TLG 2040 034 :: BASILIUS :: In Gordium martyrem BASILIUS Theol., Episcopus In Gordium martyrem Citation: Volume — page — (line) | ||
20t | ΟΜΙΛΙΑ ΙΗʹ. | |
---|---|---|
21t | Εἰς Γόρδιον τὸν μάρτυρα. | |
22 | Νόμος ἐστὶ φύσεως ταῖς μελίσσαις μὴ ἀπαί‐ ρειν τῶν σίμβλων πρὶν ἂν ὁ βασιλεὺς αὐτῶν τῆς πτήσεως ἀφηγήσηται. Ἐπεὶ οὖν καὶ τὸν λαὸν Κυρίου | |
25 | εἶδον νῦν πρῶτον ἐπὶ τὰ οὐράνια ἄνθη, τοὺς μάρ‐ τυρας, ἐξιόντα, ζητῶ τὸν ἡγεμόνα. Τίς ὁ κινήσας τὸν πολὺν τοῦτον ἐσμόν; τίς ὁ τὴν χειμερινὴν κατ‐ ήφειαν εἰς ἐαρινὴν φαιδρότητα μεταστήσας; Νῦν γὰρ δὴ πρῶτον ὁ λαὸς, οἱονεὶ σίμβλων τινῶν, τῆς | |
30 | πόλεως προχυθέντες, τὸν προπόλεον κόσμον, τὸ σεμνὸν τοῦτο καὶ πάγκαλον τῶν μαρτύρων στάδιον, πανδημεὶ κατειλήφασιν. Ἐπεὶ οὖν καὶ ἡμᾶς ἀνα‐ στῆσαν ἤγαγε τὸ θαῦμα τοῦ μάρτυρος, ἐκλαθομέ‐ νους τῆς ἀσθενείας, δεῦρο δὴ καὶ αὐτοὶ τῇ κατὰ | |
35 | δύναμιν φωνῇ, οἷόν τινι ἄνθει τῶν τοῦ ἀνδρὸς ἔργων περιβομβήσωμεν, ὅσιά τε ποιοῦντες καὶ τοῖς παρ‐ οῦσιν ἅμα κεχαρισμένα· Ἐγκωμιαζομένου γὰρ δικαίου, εὐφρανθήσονται λαοὶ, ὁ σοφὸς ἡμῖν ἀρ‐ τίως ἔλεγε Σολομών. Καίτοιγε ἠπόρουν κατ’ ἐμαυ‐ | |
40 | τὸν, τί ποτε ἄρα βούλεται τῷ παροιμιαστῇ τὸ αἴ‐ νιγμα. Ἆρα, ὅτι, ῥήτορός τινος ἢ λογογράφου δεινοῦ συνθέντος λόγον πρὸς τὴν τῶν ἀκουόντων ἔκπληξιν, ἤχῳ τινὶ κεκομψευμένῳ κατακτυποῦντι τὰς ἀκοὰς, εὐφραίνονται οἱ λαοὶ, τήν τε εὕρεσιν τῶν νοημάτων, | |
45 | καὶ τὴν διάθεσιν, καὶ τὸ τῆς λέξεως πομπικὸν καὶ | 489 |
31.492 | πρὸς ἁρμονίαν κεκροτημένον ἀποδεχόμενοι; Ἢ τοῦ‐ το μὲν οὐκ ἂν εἶπέ ποτε ὁ μηδαμοῦ τῷ τοιούτῳ εἴδει τῶν λόγων χρησάμενος· οὐδ’ ἂν προέτρεψεν ἡμᾶς πανηγυρικῶς ἐμπομπεύειν τοῖς ἐγκωμίοις τῶν | |
5 | μακαρίων ὁ τὸ πεζὸν τῆς λέξεως καὶ τὸ τῆς φωνῆς ἀκατάσκευον πανταχοῦ προτιμήσας. Τί οὖν ἐστιν, ὅ φησιν; Ὅτι εὐφραίνονται λαοὶ εὐφροσύνην πνευμα‐ τικὴν ἐπὶ μόνῃ τῇ ὑπομνήσει τῶν τοῖς δικαίοις κατ‐ ωρθωμένων, εἰς ζῆλον καὶ μίμησιν τῶν ἀγαθῶν, | |
10 | ἀφ’ ὧν ἀκούουσιν, ἐναγόμενοι. Ἡ γὰρ τῶν εὐπολι‐ τεύτων ἀνδρῶν ἱστορία οἷόν τι φῶς τοῖς σωζομένοις πρὸς τὴν τοῦ βίου ὁδὸν ἐμποιεῖ. Διότι ὁμοῦ τε ἠκού‐ σαμεν διηγουμένου τοῦ Πνεύματος τὸν Μωϋσέως βίον, καὶ εὐθὺς ἡμᾶς ζῆλος εἰσῆλθε τῆς ἀρετῆς τοῦ ἀνδρὸς, | |
15 | καὶ τὸ πρᾶον τοῦ τρόπου ζηλωτὸν ἑκάστῳ καὶ μα‐ καριστὸν κατεφάνη. Τοῖς μὲν γὰρ ἄλλοις ἀνθρώποις ἐκ τῆς τῶν λόγων αὐξήσεως συνίσταται τὰ ἐγκώμια· τοῖς δικαίοις δὲ ἀρκεῖ τῶν πεπραγμένων αὐτοῖς ἡ ἀλήθεια πρὸς τὸ δεῖξαι αὐτῶν τὸ ὑπερβάλλον τῆς | |
20 | ἀρετῆς. Ὥστε, ὅταν διηγώμεθα τοὺς βίους τῶν δια‐ πρεψάντων ἐν εὐσεβείᾳ, δοξάζομεν πρῶτον τὸν Δε‐ σπότην διὰ τῶν δούλων· ἐγκωμιάζομεν δὲ τοὺς δι‐ καίους διὰ τῆς μαρτυρίας ὧν ἴσμεν, εὐφραίνομεν δὲ τοὺς λαοὺς διὰ τῆς ἀκοῆς τῶν καλῶν. Προτροπὴ | |
25 | γὰρ πρὸς σωφροσύνην ὁ βίος τοῦ Ἰωσὴφ, καὶ πρὸς ἀνδρίαν παράκλησις τὰ τοῦ Σαμψὼν διηγήματα. | |
28 | Οὐκ οἶδεν οὖν ἐγκωμίων νόμον τὸ θεῖον διδασκα‐ λεῖον, ἀλλὰ τὴν μαρτυρίαν τῶν πεπραγμένων | |
30 | ἀντ’ ἐγκωμίων λογίζεται, ὡς καὶ τοῖς ἁγίοις ἐξαρ‐ κοῦσαν πρὸς ἔπαινον, καὶ τοῖς ὡρμημένοις πρὸς ἀρετὴν αὐτάρκη οὖσαν εἰς ὠφέλειαν. Ἐγκωμίων μὲν γὰρ νόμος πατρίδα διερευνᾶσθαι, καὶ γένος ἀναζητεῖν, καὶ ἀγωγὴν διηγεῖσθαι· ὁ δὲ ἡμέτερος | |
35 | νόμος, τοὺς τῶν γειτόνων λόγους κατασιγάσας, ἀπὸ τῶν ἰδίων ἑκάστου τὴν μαρτυρίαν πληροῖ. Τί γὰρ ἐγὼ παρὰ τοῦτο σεμνότερος, εἰ ἡ πόλις ποτὲ χαλε‐ ποὺς καὶ μεγάλους ἀγῶνας διενεγκοῦσα, λαμπρὰ κατὰ τῶν πολεμίων ἀνέστησε τρόπαια; τί δὲ, εἰ | |
40 | θέσεως εὐκαίρως ἔχει, ὡς πρὸς χειμῶνά τε εἶναι καὶ θέρος ἐπιτηδείαν; Εἰ δὲ καὶ ἡ αὐτὴ ἀνδρῶν τέ ἐστιν εὔφορος, καὶ βοσκήματα τρέφειν αὐτάρκης, τί μοι ἐκ τούτων ὄφελος; Ἀλλὰ καὶ ταῖς τῶν ἵππων ἀγέλαις τῆς ὑφ’ ἡλίῳ κρατεῖ. Τί οὖν ἡμᾶς δύναται | |
45 | ταῦτα τὴν ἀνθρωπείαν ἀρετὴν βελτίους ποιῆσαι; Ἦ που καὶ τὰς τοῦ γείτονος ὄρους κορυφὰς διηγούμενοι, ὡς ὑπερνεφεῖς τέ εἰσι καὶ ἐπὶ πολὺ τοῦ ἀέρος διαν‐ εστήκασιν, ἑαυτοὺς ἀπατήσομεν ὡς τοῖς ἀνδράσι διὰ τούτων ἐκπληροῦντες τὸν ἔπαινον; Πάντων ἐστὶ | |
31.492(50) | καταγελαστότατον, ὅλου τοῦ κόσμου παρὰ τῶν δι‐ καίων ὑπεροφθέντος, ἡμᾶς ἐξ ὀλίγων τῶν ἀτιμα‐ σθέντων πληροῦν αὐτοῖς τὰ ἐγκώμια. Ἀρκεῖ τοίνυν | |
ἡ μνήμη πρὸς ὠφέλειαν διηνεκῆ. Οὐ γὰρ δὴ ἐκείνοις | 491 | |
31.493 | χρεία προσθήκης εἰς εὐδοκίμησιν, ἀλλ’ ἡμῖν τοῖς ἐν τῷ βίῳ ἀναγκαία ἡ μνήμη διὰ τὴν μίμησιν. Ὥσπερ γὰρ τῷ πυρὶ αὐτομάτως ἕπεται τὸ φωτίζειν, καὶ τῷ μύρῳ τὸ εὐωδεῖν· οὕτω καὶ ταῖς ἀγαθαῖς πράξεσιν | |
5 | ἀναγκαίως ἀκολουθεῖ τὸ ὠφέλιμον. Καίτοι οὐδὲ τοῦτο μικρὸν, ἀκριβῶς τυχεῖν τῆς ἀληθείας τῶν τότε. Ἀμυδρὰ γάρ τις φήμη πρὸς ἡμᾶς διεδόθη, τὰς ἐπὶ τῶν ἀγώνων ἀνδραγαθίας τοῦ ἀνδρὸς διασώζου‐ σα. Καί πως δοκεῖ τὸ καθ’ ἡμᾶς τῷ τῶν ζωγρά‐ | |
10 | φων προσεοικέναι. Καὶ γὰρ ἐκεῖνοι, ἐπειδὰν ἐξ εἰκό‐ νων μεταγράφωσι τὰς εἰκόνας, πλεῖστον, ὡς εἰκὸς, τῶν ἀρχετύπων ἀπολιμπάνονται· καὶ ἡμᾶς, αὐτῆς τῆς θέας τῶν πραγμάτων ἀπολειφθέντας, κίνδυνος οὐ μικρὸς τὴν ἀλήθειαν ἐλαττῶσαι. Ἀλλ’ ἐπειδὴ | |
15 | ἐνέστηκεν ἡ ἡμέρα ὑπόμνησιν φέρουσα μάρτυρος, ἐπιφανῶς τοῖς ὑπὲρ Χριστοῦ μαρτυρίοις ἐναθλήσαν‐ τος, εἴπωμεν ὅσα οἴδαμεν. Οὗτος ἔφυ μὲν ἀπὸ τῆς πόλεως ταύτης, ὅθεν καὶ μᾶλλον αὐτὸν ἀγαπῶμεν, διότι οἰκεῖος ἡμῖν ὁ κόσμος ἐστίν. Ὥσπερ γὰρ τὰ | |
20 | εὔκαρπα τῶν φυτῶν, οὓς ἂν ἐκθρέψῃ καρποὺς, τῇ οἰκείᾳ γῇ παρατίθεται· οὕτω καὶ οὗτος ἐκ τῶν λα‐ γόνων τῆς ἡμετέρας ἀναδραμὼν, καὶ πρὸς μήκιστον ὕψος τῆς δόξης διαναστὰς, τῇ ἐνεγκούσῃ καὶ θρε‐ ψαμένῃ τῶν οἰκείων τῆς εὐσεβείας καρπῶν τὴν ἀπό‐ | |
25 | λαυσιν ἐχαρίσατο. Καλοὶ μὲν γὰρ καὶ οἱ ἐκ τῆς ὑπερ‐ ορίας καρποὶ, ὅταν ἡδεῖς τε ὦσι καὶ τρόφιμοι· πολλῷ μέντοι ἡδίους τῶν ἐπηλύδων οἱ ἡμεδαποὶ καὶ ἐγχώριοι, πρὸς τῇ ἀπολαύσει ἔτι καὶ καλλωπισμόν τινα ἡμῖν διὰ τῆς οἰκειότητος χαριζόμενοι. Ἐγκατ‐ | |
30 | ειλεγμένος δὲ στρατείᾳ ἐπιφανεῖ, ὡς ἑκατὸν στρατιωτῶν ἀρχὴν πιστευθῆναι, καὶ σώματος ῥώμῃ καὶ ψυχῆς ἀνδρίᾳ τοῖς στρατιωτικοῖς καταλόγοις ἐμπρέπων. Ἐπεὶ δὲ ὁ τότε τύραννος τὸ πικρὸν καὶ ἀνήμερον τῆς ψυχῆς μέχρι τοῦ πολέμου τῆς Ἐκ‐ | |
35 | κλησίας ἐξέτεινε, καὶ ἦρε χεῖρα θεομάχον κατὰ τῆς εὐσεβείας, κηρύγματα δὲ ἦν πανταχοῦ, καὶ διαγράμ‐ ματα ἥπλωτο κατὰ πᾶσαν ἀγορὰν καὶ πάντα τόπον ἐπίσημον, μὴ προσκυνεῖσθαι Χριστὸν, ἢ θάνατον εἶ‐ ναι τὴν ζημίαν τοῖς προσκυνοῦσι· καὶ πρόσταγμα | |
40 | ἦν ὑποκύπτειν εἰδώλοις ἅπαντας, καὶ λίθους καὶ ξύλα χαράγματι τέχνης μεμορφωμένα θεοὺς ἡγεῖ‐ σθαι, ἢ τοὺς μὴ πειθομένους πάσχειν ἀνήκεστα· σύγχυσις δὲ ἦν καὶ ταραχὴ διὰ πάσης τῆς πόλεως, καὶ λεηλασίαι κατὰ τῶν εὐσεβούντων· χρήματα | |
45 | διηρπάζετο, πληγαῖς τὰ τῶν φιλοχρίστων σώματα κατεξαίνετο, γυναῖκες εἵλκοντο διὰ μέσης τῆς | |
πόλεως· οὐ νεότης ἐλεεινὴ, οὐ γῆρας αἰδέσιμον ἦν· | 493 | |
31.496 | ἀλλ’ οἱ μηδὲν ἀδικοῦντες τὰ τῶν κακούργων ὑπέμε‐ νον, ἐστενοχωρεῖτο τὰ δεσμωτήρια, ἔρημοι ἦσαν οἱ εὐθηνούμενοι τῶν οἴκων, αἱ δὲ ἐρημίαι πλήρεις τῶν φυγαδευομένων· ἔγκλημα δὲ ἦν τοῖς ταῦτα πάσχου‐ | |
5 | σιν ἡ εὐσέβεια, καὶ πατὴρ παρεδίδου παῖδα, καὶ πατέρα υἱὸς κατεμήνυεν, ἀδελφοὶ κατ’ ἀλλήλων ἐμαί‐ νοντο, καὶ δοῦλοι δεσπόταις ἑαυτῶν ἐπανίσταντο· δεινὴ δέ τις νὺξ κατειλήφει τὸν βίον, πάντων ἀγνοη‐ σάντων ἀλλήλους ἐκ τῆς τοῦ διαβόλου φρενοβλαβείας· | |
10 | κατεβάλλοντο μὲν οἶκοι προσευχῆς ὑπὸ χειρῶν ἀν‐ οσίων, ἀνετρέπετο δὲ θυσιαστήρια, καὶ οὐκ ἦν προσ‐ φορὰ οὐδὲ θυμίαμα, οὐ τόπος τοῦ καρπῶσαι, ἀλλὰ κατήφεια δεινὴ, ὥσπερ τις νεφέλη, τὰ πάντα κατεῖχεν· ἀπελήλαντο μὲν οἱ τοῦ θείου θεραπευταὶ, | |
15 | διεπτόητο δὲ πᾶς τῆς εὐσεβείας θίασος, δαίμονες δὲ κατεχόρευον, κνίσσαις καὶ αἵμασι τὰ πάντα κατα‐ μιαίνοντες· τότε ὁ γενναῖος οὗτος προλαβὼν τὴν ἐκ τῶν δικαστηρίων ἀνάγκην, ῥίψας τὴν ζώνην, ὑπερόριος ἦν, ὑπεριδὼν δυναστείας, ὑπεριδὼν δό‐ | |
20 | ξης, πλούτου παντοδαποῦ, συγγενείας, φίλων, οἰκε‐ τῶν, ἀπολαύσεως βίου, πάντων ὅσα ἀνθρώποις ἐστὶ περισπούδαστα, πρὸς τὰς βαθυτάτας καὶ ἀνθρώποις ἀβάτους ἐρημίας ἀπέδραμε, τὸν μετὰ τῶν θηρίων βίον τῆς πρὸς τοὺς εἰδωλολατροῦντας κοινωνίας ἡμε‐ | |
25 | ρώτερον ἡγησάμενος, κατὰ τὸν ζηλωτὴν Ἠλίαν· ὃς, ὅτε εἶδεν ἐπικρατοῦσαν τὴν εἱδωλολατρείαν τῆς Σιδω‐ νίας, ἐπὶ τὸ ὄρος ἀνέδραμε τὸ Χωρὴβ, καὶ ἐν τῷ σπηλαίῳ διῆγεν, ἐκζητῶν τὸν Θεὸν, ἕως εἶδε τὸν περιπόθητον, ὡς ἰδεῖν ἀνθρώπῳ Θεὸν δυνατόν. | |
32 | Τοιοῦτος οὖν ἦν καὶ ὁ Γόρδιος, ἀποφυγὼν θορύ‐ βους πολιτικοὺς, ὄχλον ἀγοραῖον, ἀρχοντικοὺς τύ‐ φους, τὰ δικαστήρια, τοὺς συκοφάντας, τοὺς πω‐ | |
35 | λοῦντας, τοὺς ὠνουμένους, τοὺς ὀμνύοντας, τοὺς ψευδομένους, τὴν αἰσχρολογίαν, τὴν εὐτραπελίαν, τἄλλα ὅσα, ὥσπερ ἐφόλκια, αἱ πολυάνθρωποι τῶν πόλεων ἐπισύρονται. Καθαρεύων τὰ ὦτα, καθαρεύων τοὺς ὀφθαλμούς· καὶ πρό γε πάντων τὴν καρδίαν | |
40 | κεκαθαρμένος, ἵνα Θεὸν ἰδεῖν δυνηθῇ, καὶ μακάριος γένηται· εἶδε δι’ ἀποκαλύψεων, ἐδιδάχθη τὰ μυστή‐ ρια, οὐκ ἀπ’ ἀνθρώπων, οὐδὲ δι’ ἀνθρώπων, ἀλλ’ ἔχων τὸν μέγαν διδάσκαλον τὸ Πνεῦμα τῆς ἀληθείας. Ὄθεν ἐλθὼν εἰς ἔννοιαν τοῦ βίου, ὡς ἀνωφελὴς, ὡς | |
45 | μάταιος, ὡς ὀνείρου παντὸς καὶ σκιᾶς ἀδρανέστερος, ἠρεθίσθη σφοδρότερον πρὸς τὴν ἐπιθυμίαν τῆς ἄνω κλήσεως. Καὶ οἷον ἀθλητὴς, αἰσθόμενος ἑαυτοῦ ἱκανῶς γυμνασθέντος καὶ ἀλειψαμένου πρὸς τὸν ἀγῶνα, ταῖς νηστείαις, ταῖς ἀγρυπνίαις, ταῖς προσ‐ | |
31.496(50) | ευχαῖς, τῇ διηνεκεῖ καὶ ἀπαύστῳ μελέτῃ τῶν λο‐ γίων τοῦ Πνεύματος, τηρήσας τὴν ἡμέραν ταύτην, | |
ἐν ᾗ πανδημεὶ πᾶσα ἡ πόλις ἑορτὴν ἄγουσα φιλοπο‐ | 495 | |
31.497 | λέμῳ δαίμονι κατειλήφει θέατρον, ἀγῶνα ἱπ‐ πικὸν θεωμένη. Ἐπεὶ οὖν πᾶς ὁ δῆμος ἄνω συνεί‐ λεκτο, οὐκ Ἰουδαῖος ἀπῆν, οὐχ Ἕλλην· καὶ Χριστια‐ νῶν δὲ πλῆθος οὐκ ὀλίγον αὐτοῖς συνανεφύρετο, οἱ | |
5 | ἀφυλάκτως βιοῦντες, καὶ καθήμενοι μὲν μετὰ συν‐ εδρίου ματαιότητος, μὴ ἐκκλίνοντες δὲ συστροφὰς πονηρευομένων, οἳ καὶ τότε παρῆσαν θεαταὶ τοῦ τά‐ χους τῶν ἵππων, καὶ τῆς ἐμπειρίας τῶν ἡνιόχων· ἀλλὰ καὶ δούλους ἀνῆκαν δεσπόται, καὶ παῖδες ἐκ | |
10 | διδασκαλείων πρὸς τὴν θέαν ἔτρεχον, παρῆν δὲ καὶ γυναικῶν ὅσον δημῶδες καὶ ἄσημον, πλῆρες δὲ ἦν τὸ στάδιον, καὶ πάντες ἤδη πρὸς τὴν θέαν τῆς τῶν ἵππων ἁμίλλης ἦσαν συντεταμένοι· τότε δὴ ὁ γενναῖος ἐκεῖνος καὶ μέγας τὴν ψυχὴν, μέγας | |
15 | τὸ φρόνημα, ἄνωθεν ἐκ τῶν ὀρέων ἐπικαταβὰς τῷ θεάτρῳ, οὐ κατεπλάγη τὸν δῆμον, οὐκ ἐλογίσατο πόσαις χερσὶ πολεμίαις ἑαυτὸν παραδίδωσιν· ἀλλ’ ἀτρόμῳ τῇ καρδίᾳ καὶ γαύρῳ τῷ φρονήματι, οἱονεὶ πέτρας συνεχεῖς, ἢ δένδρα πολλὰ, τοὺς τὸ στάδιον | |
20 | περικαθημένους παραδραμὼν, εἰς τὸ μέσον κατ‐ έστη, βεβαιῶν τὸν λόγον, ὅτι Δίκαιος ὡς λέων πέποιθε. Καὶ οὕτως ἀπτόητος ἦν τὴν ψυχὴν, ὥστε, ἐν περιφανεῖ τοῦ θεάτρου γενόμενος, ἀτρέπτῳ τῇ παῤῥησίᾳ ἐξεβόησε τὴν φωνὴν ἐκείνην, ἧς μέχρι | |
25 | τοῦ νῦν εἰσί τινες οἱ ἀκούσαντες· Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν· ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι· δηλῶν διὰ τούτων, ὅτι οὐ πρὸς ἀνάγκην ἤχθη πρὸς τοὺς κινδύνους, ἀλλ’ ἑκουσίως ἐπέδωκεν ἑαυτὸν τῷ ἀγῶνι· μιμησάμενος τὸν Δεσπότην, ὃς ἐν | |
30 | τῷ σκότει τῆς νυκτὸς ἀγνοούμενος τοῖς Ἰουδαίοις ἑαυτὸν κατεμήνυσεν. Εὐθὺς μὲν οὖν ἐπέστρεφε τὸ θέατρον τῷ πα‐ ραδόξῳ τῆς θέας, ἀνὴρ ἀπηγριωμένος τὴν ὄψιν, διὰ τὴν χρονίαν ἐν τοῖς ὄρεσι δίαιταν αὐχμηρὰν | |
35 | ἔχων τὴν κεφαλὴν, βαθὺς τὴν ὑπήνην, τὴν ἐσθῆτα ῥυπῶν, κατεσκληκὼς ἅπαν τὸ σῶμα, βακτηρίαν φέρων, καὶ πήραν ἐνημμένος· οἷς πᾶσιν ἐπέπρεπέ τις χάρις, ἐκ τοῦ ἀφανοῦς αὐτὸν περιλάμ‐ πουσα. Ὡς δ’ οὖν ἐγνώσθη ὅστις ἐστὶν, εὐθὺς βοὴ | |
40 | συμμιγὴς παρὰ πάντων ἤρθη· τῶν μὲν οἰκείων τῆς πίστεως ὑπὸ περιχαρείας κροτούντων, τῶν δὲ πολε‐ μούντων τῇ ἀληθείᾳ εἰς τὸν κατ’ αὐτοῦ φόνον τὸν δι‐ καστὴν παρορμώντων, καὶ προκαταδικαζόντων εἰς θάνατον. Πάντα δ’ οὖν βοῆς καὶ θορύβου πεπλήρωτο· | |
45 | παρώφθησαν μὲν ἵπποι, παρώφθησαν δὲ ἡνί‐ οχοι· ἡ δὲ τῶν ἁρμάτων ἐπίδειξις ψόφος μάταιος ἦν. Οὐδενὸς γὰρ ἐσχόλαζεν ὀφθαλμὸς ἄλλο τι βλέπειν ἢ | |
Γόρδιον, οὔτε τις ἀκοὴ ἄλλο τι ἠνείχετο ἀκούειν ἢ | 497 | |
31.500 | τὰ ἐκείνου ῥήματα. Καὶ θροῦς τις ἄσημος, οἷον αὔρα, διὰ παντὸς τοῦ θεάτρου διεξιὼν, τὸν ἱππό‐ δρομον ὑπερήχει. Ἐπεὶ δὲ διὰ τῶν κηρύκων σιωπὴ τῷ δήμῳ ὑπεσημάνθη, ἐκοιμήθησαν μὲν αὐλοὶ, | |
5 | κατεσιγάσθησαν δὲ ὄργανα πολυαρμόνια· ἠκούετο Γόρδιος, ἐθεωρεῖτο Γόρδιος. Καὶ εὐθὺς ἀνάρπαστος ἦν πρὸς τὸν ἄρχοντα αὐτοῦ που καθήμενον, καὶ τὸν ἀγῶνα διατιθέντα. Τέως μὲν οὖν πραείᾳ καὶ ἡμέ‐ ρῳ φωνῇ τίς καὶ πόθεν εἴη διεπυνθάνετο. Ὡς | |
10 | δὲ εἶπε τὴν πατρίδα, τὸ γένος, τὸ εἶδος τοῦ ἀξιώμα‐ τος ἐν ᾧ ἦν, τὴν αἰτίαν τῆς φυγῆς, τὴν ἐπάνοδον, ὅτι Πάρειμι, ἔργῳ καὶ τὴν τῶν ὑμετέρων προστα‐ γμάτων καταφρόνησιν, καὶ τὴν εἰς Θεὸν, ἐφ’ ὃν ἤλ‐ πισα, πίστιν ἐπιδειξόμενος· καὶ γὰρ ἤκουσά σε, | |
15 | φησὶ, πολλῶν διαφέρειν τῇ ἀγριότητι· ὡς οὖν ἐπι‐ τήδειόν μοι τὸν καιρὸν τοῦτον εἰς τὸ πληρωθῆναί μου τὴν ἐπιθυμίαν ἐξελεξάμην. Τούτοις τοῖς λόγοις τὸν θυμὸν τοῦ ἄρχοντος ὡς πῦρ ἀναφλέξας, ὅλην ἤγειρεν ἐφ’ ἑαυτὸν τοῦ ἀνδρὸς τὴν μανίαν. Καὶ, Κάλει, | |
20 | φησὶ, δημίους. Ποῦ δὲ αἱ μολυβίδες; ποῦ δὲ αἱ μάστιγες; Ἐπὶ τροχοῦ κατατεινέσθω, ἐπὶ τοῦ ξύ‐ λου στρεβλούσθω, φερέσθω τὰ κολαστήρια· τὰ θη‐ ρία, τὸ πῦρ, τὸ ξίφος, ὁ σταυρὸς, ὁ βόθρος εὐτρεπι‐ ζέσθω. Ἀλλὰ γὰρ οἷα κερδαίνει, φησὶν, ἅπαξ | |
25 | μόνον ἀποθνήσκων ὁ ἀλιτήριος; Οἷα μὲν οὖν ζη‐ μιοῦμαι, ὑποφθάσας εἶπεν ὁ Γόρδιος, μὴ δυνάμενος ὑπὲρ Χριστοῦ πολλάκις ἀποθανεῖν! Ὁ δὲ, πρὸς τῇ ἐκ φύσεως ἀγριότητι, ἔτι χαλεπώτερος ἦν πρὸς τὸ ἀξίωμα τοῦ ἀνδρὸς ἀποβλέπων, οἰκείαν ἀτιμίαν | |
30 | ἡγούμενος τὸ νεανικὸν τῆς διανοίας ἀνάστημα. Καὶ ὅσῳ μᾶλλον ἑώρα τὴν καρδίαν ἀπτόητον, τοσούτῳ μειζόνως ἐξηγριοῦτο, καὶ φιλονεικότερος ἦν νικῆσαι τὴν ἔνστασιν τοῦ ἀνδρὸς τῇ ἐπινοίᾳ τῶν ἀλγεινῶν. Καὶ ὁ μὲν ταῦτα. Ὁ δὲ πρὸς τὸν Θεὸν ἀποβλέπων, ἐκ τῶν ἱερῶν | |
35 | Ψαλμῶν κατεπῇδεν ἑαυτοῦ τῇ ψυχῇ, λέγων· Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιή‐ σει μοι ἄνθρωπος· καὶ τό· Οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετ’ ἐμοῦ εἶ· καὶ ὅσα συγγενῆ τούτοις, πρὸς ἀνδρίαν παρακαλοῦντα, ἐκ τῶν θείων λογίων | |
40 | δεδιδαγμένος ἦν· ὅς γε τοσοῦτον ἀπεῖχεν εἶξαι τοῖς ἀπειλουμένοις καὶ ὑποπτῆξαι, ὥστε καὶ προεκα‐ λεῖτο ἐφ’ ἑαυτὸν τὰ δεινά. Τί μέλλετε; φησί· τί ἑστήκατε; Ξαινέσθω σῶμα, στρεβλούσθω μέλη· βασανιζέσθω ὡς ἂν ἐθέλητε. Μή μοι βασκήνητε τῆς | |
45 | μακαρίας ἐλπίδος. Ὅσῳ γὰρ ἂν ἐπιτείνητε τὰ δεινὰ, τοσούτῳ μείζονά μοι τὴν ἀντίδοσιν προξενεῖτε. Συν‐ | |
αλλάγματα ἡμῖν ἐστι ταῦτα πρὸς τὸν Δεσπότην. | 499 | |
31.501 | Ἀντὶ τῶν μωλώπων, τῶν ἐπανισταμένων τῷ σώ‐ ματι, φωτεινὸν ἔνδυμα ἡμῖν ἐν τῇ ἀναστάσει ἐπαν‐ θήσει· ἀντὶ τῆς ἀτιμίας στέφανοι, ἀντὶ δεσμωτη‐ ρίου παράδεισος, ἀντὶ τῆς μετὰ τῶν κακούργων | |
5 | καταδίκης ἡ μετ’ ἀγγέλων διαγωγή. Σπείρατε πολλὰ ἐν ἐμοὶ ἵνα θερίσω πολλαπλασίονα. Ὡς δὲ τοῖς φο‐ βεροῖς ἑλεῖν αὐτὸν οὐκ ἠδύναντο, καὶ τὸ πρᾶγμα ἀμήχανον ἦν, μεταβαλόντες ἐθώπευον. Τοιαύτη γὰρ ἡ τοῦ διαβόλου μεθοδεία· τὸν δειλὸν ἐκπλήσσει, τὸν | |
10 | ἀνδρεῖον μαλάσσει. Ὁποῖα ἦν καὶ τὰ τότε τεχνά‐ σματα τοῦ κακούργου. Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν οὐκ ἐνδιδόντα ταῖς ἀπειλαῖς, ἀπάταις αὐτὸν καὶ δε‐ λεάσμασι περιελθεῖν ἐπειρᾶτο. Καὶ δωρεὰς καθ‐ υπισχνεῖτο, τὰς δὲ ἐδίδου, καὶ ἄλλας παρὰ βασιλέως | |
15 | ἥξειν διηγγυᾶτο, τὴν ἐν στρατείᾳ περιφάνειαν, χρη‐ μάτων πόρους, πᾶν ὅ τι ἂν βούλοιτο. Ἐπειδὴ δὲ ἀπετύγχανε τῆς πείρας (ἀκούσας γὰρ τῶν ὑποσχέσεων ὁ μακάριος, κατεγέλασεν αὐτοῦ τῆς ἀνοίας, εἴ τι νομίζοι βασιλείας οὐρανῶν ἀντ‐ | |
20 | άξιον δώσειν), τότε δὴ ἀφόρητος ἦν τῷ θυμῷ, καὶ ξίφος ἐγύμνου, καὶ τὸν δήμιον παρεστήσατο, καὶ χειρὶ καὶ γλώσσῃ μιαιφονῶν θανάτῳ κατεδίκαζε τὸν μακάριον. Μετέβαινε δὲ πᾶν τὸ θέατρον ἐπὶ τὸν τόπον τοῦτον· καὶ ὅσον λειπόμενον ἦν τῶν οἰκητόρων, | |
25 | ἐκχυθὲν πρὸ τοῦ τείχους, ἑώρα τὸ μέγα ἐκεῖνο καὶ ἐναγώνιον θέαμα, τὸ θαυμαστὸν καὶ ἀγγέλοις καὶ πάσῃ τῇ κτίσει, ὀδυνηρὸν τῷ διαβόλῳ, καὶ φρ‐ βερὸν δαίμοσιν. Ἐκενώθη τῶν οἰκητόρων ἡ πόλις, ὥσπερ τινὸς ῥεύματος, τοῦ πλήθους ἀθρόως ἐπὶ τὸν | |
30 | τόπον τοῦτον μεταῤῥυέντος. Οὐ γυνὴ κατεδέξατο τῆς θέας ἀπολειφθῆναι, οὐκ ἀνὴρ ἀφανὴς ἢ ἐπίση‐ μος. Ἐξέλειπον τὰς φυλακὰς τῶν οἴκων οἱ φύλακες· ἄκλειστα μὲν ἦν τῶν ἐμπόρων τὰ ἐργαστήρια· διέῤ‐ ῥιπτο δὲ κατὰ τὴν ἀγορὰν τὰ ὤνια· μία δὲ πάντων | |
35 | φυλακὴ καὶ ἀσφάλεια, τὸ πάντας ὁμοίως ὑπεξελθεῖν, καὶ μηδὲ κακοῦργον ἐναπομεῖναι τῇ πόλει. Κατέλει‐ πον δοῦλοι δεσποτῶν θεραπείας· καὶ ὅσον ξένον τοῦ δήμου, καὶ ὅσον ἐγχώριον, ὧδε παρῆν πρὸς τὸν ἄνδρα. Τότε καὶ παρθένος ὄψεως ἀῤῥένων κατατολ‐ | |
40 | μήσασα, καὶ πρεσβύτης καὶ ἄῤῥωστος τὴν ἀσθένειαν βιασάμενοι, ἔξω τοῦ τείχους ἦσαν. Ἤδη δὲ ὁρμῶντα πρὸς τὴν διὰ τοῦ θανάτου ζωὴν τὸν μακάριον περι‐ στάντες οἱ ἐπιτήδειοι, περιεπτύσσοντο, ποτνιώμενοι καὶ τὰ τελευταῖα κατασπαζόμενοι· καὶ θερμὸν | |
45 | ἐπ’ αὐτῷ δάκρυον ἀφιέντες, ἱκέτευον μὴ παραδοῦναι ἑαυτὸν τῷ πυρὶ, μὴ παραναλῶσαι ἑαυτοῦ τὴν νεό‐ τητα, μὴ καταλιπεῖν τὸν γλυκὺν τοῦτον ἥλιον. Ἄλλοι δὲ συμβουλαῖς πιθαναῖς ἐπειρῶντο παραλογίζεσθαι· Ῥήματι μόνῳ εἰπὲ τὴν ἄρνησιν, ψυχῇ δὲ ἔχε τὴν | |
31.501(50) | πίστιν ὡς ἂν ἐθέλῃς. Πάντως οὐχὶ τῇ γλώσσῃ προσ‐ | 501 |
31.504 | έχει Θεὸς, ἀλλὰ τῇ διανοίᾳ τοῦ φθεγγομένου. Οὕτω γὰρ ὑπάρξει σοι καὶ τὸν κριτὴν ἐκμειλίξασθαι, καὶ τὸν Θεὸν ἐξιλεώσασθαι. | |
5 | Ὁ δὲ ἄκαμπτος ἦν, καὶ ἀδάμαστος, καὶ πάσῃ προσβολῇ πειρατηρίων ἄτρωτος. Εἰκάσαις ἂν αὐτοῦ τῆς διανοίας τὸ ἄσειστον τῇ οἰκίᾳ τοῦ φρονίμου, ἣν οὔτε ἀνέμων ἀφόρητοι βίαι, οὔτε λάβρον ὕδωρ ἐκ νεφῶν καταῤῥηγνύμενον, οὔτε χαράδραι περιῤῥη‐ | |
10 | γνύμεναι, διὰ τὴν ἐκ τῆς πέτρας ἀσφάλειαν, διασα‐ λεῦσαι δύνανται. Τοιοῦτος ἦν ὁ ἀνὴρ, ἀσάλευτον τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως διασώζων. Βλέπων τοῖς πνευματικοῖς ὀφθαλμοῖς περιτρέχοντα τὸν διάβολον, καὶ τὸν μὲν κινοῦντα πρὸς δάκρυον, | |
15 | τῷ δὲ συνεργοῦντα πρὸς πιθανότητα· τοῖς μὲν κλαίουσιν εἶπε τὸ τοῦ Κυρίου ῥῆμα· Μὴ κλαίετε ἐπ’ ἐμοί· ἀλλὰ κλαύσατε ἐπὶ τοὺς θεομάχους, τοὺς τὰ τοιαῦτα τολμῶντας κατὰ τῶν εὐσεβούντων, τοὺς διὰ τῆς φλογὸς ταύτης, ἣν καθ’ ἡμῶν καίουσιν, | |
20 | ἑαυτοῖς τῆς γεέννης τὸ πῦρ θησαυρίζοντας. Παύ‐ σασθε κλαίοντες, καὶ συνθρύπτοντές μου τὴν καρ‐ δίαν. Ἐγὼ γὰρ οὐ μόνον ἅπαξ ἀποθανεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ, ἀλλὰ καὶ μυριάκις, ἐὰν οἷόν τε ᾖ. Τοῖς δὲ τὴν διὰ τῆς | |
25 | γλώσσης ἄρνησιν συμβουλεύουσι τοσοῦτον ἀπεκρί‐ νατο, ὅτι οὐκ ἀνέχεται ἡ γλῶσσα κτισθεῖσα παρὰ Χριστοῦ φθέγξασθαί τι κατὰ τοῦ κτίσαντος. Καρδία γὰρ πιστεύομεν εἰς δικαιοσύνην, στόματι δὲ ὁμολο‐ γοῦμεν εἰς σωτηρίαν. Μὴ γὰρ ἀπεγνωσμένον ἐστὶ | |
30 | πρὸς σωτηρίαν τὸ στρατιωτικὸν τάγμα; μὴ γὰρ οὐ‐ δεὶς ἑκατόνταρχος εὐσεβής; Μέμνημαι τοῦ πρώ‐ του ἑκατοντάρχου, ὃς, παρεστὼς τῷ σταυρῷ τοῦ Χριστοῦ, ἐκ τῶν θαυμάτων τὴν δύναμιν ἐπι‐ γνοὺς, ἔτι θερμοῦ τοῦ τολμήματος ὄντος τῶν Ἰου‐ | |
35 | δαίων, οὐκ ἐφοβήθη τὸν θυμὸν αὐτῶν, οὐδὲ μὴν ὑπεστάλη ἀναγγεῖλαι τὴν ἀλήθειαν, ἀλλ’ ὡμολόγησε, καὶ οὐκ ἠρνήσατο, ὅτι ἀληθῶς Θεοῦ Υἱὸς ἦν. Οἶδα καὶ ἄλλον ἑκατόνταρχον, ἐν σαρκὶ ἔτι τὸν Κύριον ἐπιγνόντα, ὅτι Θεός ἐστι καὶ βασιλεὺς τῶν δυνάμεων, | |
40 | καὶ προστάγματι μόνῳ διὰ τῶν λειτουργικῶν πνευ‐ μάτων ἱκανὸς ἐξαποστέλλειν τὰς βοηθείας τοῖς δεομένοις· οὗ καὶ τὴν πίστιν ὁ Κύριος μείζονα εἶναι παντὸς τοῦ Ἰσραὴλ ἀπεφήνατο. Κορνήλιος δὲ οὐχ, ἑκατόνταρχος ὢν, τῆς ὀπτασίας ἠξιώθη τῆς τοῦ ἀγ‐ | |
45 | γέλου, καὶ τὸ τελευταῖον διὰ τοῦ Πέτρου τῆς σωτη‐ ρίας ἔτυχεν; Αἱ γὰρ ἐλεημοσύναι αὐτοῦ καὶ αἱ δεή‐ σεις εἰσηκούσθησαν παρὰ τῷ Θεῷ. Ἐκείνων εἶναι | |
βούλομαι μαθητής. Πῶς οὖν ἀρνήσομαι τὸν Θεόν | 503 | |
31.505 | μου, ὃν ἐκ παιδὸς προσεκύνησα; Οὐχὶ δὲ φρίξει ὁ οὐρανὸς ἄνωθεν; οὐ συσκοτάσει δὲ ἐπ’ ἐμοὶ τὰ ἄστρα, ἡ γῆ δέ με ὑποστήσεται ὅλως; Μὴ πλανᾶ‐ σθε· Θεὸς οὐ μυκτηρίζεται. Ἐκ τοῦ στόματος ἡμᾶς | |
5 | τοῦ ἡμετέρου κρίνει, ἐκ τῶν λόγων δικαιοῖ, καὶ ἐκ τῶν λόγων καταδικάζει. Οὐκ ἀνέγνωτε τὴν φοβε‐ ρὰν ἀπειλὴν τοῦ Κυρίου; ὅτι Ὃς ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου, τοῦ ἐν οὐρανοῖς; Ἀντὶ τίνος δέ με καὶ ταῦτα σοφίζεσθαι συμ‐ βουλεύετε; Ἵνα τι ἐμαυτῷ ἐκ τῆς τοιαύτης καταπρά‐ | |
10 | ξωμαι τέχνης; ἵνα μικρὰς ἡμέρας κερδήσω; Ἀλλ’ αἰῶνα ὅλον ζημιωθήσομαι. Ἵνα φύγω τῆς σαρκὸς τὰ ἐπίπονα; Ἀλλ’ οὐκ ὄψομαι τὰ ἀγαθὰ τῶν δι‐ καίων. Μανία σαφὴς μετὰ τέχνης ἀπόλλυσθαι, μετὰ πανουργίας καὶ δόλου τὴν αἰωνίαν κόλασιν ἑαυτῷ | |
15 | πραγματεύεσθαι. Ἀλλὰ καὶ ὑμῖν συμβουλεύω. Εἰ μὲν κακῶς φρονεῖτε, μεταμάθετε τὴν εὐσέβειαν· εἰ δὲ καθυποκρίνεσθε τὸν καιρὸν, Ἀποθέμενοι τὸ ψεῦδος, λαλεῖτε ἀλήθειαν. Εἴπατε· Ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Ταύτην | |
20 | γὰρ τὴν φωνὴν πᾶσα ἀφήσει γλῶσσα, ὅταν Ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων. Θνητοὶ πάντες ἄνθρωποι, μάρτυρες δὲ ὀλίγοι. Μὴ ἀναμείνωμεν γε‐ νέσθαι νεκροὶ, ἀλλ’ ἀπὸ ζωῆς εἰς ζωὴν μεταβῶμεν. | |
25 | Τί τὸν αὐτόματον ἐκδέχεσθε θάνατον; Ἄκαρπός ἐστιν, ἀκερδὴς, κοινὸς κτηνῶν καὶ ἀνθρώπων. Τὸν γὰρ διὰ γενέσεως εἰς τὸν βίον ἐλθόντα ἢ χρόνος ἀνάλωσεν, ἢ νόσος διέλυσεν, ἢ βιαιότεραι συμ‐ πτωμάτων ἀνάγκαι διέφθειραν. Ἐπεὶ οὖν δεῖ πάντως | |
30 | ἀποθανεῖν, τὴν ζωὴν ἑαυτοῖς διὰ τοῦ θανάτου πρα‐ γματευσώμεθα. Ἑκούσιον ποιήσατε τὸ κατηναγκα‐ σμένον. Μὴ φείδεσθε ζωῆς, ἧς ἀναγκαία ἡ στέρησις. Καίτοι εἰ καὶ τὸ διαρκὲς ὅμοιον εἶχε τὰ γήϊνα, σπου‐ δάζειν ἐχρῆν διαμείβειν αὐτὰ πρὸς τὰ οὐράνια· | |
35 | εἰ δὲ καὶ ὀλιγοχρόνια, καὶ τῇ ἀξίᾳ τοσοῦτον ἀπολει‐ πόμενα, παραπληξία δεινὴ τῇ περὶ ταῦτα σπουδῇ τῶν ἐν ταῖς ἐλπίσιν ἀποκειμένων μακαρισμῶν ἐκπί‐ πτειν. Ταῦτα εἰπὼν, καὶ ἑαυτῷ τὸν τύπον τοῦ σταυροῦ περιγράψας, ἐχώρει πρὸς τὴν πληγὴν, οὐ‐ | |
40 | δὲν παρατρέψας τοῦ χρώματος, οὐδ’ ἀλλοιώσας τι τῆς τοῦ προσώπου φαιδρότητος. Διέκειτο γὰρ οὐχ ὡς δημίῳ ἐντεύξεσθαι μέλλων, ἀλλ’ ὡς ἀγγέλων χερσὶν ἑαυτὸν παραθήσεσθαι οὓς, εὐθὺς αὐτὸν νεο‐ σφαγῆ παραλαβόντας πρὸς τὴν μακαρίαν ζωὴν | |
45 | μεταθήσειν ὥσπερ τὸν Λάζαρον. Τίς ἐκείνου τοῦ δήμου τὴν βοὴν διηγήσεται; Ποία βροντὴ τοσοῦτον ἐκ νεφῶν ἦχον ἐπαφῆκε τῇ γῇ, ὅσος ἐκ τῶν κάτω | |
τότε πρὸς οὐρανὸν ἀνεδόθη; Τοῦτό ἐστι τὸ στάδιον | 505 | |
31.508 | ἐκείνου τοῦ στεφανίτου. Αὕτη ἐπεῖδεν ἡ ἡμέρα τὸ θαυμαστὸν ἐκεῖνο θέαμα, ὃ οὐκ ἠμαύρωσεν ὁ χρόνος, οὐδὲ ἐξέλυσεν ἡ συνήθεια· οὐκ ἐνίκησεν ἡ τῶν ἐπιγινομένων ὑπερβολή. Ὥσπερ γὰρ τὸν ἥλιον ἀεὶ | |
5 | καθορῶντες, ἀεὶ θαυμάζομεν· οὕτω καὶ τοῦ ἀνδρὸς ἐκείνου ἀεὶ νεαρὰν τὴν μνήμην ἔχομεν. Εἰς μνημό‐ συνον γὰρ αἰώνιον ἔσται δίκαιος, καὶ παρὰ τοῖς ἐπὶ γῆς, ἕως ἐστὶν ἡ γῆ, καὶ ἐν τοῖς οὐρανοῖς, καὶ παρὰ τῷ δικαίῳ κριτῇ· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς | |
10 | αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 507 |