TLG 2040 036 :: BASILIUS :: De humilitate

BASILIUS Theol., Episcopus
(Caesariensis (Cappadociae): A.D. 4)

De humilitate

Citation: Volume — page — (line)

9tΟΜΙΛΙΑ Κʹ.
10tΠερὶ ταπεινοφροσύνης.
11 Ὤφειλεν ἄνθρωπος ἐν τῇ παρὰ Θεῷ δόξῃ μεμε‐ νηκέναι, καὶ εἶχεν ἂν ὕψος οὐκ ἐπίπλαστον, ἀλλ’ ἀλη‐ θινὸν, δυνάμει Θεοῦ μεγαλυνόμενος, σοφίᾳ θείᾳ φαι‐ δρυνόμενος, αἰωνίᾳ ζωῇ καὶ τοῖς ἀγαθοῖς εὐφραινό‐
15μενος. Ἐπειδὴ δὲ τὴν τῆς θείας δόξης ἐπιθυμίαν μετέθηκε, καὶ μείζονα προσδοκήσας, καὶ σπεύσας ὅπερ οὐκ ἐδύνατο λαβεῖν, ἀπώλεσεν ὅπερ ἔχειν ἐδύ‐ νατο· μεγίστη σωτηρία αὐτῷ, καὶ τῆς νόσου θερα‐ πεία, καὶ πρὸς τὸ ἐξ ἀρχῆς ἐπάνοδος, ἀτυφία, καὶ τὸ
20μὴ φαντάζεσθαι δόξης τινὸς περιβολὴν δι’ ἑαυτοῦ, ἀλλὰ ζητεῖν παρὰ Θεοῦ. Οὕτω γὰρ διορθώσει τὸ πταῖσμα, οὕτως ἰάσεται τὸ νόσημα· οὕτως ἀναδρα‐ μεῖται πρὸς τὴν ἱερὰν, ἣν κατέλιπεν, ἐντολήν. Ἀλλ’ ὁ καταβαλὼν ἐλπίδι δόξης ψευδοῦς τὸν ἄνθρωπον
25διάβολος οὐ παύεται τοῖς αὐτοῖς ἐρεθίσμασιν ἐκκα‐ λούμενος, καὶ μυρία μηχανήματα πρὸς τοῦτο ἐξευ‐ ρίσκων· μέγα μὲν ἐπιδεικνὺς αὐτῷ, χρημάτων περι‐ βολὴν, ἵνα ἐπὶ τούτῳ μεγαλύνηται καὶ περὶ τοῦτο σπουδάζῃ· ὅπερ ἐστὶν οὐδὲν μὲν εἰς δόξαν, μέγα δὲ
30εἰς κίνδυνον. Χρημάτων γὰρ πορισμὸς πλεονεξίας μὲν ὑπόθεσις· κτῆσις δὲ οὐδὲν εἰς εὐδοξίαν· ἀλλὰ μάτην τυφλοῖ, διακενῆς ἐπαίρει, φλεγμονῇ τινι πα‐ ραπλήσιον πάθος ἐργάζεται περὶ τὴν ψυχήν. Οὐ γὰρ ὑγιὴς ὄγκος οὐδὲ ὠφέλιμος ὁ τῶν φλεγμαινόντων
35σωμάτων, ἀλλὰ νοσώδης, ἐπιβλαβὴς, ἀρχὴ κινδύνου, καὶ πρόφασις ἀπωλείας. Τοιοῦτο καὶ περὶ ψυχὴν ὑπερηφανία. Καὶ γὰρ οὐ μόνον ἐπὶ χρήμασιν ἔπαρ‐ σις γίνεται, οὐδὲ μόνον ταῖς ἀπὸ τῶν χρημάτων κομπώδεσι διαίταις τε καὶ περιβολαῖς ἐπαίρονται ἄν‐
40θρωποι, πολυτελεῖς ὑπὲρ τὴν χρείαν παρατιθέμενοι τραπέζας τρυφηλὰς, οὐκ ἀναγκαίας περιβαλλόμενοι τὰς ἐσθῆτας, οἴκων μεγέθη κατασκευάζοντες καὶ κάλλει ποικίλλοντες, οἰκετῶν ἀκολούθων πλήθη καὶ κολάκων ἀναριθμήτων ἐξηρτημένοι συστήματα· ἀλλὰ
45καὶ χειροτονητοῖς ἀξιώμασιν ὑπὲρ φύσιν ὑψοῦνται. Εἰ δῆμος ἀξίωμα δῷ· εἴ τινος προεδρίας ἀξιώσειε, καὶ τὸ τῆς ὑπεροχῆς ἀξίωμα ψηφίσαιτο αὐτῷ· καὶ ἐν‐ ταῦθα δὴ, καθάπερ ὑπερβάλλοντες τὴν ἀνθρώπειον
φύσιν, μόνον τὴν οὐκ ἐπὶ νεφελῶν ἱδρῦσθαι νο‐525

31

.

528

μίζουσι, πάτημα τοὺς ὑποκειμένους ἀνθρώπους ἡγού‐ μενοι, καὶ κατὰ τῶν τὴν ἀξίαν δεδωκότων αὐτοῖς ἐπαι‐ ρόμενοι, καὶ δι’ ὧν εἶναι δοκοῦσί τινες, κατὰ τούτων ἀλαζονευόμενοι· πρᾶγμα πλῆρες ἀνοίας ὑπομένοντες,
5ὀνείρου σαθροτέραν ἔχοντες δόξαν, καὶ ματαιοτέραν φα‐ σμάτων νυκτερινῶν περιβεβλημένοι λαμπρότητα, νεύ‐ ματι δήμου συνισταμένην, καὶ νεύματι διαλυομένην. Οἷος ἦν ὁ παράφρων ἐκεῖνος, ὁ τοῦ Σολομῶντος υἱὸς, ὁ νέος τὴν ἡλικίαν, καὶ τὰς φρένας νεώτερος, ὁ τῷ
10δήμῳ ζητοῦντι πραοτέραν ἡγεμονίαν ἀπειλήσας χα‐ λεπωτέραν, καὶ διὰ τῆς ἀπειλῆς ἀπολέσας τὴν βασι‐ λείαν, δι’ ἧς προσεδόκησε βασιλικώτερος ὀφθήσεσθαι, διὰ ταύτης καθαιρεθεὶς ἧς εἶχεν ἀξίας. Θρασύνει δὲ ἄνθρωπον καὶ χειρῶν δύναμις, καὶ τάχος ποδῶν, καὶ
15σώματος εὐμορφία· νόσων παραναλώματα, καὶ χρό‐ νου δαπανήματα· καὶ οὐκ αἰσθάνεται, ὅτι Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου, ὡς ἄν‐ θος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε. Τοιαῦται γιγάντων ἐπὶ δυνάμει ἀλαζο‐
20νεῖαι, καὶ Γολιὰθ ἀνοήτου φρόνημα θεομάχον, καὶ ὁ κάλλει μέγα φρονῶν Ἀδωνίας, καὶ μεγέθει κόμης ἐπαιρόμενος Ἀβεσσαλώμ.
25 Ὃ δὲ δοκεῖ τῶν ἄλλων τῶν ὑπαρχόντων ἀνθρώ‐ ποις καλῶν μέγιστον εἶναι καὶ βεβαιότερον, ἡ σοφία καὶ ἡ φρόνησις, καὶ τοῦτο ματαῖον ἔχει τὴν ἔπαρσιν, καὶ ὕψος οὐκ ἀληθὲς παρασκευάζει· τῆς παρὰ Θεοῦ σοφίας ἀπούσης, εἰς οὐδὲν τούτων λογιζο‐
30μένων. Διαπίπτει μὲν γὰρ αὐτῷ τῷ διαβόλῳ τὸ κατὰ τοῦ ἀνθρώπου σόφισμα, καὶ καθ’ ἑαυτοῦ τεχνάσας ἔλαθεν ὃ κατὰ τοῦ ἀνθρώπου μεμηχάνηται, οὐδὲν τοσοῦτον ἐκεῖνον ζημιώσας, ὂν ἤλπισεν ἀπαλλοτριώ‐ σειν Θεοῦ καὶ ζωῆς αἰωνίου, ὅσον ἑαυτὸν προδοὺς,
35ἀποστάτης Θεοῦ γεγονὼς, καὶ θανάτῳ καταδικασθεὶς αἰωνίῳ. Καὶ τὴν κατὰ τοῦ Κυρίου στήσας παγίδα, διὰ ταύτης ἑάλω, σταυρωθεὶς ἐν ᾧ σταυρώσειν προσ‐ εδόκησε, καὶ ἀποθανὼν ἐν ᾧ τὸν Κύριον ἤλπισεν ἀναιρήσειν θανάτῳ. Εἰ δὲ ὁ τοῦ κόσμου ἄρχων, ὁ
40πρῶτος καὶ μέγιστος καὶ ἀόρατος τῆς κοσμικῆς σο‐ φίας σοφιστὴς, ἁλίσκεται τοῖς ἑαυτοῦ σοφίσμασιν, εἰς τὴν ἐσχάτην περιιστάμενος ἀφροσύνην, πολλῷ μᾶλ‐ λον οἱ ἐκείνου μαθηταὶ καὶ ζηλωταὶ, κἂν μυρία σο‐ φίσωνται, Φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν.
45Κατασοφίζεται Φαραὼ ἐπ’ ὀλέθρῳ Ἰσραήλ· ἀλλ’ ἔλαθεν ὁ κατασοφισμὸς αὐτῷ διαλυθεὶς, ὅθεν οὐ προσ‐ εδόκησε. Καὶ βρέφος ἐκτεθὲν διὰ τὸ πρόσταγμα αὐτοῦ εἰς θάνατον λανθάνει τρεφόμενον ἐπὶ τῆς οἰκίας τῆς βασιλικῆς, καὶ καθαιροῦν τὴν ἐκείνου δύναμιν καὶ

31

.

528

(50)

τὴν τοῦ παντὸς ἔθνους, καὶ τὸν Ἰσραὴλ ἐξάγον εἰς527

31

.

529

σωτηρίαν. Ὁ δὲ ἀνδροφόνος Ἀβιμέλεχ, ὁ τοῦ Γε‐ δεὼν νόθος υἱὸς, ὁ τοὺς ἑβδομήκοντα παῖδας τοὺς γνησίους ἀποκτείνας, καὶ σοφὸν τοῦτο νομίσας ἐξευ‐ ρηκέναι πρὸς τὸ βεβαίως τὴν βασιλείαν κατασχεῖν,
5συντρίβει μὲν τοὺς συνεργοὺς αὐτῷ τοῦ φόνου γενο‐ μένους, συντρίβεται δὲ ὑπ’ αὐτῶν· καὶ τέλος ἀπόλ‐ λυται χειρὶ γυναικὸς καὶ λίθου βολῇ. Καὶ ἐσοφίσαντο πάντες Ἰουδαῖοι κατὰ τοῦ Κυρίου βούλευμα ὀλέθριον, ἑαυτοῖς λέγοντες· Ἐὰν ἀφῶμεν οὕτως, πάντες
10πιστεύσουσιν εἰς αὐτόν· καὶ ἐλεύσονται οἱ Ῥω‐ μαῖοι, καὶ ἀροῦσιν ἡμῶν τὸν τόπον καὶ τὸ ἔθνος. Ἐκ τούτου τοῦ βουλεύματος ἐπὶ τὴν Χριστοκτονίαν ἐλθόντες, ὡς τὸ ἔθνος αὐτοὶ καὶ τὴν χώραν διασώσον‐ τες, ἀπολώλασι δι’ ὧν ἐβουλεύσαντο, καὶ ἐκ τῆς χώ‐
15ρας ἀνάστατοι, καὶ τῶν νόμων ἀλλότριοι καὶ τῆς λα‐ τρείας γεγενημένοι. Καὶ ὅλως ἐν μυρίοις ἄν τις κα‐ ταμάθοι παραδείγμασι σαθρὸν τὸ τῆς ἀνθρωπί‐ νης σοφίας πλεονέκτημα, μικρόν τε καὶ ταπεινὸν μᾶλλον ἢ μέγα καὶ ὑψηλόν.
20 Ὥστε οὐδεὶς εὖ φρονῶν, οὔτε ἐπὶ τῇ σοφίᾳ τῇ ἑαυτοῦ μέγα φρονήσει, οὔτε ἐπὶ τοῖς ἄλλοις τοῖς προειρημένοις, ἀλλὰ πεισθήσεται τῇ καλλίστῃ παραι‐ νέσει τῆς μακαρίας Ἄννης καὶ τοῦ προφήτου Ἱερε‐ μίου· Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ,
25καὶ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐ‐ τοῦ. Ἀλλὰ τί τὸ καύχημα τὸ ἀληθές; καὶ ἐν τίνι μέγας ὁ ἄνθρωπος; Ἐν τούτῳ, φησὶ, καυχάσθω ὁ καυχώμενος, ἐν τῷ συνιεῖν καὶ γινώσκειν, ὅτι
30ἐγὼ Κύριος. Τοῦτο ὕψος ἀνθρώπου, τοῦτο δόξα καὶ μεγαλειότης, ἀληθῶς γνῶναι τὸ μέγα, καὶ τούτῳ προσφύεσθαι, καὶ δόξαν τὴν παρὰ τοῦ Κυρίου τῆς δόξης ἐπιζητεῖν. Λέγει δὲ ὁ Ἀπόστολος· Ὁ καυχώ‐ μενος, ἐν Κυρίῳ καυχάσθω, λέγων ὅτι Χριστὸς
35ἡμῖν ἐγενήθη σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις· ἵνα καθὼς γέγραπται, Ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. Αὕτη γὰρ δὴ ἡ τελεία καὶ ὁλόκληρος καύχησις ἐν Θεῷ, ὅτε μήτε ἐπὶ δικαιοσύνῃ τις ἐπαίρεται τῇ ἑαυτοῦ, ἀλλ’ ἔγνω
40μὲν ἐνδεῆ ὄντα ἑαυτὸν δικαιοσύνης ἀληθοῦς, πίστει δὲ μόνῃ τῇ εἰς Χριστὸν δεδικαιωμένον. Καὶ καυ‐ χᾶται Παῦλος ἐπὶ τῷ καταφρονῆσαι τῆς ἑαυτοῦ δι‐ καιοσύνης, ζητεῖν δὲ τὴν διὰ Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει, τοῦ γνῶναι αὐτὸν καὶ τὴν
45δύναμιν τῆς ἀναστάσεως αὐτοῦ, καὶ τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ, συμμορφιζόμενος τῷ θανάτῳ
αὐτοῦ, εἴ πως καταντήσει εἰς τὴν ἐξανάστασιν529

31

.

532

τὴν ἐκ νεκρῶν. Ἐνταῦθα πέπτωκε πᾶν ὕψος ὑπερη‐ φανίας. Οὐδὲν ὑπολέλειπταί σοι πρὸς ἀλαζονείαν, ὦ ἄνθρωπε, ᾧ τὸ καύχημα καὶ ἡ ἐλπὶς ἐν τῷ νεκρῶσαι μὲν πάντα τὰ σεαυτοῦ, ζητῆσαι δὲ τὴν ἐν Χρι‐
5στῷ ζωὴν τὴν μέλλουσαν· ἧς ἀπαρχὰς ἔχοντες, ἤδη ἐν τούτοις ἐσμὲν, τὸ ὅλον ἐν χάριτι ζῶντες καὶ δωρεᾷ Θεοῦ. Καὶ Θεὸς μέν ἐστιν, Ὁ ἐνεργῶν ἐν ἡμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας· Θεὸς δὲ τὴν ἑαυτοῦ σοφίαν τὴν προωρισμένην εἰς δόξαν
10ἡμῶν ἀποκαλύπτει διὰ τοῦ ἰδίου Πνεύματος. Θεὸς δὲ τὴν ἐν πόνοις δίδωσι δύναμιν. Περισσότερον πάν‐ των ἐκοπίασα, φησὶ Παῦλος· οὐκ ἐγὼ δὲ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. Θεὸς δὲ ἐξαιρεῖται κιν‐ δύνων παρὰ πᾶσαν ἀνθρωπίνην ἐλπίδα. Αὐτοὶ, φη‐
15σὶν, ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκα‐ μεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ’ ἑαυτοῖς, ἀλλ’ ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς· ὃς ἐκ τη‐ λικούτου θανάτου ἐῤῥύσατο ἡμᾶς, καὶ ῥύεται, εἰς ὃν ἠλπίκαμεν, ὅτι καὶ ἔτι ῥύσεται. Τί οὖν ἐπαίρεις, εἰπέ μοι, σαυτὸν ὡς ἐπὶ καλοῖς
20ἰδίοις, ἀντὶ τοῦ χάριν ἐπὶ τοῖς δώροις ὁμολογεῖν τῷ δεδωκότι; Τί γὰρ ἔχεις, ὃ οὐκ ἔλαβες; Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; Οὐ σὺ Θεὸν ἔγνως διὰ δικαιοσύνης, ἀλλὰ Θεός σε διὰ χρηστότητα ἔγνω. Γνόντες, φησὶ, Θεὸν, μᾶλλον δὲ γνωσθέν‐
25τες ὑπὸ Θεοῦ. Οὐ σὺ Χριστὸν κατείληφας διὰ τῆς ἀρετῆς, ἀλλὰ Χριστός σε διὰ τῆς παρουσίας κατεί‐ ληφε. Διώκω, φησὶν, εἰ καὶ καταλάβω, ἐφ’ ᾧ καὶ κατελήφθην ὑπὸ Χριστοῦ. Οὐχ ὑμεῖς με ἐξελέ‐ ξασθε, φησὶν ὁ Κύριος, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς.
30Ἀλλ’ ὅτι τετίμησαι, μέγα φρονεῖς, καὶ τὸν ἔλεον πρόφασιν ὑπερηφανίας λαμβάνεις; Καὶ τότε γνώσῃ σεαυτὸν ὅστις εἶ, ὡς Ἀδὰμ ἐκβληθεὶς ἐκ τοῦ παραδείσου, ὡς Σαοὺλ καταλειφθεὶς ὑπὸ Πνεύματος Θεοῦ, ὡς Ἰσραὴλ τῆς ἁγίας ῥίζης ἀποτμηθείς. Τῇ
35πίστει, φησὶν, ἕστηκας· μὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ. Κρίσις ἕπεται χάριτι, καὶ ὅπως ἐχρήσω τοῖς χαρισθεῖσιν, ὁ κριτὴς ἐξετάσει. Εἰ δὲ μηδὲ τοῦτο αὐτὸ συνίῃς, ὅτι χάριτος τετύχηκας, ἀλλ’ ἴδιον ποιῇ κατόρ‐ θωμα τὴν χάριν ὑπερβολῇ τῆς ἀναισθησίας, οὐκ εἶ
40τοῦ μακαρίου τιμιώτερος ἀποστόλου Πέτρου. Οὐδὲ γὰρ ἀγάπῃ τῇ πρὸς τὸν Κύριον ὑπερβαλέσθαι δυνήσῃ τὸν οὕτω σφοδρῶς ἀγαπῶντα, ὡς καὶ ὑπεραποθνή‐ σκειν ἐθέλειν. Ἀλλ’ ὅτι μεγαλοφρονέστερον ἐφθέγ‐ ξατο, λέγων, Εἰ καὶ πάντες σκανδαλισθήσονται
45ἐν σοὶ, ἀλλ’ ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι, παρεδόθη τῇ ἀνθρωπίνῃ δειλίᾳ, καὶ πέπτωκεν εἰς ἄρνησιν, σωφρονιζόμενος τῷ σφάλματι πρὸς εὐλά‐
βειαν, καὶ διδασκόμενος φείδεσθαι τῶν ἀσθενούν‐531

31

.

533

των, τῷ καὶ τὴν ἑαυτοῦ καταμαθεῖν ἀσθένειαν, καὶ γνῶναι σαφῶς, ὅτι καθάπερ ἐν τῷ πελάγει καταπον‐ τιζόμενος, ἐκουφίσθη τῇ τοῦ Χριστοῦ δεξιᾷ, οὕτως ἐν τῷ κλύδωνι τοῦ σκανδαλισμοῦ κινδυνεύσας ἀπολέ‐
5σθαι δι’ ἀπιστίας, ἐφυλάχθη δυνάμει Χριστοῦ, ὃς καὶ προεῖπεν αὐτῷ τὸ συμβησόμενον, λέγων· Σίμων, Σί‐ μων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο τοῦ σινιάσαι ὑμᾶς ὡς τὸν σῖτον. Κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλείπῃ ἡ πίστις σου, καὶ σύ ποτε ἐπιστρέ‐
10ψας στήριξον τοὺς ἀδελφούς σου. Καὶ Πέτρος μὲν οὕτως ἐλεγχθεὶς, δικαίως ἐβοηθεῖτο, πρὸς ἀπόθεσιν ἀλαζονείας καὶ φειδὼ τῶν ἀσθενούντων ἐκπαιδευόμε‐ νος· ὁ δὲ Φαρισαῖος ἐκεῖνος, ὁ βαρὺς καὶ καθ’ ὑπερβο‐ λὴν ὑπερήφανος, ὁ μὴ μόνον ἐφ’ ἑαυτῷ θρασυνόμε‐
15νος, ἀλλὰ καὶ τὸν τελώνην ἐπὶ Θεοῦ διασύρων, ἀπ‐ ώλεσε τῆς δικαιοσύνης τὸ καύχημα διὰ τὸ τῆς ὑπερη‐ φανῖας ἔγκλημα. Καὶ κατῆλθεν ὁ τελώνης δεδικαιωμέ‐ νος ὑπὲρ αὐτὸν, ὅτι τὸν ἅγιον ἐδόξαζε Θεὸν, καὶ οὐδὲ ἀναβλέπειν ἐτόλμα, ἀλλ’ ἱλασμὸν ἐζήτει μόνον, κατ‐
20ήγορος ὢν ἑαυτοῦ καὶ τῷ σχήματι καὶ τῇ κατὰ στήθους πληγῇ, καὶ τῷ ζητεῖν οὐδὲν ἄλλο πλὴν ἱλασμόν. Ὅρα δὴ οὖν καὶ φυλάττου τὸ παράδειγμα τῆς χαλεπῆς δι’ ὑπερηφανίαν ζημίας. Ἐζημιώθη τὴν δικαιοσύνην ὑπερηφανευσάμενος, ἀπώλεσε τὸν μισθὸν θρασυνόμε‐
25νος· ἠλαττώθη τοῦ ταπεινοῦ καὶ ἁμαρτωλοῦ, μεγαλύ‐ νας ἑαυτὸν ὑπὲρ ἐκεῖνον, καὶ οὐκ ἀναμείνας τὴν παρὰ Θεοῦ κρίσιν, ἀλλὰ τὴν παρὰ αὑτοῦ ἐξενεγκών. Σὺ δὲ κατ’ οὐδενὸς ἐπαρθήσῃ ποτὲ, οὐδὲ κατὰ τῶν ἄγαν ἁμαρτωλῶν. Ῥύεται πολλάκις ἡ ταπεινοφροσύνη τὸν
30ἡμαρτηκότα πολλὰ καὶ μεγάλα. Μὴ οὖν σεαυτὸν δι‐ καιώσῃς ὑπὲρ ἕτερον, μήποτε, δικαιωθεὶς τῇ σεαυ‐ τοῦ ψήφῳ, τῇ τοῦ Θεοῦ κατακριθῇς. Οὐκ ἀνακρίνω, φησὶν, ἐμαυτὸν, ὁ Παῦλος. Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα· ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι. Ὁ δὲ
35ἀνακρίνων με, Κύριός ἐστιν.
38 Οἴει κατορθοῦν ἀγαθόν; Εὐχαρίστει τῷ Θεῷ, μὴ κατὰ τοῦ πλησίον ἐπαίρου. Τὸ ἔργον ἑαυτοῦ,
40φησὶ, δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον. Τί γὰρ ὤνησας τὸν πλησίον, ὅτι πίστιν ὡμολόγησας, ἢ φυγὴν ὑπέμεινας διὰ ὄνομα Χριστοῦ, ἢ τοῖς νη‐ στείας ἐνεκαρτέρησας πόνοις; Οὐχ ἑτέρου τὸ κέρδος,
45ἀλλὰ σόν. Φοβήθητι τῆς τοῦ διαβόλου. πτώσεως τὴν ὀμοίωσιν· ὃς, ἐπαρθεὶς κατὰ τοῦ ἀνθρώπου, πέπτω‐ κεν ὑπ’ ἀνθρώπου, καὶ παραδέδοται πάτημα τῷ πεπατημένῳ. Τοιαύτη καὶ τῶν Ἰσραηλιτῶν ἡ πτῶ‐ σις. Ἐπαιρόμενοι γὰρ κατὰ τῶν ἐθνῶν, ὡς ἀκα‐

31

.

533

(50)

θάρτων, ἀκάθαρτοι γεγόνασιν ἀληθῶς· τὰ δὲ ἔθνη533

31

.

536

κεκάθαρται. Καὶ τῶν μὲν ἡ δικαιοσύνη γέγονεν ὡς ῥάκος ἀποκαθημένης, τῶν δὲ ἐθνῶν ἡ ἀνομία καὶ ἡ ἀσέβεια διὰ πίστεως ἐξήλειπται. Καθόλου μέμνη‐ σο τῆς ἀληθοῦς παροιμίας· Ὑπερηφάνοις Θεὸς ἀν‐
5τιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Ἔχε τοῦ Κυρίου τὸ ῥῆμα πρόχειρον· Πᾶς ὁ ταπεινῶν ἑαυ‐ τὸν, ὑψωθήσεται· καὶ ὁ ὑψῶν ἑαυτὸν, ταπει‐ νωθήσεται. Μὴ γίνου κριτὴς ἄνισος σεαυτοῦ, μηδὲ πρὸς χάριν ἐξέταζε· εἰ μέν τι δοκεῖς ἔχειν καλὸν,
10τοῦτο ἐν ψήφῳ τιθεὶς, τῶν δὲ πταισμάτων ἑκὼν ἐπιλανθανόμενος, μηδὲ ἐφ’ οἷς μὲν σήμερον κατορ‐ θοῖς μεγαλυνόμενος, ἐφ’ οἷς δὲ πρώην καὶ πάλαι κακῶς εἰργάσω, συγχώρησιν σεαυτῷ διδούς· ἀλλ’ ὅταν σε τὸ παρὸν ἐπάρῃ, τὸ παλαιὸν εἰς ἀνάμνησιν
15ἀγέτω, καὶ παύσῃ τῆς ἀναισθήτου φλεγμονῆς. Καὶ εἰ τὸν πέλας ἁμαρτάνοντα θεωρήσεις, μὴ τοῦτο μόνον αὐτοῦ σκοπήσῃς· ἐνθυμήθητι δὲ καὶ ὅσα πέ‐ πραχεν ἢ πράττει καλῶς, καὶ πολλάκις εὑρήσεις αὐτὸν ἀμείνονα σεαυτοῦ, διὰ πάντων ἐξετάζων, καὶ
20μὴ μερικὰ ψηφιζόμενος. Οὐδὲ γὰρ Θεὸς μερικῶς ἐξετάζει τὸν ἄνθρωπον· Ἐγὼ γὰρ, φησὶ, τὰ ἔργα καὶ τοὺς λογισμοὺς αὐτῶν ἔρχομαι συναγαγεῖν. Καὶ τῷ Ἰωσαφὰτ ἐπιτιμήσας ποτὲ διὰ τὴν παρα‐ πόδας ἁμαρτίαν, ἐμνήσθη καὶ τῶν κατωρθωμένων
25αὐτῷ, λέγων· Πλὴν ἀλλὰ λόγοι ἀγαθοὶ εὑρέθησαν ἐν σοί. Ταῦτα καὶ τὰ τοιαῦτα πρὸς τὴν ὑπερηφανίαν ἐπᾴδωμεν ἑαυτοῖς ἑκάστοτε, καθαιροῦντες ἑαυτοὺς ἵν’ ὑψωθῶμεν, μιμούμενοι τὸν ἐξ οὐρανοῦ καταβάν‐
30τα Κύριον πρὸς τὴν ἐσχάτην ταπεινότητα, καὶ τοὐ‐ ναντίον ἐκ ταπεινότητος εἰς ὕψος αἴσιον ἐξογκούμε‐ νοι. Πάντα γὰρ δὴ πρὸς ταπεινοφροσύνην παι‐ δεύοντα τὰ τοῦ Κυρίου εὑρίσκομεν. Βρέφος ὢν, εὐθὺς ἐν σπηλαίῳ, καὶ οὐδὲ ἐπὶ κλίνης, ἀλλ’ ἐπὶ
35φάτνης· ἐν οἴκῳ τέκτονος καὶ μητρὸς πενιχρᾶς, ὑπο‐ τασσόμενος τῇ μητρὶ καὶ τῷ ταύτης μνηστῆρι· διδασκόμενος, ἀκούων ὧν οὐκ ἐδεῖτο, ἐπερωτῶν δὲ ὅμως, καὶ διὰ τῆς ἐρωτήσεως ἐπὶ τῇ σοφίᾳ θαυμα‐ ζόμενος· ὑποτασσόμενος Ἰωάννῃ, καὶ βάπτισμα
40παρὰ τοῦ δούλου δεχόμενος ὁ Δεσπότης· οὐδενὶ τῶν ἐπανισταμένων ἀνθιστάμενος, οὐδὲ τὴν ἄφατον ἐξου‐ σίαν, ἣν εἶχεν, ἐπανατεινόμενος· ἀλλ’ ὡς δυνατωτέ‐ ροις ὑποχωρῶν, καὶ τῇ προσκαίρῳ ἐξουσίᾳ τὸ κατ’ αὐτὴν ἰσχυρὸν ἐπιτρέπων· ἐπὶ τῶν ἀρχιερέων ἱστά‐
45μενος ἐν σχήματι δικαζομένου, ἡγεμόνι προσαγόμε‐ νος καὶ κρίσιν ὑποφέρων, καὶ παρὸν ἐλέγχειν τοὺς συκοφαντοῦντας, σιωπῇ φέρων τὰς συκοφαντίας· ἐμπτυόμενος ὑπὸ δούλων καὶ παιδαρίων εὐτελεστά‐
των, θανάτῳ παραδιδόμενος, καὶ θανάτῳ τῷ παρὰ535

31

.

537

ἀνθρώποις αἰσχίστῳ. Οὕτω τὸν ἄνθρωπον διεξῆλθε πάντα τὰ ἀπὸ γενέσεως εἰς τέλος· καὶ μετὰ τοσαύτην ταπεινοφροσύνην ὕστερον τὴν δόξαν ἐκφαί‐ νει, συνδοξάζων ἑαυτῷ τοὺς συναδοξήσαντας. Ὧν οἱ
5μακάριοι μαθηταὶ πρῶτοι, πένητες καὶ γυμνοὶ τὴν οἰκουμένην διαδραμόντες, οὐκ ἐν σοφίᾳ λόγου, οὐκ ἐν ἀκολούθων πλήθει, μόνοι, καὶ ἀλῆται, καὶ ἔρημοι, γῆν τε καὶ θάλατταν ἐξαμείβοντες, μαστιζόμενοι, λιθοβολούμενοι, διωκόμενοι, τέλος ἀναιρούμενοι.
10Ταῦτα ἡμῖν πατρῷα καὶ θεῖα παιδεύματα. Πρὸς τὴν τούτων ἔλθωμεν μίμησιν, ἵν’ ἡμῖν ἐκ τῆς ταπεινό‐ τητος ἀνατείλῃ δόξα αἰώνιος, ἡ τελεία καὶ ἀληθὴς Χριστοῦ δωρεά. Πῶς οὖν εἰς τὴν σωτήριον ταπεινοφροσύνην κα‐
15ταβησόμεθα, τὸν ὀλέθριον ὄγκον τῆς ὑπερηφανίας καταλιπόντες; Ἐὰν διὰ πάντων ἀσκῶμεν τὸ τοιοῦτο, καὶ μηδὲν παρορῶμεν ὡς οὐ παρὰ τοῦτο βλαβησό‐ μενοι. Τοῖς γὰρ ἐπιτηδεύμασιν ὁμοιοῦται ψυχὴ, καὶ πρὸς ἃ πράττει, τυποῦται, καὶ πρὸς ταῦτα σχηματί‐
20ζεται. Ἔστω σοι καὶ σχῆμα, καὶ ἱμάτιον, καὶ βά‐ δισμα, καὶ καθέδρα, καὶ τροφῆς κατάστασις, καὶ στρωμνῆς παρασκευὴ, καὶ οἶκος, καὶ τὰ ἐν οἴκῳ σκεύη πάντα πρὸς εὐτέλειαν ἠσκημένα· καὶ λόγος, καὶ ᾠδὴ, καὶ ἡ τοῦ πλησίον ἔντευξις, καὶ ταῦτα πρὸς
25μετριότητα μᾶλλον ἢ πρὸς ὄγκον ὁράτω. Μή μοι κόμπους ἐν λόγῳ σοφιστικοὺς, μηδὲ ἐν ᾠδαῖς ἡδυ‐ φωνίας ὑπερβαλλούσας, μηδὲ διαλέξεις ὑπερηφάνους καὶ βαρείας· ἀλλ’ ἐν ἅπασιν ὑφαίρει τοῦ μεγέθους· χρηστὸς πρὸς τὸν φίλον, ἤπιος πρὸς τὸν οἰκέτην,
30ἀνεξίκακος πρὸς τοὺς θρασεῖς, φιλάνθρωπος πρὸς τοὺς ταπεινοὺς, παρηγορῶν κακουμένους, ἐπισκεπτό‐ μενος τοὺς ἐν ὀδύναις, μηδένα καθάπαξ ὑπερορῶν, γλυκὺς ἐν προσηγορίᾳ, φαιδρὸς ἐν ἀποκρίσει, δεξιὸς, εὐπρόσιτος ἅπασι, μήτε σεαυτοῦ διεξιὼν ἐγκώμια,
35μηδὲ ἑτέρους λέγειν παρασκευάζων, μηδὲ λόγον ἄσεμνον ἀποδεχόμενος, ἐπικαλύπτων ὅσα δυνατὸν τῶν σεαυτοῦ πλεονεκτημάτων· ἐπὶ δὲ τοῖς ἁμαρτή‐ μασι κατηγορῶν σεαυτοῦ, καὶ μὴ τοὺς ἑτέρων ἐλέγχους ἀναμένων, ἵνα γένῃ κατὰ τὸν δίκαιον τὸν
40ἑαυτοῦ κατήγορον ἐν πρωτολογίᾳ, ἵνα ᾖς κατὰ τὸν Ἰὼβ, ὃς οὐ διετράπη πολυοχλίαν πόλεως, ἐπ’ αὐτῶν ἐξαγορεῦσαι τὸ ἴδιον πταῖσμα. Μὴ βαρὺς ἐν ἐπιτιμή‐ σεσι γίνου, μηδὲ ταχέως, μηδὲ ἐμπαθῶς ἐξελέγχων (αὔθαδες γὰρ τὸ τοιοῦτον), μηδὲ ἐπὶ μικροῖς κατα‐
45δικάζων, ὡς ἀκριβοδίκαιος αὐτὸς ὑπάρχων· τοὺς ἐν παραπτώματι προσλαμβανόμενος, καὶ πνευ‐ ματικῶς καταρτίζων αὐτοὺς, ὡς ὁ Ἀπόστολος πα‐ ραινεῖ· Σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς· τοσαύτην ποιούμενος σπουδὴν μὴ δοξάζεσθαι παρὰ

31

.

537

(50)

ἀνθρώποις, ὅσην ἕτεροι περὶ τοῦ δοξάζεσθαι, εἴ γε537

31

.

540

μέμνησαι τοῦ Χριστοῦ, ζημίαν λέγοντος εἶναι τοῦ παρὰ Θεῷ μισθοῦ, τὴν ἑκούσιον παρὰ ἀνθρώποις ἐπιφάνειαν, καὶ τὸ ποιεῖν ἀγαθὸν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· Ἀπέχουσι γὰρ, φησὶν, τὸν μισθὸν
5αὐτῶν. Μὴ τοίνυν ζημίου σεαυτὸν, ἐπὶ ἀνθρώπων φαίνεσθαι βουλόμενος. Ἐπειδὴ Θεὸς μέγας θεατὴς, φιλοδόξησον ἐπὶ Θεοῦ· λαμπρὸν γὰρ ἀποδίδωσι τὸν μισθόν. Ἀλλὰ προεδρίας ἠξιώθης, καὶ περιέπουσί σε ἄνθρωποι καὶ δοξάζουσι; Γίνου τοῖς ὑπηκόοις ἴσος, Μὴ
10ὡς κατεξουσιάζων τῶν κλήρων, φησὶ, μηδὲ κατὰ τοὺς κοσμικοὺς ἄρχοντας. Τὸν γὰρ θέλοντα πρῶτον εἶ‐ ναι, δοῦλον εἶναι πάντων ὁ Κύριος ἐκέλευσε. Καθ‐ όλου δὲ εἰπεῖν, οὕτω δίωξον τὴν ταπεινοφροσύνην, ὡς ἐραστὴς αὐτῆς. Ἐράσθητι αὐτῆς, καὶ δοξάσει σε. Οὕτω
15καλῶς ἐπὶ δόξαν ὁδεύσεις τὴν ἀληθῆ, τὴν ἐν ἀγγέ‐ λοις, τὴν παρὰ Θεῷ. Ὁμολογήσει δέ σε Χριστὸς ὡς ἴδιον μαθητὴν ἐπὶ τῶν ἀγγέλων, καὶ δοξάσει σε, ἂν γένῃ τῆς ταπεινοφροσύνης αὐτοῦ μιμητὴς, τοῦ λέγον‐ τος· Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πραός εἰμι, καὶ ταπει‐
20νὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.539