TLG 2040 042 :: BASILIUS :: Sermo 12 (de ascetica disciplina) [Dub.]

BASILIUS Theol., Episcopus
(Caesariensis (Cappadociae): A.D. 4)

Sermo 12 (de ascetica disciplina) [Dub.]

Citation: Volume — page — (line)

40tΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΠΕΡΙ ΑΣΚΗΣΕΩΣ,
41tπῶς δεῖ κοσμεῖσθαι τὸν μοναχόν.
42 Δεῖ τὸν μοναχὸν πρὸ πάντων ἀκτήμονα βίον κε‐ κτῆσθαι· σώματος ἐρημίαν, καὶ κοσμιότητα σχήματος, φωνὴν σύμμετρον, καὶ λόγον εὔτακτον·
45τροφὴν καὶ ποτὸν ἀθόρυβον· καὶ μετὰ ἡσυχίας ἐσθί‐ ειν· ἐπὶ πρεσβυτέρων σιωπᾷν, ἐπὶ σοφωτέρων ἀκροᾶσθαι· πρὸς τοὺς ἴσους ἀγάπην ἔχειν, πρὸς
τοὺς ἐλάττους ἀγαπητικὴν συμβουλίαν, ἀπὸ τῶν648

31

.

649

φαύλων καὶ σαρκικῶν καὶ φιλοπραγμόνων ἀναχω‐ ρεῖν, πλείονα νοεῖν, ὀλίγα δὲ φθέγγεσθαι· μὴ θρασύνεσθαι λόγῳ, μηδὲ περιττεύειν ὁμιλίας, μὴ πρόχειρον γίνεσθαι περὶ γέλωτα, αἰδοῖ κοσμεῖσθαι,
5κάτω τὸ βλέμμα ἔχειν, ἄνω δὲ τὴν ψυχήν· μὴ ἀν‐ τιλέγειν ἀντιλογίαις, εὐπειθῆ εἶναι· κοπιᾷν ταῖς χερσὶ, μνημονεύειν τῶν ἐσχάτων πάντοτε, τῇ ἐλπίδι χαίρειν, τῇ θλίψει ὑπομένειν, ἀδιαλείπτως προσεύ‐ χεσθαι, ἐν παντὶ εὐχαριστεῖν, πρὸς πάντας ταπεινὸν
10εἶναι, μισεῖν τὴν ὑπερηφανίαν, νήφειν καὶ τηρεῖν τὴν καρδίαν ἀπὸ λογισμῶν πονηρῶν, θησαυρίζειν ἐν οὐρανῷ δι’ ἐντολῶν, ἑαυτὸν ἀνακρίνειν περὶ τῶν λογισμῶν τῶν καθημερινῶν καὶ πράξεων, μὴ ἐμπλέ‐ κεσθαι ταῖς τοῦ βίου πραγματείαις καὶ περιττολ‐
15ογίαις· μὴ περιεργάζεσθαι τὸν τῶν ῥᾳθύμων βίον, ἀλλὰ ζηλοῦν τὸν τῶν ἁγίων Πατέρων· συγχαί‐ ρειν τοῖς κατορθοῦσιν ἀρετὴν, καὶ μὴ φθονεῖν· συμπάσχειν τοῖς πάσχουσι, καὶ συνδακρύειν, καὶ σφόδρα τούτους πενθεῖν, μὴ μέντοι κατακρίνειν·
20μὴ ὀνειδίζειν τὸν ἀποστρέφοντα ἀπὸ ἁμαρτίας, μη‐ δέποτε δικαιοῦν ἑαυτόν· πρὸ πάντων ἁμαρτωλὸν ἐν‐ ώπιον Θεοῦ καὶ ἀνθρώπων ἑαυτὸν ὁμολογεῖν, νουθε‐ τεῖν τοὺς ἀτάκτους· παραμυθεῖσθαι τοὺς ὀλιγοψύ‐ χους· ὑπηρετεῖν τοῖς ἀῤῥώστοις, πόδας ἁγίων νίπτειν·
25ξενοδοχίας καὶ φιλαδελφίας ἐπιμελεῖσθαι· μετὰ τῶν οἰκείων τῆς πίστεως εἰρηνεύειν· αἱρετικὸν ἄνθρωπον ἀποστρέφεσθαι· τὰ ἐνδιάθετα βιβλία ἀναγινώσκειν· ἀποκρύφοις ὅλως μὴ ἐντυγχάνειν· περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος μὴ συζητεῖν, ἀλλὰ ἄκτι‐
30στον καὶ ὁμοούσιον Τριάδα μετὰ παῤῥησίας λέγειν καὶ φρονεῖν, καὶ τοῖς ἐπερωτῶσι λέγειν, ὅτι Βαπτίζεσθαι δεῖ, ὡς παρελάβομεν· πιστεύειν δὲ, ὡς βεβαπτίσμεθα· δοξάζειν δὲ, ὡς πεπιστεύκαμεν. Ἐν ἔργοις καὶ λόγοις καλοῖς ἀναστρέφεσθαι, μὴ
35ὀμνύειν τὸ σύνολον, μὴ διδόναι τὸ ἀργύριον ἐπὶ τόκῳ, μὴ σῖτον καὶ οἶνον καὶ ἔλαιον ἐπὶ πλεονα‐ σμῷ· ἀπὸ κραιπάλης, καὶ μέθης, καὶ μερι‐ μνῶν βιωτικῶν ἀπέχεσθαι· μετὰ δόλου μὴ ὁμιλεῖν, μηδὲ ὅλως φθέγγεσθαι κατά τινος· μὴ καταλαλεῖν,
40μηδὲ ὅλως ἡδέως ἀκούειν καταλαλιᾶς· μὴ ταχέως πιστεύειν κατά τινος· μὴ τυραννεῖσθαι ὑπὸ θυμοῦ, μὴ κρατεῖσθαι ὑπὸ ἀθυμίας, μὴ εἰκῆ ὀργίζεσθαι τῷ πλησίον, μὴ κρατεῖν μῆνιν κατά τινος, μὴ κακὸν ἀντὶ κακοῦ ἀποδιδόναι· μᾶλλον λοιδορεῖσθαι ἢ λοιδο‐
45ρεῖν, τύπτεσθαι ἢ τύπτειν, ἀδικεῖσθαι ἢ ἀδικεῖν,
ἀποστερεῖσθαι ἢ ἀποστερεῖν.650

31

.

652

Καὶ πρό γε πάντων χρὴ μοναχὸν ἐγκρατεύ‐ εσθαν ἀπὸ συντυχίας γυναικῶν, καὶ ἀπὸ οἰνοποσίας, ὅτι οἶνος καὶ γυναῖκες ἀποστήσουσι συνετούς· καὶ κατορθοῦντα κατὰ τὸ δυνατὸν τὰς τοῦ Κυρίου
5ἐντολὰς, μὴ ἀκηδιᾷν, ἀλλὰ τὸν μισθὸν καὶ τὸν ἔπαι‐ νον παρ’ αὐτοῦ ἐκδέχεσθαι, καὶ τῆς αἰωνίου ζωῆς ποθεῖν τὴν ἀπόλαυσιν, τό τε ῥητὸν τοῦ Δαβὶδ πρὸ ὀφθαλμῶν ἀεὶ ἔχειν, καὶ λέγειν· Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντὸς, ὅτι ἐκ δεξιῶν
10μού ἐστιν, ἵνα μὴ σαλευθῶ. Καὶ ὡς μὲν υἱὸς ἐξ ὅλης καρδίας, καὶ ἰσχύος, καὶ διανοίας, καὶ τῆς δυ‐ νάμεως ἀγαπᾷν τὸν Θεόν· ὡς δὲ δοῦλος, εὐλαβεῖσθαι καὶ φοβεῖσθαι, καὶ ὑπακούειν αὐτῷ, καὶ μετὰ φόβου καὶ τρόμου τὴν σωτηρίαν ἑαυτοῦ κατεργάζε‐
15σθαι· τῷ πνεύματι ζέειν, ἐνδεδυμένον εἶναι τὴν παν‐ οπλίαν τοῦ ἁγίου Πνεύματος, καὶ τρέχειν οὐκ ἀδήλως καὶ πυκτεύειν ὡς οὐκ ἀέρα δέροντα, καὶ καταπα‐ λαίειν τοῦ ἐχθροῦ ἐν τῇ ἀσθενείᾳ τῆς σαρκὸς καὶ ἐν τῇ πτωχείᾳ τῆς ψυχῆς, καὶ πάντα τὰ διατε‐
20ταγμένα ποιεῖν, καὶ ἀχρεῖον ἑαυτὸν λέγειν· εὐχα‐ ριστεῖν τῷ ἁγίῳ καὶ ἐνδόξῳ καὶ φοβερῷ Θεῷ, καὶ μηδὲν κατ’ ἐριθείαν καὶ κενοδοξίαν ποιεῖν, ἀλλὰ διὰ τὸν Θεὸν, καὶ πρὸς τὴν ἑαυτοῦ ἀρέσκειαν· Ὅτι ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων. Μὴ
25καυχᾶσθαι τὸ σύνολον, μηδὲ ἐγκώμια ἑαυτοῦ λέγειν, μηδὲ ἄλλου ἐγκωμιάζοντος ἡδέως ἀκούειν· ἐν κρυπτῷ δὲ πάντα δουλεύειν, καὶ μὴ πρὸς ἐπίδειξιν ἀνθρώ‐ πων ποιεῖν· ἀλλὰ μόνον τὸν παρὰ τοῦ Θεοῦ ἔπαινον ζητεῖν, καὶ τὴν φοβερὰν καὶ ἔνδοξον αὐτοῦ παρου‐
30σίαν ἐννοεῖν· τὴν μετάβασιν τὴν ἐντεῦθεν, τὰ ἀπο‐ κείμενα ἀγαθὰ τοῖς δικαίοις, ὁμοίως τὸ ἡτοιμασμέ‐ νον πῦρ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἐπὶ πᾶσι δὲ τούτοις τοῦ ἀποστολικοῦ ῥητοῦ μνημονεύειν· Ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς
35τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Καὶ σὺν τῷ Δαβὶδ προλέγειν· Τοῖς φυλάσσουσι τὰς ἐντολὰς αὐτοῦ ἀνταπόδοσις πολλὴ, μισθὸς πολὺς, καὶ στέφανοι δικαιοσύνης, αἰώνιοι σκηναὶ, ζωὴ ἀτε‐ λεύτητος, χαρὰ ἀνεκλάλητος, μονὴ ἀκατάλυτος παρὰ
40τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, τῷ ἐν οὐρανοῖς ἀληθινῷ Θεῷ· ἐμφανισμὸς προσ‐ ώπου πρὸς πρόσωπον· μετὰ ἀγγέλων χορεῖαι, μετὰ Πατέρων, μετὰ πατριαρχῶν, μετὰ προφητῶν, μετὰ ἀποστόλων, καὶ μαρτύρων, καὶ ὁμολογητῶν,
45καὶ τῶν ἀπ’ αἰῶνος Θεῷ εὐαρεστησάντων, μεθ’ ὧν εὑρεθῆναι σπουδάσωμεν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.652