TLG 2040 039 :: BASILIUS :: Contra Sabellianos et Arium et Anomoeos

BASILIUS Theol., Episcopus
(Caesariensis (Cappadociae): A.D. 4)

Contra Sabellianos et Arium et Anomoeos

Citation: Volume — page — (line)

21tΟΜΙΛΙΑ ΚΔʹ.
22tΚατὰ Σαβελλιανῶν, καὶ Ἀρείου, καὶ τῶν Ἀνο‐
23tμοίων.
24Μάχεται Ἰουδαϊσμὸς Ἑλληνισμῷ, καὶ ἀμφότε‐
25ροι Χριστιανισμῷ, ὥσπερ Αἰγύπτιοι καὶ Ἀσσύριοι καὶ ἀλλήλοις ἦσαν πολέμιοι καὶ τῷ Ἰσραήλ· ὡς καὶ ἐπὶ τῆς κακίας εὑρίσκομεν δειλίαν καὶ θράσος καὶ ἀλλήλοις ἀντικείμενα, καὶ τῇ ἀνδρίᾳ. Τοιαύτη τίς ἐστι καὶ πρὸς τὴν ὀρθότητα τῆς ὁμολογίας ἑκατέρωθεν
30παρακειμένη μάχη· ἐντεῦθεν μὲν Σαβελλίου, ἑτέ‐ ρωθεν δὲ τῶν τὸ ἀνόμοιον κηρυσσόντων. Ἡμεῖς δὲ, ὥσπερ ἀπεφύγομεν Ἕλληνας, καὶ τὴν πονηρὰν εἰ‐ δωλολατρείαν ἐξετράπημεν, καὶ τὸ πολύθεον αὐ‐ τῶν ἄθεον εἶναι κατέγνωμεν· οὕτως ἀπεφύγομεν
35καὶ τὴν τῶν Ἰουδαίων βλασφημίαν τῶν τὸν Υἱὸν τοῦ Θεοῦ ἀρνουμένων, φοβηθέντες ἐκείνην τὴν ἀπειλήν· Ὃς ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώ‐ πων, ἀπαρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Φεύγωμεν δὴ οὖν,
40ὡς τὸ εἰκὸς, καὶ τοὺς τὰ συγγενῆ τούτοις κατὰ τοῦ λόγου τῆς ἀληθείας ἐπεξευρίσκοντας. Ἐπειδὴ γὰρ εἶδεν ὁ σοφὸς τοῦ κακοποιῆσαι διάβολος τὴν πρὸς Ἕλληνας καὶ Ἰουδαίους τῶν Χριστιανῶν ἀλλοτρίω‐ σιν, καὶ ὅτι εὐθὺς ἐκ τῶν ὀνομάτων ἔχομεν πρὸς
45αὐτοὺς πολεμίως, τὸ ἡμέτερον ἐπιθεὶς ἑκατέροις ὄνομα, οὕτως ἐπεισάγειν ἐπιχειρεῖ πάλιν τὴν Ἰου‐ δαϊκὴν ἄρνησιν, καὶ τὴν Ἑλληνικὴν πολυθεΐαν. Οἱ μὲν γὰρ ἔργον Θεοῦ εἶναι λέγοντες τὸν Μονογενῆ,
καὶ ποίημα, εἶτα προσκυνοῦντες καὶ θεολογοῦν‐

31

.

601

τες, ἐκ τοῦ λατρεύειν τῇ κτίσει, καὶ μὴ τῷ κτί‐ σαντι, τὰ τῶν Ἑλλήνων ἄντικρυς ἐπεισάγουσιν· οἱ δὲ τὸν ἐκ Θεοῦ Θεὸν ἀρνούμενοι, καὶ ὀνόματι μὲν ὁμολογοῦντες Υἱὸν, ἔργῳ δὲ καὶ ἀληθείᾳ τὴν
5ὕπαρξιν ἀθετοῦντες, τὸν Ἰουδαϊσμὸν πάλιν ἀνα‐ νεοῦνται. Καὶ γὰρ ὅταν ὁμολογῶσι Λόγον, τῷ ἐνδια‐ θέτῳ αὐτὸν παρεικάζουσι· καὶ σοφίαν λέγοντες, ὁμοίαν εἶναι λέγουσι τῇ ἕξει τῇ ἐν ψυχῇ τῶν πεπαι‐ δευμένων συνισταμένῃ· καὶ διὰ τοῦτο πρόσωπον ἓν
10Πατρὸς καὶ Υἱοῦ, ἐπειδὴ καὶ ἄνθρωπος εἷς λέγεται, οὐ διαιρούμενος ἀπὸ τοῦ ἐνυπάρχοντος αὐτῷ λόγου καὶ τῆς σοφίας. Καίτοι ὁ εὐαγγελιστὴς εὐθὺς ἐκ προοιμίων βοᾷ· Καὶ Θεὸς ἦν ὁ Λόγος, ἰδίαν ὕπαρξιν διδοὺς τῷ Υἱῷ. Εἰ γὰρ ἐν καρδίᾳ ἦν
15ὁ Λόγος, πῶς ἂν ἐνοήθη Θεός; πῶς δ’ ἂν ἦν πρὸς τὸν Θεόν; Ἐπειδὴ οὔτε ὁ ἐν ἀνθρώπῳ λόγος ἄνθρωπος, οὔτε πρὸς αὐτὸν εἶναι λέγεται, ἀλλ’ ἐν αὐτῷ. Οὔτε γὰρ ζῶν ἐστιν, οὔτε ὑφεστώς· ὁ δὲ τοῦ Θεοῦ Λόγος ζωή ἐστι καὶ ἀλήθεια. Καὶ ὁ μὲν λόγος
20ὁ ἡμέτερος ὁμοῦ τε ἐλέχθη καὶ οὐκ ἔστι· περὶ δὲ τοῦ Θεοῦ Λόγου τί φησιν ὁ ψαλμός; Εἰς τὸν αἰῶνα, Κύριε, ὁ Λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. Καὶ ἐντεῦθεν μὲν οὗτος ὁ πόλεμος· ἑτέρωθεν δὲ τίς καὶ ποῖός ἐστιν ὁ κατὰ τῆς ἀληθείας ἀγών; Τὴν
25μὲν ὕπαρξιν συγχωροῦσι, καὶ ἴδιον εἶναι πρόσωπον Υἱοῦ, καὶ ἴδιον Πατρὸς συντίθενται· ἀνομοιότητα δὲ τῆς φύσεως παρεισάγουσι. Καὶ τὸ τοῦ Υἱοῦ ὄνομα μέχρι φωνῆς συγχωροῦσι, τῇ δὲ ἀληθείᾳ πρὸς τὴν κτίσιν αὐτὸ κατάγουσιν· οὐ δυσωπούμενοι τὴν φω‐
30νὴν τοῦ Κυρίου, ἑαυτὸν προδεικνύντος τῷ πρὸς τὴν τοῦ Πατρὸς θεωρίαν ἐπειγομένῳ. Ὁ ἑωρακὼς γὰρ ἐμὲ, φησὶν, ἑώρακε τὸν Πατέρα. Αὕτη δὲ ἡ φωνὴ ὀρθῶς λογιζομένοις ἀμφοτέρων ἐμφράττει τὰς βλασ‐ φημίας. Οὔτε γὰρ ἑαυτὸν εἶναι τὸν Πατέρα φάσκει,
35ὅς γε διαιρεῖ τὰ πρόσωπα φανερῶς ἐν τῷ λέγειν· Ὁ ἑωρακὼς ἐμέ. Δείκνυσι γὰρ ἐκ τούτου τὸ ἴδιον αὐτοῦ πρόσωπον· Ἑώρακε τὸν Πατέρα, ἀναφέρων ἐπὶ τὸ πατρικὸν πρόσωπον, καὶ διαιρῶν ἀφ’ ἑαυτοῦ προδήλως, καὶ ἐν τῷ λέγειν· Εἰ ἐγνώκειτέ με, καὶ
40τὸν Πατέρα μου ἂν ᾔδειτε. Οὐ γὰρ σύγχυσιν τῶν προσώπων ἐμφαίνει ταῦτα, ἀλλὰ τὸ ἀπαράλλακτον τῆς θεότητος παρίστησιν. Ἀκουέτωσαν δὲ τὸν αὐτὸν λόγον καὶ οἱ ἐναντίοι· ὅτι ὁ τῆς τοῦ Υἱοῦ κατ‐ ηξιωμένος κοινωνίας οὐκ ἀπεστέρηται τοῦ Πατρός.
45Οὐ γὰρ ἀλλοῖον ὁ γεννήτωρ ἐγέννα, ἀλλὰ τοιοῦτον οἷος αὐτός ἐστιν. Ἄκουε, ὁ Ἀνόμοιος· Ἐγὼ καὶ ὁ
Πατὴρ ἕν ἐσμεν. Ἄκουε καὶ σὺ, ὁ Σαβέλλιος· Ἐγὼ

31

.

604

ἐκ τοῦ Πατρὸς ἐξῆλθον, καὶ πρὸς αὐτὸν ὑπάγω. Καὶ ἑκάτερος ὑμῶν τὸ ἴδιον τραῦμα ἐκ τοῦ εὐαγγε‐ λικοῦ διδασκαλίου θεραπευέσθω. Καὶ σὺ μὲν τὴν ἑνότητα λάμβανε ἐπὶ τὸ τῆς φύσεως ἀπαράλλακτον·
5σὺ δὲ τὸ, Ἀπ’ αὐτοῦ ἐξῆλθον, καὶ πρὸς αὐτὸν πορεύομαι, ἐπὶ τὸ τῶν προσώπων διάφορον. Συμβῶμεν οὖν ἐπὶ τούτοις, καὶ εἰρηνεύσωμεν, καὶ καταθώμεθα τὸν μακρὸν κατὰ τῆς εὐσεβείας πόλε‐ μον· ῥίψαντες μὲν τὰ ἠκονημένα ταῦτα τῆς ἀσεβείας
10ὅπλα, καὶ μεταχαλκεύσαντες τὰς ζιβύνας εἰς ἄρο‐ τρα, καὶ τὰς μαχαίρας εἰς δρέπανα. Μήτε σὺ λέγε μόνον, ἀλλ’ ἀκολούθει τῷ λέγοντι· Οὐκ εἰμὶ μόνος, ὅτι ὁ πέμψας με Πατὴρ μετ’ ἐμοῦ ἐστιν. Ἄλλος οὖν ὁ πέμψας Πατὴρ, καὶ ἄλλος ὁ πεμφθεὶς
15Υἱός. Καὶ πάλιν, Ἐγὼ, φησὶ, μαρτυρῶ περὶ ἐμαυ‐ τοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ. Καὶ, Ἐν τῷ νόμῳ δὲ, φησὶ, τῷ ὑμετέρῳ γέγρα‐ πται, ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν. Ἀρίθμησον, εἰ βούλει, τὰ πρόσωπα. Ἐγὼ,
20φησὶν, εἰμὶ ὁ μαρτυρῶν. Εἷς. Καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με. Δύο. Καὶ οὐκ ἐγὼ οὕτω τολμη‐ ρῶς ἀριθμῶ, ἀλλ’ αὐτὸς ὁ Κύριος ἐδίδαξεν, εἰπών· Ἐν τῷ νόμῳ τῷ ὑμετέρῳ γέγραπται, ὅτι ἀνθρώ‐ πων δύο ἡ μαρτυρία ἀληθής ἐστι. Καὶ σὺ δὲ, ὁ
25κατ’ ἄλλο εἶδος τῆς ἀσεβείας θεομαχῶν, ὁ ἀνόμοιον εἶναι λέγων τῇ φύσει τὸν Υἱὸν τῷ Θεῷ, ὁ τὴν ἰσό‐ τητα μὴ διδοὺς, ὁ διάστασιν ζωῆς ἐμποιῶν δυσωπήθητι Παῦλον λέγοντα· Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου· καὶ δὸς τῇ ζώσῃ εἰκόνι ἀπαρ‐
30αλλάκτως ἔχειν πρὸς τὴν ζωὴν τὴν ἀρχέτυπον. Ὁμολόγει Πατέρα Υἱοῦ, μὴ κτίσματος, δημιουργόν. Καὶ ἐν τῇ ἀληθινῇ τοῦ Πατρὸς ὁμολογίᾳ δὸς τὴν τοῦ γεννηθέντος πρὸς αὐτὸν ὁμοτιμίαν, μνησθεὶς τῆς τοῦ εὐαγγελιστοῦ μαρτυρίας, ὅτι Πατέρα ἔλε‐
35γεν ἑαυτοῦ τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Τὸ δὲ ἰσάζειν τῷ γεγεννηκότι κατὰ τὴν φύσιν νοεῖται, οὐ κατὰ μεγέθους σωματικοῦ παραμέτρη‐ σιν. Πῶς δὲ οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, εἰ, ὡς σὺ βλασφημεῖς, οὐδέποτε ἴσος; Πῶς δὲ
40καὶ ἐν μορφῇ Θεοῦ ὑπῆρχεν ὁ, κατὰ τὸν σὸν λόγον, μηδέποτε ὅμοιος; Ἀλλ’ ὁ μὲν πόλεμος ἑκατέρωθεν ἡμῖν τοιοῦτος· ἡ δὲ ἀλήθεια τίς; Μήτε σὺ φοβοῦ τὴν τῶν προσώπων ὁμολογίαν, ἀλλὰ λέγε Πατέρα, λέγε καὶ Υἱὸν, μὴ
45ἑνὶ πράγματι δύο ὀνόματα ἐπιφθεγγόμενος, ἀλλ’ ἐξ ἑκατέρας τῆς προσηγορίας ἰδίαν ἔννοιαν διδασκόμε‐ νος. Δεινὴ γὰρ ἀγνωμοσύνη μὴ καταδέχεσθαι τὰ
διδάγματα τοῦ Κυρίου, εὐκρινῶς διιστῶντος

31

.

605

ἡμῖν τῶν προσώπων τὴν ἑτερότητα. Ἐὰν γὰρ ἀπέλθω, φησὶ, παρακαλέσω τὸν Πατέρα, καὶ ἄλ‐ λον πέμψει Παράκλητον ὑμῖν. Οὐκοῦν Υἱὸς μὲν ὁ παρακαλῶν, Πατὴρ δὲ ὁ παρακαλούμενος, Παράκλη‐
5τος δὲ ὁ ἀποστελλόμενος. Ἆρ’ οὖν οὐ φανερῶς ἀναι‐ σχυντεῖς ἀκούων, Ἐγὼ περὶ τοῦ Υἱοῦ, Ἐκεῖνος δὲ περὶ τοῦ Πατρὸς, Ἄλλος περὶ τοῦ Πνεύματος τοῦ ἁγίου, καὶ πάντα φύρων, καὶ πάντα συγχέων, καὶ ἑνὶ πράγματι τὰς πάσας προσηγορίας περιτιθείς;
10Μὴ μέντοι μηδὲ σὺ ἅρπαγμα πρὸς τὴν ἀσέβειαν λά‐ βῃς τὴν τῶν προσώπων διαίρεσιν. Εἰ γὰρ καὶ δύο τῷ ἀριθμῷ, ἀλλὰ τῇ φύσει οὐ διέζευκται· οὐδὲ ὁ τὰ δύο λέγων ἀλλοτρίωσιν ἐπεισάγει. Εἷς Θεὸς, ὅτι καὶ Πατήρ· εἷς Θεὸς δὲ καὶ ὁ Υἱὸς, καὶ οὐ δύο θεοὶ,
15ἐπειδὴ ταυτότητα ἔχει ὁ Υἱὸς πρὸς τὸν Πατέρα. Οὐ γὰρ ἄλλην ἐν Πατρὶ καθορῶ θεότητα, καὶ ἄλλην ἐν Υἱῷ· οὐδ’ ἑτέραν φύσιν ἐκείνην, καὶ ἑτέραν ταύτην. Ἵνα μὲν οὖν τρανωθῇ σοι τῶν προσώπων ἡ ἰδιότης, ἀρίθμει ἰδίᾳ Πατέρα, καὶ ἰδίᾳ Υἱόν· ἵνα δὲ μὴ εἰς
20πολυθεΐαν ἀποσχισθῇς, μίαν ὁμολόγει ἐπ’ ἀμφοῖν τὴν οὐσίαν. Οὕτω καὶ Σαβέλλιος πίπτει, καὶ ὁ Ἀνόμοιος συντριβήσεται. Ὅταν δὲ εἴπω μίαν οὐσίαν, μὴ δύο ἐξ ἑνὸς με‐ ρισθέντα νόει, ἀλλ’ ἐκ τῆς ἀρχῆς τοῦ Πατρὸς τὸν
25Υἱὸν ὑποστάντα, οὐ Πατέρα καὶ Υἱὸν ἐκ μιᾶς οὐ‐ σίας ὑπερκειμένης. Οὐ γὰρ ἀδελφὰ λέγομεν, ἀλλὰ Πατέρα καὶ Υἱὸν ὁμολογοῦμεν. Τὸ δὲ τῆς οὐσίας ταυτὸν, ἐπειδὴ ἐκ τοῦ Πατρὸς ὁ Υἱὸς, οὐ προστάγ‐ ματι ποιηθεὶς, ἀλλ’ ἐκ τῆς φύσεως γεννηθείς· οὐκ
30ἀπομερισθεὶς τοῦ Πατρὸς, ἀλλὰ μένοντος τελείου τέλειος ἀπολάμψας. Καὶ μή μοι περιδραμόντες, ὅσοι ἢ μὴ τελείως τοῖς λεγομένοις ἠκολουθήσατε, ἢ πρὸς ἐπήρειαν ἡμᾶς περιεστήκατε, οὐ λαβεῖν τι παρ’ ἡμῶν ὠφέλιμον ἐπιζητοῦντες, ἀλλὰ λαβέσθαι
35τινὸς τῶν λεγομένων ἐπιτηροῦντες, εἴπητε· Δύο θεοὺς κηρύσσει, πολυθεΐαν καταγγέλλει. Οὐ δύο θεοί· οὐδὲ γὰρ δύο πατέρες. Ὁ μὲν ἀρχὰς εἰσάγων δύο, δύο κηρύττει θεούς. Τοιοῦτος δέ ἐστι Μαρ‐ κίων, καὶ εἴ τις ἐκείνῳ τὴν ἀσέβειαν παραπλήσιος.
40Καὶ πάλιν ὁ ἑτερούσιον λέγων τὸν γεγεννημένον πρὸς τὸν γεννήσαντα, δύο καὶ οὗτος λέγει θεοὺς, διὰ τὴν τῆς οὐσίας ἀνομοιότητα τὸ πολύθεον παρ‐ εισάγων. Εἰ γὰρ μία μὲν θεότης ἀγέννητος, μία δὲ γεννητὴ, σὺ εἶ ὁ τὴν πολυθεΐαν κηρύσσων, ἐναντίον
45μὲν λέγων εἶναι τὸ ἀγέννητον τῷ γεννητῷ, ἐναντίας δὲ δηλονότι καὶ τὰς οὐσίας τιθέμενος· εἴπερ οὐσία μὲν τοῦ Πατρὸς ἡ ἀγεννησία· οὐσία δὲ τοῦ Υἱοῦ ἡ γέννησις. Ὥστε οὐ δύο μόνον θεοὺς, ἀλλὰ καὶ μαχομένους ἀλλήλοις λέγεις· καὶ τὸ δεινότατον, οὐ

31

.

605

(50)

προαιρέσει διδοὺς τὴν μάχην, ἀλλὰ φυσικῇ δια‐ στάσει, μηδέποτε ἐλθεῖν εἰς εἰρηνικὴν σύμβασιν δυναμένῃ. Ἀλλ’ ὁ τῆς ἀληθείας λόγος ἑκατέρωθεν τὰ ἐναντιώματα διαπέφευγεν. Ὅπου γὰρ μία μὲν
ἡ ἀρχὴ, ἓν δὲ τὸ ἐξ αὐτῆς, καὶ ἓν μὲν τὸ ἀρχέτυ‐

31

.

608

πον, μία δὲ ἡ εἰκὼν, ὁ τῆς ἑνότητος λόγος οὐ δια‐ φθείρεται. Διότι γεννητῶς ὑπάρχων ἐκ τοῦ Πα‐ τρὸς ὁ Υἱὸς, καὶ φυσικῶς ἐκτυπῶν ἐν ἑαυτῷ τὸν Πατέρα, ὡς μὲν εἰκὼν, τὸ ἀπαράλλακτον ἔχει, ὡς
5δὲ γέννημα, τὸ ὁμοούσιον διασώζει. Οὐδὲ γὰρ ὁ κατὰ τὴν ἀγορὰν τῇ βασιλικῇ εἰκόνι ἐνατενίζων, καὶ βασιλέα λέγων τὸν ἐν τῷ πίνακι, δύο βασιλέας ὁμολογεῖ, τήν τε εἰκόνα, καὶ τὸν οὗ ἐστιν ἡ εἰκών· οὔτε, ἐὰν, δείξας τὸν ἐν τῷ πίνακι γεγραμμένον,
10εἴπῃ· Οὗτός ἐστιν ὁ βασιλεὺς, ἀπεστέρησε τὸ πρω‐ τότυπον τῆς τοῦ βασιλέως προσηγορίας. Μᾶλλον μὲν οὖν ἐκείνῳ τὴν τιμὴν ἐβεβαίωσε διὰ τῆς τού‐ του ὁμολογίας. Εἰ γὰρ ἡ εἰκὼν βασιλεὺς, πολλῷ δήπου εἰκὸς βασιλέα εἶναι τὸν τῇ εἰκόνι παρασχό‐
15μενον τὴν αἰτίαν. Ἀλλ’ ἐνταῦθα μὲν ξύλα, καὶ κηρὸς, καὶ ζωγράφου τέχνη τὴν εἰκόνα ποιεῖ φθαρ‐ τὴν, φθαρτοῦ μίμημα, καὶ τεχνητὴν τοῦ ποιη‐ θέντος· ἐκεῖ δὲ, ὅταν ἀκούσῃς εἰκόνα, ἀπαύγασμα νόει τῆς δόξης. Τί δὲ τὸ ἀπαύγασμα, καὶ τίς ἡ δόξα;
20Αὐτὸς εὐθὺς ἡρμήνευσεν ὁ Ἀπόστολος ἐπάγων· Καὶ χαρακτὴρ τῆς ὑποστάσεως. Ταυτὸν οὖν ἐστι τῇ δόξῃ μὲν ἡ ὑπόστασις, τῷ ἀπαυγάσματι δὲ ὁ χαρα‐ κτήρ. Ὥστε, τελείας μενούσης καὶ μηδὲν μειουμέ‐ νης τῆς δόξης, τέλειον πρόεισι τὸ ἀπαύγασμα. Καὶ
25οὕτως ὁ τῆς εἰκόνος λόγος, θεοπρεπῶς παραδεχθεὶς, τὴν ἑνότητα ἡμῖν παρίστησι τῆς θεότητος. Οὗτος γὰρ ἐν ἐκείνῳ, κἀκεῖνος ἐν τούτῳ. Ὅτι καὶ οὗτος τοιοῦτός ἐστιν, οἷος ἐκεῖνος· κἀκεῖνος, οἷος οὗτος. Οὕτως ἑνοῦται τὰ δύο, τῷ μὴ διαλλάττειν, μηδὲ
30καθ’ ἕτερον εἶδος καὶ ξένον χαρακτῆρα νοεῖσθαι τὸν Υἱόν. Πάλιν οὖν λέγω· Εἷς καὶ εἷς, ἀλλ’ ἡ φύσις ἀμέριστος, καὶ ἡ τελειότης ἀνελλιπής. Εἷς οὖν Θεὸς, ἐπειδὴ δι’ ἀμφοτέρων ἓν εἶδος θεωρεῖται ὁλο‐ κλήρως ἐν ἀμφοτέροις δεικνύμενον. Ἀλλὰ γὰρ πά‐
35λαι ὁρῶ δυσανασχετοῦντας ὑμᾶς πρὸς τὸν λόγον, καὶ μονονουχὶ ἀκούειν δοκῶ, ὅτι τοῖς ὁμολογου‐ μένοις ἐνδιατρίβων, τῶν πολυθρυλλήτων ζητημάτων οὐχ ἅπτομαι. Πᾶσα γὰρ ἀκοὴ νῦν πρὸς τὴν ἀκρόα‐ σιν τῶν λόγων τῶν περὶ τοῦ ἁγίου Πνεύματος
40ἀνηρέθισται. Ἐγὼ δὲ μάλιστα ἠβουλόμην, ὡς παρ‐ έλαβον ἁπλοϊκῶς, ὡς συνεθέμην ἀνεπιτηδεύτως, οὕτω παραδιδόναι τοῖς ἀκούουσι· μὴ ἀεὶ περὶ τῶν αὐτῶν ἀπαιτούμενος τὰς εὐθύνας, ἀλλ’ ἐκ μιᾶς ὁμολογίας πεπεισμένους ἔχων τοὺς διδαχθέντας.
45Ἐπειδὴ δὲ περιεστήκατε ἡμᾶς, δικασταὶ μᾶλλον

31

.

609

ἢ μαθηταὶ, ἡμᾶς δοκιμάσαι βουλόμενοι, οὐκ αὐτοί τι λαβεῖν ἐπιζητοῦντες· ἀνάγκη ἡμᾶς ὥσπερ ἐν δικαστηρίῳ τὴν ἀντιλογίαν προτείνεσθαι, καὶ ἀεὶ μὲν ἀνακρίνεσθαι, ἀεὶ δὲ λέγειν ἃ παρειλήφαμεν.
5Ὑμᾶς δὲ παρακαλοῦμεν μὴ ἐκ παντὸς τρόπου ζη‐ τεῖν τὸ ὑμῖν ἀρέσκον παρ’ ἡμῶν ἀκοῦσαι, ἀλλ’ ὃ τῷ Κυρίῳ εὐάρεστόν ἐστι, καὶ σύμφωνον ταῖς Γρα‐ φαῖς, καὶ μὴ μαχόμενον τοῖς Πατράσιν. Ἃ τοίνυν ἐλέγομεν περὶ τοῦ Υἱοῦ, ὅτι δεῖ ὁμολογεῖν ἴδιον
10αὐτοῦ πρόσωπον, ταῦτ’ ἔχομεν λέγειν καὶ περὶ τοῦ Πνεύματος τοῦ ἁγίου. Οὐ γὰρ ταυτόν ἐστι τῷ Πατρὶ τὸ Πνεῦμα, διὰ τὸ γεγράφθαι, ὅτι Πνεῦμα ὁ Θεός. Οὐδὲ πάλιν Υἱοῦ καὶ Πνεύματος ἓν πρόσωπόν ἐστιν, ἐπειδὴ εἴρηται· Εἰ δέ τις Πνεῦμα Χριστοῦ
15οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ· ὁ δὲ Χριστὸς ἐν ὑμῖν. Ἐντεῦθεν γὰρ ἠπατήθησάν τινες Πνεῦμα καὶ Χριστὸν τὸν αὐτὸν εἶναι. Ἀλλὰ τί φαμεν; Ὅτι τὸ τῆς φύσεως οἰκεῖον ἐντεῦθεν ἐμφαίνεται, οὐχὶ προσώπων σύγχυσις. Ἔστι μὲν γὰρ ὁ Πατὴρ, τέ‐
20λειον ἔχων τὸ εἶναι καὶ ἀνενδεὲς, ῥίζα καὶ πηγὴ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· ἔστι δὲ ὁ Υἱὸς ἐν πλήρει θεότητι ζῶν Λόγος, καὶ γέννημα τοῦ Πα‐ τρὸς ἀνενδεές· πλῆρες δὲ καὶ τὸ Πνεῦμα, οὐ μέρος ἑτέρου, ἀλλὰ τέλειον καὶ ὁλόκληρον ἐφ’ ἑαυτοῦ
25θεωρούμενον. Καὶ συνῆπται μὲν ὁ Υἱὸς τῷ Πατρὶ ἀδιαστάτως· συνῆπται δὲ τῷ Υἱῷ τὸ Πνεῦμα. Τὸ γὰρ διορίζον οὐκ ἔστιν, οὐδὲ τὸ διατέμνον τὴν ἐξ ἀϊδίου συνάφειαν. Αἰὼν γὰρ οὐδεὶς μεταξὺ παρεμπί‐ πτει· οὐδὲ μὴν δέχεται ἡ ψυχὴ ἡμῶν ἐπίνοιαν χωρι‐
30σμοῦ, ὡς ἢ τοῦ Μονογενοῦς μὴ συνόντος ἀεὶ τῷ Πατρὶ, ἢ τοῦ ἁγίου Πνεύματος μὴ συνυπάρχοντος τῷ Υἱῷ.
34Ὅταν οὖν ποτε συνάψωμεν τὴν Τριάδα, μὴ ὡς
35ἑνὸς πράγματος ἀδιαιρέτου μέρη φαντάζου τὰ τρία (δυσσεβὴς γὰρ ὁ λογισμός), ἀλλὰ τριῶν ἀσωμάτων τελείων ἀχώριστον δέχου τὴν συνουσίαν. Ὅπου γὰρ ἁγίου Πνεύματος παρουσία, ἐκεῖ καὶ Χριστοῦ ἐπιδημία· ὅπου δὲ Χριστὸς, ἐκεῖ καὶ ὁ Πατὴρ πάρ‐
40εστι δηλονότι. Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστι; Καὶ, Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. Ἁγιαζόμενοι οὖν διὰ τοῦ Πνεύμα‐ τος, δεχόμεθα τὸν Χριστὸν κατοικοῦντα ἡμῶν εἰς τὸν
45ἔσω ἄνθρωπον, καὶ μετὰ τοῦ Χριστοῦ τὸν Πατέρα, κοινὴν ποιούμενον τὴν μονὴν παρὰ τοῖς ἀξίοις. Ταύ‐ την δὲ τὴν συνάφειαν δηλοῖ καὶ ἡ παράδοσις τοῦ βαπτίσματος, καὶ ἡ ὁμολογία τῆς πίστεως. Εἰ γὰρ ἀλλότριον ἦν τῇ φύσει, πῶς συνηριθμεῖτο τὸ Πνεῦμα;

31

.

609

(50)

Καὶ εἰ χρόνοις ὕστερον προσγενόμενον Πατρὶ καὶ Υἱῷ, πῶς τῇ ἀϊδίῳ συνετάσσετο φύσει; Οἱ δὲ χωρί‐ ζοντες Πατρὸς καὶ Υἱοῦ καὶ τῇ κτίσει συναριθμοῦν‐ τες τὸ Πνεῦμα ἀτελὲς μὲν ποιοῦσι τὸ βάπτισμα,
ἐλλιπῆ δὲ τὴν ὁμολογίαν τῆς πίστεως. Οὔτε γὰρ ἡ

31

.

612

Τριὰς μένει Τριὰς, ὑφαιρουμένου τοῦ Πνεύματος. Καὶ εἰ ἕν τι πάλιν ἀπὸ τῆς κτίσεως προσαφθείη, πᾶσα ἡ κτίσις συνεισελεύσεται εἰς τὴν τοῦ Πατρὸς καὶ Υἱοῦ συναρίθμησιν. Τί γὰρ κωλύει λέγειν·
5Πιστεύομεν εἰς Πατέρα καὶ Υἱὸν καὶ εἰς πᾶσαν τὴν κτίσιν; Εἰ γὰρ εὐσεβὲς τὸ πιστεύειν εἰς μέρος τῆς κτίσεως, πολλῷ δήπου σεμνότερον τὸ πᾶσαν τὴν κτί‐ σιν εἰς τὴν ὁμολογίαν παραλαμβάνειν. Πιστεύων δὲ εἰς πᾶσαν τὴν κτίσιν, οὐκ εἰς ἀγγέλους πιστεύεις μό‐
10νον καὶ τὰ λειτουργικὰ πνεύματα, ἀλλὰ καὶ εἴ τινες ἀντικείμεναι δυνάμεις εἰσὶν, ἐπειδὴ καὶ αὐταὶ μέ‐ ρος εἰσὶ τῆς κτίσεως, καὶ ταύταις συνθήσῃ κατὰ τὴν πίστιν. Οὕτως ἡ κατὰ τοῦ Πνεύματος βλασφη‐ μία εἰς δυσσεβεῖς καὶ ἀθεμίτους περιάγει σε λόγους.
15Ὁμοῦ τε γὰρ εἶπας ἃ μὴ δεῖ περὶ τοῦ Πνεύμα‐ τος, καὶ ἐπεσήμηνέ σοι ἡ τοῦ Πνεύματος ἐγκατά‐ λειψις. Ὡς γὰρ ὁ ἐπιμύσας τοὺς ὀφθαλμοὺς οἰκεῖον ἔχει τὸ σκότος, οὕτως ὁ ἀναχωρήσας τοῦ Πνεύματος, ἔξω γενόμενος τοῦ φωτίζοντος, ὑπὸ τῆς κατὰ ψυχὴν
20ἀορασίας συγκέχυται. Ἀλλὰ μὴ χωρίσῃς Πατρὸς καὶ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, δυσωπείτω σε ἡ παράδοσις. Ὁ Κύριος οὕτως ἐδίδαξεν, ἀπόστολοι ἐκήρυξαν, Πατέρες δι‐ ετήρησαν, μάρτυρες ἐβεβαίωσαν. Ἀρκέσθητι λέγειν
25ὡς ἐδιδάχθης, καὶ μή μοι τὰ σοφὰ ταῦτα· Ἀγέννη‐ τόν ἐστιν, ἢ γεννητόν. Εἰ μὲν γὰρ ἀγέννητον, Πα‐ τήρ· εἰ δὲ γεννητὸν, Υἱός· εἰ δὲ μηδ’ ἕτερον τούτων, κτίσμα. Ἐγὼ δὲ μετὰ Πατρὸς μὲν οἶδα, οὐχὶ δὲ Πατέρα τὸ Πνεῦμα· καὶ μετὰ Υἱοῦ παρέλαβον,
30οὐχὶ δὲ Υἱὸν ὠνομασμένον. Ἀλλὰ τὴν μὲν πρὸς Πατέρα οἰκειότητα νοῶ, ἐπειδὴ ἐκ Πατρὸς ἐκπο‐ ρεύεται· τὴν πρὸς Υἱὸν δὲ, ἐπειδὴ ἀκούω· Εἴ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐ‐ τοῦ. Εἰ γὰρ μὴ οἰκεῖον Χριστοῦ, πῶς οἰκειοῖ τῷ Χρι‐
35στῷ; Ἀλλὰ καὶ Πνεῦμα ἀκούω τῆς ἀληθείας. Ἀλήθεια δὲ ὁ Κύριος. Ὅταν δὲ ἀκούω Πνεῦμα υἱοθε‐ σίας, εἰς ἔννοιαν ἔρχομαι τῆς πρὸς Υἱὸν καὶ Πατέρα κατὰ τὴν φύσιν ἑνότητος. Πῶς γὰρ υἱοθετεῖ τὸ ξένον, πῶς δὲ οἰκειοῖ τὸ ἀλλότριον; Οὕτω μὲν οὖν
40οὔτε καινοτομῶ ῥήματα, οὔτε ἀθετῶ τὴν ἀξίαν· τοὺς δὲ τολμῶντας κτίσμα προσαγορεύειν στενάζω καὶ ὀδύρομαι, ὅτι διὰ μικροῦ σοφίσματος καὶ κι‐ βδήλου παραλογισμοῦ ἑαυτοὺς ὠθοῦσιν ἐπὶ τὸ βά‐ ραθρον. Ἐπειδὴ γὰρ, φησὶ, τρία ταῦτα ὁ νοῦς
45ἡμῶν κατείληφε, καὶ οὐδέν ἐστιν ἐν τοῖς οὖσιν ὃ μὴ ὑπὸ τὴν διαίρεσιν ταύτην ἔρχεται τῶν ὄντων. Ἢ γὰρ ἀγέννητον, φησὶν, ἐστὶν, ἢ γεννητὸν, ἢ κτιστόν· ἀλλὰ μὴν οὔτε τὸ πρῶτον, οὔτε τὸ δεύ‐
τερον, τὸ τρίτον ἄρα. Τοῦτο ὑμῶν τὸ ἄρα τῇ αἰω‐

31

.

613

νίῳ ἀρᾷ ὑποδίκους ὑμᾶς καταστήσει. Πάντα ἐξηρεύ‐ νησας; πάντα τοῖς σεαυτοῦ λογισμοῖς ὑπὸ διαίρε‐ σιν ἤγαγες; οὐδὲν ἀνεξέταστον κατέλιπες; πάντα τῷ νῷ περιέλαβες; πάντα τῇ σεαυτοῦ καταλήψει
5συνέκλεισας; οἶδας τὰ ὑπὸ γῆν; οἶδας τὰ ἐν τῷ βυθῷ; Δαιμόνων ἀλαζονεῖαι·
9Οἶδα ἐγὼ ψάμμου τ’ ἀριθμὸν καὶ μέτρα θα‐
9[λάσσης.
10 Εἰ δὲ πολλὰ ἀγνοεῖς, καὶ μυριοπλάσια τῶν ἐγνω‐ σμένων ἐστὶ τὰ ἀγνοούμενα, τί οὐχὶ μετὰ πάντων καὶ περὶ τοῦ τρόπου τῆς ὑπάρξεως τοῦ ἁγίου Πνεύ‐ ματος τὴν ἀκίνδυνον ἄγνοιαν ἀνεπαισχύντως ὁμολο‐ γεῖς; Ἐγὼ δὲ σχολὴν μὲν οὐκ ἄγω ἐλέγχειν τῶν
15λογισμῶν σου τὴν ματαιότητα, οὐδὲ δεικνύναι πόσα ἐν τοῖς οὖσι τὴν κατάληψίν σου τῶν λογισμῶν διαπέ‐ φευγεν· ἐκεῖνο δ’ ἂν ἡδέως τοὺς ἐφ’ ὑμῶν ἐρω‐ τήσαιμι, καὶ διορίζομαι πεποιθότως, ὅτι μεταμελή‐ σει σοί ποτε τῆς ἀθέου ταύτης σοφίας, κτίσμα λέγοντι
20τὸ Πνεῦμα τὸ ἅγιον. Οὐ φοβῇ τὴν ἀσυγχώρητον ἁμαρτίαν; Ἢ τί ποτε οἴει δυσσεβέστερον τούτου δύνασθαι βλασφημεῖν; Ἐκ γὰρ μιᾶς ταύτης φωνῆς πάντα ἐνέστη τὰ δεινότατα· ἀλλοτρίωσις ἀπὸ Θεοῦ κατ’ αὐτὴν τὴν φύσιν, δουλείας ταπείνωσις, διακο‐
25νίαι λειτουργικαὶ, ἁγιασμοῦ στέρησις, τοῦ κατὰ φύ‐ σιν οὐ προσόντος, καὶ περιστήσεται τῷ Πνεύματι, οὕτω μετέχειν ἁγιασμοῦ ἐκ τῆς κατὰ χάριν διανο‐ μῆς, ὡς καὶ τὰ λοιπὰ ἔχει ὅσα ἡγίασται. Καὶ ὥσπερ δίδοται ἡμῖν ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ
30συμφέρον, καὶ ὡς ἐπιμετρεῖται ἑκάστῳ κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, οὕτως ἔσται καὶ τὸ Πνεῦμα τοῦ ἁγιασμοῦ μετέχον, εἴπερ ὄντως κτιστὸν κατὰ τὴν Πνευματομάχων ὑπόληψιν.
35 Ἀλλὰ γὰρ μὴ συγχωρήσωμεν τὴν ἄνοιαν αὐτῶν ἀνέλεγκτον, τῶν οἰομένων πάντα τῇ ἑαυτῶν διανοίᾳ κατειληφέναι. Ἀποκρινάσθωσαν τοίνυν ἡμῖν. Τί ποτε ἄρα ἡ τοῦ αἰσθητοῦ ἡλίου οὐσία; Πότερον ἕν τι τῶν τεσσάρων ἐστὶν, ἢ σύνθετός ἐστιν ἐκ τῶν
40τεσσάρων; Ἀλλὰ μὴν οὔτε γῆ ἐστιν, οὔτε ἀὴρ, οὔτε ὕδωρ ἐστὶν, οὔτε πῦρ. Ταῦτα γὰρ ἐπ’ εὐθείας κι‐ νεῖται· τὰ μὲν ἄνω φερόμενα, τὰ δὲ κάτω. Γῆ μὲν γὰρ καὶ ὕδωρ κατωφερῆ ἐστι διὰ τὸ βάρος· ἀὴρ δὲ καὶ πῦρ τὴν ἄνω φορὰν κινεῖται διὰ κουφότητα·
45τοῦ δὲ ἡλίου κυκλοφορική ἐστιν ἡ κίνησις. Οὐ τοίνυν ἐστὶν ἓν τῶν τεσσάρων. Ἀλλὰ μὴν οὐδὲ σύνθετός ἐστιν ἐκ τούτων· διότι τὰ σύνθετα καμάτῳ συνέχεται, ἐκ μὲν τῶν ἐναντίων τὴν σύστασιν ἔχοντα, ἀντι‐ σπώντων δὲ ἀλλήλοις τῶν ἐναντίων κατὰ τὴν κίνη‐

31

.

613

(50)

σιν. Ἀκάματος δὲ τοῦ ἡλίου ἡ κίνησις, διὰ τοῦτο

31

.

616

καὶ ἄπαυστος. Ὥστε οὐ σύνθετος. Ἀλλὰ μὴν ἐν τοῖς σώμασιν ἢ ἁπλοῦν τί ἐστιν, ἢ σύνθετον. Οὔτε δὲ ἁπλοῦν σῶμα ὁ ἥλιος· οὐ γὰρ ἐπ’ εὐθείας κινεῖται· οὔτε σύνθετον· οὐ γὰρ κάμνει κινούμενος. Οὐκ ἄρα
5ἐστὶν ὁ ἥλιος. Τοιαῦται ὑμῶν αἱ σοφαὶ διαιρέσεις, ὑπὸ τῶν ὀφθαλμοὺς ἐχόντων καταγελώμεναι. Πάλιν πῶς ὁρῶμεν οἱ ἄνθρωποι; Πότερον εἰσδεχόμενοι τοὺς τύπους τῶν ὁρατῶν, ἢ ἀφιέντες δύναμιν ἐξ αὐτῶν; Ἀλλὰ μὴν οὔτε δεχόμεθα τῶν ὁρατῶν τὰς εἰκόνας
10(πῶς γὰρ τὸ ἡμισφαίριον τοῦ οὐρανοῦ τῷ μικρῷ πόρῳ τῆς κόρης ἐμφαίνεται;), οὔτε μὴν ἀφίεμέν τι παρ’ ἑαυτῶν· (πῶς γὰρ πάλιν τὸ ἐκπεμπόμενον ἐξαρκεῖ τῷ οὐρανῷ ἐφαπλοῦσθαι;) Εἰ δὲ μήτε δε‐ χόμεθα τῶν ὁρατῶν τὰς εἰκόνας, μήτε τινὰ δύναμιν
15ἐξ ἑαυτῶν ἀποπέμπομεν, οὐκ ἄρα ὁρῶμεν. Τί οὖν; ἐλέγξω ὑμῶν τοὺς συλλογισμοὺς, ἢ ἐπεύξομαι ὑμῖν ἀληθῆ εἶναι τὰ συμπεράσματα; Τί διαφέρει τῶν τοιούτων λόγων καὶ ἡ περὶ τοῦ Πνεύματος ὑμῶν τεχνολογία, ἣν γυναικαρίοις ἀθλίοις, ἢ τοῖς γείτοσι
20τῶν γυναικῶν εὐνούχοις ἐνεπιδείκνυσθε; Μὴ δὴ ἐπη‐ ρεαστικῶς ἄκουε. Εἰ ἐκ τοῦ Θεοῦ τὸ Πνεῦμα, πῶς ὑπὸ τὴν κτίσιν ἄγεις; Οὐ γὰρ δὴ ἐκεῖνο ἐρεῖς, ὅτι καὶ τὰ πάντα ἐκ τοῦ Θεοῦ. Ὥσπερ γὰρ ὁ Χριστὸς Θεοῦ λέγεται, οὐχὶ δὲ κτίσμα ὡς καὶ ἡμεῖς (Ἡμεῖς
25γὰρ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ), ἀλλ’ ἄλλως μὲν ἡμεῖς Χριστοῦ λεγόμεθα, ὡς δοῦλοι Δεσπότου· ἄλλως δὲ Χριστὸς Θεοῦ λέγεται, ὡς Υἱὸς τοῦ Πατρός· οὕτω καὶ τὸ Πνεῦμα, οὐκ ἐπειδὴ τὰ πάντα ἐκ τοῦ Θεοῦ, καὶ αὐτὸ ὡς τὰ πάντα. Οὐ γὰρ ἐπειδὴ καὶ τὰ λειτουρ‐
30γικὰ πνεύματα, ἤδη καὶ τὸ Πνεῦμα τὸ ἅγιον ὅμοιον αὐτοῖς διὰ τὴν προσηγορίαν. Ἓν γάρ ἐστι τὸ ἀλη‐ θινῶς Πνεῦμα. Ὡς γὰρ πολλοὶ μὲν υἱοὶ, εἷς δὲ ὁ ἀληθινὸς Υἱός· οὕτω κἂν πάντα λέγηται ἐκ τοῦ Θεοῦ, ἀλλὰ κυρίως ὁ Υἱὸς ἐκ τοῦ Θεοῦ, καὶ τὸ Πνεῦμα ἐκ
35τοῦ Θεοῦ. Ἐπειδὴ καὶ ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς ἐξῆλθε, καὶ τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς ἐκπορεύεται. Ἀλλ’ ὁ μὲν Υἱὸς ἐκ τοῦ Πατρὸς γεννητῶς, τὸ δὲ Πνεῦμα ἀῤῥήτως ἐκ τοῦ Θεοῦ. Ὅρα οὖν ἡλίκος ὁ κίνδυνος κατασμικρύνειν τὴν δόξαν τοῦ Παρακλή‐
40του. Οὐ δέχεται τὴν εἰς αὐτὸν τιμὴν ὁ Υἱὸς, ἀθετου‐ μένου τοῦ Πνεύματος. Ἐκεῖνος γὰρ, φησὶν, ἐμὲ δοξάσει, οὐχ ὡς δοῦλος μετὰ τῆς κτίσεως. Εἰ γὰρ μετὰ πάντων ἐδόξαζεν, οὐκ ἂν ἐῤῥήθη, Ἐκεῖνος. Νῦν δὲ ἡ ἐπὶ τὸ ἓν ἀναφορὰ τὴν καθ’ ὑπεροχὴν τῶν
45ἄλλων προσαγομένην δόξαν παρίστησιν. Οὐ γὰρ ὡς οἱ λέγοντες· Δόξα ἐν ὑψίστοις Θεῷ· ἀλλ’ ὡς ὁ εἰπών· Πάτερ, ἐδόξασά σε, τὸ ἔργον ὃ ἔδωκας ἐτελείωσα. Καὶ ὡς ὁ Πατὴρ δοξάζει τὸν Υἱὸν, λέ‐ γων· Καὶ ἐδόξασά σε, καὶ πάλιν δοξάσω· οὕτω

31

.

616

(50)

καὶ ὁ Υἱὸς τὸ Πνεῦμα εἰς τὴν ἑαυτοῦ καὶ Πατρὸς κοινωνίαν παραλαμβάνει. Ἢ δειξάτω μοί τις μείζονα ταύτης δόξαν, καὶ πάντα δίδωμι ἀληθεύειν τοὺς ἀν‐ τιλέγοντας. Ὁ ὑμᾶς ἀθετῶν ἐμὲ ἀθετεῖ. Διὰ τί;
Διὰ τὸ Πνεῦμα τὸ ἐνοικοῦν ἐν αὐτοῖς δηλονότι. Ὥστε

31

.

617

ὁ μὴ τιμῶν τὸ Πνεῦμα οὐ τιμᾷ τὸν Υἱόν· δὲ μὴ τιμῶν τὸν Υἱὸν οὐ τιμᾷ τὸν Πατέρα. Οὕτως ἄρα ἡ περὶ ἕν τι τῶν πιστευομένων ἀγνωμοσύνη ὅλης ἐστὶ τῆς θεότητος ἄρνησις. Εἰ κτιστόν ἐστι τὸ Πνεῦμα, οὐ
5θεῖον. Ἀλλὰ μὴν Πνεῦμα, φησὶ, θεῖον τὸ ποιῆσάν με. Καὶ, Ἐνέπλησε, φησὶν, ὁ Θεὸς τὸν Βεσελεὴλ Πνεῦμα θεῖον σοφίας καὶ συνέσεως. Ποῦ τοίνυν εὑρίσκεις προσεγγίζον τὸ θεῖον; τῇ κτίσει, ἢ τῇ θεότητι; Εἰ μὲν γὰρ τῇ κτίσει, καὶ τὸν Πατέρα τοῦ
10Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κτίσμα ἐρεῖς· γέγρα‐ πται γὰρ περὶ αὐτοῦ· Ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης· εἰ δὲ τῇ θεότητι, παυσάμενος τῆς βλασφημίας, ἐπίγνωθι τοῦ Πνεύματος τὴν ἀξίαν. Οὕτως ἀσύνετος εἶ, ὡς μηδ’ ὑπ’ αὐτῆς προσάγεσθαι
15τῆς φωνῆς εἰς τὰς ἀξίας ἐννοίας τοῦ Πνεύμα‐
τος.