TLG 2040 030 :: BASILIUS :: In ebriosos

BASILIUS Theol., Episcopus
(Caesariensis (Cappadociae): A.D. 4)

In ebriosos

Citation: Volume — page — (line)

39tΟΜΙΛΙΑ ΙΔʹ.
40tΚατὰ μεθυόντων.
41 Κινεῖ μέν με πρὸς τὸν λόγον τὰ ἑσπερινὰ θεά‐ ματα· κατέχει δέ μου πάλιν τὴν ὁρμὴν, καὶ ἀπαμ‐ βλύνει τὴν προθυμίαν τῶν προλαβόντων πόνων τὸ ἄκαρπον. Ἐπεὶ καὶ γεωργὸς, τῶν πρώτων αὐτῷ
45σπερμάτων μὴ ἐκφυέντων, ὀκνηρότερός ἐστι πρὸς τὸ δεύτερον ταῖς αὐταῖς ἀρούραις πάλιν ἐγκαταβάλ‐ λειν. Εἰ γὰρ ἐπὶ τοσαύταις παραινέσεσιν, ἃς ἔν τε τῷ προλαβόντι χρόνῳ παρακαλοῦντες ὑμᾶς οὐ διελίπομεν, καὶ ἐφεξῆς τῶν ἑπτὰ τούτων τῆς νη‐

31

.

444

(50)

στείας ἑβδομάδων νυκτὸς καὶ ἡμέρας διαμαρτυρό‐444

31

.

445

μενοι ὑμῖν τὸ Εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ οὐκ ἐπαυσάμεθα, οὐδὲν γέγονεν ὄφελος· ἐπὶ ποίαις ἐλπίσι διαλεχθῶμεν σήμερον; Ὢ πόσας νύκτας εἰκῆ ἠγρυπνήσατε! πόσας ἡμέρας εἰκῆ συνηθροίσθητε!
5εἴ γε καὶ εἰκῆ. Ὁ γὰρ ἐν προκοπῇ γενόμενος ἀγαθῶν ἔργων, εἶτα παλινδρομήσας πρὸς τὴν ἀρχαίαν συν‐ ήθειαν, οὐ μόνον τὸν ἐπὶ τοῖς πεπονημένοις μι‐ σθὸν ἐζημιώθη, ἀλλὰ καὶ βαρυτέρας ἀξιοῦται τῆς κατακρίσεως· ὅτι, γευσάμενος καλὸν Θεοῦ ῥῆμα,
10καὶ γνώσεως μυστηρίων ἀξιωθεὶς, πάντα προέδω‐ κεν, ἡδονῇ βραχείᾳ δελεασθείς. Ὁ μὲν γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους· δυνατοὶ δὲ, φησὶ, δυνατῶς ἐτασθήσονται. Μία ἑσπέρα, καὶ μία προσβολὴ τοῦ ἐχθροῦ πάντα τὸν πόνον
15ἐκεῖνον διέλυσε καὶ ἠφάνισε. Ποία οὖν προθυμία τοῦ νῦν λόγου; Ὥστε κἂν ἐσιώπησα, εὖ ἴστε, εἰ μὴ ἐφοβούμην τὸ ὑπόδειγμα τοῦ Ἱερεμίου, ὃς, πρὸς ἀπειθῆ λαὸν φθέγγεσθαι μὴ βουλόμενος, ἔπαθεν ἐκεῖνα ἅπερ αὐτὸς διηγήσατο· ὅτι ἐγένετο αὐτῷ πῦρ
20ἐν τοῖς ἐγκάτοις, καὶ παρεῖτο πάντοθεν, καὶ οὐκ ἠδύνατο φέρειν. Γυναῖκες ἀκόλαστοι, ἐπιλαθόμεναι τοῦ φόβου τοῦ Θεοῦ, τοῦ πυρὸς τοῦ αἰωνίου κατα‐ φρονήσασαι, ἐν ἡμέρᾳ τοιαύτῃ, ὅτε αὐτὰς ἐχρῆν διὰ τὴν ἀνάμνησιν τῆς ἀναστάσεως καθῆσθαι ἐν τοῖς οἵ‐
25κοις, καὶ ἔννοιαν λαμβάνειν τῆς ἡμέρας ἐκείνης, καθ’ ἣν ἀνοιγήσονται μὲν οἱ οὐρανοὶ, ἐπιφανήσεται δὲ ἡμῖν ὁ κριτὴς ἐξ οὐρανῶν, καὶ σάλπιγγες Θεοῦ, καὶ ἀνάστασις νεκρῶν, καὶ κρίσις δικαία, καὶ ἀντί‐ δοσις ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ· ἀντὶ τοῦ
30ταῦτα ἔχειν ἐν τοῖς διαλογισμοῖς, καὶ καθαίρειν μὲν ἑαυτῶν τὰς καρδίας ἀπὸ πονηρῶν ἐνθυμήσεων, ἐξ‐ αλείφειν δὲ τοῖς δάκρυσι τὰ προημαρτημένα, ἑτοιμά‐ ζεσθαι δὲ πρὸς τὴν ἀπάντησιν τοῦ Χριστοῦ κατὰ τὴν μεγάλην ἡμέραν τῆς ἐπιφανείας αὐτοῦ, ἀποσει‐
35σάμεναι τὸν ζυγὸν τῆς δουλείας τοῦ Χριστοῦ, ῥίψα‐ σαι ἀπὸ τῶν κεφαλῶν τὰ τῆς εὐσχημοσύνης καλύμ‐ ματα, καταφρονήσασαι τοῦ Θεοῦ, καταφρονήσασαι τῶν ἀγγέλων αὐτοῦ, καταναισχυντήσασαι πάσης ἄῤ‐ ῥενος ὄψεως, σοβοῦσαι τὰς κόμας, σύρουσαι τοὺς χι‐
40τῶνας, καὶ τοῖς ποσὶν ἅμα παίζουσαι, ὀφθαλμῷ ἀσελγεῖ, γέλωτι ἐκκεχυμένῳ πρὸς ὄρχησιν ἐκμανεῖσαι, πᾶσαν νέων ἀκολασίαν ἐφ’ ἑαυτὰς προσ‐ καλούμεναι, ἐν τοῖς πρὸ τῆς πόλεως μαρτυ‐ ρίοις χοροὺς συστησάμεναι, ἐργαστήριον τῆς οἰ‐
45κείας αὐτῶν ἀσχημοσύνης τοὺς ἡγιασμένους τόπους πεποίηνται. Ἐμίαναν μὲν τὸν ἀέρα τοῖς ᾄσμασι
τοῖς πορνικοῖς, ἐμίαναν δὲ τὴν γῆν τοῖς ἀκαθάρτοις446

31

.

448

ποσὶν, ἣν ἐν ταῖς ὀρχήσεσι κατεκρότησαν, θέατρον ἑαυταῖς νεανίσκων ὄχλον περιστησάμεναι, σοβάδες ὄντως καὶ παράφοροι παντελῶς, μανίας οὐδε‐ μίαν ὑπερβολὴν ἀπολείπουσαι. Ταῦτα πῶς μὲν σιωπήσω; πῶς δὲ κατ’ ἀξίαν ὀδύρωμαι; Οἶνος ἡμῖν τῶν
5ψυχῶν τούτων τὴν ζημίαν ἐποίησεν· οἶνος, τὸ παρὰ Θεοῦ δῶρον εἰς παραμυθίαν τῆς ἀσθενείας δεδομένον τοῖς σωφρονοῦσιν· ὅπλον δὲ νῦν γενόμενον ἀκολασίας τοῖς ἀσελγαίνουσιν. Μέθη, ὁ αὐθαίρετος δαίμων, ἐξ ἡδονῆς ταῖς ψυ‐ χαῖς ἐμβαλλόμενος, μέθη, κακίας μήτηρ, ἀρετῆς ἐναντίωσις, τὸν ἀνδρεῖον δειλὸν ἀποδείκνυσι, τὸν
10σώφρονα ἀσελγῆ· δικαιοσύνην οὐκ οἶδε, φρόνησιν ἀναιρεῖ. Ὥσπερ γὰρ ὕδωρ πολέμιόν ἐστι πυρὶ, οὕ‐ τως ἀμετρία οἴνου λογισμὸν κατασβέννυσι. Διό‐ περ ὤκνουν τι λέγειν κατὰ μέθης, οὐχ ὡς περὶ μι‐ κροῦ τινος κακοῦ ἢ παροφθῆναι ἀξίου, ἀλλ’ ὡς οὐδὲν
15ὄφελος παρεχομένου τοῦ λόγου. Εἰ γὰρ ὁ μεθύων παραφρονεῖ καὶ ἐσκότωται, εἰκῆ ῥαψῳδεῖ ὁ ἐπιπλήτ‐ των τῷ μὴ ἀκούοντι. Τίσιν οὖν διαλεχθῶμεν; εἴπερ ὁ μὲν χρῄζων τῆς παραινέσεως οὐκ ἀκούει τῶν λεγο‐ μένων· ὁ δὲ σωφρονῶν καὶ νήφων οὐ δεῖται τῆς
20ἐκ τοῦ λόγου βοηθείας, καθαρεύων τοῦ πάθους. Τί οὖν χρήσομαι τοῖς παροῦσιν, εἰ καὶ ὁ λόγος ἄχρη‐ στος, καὶ ἡ σιωπὴ ἄπορος; Παρίδωμεν τὴν ἐπιμέ‐ λειαν; Ἀλλ’ ἐπικίνδυνος ἡ ἀμέλεια. Ἀλλὰ φθέγξο‐ μαί τι κατὰ τῶν μεθυόντων; Ἀλλ’ εἰς νεκρὰς ἀκοὰς
25ἐνηχοῦμεν. Μήποτε οὖν, ὡς ἐπὶ τῶν λοιμικῶν νοση‐ μάτων οἱ τῶν σωμάτων θεραπευταὶ τοὺς μὲν ὑγιαί‐ νοντας τοῖς προφυλακτικοῖς βοηθήμασιν ἀσφαλίζον‐ ται, τοῖς δὲ κεκρατημένοις ὑπὸ τοῦ πάθους οὐκ ἐγχειροῦσιν· οὕτω καὶ ὑμῖν ἐξ ἡμισείας ἔχει ὁ
30λόγος τὸ χρήσιμον· φυλακὴν ὑποδεικνὺς τοῖς ἀπα‐ θέσιν, οὐκ ἀπαλλαγὴν καὶ ἴασιν τοῖς ὑπὸ τοῦ πάθους κεκρατημένοις.
34Τίνι διενήνοχας τῶν ἀλόγων, ὦ ἄνθρωπε; Οὐ τῇ
35δωρεᾷ τοῦ λόγου, ἣν λαβὼν παρὰ τοῦ κτίσαντός σε, ἄρχων καὶ κύριος ἐγένου πάσης τῆς κτίσεως; Ὁ τοίνυν ἀφελόμενος ἑαυτοῦ τὴν φρόνησιν διὰ τῆς μέ‐ θης, Παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Μᾶλλον δὲ καὶ τῶν βοσκημά‐
40των φαίην ἂν ἔγωγε ἀλογωτέρους εἶναι τοὺς ἐν τῇ μέθῃ· εἴπερ τὰ μὲν τετράποδα πάντα καὶ τὰ θηρία τεταγμένας ἔχει τὰς πρὸς τὴν μίξιν ὁρμὰς, οἱ δὲ ὑπὸ τῆς μέθης τὴν ψυχὴν κατεχόμενοι, καὶ τὸ σῶμα τῆς παρὰ φύσιν θερμότητος ἀναπλήσαντες,
45πάντα καιρὸν καὶ πᾶσαν ὥραν πρὸς τὰς ἀκαθάρτους καὶ ἀσχήμονας συμπλοκὰς καὶ ἡδονὰς συνελαύνον‐
ται. Καὶ οὐ τοῦτο μόνον τὴν ἀλογίαν αὐτοῖς ἐμποιεῖ,448

31

.

449

ἀλλὰ καὶ ἡ τῶν αἰσθήσεων παρατροπὴ χείρονα παν‐ τὸς κτήνους ἀποδείκνυσι τὸν μεθύοντα. Ποῖον γὰρ βόσκημα οὕτω παραβλέπει καὶ οὕτω παρακούει ὡς ὁ μεθύων; Οὐκ ἀγνοοῦσι μὲν τοὺς οἰκειοτάτους,
5προστρέχουσι δὲ πολλάκις τοῖς ἀλλοτρίοις ὡς τοῖς συνήθεσιν; Οὐ τὰς σκιὰς διαπηδῶσι πολλάκις ὡς ὀχετοὺς ἢ φάραγγας; Ἤχων δὲ αὐτοῖς καὶ ψό‐ φων, οἱονεὶ θαλάσσης κυμαινούσης, τὰ ὦτα πεπλή‐ ρωται· ἡ δὲ γῆ πρὸς τὸ ὄρθιον διανίστασθαι δοκεῖ,
10καὶ τὰ ὄρη περιτρέχειν ἐν κύκλῳ. Οὗτοι ποτὲ μὲν γελῶσιν ἄπαυστα, ποτὲ δὲ ὀδυνῶνται καὶ κλαίουσιν ἀπαρηγόρητα. Καὶ νῦν μὲν θρασεῖς εἰσι καὶ ἀπτόη‐ τοι, νῦν δὲ κατάφοβοι καὶ δειλοί. Τούτοις ὕπνοι μὲν βαρεῖς καὶ δυσανάφοροι καὶ πνιγώδεις, καὶ τῷ
15ὄντι θανάτου γείτονες, αἱ δὲ γρηγορήσεις τῶν ὕπνων ἀναισθητότεραι. Ἐνύπνιον γὰρ αὐτοῖς ἐστιν ὁ βίος, οἵ γε, ἱμάτιον οὐκ ἔχοντες, οὐδὲ τί φάγωσιν εἰς τὴν αὔριον, βασιλεύουσι καὶ στρατοπέδων ἄρχου‐ σιν ἐν τῇ μέθῃ, καὶ πόλεις οἰκοδομοῦσι, καὶ χρή‐
20ματα διανέμουσι. Τοιούτων φαντασιῶν καὶ ἀπάτης τοσαύτης περιζέων ὁ οἶνος τὰς καρδίας αὐτῶν πλη‐ ροῖ. Ἕτεροι δὲ εἰς τὰ ἐναντία περιάγονται πάθη. Δυσέλπιδές εἰσι, καὶ κατηφεῖς, καὶ ὀδυνηροὶ, καὶ δακρυώδεις, καὶ ψοφοδεεῖς, καὶ εὐπτόητοι. Ὁ αὐτὸς
25οἶνος ἐν διαφόροις σωμάτων ἕξεσι διάφορα τὰ πάθη ταῖς ψυχαῖς ἐργαζόμενος. Οἷς μὲν γὰρ ἂν διάχυσιν τοῦ αἵματος ἐμποιήσας πρὸς τὴν ἐπιφάνειαν ἐξαν‐ θήσῃ, φαιδροὺς καὶ ἡδεῖς καὶ γεγανωμένους αὐτοὺς ἀποδείκνυσιν· ὧν δ’ ἂν ὑπὸ τοῦ βάρους καταπιλήσῃ
30τὴν ἕξιν, συστέλλων αὐτῶν καὶ καταπιέζων τὸ αἷμα, πρὸς τὴν ἐναντίαν αὐτοὺς περιάγει διάθεσιν. Καὶ τί δεῖ λέγειν τῶν λοιπῶν παθῶν τὸν ὄχλον; τὰς δυσκο‐ λίας τοῦ ἤθους; τὸ εὐπαρόξυντον; τὸ μεμψίμοιρον; τὸ ὀξύῤῥοπον τῆς ψυχῆς; τὴν κραυγήν; τὸν θόρυβον;
35τὸ πρὸς πᾶσαν ἀπάτην εὐπαράγωγον; τὸ πρὸς τὰς ὀργὰς ἀταμίευτον; Ἡ δὲ πρὸς τὰς ἡδονὰς ἀκρασία ἄντικρυς ὥσπερ ἐκ πηγῆς τοῦ οἴνου φέρεται, καὶ συνεισπίπτει τῷ ἀκράτῳ τῆς ἀσελγείας ἡ νόσος, πᾶσαν βοσκημάτων
40μανίαν ἐπὶ τὸ θῆλυ δευτέραν τῆς τῶν μεθυόντων ὕβρεως ἀποφαίνουσα· εἴπερ τὰ μὲν ἄλογα γνωρίζει τοὺς ὅρους τῆς φύσεως, οἱ δὲ μεθύοντες ἐν ἄῤῥενι μὲν τὸ θῆλυ, ἐν δὲ τῷ θήλει τὸ ἄῤῥεν ἐπιζητοῦσιν. Οὐδὲ ἐπεξελθεῖν τῷ λόγῳ ῥᾴδιον πᾶσι τοῖς ἐκ τῆς
45μέθης δεινοῖς. Αἱ μὲν οὖν ἐκ τοῦ λοιμοῦ βλάβαι χρόνῳ ἐγγίνονται τοῖς ἀνθρώποις, κατὰ μικρὸν τοῦ ἀέρος τὴν παρ’ ἑαυτοῦ φθορὰν ἐντιθέντος τοῖς σώμασιν· αἱ δὲ παρὰ τοῦ οἴνου εὐθὺς συνεισπίπτου‐ σιν. Οὕτω γὰρ τὴν ψυχὴν ἀπολωλότες, ὡς ὑπὸ πάσης

31

.

449

(50)

κηλῖδος εἶναι κατεστιγμένοι, ἔτι καὶ αὐτὴν τοῦ σώ‐
ματος τὴν ἕξιν προσδιαφθείρονται· οὐ μόνον τῇ450

31

.

452

ὑπερβολῇ τῶν ἡδονῶν ἐξοιστρουσῶν ἐπὶ λαγνείας ἐκτετηκότες καὶ διαῤῥέοντες, ἀλλὰ καὶ αὐτῷ τῷ ὄγκῳ πεπλαδηκὸς καὶ βρυῶδες καὶ τοῦ ζωτικοῦ τόνου λελυμένον τὸ σῶμα φέροντες. Τούτων πελιδνοὶ οἱ
5ὀφθαλμοί· ὕπωχρος δὲ ἡ ἐπιφάνεια· πνεῦμα προσ‐ εστηκός· γλῶσσα παρειμένη, καὶ κραυγὴ ἄση‐ μος· ἀκροσφαλεῖς οἱ πόδες καθάπερ οἱ τῶν παίδων· ἐκκρίσεις δὲ τῶν περιττωμάτων αὐτόματοι ὥσπερ ἀπὸ ἀψύχων ῥέουσαι. Ἐλεεινοὶ τῆς τρυφῆς, ἐλεεινό‐
10τεροι τῶν ἐν πελάγει χειμαζομένων, οὓς ἄλλα ἐξ ἄλ‐ λων διαδεχόμενα καὶ ἐπιβαπτίζοντα κύματα ἀναφέ‐ ρειν οὐκ ἐπιτρέπει τοῦ κλύδωνος. Οὕτω δὴ καὶ τού‐ των αἱ ψυχαὶ ὑποβρύχιοι φέρονται βεβαπτισμέναι τῷ οἴνῳ. Διόπερ ὡς τὰ χειμαζόμενα πλοῖα, ἐπειδὰν
15ὑπέραντλα γένηται, ἀναγκαίως τῇ ἐκβολῇ τοῦ φόρ‐ του κουφίζεται· οὕτω καὶ τούτοις ἀναγκαῖαι τῶν βαρυνόντων αἱ ἀποθέσεις. Ἐμοῦντες γὰρ καὶ ἀποβλύ‐ ζοντες, μόλις ἐλευθεροῦνται τοῦ βάρους· τοσοῦτον τῶν δυσπλοούντων ἐλεεινότεροι, ὅσον οἱ μὲν ἀνέμους
20καὶ θάλασσαν καὶ τὰς ἔξωθεν ἀνάγκας ἐπαιτιῶνται· οἱ δὲ αὐθαίρετον ἐπισπῶνται τὸν ἐκ τῆς μέθης χει‐ μῶνα. Ὁ δαιμονῶν ἐλεεινός· ὁ δὲ μεθύων, τὰ αὐτὰ πάσχων, οὐδὲ τοῦ ἐλεεῖσθαι ἄξιος, αὐθαιρέτῳ δαίμονι προσπαλαίων. Οἳ καὶ μέθης συντιθέασι φάρμακα,
25οὐχὶ τὸ μὴ παθεῖν τι δεινὸν ἀπὸ τοῦ οἴνου, ἀλλὰ τὸ μὴ διαλείπειν μεθύοντες μηχανώμενοι. Ὀλίγη μὲν γὰρ αὐτοῖς ἡ ἡμέρα· μικρὰ δὲ ἡ νὺξ καὶ ἡ χειμέ‐ ριος, πρός γε τὸν τοῦ πότου χρόνον. Τέλος δὲ οὐκ ἔστι τοῦ κακοῦ. Αὐτὸς γὰρ ἑαυτὸν ὁ οἶνος ἐπὶ τὸ
30πλεῖον προάγει. Οὐ γὰρ τὴν χρείαν παραμυθεῖ‐ ται, ἀλλ’ ἑτέρου πότου χρείαν ἀπαραίτητον ἐμποιεῖ, ἐκκαίων τοὺς μεθύοντας, καὶ ἀεὶ πρὸς τὴν τοῦ πλείο‐ νος ἔφεσιν προκαλούμενος. Ἀπλήρωτον δὲ τοῦ πί‐ νειν τὴν ὄρεξιν ἔχειν ἐπινοοῦντες, τὸ ἐναντίον πάσχου‐
35σιν ἢ προῄρηνται. Τῷ γὰρ συνεχεῖ τῆς τρυφῆς τὰς αἰσθήσεις ἀπομαραίνουσιν. Ὡς γὰρ τὸ ἄγαν λαμπρὸν ἀμαυροῖ τὰς ὄψεις, καὶ ὥσπερ οἱ τοῖς μεγάλοις ψό‐ φοις κατακρουόμενοι τῇ ἀμετρίᾳ τῆς πληγῆς εἰς τὸ μηδὲ ἀκούειν παντελῶς περιάγονται· οὕτω καὶ οὗτοι
40λελήθασιν ἑαυτοὺς ὑπὸ τῆς ἄγαν φιληδονίας τὴν ἡδονὴν ἀπολέσαντες. Ἄποιος μὲν γὰρ αὐτοῖς καὶ ὑδατώδης ὁ οἶνος, κἂν ἄκρατος ᾖ· χλιαρὰ δὲ τοῦ νεα‐ ροῦ ἡ ἀντίληψις, κἂν τὸ ἀκραιφνέστατον ᾖ, κἂν αὐτὴ χιὼν, κατασβέσαι τὴν ἔνδον ἐν αὐτοῖς ἐκ τῆς
45ἀμετρίας τοῦ οἴνου καιομένην φλόγα μὴ δυναμένη. Τίνι οὐαί; τίνι θόρυβος; τίνι κρίσεις; τίνι ἀηδίαι καὶ λέσχαι; τίνι συντρίμματα διακενῆς; τίνος πελιδνοὶ οἱ ὀφθαλμοί; Οὐ τῶν ἐγχρονιζόντων ἐν οἴνῳ, καὶ κατασκοπούντων ποῦ πότοι γίνονται;

31

.

452

(50)

Τὸ οὐαὶ θρηνῶδές ἐστι ἐπίφθεγμα. Θρήνου δὲ ἄξιοι οἱ μεθύοντες, διότι Μέθυσοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι. Θόρυβος δὲ διὰ τὴν ἐκ τοῦ
οἴνου ταραχὴν ἐγγινομένην τοῖς λογισμοῖς. Καὶ452

31

.

453

ἀηδίαι διὰ τὰς πικρὰς ἐκ τῆς τοῦ πίνειν ἡδονῆς ἀνα‐ δόσεις. Τούτων γὰρ δεσμοῦνται μὲν οἱ πόδες, δε‐ σμοῦνται δὲ χεῖρες ἐκ τῶν ἐπιπεμπομένων αὐτοῖς παρὰ τῆς μέθης ῥευμάτων. Καίτοι καὶ πρὸ τού‐
5των τῶν παθῶν, παρ’ αὐτὸν τὸν καιρὸν τοῦ πίνειν, τὰ τῶν φρενιτικῶν αὐτοῖς συμπίπτει πάθη. Ὅταν γὰρ πλήρεις αἱ μήνιγγες γένωνται τῆς αἰθάλης, ἣν ὁ οἶνος ἐξατμιζόμενος ἀναφέρει, βάλλεται μὲν ὀδύ‐ ναις ἀφορήτοις ἡ κεφαλή· μένειν δὲ ὀρθὴ ἐπὶ τῶν
10ὤμων μὴ δυναμένη, ἄλλοτε ἐπ’ ἄλλα καταπίπτει, τοῖς σπονδύλοις ἐνολισθαίνουσα. Λέσχην δὲ λέγει τὴν ἄμετρον ἐν τοῖς συμποσίοις καὶ ἐμφιλόνεικον ὁμιλίαν. Καὶ συντρίμματα διακενῆς γίνεται τοῖς οἰνόφλυ‐ ξιν, οὐ δυναμένοις ὀρθοῦσθαι ὑπὸ τῆς μέθης.
15Ἀνατρέπονται γὰρ εἰς παντοῖα πτωμάτων σχήματα, ὥστε ἀναγκαῖον αὐτοὺς ἐπὶ τοῦ σώματος συντρίμ‐ ματα ἔχειν διακενῆς.
21 Ἀλλὰ τίς εἴπῃ ταῦτα τοῖς οἰνοπλήκτοις; Κα‐ ρηβαροῦσι γὰρ ἐκ τῆς κραιπάλης, νυστάζουσι, χα‐ σμῶνται, ἀχλὺν βλέπουσι, ναυτιῶσι. Διὰ τοῦτο οὐκ ἀκούουσι τῶν διδασκάλων πολλαχόθεν αὐτοῖς ἐμβο‐
25ώντων· Μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία· καὶ πάλιν· Ἀκόλαστον οἶνος, καὶ ὑβριστικὸν μέθη. Ὧν παρακούοντες, αὐτόθεν ἔχουσι τὰς ἐπικαρπίας τῆς μέθης. Οἰδαίνει μὲν γὰρ ὁ ὄγκος, ὀφθαλμοὶ δίυγροι, στόμα ξηρὸν καὶ διακαές. Ὥσπερ γὰρ αἱ
30χαράδραι, ἕως μὲν ἂν αὐταῖς ἐπιῤῥέωσιν οἱ χεί‐ μαῤῥοι, πλήρεις εἶναι δοκοῦσι, παρελθούσης δὲ τῆς πλημμύρας, ξηραὶ καταλιμπάνονται· οὕτω καὶ τοῖς οἰνόφλυξι τὸ στόμα, ἐλλιμνάζοντος μὲν τοῦ οἴ‐ νου, πλῆρές ἐστί πως καὶ δίυγρον, μικρὸν δὲ παρα‐
35δραμόντος, ξηρὸν καὶ ἄνικμον ἀπελέγχεται. Παρασυ‐ ρόμενον δὲ ἀεὶ καὶ κατακλυζόμενον τῇ ἀμετρίᾳ τοῦ οἴνου, καὶ τὴν ζωτικὴν ἰκμάδα προσαποβάλλει. Ποία· γὰρ κατασκευὴ ἀνθρώπου οὕτως ἰσχυρὰ, ὥστε τοῖς ἐκ τῆς μέθης κακοῖς ἀντισχεῖν; Τίς γὰρ μηχανὴ τὸ
40ἀεὶ θερμαινόμενον καὶ ἀεὶ διάβροχον τῷ οἴνῳ γινό‐ μενον σῶμα μὴ οὐχὶ ἔκπλυτον καὶ ἐξίτηλον καὶ διεῤῥυηκὸς γενέσθαι; Ἐντεῦθεν οἱ τρόμοι καὶ αἱ ἀσθένειαι· κοπτομένου γὰρ αὐτοῖς τοῦ πνεύματος ὑπὸ τῆς ἀμετρίας τοῦ οἴνου, καὶ τῶν νεύρων λυομένων
45τῆς συντονίας, ὁ κλόνος τῷ σύμπαντι ὄγκῳ τοῦ σώ‐
ματος ἐπιγίνεται. Τί τὴν κατάραν τοῦ Κάϊν ἐφ’ ἑαυ‐454

31

.

456

τὸν ἐπισπᾶσαι, τρέμων καὶ περιφερόμενος διὰ παντὸς τοῦ βίου; Οὐ γὰρ ἔχον τὸ σῶμα τὸν ἐκ τῆς φύσεως στηριγμὸν, ἀναγκαίως πεοιδονεῖται καὶ κα‐ τασείεται.
5 Μέχρι πότε οἶνος; μέχρι τίνος μέθη; Κινδυ‐ νεύεις λοιπὸν βόρβορος εἶναι ἀντὶ ἀνθρώπου, οὕτως ὅλος ἀνεμίχθης τῷ οἴνῳ, καὶ συγκατεσάπης αὐτῷ, ἐκ τῆς καθημερινῆς κραιπάλης οἴνου ἀπόζων, καὶ τούτου διεφθαρμένου, ὥσπερ τῶν ἀγγείων τὰ
10ἀχρηστότατα. Τούτους Ἡσαΐας ὀδύρεται· Οὐαὶ οἱ ἐγει‐ ρόμενοι τὸ πρωῒ, καὶ τὸ σίκερα διώκοντες, οἱ μένον‐ τες τὸ ὀψέ· ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει· μετὰ γὰρ κιθάρας καὶ αὐλῶν τὸν οἶνον πίνουσι, τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσι, καὶ τὰ ἔργα τῶν χειρῶν
15αὐτοῦ οὐ κατανοοῦσι. Σίκερα πᾶν τὸ δυνάμενον μέ‐ θην ἐμποιῆσαι πόμα τοῖς Ἑβραίοις ὀνομάζειν σύνηθες. Οἱ οὖν ἀρχομένης ἡμέρας περισκοποῦντες, ποῦ πότοι γίνονται, καὶ οἰνοπώλια καὶ καπηλεῖα περιαθροῦντες, καὶ ἀλλήλους ἐπὶ τὸ πίνειν παραλαμβάνοντες, καὶ
20πᾶσαν τῆς ψυχῆς τὴν μέριμναν περὶ τὴν τῶν τοιού‐ των φροντίδα καταναλίσκοντες, οὗτοι ὑπὸ τοῦ προφήτου καταθρηνοῦνται, ὡς καιρὸν οὐδένα ἑαυτοῖς πρὸς τὴν τῶν θαυμασίων τοῦ Θεοῦ κατανόησιν ἀπολεί‐ ποντες. Οὐ γὰρ ἄγουσι σχολὴν οἱ ὀφθαλμοὶ αὐτῶν
25ἀνανεῦσαι πρὸς οὐρανὸν, καὶ τὰ ἐν αὐτῷ κάλλη κα‐ ταμαθεῖν, καὶ πᾶσαν τὴν ἐν τοῖς οὖσι διακόσμησιν ἐπισκέψασθαι, ὥστε ἐκ τῆς τούτων εὐταξίας τὸν δη‐ μιουργὸν ἐννοῆσαι· ἀλλ’ εὐθὺς ἀρχομένης ἡμέρας κοσμοῦσιν ἑαυτῶν τὰ συμπόσια τάπησι ποικίλοις καὶ
30ἀνθίνοις παραπετάσμασι, σπουδήν τε καὶ ἐπιμέλειαν εἰς τὴν τῶν ἐκπωμάτων παρασκευὴν ἐπιδείκνυνται, ψυκτῆρας καὶ κρατῆρας καὶ φιάλας, ὥσπερ ἐν πομ‐ πῇ τινι καὶ πανηγύρει, διατιθέντες, ὡς ἂν τὸ τῶν ἀγγείων διάφορον τὸν κόρον αὐτοῖς ὑποκλέπτῃ,
35καὶ ἡ τῶν ἐκπωμάτων ὑπαλλαγὴ καὶ μετάβασις ἱκα‐ νὴν αὐτοῖς εἰς τὸ πίνειν διατριβὴν ἐμποιῇ. Συμπο‐ σίαρχοι δέ τινες ἐπὶ τούτοις καὶ ἀρχιοινοχόοι, καὶ ἀρ‐ χιτρίκλινοι· καὶ τάξις ἐν ἀταξίᾳ, καὶ διάθεσις ἐν ἀκόσμῳ πράγματι ἐπινενόηται, ἵν’, ὥσπερ ταῖς ἀρ‐
40χαῖς ταῖς ἔξωθεν ἐκ τῶν δορυφορούντων ἡ σεμνότης συναύξεται, οὕτω καὶ τῇ μέθῃ οἷον βασιλίδι τινὶ θερα‐ πείαν περιστήσαντες, τὸ ἐπονείδιστον αὐτῆς τῷ
ὑπερβάλλοντι τῆς σπουδῆς περιστέλλωσι. Στέφανοι456

31

.

457

ἐπὶ τούτοις καὶ ἄνθη καὶ μύρα καὶ θυμιάματα, καὶ μυρίαι τινὲς ἔξωθεν θυμηδίαι, πλείονα τὴν ἀσχολίαν τοῖς ἀπολλυμένοις παρασκευάζουσιν. Εἶτα πόῤῥω προϊόντος τοῦ πότου, ἅμιλλαι περὶ τοῦ πλείονος, φι‐
5λονεικίαι καὶ ἀγωνίσματα, ἀλλήλους ὑπερβάλλεσθαι φιλοτιμουμένων κατὰ τὴν μέθην· καὶ ὁ ἀγωνοθετῶν αὐτοῖς ὁ διάβολος, καὶ ἆθλον τῆς νίκης ἡ ἁμαρτία. Ὁ γὰρ πλείονα τὸν ἄκρατον ἐκχεόμενος, οὗτος φέρεται κατὰ τῶν ἄλλων τὰ νικητήρια. Ὄντως
10δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν. Φιλονεικοῦσι μὲν γὰρ ἀλλήλοις, ἀμύνονται δὲ ἑαυτούς. Ποῖος λόγος ἐφικέ‐ σθαι τῆς αἰσχρότητος τῶν γινομένων δύναται; Πάντα ἀλογίας γέμει, πάντα συγχύσεως οἱ ἡττηθέντες μεθύουσιν, οἱ νικῶντες μεθύουσιν, οἱ ὑπηρέται
15καταγελῶσιν. Ἡ χεὶρ ἀπείρηκε, τὸ στόμα οὐχ ὑποδέχεται, ἡ γαστὴρ διαῤῥήγνυται, καὶ τὸ κακὸν οὐχ ὑφίησι. Τὸ ἄθλιον σῶμα, τοῦ φυσικοῦ τόνου παραλυθὲν, ἀπόῤῥυτόν ἐστι πανταχόθεν, τὴν ἐκ τῆς ἀμε‐ τρίας βίαν μὴ ὑπομένον. Ἐλεεινὸν θέαμα Χριστιανῶν ὀφθαλμοῖς ἀνὴρ ἀκμάζων καθ’ ἡλικίαν, σφριγῶν τῷ σώματι, στρα‐
20τιωτικοῖς καταλόγοις ἐμπρέπων, φοράδην οἵκαδε κο‐ μιζόμενος, μὴ δυνάμενος ὀρθοῦσθαι, μηδὲ τοῖς ἰδίοις ποσὶν ἀπιέναι. Ἀνὴρ φοβερὸς εἶναι ὀφείλων τοῖς πολεμίοις, γέλωτός ἐστιν ἀφορμὴ τοῖς κατ’ ἀγορὰν παιδίοις· ἄνευ σιδήρου καταβέβληται, ἄνευ πολεμίων
25πεφόνευται. Ἀνὴρ ὁπλίτης, αὐτὸ τῆς ἡλικίας ἄγων τὸ ἄνθος, οἴνου γέγονε παρανάλωμα, ἕτοιμος παθεῖν τοῖς ἐχθροῖς ὅσα βούλονται. Μέθη, λογισμῶν ὄλεθρος, ἰσχύος διαφθορὰ, γῆρας ἄωρον, ὀλιγοχρόνιος θάνατος. Τί γὰρ ἄλλο εἰσὶν οἱ μεθύοντες ἢ τὰ εἴδωλα
30τῶν ἐθνῶν; Ὀφθαλμοὺς ἔχουσι, καὶ οὐ βλέπουσιν· ὦτα ἔχουσι, καὶ οὐκ ἀκούουσι· χεῖρες παραλέλυνται, οἱ πόδες ἀπενεκρώθησαν. Τίς ὁ ταῦτα ἐπιβουλεύσας; τίς ὁ τῶν κακῶν τούτων αἴτιος; τίς ὁ τὸ τῆς μανίας
ἡμῖν φάρμακον ἐγκεράσας; Ἄνθρωπε, παρά‐458

31

.

460

ταξιν ἐποίησας τὸ συμπόσιον. Ἐκβάλλεις τοὺς νεανί‐ σκους χειραγωγουμένους, ὡς τραυματίας ἀπὸ πολέ‐ μου· ἐνέκρωσας τὴν ἀκμὴν τῆς νεότητος ἀπὸ οἴνου· καὶ καλεῖς μὲν ὡς φίλον ἐπὶ τὸ δεῖπνον, ἐκβάλλεις
5δὲ νεκρὸν, οἴνῳ τὴν ζωὴν αὐτοῦ κατασβέσας. Ὅταν δὲ νομισθῶσι διακορεῖς εἶναι τοῦ οἴνου, τότε τοῦ πίνειν ἄρχονται, καὶ πίνουσι τὸν τῶν κτηνῶν τρό‐ πον, ὡς ἀπὸ κρήνης αὐτοσχεδίου, ἰσαρίθμους τοῖς ἀνακειμένοις τοὺς κρουνοὺς ἀφιείσης. Προϊόντος γὰρ
10ἤδη τοῦ πότου, ἐπεισέρχεταί τις αὐτοῖς νεανίας, γενναῖος τοὺς ὤμους, οὔπω μεθύων, φιάλην φέρων εὐμεγέθη οἴνου κατεψυγμένου· ὃς, τὸν οἰνοχόον αὐτῶν παρωσάμενος, καταστὰς εἰς τὸ μέσον, διὰ σκο‐ λιῶν σωλήνων ἴσην τοῖς συμπόταις διανέμει τὴν μέ‐
15θην. Καινὸν τοῦτο τῆς ἀμετρίας τὸ μέτρον, ἵνα κατ’ ἰσομοιρίαν ἀλλήλοις συνασελγαίνωσι, μηδένα ὑπερβάλλειν ἐν τῷ πίνειν τὸν ἕτερον. Διελόμενοι γὰρ τὰς ὑδροῤῥόας, καὶ τὴν πρὸς ἑαυτὸν ἕκαστος τετραμ‐ μένην ὑποδεξάμενοι, ὥσπερ ἀπό τινος δεξαμενῆς
20ἀπνευστὶ πίνουσιν ὡς οἱ βόες, τοσοῦτον ὑφέλκειν ἐπειγόμενοι τοῖς λαιμοῖς, ὅσον αὐτοῖς ἄνωθεν ὁ ψυκτὴρ διὰ τῶν ἀργυρέων ὀχετῶν ἐπαφίησι. Κατά‐ κυψόν σου πρὸς τὴν ἀθλίαν γαστέρα· κατάμαθε τοῦ ὑποδεχομένου ἀγγείου τὸ μέγεθος· ὅτι μιᾶς κοτύ‐
25λης ἔχει κοιλότητα. Μὴ πρὸς τὴν οἰνοχόην ἀφόρα, πότε κενώσῃς, ἀλλὰ πρὸς τὴν σεαυτοῦ κοιλίαν, ὅτι πάλαι πεπλήρωται. Διὰ τοῦτο, Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῒ καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψὲ, καὶ διημερεύοντες ἐν τῇ μέθῃ· ὡς μηδένα και‐
30ρὸν ἑαυτοῖς παρέχειν εἰς τὸ τὰ ἔργα Κυρίου ἐμβλέ‐ πειν. καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ κατανοεῖν. Ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει· διότι τὸ ἐκ τοῦ οἴνου θερμὸν, ἐγγινόμενον τῇ σαρκὶ, ἔξαμμα γίνεται τῶν πεπυρωμένων βελῶν τοῦ ἐχθροῦ. Τὸν μὲν γὰρ λο‐
35γισμὸν καὶ τὸν νοῦν ὁ οἶνος καταβαπτίζει· τὰ δὲ πάθη καὶ τὰς ἡδονὰς ὥσπερ τι σμῆνος μελισσῶν ἐπεγείρει. Ποῖον γὰρ ἅρμα πώλων οὕτως ἀτάκτως φέρεται, ἀποβαλὸν τὸν ἡνίοχον; Ποῖον δὲ πλοῖον ἀκυβέρνητον, ὑπὸ τῶν κυμάτων, ὡς ἂν τύχῃ, φερό‐
40μενον, οὐκ ἀσφαλέστερόν ἐστι τοῦ μεθύοντος; Ἀπὸ τοιούτων κακῶν, ἄνδρες ὁμοῦ καὶ γυναῖκες, κοινοὺς συστησάμενοι χοροὺς, δαίμονι οἰνηρῷ τὰς ψυχὰς παραδόντες, ἀλλήλους ταῖς ἀκίσι τῶν παθῶν ἀντετίτρωσκον. Γέλωτες παρ’ ἀμφοτέρων, ᾄσματα
45αἰσχρὰ, σχήματα πορνικὰ, ἐρεθίζοντα πρὸς ἀσέλ‐ γειαν. Γελᾷς, εἰπέ μοι, καὶ τέρπῃ τέρψιν ἀκόλαστον, δακρύειν δέον καὶ στένειν ἐπὶ τοῖς φθάσασιν; ᾌσματα πόρνης φθέγγῃ, ἐκβαλὼν τοὺς ψαλμοὺς καὶ τοὺς ὕμνους, οὓς ἐδιδάχθης. Κινεῖς πόδας, καὶ ἐξάλλῃ

31

.

460

(50)

ἐμμανῶς, καὶ χορεύεις ἀχόρευτα, δέον τὰ γόνατα460

31

.

461

κάμπτειν εἰς τὴν προσκύνησιν; Τίνας ὀδύρωμαι; τὰς κόρας τὰς ἀπειρογάμους; ἢ τὰς ἐν τῷ ζυγῷ τοῦ γάμου κατεχομένας; Αἱ μὲν γὰρ ἐπανῆλθον, τὴν παρθενίαν οὐκ ἔχουσαι· αἱ δὲ τὴν σωφροσύνην τοῖς
5ἀνδράσιν οὐκ ἐπανήγαγον. Εἰ γάρ πού τινες καὶ τῷ σώματι τὴν ἁμαρτίαν διέφυγον, ἀλλὰ πάντως γε ταῖς ψυχαῖς τὴν φθορὰν ὑπεδέξαντο. Ταῦτά μοι καὶ περὶ τῶν ἀῤῥένων εἰρήσθω. Εἶδε κακῶς, ἐθεάθη κα‐ κῶς. Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι ἤδη
10ἐμοίχευσεν. Εἰ αἱ ἀπὸ ταυτομάτου συντυχίαι τοῖς περιέργως κατασκοποῦσι τοσοῦτον ἔχουσι κίνδυνον, αἱ κατ’ ἐπιτήδευσιν ἀπαντήσεις, ὥστε ἰδεῖν γυναῖκας ἀσχημονούσας ὑπὸ τῆς μέθης, καὶ κατασχηματιζο‐ μένας πρὸς ἔκλυσιν, καὶ μέλη τεθρυμμένα ἀδούσας,
15δυνάμενα καὶ μόνον ἀκουσθέντα πάντα οἶστρον ἡδο‐ νῆς ἐμποιῆσαι τοῖς ἀκολάστοις, τί ἐροῦσιν, ἢ τί ἀπο‐ λογήσονται, ἐκ τοιούτων θεαμάτων μυρίων ἐσμὸν τῶν κακῶν συλλεξάμενοι; Οὐχ, ὡς διὰ τοῦτο ἐμβλέ‐ ψαντες, ἵνα τὰς ἐπιθυμίας ἐγείρωσιν; Οὐκοῦν
20ὑπόδικοί εἰσι, κατὰ τὴν ἀπαραίτητον ἀπόφασιν τοῦ Κυρίου, τῷ κρίματι τῆς μοιχείας. Πῶς ὑμᾶς ἡ Πεντη‐ κοστὴ ὑποδέξεται, οὕτω τοῦ Πάσχα καθυβρισθέντος; Ἡ Πεντηκοστὴ τοῦ Πνεύματος ἔσχε τοῦ ἁγίου τὴν ἐναργῆ καὶ πᾶσι γνωρίμην ἐπιδημίαν· σὺ δὲ, προ‐
25λαβὼν, σεαυτὸν οἰκητήριον τοῦ ἀντικειμένου ἐποίησας πνεύματος, καὶ ἐγένου ναὸς εἰδώλων, ἀντὶ τοῦ γενέ‐ σθαι ναὸς Θεοῦ διὰ τῆς ἐνοικήσεως τοῦ Πνεύματος τοῦ ἁγίου. Ἐπεσπάσω τὴν ἀρὰν τοῦ προφήτου εἰπόντος ἐκ προσώπου τοῦ Θεοῦ, ὅτι Στρέψω τὰς ἑορτὰς αὐτῶν
30εἰς πένθος. Πῶς τῶν οἰκετῶν ἄρξετε, αὐτοὶ δουλεύοντες ἐπιθυμίαις ἀνοήτοις καὶ βλαβεραῖς ὡς ἀνδράποδα; Πῶς τοὺς παῖδας νουθετήσετε, ἀνουθέ‐ τητον ζωὴν καὶ ἀδιάτακτον ζῶντες; Τί οὖν; Ἐν τούτοις ὑμᾶς καταλείπω; Ἀλλὰ φοβοῦμαι, μή πως
35ὁ μὲν ἀνυπότακτος στραγότερος γένηται, ὁ κατανενυγμένος τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ. Ἴαμα γὰρ, φησὶ, καταπαύσει ἁμαρτίας μεγάλας. Ἡ νηστεία τὴν μέθην θεραπευσάτω· ψαλμὸς τὴν αἰσχρὰν μελῳδίαν· δάκρυον γενέσθω τοῦ γέλωτος
40ἴαμα· ἀντὶ τῆς ὀρχήσεως τὸ γόνυ κλινέσθω· ἀντὶ τοῦ κρότου τῶν χειρῶν τὸ στῆθος τυπτέσθω· ἀντὶ τοῦ κόσμου τῆς ἐσθῆτος ἡ ταπείνωσις. Ἐπὶ πᾶσιν ἡ ἐλεημοσύνη ἐξαγοραζέτω σε ἀπὸ τῆς ἁμαρτίας. Λύτρον γὰρ ἀνδρὸς ὁ ἴδιος αὐτοῦ πλοῦτος. Πολ‐
45λοὺς ἐργάτευσον τῶν θλιβομένων εἰς τὴν κοινωνίαν τῆς προσευχῆς, εἰ ἄρα σοι ἀφεθήσεται ἡ ἐπίνοια τῆς κακίας. Ὅτε ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν· (ἡ δὲ παιδιὰ αὐτῶν εἰδωλολα‐ τρεία ἦν·) τότε οἱ Λευῗται, κατὰ τῶν ἀδελφῶν ἑαυ‐

31

.

461

(50)

τοὺς ἐξοπλίσαντες, εἰς ἱερωσύνην τὰς χεῖρας ἑαυτῶν462

31

.

464

ἐτελείωσαν. Καὶ ὑμῖν τοίνυν τοῖς φοβουμένοις τὸν Κύριον, ὅσοι νῦν ἐπεστυγνάσατε ἐπὶ τῇ ἀσχημοσύνῃ τῶν καταγνωσθέντων, ἐκεῖνο διαστελλόμεθα· Ἐὰν μὲν ἴδητε μετανοοῦντας ἐπὶ τῇ ἀτοπίᾳ τῶν πεπρα‐
5γμένων, συμπαθήσατε ὡς οἰκείοις μέλεσι νενοση‐ κόσιν· ἐὰν δὲ ἀπαυθαδιαζομένους καὶ καταφρονοῦν‐ τας τῆς ὑμετέρας ἐπ’ αὐτοῖς λύπης, Ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· ἵνα οὕτως οἱ μὲν ἐντραπέντες εἰς
10ἐπίγνωσιν ἔλθωσι τῆς οἰκείας κακίας· ὑμεῖς δὲ τοῦ ζήλου τοῦ Φινεὲς τὸν μισθὸν ὑποδέξησθε, διὰ τῆς δικαιοκρισίας τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ
Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.464