TLG 2040 027 :: BASILIUS :: Homilia de invidia BASILIUS Theol., Episcopus Homilia de invidia Citation: Volume — page — (line) | ||
21t | ΟΜΙΛΙΑ ΙΑʹ. | |
---|---|---|
22t | Περὶ φθόνου. | |
23 | Ἀγαθὸς ὁ Θεὸς, καὶ ἀγαθῶν τοῖς ἀξίοις παρεκτι‐ κός· πονηρὸς ὁ διάβολος, καὶ κακίας παντοίας δη‐ | |
25 | μιουργός. Καὶ ὥσπερ ἕπεται τῷ ἀγαθῷ ἡ ἀφθονία, οὕτως ἀκολουθεῖ τῷ διαβόλῳ ἡ βασκανία. Φυλαξώ‐ μεθα οὖν, ἀδελφοὶ, τὸ πάθος τοῦ φθόνου, μὴ κοινω‐ νοὶ τῶν ἔργων τοῦ ἀντικειμένου γενώμεθα, καὶ εὑρε‐ θῶμεν τῷ αὐτῷ συγκαταδικαζόμενοι κρίματι. Εἰ | |
30 | γὰρ ὁ τυφωθεὶς εἰς κρῖμα ἐμπίπτει τοῦ διαβόλου, πῶς ὁ φθονερὸς τὴν ἡτοιμασμένην τῷ διαβόλῳ τι‐ μωρίαν ἐκφεύξεται; Φθόνου γὰρ πάθος οὐδὲν ὀλε‐ θριώτερον ψυχαῖς ἀνθρώπων ἐμφύεται· ὃς, ἐλά‐ | |
χιστα λυπῶν τοὺς ἔξωθεν, πρῶτον κακὸν καὶ | ||
31.373 | οἰκεῖόν ἐστι τῷ κεκτημένῳ. Ὥσπερ γὰρ ἰὸς σί‐ δηρον, οὕτως ὁ φθόνος τὴν ἔχουσαν αὐτὸν ψυχὴν ἐξ‐ αναλίσκει. Μᾶλλον δὲ ὥσπερ τὰς ἐχίδνας φασὶ τὴν κυήσασαν αὐτὰς γαστέρα διεσθιούσας ἀπογεννᾶσθαι, | |
5 | οὕτω καὶ ὁ φθόνος τὴν ὠδίνουσαν αὐτὸν ψυχὴν πέ‐ φυκε δαπανᾷν. Λύπη γάρ ἐστι τῆς τοῦ πλησίον εὐ‐ πραγίας ὁ φθόνος. Διόπερ οὐδέποτε ἀνίαι, οὐδέποτε δυσθυμίαι τὸν βάσκανον ἐπιλείπουσιν. Εὐφόρη‐ σεν ἡ χώρα τοῦ πλησίον; εὐθηνεῖται πᾶσι τοῖς κατὰ | |
10 | τὸν βίον ὁ οἶκος; θυμηδίαι τὸν ἄνδρα οὐκ ἐπιλείπουσι; ταῦτα πάντα τροφὴ τῆς νόσου, καὶ προσθήκη τῆς ἀλγηδόνος ἐστὶ τῷ βασκάνῳ. Ὥστε οὐδὲν διαφέρει ἀνθρώπου γυμνοῦ παρὰ πάντων τιτρωσκομένου. Ἀνδρεῖος τίς ἐστιν; εὐεκτεῖ; ταῦτα πλήττει | |
15 | τὸν βάσκανον. Ἕτερος χαριέστερος τὴν μορφήν; ἄλλη πληγὴ τῷ βασκάνῳ. Ὁ δεῖνα τοῖς τῆς ψυχῆς προτερήμασι τῶν πολλῶν ὑπερέχει; ἐπὶ φρονήσει καὶ δυνάμει λόγων ἀποβλέπεται καὶ ζηλοῦται; ἄλλος πλουτεῖ καὶ φιλοτιμεῖται λαμπρῶς ἐν ἐπιδόσεσι καὶ | |
20 | κοινωνίᾳ τῇ πρὸς τοὺς ἐνδεεῖς, καὶ πολὺς αὐτῷ παρὰ τῶν εὐεργετουμένων ὁ ἔπαινος; ταῦτα πάντα πληγαὶ καὶ τραύματα, μέσην αὐτοῦ τύπτοντα τὴν καρδίαν. Καὶ τὸ χαλεπὸν τῆς νόσου, ὅτι οὐδὲ ἐξειπεῖν αὐτὴν δύναται· ἀλλὰ κύπτει μὲν, καὶ κατηφής ἐστι, | |
25 | καὶ συγκέχυται, καὶ ποτνιᾶται, καὶ ἀπόλωλεν ὑπὸ τοῦ κακοῦ. Ἐρωτώμενος δὲ τὸ πάθος, ἐρυθριᾷ δη‐ μοσιεῦσαι τὴν συμφορὰν, ὅτι Βάσκανός εἰμι καὶ πικρὸς, καὶ ἐπιτρίβει με τὰ τοῦ φίλου καλὰ, καὶ τοῦ ἀδελφοῦ τὴν εὐθυμίαν ὀδύρομαι, καὶ οὐ φέρω | |
30 | τὴν θέαν τῶν ἀλλοτρίων καλῶν, ἀλλὰ συμφορὰν ποι‐ οῦμαι τὴν τῶν πλησίον εὐημερίαν. Ταῦτα γὰρ ἂν εἴποι, εἰ τὰ ἀληθῆ λέγειν βούλοιτο. Ὧν οὐδὲν ἐξειπεῖν αἱρούμενος, ἐν τῷ βάθει κατέχει τὴν νόσον ὑποσμύχουσαν αὐτοῦ τὰ σπλάγχνα καὶ κατεσθίου‐ σαν. | |
35 | Οὐκοῦν οὔτε ἰατρὸν τῆς νόσου παραλαμβάνει, οὔτε τι φάρμακον ἐξευρεῖν δύναται τοῦ πάθους ἀλε‐ ξητήριον, καίτοι πλήρεις αἱ Γραφαὶ τῶν ἰαμάτων τούτων· ἀλλὰ μίαν ἀναμένει τοῦ κακοῦ ῥᾳστώνην, εἴ πού τινα ἴδοι καταπεσόντα τῶν φθονουμένων. | |
40 | Οὗτος ὅρος τοῦ μίσους, ἄθλιον ἰδεῖν ἐκ μακαρίου τὸν βασκαινόμενον, ἐλεεινὸν γενέσθαι τὸν ζηλωτόν. Τότε σπένδεται, καὶ φίλος ἐστὶν, ὅταν δακρύοντα ἴδῃ, ὅταν πενθοῦντα θεάσηται. Καὶ εὐθυμοῦντι μὲν οὐ συνευφραίνεται· ὀδυρομένῳ δὲ συνδακρύει. Καὶ τὴν | |
45 | μεταβολὴν τοῦ βίου, ἐξ οἵων εἰς οἷα μεταπέπτωκε, κατοικτίζεται, οὐχ ὑπὸ φιλανθρωπίας, καὶ τοῦ συμ‐ παθὴς εἶναι, ἐξαίρων τῷ λόγῳ τὰ πρότερα, ἀλλ’ ἵνα βαρυτέραν αὐτῷ κατασκευάσῃ τὴν συμφοράν. Τὸ παιδίον μετὰ τὸν θάνατον ἐπαινεῖ, καὶ μυρίοις ἐγκω‐ | |
31.373(50) | μίοις ἀποσεμνύνει, ὡς μὲν καλὸν ἰδεῖν, ὡς δὲ εὐμα‐ θὲς, ὡς δὲ πρὸς πάντα εὐάρμοστον· οὐκ ἂν αὐτῷ περιόντι γλῶσσαν εὔφημον χαρισάμενος. Ἐὰν μέν‐ τοι πολλοὺς ἴδῃ συντρέχοντας τῷ ἐπαίνῳ, μεταβαλὼν πάλιν, βασκαίνει τῷ τεθνεῶτι. Τὸν πλοῦτον θαυμάζει | |
55 | μετὰ τὴν ἔκπτωσιν. Τὴν ὥραν τοῦ σώματος, ἢ τὴν | |
31.376 | ῥώμην καὶ τὴν εὐεξίαν μετὰ τὰς νόσους ἐπαινεῖ καὶ ἐξαίρει. Καὶ ὅλως, ἐχθρὸς μέν ἐστι τῶν παρόντων, φίλος δὲ τῶν ἀπολλυμένων. | |
5 | Τί ἂν οὖν γένοιτο τῆς νόσου ταύτης ὀλεθριώτερον; Φθορὰ τῆς ζωῆς, λύμη τῆς φύσεως, ἔχθρα τῶν παρὰ Θεοῦ δεδομένων ἡμῖν, ἐναντίωσις πρὸς Θεόν. Τί τὸν ἀρχέκακον δαίμονα εἰς τὸν κατὰ ἀνθρώπων ἐξέμηνε πόλεμον; Οὐχ ὁ φθόνος; δι’ οὗ καὶ θεομάχος φανερῶς | |
10 | ἀπηλέγχθη, ἀχθόμενος μὲν Θεῷ ἐπὶ τῇ μεγαλοδωρεᾷ τῇ εἰς τὸν ἄνθρωπον, τὸν ἄνθρωπον δὲ ἀμυνόμενος, ἐπειδὴ Θεὸν οὐκ ἠδύνατο. Τὰ αὐτὰ δὲ ταῦτα ποιῶν καὶ ὁ Κάϊν δείκνυται, ὁ πρῶτος μαθητὴς τοῦ διαβό‐ λου, καὶ φθόνον καὶ φόνον παρ’ αὐτοῦ διδαχθεὶς, τὰς | |
15 | ἀδελφὰς ἀνομίας, ἃς καὶ Παῦλος συνέζευξεν, εἰπών· Μεστοὺς φθόνου, φόνου. Τί οὖν ἦν ὃ ἐποίησεν; Εἶδε τὴν παρὰ Θεοῦ τιμὴν, καὶ ἐξεκαύθη πρὸς ζῆλον, καὶ ἀνεῖλε τὸν τιμηθέντα, ἵνα καθάψηται τοῦ τιμή‐ σαντος. Πρὸς γὰρ τὴν θεομαχίαν ἀδυνατῶν, εἰς ἀδελ‐ | |
20 | φοκτονίαν μετέπεσε. Φύγωμεν, ἀδελφοὶ, νόσον θεο‐ μαχίας διδάσκαλον, ἀνδροφονίας μητέρα, σύγχυσιν φύσεως, οἰκειότητος ἄγνοιαν, συμφορὰν ἀλογωτάτην. Τί λυπῇ, ἄνθρωπε, μηδὲν δεινὸν πεπονθώς; τί πο‐ λεμεῖς τῷ ἐν ἀγαθοῖς τισιν ὄντι, μηδὲν τῶν | |
25 | σῶν ἐλαττώσαντι; Ἐὰν δὲ δὴ καὶ εὐεργετούμενος ἀγανακτῇς, οὐκ ἄντικρυς τῆς ἑαυτοῦ ὠφελείας βα‐ σκαίνεις; Ὁποῖος ἦν ὁ Σαοὺλ, ὃς τῶν εὐεργεσιῶν τὰς ὑπερβολὰς ἀφορμὴν τοῦ πολέμου τοῦ πρὸς τὸν Δαβὶδ ἐποιήσατο. Πρῶτον μὲν γὰρ, τῇ παναρμονίῳ | |
30 | ἐκείνῃ καὶ θείᾳ μουσικῇ τῆς μανίας ἀπαλλαγεὶς, ἐπειρᾶτο δόρατι διαπεῖραι τὸν εὐεργέτην· ἔπειτα σὺν αὐτῷ τῷ στρατῷ ἐκ τῶν πολεμίων περισωθεὶς, καὶ τῆς ἐπὶ τῷ Γολιὰθ αἰσχύνης ἀπαλλαγεὶς, ὅμως ἐπειδὴ ἐν τοῖς ἐπινικίοις τὸ δεκαπλάσιον τῆς | |
35 | τῶν συμβάντων αἰτίας τῷ Δαβὶδ ἀνέθεσαν αἱ χορεύ‐ ουσαι· Ἐπάταξε Δαβὶδ ἐν μυριάσι, καὶ Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ· διὰ μίαν ταύτην φωνὴν, καὶ τὴν ἐξ αὐτῆς τῆς ἀληθείας ὑπάρξασαν μαρτυρίαν, πρῶ‐ τον αὐτόχειρ γενέσθαι, καὶ ἐξ ἐνέδρας ἀνελεῖν ἐπ‐ | |
40 | εχείρησεν· εἶτα φυγάδα καταστήσας, οὐδὲ οὕτω τὴν ἔχθραν ἔστησεν, ἀλλὰ τὸ τελευταῖον ἐκστρατεύσας ἐπ’ αὐτὸν τρισχιλίοις λογάσι, τὰς ἐρημίας δι‐ ηρευνᾶτο. Εἰ δὲ ἠρωτήθη τοῦ πολέμου τὴν πρόφασιν, εἶπεν ἂν πάντως τὰς τοῦ ἀνδρὸς εὐποιίας. Ὅς γε παρ’ | |
45 | αὐτὸν τὸν καιρὸν τῆς διώξεως καθεύδων καταληφθεὶς, ἕτοιμος εἰς σφαγὴν προκείμενος τῷ ἐχθρῷ, καὶ πάλιν περισωθεὶς ὑπὸ τοῦ δικαίου, ἐπαγαγεῖν αὐτῷ τὰς χεῖρας φυλαξαμένου, οὐδ’ ὑπὸ ταύτης τῆς εὐεργεσίας ἐκάμφθη· ἀλλὰ καὶ πάλιν ἐστρατολόγει, καὶ πάλιν ἐδίωκεν· ἕως, | |
31.376(50) | καὶ δεύτερον ἁλοὺς ὑπὸ τοῦ αὐτοῦ ἐν τῷ σπηλαίῳ, τοῦ μὲν τὴν ἀρετὴν λαμπροτέραν ἀπέδειξεν, ἑαυτοῦ δὲ τὴν πονηρίαν καταφανεστέραν ἐποίησε. Δυσμετα‐ χειριστότατον ἔχθρας εἶδος ὁ φθόνος. Τοὺς μὲν γὰρ | |
ἄλλως δυσμενεῖς ἡμερωτέρους ποιοῦσιν αἱ εὐποιίαι· | ||
31.377 | τὸν βάσκανον δὲ καὶ κακοήθη τὸ καλῶς παθεῖν πλέον προσερεθίζει· καὶ ὅσῳπερ ἂν μειζόνων τύχῃ, μειζό‐ νως ἀγανακτεῖ καὶ ἀνιᾶται, καὶ δυσχεραίνει. Πλεῖον γὰρ ἄχθεται τῇ δυνάμει τοῦ εὐεργέτου, ἢ χάριν ἔχει | |
5 | τοῖς εἰς αὐτὸν γινομένοις. Ποῖον οὐ νικῶσι θηρίον τῇ χαλεπότητι τῶν τρόπων; Τί τῶν ἀνημέρων οὐχ ὑπερ‐ βάλλουσιν ἀγριότητι; Οἱ κύνες τρεφόμενοι ἡμεροῦν‐ ται· οἱ λέοντες χειροήθεις γίνονται θεραπευόμενοι· οἱ δὲ βάσκανοι ταῖς θεραπείαις πλέον ἐξαγριαί‐ | |
10 | νονται. | |
13 | Τί τὸν γενναῖον Ἰωσὴφ δοῦλον ἐποίησεν; Οὐχ ὁ φθόνος τῶν ἀδελφῶν; Ἔνθα καὶ θαυμάσαι ἄξιον | |
15 | τὴν ἀλογίαν τῆς νόσου. Φοβηθέντες γὰρ τῶν ὀνειρά‐ των τὴν ἔκβασιν, δοῦλον ἐποίουν τὸν ἀδελφὸν, ὡς οὐκ ἄν ποτε δούλου προσκυνηθέντος. Καίτοι εἰ μὲν ἀληθῆ τὰ ἐνύπνια, τίς μηχανὴ μὴ οὐχὶ πάντως ἐκβῆναι τὰ προῤῥηθέντα; εἰ δὲ ψευδεῖς αἱ τῶν ὀνει‐ | |
20 | ράτων ὄψεις, ἀντὶ τίνος βασκαίνετε τῷ σφαλλομέ‐ νῳ; Νυνὶ δὲ ὑπὸ τῆς τοῦ Θεοῦ οἰκονομίας περιτρέ‐ πεται αὐτοῖς τὸ σοφόν. Δι’ ὧν γὰρ ἐνόμιζον ἐμπο‐ δίζειν τῇ προῤῥήσει, διὰ τούτων ἐφάνησαν ὁδο‐ ποιοῦντες τὴν ἔκβασιν. Εἰ γὰρ μὴ ἐπράθη, οὐκ ἂν | |
25 | ἦλθεν εἰς Αἴγυπτον, οὐκ ἂν διὰ σωφροσύνην ταῖς ἐπιβουλαῖς τῆς ἀκολάστου γυναικὸς περιέπεσεν, οὐκ ἂν ἐβλήθη εἰς δεσμωτήριον, οὐκ ἂν ἐγένετο συνήθης τοῖς ὑπηρέταις τοῦ Φαραὼ, οὐδ’ ἂν συνέβαλε τὰ ὀνείρατα, ὅθεν τὴν ἀρχὴν ἐδέξατο τῆς Αἰγύπτου, καὶ | |
30 | διὰ τὴν σιτοδείαν ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ πρὸς αὐ‐ τὸν ἐλθόντων προσεκυνήθη. Μετάβα τῷ λόγῳ ἐπὶ τὸν μέγιστον φθόνον, καὶ ἐπὶ μεγίστοις συστάντα, ὃς ἐκ τῆς Ἰουδαίων μανίας κατὰ τοῦ Σωτῆρος ἐγέ‐ νετο. Διὰ τί ἐφθονεῖτο; Διὰ τὰ θαύματα. Τίνες δὲ | |
35 | ἦσαν αἱ θαυματοποιίαι; Σωτηρία τῶν δεομένων· ἐτρέφοντο οἱ πεινῶντες, καὶ ὁ τρέφων ἐπολεμεῖτο· ἠγείροντο οἱ νεκροὶ, καὶ ὁ ζωοποιῶν ἐβασκαίνετο· δαίμονες ἀπηλαύνοντο, καὶ ὁ ἐπιτάσσων ἐπεβου‐ λεύετο· λεπροὶ ἐκαθαρίζοντο, καὶ χωλοὶ περιεπά‐ | |
40 | τουν, κωφοὶ ἤκουον, καὶ τυφλοὶ ἀνέβλεπον, καὶ ὁ εὐεργέτης ἐφυγαδεύετο. Καὶ τὸ τελευταῖον θανάτῳ παρέδωκαν τὸν τὴν ζωὴν χαρισάμενον, καὶ ἐμαστί‐ γουν τὸν ἐλευθερωτὴν τῶν ἀνθρώπων, καὶ κατεδίκα‐ ζον τὸν κριτὴν τοῦ κόσμου. Οὕτω μέχρι πάντων | |
45 | διεξῆλθε τὰ τοῦ φθόνου κακά. Καὶ ἑνὶ τούτῳ ὅπλῳ ἀπὸ καταβολῆς ἀρξάμενος κόσμου μέχρι συν‐ τελείας αἰῶνος πάντας τιτρώσκει καὶ καταβάλλει ὁ λυμεὼν τῆς ζωῆς ἡμῶν διάβολος, ὁ χαίρων ἡμῶν τῇ ἀπωλείᾳ, ὁ καταπεσὼν διὰ τοῦ φθόνου, καὶ | |
31.377(50) | ἡμᾶς ἑαυτῷ διὰ τοῦ ἴσου πάθους συγκαταβάλλων. Σοφὸς ἄρα ἦν ὁ τῷ βασκάνῳ ἀνδρὶ μηδὲ συνδειπνεῖν ἐπιτρέπων· ἀπὸ τῆς ἐν τῷ δείπνῳ συνουσίας περὶ πάσης ὁμοῦ τῆς κατὰ τὸν βίον κοινωνίας διαλεγόμε‐ νος. Ὥσπερ γὰρ τὴν εὐκατάπρηστον ὕλην ἐπιμελὲς | |
55 | ἡμῖν ὅτι ποῤῥωτάτω τοῦ πυρὸς ἀποτίθεσθαι, οὕτω | |
31.380 | χρὴ, καθ’ ὅσον οἷόν τε, τῆς τῶν βασκάνων ὁμιλίας τὰς φιλίας ἀπάγειν, ἔξω τῶν τοῦ φθόνου βελῶν ἑαυ‐ τοὺς ποιοῦντας. Οὐδὲ γὰρ ἄλλως δυνατὸν συμπλακῆ‐ ναι τῷ φθόνῳ, μὴ δι’ οἰκειότητος αὐτῷ προσεγγί‐ | |
5 | σαντα. Ἐπείπερ κατὰ τὸν Σολομῶντος λόγον, Τῷ ἀνδρὶ ὁ ζῆλος παρὰ τοῦ ἑταίρου αὐτοῦ. Καὶ γὰρ οὕτως ἔχει. Οὐχὶ τῷ Αἰγυπτίῳ βασκαίνει ὁ Σκύ‐ θης, ἀλλὰ τῷ ὁμοεθνεῖ ἕκαστος· καὶ ἐν τῷ ὁμοεθνεῖ μέντοι οὐ τοῖς ἀγνοουμένοις φθονεῖ, ἀλλὰ τοῖς συν‐ | |
10 | ηθεστάτοις· καὶ τῶν συνήθων τοῖς γείτοσι καὶ ὁμοτέ‐ χνοις, καὶ τοῖς ἄλλως οἰκείοις· κἀν τούτοις πά‐ λιν, ἡλικιώταις καὶ συγγενέσι καὶ ἀδελφοῖς. Καὶ ὅλως, ὥσπερ ἡ ἐρυσίβη ἴδιόν ἐστι τοῦ σίτου νόσημα, οὕτως ὁ φθόνος φιλίας ἐστὶν ἀῤῥώστημα. Ἐκεῖνό γε | |
15 | μὴν κἂν ἐπαινέσειέ τις τοῦ κακοῦ, ὅτι ὅσῳπερ ἂν σφοδρότερος κινηθῇ, τοσούτῳ χαλεπώτερός ἐστι τῷ κεκτημένῳ. Ὥσπερ γὰρ τῶν βελῶν τὰ βιαίως φερό‐ μενα, ἐπειδὰν καρτερῷ τινι καὶ ἀντιτύπῳ προσπέσῃ, ἐπὶ τὸν προέμενον ἐπανέρχεται· οὕτω καὶ τὰ | |
20 | τοῦ φθόνου κινήματα, οὐδὲν λυποῦντα τὸν βασκαινό‐ μενον, αὐτοῦ πληγαὶ γίνονται τοῦ βασκάνου. Τίς γὰρ λυπούμενος ἠλάττωσέ ποτε τὰ τοῦ πλησίον καλά; Ἑαυτὸν μέντοι προσανάλωσε ταῖς λύπαις κα‐ τατηκόμενος. Ἤδη δὲ καὶ τῶν ἰοβόλων αὐτῶν ὀλε‐ | |
25 | θριώτεροι εἶναι οἱ νοσοῦντες τὴν βασκανίαν ὑπονε‐ νόηνται· εἴπερ τὰ μὲν διὰ πληγῆς ἐνίησι τὸν ἰὸν, καὶ κατὰ μικρὸν σηπεδόσι τὸ δηχθὲν ἐπινέμεται· τοὺς δὲ φθονερούς τινες οἴονται καὶ δι’ ὀφθαλμῶν μόνων τὴν βλάβην ἐπιβάλλειν· ὥστε τὰ εὐ‐ | |
30 | εκτικὰ σώματα, καὶ ἐκ τῆς κατὰ τὴν ἡλικίαν ἀκμῆς εἰς τὴν ἄκραν ὥραν ὑπερανθήσαντα, τήκεσθαι παρ’ αὐτῶν καταβασκαινόμενα, καὶ ὅλον ἀθρόως συναναι‐ ρεῖσθαι τὸν ὄγκον, οἷον ῥεύματός τινος ὀλε‐ θρίου ἐκ τῶν φθονερῶν ὀφθαλμῶν ἀποῤῥέοντος, καὶ | |
35 | λυμαινομένου καὶ διαφθείροντος. Ἐγὼ δὲ τοῦτον μὲν τὸν λόγον ἀποπέμπομαι, ὡς δημώδη καὶ τῇ γυ‐ ναικωνίτιδι παρεισαχθέντα ὑπὸ γραϊδίων· ἐκεῖνο δέ φημι, ὅτι οἱ μισόκαλοι δαίμονες, ἐπειδὰν οἰκείας ἑαυτοῖς εὕρωσι προαιρέσεις, παντοίως αὐταῖς πρὸς | |
40 | τὸ ἴδιον ἀποκέχρηνται βούλημα· ὥστε καὶ τοῖς ὀφθαλμοῖς τῶν βασκάνων εἰς ὑπηρεσίαν χρῆσθαι τοῦ ἰδίου θελήματος. Εἶτα οὐ φρίσσεις ὑπηρέτην σεαυτὸν ποιῶν δαίμονος ὀλεθρίου, ἀλλ’ ὑποδέχῃ κα‐ κὸν, δι’ οὗ ἐχθρὸς μὲν γενήσῃ τῶν μηδὲν ἀδικούν‐ | |
45 | των, ἐχθρὸς δὲ Θεοῦ τοῦ ἀγαθοῦ καὶ ἀφθόνου; Φύγωμεν κακὸν ἀφόρητον. Ὄφεώς ἐστι δίδαγμα, δαιμόνων εὕρημα, ἐχθροῦ ἐπισπορὰ, ἀῤῥαβὼν κο‐ λάσεως, ἐμπόδιον εὐσεβείας, ὁδὸς ἐπὶ γέενναν, στέ‐ ρησις βασιλείας. Δῆλοι δέ πως καὶ αὐτῷ τῷ προσ‐ | |
31.380(50) | ώπῳ τυγχάνουσιν οἱ φθονοῦντες. Ὄμμα τούτοις | |
ξηρὸν καὶ ἀλαμπὲς, παρειὰ κατηφὴς, ὁφρὺς συμπε‐ | ||
31.381 | πτωκυῖα, ἡ ψυχὴ τῷ πάθει συγκεχυμένη, τὸ τῆς ἀληθείας κριτήριον ἐπὶ τῶν πραγμάτων οὐκ ἔχουσα. Οὐ πρᾶξις κατ’ ἀρετὴν ἐπαινετὴ παρ’ ἐκείνοις, οὐ λόγου δύναμις σεμνότητι κεκοσμημένη καὶ χάρισιν, | |
5 | οὐκ ἄλλο τι τῶν ζηλωτῶν καὶ περιβλέπτων οὐδέν. Ὥσπερ δὲ οἱ γῦπες πρὸς τὰ δυσώδη φέρονται, πολ‐ λοὺς μὲν λειμῶνας, πολλοὺς δὲ ἡδεῖς καὶ εὐώδεις τόπους ὑπεριπτάμενοι· καὶ αἱ μυῖαι τὸ μὲν ὑγιαῖνον παρατρέχουσι, πρὸς δὲ τὸ ἕλκος ἐπείγονται· οὕτως | |
10 | οἱ βάσκανοι τὰς μὲν τοῦ βίου λαμπρότητας καὶ τὰ μεγέθη τῶν κατορθουμένων οὐδὲ προσβλέπουσι, τοῖς δὲ σαθροῖς ἐπιτίθενται· κἄν τι προσπταῖσαι συμβῇ, οἷα πολλὰ τὰ ἀνθρώπινα, τοῦτο δημοσιεύουσι, καὶ ἀπὸ τούτων τοὺς ἄνδρας γνωρίζειν βούλονται· | |
15 | ὥσπερ οἱ πονηροὶ τῶν ζωγράφων ἀπὸ τῆς ἐνδια‐ στρόφου ῥινὸς, ἢ ἀπό τινος οὐλῆς ἢ κολοβώματος, ἐκ φύσεως ἢ ἐκ πάθους ἐπισυμβάντος, τὰς μορφὰς τῶν γραφομένων ἀποσημαίνοντες. Δεινοὶ δὲ ταῖς εἰς τὸ χεῖρον παρατροπαῖς τὸ ἐπαινετὸν διαπτύσαι, καὶ | |
20 | ἐκ τῆς γείτονος κακίας τὴν ἀρετὴν διαβαλεῖν. Θρασὺν μὲν γὰρ λέγουσι τὸν ἀνδρεῖον, ἀνάλγητον δὲ τὸν σώ‐ φρονα· τὸν δίκαιον ἀπηνῆ· κακοῦργον τὸν φρόνιμον. Καὶ τὸν μεγαλοπρεπῆ μὲν ὡς βάναυσον δια‐ βάλλουσι, τὸν ἐλευθέριον δὲ ὡς ἄσωτον· πάλιν τὸν | |
25 | οἰκονομικὸν φειδωλόν. Καὶ ὅλως, πάντα τὰ τῆς ἀρε‐ τῆς εἴδη οὐκ ἀπορεῖ παρ’ αὐτοῖς ὀνόματος ἐκ τῆς ἀντικειμένης κακίας μετενεχθέντος. Τί οὖν; ἐν τῇ κατηγορίᾳ τοῦ κακοῦ τὸν λόγον στήσομεν; Ἀλλὰ τοῦτο ὥσπερ ἥμισύ τί ἐστι τῆς ἰατρείας. | |
30 | Τὸ μὲν γὰρ δεῖξαι τῷ κάμνοντι τῆς νόσου τὸ μέγε‐ θος, ὥστε ἀξίαν ἐμποιῆσαι αὐτῷ τοῦ κακοῦ τὴν φροντίδα, οὐκ ἄχρηστον· τὸ δὲ ἄχρι τούτου καταλι‐ πεῖν, μὴ πρὸς τὴν ὑγίειαν χειραγωγήσαντα, οὐδὲν ἕτερόν ἐστιν ἢ ἔκδοτον ἀφεῖναι τῇ ἀῤῥωστίᾳ τὸν | |
35 | κάμνοντα. Τί οὖν; πῶς ἂν μὴ πάθοιμεν ἐξ ἀρχῆς τὴν νόσον, ἢ ὑπαχθέντες ἐκφύγοιμεν; Εἰ πρῶτον μὲν μηδὲν μέγα, μηδὲ ὑπερφυὲς τῶν ἀνθρωπίνων κρίνοιμεν· μὴ εὐπορίαν τὴν ἐν ἀνθρώποις· μὴ δόξαν τὴν ἀπανθοῦσαν· μὴ σώματος εὐεξίαν. | |
40 | Οὐ γὰρ ἐν τοῖς παρερχομένοις ὁριζόμεθα εἶναι τὸ ἀγαθὸν, ἀλλ’ ἐπὶ αἰωνίων ἀγαθῶν καὶ ἀληθινῶν μετ‐ ουσίαν κεκλήμεθα. Ὥστε ὁ πλουτῶν οὔπω ζηλωτός ἐστι διὰ τὸν πλοῦτον· οὐχ ὁ δυνάστης διὰ τὸν ὄγκον τοῦ ἀξιώματος, οὐχ ὁ ἰσχυρὸς διὰ τὴν ῥώμην τοῦ | |
45 | σώματος, οὐχ ὁ σοφὸς διὰ τὴν τοῦ λόγου περιου‐ σίαν. Ὄργανα γάρ ἐστι ταῦτα τῆς ἀρετῆς τοῖς κα‐ λῶς κεχρημένοις, οὐκ αὐτὰ ἐν ἑαυτοῖς ἔχοντα τὸ μα‐ κάριον. Ὁ μὲν οὖν κακῶς αὐτοῖς κεχρημένος, ἐλεει‐ νὸς, ὡς ὁ τῷ ξίφει, ὃ ἔλαβε πρὸς τὴν τῶν πολεμίων | |
31.381(50) | ἄμυναν, τούτῳ ἑκουσίως ἑαυτὸν κατατιτρώσκων· εἰ | |
31.384 | δὲ καλῶς καὶ κατὰ τὸν ὀρθὸν λόγον τὰ παρόντα με‐ ταχειρίζεται, καὶ οἰκονόμος ἐστὶ τῶν παρὰ Θεοῦ, οὐχὶ δὲ πρὸς ἰδίαν ἀπόλαυσιν θησαυρίζει, ἐπαινεῖσθαι καὶ ἀγαπᾶσθαι δίκαιός ἐστι διὰ τὸ φιλάδελφον καὶ | |
5 | κοινωνικὸν τοῦ τρόπου. Πάλιν φρονήσει τις διαφέ‐ ρει, καὶ λόγῳ Θεοῦ τετίμηται, καὶ ἐξηγητής ἐστιν ἱερῶν λογίων· μὴ φθονήσῃς τῷ τοιούτῳ, μηδὲ βουληθῇς ποτε σιωπῆσαι τὸν τῶν ἱερῶν ὑποφήτην, εἰ τῇ τοῦ Πνεύματος χάριτι ἀποδοχή τις καὶ ἔπαινος | |
10 | ἐκ τῶν ἀκουόντων ἀκολουθεῖ. Σὸν γάρ ἐστι τὸ ἀγα‐ θὸν, καί σοι ἐπέμφθη διὰ τοῦ ἀδελφοῦ τῆς διδασκα‐ λίας τὸ δῶρον, ἐὰν ὑποδέξασθαι θέλῃς. Εἶτα, πηγὴν μὲν βρύουσαν οὐδεὶς ἐμφράσσει· καὶ ἡλίου λάμπον‐ τος οὐδεὶς τὰς ὄψεις ἐπικαλύπτει, οὐδὲ βασκαίνει | |
15 | ἐκείνοις, ἀλλ’ ἑαυτῷ συνεύχεται τὴν ἀπόλαυσιν· λόγου δὲ πνευματικοῦ ἐν Ἐκκλησίᾳ βρύοντος, καὶ καρδίας εὐσεβοῦς ἐκ τῶν χαρισμάτων τοῦ Πνεύματος πηγαζούσης, οὐχ ὑπέχεις τὰς ἀκοὰς μετ’ εὐφροσύ‐ νης; οὐκ εὐχαρίστως ὑποδέχῃ τὴν ὠφέλειαν; | |
20 | Ἀλλὰ δάκνει σε ὁ κρότος τῶν ἀκουόντων, καὶ ἐβου‐ λήθης ἂν μήτε τὸν ὠφελούμενον εἶναι, μήτε τὸν ἐπαι‐ νοῦντα. Τίνα ταῦτα ἀπολογίαν ἕξει ἐπὶ τοῦ κριτοῦ τῶν καρδιῶν ἡμῶν; Φύσει μὲν οὖν εἶναι καλὸν ἡγεῖσθαι χρὴ τὸ τῆς ψυχῆς ἀγαθόν· τὸν δὲ ὑπεραν‐ | |
25 | θοῦντα τῷ πλούτῳ, καὶ δυναστείᾳ μέγα φρονοῦν‐ τα, καὶ εὐεξίᾳ σώματος, καὶ καλῶς μὲν κεχρη‐ μένον οἷς ἔχει, ἀγαπᾷν καὶ περιέπειν, ὡς κοινὰ τὰ τοῦ βίου ὄργανα κεκτημένον, εἴπερ δὴ ταῦτα κατὰ τὸν ὀρθὸν λόγον μεταχειρίζοιτο· ὡς τῇ μὲν | |
30 | τῶν χρημάτων χορηγίᾳ ἄφθονος εἶναι τοῖς δεομένοις, τῷ σώματι δὲ ὑπηρεσίαν παρέχειν τοῖς ἀσθενοῦσι· πᾶσαν δὲ τὴν λοιπὴν περιουσίαν οὐ μᾶλλον ἑαυτοῦ νομίζειν, ἢ καὶ οὑτινοσοῦν τῶν ἐπιδεομένων· τὸν δὲ μὴ οὕτω πρὸς ταῦτα διακείμενον ἄθλιον τίθεσθαι | |
35 | μᾶλλον ἢ ἐπίφθονον, εἰ μείζονας ἔχει πρὸς τὸ κακὸς εἶναι τὰς ἀφορμάς. Τοῦτο γάρ ἐστιν ἐκ πλείο‐ νος τῆς παρασκευῆς καὶ πραγματείας ἀπόλλυσθαι. Εἰ μὲν γὰρ ἐφόδιον πρὸς ἀδικίαν ὁ πλοῦτος, ἐλεεινὸς ὁ πλουτῶν· εἰ δὲ ὑπηρεσία πρὸς ἀρετὴν, οὐκ ἔχει | |
40 | χώραν ἡ βασκανία, κοινῆς τῆς ἀπ’ αὐτῶν ὠφελείας ἅπασι προκειμένης· πλὴν εἰ μή τις ἄρα τῇ περιου‐ σίᾳ τῆς πονηρίας καὶ ἑαυτῷ βασκαίνοι τῶν ἀγαθῶν. Ὅλως δὲ, ὑπερκύψας τῷ λογισμῷ τὰ ἀνθρώπινα, καὶ πρὸς τὸ ὄντως καλὸν καὶ ἐπαινετὸν ἀπιδὼν, πολλοῦ | |
45 | ἄν τι δέοις τῶν φθαρτῶν καὶ γηΐνων μακα‐ ριστὸν κρῖναι καὶ ζηλωτόν. Οὕτω δὲ ἔχοντι, καὶ μὴ ὡς ἐπὶ μεγάλοις ἐκπεπληγμένῳ τοῖς κοσμι‐ κοῖς, ἀμήχανόν ποτε παραγενέσθαι τὸν φθόνον, Εἰ δὲ πάντως δόξης ἐπιθυμεῖς, καὶ βούλει τῶν πολλῶν | |
31.384(50) | ὑπερφαίνεσθαι, καὶ διὰ τοῦτο οὐκ ἀνέχῃ δεύτερος | |
31.385 | εἶναι (ἔστι γὰρ οὖν δὴ καὶ τοῦτο πρὸς τὸ φθονεῖν ἀφορμή), σὺ δὲ ἐπὶ τὴν κτῆσιν τῆς ἀρετῆς, ὥσπερ τι ῥεῦμα, μετάθες σεαυτοῦ τὸ φιλότιμον. Μὴ γὰρ πάντως πλουτεῖν ἐκ παντὸς τρόπου βούλου, μηδὲ εὐ‐ | |
5 | δόκιμος εἶναι ἐκ τῶν τοῦ κόσμου πραγμάτων. Οὐ γὰρ ἐπὶ σοὶ ταῦτα· ἀλλὰ δίκαιος ἔσο, καὶ σώφρων, καὶ φρόνιμος, καὶ ἀνδρεῖος, καὶ ὑπομονητικὸς ἐν τοῖς ὑπὲρ εὐσεβείας παθήμασιν. Οὕτω γὰρ καὶ σεαυτὸν σώσεις, καὶ ἐπὶ μείζοσιν ἀγαθοῖς μείζονα ἕξεις τὴν | |
10 | περιφάνειαν. Ἡ μὲν γὰρ ἀρετὴ ἐφ’ ἡμῖν, καὶ δυ‐ νατὴ κτηθῆναι τῷ φιλοπόνῳ· ἡ δὲ τῶν χρημάτων περιβολὴ, καὶ ὥρα σώματος, καὶ ὄγκος ἀξιωμάτων, οὐκ ἐφ’ ἡμῖν. Εἰ τοίνυν καὶ μεῖζον ἀγαθὸν ἡ ἀρετὴ καὶ διαρκέστερον, καὶ ὁμολογουμένην παρὰ πάντων | |
15 | ἔχουσα τὴν προτίμησιν, ταύτην ἡμῖν διωκτέον· ἣν ἐγγενέσθαι τῇ ψυχῇ, ἀπό τε τῶν ἄλλων παθῶν καὶ μάλιστα δὴ πάντων ἀπὸ τῆς βασκανίας μὴ κα‐ θαρευούσῃ, ἀμήχανον. | |
20 | Οὐχ ὁρᾷς ἡλίκον κακὸν ἡ ὑπόκρισις; Καὶ αὕτη καρπός ἐστι τοῦ φθόνου. Τὸ γὰρ διπλοῦν τοῦ ἤθους ἐκ φθόνου μάλιστα τοῖς ἀνθρώποις ἐγγίνεται, ὅταν, τὸ μῖσος ἐν τῷ βάθει κατέχοντες, ἀγάπῃ δεικνύω‐ σι κατακεχρωσμένην τὴν ἐπιφάνειαν· κατὰ τὰς | |
25 | ὑφάλους πέτρας, αἳ, βραχεῖ ὕδατι καλυπτόμεναι, κακὸν ἀπροόρατον τοῖς ἀφυλάκτοις γίνονται. Εἰ τοί‐ νυν καὶ θάνατος ἡμῖν ἐκεῖθεν ὥσπερ ἐκ πηγῆς ἐπεῤῥύη, ἀγαθῶν ἔκπτωσις, Θεοῦ ἀλλοτρίωσις, θε‐ σμῶν σύγχυσις, καὶ ἀνατροπὴ πάντων ὁμοῦ τῶν κα‐ | |
30 | τὰ τὸν βίον καλῶν· πεισθῶμεν τῷ Ἀποστόλῳ, καὶ Μὴ γενώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμε‐ νοι, ἀλλήλοις φθονοῦντες· ἀλλὰ μᾶλλον χρη‐ στοὶ, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, ὡς καὶ ὁ Θεὸς ἐχαρίσατο ἡμῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυ‐ | |
35 | ρίῳ ἡμῶν, μεθ’ οὗ ἡ δόξα τῷ Πατρὶ σὺν τῷ ἁγίῳ | |
Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |