χρησίμως ἀποκριθῇ τις, μὴ καθηκόντως δὲ, ἔνοχός ἐστι τοῖς
τῆς ἀταξίας ἐπιτιμίοις.1031

31

.

1036

(1t)

ΕΡΩΤΗΣΙΣ Μϛʹ.
2tΠερὶ τοῦ μὴ συγκρύπτειν ἁμαρτήματα ἀδελφῷ ἢ
3tἑαυτῷ.
4tΑΠΟΚΡΙΣΙΣ
5 Πᾶν δὲ ἁμάρτημα ἀναφέρεσθαι δεῖ τῷ προ‐ εστῶτι, ἢ παρ’ αὐτοῦ τοῦ ἡμαρτηκότος, ἢ παρὰ τῶν συνεγνωκότων, ἐὰν αὐτοὶ θεραπεῦσαι μὴ δυνηθῶσι, κατὰ τὸ ὑπὸ τοῦ Κυρίου προστεταγμένον. Κακία γὰρ σιωπηθεῖσα νόσος ὕπουλός ἐστιν ἐν τῇ ψυχῇ. Ὡς
10οὖν οὐκ ἂν εἴποιμεν εὐεργέτην τὸν ἐγκατακλείοντα τῷ σώματι τὰ ὀλέθρια, ἀλλὰ μᾶλλον τὸν διὰ ὀδύνης καὶ ἀμύξεως εἰς τὸ φανερὸν ἕλκοντα, ὥστε ἢ διὰ ἐμέτου ἀποῤῥίψαι τὸ βλάπτον, ἢ καθόλου διὰ τῆς τοῦ πάθους φανερώσεως εὔγνωστον ὑπάρξαι τὸν τρόπον
15τῆς θεραπείας· οὕτω, δηλονότι, καὶ τὸ κρύπτειν ἁμαρτίαν συγκατασκευάζειν ἐστὶ τῷ νοσοῦντι τὸν θάνατον. Κέντρον γὰρ, φησὶ, τοῦ θανάτου ἡ ἁμαρ‐ τία. Κρείσσους δὲ ἔλεγχοι μετὰ παῤῥησίας κρυπτομένης φιλίας. Μήτε οὖν ἄλλος ἄλλῳ συγκρυ‐
20πτέτω, ἵνα μὴ ἀδελφοκτόνος ἀντὶ φιλαδέλφου γένη‐ ται, μήτε αὐτὸς ἑαυτῷ. Ὁ γὰρ μὴ ἰώμενος, φησὶν, ἑαυτὸν ἐν τοῖς ἔργοις αὑτοῦ ἀδελφός ἐστι τοῦ λυμαινομένου ἑαυτόν.
24tΕΡΩΤΗΣΙΣ ΜΖʹ.
25tΠερὶ τῶν μὴ καταδεχομένων τὰ παρὰ τοῦ προ‐
26tεστῶτος τυπούμενα.
27tΑΠΟΚΡΙΣΙΣ
28 Τὸν δὲ μὴ καταδεχόμενον τὰ παρὰ τοῦ προεστῶτος ἐγκριθέντα χρὴ φανερῶς ἢ ἰδίᾳ αὐτῷ ἀντιλέγειν,
30εἴ τινα ἔχοι λόγον ἰσχυρὸν κατὰ τὸ βούλημα τῶν Γρα‐ φῶν, ἢ σιωπήσαντα τὸ προστεταγμένον ποιεῖν. Εἰ δὲ αὐτὸς αἰσχύνοιτο, ἄλλοις τισὶ μεσίταις πρὸς τοῦτο χρησάσθω, ἵνα, εἰ μὲν παρὰ τὴν Γραφὴν εἴη ἡ διαταγὴ, ἐξέληται καὶ αὐτὸς ἑαυτὸν καὶ τοὺς
35ἀδελφοὺς βλάβης· εἰ δὲ δειχθείη κατὰ λόγον τὸν προσήκοντα γενομένη, καὶ ἑαυτὸν διακρίσεως μα‐ ταίας καὶ ἐπικινδύνου ἐλευθερώσῃ. Ὁ γὰρ διακρι‐ νόμενος, φησὶν, ἐὰν φάγῃ, κατακέκριται· ὅτι οὐκ ἐκ πίστεως· καὶ τοῖς ἁπλουστέροις μηδένα.
40δυσπειθείας ὄλισθον ἐμποιήσῃ. Συμφέρει γὰρ, φησὶν ὁ Κύριος, ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔῤῥιπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων. Ἐὰν δέ τινες ἐπιμένωσι τῇ ἀπειθείᾳ, λάθρα μὲν κα‐
45ταμεμφόμενοι, μὴ δημοσιεύοντες δὲ τὴν λύπην, ὡς καὶ διακρίσεως αἴτιοι τῇ ἀδελφότητι, καὶ τὴν πρὸς
τὰς ἐντολὰς πληροφορίαν διασαλεύοντες, καὶ δυσπει‐1033

31

.

1037

θείας καὶ παρακοῆς διδάσκαλοι, ἐκβαλλέσθωσαν τῆς ἀδελφότητος. Ἔκβαλλε γὰρ, φησὶ, λοιμὸν ἐκ συνεδρίου, καὶ συνεξελεύσεται αὐτῷ νεῖκος· καὶ πάλιν· Ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν. Διότι
5μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.
6tΕΡΩΤΗΣΙΣ ΜΗʹ.
7tὍτι οὐ δεῖ περιεργάζεσθαι τὰς οἰκονομίας τοῦ
8tπροεστῶτος, τῷ δὲ ἰδίῳ προσέχειν ἔργῳ.
9tΑΠΟΚΡΙΣΙΣ.
10 Ὑπὲρ δὲ τοῦ μὴ ῥᾳδίως τινὰ τῷ τοιούτῳ πά‐ θει τῆς διακρίσεως εἰς βλάβην ἑαυτοῦ καὶ τῶν ἑτέρων περιπίπτειν, ἐκεῖνο καθόλου παραφυλακτέον ἐν ἀδελ‐ φότητι, τὸ τὴν ἀρχὴν μηδένα τὰς τοῦ προεστῶτος οἰκονομίας περιεργάζεσθαι, μηδὲ πολυπραγμονεῖν τὰ
15γινόμενα ἐκτὸς τῶν ἐγγυτέρων τοῦ προεστῶτος καὶ βαθμῷ καὶ συνέσει· οὓς καὶ εἰς τὴν περὶ τῶν κοινῶν βουλήν τε καὶ σκέψιν ἀναγκαίως παραλήψεται, πειθόμενος τῇ παραινέσει τοῦ εἰπόντος· Μετὰ βου‐ λῆς πάντα ποίει. Εἰ γὰρ τῶν ψυχῶν ἡμῶν ἐπετρέ‐
20ψαμεν αὐτῷ τὴν οἰκονομίαν, ὡς Θεῷ τὸν λόγον δώ‐ σοντι, ἀλόγιστον παντελῶς περὶ τῶν εὐτελεστάτων ἀπιστεῖν, καὶ ὑποψιῶν ἀτόπων κατὰ τοῦ ἀδελ‐ φοῦ αὐτόν τε πληροῦσθαι, καὶ τοῖς ἄλλοις ἀφορμὴν παρέχειν. Διόπερ, ἵνα μὴ τοῦτο συμβαίνῃ, ἕκαστος
25ἐν ᾧ ἐκλήθη, ἐν τούτῳ μενέτω· καὶ τῇ φροντίδι τῶν αὐτῷ ἐπιβαλλόντων ὅλον ἑαυτὸν ἀποδοὺς, μηδὲν τὰς ἄλλας οἰκονομίας περιεργαζέσθω, μιμούμενος τοὺς ἁγίους μαθητὰς τοῦ Κυρίου, ἐφ’ ὧν, καίτοι τοῦ πράγματος τοῦ κατὰ τὴν Σαμαρεῖτιν εἰς ὑποψίαν
30ἀγαγεῖν δυναμένου, ὅμως Οὐδεὶς, φησὶν, εἶπε· Τί ζητεῖς, ἢ τί λαλεῖς μετ’ αὐτῆς;
34tΕΡΩΤΗΣΙΣ ΜΘʹ.
35tΠερὶ τῶν ἀμφισβητουμένων ἐν τῇ ἀδελφότητι.
36tΑΠΟΚΡΙΣΙΣ.
37 Περὶ δὲ τῶν ἀμφισβητουμένων ἐν τῇ ἀδελφότητι, ὅταν ἀσύμφωνοί τινες ὦσι περί τινος πράγματος, οὐ χρὴ φιλονείκως ἀλλήλοις ἀντιτείνειν, ἀλλὰ ταμιεύ‐
40εσθαι τοῖς δυνατωτέροις τὴν ἐπίκρισιν. Ὥστε δὲ μήτε τὴν τάξιν συγχεῖσθαι, πάντων ἐπερωτώντων, καὶ πάντοτε, μήτε ἀφορμὴν ἐρεσχελίας καὶ φλυα‐ ρίας ἐγγίνεσθαι, ἕνα τινὰ εἶναι χρὴ τὸν δοκιμα‐ σθέντα, δυνατῶς ἔχειν ἢ εἰς κοινὴν ἐπίσκεψιν προ‐
45τιθέναι τῇ ἀδελφότητι τὰ παρά τισιν ἀμφιβαλ‐ λόμενα, ἢ τῷ προέχοντι ἀνατίθεσθαι. Ἀκολουθοτέρα
γὰρ καὶ ἐπιστημονικωτέρα ἡ διάσκεψις οὕτω τῶν1035

31

.

1040

ζητουμένων γενήσεται. Εἰ γὰρ ἑκάστῳ πρά‐ γματι ἐπιστήμης καὶ ἐμπειρίας χρεία, πολλῷ πλέον ἐν τοῖς τοιούτοις. Καὶ εἰ ἐργαλείων χρῆσιν οὐκ ἄν τις ἐπιτρέψειεν ἀπείροις, πολλῷ μᾶλλον χρὴ τὴν τῶν
5λόγων μεταχείρισιν τοῖς δυνατοῖς συγχωρεῖν· οἳ καὶ τόπον καὶ καιρὸν καὶ τρόπον τῶν ἐπερωτήσεων ἱκανοὶ ἔσονται διαγινώσκειν, ἀφιλονείκως τε καὶ φρο‐ νίμως ἀντιθέντες, καὶ συνετῶς ἀκούοντες, ἀκριβῶς φυλάσσειν τῶν ἐπιζητηθέντων τὰς λύσεις πρὸς οἰκο‐
10δομὴν τοῦ κοινοῦ.
11tΕΡΩΤΗΣΙΣ Νʹ.
12tΠῶς χρὴ ἐπιτιμᾷν τὸν προεστῶτα.
13tΑΠΟΚΡΙΣΙΣ.
14Ἀλλὰ καὶ τὰς ἐπιτιμήσεις μὴ ἐμπαθῶς τοῖς ἡμαρ‐
15τηκόσιν ὁ προεστὼς προσαγέτω. Τὸ γὰρ μετὰ θυμοῦ καὶ ὀργῆς ἐλέγχειν τὸν ἀδελφὸν οὐχὶ ἐκεῖνόν ἐστιν ἁμαρτίας ἐλευθερῶσαι, ἀλλ’ ἑαυτὸν περιβαλεῖν πλημμελήμασι. Διόπερ φησίν· Ἐν πραότητι παι‐ δεύοντα τοὺς ἀντιδιατιθεμένους· μηδὲ ἐν οἷς μὲν
20ἂν αὐτὸς παροφθῇ, σφοδρὸν εἶναι, ἐν οἷς δὲ ἂν ἄλλον καταφρονούμενον ἴδῃ, τὴν πρὸς τὸν ἡμαρτηκότα χρη‐ στότητα ἐπιδείκνυσθαι· ἀλλὰ καὶ μᾶλλον δυσχε‐ ραίνειν ἐπὶ τῷ κακῷ τότε. Οὕτω γὰρ τῆς τε φιλαυ‐ τίας τὴν ὑποψίαν ἐκφεύξεται, καὶ ἀπόδειξιν δώσει
25τοῦ μὴ τὸν ἡμαρτηκότα μισεῖν, ἀλλὰ τὴν ἁμαρτίαν ἀποστρέφεσθαι, τῇ διαφορᾷ τῇ ἑαυτοῦ πρὸς τὸν ἕτε‐ ρον. Διαφορὰν δὲ ἀγανακτήσεως ποιούμενος, μὴ τὴν εἰρημένην, ἀλλὰ τὴν ἐναντίαν, φανερός ἐστιν ὅτι οὔτε διὰ τὸν Θεὸν οὔτε διὰ τὸν κίνδυνον τοῦ ἡμαρ‐
30τηκότος, ἀλλὰ διὰ τὴν ἑαυτοῦ φιλοδοξίαν ἢ φιλαρχίαν ἀγανακτεῖ. Χρὴ γὰρ, ζῆλον μὲν ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης. ἀτιμαζομένου ἐν τῇ τῆς ἐντολῆς παραβάσει ἐπιδεικνύμενον, εὐσπλαγχνίαν δὲ φιλαδελφίας ὑπὲρ τῆς τοῦ ἀδελφοῦ σωτηρίας ἔχοντα κινδυνεύοντος ἐν
35τῇ ἁμαρτίᾳ (ὅτι Ἡ ψυχὴ ἡ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται), ἐπὶ παντὸς ἁμαρτήματος ὡς κατὰ ἁμαρτήματος κινεῖσθαι, καὶ τῇ σφοδρότητι τῆς ἐκδι‐ κήσεως δεικνύειν τὸ διάπυρον τῆς διαθέσεως.
37tΕΡΩΤΗΣΙΣ ΝΑʹ.
38tΠοίῳ τρόπῳ δεῖ διορθοῦσθαι τὸ πλημμέλημα
39tτοῦ ἡμαρτηκότος.
40tΑΠΟΚΡΙΣΙΣ.
41 Καὶ τὰς διορθώσεις δὲ κατὰ τὸν τῆς ἰατρείας λό‐ γον προσαγέτω τοῖς ἐμπαθέσι, μὴ ὀργιζόμενος τοῖς ἀσθενοῦσιν, ἀλλὰ τῇ νόσῳ μαχόμενος, καὶ ἀπ‐ εναντίον μὲν ἱστάμενος πρὸς τὰ πάθη, δι’ ἐπιπονω‐
45τέρας δὲ, εἰ δέοι, διαγωγῆς ἰώμενος τὸ ἀῤῥώστημα τῆς ψυχῆς· οἷον τὴν κενοδοξίαν τοῖς ἐπιτάγμασι
τῶν τῆς ταπεινοφροσύνης ἐπιτηδευμάτων· τὴν1037

31

.

1041

ἀργολογίαν τῇ σιωπῇ· ὕπνον ἄμετρον διὰ τῆς ἐν προσευχαῖς ἀγρυπνίας· ἀργίαν σώματος διὰ τῶν κόπων· βρῶσιν ἀπρεπῆ διὰ τῆς ἀσιτίας· γογγυσμὸν διὰ τοῦ ἀφορισμοῦ, ὥστε μήτε συνεργάζεσθαι
5αὐτῷ τινα τῶν ἀδελφῶν ἑλέσθαι, μήτε τὸ παρ’ αὐτοῦ ἔργον ἀναμιγνύναι τοῖς ἄλλων, καθὰ προείρηται, πλὴν εἰ μὴ ἄρα διὰ τῆς ἀνεπαισχύντου μετανοίας ἀπαλλαγεὶς τοῦ πάθους φανείη. Καὶ τότε τὴν ἐν τῷ γογγυσμῷ γενομένην ἐργασίαν προσδέχεσθαι·
10μηδὲ οὕτως εἰς ὑπηρεσίαν τῆς τῶν ἀδελφῶν χρήσεως, ἀλλ’ εἰς ἑτέραν χρείαν οἰκονομοῦντας. Καὶ τούτων ὁ λόγος ἀρκούντως προαποδέδεικται.
13tΕΡΩΤΗΣΙΣ ΝΒʹ.
14tΜετὰ ποίας διαθέσεως καταδέχεσθαι δεῖ τὰ
15tἐπιτίμια.
16tΑΠΟΚΡΙΣΙΣ
17 Ὥσπερ δὲ τὸν προεστῶτα εἴπομεν χρῆναι ἀπαθῶς προσάγειν τὰς θεραπείας τοῖς ἀσθενοῦσιν, οὕτω πά‐ λιν χρὴ τοὺς θεραπευομένους μὴ πρὸς ἔχθραν δέ‐
20χεσθαι τὰ ἐπιτίμια, μηδὲ τυραννίδα νομίζειν τὴν ἀπὸ εὐσπλαγχνίας ἐπὶ σωτηρίᾳ τῆς ψυχῆς προσαγο‐ μένην αὐτῷ ἐπιμέλειαν. Αἰσχρὸν γὰρ τοὺς μὲν τὰ σώματα νοσοῦντας τοσοῦτον τοῖς ἰατροῖς καταπι‐ στεύειν, ὥστε, κἂν τέμνωσι, κἂν καίωσι, καὶ πι‐
25κροῖς τοῖς φαρμάκοις ἀνιῶσιν, εὐεργέτας λογίζεσθαι· ἡμᾶς δὲ πρὸς τοὺς τῶν ψυχῶν ἡμῶν θεραπευτὰς, ὅταν δι’ ἐπιπόνου ἀγωγῆς τὴν σωτηρίαν ἡμῖν κατερ‐ γάζωνται, μὴ τὴν αὐτὴν ἔχειν διάθεσιν, τοῦ Ἀποστόλου λέγοντος· Καὶ τίς ἐστιν ὁ εὐφραίνων
30με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; καὶ πάλιν· Ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς πόσην κατειργάσατο ἐν ὑμῖν σπουδήν. Ὥστε, πρὸς τὸ τέλος ἀποβλέποντα, εὐεργέτην προσ‐ ήκει κρίνειν τὸν τὴν κατὰ Θεὸν λύπην ἡμῖν ἐμ‐
35ποιοῦντα.
36tΕΡΩΤΗΣΙΣ ΝΓʹ.
37tΠῶς οἱ τῶν τεχνῶν διδάσκαλοι διορθώσονται τοὺς
38tπαῖδας πταίοντας.
39tΑΠΟΚΡΙΣΙΣ.
40 Δεῖ μέντοι καὶ τοὺς τὰς τέχνας διδάσκοντας, ὅσα εἰς αὐτὴν τὴν τέχνην ἐξαμαρτάνουσιν οἱ μανθά‐ νοντες, ἐφ’ ἑαυτῶν ἐλέγχειν τὸ πλημμέλημα, καὶ ἐπανορθοῦσθαι τὰ σφάλματα. Ὅσα δὲ τῶν ἁμαρτημάτων τῆς τοῦ ἤθους διαστροφῆς ἐστι κατ‐
45ηγορήματα, οἷον ἀπείθειαι καὶ ἀντιλογίαι, καὶ ῥᾳθυ‐1039

31

.

1044

μία περὶ τὰ ἔργα, ἢ ἀργολογία, ἢ ψεῦδος, ἢ ἄλλο τι τῶν τοιούτων ἀπειρημένων τοῖς εὐσεβέσιν, ἐπὶ τὸν ἔφορον τῆς κοινῆς εὐταξίας ἄγοντας δεῖ ἐλέγχειν, ὥστε παρ’ αὐτοῦ καὶ τὸ μέτρον καὶ τὸν
5τρόπον τῆς ἰάσεως τῶν ἁμαρτημάτων ἐπινοεῖσθαι. Εἰ γὰρ ἰατρεία ψυχῆς ἐστιν ἡ ἐπιτίμησις, οὐ παντός ἐστιν ἐπιτιμᾷν, ὡς οὐδὲ τὸ ἰατρεύειν, πλὴν ἐὰν μή τινι αὐτὸς ὁ προεστὼς ἐπιτρέψῃ μετὰ δοκιμασίας πλείονος.
10tΕΡΩΤΗΣΙΣ ΝΔʹ
11tΠερὶ τοῦ δεῖν τοὺς προεστῶτας τῆς ἀδελ‐
12tφότητος ἀλλήλοις τὰ καθ’ ἑαυτοὺς ἀνατίθε‐
13tσθαι.
14tΑΠΟΚΡΙΣΙΣ.
15 Ἀγαθὸν δέ ποτε καὶ συνέδριον κατά τινας ὡρισμένους καιροὺς καὶ τόπους τῶν ἐπιτεταγμένων ταῖς ἀδελφότησι γίνεσθαι· καθ’ οὓς τά τε παρὰ λό‐ γον ἀπαντήσαντα πράγματα, καὶ τῶν ἠθῶν τὰ δυσ‐ μεταχείριστα, καὶ ὅπως διέθηκαν ἕκαστον, ἀναθή‐
20σονται ἀλλήλοις, ὥστε καὶ τὸ ἐσφαλμένως ποτὲ γε‐ νόμενόν τινι τῇ κρίσει τῶν πολλῶν ἀξιοπίστως ἀποκαλυφθῆναι, καὶ τὸ κατορθωθὲν τῇ μαρτυρίᾳ τῶν πλειόνων βεβαιωθῆναι
14tΕΡΩΤΗΣΙΣ ΝΕʹ.
15tΕἰ τοῖς ἐκ τῆς ἰατρικῆς κεχρῆσθαι κατὰ σκοπόν
16tἐστι τῆς εὐσεβείας.
17tΑΠΟΚΡΙΣΙΣ.
18 Ὥσπερ ἑκάστη τῶν τεχνῶν βοήθεια ἡμῖν πρὸς τὸ τῆς φύσεως ἀσθενὲς ὑπὸ τοῦ Θεοῦ κεχάρισται, οἷον
20γεωργία μὲν, ἐπειδὴ οὐκ ἐξαρκεῖ τὰ αὐτομάτως ἐκ τῆς γῆς φυόμενα πρὸς τὴν τῶν χρειῶν παραμυθίαν· ὑφαντικὴ δὲ, ἐπειδὴ ἀναγκαία ἡ τῶν σκεπασμάτων χρεία πρός τε τὸ εὔσχημον καὶ τὰς ἀπὸ τοῦ ἀέρος βλάβας, καὶ οἰκοδομικὴ ὁμοίως· οὕτω καὶ ἰα‐
25τρική. Ἐπειδὴ τὸ ἐμπαθὲς ἡμῶν σῶμα ποικίλαις βλάβαις, ταῖς τε ἔξωθεν προσπιπτούσαις καὶ ταῖς ἔνδοθεν ἀπὸ τροφῶν συνισταμέναις, ὑπόκειται, καὶ πλεονασμοῖς καὶ ἐλλείψεσι καταπονεῖται, ἡ ἰατρικὴ τέχνη εἰς τύπον τῆς κατὰ ψυχὴν θεραπείας τὴν
30ἀπόθεσιν τοῦ περισσοῦ, καὶ τὴν τοῦ λείποντος πρόσ‐ θεσιν ὑποτιθεμένη ὑπὸ τοῦ πᾶσαν ἡμῖν τὴν ζωὴν οἰκονομοῦντος Θεοῦ συγκεχώρηται. Ὥσπερ γὰρ, εἰ ἦμεν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, οὐδὲν ἂν ἐπι‐ νοίας καὶ μόχθου γεωργικοῦ ἐπεδεήθημεν· οὕτω καὶ
35εἰ ἐν ἀπαθείᾳ ἦμεν κατὰ τὸ πρὸ τοῦ παραπτώματος ἐν τῇ δημιουργίᾳ χάρισμα, οὐδενὸς ἂν τῶν ἐξ ἰατρι‐ κῆς πρὸς παραμυθίαν ἐχρῄζομεν. Ἀλλ’ ὥσπερ μετὰ τὸ ἐξορισθῆναι εἰς τὸν τόπον τοῦτον, καὶ ἀκοῦ‐ σαι τὸ, Ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν
40ἄρτον σου, τότε τῇ μακρᾷ πείρᾳ καὶ τῇ περὶ τὴν
γῆν ταλαιπωρίᾳ τῆς γεωργίας τὴν τέχνην συνεστη‐1041

31

.

1045

σάμεθα εἰς παραμυθίαν τῶν ἐκ τῆς κατάρας λυπη‐ ρῶν, τὴν σύνεσιν ἡμῖν καὶ κατάληψιν τῆς τέχνης ταύτης τοῦ Θεοῦ χαρισαμένου· οὕτω καὶ ἐπειδὴ ἐκελεύσθημεν εἰς τὴν γῆν πάλιν ἀποστραφῆναι, ἀφ’
5ἧς ἐλήφθημεν, καὶ ὀδυνηρᾷ σαρκὶ συνεζεύχθημεν εἰς φθορὰν καταδεδικασμένῃ διὰ τὴν ἁμαρτίαν, καὶ διὰ τοῦτο τοῖς πάθεσι τούτοις ὑποβληθείσῃ, παρεσχέθη ἡμῖν καὶ ἡ ἐκ τῆς ἰατρικῆς προσαγομένη τοῖς κά‐ μνουσι, κατὰ τὸ ποσὸν γοῦν, ἐπικουρία.
11 Οὔτε γὰρ αὐτομάτως ἐκ τῆς γῆς ἐβλάστησαν αἱ βοτάναι, αἱ πρὸς ἕκαστον τῶν παθῶν οἰκείως ἔχου‐ σαι· ἀλλὰ, δηλονότι, τῷ βουλήματι τοῦ δημιουργοῦ πρὸς τὸν τῆς ἡμετέρας ὠφελείας σκοπὸν ἐξηνέχθη‐
15σαν. Ἡ μὲν οὖν ἐν ταῖς ῥίζαις, καὶ τοῖς ἄνθεσιν, ἢ φύλλοις, ἢ καρποῖς, ἢ ὀποῖς φύσις, ἢ ὅσα ἀπὸ με‐ τάλλων, ἢ ὅσα ἐκ τῆς θαλάσσης πρὸς τὴν τῆς σαρκὸς ὠφέλειαν οἰκείως ἔχειν ἐξεύρηται, ὅμοιά ἐστι τῆς τῶν ἐσθιομένων καὶ πινομένων εὑρέσεως·
20τὸ δὲ περινενοημένον καὶ περίεργον, καὶ ἀσχολίαν πολλὴν ἐμποιοῦν, καὶ οἱονεὶ πᾶσαν ἡμῶν τὴν ζωὴν εἰς τὴν τῆς σαρκὸς ἐπιμέλειαν περιστρέφον, παραι‐ τητέον Χριστιανοῖς· καὶ σπουδαστέον οὕτω κεχρῆ‐ σθαι τῇ τέχνῃ, εἴποτε δέοι, ὡς μὴ ἐν αὐτῇ τὴν πᾶσαν
25αἰτίαν τοῦ ὑγιαίνειν ἢ νοσεῖν τίθεσθαι, ἀλλ’ ὡς εἰς δόξαν Θεοῦ καὶ τύπον τῆς τῶν ψυχῶν ἐπιμελείας τὴν χρῆσιν τῶν ἀπ’ αὐτῆς παραλαμβάνειν. Ἐν ἐρη‐ μίᾳ δὲ τῶν ἐξ ἰατρικῆς βοηθημάτων μὴ πᾶσαν ἔχειν τὴν ἐλπίδα πρὸς τὴν τῶν λυπηρῶν παραμυθίαν ἐν
30τῇ τέχνῃ ταύτῃ, ἀλλ’ εἰδέναι, ὅτι ἢ οὐκ ἐάσει ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα ὑπενεγκεῖν, ἢ ὥσπερ τότε ὁ Κύριος, ποτὲ μὲν πηλὸν ποιῶν, ἐπ‐ έχριε, καὶ νίψασθαι προσέτασσεν εἰς τὸν Σιλωὰμ, ποτὲ δὲ ἠρκεῖτο τῷ βουλήματι μόνῳ, λέγων,
35Θέλω, καθαρίσθητι· τινὰς δὲ καὶ ἐναθλεῖν τοῖς ἐπιπόνοις ἀφῆκε, δοκιμωτέρους αὐτοὺς διὰ τῆς πείρας παρασκευάζων· οὕτω καὶ ἐφ’ ἡμῶν, ὁτὲ μὲν ἀοράτως ἐκ τοῦ ἀφανοῦς ἐφαπτόμενος, ὅταν τοῦτο συμφέρον ταῖς ψυχαῖς ἡμῶν καταμάθῃ, ὁτὲ δὲ καὶ
40ὑλικαῖς κεχρῆσθαι βοηθείαις ἐπὶ τῶν παθῶν ἡμῶν εὐδοκεῖ, τῇ παρατάσει τῆς θεραπείας ἔμμονον τὴν μνήμην τῆς χάριτος ἐμποιῶν, ἢ καὶ τύπον τινὰ πρὸς τὴν ἐπιμέλειαν, ὡς εἶπον, τῆς ψυχῆς παρεχόμενος. Ὡς γὰρ ἐπὶ τῆς σαρκὸς ἥ τε τοῦ ἀλλοτρίου ἀπόθεσις
45ἀναγκαία, καὶ ἡ πρόσθεσις τοῦ ἐνδέοντος· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς ἡμῶν ἀποικονομεῖσθαι μὲν τὸ ἀλλό‐ τριον, προσλαμβάνειν δὲ τὸ κατὰ φύσιν προσῆκον. Ὅτι ὁ Θεὸς ἐποίησε τὸν ἄνθρωπον εὐθῆ· καὶ ἔκτισεν ἡμᾶς ἐπὶ ἔργοις ἀγαθοῖς, ἵνα ἐν αὐτοῖς περιπατή‐

31

.

1045

(50)

σωμεν.1043
53Καὶ ὥσπερ ἐκεῖ τομῶν, καὶ καύσεων, καὶ πι‐

31

.

1048

κρῶν φαρμάκων μεταλήψεως ὑπὲρ τῆς τοῦ σώματος θεραπείας ἀνεχόμεθα· οὕτω καὶ ἐνταῦθα τὰ τμη‐ τικὰ τοῦ ἐλεγκτικοῦ λόγου, καὶ τὰ πικρὰ τῶν ἐπι‐ τιμήσεων φάρμακα ὑπὲρ τῆς κατὰ ψυχὴν θερα‐
5πείας καταδέχεσθαι χρή. Ὅπερ τοῖς μὴ παιδευ‐ θεῖσιν ὁ προφητικὸς λόγος ἐπονειδίζων φησί· Μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλαάδ; ἢ ἰατρὸς οὐκ ἔστιν ἐκεῖ; Διὰ τί οὐκ ἀνέβη ἴασις θυγατρὸς λαοῦ μου; Καὶ τὸ ἐπὶ τῶν χρονίων δὲ παθῶν διὰ
10μακροῦ χρόνου καὶ διὰ βοηθημάτων ἀλγεινῶν τε ὁμοῦ καὶ ποικίλων τὴν ἴασιν ἀναμένειν, ἔνδειγμά ἐστι τοῦ καὶ τὰ τῆς ψυχῆς ἁμαρτήματα διὰ φιλοπόνου δεήσεως καὶ πολυχρονίου μετανοίας καὶ ἀγωγῆς ἐπιπόνου, ἣν ἂν ὁ λόγος ἡμῖν αὐτάρκη πρὸς ἴασιν ὑπο‐
15βάλῃ, ὀφείλειν ἡμᾶς ἐπανορθοῦσθαι. Οὐ τοίνυν, ἐπειδή τινες οὐ καλῶς χρῶνται τῇ τέχνῃ τῇ ἰατρικῇ, φευκτέον ἡμῖν πᾶσαν τὴν ἀπ’ αὐτῆς ὠφέλειαν. Οὐδὲ γὰρ, ἐπειδὴ μαγειρικῇ πρὸς τρυφῆς ἐπίνοιαν οἱ περὶ τὰς ἡδονὰς ἀκόλαστοι κέχρηνται, ἢ τῇ ἀρτοποιίᾳ, ἢ
20τῇ ὑφαντικῇ, ὑπερβαίνοντες τὸν ὅρον τῶν ἀναγκαίων, ἤδη ἡμᾶς πάσας ὁμοῦ χρὴ παραιτεῖσθαι τὰς τέχνας· τὸ ἐναντίον μὲν οὖν, ἐκ τῆς ὀρθῆς αὐτῶν χρήσεως τὸ ὑπ’ ἐκείνων παραφθειρόμενον διελέγχειν. Οὕτω δὲ καὶ ἐπὶ τῆς ἰατρικῆς τὴν παρὰ τοῦ Θεοῦ χάριν πονηρᾷ
25διαβάλλειν χρήσει οὐκ εὔλογον. Τό τε γὰρ ἐν ταῖς χερσὶ τῶν ἰατρῶν τὴν ἐλπίδα ἔχειν τῆς ἑαυτῶν ὑγείας κτηνῶδες· ὅπερ πάσχοντάς τινας τῶν ἀθλίων ὁρῶμεν, οἳ καὶ σωτῆρας αὐτοὺς ὀνομάζειν οὐ παραιτοῦνται· τό τε πάντη τὰς ἀπ’ αὐτῆς ὠφελείας ἀποφεύγειν
30φιλόνεικον. Ἀλλ’ ὥσπερ ὁ Ἐζεκίας τὴν παλάθην τῶν σύκων οὐχὶ πρῶτον αἴτιον ὑγείας ἡγεῖτο, οὐδὲ τούτῳ τὴν αἰτίαν τῆς ἰάσεως τοῦ σώματος ἐλο‐ γίζετο, προσετίθει δὲ τῇ δόξῃ τοῦ Θεοῦ καὶ τὴν ἐπὶ τῇ κτίσει τῶν σύκων εὐχαριστίαν· οὕτω καὶ ἡμεῖς,
35παρὰ τοῦ ἀγαθῶς καὶ φρονίμως οἰκονομοῦντος τὴν ζωὴν ἡμῶν Θεοῦ δεχόμενοι τὰς πληγὰς, παρ’ αὐτοῦ πρῶτον μὲν αἰτοῦμεν τὴν γνῶσιν τοῦ λόγου καθ’ ὃν ἐπάγει τὰς μάστιγας, ἔπειτα δὲ τήν τε ἀπαλλαγὴν τῶν ὀδυνηρῶν καὶ τὴν ὑπομονὴν, πρὸς τὸ σὺν τῷ
40πειρασμῷ παρασχεῖν καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ἡμᾶς ὑπενεγκεῖν. Δοθεῖσαν δὲ ἡμῖν τῆς ἰάσεως τὴν χάριν, ἢ διὰ τοῦ οἰνελαίου, ὡς ἐπὶ τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστὰς, ἢ διὰ τῶν σύκων, ὡς ἐπὶ τοῦ Ἐζεκίου, εὐχαρίστως
45ὑποδεχόμεθα. Καὶ οὐδὲν διοισόμεθα, εἴτε ἐκ τοῦ ἀφανοῦς γένοιτο ἡμῖν ἡ ἐπιμέλεια τοῦ Θεοῦ, εἴτε καὶ διά τινος τῶν σωματικῶν· ἃ πολλάκις ἐνεργέστερον ἡμᾶς ἄγει εἰς συναίσθησιν τῆς παρὰ τοῦ Κυρίου χά‐ ριτος. Πολλάκις δὲ καὶ πρὸς παιδείαν περιπεσόντες

31

.

1048

(50)

ταῖς νόσοις, μέρος τῆς παιδεύσεως καὶ τὴν διὰ τῶν
ἐπιπόνων θεραπείαν ὑποστῆναι κατεδικάσθημεν. Οὔτε1045

31

.

1049

οὖν τομὰς, οὔτε καύσεις, οὔτε διὰ τῶν δριμέων καὶ ἐπιπόνων φαρμάκων ἀλγήματα, οὔτε ἀσιτίας, οὔτε διαίτης ἀκριβῆ μέτρα, οὔτε ἀποχὴν τῶν φθει‐ ρόντων παραιτεῖσθαι ἡμᾶς ὁ ὀρθὸς λόγος ὑπαγορεύει·
5σωζομένου (πάλιν λέγω) τοῦ σκοποῦ τῆς κατὰ ψυχὴν ὠφελείας, ὡς ἐν ὑποδείγματος λόγῳ τὴν ἑαυτῆς ἐπι‐ μέλειαν παιδευομένης. Κίνδυνος δὲ οὐχ ὁ τυχὼν εἰς μετεωρισμὸν τὴν διάνοιαν ἐκπεσεῖν, ὡς παντὸς πά‐ θους τῶν ἐξ ἰατρικῆς βοηθημάτων προσδεομένου.
10Οὐ γὰρ πάντα φύσεώς εἰσιν ἀῤῥωστήματα, οὐδὲ ἐκ πλημμελοῦς διαίτης ἡμῖν, ἤ τινων ἄλλων σωματικῶν ἀρχῶν προσγινόμενα, πρὸς ἅπερ ἐνίοτε ὁρῶμεν τὴν ἰατρικὴν χρησιμεύουσαν. Πολλάκις γὰρ καὶ μάστιγες ἁμαρτημάτων εἰσὶ τὰ ἀῤῥωστήματα, εἰς ἐπιστροφὴν
15προσαγόμενα. Ὃν γὰρ, φησὶν, ἀγαπᾷ Κύριος, παιδεύει· καὶ, Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυ‐ τοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Κρινό‐ μενοι δὲ ὑπὸ Κυρίου, παιδευόμεθα, ἵνα μὴ σὺν
20τῷ κόσμῳ κατακριθῶμεν. Τοὺς οὖν τοιούτους ἡσυ‐ χάζοντας, καὶ ἀφεμένους τῶν ἰατρικῶν ἐπιτηδευμά‐ των, ὑπομένειν χρὴ τὰ ἐπαγόμενα, ὅταν γνωρίσωμεν ἑαυτῶν τὰ πλημμελήματα, κατὰ τὸν εἰπόντα· Ὀρ‐ γὴν Κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ· καὶ τὴν
25διόρθωσιν ἐπιδείκνυσθαι, διὰ τοῦ ποιεῖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μεμνῆσθαι τοῦ Κυρίου εἰπόντος· Ἴδε, ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. Γίνεται δέ ποτε καὶ κατὰ ἐξαίτησιν τοῦ πονηροῦ, ὥσπερ ἀγωνιστὴν
30μέγαν, συγκαθιέντος αὐτῷ εἰς τὸν ἀγῶνα τοῦ φι‐ λανθρώπου Δεσπότου, καὶ τὴν μεγαλαυχίαν αὐτοῦ διὰ τῆς εἰς ἄκρον ὑπομονῆς τῶν δούλων ἑαυτοῦ καθαι‐ ροῦντος· ὅπερ ἐπὶ τοῦ Ἰὼβ γενόμενον μεμαθήκα‐ μεν. Ἢ καὶ εἰς ὑπόδειγμα τοῖς ἀφερεπόνοις παρ‐
35άγονται ὑπὸ τοῦ Θεοῦ οἱ δυνάμενοι μέχρι θανάτου ἐγκαρτερῆσαι τοῖς ἀλγεινοῖς· ὡς ὁ Λάζαρος, ὃς, τοιούτοις ἕλκεσι συνεχόμενος, οὐδαμοῦ γέγραπται οὔτε αἰτήσας τι τὸν πλούσιον, οὔτε δυσαρεστηθεὶς τοῖς παροῦσι· διὸ καὶ ἔτυχε τῆς ἐν τῷ κόλπῳ τοῦ
40Ἀβραὰμ ἀναπαύσεως, ὡς ἀπολαβὼν τὰ κακὰ ἐν τῇ ζωῇ αὐτοῦ. Εὕρομεν δὲ καὶ ἄλλην αἰτίαν ἀῤῥωστη‐ μάτων τοῖς ἁγίοις συμβαίνουσαν, ὡς ἐπὶ τοῦ Ἀπο‐ στόλου. Ἵνα γὰρ μὴ δόξῃ ὑπερβαίνειν τὸν ὅρον τῆς ἀνθρωπίνης φύσεως, καὶ μή τις αὐτὸν λογίσηται ἐν
45τῇ φυσικῇ κατασκευῇ ἔχειν τι περισσὸν (ὅπερ ἔπαθον οἱ Λυκάονες, στέμματα καὶ ταύρους προσάγοντες), εἰς παράστασιν τῆς ἀνθρωπίνης φύσεως, τῇ ἀῤῥω‐
στίᾳ συνῆν διαρκῶς.1047

31

.

1052

Τί οὖν τοῖς τοιούτοις παρὰ τῆς ἰατρικῆς γένοιτο κέρδος; καὶ οὐχὶ μᾶλλον κίνδυνος, μετεωριζομένοις ἀπὸ τοῦ ὀρθοῦ λόγου εἰς τὴν τοῦ σώματος ἐπιμέ‐ λειαν; Τοῖς γε μὴν ἐκ πονηρᾶς διαίτης τὴν ἀῤῥω‐
5στίαν ἑαυτοῖς συναθροίσασιν οἷον τύπῳ τινὶ καὶ ὑπογραμμῷ χρηστέον τῇ τοῦ σώματος θεραπείᾳ πρὸς τὴν τῆς ψυχῆς ἐπιμέλειαν, καθὰ πρότερον εἴρηται. Ἡ γὰρ ἀποχὴ τῶν βλαπτόντων κατὰ τὸν ἰατρικὸν λόγον καὶ ἡμῖν ἐστιν ὠφέλιμος, ἡ ἐκλογὴ τῶν χρη‐
10σίμων, ἡ φυλακὴ τῶν παραγγελμάτων. Καὶ αὐτὴ δὲ ἡ τῆς σαρκὸς ἀπὸ ἀῤῥωστίας πρὸς εὐεξίαν μεταβολὴ παραμυθία γινέσθω πρὸς τὸ μὴ ἀπογινώσκειν ἡμᾶς τῆς ψυχῆς, ὡς οὐ δυναμένης ἐκ τῶν ἁμαρτημάτων πρὸς τὴν οἰκείαν πάλιν ὁλοκληρίαν διὰ τῆς μετανοίας
15ἐπανελθεῖν. Οὔτε οὖν φευκτέον πάντη τὴν τέχνην, οὔτε ἐπ’ αὐτῇ πάσας τὰς ἐλπίδας ἔχειν ἀκόλουθον. Ἀλλ’ ὡς κεχρήμεθα μὲν τῇ γεωργικῇ, αἰτούμεθα δὲ παρὰ τοῦ Θεοῦ τοὺς καρπούς· καὶ τῷ κυβερνήτῃ μὲν τὸ πηδάλιον ἐπιτρέπομεν, τῷ Θεῷ δὲ προσευχόμεθα
20ἐκ τοῦ πελάγους ἀποσωθῆναι οὕτω καὶ ἰατρὸν εἰσ‐ άγοντες, ὅτε λόγος συγχωρεῖ, τῆς πρὸς Θεὸν ἐλ‐ πίδος οὐκ ἀφιστάμεθα. Ἐμοὶ δὲ καὶ πρὸς ἐγκράτειαν οὐ μικρὸν συντελεῖν ἡ τέχνη φαίνεται. Ὁρῶ γὰρ, ὅτι καὶ τρυφὰς ἀποκόπτει, καὶ πλησμονὴν διαβάλλει,
25καὶ ποικιλίαν διαίτης, καὶ περίεργον ἀρτυμάτων ἐπίνοιαν, ὡς ἀσύμφορον, ἀποπέμπεται· καὶ τὸ σύμ‐ παν, τὴν ἔνδειαν μητέρα τῆς ὑγείας ἀποκαλεῖ, ὥστε καὶ κατὰ τοῦτο οὐκ ἄχρηστος ἡμῖν ἡ παρ’ αὐτῆς συμβουλή. Εἴτε οὖν χρώμεθά ποτε τοῖς τῆς ἰατρικῆς
30παραγγέλμασιν, εἴτε παραιτούμεθα, κατά τινα τῶν προαποδεδομένων λόγων, ὁ σκοπὸς τῆς πρὸς Θεὸν εὐαρεστήσεως σωζέσθω, καὶ ἡ ὠφέλεια τῆς ψυχῆς οἰκονομείσθω, καὶ τὸ πρόσταγμα τοῦ Ἀποστό‐ λου πληρούσθω, εἰπόντος· Εἴτε οὖν ἐσθίετε, εἴτε
35πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ
ποιεῖτε.1049