TLG 2040 043 :: BASILIUS :: Prologus 7 (de judicio dei) BASILIUS Theol., Episcopus Prologus 7 (de judicio dei) Citation: Volume — page — (line) | ||
31.653(1t) | ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΟΙΜΙΟΝ. | |
2t | Περὶ κρίματος Θεοῦ. | |
---|---|---|
3 | Θεοῦ τοῦ ἀγαθοῦ χρηστότητι καὶ φιλανθρωπίᾳ ἐν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατ’ ἐνέρ‐ | |
5 | γειαν τοῦ ἁγίου Πνεύματος, τῆς μὲν κατὰ παράδοσιν τῶν ἔξωθεν πλάνης ῥυσθεὶς, ἄνωθεν δὲ καὶ ἐξ ἀρχῆς ὑπὸ Χριστιανοῖς γονεῦσιν ἀνατραφεὶς, παρ’ αὐτοῖς μὲν ἀπὸ βρέφους καὶ τὰ ἱερὰ γράμματα ἔμαθον, ἄγοντά με πρὸς ἐπίγνωσιν τῆς ἀληθείας. Ὡς δὲ γέ‐ | |
10 | γονα ἀνὴρ, καὶ ἀποδημίαις πολλάκις χρώμενος, πράγμασί τε, ὡς εἰκὸς, ἐντυγχάνων πλείοσιν, ἐν μὲν ταῖς ἄλλαις τέχναις καὶ ἐπιστήμαις τοσαύτην πρὸς ἀλλήλους συμφωνίαν κατεμάνθανον τῶν ἀκρι‐ βῶς μετερχομένων ἑκάστην· ἐν μόνῃ δὲ τῇ Ἐκ‐ | |
15 | κλησίᾳ τοῦ Θεοῦ, ὑπὲρ ἧς Χριστὸς ἀπέθανε, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐπ’ αὐτὴν πλουσίως ἐξέχεε, πολλήν τινα καὶ ὑπερβάλλουσαν τήν τε πρὸς ἀλλήλους καὶ τὴν πρὸς τὰς θείας Γραφὰς διαφωνίαν τῶν πολλῶν ἐθεώρουν· καὶ τὸ φρικωδέστατον, αὐτοὺς τοὺς προ‐ | |
20 | εστῶτας αὐτῆς ἐν τοσαύτῃ μὲν τῇ πρὸς ἀλλήλους διαφορᾷ γνώμης τε καὶ δόξης καθεστῶτας, τοσαύτῃ δὲ τῇ πρὸς τὰς ἐντολὰς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐναντιότητι χρωμένους, καὶ διασπῶντας μὲν ἀνηλεῶς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἐκταράσσον‐ | |
25 | τας δὲ ἀφειδῶς τὸ ποίμνιον αὐτοῦ, ὡς καὶ ἐν αὐτοῖς πληροῦσθαι νῦν, εἴπερ ποτὲ, τῶν Ἀνομοίων ἐπι‐ φυέντων τὸ ὅτι, Ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα, τοῦ ἀποσπᾷν τοὺς μαθητὰς ὀπίσω αὐτῶν. | |
30 | Ταῦτα καὶ τὰ τοιαῦτα ὁρῶν, καὶ πρὸς τούτοις ἐπαπορῶν, τίς καὶ πόθεν ἡ αἰτία τοῦ τοσούτου κα‐ κοῦ, τὰ μὲν πρῶτα, ὥσπερ ἐν βαθεῖ σκότῳ διῆγον, καὶ καθάπερ ἐπὶ ζυγοῦ, ποτὲ μὲν ὧδε, πο‐ τὲ δὲ ἐκεῖσε ἔῤῥεπον· ἄλλου ἄλλως ἢ πρὸς ἑαυτόν | |
35 | με ἕλκοντος, διὰ τὴν πολυχρόνιον τῶν ἀνθρώπων συνήθειαν, ἢ πάλιν ἄλλως ἀπωθουμένου διὰ τὴν ἐν ταῖς θείαις Γραφαῖς ἐπιγινωσκομένην ἀλήθειαν. | |
Ἐπιπολὺ δὲ τοῦτο πάσχων, καὶ τὴν αἰτίαν ἣν εἶπον | 653 | |
31.656 | πολυπραγμονῶν, εἰς μνήμην ἦλθον τῆς βίβλου τῶν Κριτῶν, ἱστορούσης μὲν, ὅτι ἕκαστος τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει, δηλούσης δὲ καὶ τὴν αἰτίαν ἐν τῷ εἰπεῖν ὅτι, Ἐν ταῖς ἡμέραις ἐκείναις | |
5 | οὐκ ἦν βασιλεὺς ἐν Ἰσραήλ. Τούτων τοίνυν ἐπι‐ μνησθεὶς, ἐλογισάμην καὶ περὶ τῶν παρόντων ἐκεῖνο, ὅπερ εἰπεῖν μὲν φοβερὸν ἴσως καὶ παράδοξον, κατα‐ νοῆσαι δὲ ἀληθέστατον· ὅτι μήποτε καὶ νῦν παρὰ τὴν τοῦ ἑνὸς καὶ μεγάλου τοῦ ἀληθινοῦ καὶ μόνου | |
10 | τῶν ὅλων βασιλέως καὶ Θεοῦ ἀθέτησιν ἡ τοσαύτη διαφωνία καὶ μάχη τῶν ἐν τῇ Ἐκκλησίᾳ γίνεται, ἑκάστου τῆς μὲν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διδασκαλίας ἀφισταμένου, λογισμοὺς δέ τινας καὶ ὅρους ἰδίους ἐκδικοῦντος ἐξ αὐθεντίας, καὶ μᾶλλον | |
15 | ἄρχειν ἀπ’ ἐναντίας τοῦ Κυρίου, ἢ ἄρχεσθαι ὑπὸ τοῦ Κυρίου βουλομένου. Τοῦτο δὴ λογισάμενος, καὶ πρὸς τὸ ὑπερβάλλον τῆς ἀσεβείας ἐπτοημένος, ἐπὶ πλεῖόν τε ἐρευνῶν, ἐπειθόμην οὐδὲν ἧττον καὶ ἐκ τῶν ἐν τῷ βίῳ πραγμάτων ἀληθῆ εἶναι τὴν προει‐ | |
20 | ρημένην αἰτίαν. Ἑώρων γὰρ πᾶσαν μὲν πλήθους εὐταξίαν τε καὶ συμφωνίαν ἄχρι τότε κατορθουμένην, ἄχρις ἂν ἡ πρὸς ἕνα τινὰ τὸν ἄρχοντα σώζεται κοινὴ τῶν ἄλλων εὐπείθεια· πᾶσαν δὲ διαφωνίαν καὶ διάστασιν, ἔτι τε πολυαρχίαν, ἐξ ἀναρχίας ὁδο‐ | |
25 | ποιουμένην. Ἐγὼ δὲ εἶδόν ποτε καὶ μελισσῶν πλῆ‐ θος νόμῳ φύσεως στρατηγούμενον, καὶ κατακολου‐ θοῦν εὐτάκτως τῷ ἰδίῳ βασιλεῖ. Καὶ πολλὰ μὲν ἐγὼ τοιαῦτα εἶδον, πολλὰ δὲ ἤκουσα· ἴσασι δὲ καὶ πλείονα οἱ περὶ ταῦτα ἠσχολημένοι, ὡς καὶ ἐκ τούτων ἀλη‐ | |
30 | θὲς δείκνυσθαι τὸ λεγόμενον. Εἰ γὰρ τῶν πρὸς ἓν νεῦμα ἀποβλεπόντων, καὶ βασιλεῖ χρωμένων ἑνὶ, ἴδιον εὐταξία μετὰ συμφωνίας· ἄρα διαφωνία πᾶσα καὶ διάστασις σημεῖον ἀναρχίας. Κατὰ δὴ τὸν αὐτὸν λόγον, ἡ τοιαύτη πρός τε τὰς ἐντολὰς τοῦ Κυρίου | |
35 | καὶ πρὸς ἀλλήλους διαφωνία καὶ ἐν ἡμῖν εὑρισκο‐ μένη κατηγόρημα ἂν εἴη ἢ ἀναχωρήσεως τοῦ ἀλη‐ θινοῦ βασιλέως, κατὰ τό· Μόνον ὁ κατέχων ἄρτι, ἕως ἂν ἐκ μέσου γένηται· ἢ ἀρνήσεως αὐτοῦ, κατὰ τό· Εἶπεν ἄφρων ἐν τῇ καρδίᾳ αὐτοῦ· Οὐκ | |
40 | ἔστι Θεός. Οὗ καθάπερ σημεῖόν τι ἢ ἔλεγχον ἐπι‐ φέρει τό· Διεφθάρησαν, καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν. | |
45 | Ἐνταῦθα μὲν οὖν ὥσπερ χαρακτῆρα τῆς τοιαύ‐ της ἀσεβείας κατὰ τὸ λεληθὸς ἐμφωλευούσης τῇ ψυ‐ χῇ τὴν ἐπιφαινομένην κακίαν ὁ λόγος ἀπέδειξεν. Ὅ γε μὴν μακάριος ἀπόστολος Παῦλος, σφοδρότερον ἐπιστρέφων εἰς φόβον τῶν τοῦ Θεοῦ κριμάτων τοὺς | |
31.656(50) | ἀπολωλεκότας τὴν καρδίαν, τοῦτο ἀντὶ τιμωρίας | 655 |
31.657 | ὁρίζεται, καταδικάζεσθαι τοὺς τῆς ἀληθοῦς θεογνω‐ σίας ἠμεληκότας. Τί γάρ φησι; Καὶ καθὼς οὐκ ἐδο‐ κίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδω‐ κεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ | |
5 | μὴ καθήκοντα, πεπληρωμένους πάσης ἀδικίας, πονηρίας, πλεονεξίας, κακίας, μεστοὺς φθόνου, καὶ τῶν ἑξῆς. Καὶ τοῦτο νενοηκέναι οἶμαι τὸν Ἀπό‐ στολον τὸ κρῖμα, οὐκ ἀφ’ ἑαυτοῦ (Χριστὸν γὰρ εἶχεν ἐν ἑαυτῷ λαλοῦντα), ἀλλ’ ἐξ ἐκείνης αὐτοῦ τῆς | |
10 | φωνῆς ὁδηγηθέντα, ἐν ᾗ φησι διὰ τοῦτο ἐν παραβο‐ λαῖς λαλεῖν τοῖς ὄχλοις, ἵνα μὴ νοήσωσι τὰ θεῖα τοῦ Εὐαγγελίου μυστήρια, ὅτι φθάσαντες αὐτοὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ ἐπαχύνθῃ ἡ ἀσύνετος αὐτῶν καρδία· | |
15 | ἵνα ἔχωσιν ἀντὶ τιμωρίας ὑπομένειν τὴν περὶ τὰ μείζονα ἀβλεψίαν, οἳ, προφθάσαντες ἑκουσίως, τὸ ὄμμα τῆς ψυχῆς ἀποτυφλώσαντες, ἐσκοτίσθησαν· ὅπερ ὁ Δαβὶδ φοβούμενος παθεῖν, ἔλεγε· Φώτισον τοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω εἰς θάνα‐ | |
20 | τον. Ἐκ μὲν οὖν τούτων καὶ τοιούτων φανερὸν εἶναι ἐλογιζόμην, ὅτι καθόλου μὲν ἡ τῶν παθῶν κακία διὰ τῆς περὶ Θεοῦ ἀγνωσίας ἀδόκιμον γνῶσιν ἐντίθησιν· ἰδίως δὲ ἡ διαφωνία τῶν πολλῶν πρὸς ἀλλήλους, διὰ τὸ ἀναξίους ἡμᾶς ἑαυτοὺς κατα‐ | |
25 | σκευάσαι τῆς τοῦ Κυρίου ἐπιστασίας, ἐπισυμβαίνει. Πρὸς δὲ τὴν ἐπίσκεψιν τοῦ τοιούτου βίου εἴποτε δὴ καὶ ἐλθεῖν ἐβουλευσάμην, οὔτε μετρεῖν εἶχον τὸ μέγε‐ θος τῆς τοιαύτης ἀναισθησίας, ἢ ἀλογίας, ἢ ἀπο‐ νοίας, ἢ διὰ τὸ ὑπερβάλλον τῆς κακίας οὐκ ἔχω | |
30 | τί εἴπω. Εἰ γὰρ καὶ ἐν ἀλόγοις οὕτω κατορθουμένην εὑρίσκομεν τὴν ἐν ἀλλήλοις συμφωνίαν διὰ τὴν πρὸς τὸν καθηγούμενον εὐπείθειαν· τί ἂν εἴποιμεν ἡμεῖς ἐν τοσαύτῃ μὲν τῇ πρὸς ἀλλήλους διαστάσεις το‐ σαύτῃ δὲ τῇ πρὸς τὰς ἐντολὰς τοῦ Κυρίου ἐναντιότητι | |
35 | εὑρισκόμενοι; Ἢ οὐχὶ ταῦτα πάντα ἡγούμεθα νῦν μὲν εἰς διδασκαλίαν καὶ ἐντροπὴν ἡμετέραν ὑπὸ τοῦ ἀγαθοῦ Θεοῦ προτεθεῖσθαι, ἐν δὲ τῇ μεγάλῃ καὶ φοβερᾷ τῆς κρίσεως ἡμέρᾳ εἰς αἰσχύνην καὶ κατά‐ κρισιν τῶν μὴ παιδευομένων προσενεχθήσεσθαι ὑπ’ | |
40 | αὐτοῦ τοῦ καὶ εἰπόντος ἤδη, καὶ λέγοντος ἀεὶ ὅτι· Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτ‐ νην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκε, καὶ πολλὰ ἄλλα τοιαῦτα; Ἐκεῖνο δὲ τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον, τό· | |
45 | Εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη· καὶ τό· Ἵνα μὴ ᾖ σχίσματα ἐν τῷ | |
σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι | 657 | |
31.660 | τὰ μέλη, ὑπὸ μιᾶς δηλονότι κινούμενα τῆς ἐνοικού‐ σης ψυχῆς. Τίνος ἕνεκεν οὕτως ᾠκονομήθη; Ἐγὼ μὲν οἶμαι, ἵνα σώζηται ἡ τοιαύτη ἀκολουθία τε καὶ εὐταξία πολλῷ πλέον παρὰ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, | |
5 | πρὸς ἣν εἴρηται· Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους· κρατούσης δηλονότι καὶ συν‐ απτούσης ἕκαστον τῷ ἄλλῳ πρὸς ὁμόνοιαν τῆς μιᾶ; καὶ μόνης ἀληθῶς κεφαλῆς, ἥτις ἐστὶν ὁ Χριστός. Παρ’ οἷς δὲ οὐχ ὁμόνοια κατορθοῦται, οὐχ ὁ σύν‐ | |
10 | δεσμος τῆς εἰρήνης τηρεῖται, οὐχ ἡ ἐν πνεύ‐ ματι πραότης φυλάσσεται, ἀλλὰ καὶ διχοστασία καὶ ἔρις καὶ ζῆλος εὑρίσκεται. Πολλῆς μὲν τόλμης ἂν εἴη μέλη Χριστοῦ τοὺς τοιούτους ὀνομάζειν, ἢ ὑπ’ αὐτοῦ ἄρχεσθαι λέγειν· ἁπλῆς δὲ διανοίας, μετὰ | |
15 | παῤῥησίας εἰπεῖν, ὅτι κρατεῖ ἐκεῖ καὶ βασιλεύει τὸ τῆς σαρκὸς φρόνημα, κατὰ τὴν τοῦ Ἀποστόλου φω‐ νὴν, λέγοντος μὲν ὁριστικῶς, ὅτι ᾯ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοὴν, δοῦλοί ἐστε ᾧ ὑπακούετε· διεξιόντος δὲ σαφῶς τοῦ τοιούτου φρο‐ | |
20 | νήματος τὰ ἰδιώματα, ὡς ὅταν λέγῃ· Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, καὶ διχοστασίαι, οὐχὶ σαρ‐ κικοί ἐστε; διδάσκοντος δὲ ἅμα ἀποφαντικῶς τό τε χαλεπὸν αὐτῶν τῆς ἐκβάσεως καὶ τὸ ἀκοινώτητον πρὸς θεοσέβειαν, δι’ ὧν φησιν ὅτι, Τὸ φρόνημα τῆς | |
25 | σαρκὸς, ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται· διότι Οὐδεὶς δύναται, ὁ Κύριός φησι, δυσὶ κυρίοις δουλεύειν. Εἶτα αὐτοῦ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ βοῶντος, δι’ | |
30 | οὗ τὰ πάντα ἐγένετο, Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός· καὶ ὅτι Ἀπ’ ἐμαυτοῦ ποιῶ οὐδέν· καὶ, Ἐντολὴν ἔλαβον τί εἴπω, καὶ τί λαλήσω· καὶ τοῦ Πνεύματος τοῦ ἁγίου τοῦ διαι‐ | |
35 | ροῦντος μὲν τὰ μεγάλα καὶ θαυμαστὰ χαρίσματα, ἐνεργοῦντος δὲ τὰ πάντα ἐν πᾶσι, λαλοῦντός τε ἀφ’ ἑαυτοῦ οὐδὲν, ἀλλ’ ὅσα ἂν ἀκούσῃ παρὰ τοῦ Κυρίου, ταῦτα λαλοῦντος· πῶς οὐ πολλῷ μᾶλλον ἀνάγκη πᾶσαν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ σπουδάζουσαν | |
40 | τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης, πληροῦν ἐκεῖνο τὸ ἐν ταῖς Πράξεσιν εἰρημένον, ὅτι Τοῦ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία; οὐδενὸς μὲν δηλονότι τὸ ἴδιον βούλημα ἱστῶντος, πάντων δὲ | |
45 | κοινῇ ζητούντων ἐν ἑνὶ τῷ ἁγίῳ Πνεύματι τὸ τοῦ ἑνὸς Κυρίου Ἰησοῦ Χριστοῦ θέλημα, τοῦ εἰπόντος· Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός | |
με Πατρός· πρὸς ὅν φησιν· Οὐ περὶ τούτων δὲ | 659 | |
31.661 | ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμὲ, ἵνα πάντες ἓν ὦσιν. Ἐπὶ τούτοις, καὶ πλείοσι τοῖς σεσιωπημένοις, οὕτω σαφῶς καὶ ἀναντιῤῥήτως ἀναγκαίαν μὲν εἶναι πλη‐ | |
5 | ροφορηθεὶς τὴν παρὰ πάσης ὁμοῦ τῆς τοῦ Θεοῦ Ἐκ‐ κλησίας, κατὰ τὸ θέλημα τοῦ Χριστοῦ, ἐν Πνεύματι ἁγίῳ συμφωνίαν, ἐπικίνδυνον δὲ καὶ ὀλεθρίαν ἐν τῇ πρὸς ἀλλήλους διαστάσει τὴν πρὸς Θεὸν ἀπείθειαν (Ὁ γὰρ ἀπειθῶν, φησὶ, τῷ Υἱῷ οὐκ ὄψεται τὴν | |
10 | ζωὴν, ἀλλ’ ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ’ αὐτὸν), ἐκεῖνο ἀκόλουθον ἡγησάμην ἐξετάσαι λοιπόν· ποῖα μὲν ἄρα συγγνώμην τῶν ἁμαρτημάτων ἔχειν δύ‐ ναται παρὰ τῷ Θεῷ, πόσα δέ τις καὶ πηλίκα ἁμαρτήσας, ὑπεύθυνος γίνεται τῷ κρίματι τῆς | |
15 | ἀπειθείας. Εὑρίσκω τοίνυν, ἀναλαβὼν τὰς θείας Γραφὰς, ἐν τῇ Παλαιᾷ καὶ Καινῇ Διαθήκῃ, οὔτε ἐν τῷ πλήθει τῶν ἁμαρτανομένων, οὔτε ἐν τῷ μεγέθει τῶν ἁμαρτημάτων, ἐν μόνῃ δὲ τῇ παραβάσει οὑτι‐ νοσοῦν προστάγματος, σαφῶς κρινομένην τὴν πρὸς | |
20 | Θεὸν ἀπείθειαν, καὶ κοινὸν κατὰ πάσης παρακοῆς τοῦ Θεοῦ τὸ κρῖμα· ἐν μὲν τῇ Παλαιᾷ τὸ φοβερὸν ἐκεῖνο τοῦ Ἄχαρ ἀναγινώσκων τέλος, ἢ τὴν κατὰ τὸν ἐν Σαββάτῳ ξύλα συλλέξαντα ἱστορίαν, ὧν ἑκάτερος οὐδὲν οὐδεπώποτε ἄλλως οὐκ εἰς Θεὸν | |
25 | ἡμαρτηκὼς, οὐκ ἄνθρωπον ἠδικηκὼς, οὐ μέγα, οὐ μικρὸν ὅλως εὑρίσκεται. Ἀλλ’ ὁ μὲν, ἐπὶ μόνῃ καὶ πρώτῃ τῶν ξύλων συλλογῇ ἀπαραίτητον δίδωσι τὴν δίκην, οὐδὲ μετανοίας τόπον εὑρών· προστάγματι γὰρ τοῦ Θεοῦ παρὰ παντὸς τοῦ λαοῦ παραχρῆμα λι‐ | |
30 | θοβολεῖται· ὁ δὲ, ὅτι μόνον ὑφείλετό τι τῶν ἀναθεμά‐ των οὔπω εἰσενεχθέντων εἰς τὴν συναγωγὴν, οὐδὲ προσδεχθέντων ὑπὸ τῶν ἐπιτεταγμένων τὰ τοιαῦτα, αἴτιος ἀπωλείας οὐκ αὐτῷ μόνον, ἀλλὰ καὶ γαμετῇ καὶ τέκνοις, πρὸς δὲ καὶ αὐτῇ τῇ σκηνῇ | |
35 | σὺν πᾶσι τοῖς ἰδίοις ἐγένετο. Ἔμελλε δὲ ἤδη καὶ πάντα τὸν λαὸν πυρὸς τρόπον ἐπινέμεσθαι τῆς ἁμαρ‐ τίας τὸ κακὸν, καὶ ταῦτα οὔτε εἰδότα τὸ γεγονὸς, οὐδὲ συνεγνωκότα τῷ ἁμαρτήσαντι, εἰ μὴ ταχέως ἐκ τῆς πτώσεως τῶν ἀναιρεθέντων ἀνδρῶν συνετρίβη μὲν ὁ | |
40 | λαὸς αἰσθόμενος τῆς ὀργῆς τοῦ Θεοῦ· ἔπεσε δὲ ἅμα τοῖς πρεσβυτέροις καταπασσάμενος χοῦν Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ οὕτω διὰ κλήρου φωραθεὶς ὁ ἔνοχος τὴν εἰρημένην ἔδωκε δίκην. Ἄλλ’ ἴσως ἐρεῖ τις ὑποπτεύεσθαι μὲν τούτους | |
45 | εἰκότως καὶ ἐπ’ ἄλλοις ἁμαρτήμασιν, ἀφ’ ὧν καὶ ἐν τούτοις ἑάλωσαν· μόνων δὲ τούτων, ὡς χαλεπω‐ τέρων καὶ θανάτου ἀξίων, ἐπιμνησθῆναι τὴν ἁγίαν Γραφήν. Ἀλλ’ εἰ καὶ λίαν εἴη ὁ τοιοῦτος τολμηρὸς προστιθέναι τι καὶ ὑφαιρεῖν, μὴ καὶ Μαρίας ἄρα | |
31.661(50) | τῆς ἀδελφῆς Μωϋσέως κατηγορήσει πλῆθος ἁμαρτημάτων, ἧς τὴν ἀρετὴν οὐδένα τῶν πιστῶν | |
οἶμαι διαλανθάνειν; Αὕτη κατὰ Μωϋσέως ἐπειδὴ | 661 | |
31.664 | εἶπέ τι μόνον ἐν καταγνώσεως μέρει, καὶ τοῦτο ἀληθὲς (Γυναῖκα γὰρ, φησὶν, Αἰθιόπισσαν ἔλαβεν ἑαυτῷ), τοσαύτης ἐπειράθη τῆς ἀγανακτήσεως τοῦ Θεοῦ, ὡς μηδὲ αὐτοῦ Μωϋσέως ἱκετεύοντος συγχωρη‐ | |
5 | θῆναι αὐτῇ τῆς ἁμαρτίας τὸ ἐπιτίμιον. Αὐτὸν τοί‐ νυν ὅταν ἴδω Μωϋσέα, τὸν τοῦ Θεοῦ θεράποντα, τὸν μέγαν ἐκεῖνον, τὸν τοσαύτης μὲν καὶ τηλικαύτης ἀξιωθέντα τιμῆς παρὰ Θεοῦ, οὕτω δὲ πολλάκις ὑπ’ αὐτοῦ μαρτυρηθέντα, ὡς ἀκοῦσαι· Οἶδά σε παρὰ | |
10 | πάντας, καὶ εὕρηκας χάριν ἐνώπιόν μου· τοῦτον ὅταν ἴδω ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλογίας οὐδενὸς ἕνε‐ κεν ἑτέρου, ἢ ἵνα μόνον εἴπῃ τῷ λαῷ γογγύζοντι διὰ ἀπορίαν ὕδατος, Μὴ ἐκ ταύτης τῆς πέτρας ἐξάξομεν ὑμῖν ὕδωρ; τούτου μόνου ἕνεκεν | |
15 | εὐθὺς ἀπειλὴν δεχόμενον, εἰς τὴν γῆν τῆς ἐπ‐ αγγελίας οὐκ εἰσελεύσεσθαι, ἥτις ἦν τότε τῶν πρὸς Ἰουδαίους ἐπαγγελιῶν τὸ κεφάλαιον· ὅταν ἴδω τοῦ‐ τον παρακαλοῦντα, καὶ μὴ συγχωρούμενον· ὅταν ἴδω μηδεμιᾶς συγγνώμης διὰ τὰ τοσαῦτα κατορ‐ | |
20 | θώματα ἐπὶ τῷ βραχεῖ ἐκείνῳ ῥήματι καταξιούμε‐ νον, ὄντως μὲν ὁρῶ Θεοῦ ἀποτομίαν, κατὰ τὸν Ἀπό‐ στολον, ὄντως δὲ ἐκεῖνο ἀληθὲς εἶναι πείθομαι τό· Εἰ ὁ δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ἁμαρ‐ τωλὸς ποῦ φανεῖται; Καὶ τί ταῦτα λέγω, Ἐκείνης | |
25 | ὅταν ἀκούσω τῆς φοβερᾶς τοῦ Θεοῦ ἀποφάσεως, ἣν καὶ κατὰ τοῦ μίαν ἐντολὴν ἐπ’ ἀγνοίᾳ παρα‐ βεβηκότος ἀποφαίνεται, οὐκ ἔχω πῶς ἐπαξίως φο‐ βηθῶ τῆς ὀργῆς τὸ μέγεθος. Γέγραπται γάρ· Καὶ ψυχὴ ἐὰν ἁμάρτῃ, καὶ ποιήσῃ μίαν ἀπὸ πα‐ | |
30 | σῶν τῶν ἐντολῶν Κυρίου, ὧν οὐ δεῖ ποιεῖν, καὶ οὐκ ἔγνω, καὶ πλημμελήσῃ, καὶ λάβῃ τὴν ἁμαρ‐ τίαν, οἴσει κριὸν ἄμωμον ἐκ τῶν προβάτων, τιμῆς ἀργυρίου, εἰς πλημμέλειαν πρὸς τὸν ἱερέα. Καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς, περὶ τῆς | |
35 | ἀγνοίας αὐτοῦ, ἧς ἠγνόησε, καὶ αὐτὸς οὐκ ᾔδει, καὶ ἀφεθήσεται αὐτῷ. Ἐπλημμέλησε γὰρ πλημ‐ μέλειαν ἔναντι Κυρίου. Εἰ δὲ ἐπὶ τῶν κατὰ ἄγνοιαν οὕτως ἀπαραίτητον τὸ κρῖμα, καὶ ὑπὲρ τῆς καθάρ‐ σεως ἡ θυσία ἀναγκαία, ἣν καὶ ὁ δίκαιος Ἰὼβ μαρ‐ | |
40 | τυρεῖται προσφέρειν ὑπὲρ τῶν υἱῶν, τί ἄν τις εἴποι περὶ τῶν ἐν γνώσει ἁμαρτανόντων, ἢ τῶν τούτοις ἐφησυχαζόντων; Καὶ ἵνα μὴ δόξωμεν στοχασμοῖς αὐτὸ μόνον εἰκόσιν ἀναλογίζεσθαι τὴν κατὰ τούτων ἀγανάκτησιν, αὐτῆς πάλιν ἀναγκαῖον μνημονεῦσαι | |
45 | τῆς θεοπνεύστου Γραφῆς, ἀρκούσης ἐπὶ τοῦ παρόντος καὶ διὰ μιᾶς ἱστορίας παραστῆσαι τὸ κρῖμα τῶν τοιούτων. Καὶ υἱοὶ, φησὶν, Ἠλεὶ τοῦ ἱερέως, υἱοὶ λοιμοί. Τούτοις δὲ τοιούτοις οὖσιν, ὅτι μὴ ἐπεξῆλθε σφοδρότερον ὁ πατὴρ, τοιαύτην ἐκίνησεν ὀργὴν τῇ | |
31.664(50) | μακροθυμίᾳ τοῦ Θεοῦ, ὥστε, ἐπαναστάντων τῶν ἀλλοφύλων, τοὺς μὲν υἱοὺς αὐτοῦ ἐκείνοις ἀναιρεθῆ‐ | |
ναι κατὰ τὸν πόλεμον ἐν ἡμέρᾳ μιᾷ, ἡττηθῆναι δὲ | 663 | |
31.665 | σύμπαντα τὸν λαὸν, καὶ τούτων πεσεῖν ἱκανοὺς, γε‐ νέσθαι δὲ καὶ περὶ τὴν κιβωτὸν τῆς ἁγίας τοῦ Θεοῦ διαθήκης, ἃ μήτε ἠκούσθη ποτὲ πρότερον, ὥστε, ἧς οὔτε Ἰσραηλίταις, οὔτε μὴν αὐτοῖς ἱερεῦσιν ἅπασιν, | |
5 | οὐδὲ πάντοτε ἅπτεσθαι θεμιτὸν ἦν, οὐδὲ τόπος αὐτὴν ὁ τυχὼν ὑπεδέχετο, ταύτην ὑπὸ χειρῶν ἀσεβῶν ἄλλοτε ἀλλαχόθεν μετακομίζεσθαι, καὶ ἀντὶ τῶν ἁγίων, εἰδώλων ναοῖς ἐναποτίθεσθαι. Ἐφ’ οἷς πόσον τινὰ συνέβαινεν εἶναι, καὶ κατ’ αὐτοῦ τοῦ ὀνόματος | |
10 | τοῦ Θεοῦ, γέλωτα καὶ χλεύην παρὰ τοῖς ἀλλοφύλοις, στοχάζεσθαι πάρεστιν. Ἐπὶ τούτοις καὶ αὐτὸς ὁ Ἠλεὶ τέλει χρησάμενος οἰκτροτάτῳ ἀναγέγραπται· δεξάμενος ἀπειλὴν τοῦ καὶ τὸ σπέρμα αὐτοῦ ἀπο‐ κινηθήσεσθαι τοῦ ἱερατικοῦ ἀξιώματος· ὅπερ καὶ | |
15 | γέγονε. | |
17 | Τοσαῦτα συμβέβηκε τῷ λαῷ. Τοιαῦτα πέπονθεν ὁ πατὴρ διὰ τὴν τῶν υἱῶν παρανομίαν, ὃς καίπερ τοῦ μὲν ἰδίου βίου ἕνεκεν οὐδὲν ᾐτιάθη ποτέ· | |
20 | καὶ αὐτοῖς δὲ ἐκείνοις οὐχ ὑπέμεινεν ἐφησυχάσαι, ἀλλὰ πολλὰ μὲν παρῄνει περὶ τοῦ μηκέτι τοῖς ὁμοίοις ἐπιμένειν· Μὴ, τέκνα, λέγων, μή· οὐκ ἀγαθαὶ αἱ ἀκοαὶ, ἃς ἐγὼ ἀκούω περὶ ὑμῶν· σφοδρότερον δὲ κατασκευάζων τῆς ἁμαρτίας τὸ μέγεθος, φοβερώτε‐ | |
25 | ρον αὐτοῖς παρίστη τὸν κίνδυνον· Ἐὰν γὰρ ἁμαρ‐ τάνων ἁμάρτῃ ἄνθρωπος, φησὶν, εἰς ἄνθρωπον, προσεύξονται περὶ αὐτοῦ πρὸς Κύριον. Ἐὰν δὲ εἰς Θεὸν ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ; Ὅμως, ἐπειδήπερ, ὡς εἶπον, οὐχὶ τὸν πρέποντα ζῆ‐ | |
30 | λον κατ’ αὐτῶν ἐπεδείξατο, γέγονε τὰ εἰρημένα. Τοιαῦτα μὲν οὖν πλεῖστα ὅσα κατὰ τὴν Παλαιὰν Δια‐ θήκην εὑρίσκω τὰ κατὰ πάσης παρακοῆς κρίματα· αὖθις δὲ ὅταν ἐπὶ τὴν Καινὴν ἔλθω, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οὐκ ἀπολύσαντος μὲν τῆς τι‐ | |
35 | μωρίας οὔτε τὰ κατὰ ἄγνοιαν, σφοδρότερον δὲ κατὰ τῶν ἐν γνώσει τὴν ἀπειλὴν ἐπιτείναντος, δι’ ὧν φησιν· Ἐκεῖνος δὲ ὁ δοῦλος, ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου ἑαυτοῦ, καὶ μὴ ἑτοιμάσας ἑαυτὸν, μηδὲ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσε‐ | |
40 | ται πολλάς· ὁ δὲ μὴ γνοὺς, ποιήσας δὲ ἄξια πλη‐ γῶν, δαρήσεται ὀλίγας· ὅταν εὕρω αὐτοῦ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τὰς τοιαύτας ἀποφάσεις, καὶ τῶν ἁγίων ἀποστόλων τὴν κατὰ τῶν ἁμαρτανόν‐ των ἀγανάκτησιν· τὰ τοιαῦτα καὶ τηλικαῦτα πάθη, | |
45 | τῶν καὶ ἓν ὁτιοῦν ἡμαρτηκότων, οὐχ ἥττονα τῶν ἐκ τῆς Παλαιᾶς εἰρημένων, μᾶλλον δὲ καὶ πλείονα, καταμανθάνω τοῦ κρίματος τὴν σφοδρότητα. Ἐπεὶ καὶ ᾯ παρέθεντο πολὺ, περισσότερον ἀπαιτή‐ σουσιν αὐτόν. Ἰδοὺ τοίνυν καὶ ὁ μακάριος Παῦλος | |
31.665(50) | ὑποδεικνὺς ὁμοῦ τῆς τε κλήσεως τὸ ἀξίωμα καὶ τὴν | 665 |
31.668 | κατὰ παντὸς ἁμαρτήματος ἀγανάκτησιν, οἷά φησι· Τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρό‐ | |
5 | μενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλω‐ τίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· οὐ μόνον δὲ, ἀλλὰ Καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆ‐ σαι πᾶσαν παρακοήν. Ἔνθα καὶ ἐξετάσαντα τῶν εἰρημένων ἕκαστον ἐπιμελέστερον, ἔνεστι γνῶ‐ | |
10 | ναι τὸ βούλημα τῆς θείας Γραφῆς ἀκριβέστερον, ὡς οὐκ ἀφῆκεν ἡμᾶς ἠπατημέναις τισὶ δόξαις πλάζε‐ σθαι τὴν ἑκάστου ψυχὴν εἰς ἁμαρτίας ὄλισθον, οἰομέ‐ νην τινὰ μὲν τῶν ἁμαρτημάτων ἐκδικεῖσθαι, τινὰ δὲ ἀφίεσθαι ἀνεκδίκητα. Ἀλλὰ τί φησι; Λογισμοὺς | |
15 | καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, ὡς πᾶν ἁμάρτημα, διὰ τὴν ἐπὶ τῷ θείῳ προστάγματι καταφρόνησιν, ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ λέγεσθαι, ὅπερ καὶ ἐν τῇ βίβλῳ τῶν Ἀριθμῶν δηλοῦται τρα‐ | |
20 | νότερον. Ἐπειδὴ γὰρ, τὰ ἀκούσια τῶν ἁμαρτημάτων ἀπαριθμησάμενος, καὶ τὰς ἐπ’ αὐτοῖς θυσίας διατα‐ ξάμενος ὁ Θεὸς, ἔμελλεν ἤδη καὶ περὶ τῶν ἑκουσίων νομοθετεῖν τῷ λαῷ τὰ προσήκοντα, οὕτως ἄρχεται· Καὶ ψυχὴ ἥτις ποιήσει ἐν χειρὶ ὑπερηφανίας | |
25 | (χεῖρα ὑπερηφανίας καλῶν τὴν τόλμαν τῶν ἑκουσίως ἁμαρτανόντων, ὅπερ ὁ Ἀπόστολος ὕψωμα ἐπαι‐ ρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ ὀνομά‐ ζει), ψυχὴ οὖν, φησὶν, ἥτις ποιήσει ἐν χειρὶ ὑπερηφανίας, ἢ ἀπὸ τῶν αὐτοχθόνων, ἢ ἀπὸ τῶν | |
30 | προσηλύτων, τὸν Θεὸν οὗτος παροξυνεῖ, καὶ ἐξ‐ ολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ μέσου τοῦ λαοῦ αὐτῆς. Ὅτι τὸ ῥῆμα Κυρίου ἐφαύλισε, καὶ τὰς ἐντολὰς αὐτοῦ διεσκέδασεν· ἐκτρίψει ἐκτριβήσε‐ ται ἡ ψυχὴ ἐκείνη· ἡ ἁμαρτία αὐτῆς ἐν αὐτῇ. | |
36 | Παρατηρητέον ἐνταῦθα ἐκεῖνο, ὅτι, ἐὰν μὴ ἐκτρίψει ἐκτριβῇ ἡ ψυχὴ ἐκείνη, ἡ ἁμαρτία αὐτῆς οὐκ ἐν αὐτῇ μόνον, ἀλλὰ καὶ ἐπὶ τοὺς μὴ ἐπιδειξα‐ μένους τὸν ἀγαθὸν ζῆλον, καθὼς πολλαχοῦ γέγρα‐ | |
40 | πται, καὶ πολλάκις γέγονε. Καὶ ἵνα ἐκ τῶν ἡττόνων παιδευθῶμεν τὸν ἐπὶ τοῖς μείζοσι φόβον, τὴν κατὰ ἱερέως ἢ κριτοῦ παρακουόντων ἀγανάκτησιν οἵαν ποιεῖται ἐν τῷ Δευτερονομίῳ καταμάθωμεν. Λέγει οὖν· Καὶ ἄνθρωπος, ὃς ἐὰν ποιήσῃ ἐν ὑπερηφα‐ | |
45 | νίᾳ τοῦ μὴ ὑπακοῦσαι τοῦ ἱερέως τοῦ παρ‐ εστηκότος λειτουργεῖν ἐπὶ τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ σου, ἢ τοῦ κριτοῦ, ὃς ἐὰν ᾖ ἐν ταῖς ἡμέ‐ ραις ἐκείναις, καὶ ἀποθανεῖται ὁ ἄνθρωπος ἐκεῖ‐ νος, καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ Ἰσραήλ. Καὶ πᾶς | |
31.668(50) | ὁ λαὸς ἀκούσας φοβηθήσεται, καὶ οὐκ ἀσεβήσου‐ | 667 |
31.669 | σιν ἔτι. Πρὸς ἃ πῶς ἄν τις ἀξιολόγως κινούμενος φρικωδέστερον καταπλαγείη, συνορᾷν ἀκόλουθον. Εἶτα φησι· Καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· Πᾶν νόημα, οὐχὶ | |
5 | τοῦτο, ἢ ἐκεῖνο. Καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι· καὶ ἐνταῦθα πάλιν, οὐχὶ τήνδε, ἢ τινὰ, ἀλλὰ Πᾶσαν παρακοήν. Ἄρα γε ἠπάτησεν ἡμᾶς ἡ κακίστη συν‐ ήθεια· ἄρα κακῶν αἰτία ἡμῖν μεγάλων γέγονεν ἡ διεστραμμένη τῶν ἀνθρώπων παράδοσις, τὰ μὲν | |
10 | παραιτουμένη δῆθεν τῶν ἁμαρτημάτων, τὰ δὲ ἀδια‐ φόρως αἱρουμένη· καὶ κατὰ μέν τινων σφοδρῶς ἀγα‐ νακτεῖν προσποιουμένη, οἷον φόνου, καὶ μοιχείας, καὶ τῶν τοιούτων· τὰ δὲ οὐδὲ ψιλῆς γοῦν ἐπιτιμήσεως ἄξια κρίνουσα, οἷον ὀργὴν, ἢ λοιδορίαν, ἢ μέθην, | |
15 | ἢ πλεονεξίαν, καὶ ὅσα τοιαῦτα, καθ’ ὧν ἁπάντων καὶ ἀλλαχοῦ ἔδωκε τὴν αὐτὴν ἀπόφασιν ὁ ἐν Χριστῷ λαλῶν Παῦλος, εἰπὼν ὅτι· Οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν. Ὅπου δὲ πᾶν ὕψωμα ἐπαιρό‐ μενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ καθαιρεῖται, καὶ | |
20 | πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ αἰχμαλωτί‐ ζεται, καὶ πᾶσα παρακοὴ ἐπίσης ἐκδικεῖται, ἐκεῖ οὐδὲν ἀκαθαίρετον, οὐδὲν ἀνεκδίκητον ἀφίεται, οὐδὲν τῆς τοῦ Χριστοῦ ὑπακοῆς ἐκτὸς ἀπολείπεται. Κοινὸν γὰρ καὶ μέγιστον ἀσέβημα κατὰ πάσης παρ‐ | |
25 | ακοῆς ἔδειξεν ὁ ἀπόστολος Παῦλος, ἐκεῖνο εἰπών· Ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νό‐ μου τὸν Θεὸν ἀτιμάζεις. Ἀλλ’ ἄρα μὴ ταῦτα λόγοι μόνον, καὶ οὐ πράγματα; Ἰδοὺ τοίνυν· ἐν Κορίνθῳ ὁ τὴν γυναῖκα τοῦ πατρὸς ἔχων, οὐδὲν ἕτερον ἐγκλη‐ | |
30 | θεὶς εἰ μὴ τοῦτο μόνον, οὐ μόνον αὐτὸς παραδίδοται τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἄχρις ἂν τοῖς ἀξίοις τῆς μετανοίας καρποῖς διορθώσηται τὸ πλημμέλημα, πᾶσαν δὲ ὁμοῦ τὴν Ἐκκλησίαν, ἐπεὶ μὴ ἐπεξ‐ ῆλθε τῷ ἁμαρτήματι, ἐκείνοις περιβάλλει τοῖς ἐγκλή‐ | |
35 | μασιν· Τί θέλετε; Ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς; καὶ μετ’ ὀλίγα· Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο πράξας. Τί δὲ ἄρα Ἀνα‐ νίας, ὁ ἐν ταῖς Πράξεσι; Τί ἄλλο κακὸν πεποιηκὼς | |
40 | εὑρίσκεται ἢ ἐκεῖνο αὐτό; Ποῦ τοίνυν τοσαύτης ὀργῆς ἄξιον φαίνεται; Ἴδιον κτῆμα πωλήσας, ἤνεγκε τὰ χρήματα, καὶ ἔθηκε παρὰ τοὺς πόδας τῶν ἀπο‐ στόλων· νοσφισάμενος ἀπὸ τῆς τιμῆς, ἐπὶ τούτῳ παρ’ αὐτὴν τὴν ὥραν ἅμα τῇ γυναικὶ θάνατον κατα‐ | |
45 | δικάζεται, οὐδὲ τοὺς περὶ τῆς μετανοίας λόγους ἐπὶ τῷ ἁμαρτήματι μαθεῖν καταξιωθεὶς, οὐ τοῦ κατανυ‐ γῆναι γοῦν ἐπὶ τούτῳ καιρὸν εὑρὼν, οὐ τοῦ με‐ τανοῆσαι προθεσμίαν λαβών. Ὁ δὲ τοῦ τοιούτου καὶ | |
τηλικούτου κρίματος ὑπηρέτης, ὁ τῆς τοσαύτης τοῦ | 669 | |
31.672 | Θεοῦ ὀργῆς ἐπὶ τὸν ἡμαρτηκότα διάκονος, ὁ μακά‐ ριος Πέτρος, ὁ πάντων μὲν τῶν μαθητῶν προκρι‐ θεὶς, μόνος δὲ πλεῖον τῶν ἄλλων μαρτυρηθεὶς καὶ μακαρισθεὶς, ὁ τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν | |
5 | πιστευθεὶς, ὅταν ἀκούῃ παρὰ τοῦ Κυρίου, Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ, ποίαν ἄρα καὶ τὴν ὁπωσοῦν λιθίνην καρδίαν οὐ δυσωπήσει πρὸς φόβον καὶ τρόμον τῶν τοῦ Θεοῦ κριμάτων; καὶ ταῦτα μὲν οὐδεμιᾶς ἁμαρτίας, οὐδεμιᾶς δὲ καταφρονήσεως | |
10 | ἔμφασιν δοὺς, τιμῇ δὲ μᾶλλον τῇ περὶ τὸν Δεσπότην ὑπερβαλλούσῃ χρησάμενος, καὶ τὴν προσήκουσαν δούλῳ καὶ μαθητῇ εὐλάβειαν ἐπιδειξάμενος. Ἰδὼν γὰρ τὸν ἑαυτοῦ καὶ πάντων Θεὸν καὶ Κύριον, καὶ βασιλέα, καὶ Δεσπότην, καὶ διδάσκαλον, καὶ Σωτῆρα, | |
15 | καὶ ὁμοῦ τὰ πάντα, ἐν ὑπηρέτου σχήματι διαζωσά‐ μενον λέντιον, καὶ νίπτειν τοὺς πόδας αὐτοῦ βουλό‐ μενον, εὐθὺς, ὥσπερ εἰς συναίσθησιν ἐλθὼν τῆς ἰδίας ἀναξιότητος, καὶ τὸ ἀξίωμα τοῦ προσερχομένου κατα‐ πλαγεὶς, ἐξεβόησε Κύριε, σύ μου νίπτεις τοὺς | |
20 | πόδας; καὶ πάλιν· Οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα. Ἐπὶ τούτῳ τὴν τοσαύτην εἰσδέχεται ἀπειλὴν, ὡς εἰ μὴ πάλιν εἰδὼς τὴν ἀλήθειαν τῶν ῥη‐ μάτων τοῦ Κυρίου, ἔφθασε τῇ ὑπακοῇ διορθωσάμε‐ νος τὴν ἀντιλογίαν, οὐδὲν ἂν αὐτῷ τῶν προλαβόντων, | |
25 | οὐ τῶν ἰδίων κατορθωμάτων, οὐ τῶν παρὰ τοῦ Κυρίου μακαρισμῶν τε καὶ δωρεῶν καὶ ἐπαγγελιῶν, οὐδὲ αὐτὴ ἡ τοῦ Θεοῦ καὶ Πατρὸς τῆς τοιαύτης καὶ τοσαύτης εἰς τὸν μονογενῆ Υἱὸν εὐδοκίας ἀποκάλυψις ἤρκεσε παραμυθήσασθαι τὴν παροῦσαν ἀπείθειαν. | |
32 | Ἀλλὰ ταῦτα μὲν ἐὰν θέλω καταλέγειν, ὅσα εὑ‐ ρίσκω ἔκ τε Παλαιᾶς καὶ Καινῆς Διαθήκης, ἐπιλεί‐ ψει με τάχα διηγούμενον ὁ χρόνος. Ἤδη δὲ καὶ ἐπ’ | |
35 | αὐτὰς ὅταν ἔλθω τὰς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ ἐν τῷ Εὐαγγελίῳ φωνὰς, αὐτοῦ τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκροὺς τὰ ῥήματα, ἃ πάσης μὲν ἱστορίας, πάσης δὲ ἄλλης ἀποδείξεως παρὰ τοῖς πιστοῖς ἀξιοπιστότερα, πολλὴν μὲν ἐν αὐτοῖς κατα‐ | |
40 | μανθάνω τῆς ἐν πᾶσι πρὸς Θεὸν εὐπειθείας, ἵνα οὕτως εἴπω, ἀνάγκην· οὐδεμίαν δὲ ὅλως, ἐπ’ οὐδενὶ προστάγματι, καταλειπομένην τοῖς μὴ μετα‐ νοοῦσι τῆς ἀπειθείας συγγνώμην, εἰ μή τι ἕτερόν ἐστι τολμῆσαι, καὶ μέχρις ἐννοίας λαβεῖν, πρὸς οὕτω | |
45 | γυμνὰς, σαφεῖς τε καὶ ἀπολύτους ἀποφάσεις· Ὁ οὐ‐ | |
ρανὸς γὰρ, φησὶ, καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ | 671 | |
31.673 | λόγοι μου οὐ μὴ παρέλθωσιν. Οὐκ ἔστιν ἐνταῦθα διαφορὰ, οὐκ ἔστι διαίρεσις, οὐδὲν οὐδαμοῦ ὅλως ὑπο‐ λέλειπται. Οὐκ εἶπεν· Οὗτοι ἢ ἐκεῖνοι, ἀλλ’, Οἱ λό‐ γοι μου, πάντες ὁμοῦ δηλονότι, οὐ μὴ παρέλθωσι. | |
5 | Γέγραπται γάρ· Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λό‐ γοις αὐτοῦ· εἴτε ἀπαγορεύων ὁτιοῦν, εἴτε προσ‐ τάσσων, εἴτε ἐπαγγελλόμενος, εἴτε ἀπειλῶν, καὶ εἴτε ἐπὶ τῇ πράξει τῶν ἀπηγορευμένων, εἴτε ἐπὶ τῇ ἐλλείψει τῶν ἐπιτεταγμένων. Ὅτι γὰρ ἐπίσης τῇ | |
10 | ἐνεργείᾳ τῶν κακῶν καὶ ἡ τῶν ἀγαθῶν ἔργων ἔλλει‐ ψις ἐκδικεῖται, ἤρκει μὲν καὶ πρὸς ἀπόδειξιν καὶ πληροφορίαν τῇ γε μὴ παντελῆ ἀπιστίαν νοσού‐ σῃ ψυχῇ τὸ προειρημένον ἐπὶ τῷ Πέτρῳ κρῖμα· ὃς, οὐκ ἀπηγορευμένον τι πράξας, οὐδὲ μὴν πρόσταγμά | |
15 | τι τοιοῦτον ἐλλείψας, ὃ ῥᾳθυμίαν ἢ καταφρόνησιν κατ‐ ηγορεῖ τοῦ ἐλλείποντος, ὑπηρεσίαν δὲ καὶ τιμὴν τὴν παρὰ τοῦ Δεσπότου μόνον ὑποδέξασθαι εὐλαβηθεὶς, τοιαύτην ἐδέξατο τὴν ἀπειλὴν ἣν οὐκ ἔφυγεν ἂν, εἰ μὴ, καθὼς προείρηται, ἔφθασε τὴν ὀργὴν τῇ ταχύ‐ | |
20 | τητι καὶ σφοδρότητι τῆς διορθώσεως. Πλὴν ἐπειδὴ ὁ ἀγαθὸς καὶ εὔσπλαγχνος Θεὸς μακροθυμῶν ἐφ’ ἡμῖν εὐδόκησε, καὶ πολλάκις ἡμῖν τὸ αὐτὸ καὶ διὰ πολλῶν ὑποδεῖξαι, ἵνα τῷ πλήθει καὶ τῇ συνεχείᾳ δυνηθῇ μόλις ποτὲ μοχλευθεῖσα καὶ καταντληθεῖσα ἡ ψυχὴ | |
25 | ἀποτρίψασθαι τὴν πολυχρόνιον τῆς παρανομίας συν‐ ήθειαν, ἐκείνων μόνων πρὸς τὸ παρὸν μνημονεῦσαι ἀναγκαῖον τῶν ἐν τῇ μεγάλῃ καὶ φοβερᾷ τῆς κρίσεως ἡμέρᾳ ἐξ ἀριστερῶν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ ἱσταμένων· πρὸς οὓς ἔλεγεν ὁ πᾶσαν τὴν | |
30 | ἐξουσίαν τῆς κρίσεως λαβὼν παρὰ τοῦ Πατρὸς, ὁ ἐρχόμενος φωτίσαι τὰ κρυπτὰ τοῦ σκότους, καὶ φα‐ νερῶσαι τὰς βουλὰς τῶν καρδιῶν· Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐ‐ | |
35 | τοῦ. Καὶ τὴν αἰτίαν ἐπήγαγεν, οὐχ· Ὅτι ἐφονεύσατε, λέγων, ἢ ἐπορνεύσατε, ἢ ἐψεύσασθε, ἤ τινα ἠδική‐ σατε, ἢ ἄλλο τι τῶν ἀπηγορευμένων, κἂν τὸ βραχύ‐ τατον γοῦν, ἐπράξατε· ἀλλὰ τί; Ὅτι τῶν ἀγαθῶν ἔργων ἠμελήσατε. Ἐπείνασα γὰρ, φησὶ, καὶ οὐκ | |
40 | ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με· ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με· γυμνὸς, καὶ οὐ περιεβάλετέ με· ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ οὐκ ἐπεσκέψασθέ με. Ταῦτα καὶ τὰ τοιαῦτα Θεοῦ τοῦ ἀγαθοῦ χάριτι, τοῦ θέλοντος μὲν πάντας | |
45 | ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, διδάσκοντος δὲ ἄνθρωπον γνῶσιν, καταμαθὼν ἐν ταῖς θεοπνεύστοις Γραφαῖς, καὶ γνωρίσας μὲν τὴν φρικωδεστάτην αἰτίαν τῆς τοιαύτης τῶν πολλῶν πρός τε ἀλλήλους καὶ πρὸς τὰς ἐντολὰς τοῦ Κυρίου | |
31.673(50) | ἡμῶν Ἰησοῦ Χριστοῦ διαφωνίας, παιδευθεὶς δὲ τὸ φοβερὸν ἐκεῖνο κρῖμα τῆς τοσαύτης παρανομίας, δι‐ | |
δαχθεὶς δὲ καὶ πᾶσαν παρακοὴν παντὸς κρίματος | 673 | |
31.676 | Θεοῦ ἐπίσης ἐκδικεῖσθαι· ἔτι δὲ καὶ τὸ φοβερὸν ἐκεῖνο κρῖμα καταμαθὼν, τὸ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας μὲν, παραπολαύσαντας δὲ ὅμως τῆς ὀργῆς, διὰ τὸ μὴ τὸν ἀγαθὸν ζῆλον κατὰ τῶν ἡμαρτηκότων ἐπιδείξασθαι, | |
5 | καίτοι πολλάκις μηδὲ συνεγνωκότας τὸ ἁμάρτημα· ἀναγκαῖον ἐλογισάμην, εἰ καὶ ὀψὲ τοῦ καιροῦ, διὰ τὸ ἀναμένειν ἀεὶ τοὺς τὸν αὐτὸν ἀγῶνα τῆς θεοσε‐ βείας ἀνειληφότας, καὶ μὴ θαῤῥεῖν ἑαυτῷ μόνῳ, ἀλλ’ οὐκ ἀκαίρως γε τάχα, νῦν γοῦν πρὸς ὑπόμνησιν τοῖς | |
10 | ἀγωνιζομένοις τὸν ἀγῶνα τῆς θεοσεβείας, ἀναλεξά‐ μενος ἐκ τῶν θεοπνεύστων Γραφῶν τά τε ἀπαρέ‐ σκοντα τῷ Θεῷ, καὶ οἷς εὐαρεστεῖται παραθέσθαι, ὡς ἂν οἷός τε ὦ, κατ’ εὐχὰς κοινάς· ἵνα καταξιωθῶμεν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διδα‐ | |
15 | σκαλίᾳ τοῦ ἁγίου Πνεύματος, ἀποπηδήσαντες μὲν τῆς τε τῶν ἰδίων θελημάτων συνηθείας, καὶ τῆς τῶν ἀνθρωπίνων παραδόσεων παρατηρήσεως· στοιχή‐ σαντες δὲ τῷ Εὐαγγελίῳ τοῦ μακαρίου Θεοῦ Ἰησοῦ Χριστοῦ, τοῦ Κυρίου ἡμῶν, καὶ κατὰ τὸν καιρὸν τὸν | |
20 | παρόντα εὐαρέστως αὐτῷ ζήσαντες διά τε σφοδροτέ‐ ρας ἀναχωρήσεως τῶν κεκωλυμένων καὶ σπουδαιο‐ τέρας ἐπιμελείας τῶν ἐγκεκριμένων, ἐν τῷ μέλλοντι αἰῶνι τῆς ἀθανασίας φυγεῖν μὲν τὴν ὀργὴν τὴν ἐπερ‐ χομένην ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας δυναίμεθα, ἄξ‐ | |
25 | ιοι δὲ εὑρεθῆναι τῆς αἰωνίου ζωῆς, καὶ ἐπουρανίου βασιλείας τῆς ἐπηγγελμένης παρὰ τοῦ Κυρίου Ἰη‐ σοῦ Χριστοῦ πᾶσι Τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ, τοῦ ποιῆσαι αὐτάς. Μεμνημένος δὲ τοῦ Ἀποστόλου εἰ‐ | |
30 | πόντος· Ἐν Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι’ ἀγάπης ἐνεργουμένη· ἀκόλουθον ὁμοῦ καὶ ἀναγκαῖον ἐλογι‐ σάμην, τὴν ὑγιαίνουσαν πίστιν καὶ εὐσεβῆ δόξαν περί τε Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος | |
35 | παραθέσθαι πρότερον, καὶ οὕτως ἐπισυνάψαι τὰ | |
ἠθικά. | 675 |