TLG 2040 037 :: BASILIUS :: Quod rebus mundanis adhaerendum non sit

BASILIUS Theol., Episcopus
(Caesariensis (Cappadociae): A.D. 4)

Quod rebus mundanis adhaerendum non sit

Citation: Volume — page — (line)

25tΟΜΙΛΙΑ ΚΑʹ.
26tΠερὶ τοῦ μὴ προσηλῶσθαι τοῖς βιωτικοῖς, καὶ
27tπερὶ τοῦ γενομένου ἐμπρησμοῦ ἔξωθεν
28tτῆς Ἐκκλησίας.
29Ἐγὼ μὲν ᾤμην, ἀγαπητοὶ, σφοδρότερον ἑκάστο‐
30τε τοῦ λόγου τὸ κέντρον προσάγων, λυπηρός τις εἶναι δόξειν ὑμῖν, ὡς περιττήν τινα παῤῥησίαν ἐπιδεικνύ‐ μενος, καὶ οὔτε ξένῳ πρέπουσαν, οὔτε ἀνδρὶ κατειλημ‐ μένῳ παραπλησίοις ἐγκλήμασιν· ὑμεῖς δὲ ἐκ τῶν ἐλέγχων εἰς εὔνοιαν ἠρεθίσθητε, καὶ τὰς ἀπὸ
35τῆς γλώττης πληγὰς ὑπέκκαυμα πόθου πεποίησθε πλείονος. Καὶ οὐδὲν ξένον. Ἐστὲ γὰρ σοφοὶ τὰ τοῦ πνεύματος. Ἔλεγχε δὲ σοφὸν, καὶ ἀγαπήσει σε, φησί που τῶν αὑτοῦ λόγων ὁ Σολομών. Διὰ τοῦτο, ἀδελφοὶ, καὶ νῦν ἐπὶ τὴν αὐτὴν ἥκω παραίνεσιν,
40ὅπηπερ ἂν οἷός τε ὦ, τῶν τοῦ διαβόλου δικτύων ὑμᾶς ἀπάγειν βουλόμενος. Πολὺν γὰρ, ἀγαπητοὶ, καὶ ποικίλον ἐφ’ ἡμέραν ἡμῖν ὁ τῆς ἀληθείας ἐχθρὸς προσάγει τὸν πόλεμον. Προσάγει δὲ, ὡς ἴστε, τὰς ἡμετέρας ἐπιθυμίας καθ’ ἡμῶν βέλη ποιούμενος, καὶ
45παρ’ ἡμῶν εἰς τὸ βλάπτειν ἡμᾶς ἀεὶ λαμβάνων ἰσχύν. Ἐπειδὴ γὰρ τὸ πολὺ τῆς ἐκείνου δυνάμεως ὁ Δε‐ σπότης νόμοις ἀλύτοις κατέδησε, καὶ οὐκ εἴασεν εἰς ἅπαξ ὁρμήσαντα τὸ γένος ἐκτρῖψαι τῆς γῆς, κλέπτει τὴν καθ’ ἡμῶν νίκην λοιπὸν ἐκ τῆς ἡμετέρας ἀνοίας

31

.

540

(50)

ὁ βάσκανος. Καὶ καθάπερ οἱ πονηροὶ καὶ πλεονε‐
κτικοὶ τῶν ἀνθρώπων, οἷς ἔργον μέν ἐστι καὶ προαί‐540

31

.

541

ρεσις ἐκ τῶν ἀλλοτρίων πλουτεῖν, δύναμις δὲ οὐ πάρ‐ εστιν ὥστε μετὰ παῤῥησίας βιάζεσθαι, ταῖς ὁδοῖς ἐφεδρεύειν εἰώθασι· καὶ εἰ ἴδωσί τι χωρίον περὶ αὐ‐ τὰς, ἢ φάραγξι βαθείαις διεῤῥωγὸς, ἢ φυτῶν πυ‐
5κνότητι σύσκιον, εἰς τοῦτο καταδυόμενοι, καὶ τὴν ἐκ πολλοῦ πρόοψιν τῶν ὁδοιπορούντων τοιούτοις ὑποτε‐ μνόμενοι προκαλύμμασιν, ἀθρόον ἐπιπηδῶσιν αὐτοῖς, ὥστε μὴ πρότερον δυνηθῆναί τινα τοὺς τοῦ κινδύνου βρόχους ἰδεῖν πρὶν εἰς τούτους πεσεῖν· οὕτως ὁ δυσ‐
10μενὴς ἄνωθεν ἡμῖν καὶ πολέμιος τὰς τῶν κοσμι‐ κῶν τέρψεων ὑποτρέχων σκιὰς, αἳ περὶ τὴν ὁδὸν τοῦ βίου τούτου πεφύκασι δειναὶ κρῦψαι λῃστὴν, καὶ τὸν ἐπιβουλεύοντα ποιῆσαι λαθεῖν, ἐντεῦθεν ἀπροόπτως τὰς τῆς ἀπωλείας ὑποσπείρει παγίδας ἡμῖν. Δεῖ
15τοίνυν ἡμᾶς, εἴπερ ἐθέλοιμεν ἀσφαλῶς τὴν ὑπο‐ κειμένην ὁδὸν τοῦ βίου διαδραμεῖν, καὶ παραστῆσαι Χριστῷ τὴν ψυχήν τε ὁμοῦ καὶ τὸ σῶμα τῆς ἐκ τῶν τραυμάτων αἰσχύνης ἐλεύθερα, καὶ τοὺς ἐπὶ τῇ νίκῃ στεφάνους λαβεῖν, ἐγρηγορότας περιάγειν ἀεὶ παντα‐
20χόσε τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς καὶ πάντα ὑπο‐ πιεύειν ὅσα τερπνὰ, καὶ παρατρέχειν εὐθὺς, καὶ μηδενὶ προσερείδειν τὴν ἔννοιαν, μηδὲ εἰ χρυσὸς φαίνοιτο χύδην προκείμενος, ἕτοιμος εἰς τὰς τῶν βουλομένων χεῖρας ἐλθεῖν (Πλοῦτος γὰρ, φησὶν, ἐὰν
25ῥέῃ, μὴ προστίθεσθε καρδίᾳ)· μηδὲ εἰ γῆ βλαστάνουσα πᾶσαν τρυφὴν, καὶ πολυτελεῖς δει‐ κνύουσα σκηνὰς (Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐ‐ ρανῷ, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Χριστόν)· μηδὲ εἰ χορεῖαι, καὶ κῶμοι, καὶ μέθαι, καὶ καταυλού‐
30μεναι τράπεζαι (Ματαιότης γὰρ, φησὶν, ματαιοτή‐ των, τὰ πάντα ματαιότης)· μηδὲ εἰ σωμάτων κάλλη προτείνοιτο, παρὰ πονηρῶν ψυχῶν ἐνοικούμενα (Ἀπὸ προσώπου γὰρ γυναικὸς ὡς ἀπὸ προσ‐ ώπου ὄφεως φεῦγε, φησὶν ὁ Σοφός)· μηδὲ εἰ
35δυναστεῖαι καὶ τυραννίδες, καὶ δορυφόρων ἢ κολάκων ἐσμοί· μηδὲ εἰ θρόνος ὑψηλὸς καὶ λαμπρὸς, ὑποζεύ‐ ξας ἔθνη καὶ πόλεις εἰς δουλείαν ἑκούσιον (Πᾶσα γὰρ σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄν‐
40θος ἐξέπεσε). Τούτοις γὰρ δὴ πᾶσι τοῖς οὕτω τερ‐ πνοῖς ὁ κοινὸς ὑποκάθηται δυσμενὴς, ἀναμένων εἴ ποτε, τοῖς ὁρωμένοις δελεασθέντες, τῆς μὲν εὐ‐ θείας ἐκτραπῶμεν ὁδοῦ, πρὸς δὲ τὸν ἐκείνου λόχον ἑαυτοὺς ἀποκλίνωμεν. Καὶ δέος πολὺ μή ποτε, προσ‐
45δραμόντες ἀφυλάκτως αὐτοῖς, καὶ τὴν ἐκ τῆς ἀπο‐ λαύσεως τέρψιν οὐδὲν ἡγησάμενοι βλαβερὸν, ἐγκε‐ κρυμμένον τῇ πρώτῃ γεύσει τὸ τοῦ δόλου καταπίω‐ μεν ἄγκιστρον· εἶτα ὑπὸ τούτου τὰ μὲν ἑκόντες, τὰ δὲ ἄκοντες, προσδεθῶμεν αὐτοῖς, καὶ πρὸς τὸ φοβε‐

31

.

541

(50)

ρὸν τοῦ λῃστοῦ καταγώγιον τὸν θάνατον λάθωμεν
ἑλκυσθέντες ὑπὸ τῶν ἡδονῶν.542

31

.

544

Ὥστε ἀναγκαῖον καὶ λυσιτελὲς ἅπασιν, ἀδελφοὶ, καθάπερ ὁδοιπόρους ἢ δρομέας στειλαμένους ἡμᾶς, καὶ πανταχόθεν τὸ κοῦφον ταῖς ψυχαῖς πρὸς τὸν δρό‐ μον τοῦτον ἐπινοήσαντας, ἀμεταστρέπτως ἐπὶ
5τὸ τῆς ὁδοῦ πέρας ἐπείγεσθαι. Καί με μηδεὶς ὑπο‐ λάβοι καινῶν ὀνομάτων γίνεσθαι ποιητὴν, ὅτι τὴν ἀνθρωπίνην ζωὴν ὁδὸν ἐκάλεσα νῦν, ἐπεὶ καὶ Δαβὶδ ὁ προφήτης οὕτω τὸν βίον ὠνόμασε· νῦν μὲν ὧδέ πη λέγων· Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευό‐
10μενοι ἐν νόμῳ Κυρίου· νῦν δὲ πρὸς τὸν ἑαυτοῦ Δεσπότην βοῶν· Ὁδὸν ἀδικίας ἀπόστησον ἀπ’ ἐμοῦ, καὶ τῷ νόμῳ σου ἐλέησόν με. Ποτὲ δὲ ὑμνῶν τὴν ὀξεῖαν τοῦ Θεοῦ κατὰ τῶν ἐπηρεαζόντων βοή‐ θειαν, καὶ τῇ λύρᾳ προσάγων μεθ’ ἡδονῆς, Καὶ
15τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν; ἔλεγεν· Ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν, καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου· πανταχοῦ τὴν ἐπὶ γῆς τῶν ἀνθρώπων διατριβὴν, ἢ θαυμαζομένην ἢ φαύλην, οὕτω δεῖν προσαγορεύειν ἡγούμενος εἰκότως. Ὥσπερ γὰρ οἵ
20τινα συντεταμένην πορείαν ἀνύοντες, ἐπὶ τὰ πρόσω τὰς τῶν ποδῶν βάσεις ἁμιλλωμένας ἀλλήλαις εἰς δρόμον ἀμείβοντες, καὶ τὴν ἀεὶ προτέραν ἐπὶ τῆς γῆς ἐρεισθεῖσαν δευτέραν ἀποδεικνύντες τῇ ταχείᾳ μεταθέσει τῆς ἄλλης, ῥᾳδίως ἐπὶ τὸ τῆς ὁδοῦ τέρμα
25χωροῦσιν· οὕτως οἱ πρὸς τὸ ζῇν παραχθέντες ὑπὸ τοῦ κτίσαντος, εὐθὺς ἐν ἀρχῇ τοῖς τοῦ χρόνου τμή‐ μασιν ἐπεμβαίνοντες, καὶ τὸ πρότερον ἀεὶ καταλιμ‐ πάνοντες ὕστερον, ἐπὶ τὸ πέρας φθάνουσι τῆς ζωῆς. Ἢ οὐχὶ καὶ ὑμῖν δοκεῖ συνεχής τις ὁδὸς ὑφηπλῶσθαι
30ἡ παροῦσα ζωὴ, καὶ πορεία διειλημμένη ταῖς ἡλι‐ κίαις καθάπερ σταθμοῖς, ἀρχὴν μὲν ἑκάστῳ τῆς ὁδοιπορίας παρέχουσα τὰς τῶν μητρῶν ὠδῖνας, τέρμα δὲ ὑποδεικνῦσα τοῦ δρόμου τὰς τῶν τάφων σκηνὰς, καὶ πρὸς ἐκείνας ἅπαντας ἄγουσα, τοὺς μὲν
35θᾶττον, τοὺς δὲ βραδύτερον, καὶ τοὺς μὲν διὰ πάν‐ των τῶν τοῦ χρόνου διαστημάτων ὁδεύσαντας, τοὺς δὲ οὐδὲ τοῖς πρώτοις ἐναυλισθέντας τοῦ βίου στα‐ θμοῖς; Τὰς μὲν οὖν ἄλλας ὁδοὺς, ὅσαι πρὸς πόλιν ἐκ πόλεως ἄγουσιν, ἔστιν ἐκκλῖναι, καὶ μὴ ὁδεῦσαι τὸν
40μὴ βουλόμενον· αὕτη δὲ, κἂν ἡμεῖς ἀναβάλλεσθαι βουληθῶμεν τὸν δρόμον, περιλαβοῦσα πρὸς βίαν, ἐπὶ τὸ τεταγμένον ὑπὸ τοῦ Δεσπότου πέρας ἕλκει τοὺς ἐπ’ αὐτῆς· καὶ οὐκ ἔστιν, ἀγαπητοὶ, τὸν ἅπαξ ὑπεκ‐ δραμόντα τὴν ἐπὶ τόνδε τὸν βίον φέρουσαν πύλην,
45καὶ τῆς ὁδοῦ ταύτης ἐπιβάντα, μὴ καὶ πρὸς τὸ τέλος ταύτης ἐλθεῖν· ἕκαστος δὲ ἡμῶν, μετὰ τὸ τοὺς μητρῴους κόλπους ἀποφυγεῖν, εὐθὺς τοῖς τοῦ χρό‐ νου ῥεύμασιν ἐνδεθεὶς ὑποσύρεται, κατόπιν ἀεὶ τὴν βεβιωμένην ἡμέραν ἐῶν, καὶ πρὸς τὴν χθὲς ἐπανελ‐

31

.

544

(50)

θεῖν οὐδέποτε, κἂν θελήσοι, δυνάμενος. Ἡμεῖς δὲ ἡδόμεθα μὲν ἐπὶ τὰ πρόσω φερόμενοι, καὶ τὰς ἡλι‐ κίας ἀμείβοντες, ὥς τι προσλαμβάνοντες, χαίρομεν·
καὶ μακάριον κρίνομεν, ὅταν ἐκ παιδὸς μὲν ἀνὴρ, ἐκ544

31

.

545

δὲ ἀνδρὸς γένηταί τις πρεσβύτης· ἀγνοοῦμεν δὲ ἄρα, τοσοῦτον ἀπολλύντες ἑκάστοτε τῆς ζωῆς, ὅσον ἐζήσα‐ μεν, καὶ οὐκ αἰσθανόμεθα δαπανωμένου τοῦ βίου, καίτοιγε ἀεὶ μετροῦντες αὐτὸν ἀπὸ τοῦ παραδρα‐
5μόντος καὶ παραῤῥεύσαντος, οὐδὲ ἐννοοῦμεν, ὡς ἄρα ἄδηλον ὁπόσον ὁ πρὸς τὴν ὁδοιπορίαν ταύτην ἐκπέμψας ἡμᾶς ἐνδοῦναι τῷ δρόμῳ χρόνον βουλήσεται, καὶ πότε ἑκάστῳ τῶν δρομέων ἀνοίξει τῆς εἰσόδου τὰς πύλας, καὶ ὅτι δεῖ παρεσκευασμένους ἐφ’ ἡμέραν
10εἶναι πρὸς τὴν ἐντεῦθεν ἀποδημίαν ἡμᾶς, καὶ τὸ τοῦ Δεσπότου νεῦμα περιμένειν ἑστῶσι τοῖς ὀφθαλμοῖς. Ἔστωσαν γὰρ, φησὶν, αἱ ὀσφύες ὑμῶν περιεζω‐ σμέναι, καὶ οἱ λύχνοι καιόμενοι· καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν,
15πότε ἀναλύσει ἐκ τῶν γάμων, ἵνα, ἐλθόντος καὶ κρούσαντος, εὐθέως ἀνοίξωσιν αὐτῷ. Οὐδὲ ἐθέλομεν σκοπεῖν ἀκριβῶς, ποῖα μὲν κοῦφα φορτία πρὸς τὸν τοιοῦτον δρόμον ἡμῖν καὶ συμμεθί‐ στασθαι δύναται τοῖς συλλέξασι, καὶ τὸν ἐκεῖ πε‐
20ριχαρῆ ποιεῖ βίον ἡμῖν, ἴδια τῶν κτησαμένων γινό‐ μενα· ποῖα δὲ βαρέα καὶ δυσχερῆ καὶ προσηλωμένα τῇ γῇ, καὶ οὐ πεφυκότα τοῖς ἀνθρώποις οἰκειοῦσθαι καθάπαξ, οὐδὲ συγχωρούμενα διὰ τῆς στενῆς ἐκεί‐ νης πύλης ἀκολουθῆσαι τοῖς ἔχουσιν. Ἀλλ’ ὅσα μὲν
25συλλέγειν ἐχρῆν, κατελίπομεν· ὧν δὲ ὑπερορᾷν προσ‐ ήκει, ταῦτα συλλέγομεν· καὶ ἃ μὲν ἡμῖν ἑνωθῆναι, καὶ κόσμος ὄντως γενέσθαι δύναται συμφυὴς ψυχῇ τε καὶ σώματι, τούτοις οὐδὲ προσέχομεν· ἃ δὲ ἀλλότρια μένει διηνεκῶς, μόνην ἡμῖν ἐναποματτόμενα τὴν
30αἰσχύνην, ταῦτα ἀθροίζειν ἐπιχειροῦμεν, μοχθοῦντες διακενῆς, καὶ πονοῦντες πόνον, οἱονεί τις ἑαυτὸν ἀπατῶν, εἰς τετρημένον πίθον ἀντλεῖν ἐθελήσειε. Τοῦτο γὰρ δήπου γνώριμον οἶμαι καὶ νηπίοις πᾶσιν, ὡς οὐδὲν τῶν ἐν τῷ βίῳ τερπνῶν, ἐφ’ οἷς οἱ
35πλείους μεμήνασιν, ἡμέτερον ὄντως ἐστὶν, ἢ γίνεσθαι πέφυκεν· ἀλλ’ ὁμοίως ἁπάντων ἀλλότρια φαίνεται, τῶν τε ἀπολαύειν δοκούντων, τῶν τε οὔτε προσπελαζόν‐ των αὐτοῖς. Οὐδὲ γὰρ εἰ χρυσόν τινες ἐν τῷ βίῳ συναγάγοιεν ἄπλετον, ἴδιος αὐτῶν μένει διηνεκῶς·
40ἀλλ’ ἢ ζῶντας ἔτι πανταχόθεν αὐτὸν περισφίγγοντας ἀποδιδράσκει, πρὸς τοὺς δυνατωτέρους μεταῤῥυεὶς, ἢ πρὸς τῷ θανάτῳ γεγενημένους ἤδη καταλιμπάνει, καὶ οὐκ ἐθέλει τοῖς κτησαμένοις συνεκδημεῖν. Ἀλλ’ οἱ μὲν ὑπὸ τοῦ πρὸς βίαν χωρίζοντος τὰς ψυχὰς τῆς
45ταλαιπώρου ταύτης σαρκὸς ἑλκόμενοι πρὸς τὴν ἀναγκαῖαν ὁδὸν, πυκνὰ μεταστρεφόμενοι πρὸς τὰ χρήματα, τοὺς ἐκ νεότητος ἐπ’ αὐτοῖς ἱδρῶτας ἀπο‐ δακρύουσιν· ὁ πλοῦτος δὲ εἰς ἑτέρων χεῖρας ὁρᾷ, μό‐ νον ἐκείνοις τὸν ἐπὶ τῇ συλλογῇ μόχθον καὶ τὸ τῆς

31

.

545

(50)

πλεονεξίας ἔγκλημα προστριψάμενος. Οὔτε εἰ ἐπὶ γῆς πλέθρα κτήσαιτό τις μυρία, καὶ μεγαλοπρεπεῖς οἰκίας, καὶ ζώων ἀγέλας παντοδαπῶν, καὶ τὴν ἐν ἀν‐
θρώποις ἅπασαν περιβάλοιτο δυναστείαν, ἀπολαύει546

31

.

548

δι’ αἰῶνος αὐτῶν· ἐπ’ ὀλίγον δὲ ἀπὸ τούτων· ὀνομα‐ σθεὶς, ἄλλοις πάλιν τῆς εὐπορίας ἐκστήσεται, βρα‐ χεῖαν γῆν αὐτὸς ὑποδὺς, πολλάκις δὲ καὶ πρὸ τοῦ τά‐ φου, καὶ πρὸ τῆς ἐντεῦθεν ἀπαναστάσεως, εἰς ἑτέ‐
5ρους, καὶ πολεμίους τυχὸν, τὴν εὐπραγίαν ὄψεται μεταβαίνουσαν. Ἢ οὐκ ἴσμεν ὁπόσοι μὲν ἀγροὶ, πό‐ σαι δὲ οἰκίαι, πόσα δὲ ἔθνη καὶ πόλεις, καὶ ζώντων ἔτι τῶν κτησαμένων, ἑτέρων ὀνόματα μετημφιάσαντο δεσποτῶν; καὶ ὡς οἱ μὲν πάλαι δουλεύοντες ἐπὶ τὸν
10τῆς ἀρχῆς θρόνον ἀνέβησαν, οἱ δὲ κύριοι καὶ δεσπό‐ ται καλούμενοι στῆναι μετὰ τῶν ἀρχομένων ἠγάπη‐ σαν, καὶ τοῖς ἑαυτῶν δούλοις ὑπέκυψαν, ὥσπερ ἐν κύβων περιτροπαῖς, μεταχθέντων ἄφνω τῶν πραγμάτων αὐτοῖς;
17 Τά γε μὴν εἰς βρῶσιν ἡμῖν ἐπινενοημένα καὶ πόσιν, καὶ πάντα, ὅσα πέρα τῆς χρείας ὁ πλοῦτος ὑβρίζων ἐμηχανήσατο πρὸς θεραπείαν τῆς ἀχαρί‐
20στου καὶ μηδὲν στεγούσης γαστρὸς, πότ’ ἂν ἡμέτερα γένοιτο, κἂν ἐπαντλῆται διηνεκῶς; Ἅ γε μικράν τινα τῇ γεύσει μόνον ἐναποθέμενα κατὰ τὴν πάροδον ἡδο‐ νὴν, εὐθὺς ὡς ὀχληρὰ καὶ περιττὰ δυσχεραίνομεν, καὶ μετὰ σπουδῆς ἔξω ποι βάλλομεν, ὡς εἰ τοῖς
25σπλάγχνοις ἐγχρονίσοι, τὰ μέγιστα περὶ τοῦ ζῇν κιν‐ δυνεύσοντες. Πολλοῖς γοῦν ὁ κόρος ἤγαγε θάνα‐ τον, καὶ τοῦ μηδενὸς ἀπολαύειν ἔτι γεγένηται πρό‐ ξενος. Κοῖται δὲ ἀσελγεῖς, καὶ βέβηλοι συμπλοκαὶ, καὶ πάντα ὅσα λυττώσης ἔργα καὶ παραφόρου ψυχῆς,
30οὐχὶ πρόδηλος πάντη ζημία τῇ φύσει, καὶ βλάβη περιφανὴς, καὶ τῶν ἰδίων ὄντως ἑκάστου μᾶλ‐ λον ἀλλοτρίωσίς τε καὶ μείωσις, ἐλαττουμένου τοῦ σώματος ἐν ταῖς μίξεσι, καὶ τῆς γνησιωτάτης καὶ συνεκτικωτάτης τῶν μελῶν ἀποσυλωμένου τροφῆς;
35Τοιγαροῦν ἑκάστου τῶν ταῖς ἀσελγέσιν ἐγκαλινδη‐ θέντων εὐναῖς, μετὰ τὴν πρᾶξιν εὐθὺς, ὅταν ὁ μὲν τῆς σαρκὸς οἶστρος ἀπομαρανθῇ, πρὸς τὸ βδελυρὸν δὲ ὧν ἐνεχείρησε πέρας ἐλθὼν ὁ νοῦς, ὥσπερ ἐκ μέθης ἢ χειμῶνός τινος, τοῦ λογίσασθαι, ποῖ ποτέ ἐστι,
40λάβοι σχολὴν, σφοδρός τις εἰσέρχεται τῆς ἀκρασίας μετάμελος. Ἀδρανεστέρου τε γὰρ αἰσθάνεται γεγενη‐ μένου τοῦ σώματος, καὶ πρὸς τὴν τῶν ἀναγκαίων ἐργασίαν νωθροῦ, καὶ παντάπασιν ἀσθενοῦς. Τοῦτο δὴ ἄρα καὶ τοῖς παιδοτρίβαις κατανοήσασιν ὁ τῆς
45σωφροσύνης ἐν ταῖς παλαίστραις γέγραπται νό‐ μος, ἄσυλα παρὰ τῶν ἡδονῶν τοῖς νεανίσκοις φυλάττων τὰ σώματα, καὶ οὐκ ἐπιτρέπων ἀγωνιζο‐ μένοις αὐτοῖς, οὐδὲ ὄσον προσβλέψαι ταῖς λαμπού‐ σαις μορφαῖς, εἴγε ἐθέλοιεν στεφανωθῆναι τὴν κεφα‐

31

.

548

(50)

λὴν, ὡς τῆς ἀκρασίας γέλωτα ἀγούσης ἐν τῷ πα‐ λαίειν, οὐ στέφανον. Ταῦτα μὲν ὡς ἀλλότρια πάντη καὶ περιττὰ, καὶ οὐδενὸς ἴδια γενέσθαι δυνάμενα, παρατρέχειν καλὸν, τοὺς ὀφθαλμοὺς ἐπιμύσαντας· τῶν δὲ ὄντως ἡμετέρων
55πρόνοιαν προσήκει ποιεῖσθαι πολλήν. Τί δὲ ὄντως548

31

.

549

ἡμέτερον; Ψυχή τε, ᾗ ζῶμεν, λεπτή τις οὖσα καὶ νοερὰ, καὶ οὐδὲν δεομένη τῶν βαρυνόντων· καὶ σῶμα, τὸ ταύτῃ δοθὲν ὄχημα πρὸς τὸν βίον παρὰ τοῦ κτί‐ σαντος. Τοῦτο γὰρ ἄνθρωπος· νοῦς ἐνδεδεμένος προσ‐
5φόρῳ καὶ πρεπούσῃ σαρκί. Τοῦτο ὑπὸ τοῦ πανσό‐ φου τεχνίτου τῶν ὅλων ἐν τοῖς μητρῴοις ἡμῶν πλάτ‐ τεται κόλποις. Τοῦτο εἰς φῶς ἐκ τῶν σκοτεινῶν ἐκεί‐ νων θαλάμων ὁ τῶν ὠδίνων ἄγει καιρός. Τοῦτο ἄρ‐ χειν ἐτάχθη τῶν ἐπὶ γῆς. Τούτῳ γυμνάσιον ἀρετῆς
10ἡ κτίσις ὑφήπλωται. Τούτῳ κεῖται νόμος, μιμεῖσθαι τὸν πλάστην εἰς δύναμιν, καὶ τὴν ἐν οὐρανοῖς εὐτα‐ ξίαν σκιαγραφεῖν ἐπὶ γῆς. Τοῦτο, ἐντεῦθεν καλούμε‐ νον, ἀπανίσταται. Τοῦτο τῷ τοῦ πέμψαντος Θεοῦ παρ‐ ίσταται βήματι. Τοῦτο εὐθύνεται· τοῦτο δέχεται τὴν
15τῶν ἐνταῦθα πεπολιτευμένων ἀντίδοσιν. Καὶ τὰς ἀρετὰς δὲ ἡμέτερα κτήματα γινόμενα εὕροι τις ἂν, ὅταν ἐξ ἐπιμελείας συνυφανθῶσι τῇ φύσει· καὶ οὔτε ἐπὶ γῆς μοχθοῦντας ἡμᾶς ἀπολιμπάνειν ἐθέλουσιν, ἢν μὴ πρὸς βίαν αὐτὰς ἑκόντες ἀποδιώξωμεν ταῖς
20τῶν χειρόνων ἐπαγωγαῖς· ἐκεῖσέ τε ἐπειγομένων προ‐ τρέχουσι, καὶ τοῖς ἀγγέλοις τὸν κτησάμενον συντάττουσι, καὶ λάμπουσι δι’ αἰῶνος ὑπὸ τοῖς τοῦ κτίσαντος ὀφθαλμοῖς. Πλοῦτος δὲ, καὶ δυναστεία, καὶ περιφάνεια, καὶ τρυφὴ, καὶ πᾶς ὁ τοιοῦτος
25ὄχλος, ὁ καθ’ ἡμέραν ἐκ τῆς ἡμετέρας ἀνοίας αὐξα‐ νόμενος, οὔτε συμπροῆλθε πρὸς τὸν βίον ἡμῖν, οὔτε συναπῆλθέ τισιν, ἀλλὰ τὸ τῷ δικαίῳ πάλαι ῥηθὲν ἐπὶ παντὸς ἀνθρώπου πέπηγε καὶ κρατεῖ· Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπ‐
30ελεύσομαι.
32 Ὁ μὲν οὖν ἄριστα βουλευόμενος, τῆς ψυχῆς ὅτι μάλιστα φροντίσει, καὶ τοῦτο διὰ πάντων πειράσε‐ ται σώζειν εἰλικρινές τε καὶ γνήσιον· τῆς σαρκὸς
35δὲ ἢ λιμῷ τηκομένης, ἢ κρυμῷ καὶ θάλπει προσ‐ παλαιούσης, ἢ νόσοις ἀλγυνομένης, ἢ πασχούσης τι παρά τινων βίαιον, ὀλίγον ποιήσεται τὸν λόγον, τὸ τοῦ Παύλου φωνῶν ἐφ’ ἑκάστου τῶν δυσχερῶν, καὶ φθεγγόμενος· Εἰ καὶ ὁ ἔξωθεν ἡμῶν ἄνθρωπος
40φθείρεται, ἀλλ’ ὁ ἔσωθεν ἀνακαινοῦται ἡμέραν καθ’ ἡμέραν. Καὶ οὔτε τοὺς ὑπὲρ τοῦ ζῇν κινδύνους προϊόντας ὁρῶν, φανήσεται δεδιὼς, ἀλλ’ ἑαυτῷ λέξει θαῤῥῶν· Οἴδαμεν, ὅτι, ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχο‐
45μεν, οἰκίαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρα‐ νοῖς. Εἰ δέ τις ἐθέλοι φείδεσθαι καὶ τοῦ σώματος, ὡς μόνου κτήματος ἀναγκαίου ψυχῇ, καὶ συνεργοῦν‐ τος αὐτῇ πρὸς τὸ ζῇν ἐπὶ γῆς, μικρὰ πρὸς τὰς τού‐ του χρείας ἐπιστραφήσεται, καὶ ὥστε συνέχειν μόνον

31

.

549

(50)

αὐτὸ, καὶ τῇ τῆς ψυχῆς ὑπηρεσίᾳ διὰ μετρίας ἐπι‐ μελείας ἐῤῥωμένον τηρεῖν, μὴ μέντοιγε ἐπιτρέπειν ὑπὸ κόρου σκιρτᾷν. Εἰ δὲ ἴδοι ποτὲ ταῖς τοῦ πλείονος καὶ πέρα τοῦ λυσιτελοῦντος ἐπιθυμίαις φλεγόμενον,
βοήσει πρὸς αὐτὸ τὸ τοῦ Παύλου νομοθετῶν· Οὐδὲν550

31

.

552

εἰσηνέγκαμεν εἰς τὸν κόσμον τοῦτον· δῆλον, ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησό‐ μεθα. Ταῦτα μὲν γὰρ ἐπᾴδων αὐτῷ συνεχῶς καὶ
5βοῶν, εὐήνιόν τε αὐτὸ καὶ κοῦφον ἀεὶ πρὸς τὴν οὐρά‐ νιον ὁδοιπορίαν ἐργάσεται, καὶ μᾶλλον εἰς τὰ προκεί‐ μενα κτήσεται συνεργόν· εἰ δὲ ὑβρίζειν αὐτὸ συγ‐ χωρήσοι, καὶ πάντων ἐφ’ ἡμέραν ἐμπίπλασθαι, καθ‐ άπερ τι θηρίον ἀνήμερον, ὕστερον ταῖς βιαίοις αὐτοῦ
10πρὸς γῆν ἀνθολκαῖς συνεπισπασθεὶς, κείσεται στέ‐ νων ἀνόνητα. Καὶ πρὸς τὸν Δεσπότην ἀχθεὶς, καὶ τῆς ἐπὶ γῆς πορείας τῆς ἐνδοθείσης αὐτῷ τὸν καρπὸν ἀπαιτούμενος, εἶτα οὐκ ἔχων δοῦναι, θρηνή‐ σει μακρὰ, καὶ σκότος οἰκήσει διηνεκὲς, πολλὰ τῇ
15τρυφῇ καὶ τῇ ταύτης πλάνῃ μεμφόμενος, ὑφ’ ἧς τὸν τῆς σωτηρίας ἐσυλήθη καιρόν· οὐδὲν δὲ ἐκ τῶν δα‐ κρύων ἔτι κερδαίνων. Ἐν γὰρ τῷ ᾅδῃ τίς ἐξομολο‐ γήσεταί σοι; φησὶν ὁ Δαβίδ.
21 Φύγωμεν οὖν ὅπως ἔνι τάχους, μὴ ἑαυτοὺς ἑκόντες συμπνίξωμεν. Εἰ δ’ ἄρα τις καὶ πάλαι δε‐ λεασθεὶς, ἢ πλούτου κόνιν ἐξ ἀδικίας ἐφ’ ἑαυτὸν συνεφόρησε, καὶ τὸν νοῦν ταῖς τούτου μερίμναις
25κατέδησεν, ἢ μύσος ἀσελγείας προσῆψε τῇ φύσει δυσέκνιπτον, ἢ τῶν ἄλλων ἐγκλημάτων ἐπλήρωσεν ἑαυτόν· οὗτος, ὡς ἔτι καιρὸς, πρὶν ἐλθεῖν εἰς τε‐ λείαν ἀπώλειαν, ἀποθέσθω τῶν φορτίων τὰ πλείονα, καὶ πρὶν ὑποβρύχιον γενέσθαι τὸ σκάφος, ἐκβολὴν
30ποιησάσθω τῶν ἀγωγίμων, ἃ μὴ δεόντως συνέλεξε, καὶ μιμησάσθω τοὺς τῆς θαλάττης ἐργάτας. Ἐκεῖ‐ νοι γὰρ, εἰ καί τι τῶν ἀναγκαίων ἐπὶ τῆς νηὸς ἄγον‐ τες τύχοιεν, κλύδων δὲ ἐπαναστῇ ζέων ἐκ τοῦ πελά‐ γους αὐτοῖς, καὶ καλύπτειν ἀπειλήσῃ πεπιεσμέ‐
35νην τῷ φόρτῳ τὴν ναῦν, ὅπως ἔχουσι τάχους, τὸ πολὺ τοῦ βάρους ἀποσκευάζουσι, καὶ τὴν ἐμπορίαν ἀφειδῶς ἀντλοῦσιν εἰς θάλασσαν, ὥστε ὑψηλοτέραν ποιῆσαι τὴν ναῦν τοῦ κύματος, καὶ μόναις ταῖς ψυ‐ χαῖς, εἴπερ οἷόν τε, καὶ τοῖς σώμασιν ἐκ τοῦ κιν‐
40δύνου δοῦναι φυγήν. Πολλῷ δὲ ἐκείνων δήπου μᾶλλον ταῦτα ἡμᾶς βουλεύεσθαί τε προσήκει καὶ πράττειν. Ἐκεῖνοι μὲν γὰρ ὅπερ ἂν ἀποῤῥίψωσιν, εὐθέως ἀπώλεσαν, καὶ περιίσταται λοιπὸν βία πενίας αὐτοῖς· ἡμεῖς δὲ ἐφ’ ὅσον ἂν τὸν πονηρὸν ἐξαντλή‐
45σωμεν φόρτον, πλείονα καὶ βελτίονα ταῖς ψυχαῖς πλοῦτον ἐπισωρεύσομεν. Πορνεία μὲν γὰρ, καὶ ὅσα τοιαῦτα, ῥιφέντα διόλλυται, καὶ πρὸς τὸ μηδὲ εἶναι χωρεῖ, λυθέντα τοῖς δάκρυσιν· ἁγιότης δὲ καὶ δι‐ καιοσύνη λοιπὸν εἰς τὸν ἐκείνων μεθίσταται χῶρον,

31

.

552

(50)

πράγματα κοῦφα, καὶ οὐκ εἰδότα κύμασι καλυφθῆ‐ ναί τισι. Τὰ χρήματά γε μὴν, ἐκβληθέντα καλῶς, οὔτε ἀπόλλυται τοῖς ἐκβαλοῦσι καὶ ῥίψασιν· ἀλλ’,
ὥσπερ εἰς ὁλκάδας ἄλλας ἀσφαλεστέρας τινὰς, τὰς552

31

.

553

τῶν πενήτων μετατεθέντα γαστέρας, διασώζεται καὶ φθάνει πρὸς λιμένας ἐλθόντα, καὶ φυλάττεται τοῖς ἐκβάλλουσι, κόσμος, οὐ κίνδυνος. Βουλευσώμεθα τοίνυν, ἀγαπητοὶ, περὶ ἑαυ‐
5τούς τι φιλάνθρωπον, καὶ τὸ τῆς εὐπορίας ἄχθος, εἴπερ ὅλως ἐθέλοιμεν ποιήσασθαι κέρδος ἡμέτερον, πολλοῖς διανείμωμεν, οἳ βαστάσουσί τε αὐτὸ περιχα‐ ρῶς, καὶ τοῖς τοῦ Δεσπότου κόλποις, ἀσύλοις τα‐ μείοις, ἐναποκλείσουσιν, Ὅπου σὴς οὐκ ἀφανίζει,
10οὐδὲ λῃσταὶ διορύττουσιν, οὐδὲ κλέπτουσι. Δῶ‐ μεν ἐξουσίαν ὑπερχυθῆναι βουλομένῳ πρὸς τοὺς δεομένους τῷ πλούτῳ. Μὴ παραδράμωμεν τοὺς ἐν ὀφθαλμοῖς ἡμῶν ἔτι καὶ νῦν κειμένους Λαζάρους, μηδὲ τῶν ψιχίων τῆς ἡμετέρας τραπέζης ἀρκούντων
15αὐτοῖς εἰς κόρον βασκήνωμεν· μηδὲ, τὸν ἀνήμερον ἐκεῖνον ζηλώσαντες πλούσιον, πρὸς τὴν αὐτὴν ἐκείνῳ τῆς γεέννης φλόγα μετέλθωμεν. Ἐπεὶ πολ‐ λὰ μὲν τοῦ Ἀβραὰμ δεηθησόμεθα τότε, πολλὰ δὲ ἑκάστου τῶν βεβιωκότων καλῶς· οὐδὲν δὲ ἔσται
20κέρδος ἡμῖν τῆς βοῆς· Ἀδελφὸς γὰρ οὐ λυτροῦ‐ ται, λυτρώσεται ἄνθρωπος; Ἐρεῖ δὲ ἕκαστος ἐκείνων ἡμῖν κεκραγώς· Μὴ ζήτει φιλανθρωπίαν, ἢν αὐτὸς ἐφ’ ἑτέρων ἠγνόησας· μηδὲ βούλου λαβεῖν οὕτω μεγάλα σὺ τῶν ἐλαττόνων φεισάμενος. Ἀπό‐
25λαυε τούτων ὧν ἐν τῷ βίῳ συνέλεξας. Δάκρυε νῦν, ἐπειδὴ τότε δακρύοντα τὸν ἀδελφὸν ὁρῶν οὐκ ἠλέη‐ σας. Ταῦτα ἐροῦσι, καὶ δικαίως, ἡμῖν. Δέδοικα δὲ ἐγὼ, μὴ καὶ πικροτέροις ἡμᾶς τούτων βάλωσι ῥή‐ μασιν, ἐπειδὴ καὶ νικῶμεν ἐκεῖνον, ὡς ἴστε, τῇ
30πονηρίᾳ τὸν πλούσιον. Οὐδὲ γὰρ φειδόμενοι καθ‐ άπαξ πλούτου, τοὺς ἐῤῥιμμένους χαμαὶ παρατρέχο‐ μεν ἀδελφοὺς, οὐδὲ τοῖς παισὶν ἢ τοῖς ἄλλοις οἰκείοις τὴν εὐπορίαν φυλάττοντες, ἀποκλείομεν τοῖς δεομέ‐ νοις τὰς ἀκοάς· ἀλλὰ τὴν δαπάνην μετατιθέντες ἐπὶ
35τοῖς χείροσι, καὶ τὸ φιλότιμον ἀκόνην πονηρίας ποιού‐ μενοι τοῖς ταύτην ἐπιτηδεύουσι. Πόσαι γὰρ ἢ πόσοι τῶν ἐνίων περιεστήκασι τράπεζαν! οἱ μὲν αἰσχροῖς ῥήμασι τὸν ἑστιάτορα θέλγοντες, οἱ δὲ ἀτόποις βλέμμασί τε καὶ σχήμασι τὸ τῆς ἀκρασίας ἐκκαίον‐
40τες πῦρ· οἱ δὲ τοῖς εἰς ἀλλήλους σκώμμασι γέλωτα τῷ κεκληκότι κατασκευάζειν ἐθέλοντες· ἄλλοι δὲ ἐψευσμένοις ἐπαίνοις ἀπατῶντες αὐτόν. Καὶ οὐ τὸ μὲν οὕτως ἑστιαθῆναι λαμπρῶς μόνον κερδαίνου‐ σιν, ἀλλὰ καὶ τὰς χεῖρας πεπληρωμένας πολυτελῶν
45δώρων κατάγουσι, καὶ μανθάνουσι παρ’ ἡμῶν, ὅτι λυσιτελεῖ μᾶλλον τῶν ἀρετῶν τὰ τοιαῦτα μετιέναι
καὶ πράττειν αὐτοῖς. Εἰ δὲ παρασταίη πένης ἡμῖν,554

31

.

556

μόλις ὑπὸ τοῦ λιμοῦ καὶ φθεγγόμενος, ἀποστρεφό‐ μεθα τὸν ὁμοφυῆ, βδελυττόμεθα, μετὰ σπουδῆς ἀπο‐ τρέχομεν, ὥσπερ δεδοικότες μὴ καὶ τῆς δυσπραγίας αὐτῆς ἐκ τοῦ σχολαίτερον βαδίσαι μετάσχωμεν. Καὶ,
5εἰ μὲν εἰς γῆν νεύσοι, τὴν συμφορὰν αἰσχυνόμενος, ὑποκρίσεως εἶναι λέγομεν ἐργάτην αὐτόν· εἰ δὲ μετὰ παῤῥησίας προσβλέψοι διὰ τὸ βαρὺ τοῦ λιμοῦ κέν‐ τρον ἡμᾶς, ἀναιδῆ πάλιν καλοῦμεν καὶ βίαιον. Καὶ, εἰ μὲν τύχοι καλυπτόμενος ὑγιέσιν ἐσθήμασιν δεδω‐
10κότος τινὸς, ὡς ἄπληστον ἀπελαύνομεν, καὶ ὀμνύ‐ μεθα προσποιεῖσθαι πενίαν αὐτόν· εἰ δὲ σκεπάζοιτο σεσηπόσι ῥακίοις, ὡς ὀδωδότα πάλιν διώκομεν, καὶ οὔτε τὸ τοῦ κτίσαντος ὄνομα ταῖς ἱκετηρίαις ἐκεῖνος ἀναμιγνὺς, οὔτε τὸ μὴ τοιούτοις πάθεσι περιπεσεῖν
15ἡμᾶς ἐξορκῶν συνεχῶς, δύναται τὴν ἀνελεῆ κάμψαι προαίρεσιν. Διὰ ταῦτα ὑφορῶμαι βαρύτερον τῆς γεέννης τὸ πῦρ ἤπερ ἐκεῖνος ὁ πλούσιος. Εἰ μὲν οὖν ὁ καιρὸς ἐνεδίδου, δύναμίς τε ἀρκοῦσα ὑπῆν, πάντα ἂν ὑμῖν τὰ κατ’ ἐκεῖνον, ὅπως ἔδειξεν ἡ Βίβλος,
20ἐπεξελθὼν ἀπέδωκα τὴν ἐργασίαν τῶν λόγων· νῦν δὲ ὥρα διαφεῖναι πεπονηκότας ὑμᾶς. Αὐτοὶ δὲ εἰ καί τι παραλελοίπαμεν δι’ ἀσθένειαν ἐννοίας ἅμα καὶ γλώττης, ἑαυτοῖς ἀναπλάττοντες, ὥσπερ τινὰ φάρμακα τοῖς τῶν ψυχῶν προσαγάγετε τραύμασι.
25Δίδου γὰρ σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται, φησὶν ἡ Γραφή. Δυνατὸς δὲ ὁ Θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα, ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες, περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν.
31 Ἀλλὰ γὰρ ἤδη πρὸς λιμένας ἡμῖν, ὡς ὁρᾶτε, καταχθέντα τὸν λόγον, εἰς τὸν τῆς συμβουλῆς δρόμον αὖθις ἀδελφοί τινες ἐπανάγουσι, μὴ παραδραμεῖν τὰ χθὲς ὑπὸ τοῦ Δεσπότου θαυματουργηθέντα κε‐
35λεύοντες, μηδὲ σιγῆσαι τὸ τρόπαιον, ὃ κατὰ τῆς τοῦ διαβόλου λύττης ἔστησεν ὁ Σωτήρ· δοῦναι δὲ ἀφορμὴν τῶν τῆς ὑμνῳδίας σκιρτημάτων ὑμῖν. Πάλιν μὲν γὰρ, ὡς ἴστε, τὴν οἰκείαν ὁ διάβολος καθ’ ἡμῶν ἐπεδείξατο λύτταν, καὶ φλογὶ πυρὸς
40ὁπλίσας ἑαυτὸν, τοῖς τῆς Ἐκκλησίας σηκοῖς ἐπε‐ στράτευσε. Πάλιν δὲ ἡ κοινὴ μήτηρ ἐνίκησε, καὶ τῷ πολεμίῳ περιέτρεψε τὸ μηχάνημα, καὶ οὐδὲν ὑπῆρξεν αὐτῷ πλὴν τοῦ δημοσιεῦσαι τὴν ἔχθραν. Ἀντέπνευσεν ἡ χάρις ταῖς τοῦ πολεμίου ῥοπαῖς·
45ἔμεινεν ὁ νεὼς ἀπαθής. Οὐκ ἴσχυσεν ὁ προσ‐ αχθεὶς ὑπὸ τοῦ πολεμίου χειμὼν τινάξαι τὴν πέτραν ἐφ’ ἧς ὁ Χριστὸς τὴν τῆς ἑαυτοῦ ποίμνης ᾠκοδόμησε μάνδραν. Ἐτάχθη καὶ νῦν μεθ’ ἡμῶν ὁ καὶ πάλαι σβέσας ἐν Βαβυλῶνι τὴν κάμινον. Πῶς οἴεσθε στέ‐

31

.

556

(50)

νει σήμερον ὁ διάβολος, οὐκ ἀπολαύσας ἐφ’ ᾧπερ ἠβουλήθη τῆς ἐγχειρήσεως; Γείτονα μὲν γὰρ τῆς Ἐκκλησίας ὁ δυσμενὴς ἀνῆψε πυρὰν, ἵνα ταῖς ἡμε‐
τέραις εὐπραγίαις λυμήνηται· καὶ πανταχόθεν ἡ556

31

.

557

φλὸξ ἀναῤῥιπιζομένη ταῖς βιαίοις ἐκείνου πνοαῖς, ὑπερεχεῖτο τῶν ὑποκειμένων αὐτῇ, καὶ τὸν ἀέρα τὸν ἐγγὺς ἐπενέμετο, ψαῦσαι τῶν ἀνακτόρων ἀναγ‐ καζομένη, καὶ πρὸς κοινωνίαν ἡμᾶς καθέλκουσα
5τῆς συμφορᾶς. Ὁ Σωτὴρ δὲ ἐπὶ τὸν ἀνάψαντα ταύ‐ την ῥυῆναι πεποίηκε, καὶ συστεῖλαι τὴν μανίαν αὐτοῦ εἰς ἑαυτὸν πάλιν προσέταξε. Καὶ τὸ μὲν τῆς ἐπιβουλῆς τόξον ηὐτρέπισεν ὁ πολέμιος· ἀφεῖναι δὲ τὸ βέλος κεκώλυται· μᾶλλον δὲ ἀφῆκε μὲν, ἀντ‐
10έστραπται δὲ ἐπὶ τὴν ἑαυτοῦ κεφαλήν. Αὐτὸς ἀπολαύει τῶν πικρῶν ἐκείνων δακρύων, ἅπερ ἡμῖν παρεσκεύα‐ σεν. Ἀλλὰ ποιήσωμεν, ἀδελφοὶ, τὸ τραῦμα τῷ δυσμενεῖ φορτικώτερον, ἐπιτείνωμεν τὸ πένθος αὐ‐ τοῦ. Τὸ δὲ ὅπως, λέξω μὲν ἐγὼ, πράξατε δὲ ὑμεῖς.
15Εἰσί τινες ἐκ τῆς ἐπικρατείας τοῦ πυρὸς ἀναρπα‐ σθέντες ὑπὸ τοῦ κτίσαντος, καὶ μηδεμίαν ἔχοντες περιλελειμμένην αὐτοῖς βίου λοιπὸν ἀφορμὴν, ἀλλὰ μόνῃ τῇ ψυχῇ καὶ τῷ σώματι διαφυγόντες τὸν κίν‐ δυνον. Ἡμεῖς τοίνυν ὅσοι τῆς τῶν δυσχερῶν ἄγευ‐
20στοι πείρας ἐμείναμεν, κοινὴν ἐκείνοις προθῶμεν τὴν εὐπορίαν τὴν ἑαυτῶν. Ἐναγκαλισώμεθα τοὺς περισωθέντας μόλις τῶν ἀδελφῶν, εἴπωμεν πρὸς ἕκαστον ἕκαστος· Νεκρὸς ἦν, καὶ ἀνέζησεν· ἀπο‐ λωλὼς, καὶ εὑρέθη· καὶ τὸ συγγενὲς σῶμα σκεπά‐
25σωμεν. Ἀντιστήσωμεν ταῖς τοῦ δυσμενοῦς ἐπηρείαις τὴν ἡμετέραν παράκλησιν, ἵνα καὶ βλάπτων ἐκεῖνος μηδὲν μέγα βλάψαι δοκῇ, καὶ πολεμήσας, μηδένα δεῖξαι νενικημένον, καὶ περιελὼν τὴν εὐπορίαν τῶν ἀδελφῶν, ὑπὸ τῆς ἡμετέρας φιλοτιμίας φανείη νικώ‐ μενος.
30 Ὑμεῖς δὲ οἱ διαφυγόντες τὸν κίνδυνον, ἀδελφοὶ, μὴ σφόδρα ἄχθεσθε τοῖς συμβεβηκόσι κακοῖς, μηδὲ κατασεισθῆτε τὴν ἔννοιαν, ἀλλ’ ἀποτινάξασθε τὴν τῆς λύπης ἀχλὺν, καὶ τὰς ψυχὰς ἀναῤῥώσατε λογι‐ σμοῖς ἀνδρειοτέροις χρησάμενοι, καὶ τὸ συμβεβηκὸς
35στεφάνων ποιήσασθε πρόφασιν. Ἂν γὰρ ἀκατάσει‐ στοι μείνητε, καὶ τῇ πίστει φανήσεσθε δοκιμώτε‐ ροι, καθάπερ χρυσὸς εὐγενὴς ἐκ τοῦ πυρὸς ἀναλάμ‐ ψαντες, καὶ τῷ δυσμενεῖ τὴν αἰσχύνην αὐξήσετε μᾶλλον, ὡς οὐδὲ δάκρυον ὑμῖν δυνηθέντι κινῆσαι,
40δι’ ὧν ἐπεβούλευσεν. Ἀναμνήσατε τῆς τοῦ Ἰὼβ ἑαυ‐ τοὺς καρτερίας. Εἴπατε πρὸς ἑαυτοὺς ἅπερ ἐκεῖνος· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυ‐ ρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. Καὶ μηδεὶς ἐξ ὧν ἔπαθεν ἀναπεισθῇ λογίσασθαί τε καὶ λέγειν, ὡς ἄρα
45οὐδεμία πρόνοια τάττει τὰ καθ’ ἡμᾶς, μηδὲ κατ‐ ηγορείτω τῆς οἰκονομίας τοῦ Δεσπότου καὶ κρίσεως· ἀλλ’ εἰς τὸν ἀθλητὴν ἐκεῖνον ὁράτω, κἀκεῖνον σύμ‐ βουλον ποιείσθω τοῦ κρείττονος. Ἀναλογιζέσθω τοὺς ἀγῶνας ἅπαντας ἐφεξῆς, ἐφ’ οἷς ἐκεῖνος ἠρίστευσε·

31

.

557

(50)

καὶ πόσοις βέλεσιν ὑπὸ τοῦ διαβόλου βληθεὶς, οὐκ ἐδέξατο καιρίαν πληγήν. Περιεῖλε μὲν γὰρ αὐτοῦ τὴν εὐπραγίαν τῶν οἰκείων, καταχῶσαι δὲ αὐτὸν ταῖς
ἐπαλλήλοις τῶν κακῶν ἐβουλεύσατο φήμαις. Ἔτι558

31

.

560

γὰρ τοῦ προτέρου τὴν τοιάνδε συμφορὰν ἐξαγγέλ‐ λοντος, ἕτερος ἄγγελος ἤρχετο, χειρόνων πραγμά‐ των φέρων κατήφειαν· ἀλλήλοις τε ἐπισυνήπτετο τὰ δεινὰ, καὶ τὴν τῶν κυμάτων ἐπιδρομὴν ἐζήλουν αἱ
5συμφοραὶ, καὶ πρὶν ἢ παυθῆναι τὸ πρότερον δά‐ κρυον, ἑτέρου προσήγετο πρόφασις. Ὁ δίκαιος δὲ ὥσπερ τις πρόβολος εἱστήκει, τὰς τοῦ χειμῶνος ὑποδεχόμενος προσβολὰς, καὶ ἀλλοιῶν εἰς ἀφρὸν τῶν κυμάτων τὴν βίαν, καὶ τὴν εὐγνώμονα πρὸς
10τὸν Δεσπότην ἠφίει φωνήν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· καὶ οὐδὲν τῶν συμβαινόντων δακρύων ἠξίωσεν. Ἐπειδὴ δὲ ἧκέ τις ἀγγέλλων, ὡς τοῖς παισὶ καὶ ταῖς θυγατράσιν εὐωχουμένοις ἐπετίναξε πνεῦμά
15τι βίαιον τὸ τῆς εὐφροσύνης δωμάτιον, τότε μό‐ νον τὴν ἐσθῆτα διέῤῥηξε, τὸ τῆς φύσεως ἐπιδει‐ κνύμενος συμπαθὲς, καὶ ὅτι πατὴρ εἴη φιλόστορ‐ γος οἷς ἔπραττε μαρτυρόμενος. Πλὴν καὶ τότε ταῖς λύπαις ὅρον καὶ μέτρον ἐπιτιθεὶς, καὶ ταῖς
20εὐσεβέσιν ἐκείναις φωναῖς κοσμῶν τὸ γινόμενον, ἔλεγεν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο, μονονουχὶ τοιαῦτα βοῶν· Ἐκλήθην πατὴρ ἐφ’ ὅσον ὁ τοῦτό με ποιήσας ἐβούλετο χρόνον. Περιελεῖν μου τὸν ἐκ τῆς
25γονῆς στέφανον ἐβουλεύσατο πάλιν, οὐ διαμάχομαι περὶ τῶν ἰδίων αὐτῷ. Κρατείτω τὸ τῷ Δεσπότῃ δοκοῦν· αὐτός ἐστιν ὁ πλάστης τοῦ γένους, ἐγὼ δὲ ὄργανον. Τί με χρὴ δοῦλον ὄντα δυσχεραίνειν ἀν‐ όνητα, καὶ μέμφεσθαι ψῆφον ἣν οὐ δύναμαι λύειν;
30Τοιούτοις τὸν διάβολον ὁ δίκαιος κατηκόντιζε ῥή‐ μασιν. Ἐπειδὴ δὲ αὐτὸν νικῶντα εἶδε πάλιν ὁ δυσμε‐ νὴς, καὶ οὐδενὶ τούτων τιναχθῆναι δυνάμενον, αὐτῇ τῇ σαρκὶ τὸ τῆς πείρας προσῆγε μηχάνημα, καὶ
35τὸ σῶμα μαστίξας ἀῤῥήτοις πληγαῖς, σκωλήκων ἀνα‐ δίδοσθαι πηγὰς ἐξ αὐτοῦ παρεσκεύασε· καὶ τῶν τῆς βασιλείας θρόνων τὸν ἄνδρα καταγαγὼν, ἐπὶ κοπρίας ἐκάθισεν. Ὁ δὲ, καὶ τοιούτοις βαλλόμενος πάθεσιν, ἀκίνητος ἔμεινε· καὶ σπαραττομένου τοῦ σώματος,
40ἄσυλον ἐφύλαττε τὸν τῆς εὐσεβείας θησαυρὸν ἐν τῷ κρυπτῷ τῆς ψυχῆς. Οὐκ ἔχων τοίνυν ὅ τι ποιήσει λοιπὸν ὁ πολέμιος, ἐπὶ τὴν τῆς ἀρχαίας ἐπιβουλῆς ἔρχεται μνήμην, καὶ τὴν τοῦ γυναίου διάνοιαν ὑπο‐ σύρας εἰς ἀσεβῆ γνώμην καὶ βλάσφημον, δι’
45ἐκείνης σαλεύειν ἐπειρᾶτο τὸν ἀθλητήν. Καὶ ἡ μὲν πρὸς τὸν μακρὸν χρόνον ἀπαγορεύσασα, τῷ δικαίῳ παρίστατο, κάτω νενευκυῖα, καὶ τὰς χεῖρας ἐπὶ τοῖς ὁρωμένοις συγκρούουσα, καὶ τοὺς τῆς εὐσε‐ βείας αὐτῷ καρποὺς ὀνειδίζουσα, καὶ καταλέγουσα

31

.

560

(50)

μὲν τὴν παλαιὰν εὐθηνίαν τῶν οἰκείων, ὑποδεικνύουσα δὲ τὰ παρόντα κακὰ, καὶ οἷον ἐξ οἵων ἔλαχε βίον, καὶ τίνα τῶν πολλῶν θυσιῶν ἐδέξατο παρὰ τοῦ Δεσπότου
μισθὸν, ἔλεγέ τε ἀεὶ τῆς μὲν τῶν γυναικῶν ὀλιγο‐560

31

.

561

ψυχίας ἄξια ῥήματα, ταράξαι δὲ πάντα ἄνδρα δυνά‐ μενα, καὶ περιτρέψαι καὶ γενναίαν διάνοιαν· πλανῆ‐ τις γὰρ καὶ λάτρις περιέρχομαι, ἡ βασιλὶς δουλεύω, καὶ πρὸς τὰς τῶν ἐμῶν οἰκετῶν χεῖρας ἠνάγκασμαι
5βλέπειν, καὶ τρέφουσα πάλαι πολλοὺς, ἀγαπητῶς ἐκ τῶν ἀλλοτρίων παρατρέφομαι νῦν· καὶ ὅτι καλὸν εἴη καὶ χρήσιμον, ἀσεβέσι χρησάμενον ῥήμασιν ἑαυτὸν τῆς γῆς ἐκτεμεῖν, τὸ τῆς τοῦ κτίσαντος ὀργῆς ἀκο‐ νήσαντα ξίφος, ἢ διακαρτεροῦντα πρὸς τὰ δεινὰ, τὸν
10ἐν τοῖς ἀγῶσι μόχθον ἑαυτῷ καὶ τῇ συνοικούσῃ μη‐ κύνειν. Ὁ δὲ, ἐπὶ τούτοις τοῖς ῥήμασιν ἀχθεσθεὶς, ὡς ἐπ’ οὐδενὶ τῶν προτέρων κακῶν, καὶ θυμοῦ τὸ βλέμμα πληρώσας, καὶ πρὸς τὴν γυναῖκα καθάπερ πρὸς πολεμίαν ἀποστραφεὶς, τί φησιν; Ἵνα τί ὡς μία τῶν
15ἀφρόνων γυναικῶν ἐφθέγξω; Κατάθου, φησὶν, ὦ γύναι, τὴν συμβουλήν. Μέχρι τίνος τὴν κοινὴν ἐν οἷς λέγεις ὑβρίζεις ζωήν; Ἐψεύσω καὶ τὴν ἐμὴν, ὡς οὐκ ηὐ‐ χόμην, ἀναστροφὴν, διέβαλες ἐν οἷς ἐλάλησας καὶ τὸν ἐμὸν βίον. Ἐξ ἡμισείας ἠσεβηκέναι νενόμικα
20νῦν, ἐπειδήπερ ἓν μὲν σῶμα ἀμφοτέρους ἡμᾶς ὁ γάμος ἐποίησε, σὺ δὲ εἰς βλασφημίαν κατέπεσες. Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Ἀνάμνησον τῶν φθασάντων σεαυ‐ τὴν ἀγαθῶν. Ἀντισήκωσον τὰ κρείττω τοῖς χείροσιν.
25Οὐδενὸς ἀνθρώπων ὁ βίος διόλου μακάριος. Τὸ διὰ παντὸς εὖ πράττειν μόνου Θεοῦ· Σὺ δὲ, εἰ τοῖς παροῦ‐ σιν ἀλγεῖς, ἀπὸ τῶν προλαβόντων σαυτὴν παραμύθη‐ σαι. Νῦν δακρύεις, ἀλλ’ ἐγέλασας πρότερον· νῦν πτωχεύεις, ἀλλ’ ἐπλούτησας πρότερον. Ἔπιες τὸ
30διειδὲς νᾶμα τοῦ βίου, καὶ τὸ θολερὸν τοῦτο πίνουσα καρτέρησον. Οὐδὲ τὰ τῶν ποταμῶν ῥεύματα διόλου φαίνεται καθαρά. Ποταμὸς δὲ, ὡς οἶσθα, ὁ βίος ἡμῶν, ῥέων ἐνδελεχῶς καὶ κύμασιν ἀλλεπαλλήλοις πληρού‐ μενος. Τὸ μὲν γὰρ αὐτοῦ προέῤῥευσεν ἤδη, τὸ
35δὲ ἔτι πορεύεται· καὶ τὸ μὲν ἄρτι προέκυψε τῶν πηγῶν, τὸ δὲ μέλλει· καὶ πρὸς τὴν κοινὴν ἅπαντες τοῦ θανάτου σπεύδομεν θάλατταν. Εἰ τὰ ἀγαθὰ ἐδε‐ ξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Ἀναγκάζομεν τὸν κριτὴν ὅμοια χορηγεῖν πράγματα
40δι’ αἰῶνος ἡμῖν; Διδάσκομεν τὸν Δεσπότην, ὅπως χρὴ διεξάγειν τὸν ἡμέτερον βίον; Αὐτὸς τῶν οἰκείων ψήφων ἔχει τὴν ἐξουσίαν. Ὅπως βούλεται τάττει τὰ καθ’ ἡμᾶς. Σοφὸς δέ ἐστι, καὶ τὸ λυσιτελοῦν ἐπι‐ μετρεῖ τοῖς οἰκέταις.
45 Μὴ περιεργάζου τοῦ Δεσπότου τὴν κρίσιν. Ἀγάπα μόνον τὰ παρὰ τῆς αὐτοῦ σοφίας οἰκονομού‐ μενα. Ὅπερ ἂν δῷ σοι, τοῦτο δέχου μεθ’ ἡδονῆς. Δεῖξον ἐν τοῖς ἀλγεινοῖς, ὡς καὶ τῆς εὐφροσύνης ἀξία τῆς πρόσθεν ἐτύγχανες. Ταῦτα ὁ Ἰὼβ λέγων,

31

.

561

(50)

ἀπεκρούσατο καὶ ταύτην τοῦ διαβόλου τὴν προσβολὴν, καὶ τελείαν αὐτῷ τῆς ἥττης αἰσχύνην ἐπήγαγε. Τί οὖν ἐντεῦθεν συνέβαινεν; Ἔφυγε αὖθις ἡ νόσος αὐτὸν, ὡς εἰκῆ προσελθοῦσα, καὶ μηδὲν ἀνύσασα πλέον. Ἀνέθαλεν εἰς δευτέραν ἥβην ἡ σάρξ· ἤνθησεν ὁ βίος
55πάλιν πᾶσι τοῖς ἀγαθοῖς, καὶ διπλασίων ἐπὶ τὸν οἶκον562

31

.

564

πανταχόθεν ὁ πλοῦτος συνέῤῥευσεν, ἵνα τὸ μὲν ὡς μηδὲν ἀπολωλεκὼς ἔχῃ, τὸ δὲ ὑπάρξῃ τῆς καρτερίας τῷ δικαίῳ μισθός. Διὰ τί δὲ ἵππους μὲν, καὶ ἡμιόνους, καὶ καμήλους, καὶ πρόβατα, καὶ γεώργια, καὶ πᾶσαν
5τὴν τῆς περιουσίας τρυφὴν ἐκ τοῦ διπλασίονος ὑπ‐ εδέξατο, ὁ τῶν παίδων δὲ ἀριθμὸς ἴσος τοῖς ἀποθανοῦ‐ σιν ἐβλάστησεν; Ὅτι τὰ μὲν ἄλογα κτήνη, καὶ πᾶς ὁ πλοῦτος διαφθειρόμενος, εἰς τελείαν ἦλθεν ἀπώλειαν· οἱ παῖδες δὲ, καὶ τεθνεῶτες, ἔζων τῷ καλλίστῳ μέρει
10τῆς φύσεως. Κοσμηθεὶς οὖν αὖθις ἑτέροις υἱοῖς καὶ θυγατράσιν ὑπὸ τοῦ κτίσαντος, καὶ τοῦτο εἶχε κτῆμα διπλοῦν. Οἱ μὲν γὰρ παρῆσαν τὴν ἐν τῷ βίῳ τοῖς γεννήσασιν εὐφροσύνην παρέχοντες, οἱ δὲ προ‐ οδεύσαντες ἀνέμενον τὸν φυτεύσαντα· τότε πάντες
15περιστησόμενοι τὸν Ἰὼβ, ὅταν ὁ κριτὴς τῆς ἀνθρω‐ πίνης ζωῆς συναγάγῃ τὴν Ἐκκλησίαν τὴν πάνδη‐ μον· ὅταν ἡ σάλπιγξ, ἡ τὴν τοῦ βασιλέως ἐπιδημίαν σημαίνουσα, τοῖς τάφοις σφοδρότερον ἐμβοήσασα, τὴν τῶν σωμάτων ἀπαιτήσῃ παρακαταθήκην.
20Τότε καὶ οἱ νῦν εἶναι δοκοῦντες νεκροὶ θᾶττον τῶν ζώντων παραστήσονται τῷ τῶν ὅλων δημιουργῷ. Διὰ τοῦτο, οἶμαι, διπλοῦν τὸν ἄλλον πλοῦτον ἐπιμετρή‐ σας αὐτῷ, τοῖς παισὶν ἀρκεῖσθαι τοῖς ἴσοις αὐτὸν ἐδικαίωσεν. Ὁρᾷς ὁπόσα ὁ δίκαιος Ἰὼβ ἐκ τῆς ὑπο‐
25μονῆς ἑαυτῷ συνέλεξεν ἀγαθά; Καὶ σὺ τοίνυν, εἴ τί σοι προσεπέλασε δυσχερὲς ἀπὸ τοῦ χθὲς ἀναφθέντος πυρὸς ἐκ τῆς τῶν δαιμόνων ἐπιβουλῆς, τοῦτο καρτέ‐ ρησον, καὶ τὴν ἐκ τοῦ πάθους ἀνίαν κρείττοσι κατεύ‐ νασον λογισμοῖς· καὶ κατὰ τὸ γεγραμμένον, Ἐπίῤ‐
30ῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει. Αὐτῷ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.564