TLG 2040 046 :: BASILIUS :: Prologus 5 (sermo asceticus) [Dub.]

BASILIUS Theol., Episcopus
(Caesariensis (Cappadociae): A.D. 4)

Prologus 5 (sermo asceticus) [Dub.]

Citation: Volume — page — (line)

31

.

881

(21t)

ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΑΣΚΗΤΙΚΟΣ.
22 Ὁ ἀσκητικὸς βίος ἕνα σκοπὸν ἔχει, τὴν τῆς ψυχῆς σωτηρίαν, καὶ δεῖ πᾶν τὸ δυνάμενον πρὸς αὐτὴν συνεργῆσαι τὴν πρόθεσιν, ὡς θείαν ἐντολὴν
25οὕτω μετὰ φόβου παραφυλάττειν. Οὐδὲ γὰρ αὐταὶ αἱ ἐντολαὶ τοῦ Θεοῦ πρὸς ἄλλο τι βλέπουσιν, εἰ μὴ πρὸς τὸ σωθῆναι τὸν ὑπακούοντα. Χρὴ τοίνυν, καθ‐ άπερ οἱ ἐπὶ τὸ λουτρὸν εἰσιόντες γυμνοῦνται παντὸς περιβλήματος, οὕτω καὶ τοὺς τῇ ἀσκητικῇ προσ‐
30ερχομένους ζωῇ, πάσης ὕλης βιωτικῆς γυμνω‐ θέντας, ἐντὸς τοῦ κατὰ φιλοσοφίαν γενέσθαι βίου. Τὸ μὲν οὖν προηγούμενόν ἐστι, καὶ οὗ μάλιστα προσ‐ ήκει τὸν Χριστιανὸν ἐπιμελεῖσθαι, γυμνωθῆναι τὰ κατὰ τὴν κακίαν πάθη τὰ ποικίλα τε καὶ διάφορα,
35δι’ ὧν μολύνεται ἡ ψυχή· χρὴ δὲ κατὰ δεύτερον λόγον καὶ τὴν τῶν ὑπαρχόντων ἀποταγὴν κατορθω‐ θῆναι τῷ πρὸς τὸν ὑψηλὸν ἀποβλέποντι βίον, διότι πολὺν παρέχει περισπασμὸν τῇ ψυχῇ ἡ τῶν ὑλικῶν πραγμάτων φροντίς τε καὶ ἐπιμέλεια. Ὅταν οὖν
40πλείους, πρὸς τὸν αὐτὸν βλέποντες τῆς σωτη‐ ρίας σκοπὸν, τὴν μετ’ ἀλλήλων ζωὴν καταδέξωνται, χρὴ τοῦτο πρὸ πάντων ἐν αὐτοῖς κρατηθῆναι, τὸ μίαν ἐν πᾶσι καρδίαν εἶναι, καὶ θέλημα ἓν, καὶ μίαν ἐπι‐ θυμίαν, καὶ, καθὼς νομοθετεῖ ὁ Ἀπόστολος, ἓν γε‐
45νέσθαι σῶμα ἐκ διαφόρων μελῶν συνηρμοσμένον πᾶν τὸ πλήρωμα τῆς συνοδίας. Τοῦτο δὲ οὐκ ἔστιν ἄλλως κατορθωθῆναι, εἰ μὴ ἐκεῖνο κρατήσειε, τὸ μὴ ἐπονομάζεσθαί τινι ἀποτεταγμένως μήτε ἱμάτιον, μήτε σκεῦος, μήτε ἄλλο τι τῶν εἰς τὴν κοινὴν ζωὴν

31

.

881

(50)

χρησιμευόντων, ἵνα ἕκαστον τούτων τῆς χρείας ᾗ,
καὶ μὴ τοῦ κεκτημένου. Καὶ ὥσπερ ἀνάρμοστόν ἐστι881

31

.

884

τῷ μείζονι σώματι τὸ μικρὸν ἱμάτιον, ἢ τῷ μικρο‐ τέρῳ τὸ τελειότερον, ἀλλ’ ἑκάστῳ τὸ σύμμετρόν ἐστι καὶ ἐπωφελὲς καὶ εὐάρμοστον· οὕτω καὶ τὰ ἄλλα πάντα, ἡ κλίνη, τὰ στρώματα, τὸ θερμὸν περι‐
5βόλαιον, τὸ ὑπόδημα, τοῦ πάνυ χρῄζοντος, οὐχὶ τοῦ κεκτημένου εἶναι ὀφείλει. Καθάπερ γὰρ τῷ φαρμάκῳ ὁ τραυματισθεὶς, οὐχ ὁ ὑγιαίνων, κέχρηται, οὕτω καὶ τῶν πρὸς τὴν ἄνεσιν τοῦ σώματος ἐπινοουμέ‐ νων, οὐχ ὁ τρυφῶν, ἀλλ’ ὁ χρῄζων τῆς ἀνέσεως ἀπο‐
10λαύει.
10 Ἐπειδὴ δὲ ποικίλα τὰ τῶν ἀνθρώπων ἤθη ἐστὶ, καὶ οὐ πάντες ὁμοίως περὶ τῶν χρησίμων βουλεύον‐ ται, ἵνα μή τις ἀκαταστασία ᾖ, ἑκάστου κατὰ τὸ ἴδιον θέλημα πολιτευομένου, προσήκει τὸν ἐπὶ πάν‐ των ἐπὶ συνέσει καὶ εὐσταθείᾳ καὶ τῇ κατὰ τὴν
15ζωὴν ἀκριβείᾳ μεμαρτυρημένον διαφέρειν, τοῦτον προστήσασθαι εἰς τὸ καθηγήσασθαι τῶν ἄλλων, ἵνα τὸ ἐν τούτῳ ἀγαθὸν, κοινὸν πάντων τῶν μιμουμένων γένηται. Ὥσπερ γὰρ, εἰ πλείονες ζωγράφοι ἑνὸς προσώπου χαρακτῆρα γράφοιεν, πᾶσαι αἱ εἰκόνες
20ὁμοίως πρὸς ἀλλήλας ἕξουσι, διὰ τὸ τῷ ἑνὶ ὡμοιῶ‐ σθαι· οὕτω τὰ πολλὰ ἤθη, εἰ πρὸς τὴν τοῦ ἑνὸς μίμησιν βλέποι, πᾶσιν ὁμοίως ὁ ἀγαθὸς τοῦ βίου χα‐ ρακτὴρ ἐπιλάμψει. Προκριθέντος τοίνυν ἑνὸς, ἀργή‐ σει πάντα τὰ μερικὰ θελήματα· πρὸς δὲ τὸ προέχον
25πάντες οἱ ἐφεξῆς τυπωθήσονται, πεισθέντες τῷ ἀπο‐ στολικῷ παραγγέλματι τῷ κελεύοντι πᾶσαν ψυχὴν ἐξουσίαις ὑπερεχούσαις ὑποτάσσεσθαι· καὶ ὅτι οἱ ἀνθεστηκότες, ἑαυτοῖς κρῖμα λήψονται. Ἡ δὲ ἀληθὴς καὶ τελεία ὑπακοὴ τῶν ὑποχειρίων πρὸς τὸν καθ‐
30ηγούμενον ἐν τούτῳ δείκνυται, ἐν τῷ μὴ μόνον τῶν ἀτόπων κατὰ τὴν συμβουλὴν τοῦ προεστῶτος ἀπέχε‐ σθαι, ἀλλὰ μηδὲ αὐτὰ τὰ ἐπαινετὰ χωρὶς τῆς ἐκεί‐ νου γνώμης ποιεῖν. Ἡ γὰρ ἐγκράτεια καὶ πᾶσα ἡ σωματικὴ κακοπάθεια πρός τι χρησίμως ἔχει· ἀλλ’
35ἐάν τις, ταῖς ἰδίαις ὁρμαῖς ἀκολουθῶν, τὸ ἀρεστὸν αὐτῷ ποιῇ, καὶ συμβουλεύοντι τῷ προεστῶτι μὴ πεί‐ θηται, μεῖζον τοῦ κατορθώματος ἔσται τὸ πλημ‐ μελούμενον. Ὁ γὰρ ἀντιτασσόμενος τῇ ἐξου‐ σίᾳ, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν· καὶ ὁ
40τῆς ὑπακοῆς μισθὸς μείζων τοῦ κατὰ τὴν ἐγκρά‐ τειάν ἐστι κατορθώματος. Οὕτω προσήκει κοινὴν καὶ ἴσην πᾶσι πρὸς ἀλλήλους τὴν ἀγάπην εἶναι, ὡς φυσικῶς πρὸς τὰ καθ’ ἕκαστον ἑαυτοῦ μέλη ὁ ἄνθρωπος ἔχει, ἐπίσης θέλων παντὶ τῷ σώματι
45τὴν ὑγείαν, διότι καὶ ὁ πόνος ἑκάστου μέλους ἴσην παρέχει τῷ σώματι τὴν ἀηδίαν. Ἀλλ’ ὥσπερ ἐν ἡμῖν αὐτοῖς ὁ μὲν πόνος ἑκάστου τῶν ἀῤῥωστούντων μελῶν ἴσως ἅπτεται τοῦ παντὸς σώματος, ἔστι δὲ ὅμως ἕτερα ἑτέρων τιμιώτερα μέλη (οὐ γὰρ ὁμοίως περὶ

31

.

884

(50)

τὸν ὀφθαλμὸν καὶ περὶ τὸν τοῦ ποδὸς δάκτυλον ἔχο‐ μεν, κἂν ὁ πόνος τὸ ἴσον ἔχῃ)· οὕτω τὴν μὲν συμ‐
παθῆ διάθεσιν καὶ τὴν ἀγαπητικὴν σχέσιν ἴσην ἐπὶ883

31

.

885

πάντων· τῶν ἐν τῇ συνοδίᾳ ζώντων εἶναι παρ’ ἑκάστου προσήκει· ἡ δὲ τιμὴ, κατὰ τὸ εὔλογον, ἐπὶ τῶν χρησιμωτέρων τὸ πλέον ἕξει. Ἐπειδὴ δὲ ὀφει‐ λέται πάντως εἰσὶ τοῦ ἀλλήλους ἀγαπᾷν τῷ ἴσῳ
5μέτρῳ τῆς διαθέσεως, ἀδίκημά ἐστιν ἐν συνοδίᾳ εὑ‐ ρεθῆναι ἰδιαζούσας τινὰς φατρίας καὶ συσκηνίας. Ὁ γὰρ τὸν ἕνα ὑπὲρ τοὺς ἄλλους ἀγαπῶν κατηγορεῖ ἑαυτοῦ, ὡς ἐν τοῖς ἄλλοις μὴ ἔχων τὴν τελείαν ἀγάπην. Ὁμοίως οὖν ἀπόβλητός ἐστιν ἀπὸ συνοδίας
10ἥ τε ἀπρεπὴς μάχη καὶ ἡ μερικὴ διάθεσις. Ἀπὸ μὲν γὰρ τῆς μάχης ἔχθρα γίνεται· ἀπὸ δὲ τῆς μερικῆς φιλίας καὶ ἑταιρίας ὑποψίαι καὶ φθόνοι γίνονται. Πανταχοῦ γὰρ ἡ τοῦ ἴσου στέρησις ἀρχὴ καὶ ὑπόθεσις φθόνου καὶ δυσμενείας τοῖς ἐλαττουμένοις γίνεται.
15Διὰ τοῦτο καὶ ἐντολὴν παρὰ Κυρίου ἐλάβομεν, μι‐ μεῖσθαι τὴν ἀγαθότητα τοῦ ὁμοίως τὸν ἥλιον δικαίοις τε καὶ ἀδίκοις ἐπανατέλλοντος. Ὥσπερ οὖν ὁ Θεὸς κοινὴν δίδωσι πᾶσι τοῦ φωτὸς τὴν μετουσίαν, οὕτω καὶ οἱ μιμηταὶ τοῦ Θεοῦ κοινήν τε καὶ ὁμότι‐
20μον τὴν τῆς ἀγάπης ἀκτῖνα ἐπὶ πάντας φερέτωσαν. Ὅπου γὰρ ἐλλείπει ἡ ἀγάπη, ἐκεῖ πάντως ἀντεισέρ‐ χεται τὸ μῖσος. Εἰ δὲ, καθώς φησιν Ἰωάννης, Ὁ Θεὸς ἀγάπη ἐστὶν, ἀνάγκη πᾶσα τὸ μῖσος εἶναι τὸν διάβολον. Ὥσπερ οὖν ὁ τὴν ἀγάπην ἔχων τὸν Θεὸν
25ἔχει, οὕτως ὁ τὸ μῖσος ἔχων τὸν διάβολον ἐν ἑαυτῷ τρέφει. Διὰ τοῦτο προσήκει τὴν μὲν ἀγάπην ἴσην καὶ ὁμοίαν παρὰ πάντων τοῖς πᾶσιν εἶναι, τὴν δὲ τιμὴν ἑκάστῳ κατὰ τὸ πρέπον γίνεσθαι. Ἐπὶ δὲ τῶν οὕτως ἀλλήλοις συναρμοζομένων, ἡ σωματικὴ συγ‐
30γένεια οὐδὲν πλέον κατὰ τὴν ἀγάπην ἕξει· οὐδὲ εἴ τις ἀδελφός τινος κατὰ σάρκα εἴη, ἢ υἱὸς, ἢ θυγάτηρ, ἐν πλείονι διαθέσει πρὸς τὸν τῷ γένει προσήκοντα παρὰ τοὺς ἄλλους γενήσεται ἡ κοινωνία τοῦ αἵματος. Ὁ γὰρ ἐν τούτοις τῇ φύσει ἀκολουθῶν κατηγορεῖ
35ἑαυτοῦ, ὅτι οὔπω τελείως ἀπέστη τῆς φύσεως, ἀλλ’ ἔτι ὑπὸ σαρκὸς διοικεῖται. Λόγος δὲ ἀνωφελὴς, καὶ ὁ διὰ τῆς πρὸς ἀλλήλους ὁμιλίας μετεωρισμὸς ἄκαι‐ ρος, ἀπειρημένος ἔστω. Ἀλλ’ εἴ τι χρήσιμον πρὸς οἰκοδομὴν τῶν ψυχῶν, τοῦτο προσήκει λαλεῖσθαι
40μόνον, καὶ αὐτὰ τὰ χρήσιμα εὐτάκτως κατὰ τὸν πρέποντα καιρὸν λαλεῖσθαι παρὰ τῶν τοιούτων προσ‐ ώπων, οἷς ἐπιτέτραπται τὸ λαλεῖν. Εἰ δέ τις τῶν ὑπο‐ δεεστέρων εἴη, ἀναμενέτω τὴν προτροπὴν τοῦ ὑπερέχοντος. Οἱ δὲ ψιθυρισμοὶ, καὶ αἱ πρὸς τὸ οὖς
45ὁμιλίαι, καὶ αἱ διὰ τῶν νευμάτων σημασίαι, πάντα ταῦτα ἀπόβλητα ἔστω, διότι τὴν τῆς καταλαλιᾶς ὑποψίαν ὁ ψιθυρισμὸς ἔχει, καὶ ἡ διὰ τοῦ νεύματος σημασία ἔνδειξιν παρέχει τῷ ἀδελφῷ λανθάνοντος πράγματός τινος σκαιωρίας. Τὰ δὲ τοιαῦτα μίσους

31

.

885

(50)

ἀρχὴ καὶ ὑποψίας γίνεται. Ὅταν δὲ πρὸς ἀλλήλους ᾖ τις κατὰ ἀνάγκην γινομένη διάλεξις, τὸ μέτρον τῆς
φωνῆς ἡ χρεία ποιείτω, ὥστε τῷ μὲν ἐγγὺς ὄντι885

31

.

888

πραοτέρᾳ τῇ φωνῇ διαλέγεσθαι, τὸν δὲ πόῤῥωθεν ὄντα μείζονι προσκαλεῖσθαι τῇ φωνῇ. Τὸν δὲ συμβου‐ λεύοντά τινι, ἢ ἐγκελευόμενον περί τινος, μεί‐ ζονι καὶ καταπληκτικωτέρᾳ φωνῇ κεχρῆσθαι, ὡς
5ὑβριστικὸν, ἐν συνοδίᾳ μὴ ἔστω. Πρόοδος δὲ, πλὴν τῶν τεταγμένων καὶ ἀναγκαίων ἐξόδων, ἀπὸ ἀσκη‐ τηρίου οὐκ ἔστιν. Ἐπειδὴ δὲ οὐκ ἀνδρῶν μόνον εἰσὶν αἱ συνοδίαι, ἀλλὰ καὶ παρθένων, τὰ μὲν ἄλλα πάντα, ὅσα εἴρηται, κοινὰ καὶ τούτων καὶ ἐκείνων ἔσται· ἓν
10δὲ προσήκει γινώσκειν, ὅτι πλείονα καὶ περισσοτέραν ἀπαιτεῖ τὴν εὐσχημοσύνην ὁ ἐν γυναιξὶ βίος, καὶ τὸ τῆς ἀκτημοσύνης κατόρθωμα, καὶ τὸ τῆς ἡσυχίας, καὶ τὸ τῆς ὑπακοῆς, καὶ τὸ τῆς φιλαδελφίας, καὶ ἡ περὶ τὴν πρόοδον ἀκρίβεια, καὶ ἡ τῶν συντυχιῶν
15παραφυλακὴ, καὶ ἡ πρὸς ἀλλήλας διάθεσις, καὶ τὸ μὴ ἔχειν τὰς μερικὰς ἑταιρίας. Ἐν πᾶσι γὰρ τούτοις μετὰ πλείονος σπουδῆς ὁ τῶν παρθένων ὀφείλει κατορθοῦσθαι βίος. Ἡ πεπιστευμένη τὴν εὐταξίαν μὴ τὸ ἡδὺ ταῖς ἀδελφαῖς ζητείτω, μηδὲ σπουδαζέτω
20κεχαρισμένη αὐταῖς διὰ τῶν καταθυμίων εἶναι, ἀλλὰ τὸ σεμνόν τε καὶ τὸ φοβερὸν καὶ τὸ αἰδέσιμον περὶ αὐτὴν πάντοτε ἔστω. Εἰδέναι γὰρ αὐτὴν χρὴ, ὅτι τῶν παρὰ τὸ δέον ἐν τῷ κοινῷ πλημμελουμένων ἐκείνη ἐπὶ Θεοῦ τὸν λόγον ὑφέξει. Καὶ ἑκάστη τῶν
25ἐν τῷ πληρώματι τῆς συνοδίας μὴ τὸ ἡδὺ ζητείτω παρὰ τῆς καθηγουμένης, ἀλλὰ τὸ ἐπωφελές τε καὶ χρήσιμον· μηδὲ συζητείτω περὶ τῶν ἐγκελευομένων (ἡ γὰρ τοιαύτη συνήθεια μελέτη καὶ ἀκολουθία τῆς ἀναρχίας γίνεται)· ἀλλ’ ὥσπερ τὰς ἐντολὰς τοῦ
30Κυρίου ἀνεξετάστως δεχόμεθα, εἰδότες, ὅτι πᾶσα Γραφὴ θεόπνευστος καὶ ὠφέλιμός ἐστιν, οὕτω καὶ ἡ ἀδελφότης τὰ παραγγέλματα τῆς προκαθηγουμένης ἀδιακρίτως δεχέσθω, πᾶν τὸ συμβουλευόμενον μετὰ προθυμίας ἐπιτελοῦσα, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης,
35ἵνα γένηται αὐτῇ ἔμμισθος ἡ ὑπακοή. Ἀνεχέσθω δὲ μὴ μόνον τὰ εἰς τὴν ἀκρίβειαν διδασκομένη, ἀλλὰ κἄν που νηστείαν κωλύσῃ ἡ διδάσκαλος, ἢ μετά‐ ληψιν τῆς ἀναληπτικῆς τροφῆς συμβουλεύσῃ, ἢ καὶ ἄλλο τι τῶν εἰς ἄνεσιν φερόντων τῆς χρείας ἀπαι‐
40τούσης ἂν ὑφηγήσηται, πάντα ὁμοίως ἐπιτελείτω, πεπεισμένη, ὅτι τὸ παρ’ ἐκείνης λεγόμενον νόμος ἐστίν. Ὅταν δὲ κατὰ ἀνάγκην τινὰ δέῃ γενέσθαι λόγον περί τινος τῶν ὑπὸ τῆς χρείας ἐπιζητουμένων, εἴτε πρὸς ἄνδρα τινὰ, εἴτε πρὸς τὸν ἔχοντα τὴν φρον‐
45τίδα, εἴτε καὶ πρὸς ἄλλον τὸν δυνάμενόν τι χρησι‐ μεῦσαι πρὸς τὸ ἐπιζητούμενον πρᾶγμα, προσήκει παρὰ τῆς προκαθηγουμένης γίνεσθαι τὸν λόγον, συμπαρούσης αὐτῇ μιᾶς ἢ δευτέρας ἐκ τῶν ἀδελφῶν, αἷς ἤδη διὰ βίον καὶ χρόνον ἀκίνδυνόν ἐστι

31

.

888

(50)

τὸ εἰς ὄψιν καὶ ὁμιλίαν τινὸς ἐλθεῖν. Εἰ δέ τις νοεῖ τι καθ’ ἑαυτὴν χρήσιμον, τῇ προκαθηγουμένῃ ὑποβαλ‐
λέτω, καὶ δι’ ἐκείνης λαληθήσεται ὃ δεῖ λαληθῆναι.887