TLG 2040 047 :: BASILIUS :: Prologus 4 (prooemium in asceticum magnum)

BASILIUS Theol., Episcopus
(Caesariensis (Cappadociae): A.D. 4)

Prologus 4 (prooemium in asceticum magnum)

Citation: Volume — page — (line)

31

.

889

(1t)

ΤΟΥ ΑΥΤΟΥ ΟΡΟΙ ΚΑΤΑ ΠΛΑΤΟΣ.
4tΠΡΟΟΙΜΙΟΝ.
5 Ἐπειδὴ Θεοῦ χάριτι ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ συνεληλύθαμεν εἰς ταυτὸν οἱ ἕνα καὶ τὸν αὐτὸν σκοπὸν τοῦ βίου τοῦ κατ’ εὐσέβειαν ἐνστησάμενοι· καὶ ὑμεῖς μὲν εὔδηλοί ἐστε μαθεῖν τι τῶν πρὸς σωτηρίαν ἐπιποθοῦντες, ἐμοὶ
10δὲ ἀνάγκη ἀναγγέλλειν τὰ δικαιώματα τοῦ Θεοῦ, νυκτὸς καὶ ἡμέρας μεμνημένῳ τοῦ Ἀποστόλου λέ‐ γοντος, ὅτι Τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυ‐ σάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον· και‐ ρὸς δὲ ἐπιτηδειότατος ἡμῖν ὁ παρὼν, καὶ τόπος
15οὗτος ἡσυχίαν παρέχων καὶ σχολὴν πᾶσαν ἀπὸ τῶν ἔξωθεν θορύβων, συνευξώμεθα ἀλλήλοις, ὥστε ἡμᾶς μὲν ἐν καιρῷ τοῖς συνδούλοις ἡμῶν δοῦναι τὸ σιτο‐ μέτριον· ὑμᾶς δὲ, λαβόντας τὸν λόγον, ὡς τὴν ἀγα‐ θὴν γῆν, τέλειον καὶ πολυπλασίονα τὸν ἐν δικαιο‐
20σύνῃ καρπὸν ἀποδοῦναι, καθὼς γέγραπται. Παρα‐ καλῶ οὖν ὑμᾶς διὰ τῆς ἀγάπης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρ‐ τιῶν ἡμῶν, ἁψώμεθά ποτε τῆς φροντίδος τῶν ψυχῶν ἡμῶν· λυπηθῶμεν ἐπὶ τῇ ματαιώσει τοῦ
25προλαβόντος βίου· ἀγωνισώμεθα ὑπὲρ τῶν μελλόν‐ των εἰς δόξαν τοῦ Θεοῦ, καὶ τοῦ Χριστοῦ αὐτοῦ, καὶ τοῦ προσκυνητοῦ καὶ ἁγίου Πνεύματος. Μὴ τῇ ῥᾳθυμίᾳ καὶ τῇ ἐκλύσει ταύτῃ ἐναπομείνωμεν, καὶ τὸ μὲν παρὸν ἀεὶ διὰ ῥᾳθυμίας προϊέμενοι,
30πρὸς δὲ τὸ αὔριον καὶ τὸ ἐφεξῆς τὴν ἀρχὴν τῶν ἔρ‐ γων ὑπερτιθέμενοι, εἶτα καταληφθέντες ὑπὸ τοῦ ἀπαιτοῦντος τὰς ψυχὰς ἡμῶν, ἀπαρασκεύαστοι
τῶν ἀγαθῶν ἔργων, τῆς μὲν χαρᾶς τοῦ νυμφῶνος889

31

.

892

ἀποβληθῶμεν, ἀργὰ δὲ καὶ ἀνόνητα μετακλαίω‐ μεν, τὸν κακῶς παρεθέντα τοῦ βίου χρόνον ὀδυρό‐ μενοι τότε, ὅτε πλέον οὐδὲν ἐξέσται τοῖς μεταμελο‐ μένοις. Νῦν καιρὸς εὐπρόσδεκτος, φησὶν ὁ Ἀπό‐
5στολος, νῦν ἡμέρα σωτηρίας. Οὗτος ὁ αἰὼν τῆς μετανοίας, ἐκεῖνος τῆς ἀνταποδόσεως· οὗτος τῆς ὑπομονῆς, ἐκεῖνος τῆς παρακλήσεως. Νῦν βοηθὸς τῶν ἐπιστρεφόντων ἀπὸ ὁδοῦ κακῆς ὁ Θεὸς, τότε φοβερὸς καὶ ἀπαραλόγιστος τῶν ἀνθρωπίνων πρα‐
10γμάτων τε καὶ ῥημάτων καὶ ἐνθυμημάτων ἐξετα‐ στής. Νῦν τῆς μακροθυμίας ἀπολαύομεν, τότε τὴν δικαιοκρισίαν γνωρίσομεν, ὅταν ἀναστῶμεν, οἱ μὲν εἰς κόλασιν αἰώνιον, οἱ δὲ εἰς ζωὴν αἰώνιον, καὶ ἀπολάβῃ ἕκαστος κατὰ τὴν πρᾶξιν αὐτοῦ. Πρὸς τί‐
15να καιρὸν ὑπερτιθέμεθα τὴν ὑπακοὴν τοῦ Χριστοῦ, τοῦ καλέσαντος ἡμᾶς εἰς τὴν ἐπουράνιον ἑαυτοῦ βασιλείαν; Οὐκ ἐκνήψομεν; οὐκ ἀνακαλεσόμεθα ἑαυτοὺς ἀπὸ τοῦ κατὰ συνήθειαν βίου πρὸς τὴν ἀκρίβειαν τοῦ Εὐαγγελίου; Οὐκ ἐν ὀφθαλμοῖς ληψό‐
20μεθα τὴν ἡμέραν Κυρίου τὴν φοβερὰν ἐκείνην καὶ ἐπιφανῆ, ἐν ᾗ τοὺς μὲν τῇ δεξιᾷ τοῦ Κυρίου διὰ τῶν πράξεων προσεγγίζοντας βασιλεία οὐρανῶν ὑποδέξεται· τοὺς δὲ πρὸς τὴν ἀριστερὰν διὰ τὴν ἐρημίαν τῶν ἀγαθῶν ἔργων ἀπεωσμένους, γέεννα πυρὸς καὶ σκότος αἰώνιον κατακρύψει; Ἐκεῖ
25ἔσται, φησὶν, ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Ἡμεῖς δὲ βασιλείας μὲν οὐρανῶν ἐπιθυμεῖν λέ‐ γομεν, ἐξ ὧν δὲ ἔστιν αὐτῆς ἐπιτυχεῖν οὐ φροντίζο‐ μεν· ἀλλὰ μηδένα πόνον ὑπὲρ ἐντολῆς Κυρίου κα‐ ταδεχόμενοι, τῶν ἴσων τιμῶν τεύξεσθαι τοῖς μέ‐
30χρι θανάτου πρὸς τὴν ἁμαρτίαν ἀντικαταστᾶσιν ἐν τῇ ματαιότητι τοῦ νοὸς ἡμῶν ὑποτιθέμεθα. Τίς ἐν καιρῷ τῆς σπορᾶς οἴκοι καθήμενος ἢ καθεύδων, ἐνστάντος τοῦ θερισμοῦ, τὸν κόλπον ἐπλήρωσε τῶν δραγμάτων; τίς ἐτρύγησεν ἀμπελῶνα τὸν μὴ παρ’
35αὐτοῦ πεφυτευμένον καὶ πεπονημένον; Ἐκείνων οἱ καρποὶ, ὧν καὶ οἱ πόνοι· αἱ τιμαὶ καὶ οἱ στέφα‐ νοι τῶν νενικηκότων εἰσί. Τίς ποτε στεφανοῖ τὸν μηδὲ ἀποδύντα πρὸς τὸν ἀντίπαλον; ὁπότε οὐ νικῆ‐ σαι δεῖ μόνον, ἀλλὰ καὶ νομίμως ἀθλῆσαι, κατὰ
40τὸν Ἀπόστολον· τοῦτο δέ ἐστι τὸ μηδὲ μικρὸν μὲν παριέναι τι τῶν διατεταγμένων· οὕτω δὲ ἕκαστον ποιῆσαι, ὡς προστετάγμεθα. Μακάριος γὰρ, φησὶν, ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ Κύριος εὑρήσει, οὐχὶ ποιοῦντα ὡς ἔτυχεν, ἀλλὰ ποιοῦντα οὕτως·
45καὶ, Ἐὰν ὀρθῶς μὲν προσενέγκῃς, ὀρθῶς δὲ μὴ
διέλῃς, ἥμαρτες. Ἡμεῖς δὲ, μίαν που τῶν ἐντολῶν891

31

.

893

πεποιηκέναι νομίσαντες (οὐ γὰρ ἂν φαίην, ὅτι ποιή‐ σαντες· πᾶσαι γὰρ ἀλλήλων ἔχονται κατὰ τὸν ὑγιῆ τοῦ λόγου σκοπὸν, ὡς ἐν τῇ λύσει τῆς μιᾶς καὶ τὰς λοιπὰς ἐξ ἀνάγκης συγκαταλύεσθαι), οὐκ ἐπὶ
5τοῖς παρεθεῖσι τὴν ὀργὴν ἐκδεχόμεθα, ἀλλ’ ἐπὶ τῷ κατορθωθέντι δῆθεν τὰς τιμὰς ἀναμένομεν. Ὁ ἐκ τῶν δέκα ταλάντων τῆς παρακαταθήκης ἕν που ἢ δύο παρακατασχὼν, τὰ δὲ λοιπὰ ἀποτίσας, οὐχὶ εὐγνώμων διὰ τὴν τῶν πλειόνων ἀπότισιν γνωρί‐
10ζεται, ἀλλὰ ἄδικος καὶ πλεονέκτης ἐπὶ τῇ τῶν ἐλατ‐ τόνων ἀποστερήσει ἐλέγχεται. Τί δὲ λέγω ἀποστερή‐ σει; ὁπότε ὁ τὸ ἓν τάλαντον πιστευθεὶς, εἶτα ἀποδοὺς αὐτὸ ἐκεῖνο ὁλόκληρον καὶ ἀκέραιον ὃ ὑπ‐ εδέξατο, ὅτι μὴ προσειργάσατο τῷ δοθέντι, κατακρί‐
15νεται. Ὁ δέκα ἔτη τὸν πατέρα τιμήσας, μίαν δὲ πληγὴν ὕστερον ἐμβαλὼν μόνην, οὐχ ὡς εὐεργέτης τιμᾶται, ἀλλ’ ὡς πατραλοίας καταδικάζεται. Πορευ‐ θέντες, φησὶν ὁ Κύριος, μαθητεύσατε πάντα τὰ ἔθνη, διδάσκοντες αὐτοὺς, οὐχὶ τὰ μὲν τηρεῖν, τῶν
20δὲ ἀμελεῖν, ἀλλὰ τηρεῖν πάντα ὅσα ἐνετει‐ λάμην ὑμῖν. Καὶ ὁ Ἀπόστολος ἀκολούθως γράφει· Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, ἀλλ’ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι. Εἰ γὰρ μὴ πάντα
25ἡμῖν πρὸς τὸν τῆς σωτηρίας σκοπὸν ἀναγκαῖα ἦν, οὐδ’ ἂν ἐγράφησαν πᾶσαι αἱ ἐντολαὶ, οὐδ’ ἂν πᾶσαι φυ‐ λαχθῆναι ἀναγκαίως διηγορεύθησαν. Τί μοι τὸ ὄφελος τῶν ἄλλων κατορθωμάτων, εἰ μέλλοιμι, μωρὸν εἰπὼν τὸν ἀδελφὸν, ἔνοχος ἔσεσθαι τῇ γεέννῃ; Τί γὰρ ὄφε‐
30λος τῆς ἀπὸ τῶν πολλῶν ἐλευθερίας τῷ ὑφ’ ἑνὸς κρα‐ τουμένῳ εἰς δουλείαν; γὰρ ποιῶν, φησὶ, τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας. Τί δὲ τὸ κέρ‐ δος τῆς ἐν πολλοῖς ἀπαθείας τῷ ὑφ’ ἑνὸς πάθους φθειρομένῳ τὸ σῶμα;
37 Ἄρα οὖν, φησί τις, τὰ πλήθη τῶν Χρι‐ στιανῶν μὴ φυλάσσοντα πάσας τὰς ἐντολὰς, ἀνόνητον ἕξει τήν τινων φυλακήν; Πρὸς τοῦτο τοῦ μακαρίου
40Πέτρου μνημονεῦσαι καλὸν, τοῦ μετὰ τοσαῦτα μὲν κατορθώματα, τοιούτους δὲ τοὺς μακαρισμοὺς, ἐφ’ ἑνὶ μόνῳ ἀκούοντος· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ. Ἐῶ δὲ λέγειν, ὅτι οὐδὲ αὐτὸ ἐκεῖνο ῥᾳθυμίας οὐδὲ καταφρονήσεως εἶχεν ἔνδειξιν, ἀλλὰ
45τιμῆς καὶ εὐλαβείας ἦν ἔμφασις. Καὶ μὴν, εἴποι τις ἂν, γέγραπται· Πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται· ὥστε ἀρκεῖ καὶ αὐτὴ
ἡ ἐπίκλησις τοῦ ὀνόματος τοῦ Κυρίου σῶσαι τὸν ἐπι‐893

31

.

896

καλούμενον. Ἀλλ’ ἀκουέτω καὶ οὗτος τοῦ Ἀποστό‐ λου λέγοντος· Πῶς οὖν ἐπικαλέσονται, εἰς ὃν οὐκ ἐπίστευσαν; Εἰ δὲ πιστεύεις, ἄκουε τοῦ Κυρίου λέγοντος· Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσ‐
5ελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρα‐ νοῖς. Ὅπου γε καὶ ὁ τὸ θέλημα τοῦ Κυρίου ἐρ‐ γαζόμενος, μὴ καθὼς θέλει δὲ ὁ Θεὸς, μηδὲ ἐν δια‐ θέσει τῆς πρὸς Θεὸν ἀγάπης τοῦτο ποιῶν, ἀνόνητον
10ἔχει τὴν τοῦ ἔργου σπουδὴν, κατὰ τὴν φωνὴν αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰπόντος, ὅτι Ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· ἀμὴν λέγω ὑμῖν, ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν. Ὅθεν Παῦλος ὁ ἀπόστολος ἐπαιδεύθη εἰπεῖν, ὅτι Κἂν ψω‐
15μίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου, ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Ὅλως δὲ τρεῖς ταύτας ἐγὼ διαφορὰς τῆς διαθέσεως πρὸς τὴν ἀπαραίτητον ἀνάγκην τῆς ὑπακοῆς καθορῶ. Ἢ γὰρ φοβούμενοι
20τὰς κολάσεις ἐκκλίνομεν ἀπὸ τοῦ κακοῦ, καί ἐσμεν ἐν τῇ διαθέσει τῇ δουλικῇ· ἢ, τὰ ἐκ τοῦ μισθοῦ κέρδη διώκοντες, τῆς ἑαυτῶν ἕνεκεν ὠφελείας πλη‐ ροῦμεν τὰ προστάγματα, καὶ κατὰ τοῦτο προσεοίκα‐ μεν τοῖς μισθίοις· ἢ δι’ αὐτὸ τὸ καλὸν, καὶ τὴν πρὸς
25τὸν δεδωκότα ἡμῖν τὸν νόμον ἀγάπην, χαίροντες, ὅτι οὕτως ἐνδόξῳ καὶ ἀγαθῷ Θεῷ δουλεύειν κατ‐ ηξιώθημεν, καί ἐσμεν οὕτως ἐν τῇ τῶν υἱῶν διαθέσει. Οὔτε οὖν ὁ ἐν φόβῳ τὰς ἐντολὰς κατορθῶν, καὶ ἀεὶ τὸ τῆς ῥᾳθυμίας ἐπιτίμιον ὑφορώμενος, τὰ μὲν ποιή‐
30σει τῶν προστεταγμένων αὐτῷ, τὰ δὲ παρόψεται· ἀλλὰ τὴν ἐπὶ πάσῃ παρακοῇ ἐκδίκησιν ὁμοίως ἑαυτῷ φοβερὰν ὑπολήψεται. Καὶ διὰ τοῦτο μακαρίζεται μὲν ὁ πάντα καταπτήσσων δι’ εὐλάβειαν· στήκει δὲ ἑδραῖος ἐν τῇ ἀληθείᾳ, δυνάμενος εἰπεῖν· Προωρώ‐
35μην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ· ὡς οὐδὲν αἱ‐ ρούμενος παριδεῖν τῶν δεόντων· καὶ, Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον. Διὰ τί; Ὅτι Ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. Οὐ τοίνυν
40ἐστὶ τῶν φοβουμένων τὸ παριέναι τι τῶν ἐντεταλμέ‐ νων, ἢ ἀμελῶς ποιεῖν· ἀλλ’ οὐδὲ ὁ μισθωτὸς παρα‐ βῆναί τι τῶν διατεταγμένων αἱρήσεται. Πῶς γὰρ κομίσεται τὸν μισθὸν τῆς ἐργασίας τοῦ ἀμπελῶνος, μὴ πάντα πληρώσας τὰ συμπεφωνημένα; Καὶ γὰρ
45ἐὰν ἕν τι ἐλλείπῃ τῶν ἀναγκαίων, ἄχρηστον αὐτὸν τῷ κεκτημένῳ κατέστησε. Τίς οὖν ἔτι τῆς βλά‐ βης μισθὸν ὑποτελέσει τῷ ἀδικήσαντι; Τρίτον
ἦν ἡ κατὰ ἀγάπην ὑπηρεσία. Τίς οὖν υἱὸς, σκοπὸν895

31

.

897

ἔχων τὴν τοῦ πατρὸς εὐαρέστησιν, ἐπὶ τοῖς μείζοσιν αὐτὸν εὐφραίνων, τῶν μικροτάτων ἕνεκεν λυπεῖν αἱρήσεται; Πολὺ δὲ πλέον, καὶ τοῦ Ἀποστόλου μεμνημένος, εἰπόντος· Καὶ μὴ λυπεῖτε τὸ
5Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε.
7 Οἱ τοίνυν τὰς πλείστας τῶν ἐντολῶν παραβαί‐ νοντες ἐν ποίῳ μέρει τετάχθαι βούλονται; μήτε ὡς Πατρὶ ὑπηρετοῦντες τῷ Θεῷ, μήτε ὡς με‐
10γάλα ἐπαγγελλομένῳ πειθόμενοι, μήτε ὡς Δεσπότῃ δουλεύοντες. Εἰ γὰρ Πατήρ εἰμι, φησὶν, ἐγὼ, ποῦ ἐστιν ἡ δόξα μου; καὶ εἰ Κύριός εἰμι ἐγὼ, ποῦ ἐστιν ὁ φόβος μου; Ὁ μὲν γὰρ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφό‐
15δρα· διὰ δὲ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν, φησὶν, ἀτιμάζεις. Πῶς οὖν, τὸν καθ’ ἡδονὴν βίον τοῦ κατ’ ἐντολὴν προτιμήσαντες, ζωῆς μακαριότητα, καὶ ἰσοπολιτείαν τῶν ἁγίων, καὶ τὰς μετ’ ἀγγέλων εὐφροσύνας ἐν προσώπῳ Χριστοῦ ἑαυτοῖς ὑποθώμε‐
20θα; Νηπίας ὄντως φρενὸς τὰ τοιαῦτα φαντάσμα‐ τα. Πῶς ἔσομαι μετὰ Ἰὼβ, ὁ μηδὲ τὴν τυχοῦσαν θλί‐ ψιν μετὰ εὐχαριστίας δεξάμενος; Πῶς μετὰ τοῦ Δα‐ βὶδ, ὁ μὴ πρὸς τὸν πολέμιον μακροθύμως διατεθείς; Πῶς μετὰ τοῦ Δανιὴλ, ὁ μὴ μετ’ ἐγκρατείας διηνε‐
25κοῦς καὶ δεήσεως φιλοπόνου τὸν Θεὸν ἐκζητήσας; Πῶς μεθ’ ἑκάστου τῶν ἁγίων, ὁ μὴ τοῖς ἴχνεσιν αὐ‐ τῶν περιπατήσας; Τίς οὕτως ἄκριτος ἀθλοθέτης, ὡς τῶν ἴσων ἀξιῶσαι στεφάνων τὸν νικητὴν καὶ τὸν μηδὲν ἠγωνισμένον; Τίς στρατηγὸς εἰς τὴν με‐
30ρίδα τῶν σκύλων ἐξίσου ποτὲ τοῖς νενικηκόσι τοὺς μηδὲ φανέντας ἐπὶ τῆς μάχης ἐκάλεσεν; Ἀγαθὸς ὁ Θεὸς, ἀλλὰ καὶ δίκαιος. Δικαίου δὲ, ἡ πρὸς ἀξίαν ἀν‐ τίδοσις, καθὼς γέγραπται· Ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ. Τοὺς δὲ ἐκ‐
35κλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν. Ἐλεήμων, ἀλλὰ καὶ κριτής. Ἀγαπᾷ γὰρ, φησὶν, ἐλεημο‐ σύνην καὶ κρίσιν ὁ Κύριος. Διὸ λέγει· Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε. Ἐμάθομεν ἐπὶ τίνας
40τὸ ἔλεος· Μακάριοι γὰρ, φησὶν, οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Ὁρᾷς πῶς κεκριμένως κέχρη‐ ται τῷ ἐλέῳ; οὔτε ἀκρίτως ἐλεῶν, οὔτε ἀνηλεῶς κρίνων. Ἐλεήμων γὰρ ὁ Κύριος, καὶ δίκαιος. Μὴ οὖν ἐξ ἡμισείας τὸν Θεὸν γνωρίζωμεν, μηδὲ
45ἀφορμὴν ῥᾳθυμίας τὴν αὐτοῦ φιλανθρωπίαν λαμβά‐ νωμεν. Διὰ τοῦτο βρονταὶ, διὰ τοῦτο κεραυνοὶ, ἵνα μὴ καταφρονῆται ἡ ἀγαθότης. Ὁ τὸν ἥλιον ἀνατέλλων,
καὶ ἀβλεψίαν καταδικάζει. Ὁ τὸν ὄμβρον διδοὺς,897

31

.

900

καὶ τὸ πῦρ βρέχει. Ἐκεῖνα τῆς χρηστότητος, ταῦτα τῆς ἀποτομίας· ἢ δι’ ἐκεῖνα ἀγαπήσωμεν, ἢ διὰ ταῦτα φοβηθῶμεν, ἵνα μὴ ῥηθῇ καὶ ἡμῖν· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς
5μακροθυμίας καταφρονεῖς, ἀγνοῶν, ὅτι τὸ χρη‐ στὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου, καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς. Ἐπεὶ τοίνυν οὔτε δυνατὸν σωθῆναι, μὴ ποιοῦντας τὰ κατ’
10ἐντολὴν τοῦ Θεοῦ ἔργα, οὔτε τὸ παριδεῖν τι τῶν προσ‐ τεταγμένων ἀκίνδυνον (δεινὴ γὰρ ἡ ἔπαρσις κριτὰς ἡμᾶς τοῦ νομοθέτου καθέζεσθαι, καὶ τοὺς μὲν ἐγκρί‐ νειν τῶν νόμων, τοὺς δὲ παραπέμπεσθαι), φέρε δὴ οἱ τῆς εὐσεβείας ἀγωνισταὶ, οἱ τὸν ἡσύχιον καὶ ἀπρά‐
15γμονα βίον, ὡς συνεργὸν τῆς φυλακῆς τῶν εὐαγγελι‐ κῶν δογμάτων τιμήσαντες, κοινὴν φροντίδα καὶ βουλὴν προθώμεθα, ὅπως ἂν μηδὲν ἡμᾶς διαφύγῃ τῶν ἐντεταλμένων. Εἰ γὰρ δεῖ τέλειον εἶναι τὸν τοῦ Θεοῦ ἄνθρωπον (καθὼς γέγραπται, καὶ ὁ λόγος ἐν τοῖς
20πρὸ τούτων ἀπέδειξεν), ἀνάγκη πᾶσα διὰ πάσης ἐν‐ τολῆς καθαρισθῆναι εἰς μέτρον ἡλικίας τοῦ πληρώ‐ ματος τοῦ Χριστοῦ, ἐπεὶ καὶ κατὰ τὸν θεῖον νό‐ μον, κἂν καθαρὸν ᾖ τὸ λελωβημένον, ἀπρόσδεκτον εἰς θυσίαν τῷ Θεῷ. Οὗπερ ἂν οὖν ἕκαστος ἐνδεῶς
25ἔχειν ἡγῆται, τοῦτο εἰς κοινὴν προτιθέτω διάσκεψιν. Ῥᾷον γὰρ ἂν ἐν τῇ φιλοπόνῳ τῶν πλειόνων διερευ‐ νήσει τὸ λανθάνον ἐξευρεθείη, Θεοῦ, δηλονότι, κατὰ τὴν ἐπαγγελίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, χαριζομένου ἡμῖν τοῦ ζητουμένου τὴν εὕρεσιν διδα‐
30σκαλίᾳ καὶ ὑπομνήσει τοῦ ἁγίου Πνεύματος. Ὥσπερ οὖν ἐμοὶ ἀνάγκη ἐπίκειται, καὶ οὐαί μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι· οὕτω καὶ ὑμῖν ἴσος ἀγὼν ἀποῤῥᾳθυμήσασι πρὸς τὴν ἐξέτασιν, ἢ ἀτόνως καὶ ἐκ‐ λελυμένως πρός τε τὴν φυλακὴν τῶν παραδεδομένων
35καὶ τὴν διὰ τῶν ἔργων πλήρωσιν διατεθεῖσιν. Διότι φησὶν ὁ Κύριος· Ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· καὶ, Δοῦλος ὁ μὲν μὴ γνοὺς τὸ θέλημα τοῦ Κυρίου ἑαυτοῦ, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας· ὁ δὲ
40γνοὺς, καὶ μὴ ποιήσας, μηδὲ ἑτοιμάσας ἑαυτὸν πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς. Εὐξώ‐ μεθα οὖν ἐμοὶ τὴν οἰκονομίαν τοῦ λόγου ἄμεμ‐ πτον, καὶ ὑμῖν ἔγκαρπον τὴν διδασκαλίαν γενέσθαι. Ὡς οὖν εἰδότες, ὅτι ἀντιπρόσωποι ἡμῖν οἱ τῆς θεο‐
45πνεύστου Γραφῆς λόγοι στήσονται ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ (Ἐλέγξω γάρ σε, φησὶ, καὶ παρα‐
στήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου),899

31

.

901

οὕτω καὶ πρόσχωμεν νηφόντως τοῖς λεγομένοις, καὶ εἰς ἔργον προαγαγεῖν τὰ θεῖα διδάγματα σπου‐ δαίως ἐπειχθῶμεν, ὅτι οὐκ οἴδαμεν ποίᾳ ἡμέρᾳ ἢ
ὥρᾳ ὁ Κύριος ἡμῶν ἔρχεται.901