TLG 2040 040 :: BASILIUS :: Sermo 10 (praevia institutio ascetica) [Dub.]

BASILIUS Theol., Episcopus
(Caesariensis (Cappadociae): A.D. 4)

Sermo 10 (praevia institutio ascetica) [Dub.]

Citation: Volume — page — (line)

31

.

620

(1t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
2tΒΑΣΙΛΕΙΟΥ
3tΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΚΑΠΠΑΔΟΚΙΑΣ
4tΑΣΚΗΤΙΚΑ
8tΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
9tΒΑΣΙΛΕΙΟΥ,
10tἈρχιεπισκόπου Καισαρείας Καππαδοκίας,
11tΑΣΚΗΤΙΚΗ ΠΡΟΔΙΑΤΥΠΩΣΙΣ.
12 Καλὰ μὲν τοῦ βασιλέως τὰ πρὸς τοὺς ὑπηκόους νομοθετήματα· μείζονα δὲ καὶ βασιλικώτερα τὰ πρὸς στρατιώτας παραγγέλματα. Ἅτε οὖν στρατιωτικῶν
15παραγγελμάτων κηρυσσομένων, προσεχέτω ὁ τῆς ἄνω καὶ μεγάλης ἀξίας ἐπιθυμῶν, ὁ Χριστοῦ διὰ παντὸς παραστάτης εἶναι βουλόμενος, ὁ τῆς μεγάλης ἐκείνης ἀκούων φωνῆς· Ἐάν τις ἐμοὶ διακονῇ, ἐμοὶ ἀκολουθείτω. Καὶ ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ διάκονος
20ὁ ἐμὸς ἔστω. Ποῦ Χριστὸς ὁ βασιλεύς; Ἐν οὐρανῷ δηλαδή. Ἐνταῦθά σε ποεῖσθαι τὸν δρόμον, στρατιῶτα, προσήκει. Ἐπιλάθου τῆς κατὰ γῆν ἀναπαύσεως πά‐ σης. Οὐδεὶς στρατιώτης οἰκίαν κατασκευάζει, οὐδὲ κτήσεις ἀγρῶν περιβάλλεται, οὐδὲ ἐμπορίαις ποικί‐
25λαις χρημάτων ποριστικαῖς ἐγκαταμίγνυται. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγμα‐ τείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Τροφὰς στρατιώτης ἔχει βασιλικάς· οὐ δεῖ πορίζειν ἑαυτῷ τροφὰς, οὐδὲ περὶ τοῦτο ἀσχολεῖσθαι. Οἶκος ἀνέῳγεν
30αὐτῷ πανταχῆ παρὰ τοῖς ὑπηκόοις ἐκ βασιλέως προσ‐ τάγματος. Οὐ δεῖ περὶ οἰκίας αὐτῷ διαπονεῖσθαι· ἐπὶ πλατείαις ἡ σκηνὴ, καὶ πρὸς ἀνάγκην ἡ τροφὴ, καὶ
ποτὸν ὕδωρ, καὶ ὑπνοῦν τοσοῦτον, ὅσον ἡ φύσις

31

.

621

δέδωκεν. Ὁδοιπορίαι δὲ καὶ ἀγρυπνίαι πολλαί· καρ‐ τερίαι πρὸς καύματα, πρὸς ψῦχος· ἀγῶνες πρὸς ἐναντίους· κίνδυνοι μέχρι τῶν ἐσχάτων· θάνατος, ἂν τύχῃ, πολλάκις· ἀλλὰ θάνατος ἔνδοξος, τιμαί τε, καὶ
5δῶρα βασιλικά. Ἐπίπονος ἐν πολέμοις ὁ βίος, λαμ‐ πρὸς ἐν εἰρήνῃ. Γέρας ἀριστείας, καὶ στέφανος καλῶς βεβιωκότι ἐν κατορθώμασιν, ἀρχὴν ἐγχειρισθῆναι, φίλον βασιλέως κληθῆναι, παραστῆναι πλησίον, δε‐ ξιώσεως τυχεῖν, ἐκ χειρὸς βασιλέως τετιμῆσθαι, παρὰ
10τοῖς ὑπηκόοις προΐστασθαι, καὶ πρεσβεύειν ὑπὲρ τῶν ἔξωθεν φίλων, ὧν ἂν βούλωνται.
14Ἄγε δὴ, στρατιῶτα Χριστοῦ, μικρὰ ἐξ ἀνθρω‐
15πίνων πραγμάτων λαβὼν παραδείγματα, ἐνθύμησιν λάβε τῶν αἰωνίων ἀγαθῶν. Ἄοικός σοι καὶ ἄπολις καὶ ἀκτήμων προκείσθω βίος. Ἄνετος ἔσο, λελυ‐ μένος ἀπὸ πασῶν κοσμικῶν φροντίδων· μή σε δε‐ σμεύσῃ γυναικὸς ἐπιθυμία, μή σε φροντὶς παιδός.
20Ἀδύνατον γὰρ ἐν τῇ θείᾳ στρατείᾳ τοῦτο. Τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ. Οὐ νικᾷ σε σώματος φύσις, οὐδὲ ἄγχει σε μὴ βουλόμενον· οὐ δεσμώτην ἀντ’ ἐλευθέ‐ ρου ποιεῖ. Οὐ ζήτει ἐν γῇ καταλιπεῖν παῖδας,
25ἀλλ’ ἀναγαγεῖν εἰς τὸν οὐρανόν· οὐ σωματικοῖς προσ‐ κολλᾶσθαι γάμοις, ἀλλὰ πνευματικῶν ὀρέγεσθαι, ἄρχειν ψυχῶν, καὶ παιδογονεῖν πνευματικῶς. Τὸν νυμφίον μιμοῦ τὸν οὐράνιον· καθαίρει πολεμίων ἀο‐ ράτων ἐπαναστάσεις· ἀρχαῖς καὶ ἐξουσίαις πολέμει,
30ἐξελαύνων αὐτὰς πρῶτον μὲν τῆς ἑαυτοῦ ψυχῆς, ἵνα μηδένα κλῆρον ἔχωσιν ἐν σοὶ, ἔπειτα τῶν σοι προσ‐ φευγόντων καί σε προβαλλομένων ἡγεμόνα καὶ πρό‐ μαχον τῶν διὰ τοῦ σοῦ λόγου φυλαττομένων. Καθαί‐ ρει λογισμοὺς ἐπανισταμένους τῇ πίστει τοῦ
35Χριστοῦ· πολέμει διὰ τοῦ λόγου τῆς εὐσεβείας πρὸς τὸν ἀσεβῆ καὶ πονηρὸν λογισμόν. Λογισμοὺς γὰρ, φησὶ, καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Καὶ μάλιστα μὲν θάρ‐ σει τῇ τοῦ μεγάλου βασιλέως χειρὶ, φοβούσῃ καὶ
40τροπουμένῃ τοὺς ὑπεναντίους, ἐπειδὰν μόνον φανῇ· ἐπὰν δὲ καὶ διὰ κινδύνων ἀγαθὸν θέλῃ σε γενέσθαι, καὶ τὸ στράτευμα τὸ ἑαυτοῦ θελήσῃ συμ‐ βαλεῖν τῷ στρατεύματι τῷ ὑπεναντίῳ, ἐνταῦθα σὺ πρὸς πάντα πόνον ἀήττητος ἔσο τῇ παρασκευῇ, καὶ
45πρὸς κίνδυνον ἄτρεπτος τῇ ψυχῇ, καὶ γῆν ἐκ γῆς μετανίστασο προθύμως, καὶ θάλατταν ἐκ θαλάττης. Ὅταν γὰρ διώκωσιν ὑμᾶς, φησὶ, φεύγετε ἀπὸ πόλεως
εἰς πόλιν. Καὶ εἰς δικαστήριον ὅταν δέῃ καλεῖ‐

31

.

624

σθαι, καὶ πρὸς ἄρχοντας παραστῆναι, καὶ δήμων ἐπαναστάσεις ὑπενεγκεῖν, καὶ δημίου βλέμμα φοβε‐ ρὸν ἰδεῖν, καὶ σκληρὰν ἀκοῦσαι φωνὴν, καὶ κολαστη‐ ρίων ὄψιν ὑπομεῖναι χαλεπὴν, καὶ πειραθῆναι βασά‐
5νων, καὶ μέχρι θανάτου διαγωνίσασθαι, μὴ ἀπειθήσῃς πρὸς ἅπαντα ταῦτα, πρὸ ὀφθαλμῶν ἔχων τὸν ὑπὲρ σοῦ ἐν τούτοις γενόμενον Χριστὸν, εἰδὼς, ὅτι διὰ τὸν Χριστὸν ἐν τούτοις γενέσθαι σε δεῖ, καὶ νικήσεις ἐν τούτοις. Νικητῇ γὰρ ἀκολουθεῖς βασιλεῖ, τῆς νίκης
10αὐτοῦ βουλομένῳ σε γενέσθαι κοινωνόν. Οὐδὲ γὰρ ἀποθανὼν ἡττήθης, ἀλλὰ τότε δὴ καὶ τελεώτατα ἐνί‐ κησας, ἄχρι τέλους ἄτρεπτον φυλάξας τὴν ἀλήθειαν σεαυτῷ, καὶ τὴν ὑπὲρ τῆς ἀληθείας παῤῥησίαν ἀμετακίνητον σχών.
16 Καὶ ἀπὸ τοῦ θανάτου μὲν πρὸς αἰώνιον ὁδεύσεις ζωὴν, ἀπὸ δὲ τῆς παρὰ ἀνθρώποις ἀτιμίας ἐπὶ τὴν δόξαν τὴν παρὰ Θεοῦ, καὶ ἀπὸ τῶν ἐν κόσμῳ θλίψεων καὶ κολάσεων ἐπὶ τὰς αἰωνίους ἀναπαύσεις τὰς σὺν
20ἀγγέλοις. Γῆ σε πολίτην οὐκ ἀπεδέξατο, ἀλλ’ οὐρανὸς ὑποδέξεται, κόσμος ἐδίωξεν, ἀλλὰ βαστάσουσιν ἄγγε‐ λοι παραστῆσαί σε Χριστῷ· καὶ φίλος κληθήσῃ, καὶ τὸν ποθεινότατον ἔπαινον ἀκούσεις· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, στρατιῶτα γενναῖε, καὶ μιμητὰ
25τοῦ Δεσπότου, βασιλέως ἀκόλουθε, ἐγώ σε τοῖς ἐμοῖς ἀμείψομαι δώροις· ἐγὼ τῶν σῶν ἀκούσομαι λόγων, ἐπεὶ καὶ σὺ τῶν ἐμῶν. Αἰτήσεις ἀδελφῶν σωτηρίαν καταπονουμένων, καὶ τοῖς κοινωνοῖς τῆς πίστεως καὶ τοῖς μύσταις τῆς ἱερᾶς ἀγάπης λήψῃ παρὰ τοῦ
30βασιλέως τὴν τῶν ἀγαθῶν μετουσίαν· χορεύσεις δὲ τὰς αἰωνίους χορείας, καὶ μεταξὺ τῶν ἀγγέλων στε‐ φανηφορήσεις, βασιλεύων κτίσεως ὑπὸ τῷ βασιλεῖ, καὶ συνδιαιωνίζων μακαρίως τῷ τῆς μακαριότητος χορῷ. Εἰ δὲ καὶ ἐπὶ κόσμου σε καταλεῖψαι ἔτι μετὰ
35τοὺς ἀγῶνας θέλοι, ἵνα καὶ πλείονας ἀγῶνας καὶ ποι‐ κίλους διαγωνίσῃ, καὶ σώσῃς ἐκ τῶν ἀοράτων καὶ ὁρατῶν πολέμων πολλοὺς, μεγάλη σου καὶ κατὰ γῆν ἡ δόξα, καὶ παρὰ τοῖς φίλοις ἔσῃ τίμιος, προστάτην σε καὶ βοηθὸν καὶ πρεσβευτὴν ἀγαθὸν εὑρηκόσιν. Οὗτοι
40θρέψουσιν ὡς στρατιώτην ἀγαθόν· οὗτοι τιμήσουσιν ὡς ἀριστέα γενναῖον· οὗτοι δεξιώσονται καὶ μετὰ χαρᾶς ὑποδέξονται ὡς ἄγγελον Θεοῦ δεχόμενοι, καθὰ Παῦλός φησιν, ὡς Χριστὸν Ἰησοῦν. Ταῦτα καὶ τὰ τοιαῦτα τῆς θείας στρατείας τὰ παραδείγματα. Διαλέγεται δὲ
45οὐκ ἀνδράσι μόνοις ὁ λόγος. Στρατεύεται γὰρ καὶ τὸ θῆλυ παρὰ Χριστῷ, τῇ ψυχικῇ ἀνδρείᾳ κατα‐
λεγόμενον εἰς τὴν στρατείαν, καὶ οὐ διὰ τὴν τοῦ σώ‐

31

.

625

ματος ἀσθένειαν ἀποδοκιμαζόμενον, καὶ πολλαὶ γυ‐ ναῖκες ἠρίστευσαν ἀνδρῶν οὐκ ἔλαττον. Εἰσὶ δὲ αἳ καὶ μειζόνως εὐδοκίμησαν. Ἐκ τούτων εἰσὶν αἱ τῆς παρθενίας πληροῦσαι τὸν χορόν. Ἐκ τούτων αἳ τοῖς
5ἀγῶσι τῆς ὁμολογίας καὶ ταῖς νίκαις τῆς μαρτυρίας ἐκλάμπουσιν. Ἠκολούθουν δὲ καὶ αὐτῷ τῷ Κυρίῳ κατὰ τὴν παρουσίαν οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖ‐ κες, καὶ δι’ ἀμφοτέρων ἡ λειτουργία τοῦ Σωτῆρος ἐπετελεῖτο. Τοιούτων καὶ οὕτως ἐνδόξων ἀποκειμένων
10τῇ στρατείᾳ τῇ κατὰ Χριστὸν, ἐπιθυμείτωσαν. αὐτῆς καὶ πατέρες παίδων, καὶ μητέρες θυγατέρων. Προσαγέτωσαν τὰ αὑτῶν γεννήματα, χαίροντες ἐπὶ ταῖς αἰωνίοις ἐλπίσιν, ὧν οἱ παῖδες αὐτοῖς μεθέξουσι, προστάτας ἔχειν παρὰ Χριστῷ καὶ πρεσβευτὰς ἀγα‐
15θοὺς ἐπιθυμοῦντες. Καὶ μὴ μικρόψυχοι περὶ τοὺς παῖδας γενώμεθα, μηδὲ φοβηθῶμεν εἰ πονήσουσιν, ἀλλ’ εὐφρανθῶμεν, ὅτι δοξασθήσονται. Παραστήσωμεν τῷ Κυρίῳ τὰ δοθέντα παρ’ αὐτοῦ, ἵνα καὶ τῆς εὐδο‐ κιμήσεως τῶν παίδων γενώμεθα κοινωνοὶ, συμπροσ‐
20άγοντες ἑαυτοὺς καὶ συμπαριστῶντες. Τοῖς δὴ οὕτω προθυμουμένοις καὶ οὕτως ἀγωνιζομένοις καλῶς ἄν τις ἐκ τοῦ Ψαλμῳδοῦ λέγοι· Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ κατὰ τὸν Μωσέα, εὔξεται περὶ αὐτῶν·
25Εὐλόγει, Κύριε, τὰ ἔργα αὐτῶν· κάταξον ὀφρὺν ἀνθεστηκότων αὐτοῖς. Ἀνδρίζεσθε ὡς γενναῖοι, δράμετε γενναίως τὸν δρόμον ἐπὶ τοῖς αἰωνίοις στε‐ φάνοις, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα
εἰς τοὺς αἰῶνας. Ἀμήν.