TLG 2040 033 :: BASILIUS :: In Barlaam martyrem [Sp.] BASILIUS Theol., Episcopus In Barlaam martyrem [Sp.] Citation: Volume — page — (line) | ||
31.484(1t) | ΟΜΙΛΙΑ ΙΖʹ. | |
2t | Εἰς Βαρλαὰμ μάρτυρα. | |
---|---|---|
3 | Πρότερον μὲν τῶν ἁγίων οἱ θάνατοι κοπετοῖς ἐκοσμοῦντο καὶ δάκρυσιν· ἔκλαυσε σφοδρῶς Ἰωσὴφ | |
5 | τὸν Ἰακὼβ τεθνεῶτα, ἐκόψαντο καὶ τὴν Μωϋ‐ σέως τελευτὴν οὐ μικρῶς Ἰουδαῖοι· πολλοῖς καὶ τὸν Σαμουὴλ τετιμήκασι δάκρυσι· νῦν δὲ ταῖς τῶν ὁσίων τελευταῖς ἐνσκιρτῶμεν. Ἡ γὰρ τῶν λυπηρῶν μετὰ τὸν σταυρὸν μεταβέβληται φύσις. Οὐκέτι θρήνοις | |
10 | τοὺς τῶν ἁγίων δορυφοροῦμεν θανάτους, ἀλλ’ ἐνθέοις χορείαις τοῖς ἐκείνων ἐπορχούμεθα τάφοις. Ὕπνος γὰρ τοῖς δικαίοις ὁ θάνατος. Μᾶλλον δὲ πρὸς κρείττονα ζωὴν ἐκδημία. Ἐντεῦθεν σκιρτῶσι σφατ‐ τόμενοι μάρτυρες. Ὁ γὰρ τῆς μακαριωτέρας ζωῆς | |
15 | πόθος τὴν τῆς σφαγῆς ὀδύνην νεκρὰν ἀπεργάζεται. Οὐ βλέπει τοὺς κινδύνους, ἀλλὰ τοὺς στεφάνους ὁ μάρτυς· οὐ φρίττει τὰς πληγὰς, ἀλλ’ ἀριθμεῖ τὰ βραβεῖα· οὐχ ὁρᾷ τοὺς κάτω μαστιγοῦντας δημίους, ἀλλὰ τοὺς ἄνωθεν εὐφημοῦντας ἀγγέλους φαντάζεται· | |
20 | οὐ σκοπεῖ τῶν κινδύνων τὸ πρόσκαιρον, ἀλλὰ τὸ τῶν ἐπάθλων αἰώνιον. Λαμπρὸν καὶ παρ’ ἡμῖν ἤδη τὸν ἀῤῥαβῶνα καρποῦνται, ταῖς παρὰ πάντων ἐνθέοις εὐφημίαις κροτούμενοι, καὶ μυρίους ἐκ τάφων σαγη‐ νεύοντες δήμους. | |
25 | Τοῦτο δὴ τὸ τῷ γενναίῳ τήμερον Βαρλαὰμ πε‐ πραγμένον. Ἤχησε γὰρ ἡ πολεμικὴ τοῦ μάρτυρος σάλπιγξ, καὶ τοὺς τῆς εὐσεβείας ὁπλίτας, ὡς ὁρᾶτε, συνήγαγεν. Ὁ τοῦ Χριστοῦ κείμενος ἀθλητὴς ἐκη‐ ρύχθη, καὶ τὸ τῆς Ἐκκλησίας ἀνεπτέρωσε θέατρον. | |
30 | Καὶ ὡς ἔλεγε τῶν πιστῶν ὁ Δεσπότης· Ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήσεται· τέθνη‐ κεν ὁ γενναῖος Βαρλαὰμ, καὶ συγκροτεῖ πανηγύρεις· κατανάλωται τάφῳ, καὶ συγκαλεῖ πρὸς ἑστίασιν. Νῦν ἡμῖν ἀναβοῆσαι καιρός· Ποῦ σοφός; ποῦ | |
35 | γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; | |
Ἄγροικος ἡμῖν σήμερον ὁ ἀήττητος τῆς εὐσεβείας | ||
31.485 | διδάσκαλος, ὂν εἷλκε μὲν τύραννος ὡς εὐάλω‐ τον θήραμα, ἔγνω δὲ μετὰ τὴν πεῖραν ὁπλίτην ἀχείρωτον· ὃν ἐγέλα μὲν παρακεκομμένα φθεγγό‐ μενον, ἔφριξε δὲ ἀγγελικὰ νεανιευόμενον. Οὐ γὰρ | |
5 | συνεβαρβάριζεν ὁ τρόπος τῷ τῆς γλώττης ὀργάνῳ, οὐδὲ ταῖς συλλαβαῖς συγχωλεύων ὁ λογισμὸς ἑω‐ ρᾶτο· ἀλλ’ ἦν δεύτερος Παῦλος, μετὰ τοῦ Παύ‐ λου φθεγγόμενος· Εἰ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ’ οὐ τῇ γνώσει. Ἐνάρκησαν μαστίζοντες δή‐ | |
10 | μιοι, ἀλλ’ ἀκμαιότερος ὁ μάρτυς εὑρίσκετο· αἱ τῶν ξεόντων ἐξενευρίζοντο χεῖρες, ἀλλ’ ὁ τοῦ ξεομένου λογισμὸς οὐκ ἐκάμπτετο. Τὰς τῶν νεύρων αἱ μάστι‐ γες ἁρμονίας παρέλυσαν, ἀλλ’ ὁ τῆς πίστεως ἀκρι‐ βέστερον ἐπεσφίγγετο τόνος. Διασκαπτόμεναι πλευ‐ | |
15 | ραὶ δεδαπάνηντο, ἀλλ’ ἡ τοῦ φρονήματος ἤνθει φιλοσοφία. Τῆς σαρκὸς αὐτοῦ τὸ πλέον νενέκρωτο, ἀλλ’ ὡς μήπω τῶν ἀγώνων ἀρξάμενος ἤκμαζεν. Ὅταν γὰρ ὁ τῆς εὐσεβείας ἔρως τὴν ψυχὴν προ‐ κατάσχῃ, ἅπαν αὐτῇ πολέμων καταγέλαστον εἶδος, καὶ | |
20 | πάντες αὐτὴν ὑπὲρ τοῦ ποθουμένου καταξέοντες τέρπουσι μᾶλλον ἢ πλήττουσι. Μαρτυρεῖ μοι τῶν ἀποστόλων ὁ πόθος, τερπνὰς αὐτοῖς ποτε τὰς παρὰ Ἰουδαίων ἐργαζόμενος μάστιγας. Ἐπορεύοντο γὰρ, φησὶ, χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, | |
25 | ὅτι ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ κατηξιώθησαν ἀτιμασθῆναι. Τοιοῦτος καὶ ὁ σήμερον ἡμῖν ὁπλίτης ὑμνούμενος· εὐφροσύνην τὰς κολάσεις ἡγούμενος, ῥόδοις τισὶ βάλλεσθαι νομίζων ταῖς μάστιξι· τὰς τῆς ἀσεβείας αἰκίας δραπετεύων ὡς βέλη, κα‐ | |
30 | πνοῦ σκιὰν τὸν δικαστικὸν θυμὸν λογιζόμενος· τάγματα δορυφόρων ἀπηγριωμένα γελῶν· ὡς ἐπὶ στεφάνοις τοῖς κινδύνοις χορεύων· ταῖς πληγαῖς ὡς τιμαῖς εὐφραινόμενος· ταῖς σφοδροτέραις τιμωρίαις ὡς βραβείοις ἐνσκιρτῶν λαμπροτέροις· ξίφη δια‐ | |
35 | πτύων γυμνούμενα· χεῖρας δημίων ὡς κηροῦ μαλα‐ κωτέρας δεχόμενος· κολαστήριον ξύλον ὡς σωτήριον ἀσπαζόμενος· κλείσμασι δεσμωτηρίων ὡς λει‐ μῶσι τερπόμενος· βασάνων ἐπινοίαις ὡς ἀνθέων ποικιλίαις ἡδόμενος· πυρὸς εὐτονωτέραν δεξιὰν | |
40 | κεκτημένος· ὃ δὴ τελευταῖον αὐτῷ παρὰ τῶν πολε‐ μούντων προσῆκτο μηχάνημα. Βωμὸν γὰρ πρὸς τὴν τῶν δαιμόνων σπονδὴν ἀνακαύσαντες, ἱστᾶσι παρ’ | |
αὐτῷ ἀγαγόντες τὸν μάρτυρα, καὶ τῷ βωμῷ | ||
31.488 | τὴν δεξιὰν ὑπτίαν ἐπαιωρῆσαι κελεύσαντες, ὡς χαλκῷ θυσιαστηρίῳ τῇ χειρὶ κατεχρήσαντο, λιβα‐ νωτὸν αὐτῇ κακούργως ἐνθέντες φλεγόμενον. Ἤλπι‐ ζον γὰρ τῇ τοῦ πυρὸς βίᾳ τὴν χεῖρα καταπαλαισθεῖ‐ | |
5 | σαν, ἀνάγκῃ τῷ βωμῷ ταχέως λιβανωτὸν ἐπαφή‐ σειν. Φεῦ τῆς πολυπλόκου τῶν ἀσεβῶν μαγγανείας! Ἐπειδὴ μυρίοις, φησὶ, τὴν γνώμην οὐκ ἐκάμψα‐ μεν τραύμασι, κάμψωμεν ἐν φλογὶ τοῦ φιλονείκου παλαιστοῦ κἂν τὴν χεῖρα. Ἐπειδὴ ποικίλαις μηχα‐ | |
10 | ναῖς τὴν ψυχὴν οὐκ ἐσείσαμεν, τὴν δεξιὰν γοῦν πυρὶ προσαγαγόντες σαλεύσωμεν. Ἀλλ’ οὐδὲ ταύτης οἱ δείλαιοι τῆς ἐλπίδος ἀπώναντο. Ἡ μὲν γὰρ φλὸξ τὴν χεῖρα διέτρωγεν· ἔμενε δὲ ἡ χεὶρ, ὡς τέ‐ φραν τὴν φλόγα βαστάζουσα. Οὐκ ἔδωκε τῷ πολε‐ | |
15 | μοῦντι πυρὶ κατὰ τοὺς φυγάδας τὰ νῶτα, ἀλλὰ ἄτρεπτος εἱστήκει κατὰ φλογὸς ἀριστεύουσα, καὶ τὰς τοῦ Προφήτου λέγειν τῷ μάρτυρι διδοῦσα φω‐ νάς· Εὐλογητὸς Κύριος ὁ Θεός μου, ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν, καὶ τοὺς δακτύ‐ | |
20 | λους μου εἰς πόλεμον. Πῦρ γὰρ χειρὶ συνεπλέ‐ κετο, καὶ τοῦ πυρὸς τὰ τῆς ἥττης εὑρίσκετο. Φλογὶ καὶ μάρτυρος δεξιᾷ συνεκροτεῖτο πάλη, ἀλλ’ ἦν τῆς δεξιᾶς καινή τις τῶν παλαισμάτων ἡ νίκη, τῆς μὲν φλογὸς διὰ μέσου τῆς χειρὸς ἐκπιπτούσης, | |
25 | τῆς χειρὸς δὲ ἔτι τεταμένης πρὸς πάλην. Ὢ χειρὸς φιλονεικοτέρας πυρός! ὢ χειρὸς, κάμπτεσθαι πυρὶ μὴ μαθούσης! ὢ πυρὸς, ἡττᾶσθαι χειρὶ διδα‐ χθέντος! Σίδηρος τῇ τοῦ πυρὸς εἴκει τυραννίδι χαυνούμενος· χαλκὸς τῇ τοῦ πυρὸς παραχωρεῖ δυναστείᾳ· οἶδε τούτῳ καὶ λίθων ἀντιτυπία νικᾶσθαι. | |
30 | Ἀλλ’ ὁ πάντα τοῦ πυρὸς βιαζόμενος τόνος μάρτυρος τὴν δεξιὰν τεταμένην οὐκ ἔκαμψε κατακαίων. Εἰκότως ἂν ὁ μάρτυς ἐπὶ τούτῳ πρὸς τὸν Δεσπότην βοήσειεν· Ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με, καὶ μετὰ δόξης προσελάβου με. Τί σε, ὦ γενναῖε | |
35 | τοῦ Χριστοῦ στρατιῶτα, προσείπω; Ἀνδριάντα κα‐ λέσω; Πολύ σε τῆς καρτερίας ἠλάττωσα. Τὸν μὲν γὰρ πῦρ μαλάττει δεξάμενον· σοῦ δὲ τὴν δεξιὰν ὀφθῆναι μόνον κινουμένην οὐκ ἔπεισεν. Ἂν σιδηροῦν ὀνομάσω, καὶ τὴν τοιαύτην τῆς σῆς ἀνδρίας εὑρίσκω | |
40 | λειπομένην εἰκόνα. Σὺ γὰρ μόνος ἔπεισας φλόγα μὴ βιάζεσθαι χεῖρα· σὺ μόνος ἐκτήσω θυσιαστήριον δεξιάν· σὺ μόνος δεξιᾷ φλεγομένῃ τὰ τῶν δαιμόνων ἐῤῥάπισας πρόσωπα, καὶ τότε μὲν ἀπηνθρακωμένῃ χειρὶ τὰς ἐκείνων κεφαλὰς συγκατέτηξας· νῦν | |
45 | δὲ τεφρωθείσῃ ταύτῃ τὰς αὐτῶν στρατιὰς ἀποτυ‐ | |
φλοῖς καταπατῶν. Ἀλλὰ τί παιδικοῖς ἐλαττῶ τὸν | ||
31.489 | ἀριστέα ψελλίσμασι; Ταῖς μεγαλοπρεπεστέραις τοίνυν τὸν εἰς αὐτὸν ὕμνον παραχωρήσωμεν γλώτ‐ ταις· τὰς μεγαλοφωνοτέρας τῶν διδασκάλων ἐπ’ αὐτῷ καλέσωμεν σάλπιγγας. Ἀνάστητέ μοι νῦν, ὦ | |
5 | λαμπροὶ τῶν ἀθλητικῶν κατορθωμάτων ζωγράφοι· τὴν τοῦ στρατηγοῦ κολοβωθεῖσαν εἰκόνα ταῖς ὑμετέ‐ ραις μεγαλύνατε τέχναις. Ἀμαυρότερον παρ’ ἐμοῦ τὸν στεφανίτην γραφέντα τοῖς τῆς ὑμετέρας σοφίας περιλάμψατε χρώμασιν. Ἀπέλθω τῇ τῶν ἀριστευ‐ | |
10 | μάτων τοῦ μάρτυρος παρ’ ὑμῶν νενικημένος γραφῇ· χαίρω τὴν τοιαύτην τῆς ὑμετέρας ἰσχύος σή‐ μερον νίκην ἡττώμενος. Ἴδω τῆς χειρὸς πρὸς τὸ πῦρ ἀκριβέστερον παρ’ ὑμῶν γραφομένην τὴν πά‐ λην· ἴδω φαιδρότερον ἐπὶ τῆς ὑμετέρας τὸν πα‐ | |
15 | λαιστὴν γεγραμμένον εἰκόνος. Κλαυσάτωσαν δαίμο‐ νες, καὶ νῦν ταῖς τοῦ μάρτυρος ἐν ὑμῖν ἀριστείαις πληττόμενοι. Φλεγομένη πάλιν αὐτοῖς ἡ χεὶρ καὶ νι‐ κῶσα δεικνύσθω. Ἐγγραφέσθω τῷ πίνακι καὶ ὁ τῶν παλαισμάτων ἀγωνοθέτης Χριστός· ᾧ ἡ δόξα εἰς | |
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |