TLG 2040 044 :: BASILIUS :: Sermo 13 (sermo asceticus) [Dub.]

BASILIUS Theol., Episcopus
(Caesariensis (Cappadociae): A.D. 4)

Sermo 13 (sermo asceticus) [Dub.]

Citation: Volume — page — (line)

31

.

869

(44t)

ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΑΣΚΗΤΙΚΟΣ.
45 Ὁ ἄνθρωπος κατ’ εἰκόνα Θεοῦ ἐγένετο καὶ ὁμοίωσιν· ἡ δὲ ἁμαρτία τὸ κάλλος τῆς εἰκόνος ἠχρείω‐ σεν, εἰς τὰς ἐμπαθεῖς ἐπιθυμίας τὴν ψυχὴν καθ‐ έλκουσα. Ὁ δὲ Θεὸς, ὁ ποιήσας τὸν ἄνθρωπον, ἡ ἀληθινή ἐστι ζωή. Ὁ οὖν ἀπολέσας τὴν πρὸς τὸν

31

.

869

(50)

Θεὸν ὁμοιότητα ἀπώλεσε τὴν πρὸς τὴν ζωὴν οἰ‐ κειότητα· τὸν δὲ ἐκτὸς τοῦ Θεοῦ ὄντα, ἐν τῇ μακα‐ ρίᾳ ζωῇ γενέσθαι ἀμήχανον. Οὐκοῦν ἐπανέλθωμεν
εἰς τὴν ἐξ ἀρχῆς χάριν, ἧς διὰ τῆς ἁμαρτίας ἠλλο‐869

31

.

872

τριώθημεν. Καὶ πάλιν κατὰ τὴν τοῦ Θεοῦ εἰκόνα ἑαυτοὺς καλλωπίσωμεν, διὰ τῆς ἀπαθείας ὁμοιω‐ θέντες τῷ κτίσαντι. Ὁ γὰρ τὸ ἀπαθὲς τῆς θείας φύ‐ σεως, καθώς ἐστι δυνατὸν, ἐφ’ ἑαυτοῦ μιμησάμενος,
5οὗτος ἐπανέλαβεν ἐπὶ τῆς ἰδίας ψυχῆς τοῦ Θεοῦ τὴν εἰκόνα. Ὁ δὲ ὁμοιωθεὶς τῷ Θεῷ κατὰ τὸν ῥηθέντα τρόπον, καὶ τῆς θείας ζωῆς ἐκτήσατο πάντως τὴν ὁμοιότητα, εἰς τὸ διηνεκὲς παραμένων τῇ ἀϊδίῳ μακαριότητι. Εἰ οὖν διὰ τῆς ἀπαθείας τὴν εἰκόνα
10τοῦ Θεοῦ πάλιν ἀναλαμβάνομεν, ἡ δὲ πρὸς τὸν Θεὸν ὁμοιότης τὸ διηνεκὲς τῆς ζωῆς ἡμῖν χαρίζεται, πάν‐ των ἀμελήσαντες τῶν ἄλλων, ταύτης γενώμεθα τῆς σπουδῆς, ὥστε μηδενὶ πάθει μηδέποτε καταδυνα‐ στευθῆναι ἡμῶν τὴν ψυχὴν, ἀλλ’ ἀκλινῆ καὶ ἀκατά‐
15βλητον ἐν ταῖς τῶν πειρασμῶν προσβολαῖς τὴν διάνοιαν ἡμῶν διαμένειν, ἵνα γενώμεθα τῆς θείας μακαριότητος μέτοχοι. Τῆς δὲ τοιαύτης σπουδῆς συνεργός ἐστιν ἡ παρθενία, τοῖς κατὰ λόγον μετιοῦσι τοῦτο τὸ χάρισμα. Οὐ γὰρ ἐν μόνῳ τῷ φείσασθαι
20τῆς παιδοποιίας κατορθοῦται τὸ χάρισμα τῆς παρ‐ θενίας, ἀλλ’ ἅπας ὁ βίος καὶ ἡ ζωὴ καὶ τὸ ἦθος παρθενεύειν ὀφείλει, διὰ παντὸς ἐπιτηδεύματος τοῦ ἀγάμου τὴν ἀφθορίαν ἐπιδεικνύμενος. Ἔστι γὰρ καὶ λόγῳ πορνεῦσαι, καὶ ὀφθαλμῷ μοιχεῦσαι, καὶ δι’
25ἀκοῆς μολυνθῆναι, καὶ τῇ καρδίᾳ μίασμα δέξασθαι, καὶ τῇ περὶ τὴν βρῶσιν καὶ πόσιν ἀμετρίᾳ ἐκπεσεῖν τῶν ὅρων τῆς σωφροσύνης. Ὁ γὰρ ἐν τούτοις πᾶσιν ὑπὸ τὸν κανόνα τῆς παρθενίας ἑαυτὸν ἐγκρατεία φυλάσσων ἀληθῶς δείκνυσι τελείαν ἐν ἑαυτῷ διὰ πάν‐
30των ἀπηρτισμένην τῆς παρθενίας τὴν χάριν.
32 Οὐκοῦν εἴπερ ἐπιθυμοῦμεν καθ’ ὁμοιότητα τοῦ Θεοῦ τὸν χαρακτῆρα τῆς ψυχῆς ἡμῶν διὰ τῆς ἀπα‐ θείας καλλωπισθῆναι, ἵνα διὰ τούτου καὶ ἡ τῆς ζωῆς
35ἡμῖν ἀϊδιότης προσγένηται, προσέχωμεν ἑαυτοῖς, μήπου τι τῆς ἐπαγγελίας ἀνάξιον ποιοῦντες, ὑπὸ τὸ κρῖμα τοῦ Ἀνανίου γενώμεθα. Ἐξῆν γὰρ τῷ Ἀνανίᾳ τὴν ἀρχὴν μὴ ἐπαγγείλασθαι τῷ Θεῷ τὴν κτῆσιν· ἀλλ’ ἐπειδὴ, πρὸς τὴν ἀνθρωπίνην ἀπιδὼν
40δόξαν, τὸ μὲν κτῆμα διὰ τῆς ἐπαγγελίας τῷ Θεῷ ἀφιέρωσεν, ὡς ἂν θαυμασθείη παρὰ τῶν ἀνθρώπων ἐπὶ τῇ φιλοτιμίᾳ, τοῦ τιμήματος δὲ ἐνοσφίσατο, τοιαύτην ἐκίνησε καθ’ ἑαυτοῦ τοῦ Κυρίου τὴν ἀγα‐ νάκτησιν, ἧς ὑπηρέτης ὁ Πέτρος ἦν, ὡς μηδὲ με‐
45τανοίας προθεσμίαν εὑρεῖν. Οὐκοῦν πρὸ τῆς ἐπαγ‐ γελίας τοῦ σεμνοῦ βίου ἔξεστι τῷ βουλομένῳ, κατὰ τὸ συγκεχωρημένον καὶ ἔννομον, εἰς ἀκολουθίαν βίου ἐλθεῖν, καὶ ἑαυτὸν ἐπιδοῦναι τῇ συζυγίᾳ τοῦ γάμου· προληφθέντα δὲ διὰ τῆς οἰκείας ὁμολογίας,

31

.

872

(50)

φυλάσσειν προσήκει ἑαυτὸν τῷ Θεῷ, καθάπερ τι τῶν ἱερῶν ἀναθημάτων, ὡς ἂν μὴ τῷ τῆς ἱεροσυ‐ λίας ἐνέχοιτο κρίματι, τὸ ἀφιερωμένον διὰ τῆς
ἐπαγγελίας τῷ Θεῷ σῶμα πάλιν τῇ τοῦ κοινοῦ βίου871

31

.

873

ὑπηρεσίᾳ καταῤῥυπώσας. Λέγω δὲ τοῦτο, οὐ μόνον πρὸς τὸ ἓν εἶδος τοῦ πάθους βλέπων, καθώς τινες οἴονται, ἐν μόνῃ τῇ τοῦ σώματος φυλακῇ τὸ κατ‐ όρθωμα τῆς παρθενίας περισώζοντες, ἀλλὰ τὸ κατὰ
5πάντα τρόπον παθητικῆς διαθέσεως, τὸν μέλλοντα φυλάσσειν ἑαυτὸν τῷ Θεῷ μηδενὶ τῶν κοσμικῶν παθημάτων ἐμμολυνθῆναι. Ὀργὴ καὶ φθόνος, καὶ μνησικακία, ψεῦδος καὶ ὑπερηφανία, μετεωρισμὸς καὶ ἀκαιρολογία, προσευχῶν ἀργία, καὶ ἡ περὶ τὰ
10μὴ ὄντα ἐπιθυμία, ἐντολῶν ἀμέλεια, καὶ καλλωπι‐ σμὸς ἱματίων, προσώπων ὡραϊσμὸς, καὶ συντυχίαι καὶ ὁμιλίαι, ἔξωθεν τοῦ πρέποντός τε καὶ ἀναγκαίου γινόμεναι· ταῦτα πάντα τοσαύτης ἄξια παραφυλα‐ κῆς ἐστι τῷ διὰ τῆς παρθενίας ἀφιερώσαντι τῷ Θεῷ
15ἑαυτὸν, ὡς τὸν ἴσον, μικροῦ δεῖν, κίνδυνον εἶναι, ἑνί τε τούτων συνενεχθῆναι, καὶ ἐν τῇ ἀπειρημένῃ ἁμαρτίᾳ γενέσθαι. Πάντα γὰρ τὰ διὰ πάθους γινό‐ μενα λυμαίνεταί πως τῇ τῆς ψυχῆς καθαρότητι, καὶ πρὸς τὴν θείαν ἐμποδίζει ζωήν. Πρὸς ταῦτα τοίνυν
20χρὴ βλέπειν τὸν ἀποταξάμενον τῷ βίῳ, ὡς μηδενὶ τρόπῳ τὸ τοῦ Θεοῦ σκεῦος ἑαυτὸν τῇ ἐμπαθεῖ χρήσει καταμολύνειν. Λογίζεσθαι δὲ ἐκεῖνο μάλιστα χρὴ, ὅτι, διαβὰς τὰ μέτρα τῆς ἀνθρωπίνης φύσεως, πρὸς τὴν ἀσώματον πολιτείαν ἑαυτὸν μετέστησεν ὁ τὸν
25τῶν ἀγγέλων βίον ἑλόμενος. Ἴδιον γὰρ τοῦτο τῆς ἀγγελικῆς ἐστι φύσεως, τὸ ἀπηλλάχθαι τῆς γαμι‐ κῆς συζυγίας, μηδὲ πρὸς ἄλλο τι κάλλος μετεωρί‐ ζεσθαι, ἀλλ’ εἰς τὸ θεῖον πρόσωπον διηνεκῶς ἀτενί‐ ζειν. Ὁ τοίνυν πρὸς τὴν ἀγγελικὴν ἀξίαν μετα‐
30ταξάμενος, εἰ τοῖς ἀνθρωπίνοις ἐμμολύνοιτο πάθεσιν, ὅμοιός ἐστι δορᾷ παρδάλεως, ἧς οὔτε λευκὴ παντελῶς ἡ θρὶξ οὔτε μέλαινα διόλου, ἀλλὰ τῇ μίξει τῶν ἑτεροχροούντων διεστιγμένη, οὔτε ἐν τοῖς μέλασιν, οὔτε ἐν τοῖς λευκοῖς ἀριθμεῖται. Ταῦτα μὲν οὖν
35κοινοτέρα τις ἔστω παραγγελία τῶν τὸν ἐγκρατῆ καὶ ἁγνὸν βίον προελομένων.
39Ἐπειδὴ δὲ χρὴ καὶ περὶ τῶν καθ’ ἕκαστον ἀκρι‐
40βῶς διελέσθαι, ἀναγκαῖον ἂν εἴη δι’ ὀλίγων καταλι‐ πεῖν καὶ περὶ τούτων ὑπόμνημα. Οἱ χωρισθέντες τοῦ κοινοῦ βίου, καὶ πρὸς τὴν θειοτέραν ζωὴν ἑαυ‐ τοὺς ἀσκοῦντες, μὴ ἐφ’ ἑαυτῶν, μηδὲ καταμό‐ νας ἀσκείσθωσαν. Ἐμμάρτυρον γὰρ εἶναι προσήκει
45τὸν τοιοῦτον βίον, ὡς ἂν ἐκτὸς εἶναι πονηρᾶς ὑπ‐ οψίας. Καὶ ὥσπερ ὁ πνευματικὸς νόμος οὐκ ἐλάττονας εἶναι τῶν δέκα βούλεται τοὺς τὸ μυστικὸν πάσχα ἐσθίοντας· οὕτως χρὴ ἐνταῦθα πλεονάζειν μᾶλλον ἢ ἐλαττοῦσθαι τὴν δεκάδα τῶν τὴν πνευματικὴν πο‐

31

.

873

(50)

λιτείαν συνασκουμένων. Ἀρχηγὸς εἷς τῆς εὐσχη‐ μοσύνης τοῦ βίου προκαθεζέσθω, ἐν δοκιμασίᾳ βίου
καὶ ἤθους καὶ πάσης κοσμίας ἀναστροφῆς τῶν λοι‐873

31

.

876

πῶν προκριθεὶς, συμπαραλαμβανομένης καὶ τῆς κατὰ τὸν χρόνον ἡλικίας πρὸς τὴν προτίμησιν. Αἰ‐ δεσιμώτερον γάρ πως ἐν τῇ φύσει τῶν ἀνθρώπων τὸ γεραρώτερον. Οὗτος δὲ τοσαύτην ἐξουσίαν ἐχέτω,
5ἑκουσίως τῆς ἀδελφότητος ἐν εὐπειθείᾳ μόνον καὶ ταπεινοφροσύνῃ ὑπακουούσης, ὥστε μὴ ἐξεῖναι μη‐ δενὶ τῶν κατὰ τὴν συνοδίαν ἀντιβαίνειν τῷ βουλή‐ ματι αὐτοῦ, ἐν οἷς ὑφηγεῖταί τι τῶν εἰς εὐσχημο‐ σύνην τε καὶ ἀκρίβειαν βίου συμβαλλομένων. Ἀλλ’
10ὥσπερ φησὶν ὁ Ἀπόστολος, ταῖς ὑπὸ τοῦ Θεοῦ τε‐ ταγμέναις ἐξουσίαις μὴ ἀντιτάσσεσθαι (κρίνεσθαι γὰρ τοὺς ἀντιτασσομένους τῇ τοῦ Θεοῦ διαταγῇ)· οὕτω καὶ ἐνταῦθα πεπεῖσθαι προσήκει τὴν λοιπὴν ἀδελφότητα, μὴ κατὰ τὸ αὐτόματον, ἀλλὰ κατὰ τὴν
15θείαν βούλησιν, τὴν τοιαύτην ἐξουσίαν τῷ ἐπιστα‐ τοῦντι δεδόσθαι, ὥστε ἀνεμπόδιστον γίνεσθαι τὴν κατὰ Θεὸν προκοπὴν, τοῦ μὲν ὑποτιθεμένου πᾶν ὅσον ψυχωφελές τε καὶ χρήσιμον, τῶν δὲ ἐν εὐπει‐ θείᾳ τὰς ἀγαθὰς συμβουλίας δεχομένων. Ἐπεὶ οὖν
20προσήκει παντὶ τρόπῳ τῷ προεστῶτι εὐπειθῆ τε καὶ ὑποχείριον εἶναι τὴν συνοδίαν, πρὸ πάντων ἀναγκαῖόν ἐστι τοιοῦτον ἐκλέγεσθαι τὸν καθηγούμενον τῆς πολιτείας ταύτης, ὡς παντὸς ἀγαθοῦ ὑπόδειγμα τοῖς πρὸς αὐτὸν ἀποβλέπουσι τὸν ἐκείνου γίνεσθαι
25βίον· καὶ, ὥς φησιν ὁ Ἀπόστολος, νηφάλιον, σώ‐ φρονα, κόσμιον, διδακτικόν. Οὕτω μοι δοκεῖ δεῖν καὶ τὸν τούτου ἐξετάζειν βίον, μὴ μόνον εἰ τῷ χρόνῳ τὸ γηραιὸν ἔχοιεν (ἔστι γὰρ καὶ ἐν πολιᾷ καὶ ῥυτίδι νεωτερίζειν κατὰ τὸ ἦθος)· ἀλλὰ προηγουμένως, εἰ
30τὸ ἦθος καὶ ὁ τρόπος διὰ κοσμιότητος πεπολίωται, ὥστε πᾶν τὸ παρ’ αὐτοῦ λεγόμενόν τε καὶ γινόμενον ἀντὶ νόμου καὶ κανόνος τῇ συνοδίᾳ γίνεσθαι. Ἐπί‐ νοια δὲ τροφῆς πρέπει τοῖς ἐν τῷ τοιούτῳ βίῳ διά‐ γουσιν, ἣν ὁ Ἀπόστολος ὑποτίθεται, ἵνα ἐργαζό‐
35μενοι ταῖς χερσὶν εὐσχημόνως τὸν ἑαυτῶν ἄρτον ἐσθίωσι. Διατίθεσθαι δὲ προσήκει τὴν ἐργασίαν ἐπί τινος πρεσβύτου, ἐπὶ σεμνότητι βίου μαρτυρου‐ μένου, ὃς καταλέξει τὰ ἔργα τῶν χειρῶν αὐτῶν πρὸς τὰς ἐπιζητουμένας χρείας, ὥστε καὶ τὴν ἐντολὴν
40κατορθοῦσθαι τὴν κελεύουσαν ἐν ἱδρῶτι καὶ πόνῳ τὴν τροφὴν πορίζειν, καὶ εὐσχημοσύνην ἀνεπίλη‐ πτον καὶ ἄμωμον μένειν, ἐν τῷ μηδεμίαν αὐτοῖς ἀνάγκην ἐγγίνεσθαι, διὰ τὸ τὴν τοῦ βίου χρείαν δη‐ μοσιεύεσθαι. Ἐγκρατείας δὲ ὁ κάλλιστος ὅρος καὶ
45κανὼν οὗτος ἔστω, τὸ μήτε πρὸς τρυφὴν, μήτε πρὸς κακοπάθειαν τῆς σαρκὸς βλέπειν, ἀλλὰ φεύγειν ἐν ἑκατέρῳ τὴν ἀμετρίαν, ἵνα μήτε πολυσαρκοῦσα ταράσσηται, μήτε, νοσώδης γενομένη, ἀδυνατῇ πρὸς τὴν τῶν ἐντολῶν ἐργασίαν. Ἴση γὰρ ἐξ ἑκατέρων

31

.

876

(50)

ἡ βλάβη τῇ ψυχῇ προσγίνεται, καὶ τὸ ἀνυπό‐ τακτον εἶναι τὴν σάρκα, δι’ εὐεξίας ἀποσκιρτῶσαν εἰς ἀτόπους ὁρμὰς, καὶ ὅταν πάρετός τε καὶ ἐκλε‐
λυμένη καὶ ἀκίνητος ὑπὸ ἀλγηδόνων συνέχηται. Οὐ875

31

.

877

γὰρ ἄγει σχολὴν ἡ ψυχὴ, ἐν τῇ τοιαύτῃ τοῦ σώματος καταστάσει, πρὸς τὰ ἄνω βλέπειν ἐλευθερίως· ἀλλὰ κατὰ πᾶσαν ἀνάγκην πρὸς τὴν τῆς ὀδύνης αἴσθησιν ἀσχολεῖται καὶ ἐπικλίνεται, συνταπεινουμένη τῇ κα‐
5κοπαθείᾳ τοῦ σώματος. Ἔστω τοίνυν ἡ χρῆσις τῇ χρείᾳ σύμμετρος, καὶ ὁ οἶνος μήτε βδελυκτὸς ἔστω, εἰ πρὸς θεραπείαν παραλαμβάνοιτο, μήτε σπουδαζέσθω χωρὶς ἀνάγκης· καὶ τὰ ἄλλα πάντα ὡσαύτως ταῖς χρείαις, μὴ ταῖς
10ἐπιθυμίαις ὑπηρετείτω τῶν ἀσκουμένων. Προσευχῆς καιρὸς ἔστω ἅπας ὁ βίος· μάλιστα δὲ ἐπειδὴ χρή τισι διαλείμμασι τὸ σύντονον τῆς ψαλμῳδίας καὶ τῆς γονυκλισίας διαναπαύειν, ἀκολουθητέον ταῖς παρὰ τῶν ἁγίων τετυπωμέναις εἰς προσευχὴν ὥραις. Φησὶ
15τοίνυν ὁ μέγας Δαβὶδ, ὅτι Μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου· ᾧ καὶ Παῦλος καὶ Σίλας ἀκο‐ λουθοῦντες εὑρίσκονται, κατὰ τὸ μεσονύκτιον ἐν τῷ δεσμωτηρίῳ τὸν Θεὸν αἰνοῦντες. Εἶτά φησιν ὁ αὐτὸς
20προφήτης· Ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας. Ἀλλὰ καὶ ἡ τοῦ ἁγίου Πνεύματος παρουσίᾳ κατὰ τὴν τρίτην γίνεται ὥραν, καθὼς ἐν ταῖς Πράξεσι μεμαθήκαμεν, ὅτε, διαχλευαζόντων ἐν τῇ ποικίλῃ τῶν γλωσσῶν ἐνεργείᾳ τῶν Φαρισαίων τοὺς μαθητὰς,
25φησὶν ὁ Πέτρος μὴ μεθύειν τοὺς ταῦτα λαλοῦντας· ὥρα γάρ ἐστι τρίτη. Ἡ δὲ ἐνάτη τοῦ Δεσποτικοῦ πάθους ἐστὶ μνημόσυνον, τοῦ ὑπὲρ τῆς ἡμετέρας ζωῆς γενομένου. Ἀλλ’ ἐπειδή φησιν ὁ Δαβὶδ, ὅτι Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε ἐπὶ τὰ κρίματα
30τῆς δικαιοσύνης σου, οἱ δὲ μνημονευθέντες τῆς προσευχῆς καιροὶ οὐ πληροῦσι τὴν ἑβδομάδα τῶν προσευχῶν, τὴν μεσημβρινὴν προσευχὴν διατμητέον· καὶ τὴν μὲν πρὸ τοῦ προσενέγκασθαι τὴν τροφὴν, τὴν δὲ μετὰ τὸ προσενέγκασθαι· ὥστε γενέσθαι καὶ
35ἡμῖν ἐν τύπῳ τὸ ἑπτάκις τῆς ἡμέρας αἰνεῖν τὸν Θεὸν κατὰ πᾶσαν τῆς ἡμέρας περίοδον. Αἱ εἴσοδοι τῶν ἀσκητηρίων ταῖς μὲν γυναιξὶν ἀποκεκλείσθω‐ σαν· ἄνδρες δὲ μὴ πάντες εἰσίτωσαν, ἀλλ’ ὅσοι ἂν ὑπὸ τοῦ καθηγουμένου καταπιστευθῶσι τὴν εἴσ‐
40οδον. Πολλάκις γὰρ ἡ ἀδιαφορία τοῦ εἰσιόντος ἀκαίρων λόγων καὶ ἀνωφελῶν διηγημάτων ἀκολουθίαν ταῖς καρδίαις ἐντίθησιν, εἰς ματαίας τε καὶ ἀνωφελεῖς διανοίας ἐκ τῶν ματαίων λόγων ἐμβάλλει. Καὶ διὰ τοῦτο νόμος ἔστω κοινὸς, μόνον ἐρωτᾶσθαι τὸν
45καθηγούμενον καὶ ἀποκρίνεσθαι ὑπὲρ ὧν προσήκει γενέσθαι τινὰ κατὰ ἀνάγκην λόγον· τοὺς δὲ λοιποὺς μὴ ἀποκρίνεσθαι τοῖς ἀδολεσχοῦσιν ἐν ὁμιλίαις μα‐ ταίαις, ἵνα μὴ συγκαθελκυσθῇ πρὸς τὴν ἀργῶν ῥη‐ μάτων ἀκολουθίαν

31

.

877

(50)

Ἀποθήκη δὲ τοῖς πᾶσιν ἔστω μία κοινὴ, καὶ μηδὲν ἴδιον ἑκάστῳ ὀνομαζέσθω· μὴ ἱμάτιον, μὴ ὑπόδημα, μὴ ἄλλο τι τῶν πρὸς τὴν ἀναγκαίαν χρείαν τοῦ σώματος. Ἀλλ’ ἐν τῇ ἐξουσίᾳ τοῦ καθηγουμένου
ἡ χρῆσις. ἔστω, ἐκ τῶν κοινῶν τὸ κατάλληλον877

31

.

880

ἑκάστου χρησιμεύειν, κατὰ τὴν τοῦ προηγουμένου ὑφήγησιν. Ἐν δὲ τῇ κοινῇ ταύτῃ συσκηνίᾳ μερικὰς φιλίας καὶ ἑταιρείας ὁ τῆς ἀγάπης θεσμὸς οὐ συγχωρεῖ. Ἀνάγκη γὰρ πᾶσα τὰς ἐν μέρει γινομέ‐
5νας προσπαθείας εἰς πολλὰ βλάπτειν τὴν κοινὴν συμφωνίαν. Νῦν δὲ ἴσῳ τῷ μέτρῳ τῆς διαθέσεως πάντας προσήκει πρὸς ἀλλήλους βλέπειν, καὶ ἓν μέτρον τῆς ἀγάπης ἐπὶ παντὸς κρατεῖν τοῦ πληρώ‐ ματος. Εἰ δέ τις εὑρεθῇ πλείονι σχέσει ἀγαπητικῶς
10ἔχων πρὸς μοναχὸν ἀδελφὸν, ἢ συγγενῆ, ἢ πρὸς ἄλλον τινὰ δι’ οἱανδήποτε πρόφασιν, ὡς τὸ κοινὸν ἀδικῶν, σωφρονιζέσθω. Ὁ γὰρ πλεονασμὸς τῆς διαθέσεως ἐπὶ τοῦ ἑνὸς προσώπου κατηγορίαν ἔχει τῆς ἐπὶ τῶν ἄλλων ἐλλείψεως πολλήν. Τὰ δὲ ἐπιτίμια τοῦ
15ἐπὶ πλημμελείᾳ τινὶ καταγνωσθέντος πρὸς τὸ μέτρον τοῦ ἁμαρτήματος ἔστω· καὶ τὸ κωλυθῆναι συστῆναι εἰς ψαλμῳδίαν, καὶ τὸ μὴ παραδεχθῆναι εἰς εὐχῆς κοινωνίαν, καὶ τὸ ἀπόβλητον γενέσθαι εἰς τὴν τῆς τροφῆς μετουσίαν· ἐν ᾧ καὶ πρὸς τὴν ποσότητα τοῦ
20σφάλματος ὁρίσει τὸ ἐπιτίμιον τῷ ἐξαμαρτάνοντι ὁ ἐπιστατεῖν ταχθεὶς τῇ κοινῇ εὐταξίᾳ. Ἡ δὲ ὑπηρεσία γινέσθω τῇ κοινῇ συνοδίᾳ ἐκ περιόδου, δύο κατ’ ἀκο‐ λουθίαν ἐν ἑβδομάδι μιᾷ πᾶσαν τὴν ὑπὸ τῆς χρείας ἐπιζητουμένην σπουδὴν ἐκτελούντων, ἵνα καὶ ὁ μι‐
25σθὸς τῆς ταπεινοφροσύνης κοινὸς ᾖ, καὶ μὴ ἐξῇ τινι μηδὲ ἐν τῷ καλῷ πλεονεκτεῖν τὴν συνοδίαν, καὶ ἡ ἀνάπαυσις ἐν τῷ ἴσῳ πᾶσιν ὑπάρχῃ. Τὸ γὰρ ἐν μέρει κοποῦσθαι, καὶ ἐν μέρει διαναπαύεσθαι, ἀν‐ επαίσθητον τοῖς κάμνουσι τὸν κόπον ποιεῖ. Ἐξουσίαν
30ἔχει ὁ προεστὼς τοῦ τάγματος, καὶ ἐπὶ ἀναγκαίας προόδους τοὺς κατὰ γνώμην προσάγειν, καὶ προσ‐ τάσσειν οἷς ἂν συμφέρῃ τὸ οἰκουρεῖν, καὶ ἐντὸς τοῦ οἴκου μένειν. Πολλάκις γὰρ τοῖς νέοις σώμασι, κἂν ὅτι μάλιστα ἡ ἐκ τῆς ἐγκρατείας κακοπάθεια
35σπουδάζηται, ἐπανθεῖ πως ἡ ἐκ τῆς ἡλικίας εὔχροια, καὶ ἀφορμὴ πάθους τοῖς ἐντυγχάνουσι γίνεται. Εἰ οὖν τις νεάζοι κατὰ τὸ ἄνθος τοῦ σώματος, ἀφανῆ τὴν τοιαύτην ποιείτω εὐσχημοσύνην ὑποκρυπτόμενος, ἕως ἂν εἰς τὴν πρέπουσαν κατάστασιν τὸ φαινόμενον
40ἔλθῃ. Ὀργῆς, ἢ μνησικακίας, ἢ φθόνου, ἢ φιλονει‐ κίας σημεῖον ἐν αὐτοῖς ἔστω μηδὲν, ἢ σχῆμα, ἢ κίνημα· μὴ ῥῆμα, μὴ βλέμματος ἔνστασις, ἢ προσ‐ ώπου διάθεσις, ἢ εἴ τι ἄλλο ὑποκινεῖν πέφυκε πρὸς ὀργὴν τὸν συζῶντα. Εἰ δέ τίς τινι τούτων συν‐
45ενεχθείη, τὸ προπεπονθέναι τι τῶν λυπούντων οὐχ ἱκανόν ἐστιν εἰς ἀπολογίαν τοῦ πλημμελήματος, ἐν ᾧ τις ἐνέχεται. Τὸ γὰρ κακὸν ἐν οἱῳδήποτε χρόνῳ
τολμώμενον ἐπίσης ἐστὶ κακόν. Ὅρκος μὲν879

31

.

881

ἅπας ἐξοριζέσθω τοῦ καταλόγου τῶν ἀσκουμένων. Ἡ δὲ κατάνευσις τῆς κεφαλῆς, καὶ ἡ διὰ τῆς φωνῆς συγκατάθεσις ἀντὶ ὅρκου κρινέσθω, καὶ τῷ λέγοντι καὶ τῷ ἀκούοντι. Εἰ δέ τις ἀπιστήσειε τῇ ψιλῇ δια‐
5βεβαιώσει, κατηγορίαν τοῦ ἰδίου συνειδότος παρέχε‐ ται ὡς οὐ κατορθώσας ἀψευδὲς ἐν λόγῳ, καὶ διὰ τοῦτο ἐν τοῖς πλημμελοῦσι ταχθήσεται ὑπὸ τοῦ προ‐ καθηγουμένου, καὶ ἐπιτιμίῳ θεραπεύοντι σωφρο‐ νισθήσεται. Τῆς ἡμέρας παρελθούσης, καὶ παντὸς
10ἔργου εἰς πέρας ἐλθόντος, σωματικοῦ τε καὶ πνευ‐ ματικοῦ, πρὸ τῆς ἀναπαύσεως ἀνακρίνεσθαι προσ‐ ήκει τὸ συνειδὸς ἑκάστου ὑπὸ τῆς ἰδίας καρδίας. Καὶ εἴ τι γέγονε παρὰ τὸ δέον, ἢ ἐνθύμημα τῶν ἀπηγορευ‐ μένων, ἢ λόγος ἔξω τοῦ καθήκοντος, ἢ περὶ τὴν προσ‐
15ευχὴν ῥᾳθυμία, ἢ ἀκηδιασμὸς τῆς ψαλμῳδίας, ἢ τοῦ κοινοῦ βίου ἐπιθυμία, μὴ ἐπικρυπτέσθω τὸ πλημμέ‐ λημα, ἀλλὰ τῷ κοινῷ ἐξαγγελλέτω, ὡς ἂν διὰ κοινῆς προσευχῆς θεραπευθῇ τὸ πάθος τοῦ συνενεχθέντος
τῷ τοιούτῳ κακῷ.881