TLG 2040 026 :: BASILIUS :: Homilia adversus eos qui irascuntur

BASILIUS Theol., Episcopus
(Caesariensis (Cappadociae): A.D. 4)

Homilia adversus eos qui irascuntur

Citation: Volume — page — (line)

10tΟΜΙΛΙΑ Ιʹ.
11tΚατὰ ὀργιζομένων.
12 Ὥσπερ ἐπὶ τῶν ἰατρικῶν παραγγελμάτων, ὅταν εὐστόχως καὶ κατὰ τὸν λόγον τῆς τέχνης γίγνη‐ ται, μετὰ τὴν πεῖραν μάλιστα τὸ ἀπ’ αὐτῶν
15ὠφέλιμον διαδείκνυται· οὕτως ἐπὶ τῶν πνευματικῶν παραινέσεων, ἐπειδὰν μάλιστα τὴν ἔκβασιν μαρτυ‐ ροῦσαν λάβῃ τὰ παραγγέλματα, τότε τὸ σοφὸν αὐτῶν καὶ ὠφέλιμον πρὸς τὴν ἐπανόρθωσιν τοῦ βίου καὶ τὴν τῶν πειθομένων τελείωσιν ἀναφαίνεται. Ἀκούον‐
20τες μὲν γὰρ τῶν Παροιμιῶν διαῤῥήδην ἀποφαινομέ‐ νων, ὅτι Ὀργὴ ἀπόλλυσι καὶ φρονίμους· ἀκούον‐ τες δὲ καὶ ἀποστολικῶν παραινέσεων· Πᾶσα ὀργὴ καὶ θυμὸς καὶ κραυγὴ ἀρθήτω ἀφ’ ὑμῶν σὺν πάσῃ κακίᾳ· καὶ τοῦ Κυρίου λέγοντος τὸν ὀργιζό‐
25μενον εἰκῆ τῷ ἀδελφῷ αὐτοῦ ἔνοχον εἶναι τῇ κρίσει· νῦν ὅτε εἰς πεῖραν ἤλθομεν τοῦ πάθους, οὐκ ἐν ἡμῖν γενομένου, ἀλλ’ ἔξωθεν ἡμῖν προσπεσόντος ὥσπερ καταιγίδος τινὸς ἀδοκήτου, τότε μάλιστα τὸ θαυ‐ μαστὸν τῶν θείων παραγγελμάτων ἐπέγνωμεν. Δόν‐
30τες μὲν αὐτοὶ τῇ ὀργῇ τόπον, ὥσπερ ῥεύματι βιαίῳ διέξοδον, καταμανθάνοντες δὲ ἐν ἡσυχίᾳ τὴν ἀσχή‐ μονα ταραχὴν τῶν ὑπὸ τοῦ πάθους κατεχομένων, ἐπέγνωμεν ἐπὶ τῶν ἔργων τὴν εὐστοχίαν τοῦ ῥήμα‐ τος· ὅτι Ἀνὴρ θυμώδης οὐκ εὐσχήμων. Ἐπειδὰν
35γὰρ ἅπαξ παρωσάμενον τοὺς λογισμοὺς τὸ πάθος αὐτὸ τὴν δυναστείαν τὴν ψυχῆς παραλάβῃ, ἀποθη‐ ριοῖ παντελῶς τὸν ἄνθρωπον, καὶ οὐδὲ ἄνθρωπον εἶναι συγχωρεῖ, οὐκέτι ἔχοντα τὴν ἐκ τοῦ λόγου βοήθειαν. Ὅπερ γὰρ τοῖς ἰοβόλοις ἐστὶν ὁ ἰὸς, τοῦτο
40τοῖς παροξυνθεῖσιν ὁ θυμὸς γίνεται. Λυσσῶσιν ὥσπερ οἱ κύνες, ᾄττουσιν ὥσπερ οἱ σκορπίοι, δάκνου‐ σιν ὥσπερ οἱ ὄφεις. Οἶδε καὶ ἡ Γραφὴ τοὺς ὑπὸ τοῦ πάθους κεκρατημένους ταῖς τῶν θηρίων προσηγο‐ ρίαις ἀποκαλεῖν, οἷς ἑαυτοὺς διὰ τῆς πονηρίας ᾠκε‐
45ίωσαν. Κύνας γὰρ ἐννεοὺς, καὶ ὄφεις, γεννήματα ἐχιδνῶν, καὶ τὰ τοιαῦτα προσαγορεύει. Οἱ γὰρ ἕτοι‐
μοι πρὸς τὴν κατ’ ἀλλήλων φθορὰν, καὶ τὴν κατὰ τῶν353

31

.

356

ὁμοφύλων βλάβην, εἰκότως ἂν θηρίοις καὶ ἰοβό‐ λοις συναριθμοῖντο, οἷς ἀδιάλλακτον ἐκ φύσεως ἐν‐ υπάρχει πρὸς ἀνθρώπους τὸ μῖσος. Διὰ θυμὸν ἀχά‐ λινοι γλῶσσαι, καὶ ἀπύλωτα στόματα· χεῖρες ἀκρα‐
5τεῖς, ὕβρεις, ὀνείδη, κακηγορίαι, πληγαὶ, τὰ ἄλλα ὅσα οὐδ’ ἂν ἐξαριθμήσαιτό τις, ὀργῆς καὶ θυμοῦ ἔκγονά ἐστι πάθη. Διὰ θυμὸν καὶ ξίφος ἀκο‐ νᾶται· θάνατος ἀνθρώπου ἐκ χειρὸς ἀνθρωπείας τολμᾶται. Διὰ τοῦτον ἀδελφοὶ μὲν ἀλλήλους ἠγνόησαν,
10γονεῖς δὲ καὶ τέκνα τῆς φύσεως ἐπελάθοντο. Ἀγνοοῦσι μὲν γὰρ ἑαυτοὺς πρῶτον οἱ ὀργιζόμενοι, ἔπειτα καὶ πάντας ὁμοῦ τοὺς ἐπιτηδείους. Ὥσπερ γὰρ αἱ χαράδραι, πρὸς τὰ κοῖλα συῤῥέουσαι, τὸ προστυχὸν παρασύρουσιν· οὕτως αἱ τῶν ὀργιζομένων ὁρμαὶ
15βίαιοι καὶ ἀκάθεκτοι διὰ πάντων ὁμοίως χωροῦσιν. Οὐ πολιὰ τοῖς θυμουμένοις αἰδέσιμος, οὐκ ἀρετὴ βίου, οὐκ οἰκειότης γένους, οὐ προλαβοῦσαι χάριτες, οὐκ ἄλλο τι τῶν τιμίων. Μανία τίς ἐστιν ὀλιγοχρόνιος ὁ θυμός. Οἵ γε καὶ εἰς προὖπτον κακὸν ἑαυτοὺς
20πολλάκις ἐμβάλλουσι, τῇ πρὸς τὴν ἄμυναν σπουδῇ τοῦ καθ’ ἑαυτοὺς ἀμελοῦντες. Οἱονεὶ γὰρ οἴστρῳ τῇ μνήμῃ τῶν λελυπηκότων περικεντούμενοι, σφαδά‐ ζοντος αὐτοῖς τοῦ θυμοῦ καὶ πηδῶντος, οὐ πρότερον ἀπολήγουσι, πρὶν ἢ κακόν τι δοῦναι τῷ παροξύ‐
25ναντι, ἤ πού τι καὶ προσλαβεῖν, ἐὰν τύχῃ· ὥσπερ που πολλάκις τὰ βιαίως καταῤῥηγνύμενα ἔπαθέ τι πλέον ἢ ἔδρασε τοῖς, ἀντιτύποις περιθραυ‐ σθέντα. Τίς ἂν ἐφίκοιτο τοῦ κακοῦ; ὅπως οἱ ὀξύῤῥοποι
30πρὸς θυμὸν ὑπὸ τῆς τυχούσης προφάσεως ἐξαπτόμε‐ νον, βοῶντες καὶ ἀγριαίνοντες, καὶ τίνος οὐχὶ ἰοβό‐ λων ἀναιδέστερον ἐφορμῶντες, οὐ πρότερον ἵστανται πρὶν ἢ διὰ μεγάλου καὶ ἀνηκέστου κακοῦ, οἷον πομφό‐ λυγος, αὐτοῖς τῆς ὀργῆς ἐκραγείσης, διαπνευσθῇ τὸ
35φλεγμαῖνον. Οὔτε γὰρ ξίφους ἀκμὴ, οὔτε πῦρ, οὔτε ἄλλο τι τῶν φοβερῶν, ἱκανὸν τὴν ὑπὸ τῆς ὀργῆς ἐκμανεῖσαν ψυχὴν ἐπισχεῖν· οὐ μᾶλλόν γε ἢ τοὺς ὑπὸ δαιμόνων κατασχεθέντας, ὧν οὐδὲν, οὔτε κατὰ τὸ σχῆμα, οὔτε κατὰ τὴν τῆς ψυχῆς διάθεσιν, οἱ ὀργι‐
40ζόμενοι διαφέρουσιν. Ὀρεγομένοις γὰρ τῆς ἀντι‐ λυπήσεως περιζεῖ μὲν τῇ καρδίᾳ τὸ αἷμα, ὥσπερ βίᾳ πυρὸς κυκώμενον καὶ παφλάζον· πρὸς δὲ τὴν ἐπιφάνειαν ἐξανθῆσαν, ἐν ἄλλῃ μορφῇ τὸν ὀργι‐ ζόμενον ἔδειξε, τὴν συνήθη πᾶσι καὶ γνωρίμην
45ὥσπερ τι προσωπεῖον ἐπὶ σκηνῆς ὑπαλλάξαν. Ὀφθαλ‐ μοὶ μὲν γὰρ ἐκείνοις οἱ οἰκεῖοί τε καὶ συν‐ ήθεις ἠγνόηνται· παράφορον δὲ τὸ ὄμμα, καὶ πῦρ ἤδη βλέπει. Καὶ παραθήγει τὸν ὀδόντα, κατὰ τῶν συῶν τοὺς ὁμόσε χωροῦντας. Πρόσωπον πελιδνὸν καὶ

31

.

356

(50)

ὕφαιμον· ὄγκος τοῦ σώματος ἐξοιδαίνων· φλέβες
διαῤῥηγνύμεναι, ὑπὸ τῆς ἔνδοθεν ζάλης κλονουμένου355

31

.

357

τοῦ πνεύματος. Φωνὴ τραχεῖα, καὶ ὑπερτεινομένη, καὶ ὁ λόγος ἄναρθρος καὶ εἰκῆ προεκπίπτων, οὐ κατὰ μέρος, οὐδὲ εὐτάκτως, οὐδὲ εὐσήμως προϊών. Ἐπει‐ δὰν δὲ εἰς τὸ ἀνήκεστον, ὥσπερ φλὸξ ὕλης ἀφθο‐
5νίᾳ, τοῖς παροξύνουσιν ἐξαφθῇ, τότε δὴ τότε τὰ οὔτε λόγῳ ῥητὰ οὔτε ἔργῳ φορητὰ ἐπιδεῖν ἐστι θεάματα· χεῖρας μὲν διηρμένας κατὰ τῶν ὁμοφύλων, καὶ πᾶσι μέρεσι τοῦ σώματος ἐπιφερομένας, πόδας δὲ ἀφειδῶς τοῖς καιριωτάτοις ἐναλλομένους, πᾶν δὲ τὸ φανὲν
10ὅπλον τῇ μανία γινόμενον. Ἐὰν δὲ καὶ ἐκ τοῦ ἐναντίου τὸ ἴσον κακὸν ἀντιστρατευόμενον εὕρωσιν, ὀργὴν ἄλλην καὶ μανίαν ὁμότιμον· οὕτω δὴ συμπεσόντες ἔδρασαν ἀλλήλους καὶ ἔπαθον, ὅσα εἰκὸς τοὺς ὑπὸ τοιούτῳ δαίμονι στρατηγουμένους παθεῖν. Πηρώσεις
15γὰρ μελῶν ἢ καὶ θανάτους πολλάκις ἆθλα τῆς ὀργῆς οἱ μαχόμενοι ἀπηνέγκαντο. Ἦρξε χειρῶν ἀδίκων, ὁ δὲ ἠμύνατο· ὁ δὲ ἀντεπήνεγκεν, ὁ δὲ οὐχ ὑφίεται. Καὶ τὸ μὲν σῶμα ταῖς πληγαῖς διακόπτεται, ὁ δὲ θυμὸς τοῦ ἀλγεινοῦ τὴν αἴσθησιν παραιρεῖται. Οὐ
20γὰρ ἄγουσι σχολὴν πρὸς τὴν ὧν πεπόνθασιν αἴσθησιν, ὅλης αὐτοῖς τῆς ψυχῆς πρὸς τὴν ἄμυναν τοῦ λελυ‐ πηκότος κεκινημένης.
24Μὴ δὴ κακῷ τὸ κακὸν ἰᾶσθε, μηδὲ ἐπιχειρεῖτε
25ἀλλήλους ὑπερβαίνειν ταῖς συμφοραῖς. Ἐν γὰρ ἁμίλ‐ λαις πονηραῖς ἀθλιώτερος ὁ νικήσας, διότι ἀπέρ‐ χεται τὸ πλεῖον ἔχων τῆς ἁμαρτίας. Μὴ τοίνυν γένῃ κακοῦ πληρωτὴς ἐράνου, μηδὲ πονηροῦ δανείου πο‐ νηρότερος ἐκτιστής. Ὕβρισεν ὀργισθείς; στῆσον τῇ
30σιωπῇ τὸ κακόν. Σὺ δὲ ὥσπερ ῥεῦμα τὴν ἐκείνου ὀργὴν εἰς τὴν ἰδίαν καρδίαν ὑποδεξάμενος, τοὺς ἀνέμους μιμῇ, διὰ τῆς ἀντιπνοίας ἀντιδιδόντας τὸ ἐνεχθέν. Μὴ διδασκάλῳ χρήσῃ τῷ ἐχθρῷ, μηδὲ ὃ μισεῖς, τοῦτο ζηλώσῃς. Μηδὲ γένῃ ὥσπερ κάτοπτρον
35τοῦ ὀργίλου, τὴν ἐκείνου μορφὴν ἐν σεαυτῷ δεικνύς. Ἐρυθρὸς ἐκεῖνος· σὺ δὲ οὐκ ἐφοινίχθης; Ὀφθαλμοὶ ὕφαιμοι· οἱ δὲ σοὶ, εἰπέ μοι, γαλήνην βλέπουσι; Φωνὴ τραχεῖα· ἡ δὲ σὴ ἠπία; Οὐδὲ ἡ ἐν ταῖς ἐρη‐ μίαις ἠχὼ οὕτως ἀνεκλάσθη ἀκεραία πρὸς τὸν φθεγ‐
40ξάμενον, ὡς ἐπὶ τὸν λοίδορον αἱ ὕβρεις ἐπαναστρέ‐ φουσι. Μᾶλλον δὲ ὁ μὲν ἦχος ὁ αὐτὸς ἀπεδόθη· ἡ δὲ λοιδορία μετὰ προσθήκης ἐπάνεισιν. Οἷα γὰρ ἀλλή‐ λους ἐφυβρίζοντες ἀντιφθέγγονται; Ὁ μὲν εἶπεν ἀφανῆ, καὶ ἐξ ἀφανῶν ὁ δὲ ἀπεκάλεσεν οἰκο‐
45τρίβων οἰκότριβα· οὗτος πένητα, ἐκεῖνος ἀλήτην· οὗτος ἀμαθῆ, ἐκεῖνος παραπλῆγα· ἕως ἂν αὐτοῖς αἱ ὕβρεις, ὥσπερ τοξεύματα, ἐπιλείπωσιν. Εἶτα, ἐπειδὰν πᾶσαν λοιδορίαν διὰ τῆς γλώττης ἐκσφενδο‐ νήσωσιν, οὕτω λοιπὸν πρὸς τὴν διὰ τῶν ἔργων

31

.

357

(50)

χωροῦσιν ἄμυναν. Θυμὸς μὲν γὰρ ἐγείρει μάχην,357

31

.

360

μάχη δὲ γεννᾷ λοιδορίας, αἱ δὲ λοιδορίαι πληγὰς, αἱ δὲ πληγαὶ τραύματα, ἐκ δὲ τραυμάτων πολλάκις θάνατοι. Ἀπὸ τῆς πρώτης ἀρχῆς τὸ κακὸν ἐπίσχω‐ μεν, τὴν ὀργὴν πάσῃ μηχανῇ τῶν ψυχῶν ἐξελόντες.
5Οὕτω γὰρ ἂν δυνηθείημεν τὰ πλεῖστα τῶν κακῶν, ὥσπερ ῥίζῃ τινὶ καὶ ἀρχῇ, τῷ πάθει τούτῳ συνεκτε‐ μεῖν. Ἐλοιδόρησε; σὺ δὲ εὐλόγησον. Ἐτύπτησε; σὺ δὲ ὑπόμεινον. Διαπτύει καὶ τὸ μηδὲν ἡγεῖταί σε; σὺ δὲ ἔννοιαν λάβε σεαυτοῦ, ὅτι ἐκ γῆς ὑφέστηκας,
10καὶ εἰς γῆν πάλιν ἀναλυθήσῃ. Ὁ γὰρ τούτοις τοῖς λόγοις ἑαυτὸν προκατασχὼν πᾶσαν ἀτιμίαν ἐλάττονα εὑρήσει τῆς ἀληθείας. Οὕτω γὰρ καὶ τῷ ἐχθρῷ ἀμή‐ χανον κατασκευάσεις τὴν ἄμυναν, ἄτρωτον σεαυτὸν ταῖς λοιδορίαις δεικνύς· καὶ σεαυτῷ μέγαν τῆς
15ὑπομονῆς προξενήσεις τὸν στέφανον, τὴν ἑτέρου μα‐ νίαν ἀφορμὴν οἰκείας φιλοσοφίας ποιούμενος. Ὥστε, ἂν ἐμοὶ πείθῃ, καὶ ἐπιδαψιλεύσῃ τῶν ὕβρεων. Ἀφανῆ σε εἶπε, καὶ ἄδοξον, καὶ μηδένα μηδαμόθεν; σὺ δὲ γῆν εἰπὲ καὶ σποδὸν σεαυτόν. Οὐκ εἶ σεμνότερος τοῦ
20πατρὸς ἡμῶν Ἀβραὰμ, ὃς ἑαυτὸν ταῦτα ἀπεκάλει. Ἀμαθῆ καὶ πτωχὸν καὶ τοῦ μηδενὸς ἄξιον; σὺ δὲ σκώληκα σεαυτὸν εἰπὲ, καὶ ἀπὸ κοπρίας ἔχειν τὴν γένεσιν, τὰ τοῦ Δαβὶδ λέγων ῥήματα. Τούτοις πρόσ‐ θες καὶ τὸ τοῦ Μωϋσέως καλόν. Ἐκεῖνος, ὑπὸ Ἀαρὼν
25καὶ Μαρίας λοιδορηθεὶς, οὐ κατενέτυχε τῷ Θεῷ, ἀλλὰ προσηύχετο ὑπὲρ αὐτῶν. Τίνων βούλει μαθητὴς εἶναι μᾶλλον, τῶν θεοφιλῶν καὶ μακαρίων ἀνδρῶν, ἢ τῶν ὑπὸ τοῦ πνεύματος τῆς πονηρίας πεπληρωμένων; Ὅταν σοι κινηθῇ τῆς λοιδορίας πειρασμὸς, νόμιζε
30κρίνεσθαι σεαυτὸν, πότερον διὰ τῆς μακροθυμίας προσχωρεῖς τῷ Θεῷ, ἢ διὰ τῆς ὀργῆς ἀποτρέχεις πρὸς τὸν ἀντίδικον. Δὸς καιρὸν τοῖς λογισμοῖς σεαυ‐ τοῦ τὴν ἀγαθὴν ἐκλέξασθαι μερίδα. Ἢ γὰρ ὠφέλησάς τι κἀκεῖνον τῷ ὑποδείγματι τῆς πραότητος, ἢ χαλε‐
35πώτερον ἠμύνω διὰ τῆς ὑπεροψίας. Τί γὰρ ἂν γέ‐ νοιτο ὀδυνηρότερον τῷ ἐχθρῷ, ἢ τὸν ἐχθρὸν ἑαυτοῦ ὁρᾷν ὕβρεων ὑψηλότερον; Μὴ καταβάλῃς σεαυτοῦ τὴν γνώμην, μηδὲ ἀνάσχῃ γενέσθαι ἐφικτὸς τοῖς ὑβρίζουσιν. Ἔασον αὐτὸν ἄπρακτά σου καθ‐
40υλακτεῖν· ἐφ’ ἑαυτῷ διαῤῥηγνύσθω. Ὥσπερ γὰρ ὁ τύπτων τὸν μὴ ἀλγοῦντα ἑαυτὸν τιμωρεῖται (οὔτε γὰρ τὸν ἐχθρὸν ἠμύνατο, καὶ τὸν θυμὸν οὐκ ἀν‐ έπαυσεν)· οὕτως ὁ τὸν ἀλοιδόρητον ὀνειδίζων παρα‐ μυθίαν εὑρεῖν τοῦ πάθους οὐ δύναται. Τοὐναντίον
45μὲν οὖν, ὅπερ ἔφην, καὶ διαπρίεται. Εὐθὺς γὰρ ἐκ τῶν παρόντων οἷα ἑκάτερος ὑμῶν προσαγορεύεται; Ὁ μὲν λοίδορος, σὺ δὲ μεγαλόψυχος· ὁ μὲν ὀργίλος καὶ χαλεπὸς, σὺ δὲ μακρόθυμος καὶ πρᾶος· ὁ μὲν μεταγνώσεται ἐφ’ οἷς ἐφθέγξατο, σὺ δὲ οὐδέποτε

31

.

360

(50)

μεταμελήσῃ τῆς ἀρετῆς.
53Τί δεῖ τὰ πολλὰ λέγειν; Τῷ μὲν ἀπέκλεισε τὴν
τῶν οὐρανῶν βασιλείαν ἡ λοιδορία· Λοίδοροι γὰρ359

31

.

361

βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι· σοὶ δὲ ἡτοί‐ μασε τὴν βασιλείαν ἡ σιωπή. Ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Ἀμυνόμενος δὲ καὶ εἰς ἴσον ἀντικαθιστάμενος τῷ λοιδόρῳ, τί καὶ ἀπολο‐
5γήσῃ; Ὅτι παρώξυνε κατάρξας; Καὶ ποίας τοῦτο συγγνώμης ἄξιον; Οὐδὲ γὰρ ὁ πόρνος, ἐπὶ τὴν ἑταί‐ ραν τὴν αἰτίαν μετατιθεὶς ὡς πρὸς τὴν ἁμαρτίαν διερεθίσασαν, ἧττον τῆς κατακρίσεως ἀξιοῦται. Οὔτε στέφανοι χωρὶς ἀνταγωνιστῶν, οὔτε πτώματα
10χωρὶς ἀντιπάλων. Ἄκουε τοῦ Δαβὶδ λέγοντος· Ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου, οὐχὶ παρωξύνθην, οὐδὲ ἠμυνάμην, ἀλλ’ Ἐκωφώθην καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν. Σὺ δὲ παρ‐ οξύνῃ μὲν ὡς ἐπὶ φαύλῃ τῇ λοιδορίᾳ· μιμῇ δὲ πάλιν
15ὡς ἀγαθόν. Ἰδοὺ γὰρ ἔπαθες ἃ ἐγκαλεῖς. Ἢ τὸ μὲν ἀλλότριον κακὸν ἐπιμελῶς καταβλέπεις; τὸ δὲ σεαυ‐ τοῦ αἰσχρὸν οὐδαμοῦ τιθεῖς; Πονηρὸν ἡ ὕβρις; φεῦγε τὴν μίμησιν. Οὐ γὰρ δὴ τὸ ἕτερον κατάρ‐ ξαι ἱκανὸν εἰς παραίτησιν. Δικαιότερον μὲν οὖν, ὡς
20ἐμαυτὸν πείθω, καὶ ἐπιτεῖναι τὴν ἀγανάκτησιν, διότι ὁ μὲν οὐκ εἶχε τὸ σωφρονίζον ὑπόδειγμα· σὺ δὲ, βλέπων ἀσχημονοῦντα τὸν ὀργιζόμενον, οὐκ ἐφυ‐ λάξω αὐτοῦ τὴν ὁμοίωσιν, ἀλλ’ ἀγανακτεῖς καὶ χαλε‐ παίνεις καὶ ἀντοργίζῃ· καὶ γίνεταί σου τὸ πάθος
25ἀπολογία τοῦ προλαβόντος. Αὐτοῖς γὰρ οἷς ποιεῖς, κἀκεῖνον αἰτίας ἀφίης, καὶ σεαυτὸν κατακρίνεις. Εἰ μὲν γὰρ πονηρὸν ὁ θυμὸς, τί οὐκ ἐξέκλινας τὸ κακόν; εἰ δὲ συγγνώμης ἄξιον, τί χαλεπαίνεις τῷ θυμου‐ μένῳ; Ὥστε, εἰ δεύτερος ἦλθες πρὸς τὴν ἀντίδοσιν,
30οὐδέν σε τοῦτο ὀνήσει. Οὐδὲ γὰρ ἐν τοῖς στεφανίταις ἀγῶσιν ὁ κατάρξας τῶν παλαισμάτων, ἀλλ’ ὁ ὑπερ‐ βαλλόμενος στεφανοῦται. Καὶ κατακρίνεται τοίνυν οὐχὶ μόνον ὁ καθηγησάμενος τοῦ δεινοῦ, ἀλλ’ ὁ καὶ πονηρῷ ἡγεμόνι πρὸς τὴν ἁμαρτίαν ἐξακολου‐
35θήσας. Ἐὰν πένητά σε προσείπῃ, εἰ μὲν ἀληθῆ λέγει, κατάδεξαι τὴν ἀλήθειαν· εἰ δὲ ψεύδεται, τί πρὸς σὲ τὸ λεγόμενον; Μήτε πρὸς ἐπαίνους χαυνωθῇς τοὺς ὑπὲρ τὴν ἀλήθειαν· μήτε πρὸς ὕβρεις ἀγριανῇς τὰς οὐχ ἁπτομένας σου. Οὐχ ὁρᾷς τὰ τοξεύματα, πῶς
40τῶν μὲν στεῤῥῶν καὶ ἀντιτύπων πέφυκε διεκπίπτειν, ἐν δὲ τοῖς ἁπαλοῖς καὶ ὑπείκουσι τὴν ὁρμὴν ὑπεκλύειν; Τοιοῦτον δή τι νόμιζε εἶναι καὶ τὸ τῆς λοιδορίας. Ὁ μὲν ἀντιβαίνων εἰς ἑαυτὸν καταδέχεται· ὁ δὲ ἐν‐ διδοὺς καὶ ὑπείκων ἐν τῇ ἁπαλότητι τοῦ τρόπου τὴν
45ἐπ’ αὐτὸν φερομένην πονηρίαν διέλυσε. Τί δέ σε ταράσσει ἡ προσηγορία τοῦ πένητος; Μνήσθητι τῆς φύσεως σεαυτοῦ· ὅτι γυμνὸς εἰς τὸν κόσμον εἰσῆλθες, γυμνὸς καὶ ἀπελεύσῃ. Τί δὲ γυμνοῦ πενιχρότερον;
Οὐδὲν ἤκουσας δεινὸν, ἐὰν μὴ σεαυτῷ οἰκειώσῃς361

31

.

364

τὰ εἰρημένα. Τίς ποτε ἀπήχθη διὰ πενίαν εἰς δεσμω‐ τήριον; Οὐ τὸ πένεσθαι ἐπονείδιστον, ἀλλὰ τὸ μὴ φέρειν εὐγενῶς τὴν πενίαν. Μνήσθητι τοῦ Δεσπότου· ὅτι Πλούσιος ὢν, ἐπτώχευσε δι’ ἡμᾶς. Ἐὰν ἄφρονά
5σε καὶ ἀμαθῆ προσαγορεύσῃ, ὑπομνήσθητι τῶν Ἰουδαϊκῶν ὕβρεων, αἷς τὴν ἀληθινὴν σοφίαν ἐλοιδο‐ ρήσαντο· Σαμαρείτης εἶ, καὶ δαιμόνιον ἔχεις. Ἐὰν μὲν οὖν ὀργισθῇς, ἐβεβαίωσας τὰ ὀνείδη· τί γὰρ ὀργῆς ἀφρονέστερον; ἐὰν δὲ μείνῃς ἀόργητος, ᾔσχυ‐
10νας τὸν ὑβρίσαντα, ἔργῳ τὴν σωφροσύνην ἐπιδειξά‐ μενος. Ἐῤῥαπίσθης; καὶ γὰρ καὶ ὁ Κύριος. Ἐνεπτύ‐ σθης; καὶ γὰρ ὁ Δεσπότης ἡμῶν. Οὐ γὰρ ἀπέστρεψε τὸ πρόσωπον ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. Ἐσυκοφαντήθης; καὶ γὰρ καὶ ὁ κριτής. Περιέῤῥηξάν
15σου τὸν χιτωνίσκον; Ἀπέδυσάν μου καὶ τὸν Κύριον, καὶ διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ ἑαυτοῖς. Οὔπω κατ‐ εκρίθης, οὔπω ἐσταυρώθης. Πολλά σοι λείπει, ἵνα φθάσῃς αὐτοῦ πρὸς τὴν μίμησιν.
22 Τούτων ἕκαστον ὑποτρεχέτω σου τὴν διά‐ νοιαν, καὶ καταστελλέτω τὴν φλεγμονήν. Αἱ γὰρ τοιαῦται προπαρασκευαὶ καὶ διαθέσεις, οἷον πηδή‐
25ματα τῆς καρδίας καὶ σφυγμοὺς ἀφαιροῦσαι, εἰς εὐστάθειαν καὶ γαλήνην τοὺς λογισμοὺς ἐπανάγουσι. Καὶ τοῦτό ἐστιν ἄρα τὸ ὑπὸ τοῦ Δαβὶδ εἰρημέ‐ νον· ὅτι Ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην. Δεῖ τοίνυν τὸ μανικὸν καὶ ἔκπληκτον κίνημα τῆς ψυχῆς
30καταστέλλειν τῇ μνήμῃ τῶν μακαρίων ἀνδρῶν ὑπο‐ δειγμάτων· πῶς ὁ μέγας Δαβὶδ πράως ἠνείχετο τῆς παροινίας τοῦ Σεμεεί. Οὐ γὰρ ἐδίδου καιρὸν τῇ ὀργῇ κινηθῆναι, πρὸς τὸν Θεὸν μεταφέρων τὴν ἔννοιαν· ὅτι Κύριος εἶπε, φησὶ, τῷ Σεμεεὶ καταρᾶσθαι τὸν
35Δαβίδ. Διόπερ ἀκούων αἱμάτων ἀνὴρ, καὶ ἀνὴρ παράνομος, οὐκ ἐκείνῳ ἐχαλέπαινεν, ἀλλ’ ἑαυτὸν ἐταπείνου, ὡς κατὰ τὴν ἀξίαν αὐτῷ τῆς ὕβρεως ἀπαντώσης. Δύο δὴ ταῦτα περίελε σεαυτοῦ, μήτε σεαυτὸν μεγάλων ἄξιον κρίνῃς, μήτε ἀνθρώπων
40τινὰ παρὰ πολὺ ἐλαττοῦσθαί σου κατὰ τὴν ἀξίαν νομίσῃς. Οὕτω γὰρ οὐδέποτε ὁ θυμὸς ἐν ταῖς ἐπ‐ αγομέναις ἡμῖν ἀτιμίαις ἐπαναστήσεται. Δεινὸν μὲν τὸν εὐεργετηθέντα, καὶ ταῖς μεγίσταις ὑπόχρεων χά‐ ρισι, πρὸς τῷ ἀχαρίστῳ ἔτι καὶ ὕβρεως καὶ ἀτιμίας
45κατάρξαι. Δεινὸν μὲν, ἀλλὰ τῷ ποιοῦντι μεῖζόν ἐστι κακὸν ἢ τῷ πάσχοντι. Ἐκεῖνος ὑβριζέτω· σὺ δὲ μὴ
ὑβρίζου. Γυμνάσιόν σοι πρὸς φιλοσοφίαν ἔστω τὰ363

31

.

365

ῥήματα. Ἐὰν μὴ δηχθῇς, ἄτρωτος εἶ. Ἐὰν δὲ καὶ πάθῃς τι τὴν ψυχὴν, ἐν σεαυτῷ κάτασχε τὸ λυπηρόν. Ἐν ἐμοὶ γὰρ, φησὶν, ἐταράχθη ἡ καρδία μου· τουτ‐ έστιν, οὐ διεδόθη πρὸς τὸ ἔξω τὸ πάθος, ἀλλ’ οἷόν
5τι κῦμα εἴσω τῶν αἰγιαλῶν κατακλασθὲν ἐστορέσθη. Καθησύχασόν μοι τὴν καρδίαν ὑλακτοῦσαν καὶ ἀγριαί‐ νουσαν. Αἰδείσθω τὰ πάθη τοῦ ἐν σοὶ λόγου τὴν ἐπι‐ φάνειαν, ὥσπερ τὸ ἐν παισὶν ἄτακτον ἀνδρὸς αἰδεσί‐ μου παρουσίαν. Πῶς ἂν οὖν ἐκφύγοιμεν τὴν ἐκ τοῦ
10ὀργίζεσθαι βλάβην; Ἐὰν πείσωμεν τὸν θυμὸν μὴ προλαμβάνειν τοὺς λογισμοὺς, ἀλλὰ τούτου πρῶτον ἐπιμελώμεθα, ὡς μηδέποτε αὐτὸν προεκτρέχειν τῆς διανοίας· ἔχωμεν δὲ ὥσπερ ἵππον ὑπεζευγμένον ἡμῖν, καὶ οἷον χαλινῷ τινι τῷ λόγῳ καταπειθῆ, μη‐
15δαμοῦ τῆς τάξεως ἐκβαίνοντα τῆς οἰκείας, ἀγόμενον δὲ ὑπὸ τοῦ λόγου, ἐφ’ ὅπερ ἂν καθηγῆται. Ἔτι γὰρ πρὸς πολλὰ τῶν τῆς ἀρετῆς ἔργων ἐπιτήδειον ἡμῶν τῆς ψυχῆς τὸ θυμοειδὲς, ὅταν, ὥσπερ τις στρα‐ τιώτης, παρὰ τῷ στρατηγῷ τὰ ὅπλα θέμενος, ἑτοίμως
20ἐπὶ τὰ παραγγελλόμενα τὰς βοηθείας παρέχηται, καὶ σύμμαχος ᾖ τῷ λόγῳ κατὰ τῆς ἁμαρτίας. Νεῦρον γάρ ἐστι τῆς ψυχῆς ὁ θυμὸς, τόνον αὐτῇ πρὸς τὴν τῶν καλῶν ἔνστασιν ἐμποιῶν. Εἰ γάρ ποτε λάβοι αὐ‐ τὴν ὑφ’ ἡδονῆς ἐκλυθεῖσαν, οἱονεὶ βαφῇ σιδήρου
25στομώσας, αὐστηρὰν αὐτὴν καὶ ἀνδρείαν ἐκ μαλακῆς ἄγαν καὶ ἀνειμένης ἐποίησεν. Οὐ γὰρ, εἰ μὴ θυμωθείης κατὰ τοῦ πονηροῦ, δυνατόν σοι μισῆσαι αὐτὸν ὅσον ἄξιον. Δεῖ γὰρ, οἶμαι, τὴν ἴσην σπουδὴν ἔχειν περί τε τὴν ἀγάπην τῆς ἀρετῆς καὶ περὶ τὸ
30μῖσος τῆς ἁμαρτίας. Πρὸς ὅπερ μάλιστα χρήσιμος ὁ θυμός· ἐπειδὰν οἷον κύων ποιμένι, οὕτως ὁ θυμὸς τῷ λογισμῷ παρεπόμενος, πρᾶος μένῃ καὶ χει‐ ροήθης τοῖς ὠφελοῦσι, καὶ εὐανάκλητος τῷ λογισμῷ, πρὸς μὲν τὴν ἀλλοτρίαν καὶ φωνὴν καὶ ὄψιν ἐξ‐
35αγριούμενος, κἂν θεραπείαν ἔχειν δοκῇ, τοῦ δὲ συν‐ ήθους αὐτῷ καὶ φίλου ἐμβοήσαντος, ὑποπτήσσων. Αὕτη ἀρίστη ἐστὶ καὶ ἔμμετρος τῷ φρονίμῳ τῆς ψυχῆς μέρει παρὰ τοῦ θυμοειδοῦς ἡ συνεργία. Ὁ γὰρ τοιοῦτος ἀδιάλλακτος ἔσται τοῖς ἐπιβούλοις καὶ ἄσπον‐
40δος· μηδέποτε τὴν πρὸς τὸ βλάπτον φιλίαν καταδε‐ χόμενος, ἀλλὰ τὴν ἐπίβουλον ἡδονὴν ὥσπερ τινὰ λύκον ὑλακτῶν ἀεὶ καὶ σπαράσσων. Τοιοῦτον μὲν δὴ τὸ ἀπὸ θυμοῦ ὠφέλιμον τοῖς εἰδόσι μεταχειρίζεσθαι. Ἐπεὶ καὶ τῶν ἄλλων δυνάμεων ἑκάστη παρὰ τὸν
45τρόπον τῆς χρήσεως ἢ κακὸν ἢ ἀγαθὸν τῷ κεκτημένῳ γίνεται. Οἷον, τῷ ἐπιθυμητικῷ τῆς ψυχῆς ὁ μὲν εἰς ἀπόλαυσιν σαρκὸς καὶ τῶν ἀκαθάρτων ἡδονῶν ἀποχρησάμενος βδελυκτὸς καὶ ἀκόλαστος, ὁ δὲ ἐπὶ
τὴν ἀγάπην τοῦ Θεοῦ τρέψας, καὶ τὴν ὄρεξιν τῶν365

31

.

368

αἰωνίων ἀγαθῶν, ζηλωτὸς καὶ μακάριος. Καὶ πάλιν τὸ λογιστικὸν ὁ μὲν καλῶς μεταχειριζόμενος φρόνιμός ἐστι καὶ συνετός· ὁ δὲ ἐπὶ βλάβῃ τῶν πλη‐ σίον ἠκονημένος τὸν νοῦν, κακεντρεχής ἐστι καὶ
5κακοῦργος.
8 Μὴ δὴ οὖν τὰ πρὸς σωτηρίαν ἡμῖν δεδομένα παρὰ τοῦ κτίσαντος ἀφορμὴν ἑαυτοῖς ἁμαρτίας ποιή‐
10σωμεν. Οὕτω δὴ καὶ ὁ θυμὸς, ὅτε δεῖ, καὶ ὡς δεῖ κινού‐ μενος, ἀνδρίαν ποιεῖ καὶ ὑπομονὴν καὶ ἐγκράτειαν· παρὰ δὲ τὸν ὀρθὸν λόγον ἐνεργῶν, μανία γίνεται. Διὰ τοῦτο καὶ ἡμᾶς ὁ Ψαλμὸς νουθετεῖ· Ὀργί‐ ζεσθε, καὶ μὴ ἁμαρτάνετε. Καὶ ὁ Κύριος τῷ μὲν
15ὀργιζομένῳ εἰκῆ τὴν κρίσιν ἐπανατείνεται· τὸ δὲ ἐφ’ ἃ δεῖ κεχρῆσθαι τῇ ὀργῇ, ὡς ἐν φαρμάκου εἴδει οὐ παραιτεῖται. Τὸ γὰρ, Ἔχθραν θήσω ἀνὰ μέσον σου καὶ τοῦ ὄφεως· καὶ τὸ, Ἐχθραίνετε τοῖς Μα‐ διηναίοις, διδάσκοντός ἐστι κεχρῆσθαι τῷ θυμῷ
20ὥσπερ ὅπλῳ. Διὰ τοῦτο Μωϋσῆς ὁ πάντων ἀνθρώπων πραότατος, ἐκδικῶν τὴν εἰδωλολατρείαν, τὰς τῶν Λευϊτῶν χεῖρας πρὸς τὸν τῶν ἀδελφῶν φόνον ἐξ‐ ώπλισε. Θέσθω, φησὶ, τὴν ῥομφαίαν ἕκαστος ἐπὶ τὸν μηρὸν αὐτοῦ, καὶ διέλθετε ἀπὸ πύλης εἰς πύ‐
25λην, καὶ ἀνακάμψατε διὰ τῆς παρεμβολῆς· καὶ ἀπο‐ κτείνατε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἕκαστος τὸν πλησίον αὐτοῦ, καὶ ἕκαστος τὸν ἔγγιστα αὐτοῦ. Καὶ μετ’ ὀλίγα· Καὶ εἶπε, φησὶ, Μωϋσῆς· Ἐπληρώσατε τὰς χεῖρας ὑμῶν σήμερον τῷ
30Κυρίῳ, ἕκαστος ἐν τῷ υἱῷ αὐτοῦ, καὶ ἐν τῷ ἀδελφῷ αὐτοῦ, δοθῆναι ἐφ’ ὑμᾶς εὐλογίαν. Τί δὲ τὸν Φινεὲς ἐδικαίωσεν; Οὐχ ἡ δικαία ὀργὴ κατὰ τῶν πορνευσάντων; ὃς, τὰ πολλὰ ἐπιεικὴς ὢν καὶ πρᾶος, ἐπειδὴ εἶδε τὴν πορνείαν τοῦ Ζαμβρὶ καὶ τῆς Μαδια‐
35νίτιδος ἀναφανδὸν καὶ ἀπηρυθριασμένως γινομένην, οὐδὲ συγκαλυπτόντων αὐτῶν τῆς αἰσχύνης τὴν ἀσχή‐ μονα θέαν, οὐκ ἀνασχόμενος, εἰς δέον ἐχρήσατο τῷ θυμῷ, δι’ ἀμφοῖν ἐλάσας τὸν σειρομάστην. Σαμουὴλ δὲ τὸν Ἀγὰγ τὸν βασιλέα τοῦ Ἀμαλὴκ ὑπὸ τοῦ Σαοὺλ
40παρὰ τὸ πρόσταγμα τοῦ Θεοῦ περισωθέντα οὐχ ὑπὸ δικαίας ὀργῆς εἰς μέσον ἀγαγὼν κατεφόνευσεν; Οὕτω γίνεται πολλάκις ὁ θυμὸς ἀγαθῶν πράξεων ὑπηρέτης. Ἠλίας δὲ ὁ ζηλωτὴς, πεντήκοντα καὶ τετρακοσίους ἄνδρας ἱερεῖς τῆς αἰσχύνης, καὶ τετρα‐
45κοσίους ἄνδρας ἱερεῖς τῶν ἀλσῶν, ἐσθίοντας τράπεζαν Ἰεζάβελ, λελογισμένῳ θυμῷ καὶ σώφρονι εἰς ὄφελος παντὸς τοῦ Ἰσραὴλ ἐθανάτωσε. Σὺ δὲ ὀργίζῃ τῷ ἀδελφῷ σου εἰκῆ. Πῶς γὰρ οὐκ εἰκῆ, ἄλλου
ἐνεργοῦντος, ἄλλῳ χαλεπαίνων αὐτός; Καὶ ποιεῖς τὸ367

31

.

369

τῶν κυνῶν· οἳ τοὺς λίθους δάκνουσι, τοῦ βάλλοντος οὐ προσαπτόμενοι. Ὁ ἐνεργούμενος ἐλεεινός· ὁ δὲ ἐνεργῶν μισητός. Ἐκεῖ τὸν θυμὸν μετάθες ἐπὶ τὸν ἀνθρωποκτόνον, τὸν τοῦ ψεύδους πατέρα, τὸν ἐργάτην
5τῆς ἁμαρτίας· τῷ δὲ ἀδελφῷ καὶ συμπάθησον, ὅτι, ἐὰν ἐπιμείνῃ τῇ ἁμαρτίᾳ, μετὰ τοῦ διαβόλου παρα‐ δοθήσεται τῷ αἰωνίῳ πυρί. Ὥσπερ δὲ τὰ ὀνόματα διάφορα θυμοῦ καὶ ὀργῆς, οὕτω καὶ τὰ ὑπ’ αὐτῶν ση‐ μαινόμενα πλεῖστον ἀλλήλων διαφέρει. Ἔστι γὰρ
10θυμὸς μὲν οἷον ἔξαψίς τις καὶ ἀναθυμίασις ὀξεῖα τοῦ πάθους· ὀργὴ δὲ ἔμμονος λύπη καὶ ὁρμὴ διαρκὴς πρὸς τὴν τῶν ἠδικηκότων ἀντίδοσιν, ὥσπερ ὀργώσης τῆς ψυχῆς πρὸς τὴν ἄμυναν. Εἰδέναι οὖν χρὴ, ὅτι κατ’ ἀμφοτέρας τὰς διαθέσεις πλημμελοῦσιν οἱ ἄν‐
15θρωποι· ἢ μανικῶς καὶ ἐμπλήκτως κατὰ τῶν παρ‐ οξυνόντων κινούμενοι, ἢ δολερῶς καὶ ἐπιβούλως τοὺς λυπήσαντας ἐνεδρεύοντες· ἅπερ ἀμφότερα φυλα‐ κτέον ἡμῖν. Πῶς ἂν οὖν μὴ κινοῖτο πρὸς ἃ μὴ δεῖ τὸ πάθος;
20Πῶς; Εἰ προπαιδευθείης τὴν ταπεινοφροσύνην, ἣν ὁ Κύριος καὶ λόγῳ διετάξατο, καὶ ἔργῳ ὑπέδειξε· νῦν μὲν λέγων· Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος ἔστω πάντων ἔσχατος· νῦν δὲ πράως καὶ ἀκινήτως τοῦ τύπτοντος ἀνεχόμενος. Ὁ γὰρ οὐρανοῦ καὶ γῆς
25ποιητὴς καὶ δεσπότης, ὁ παρὰ πάσης τῆς νοητῆς καὶ αἰσθητῆς κτίσεως προσκυνούμενος, ὁ Φέρων τὰ σύμπαντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, οὐχὶ ζῶντα ἔπεμψεν αὐτὸν εἰς τὸν ᾅδην, τῆς γῆς ὑποῤῥαγείσης τῷ δυσσεβεῖ, ἀλλὰ νουθετεῖ καὶ διδάσκει·
30Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Ἐὰν γὰρ ἐθισθῇς πάντων ἔσχατος εἶναι κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου, πότε ἀγανακτήσεις ὡς παρὰ τὴν ἀξίαν καθυβρισμένος; Ὅταν σε παιδίον νήπιον λοιδορήσῃ, γέλωτος ἀφορμὴν
35ποιῇ τὰ λοιδορήματα· καὶ ὅταν ὑπὸ φρενίτιδος ἐξ‐ εστηκὼς τὴν διάνοιαν φθέγγηται ῥήματα ἀτιμίας, ἐλεεινὸν ἡγῇ μᾶλλον ἢ μίσους ἄξιον. Οὐ τοίνυν τὰ ῥή‐ ματα πέφυκε τὰς λύπας κινεῖν, ἀλλ’ ἡ κατὰ τοῦ λοι‐ δορήσαντος ἡμᾶς ὑπεροψία, καὶ ἡ ἑκάστου περὶ ἑαυ‐
40τὸν φαντασία. Ὥστε ἂν ἀφέλῃς τῆς ἑαυτοῦ διανοίας τούτων ἑκάτερον, ψόφος ἐστὶν ἄλλως διακενῆς ἠχῶν τὰ φερόμενα. Παῦσαι οὖν ἀπὸ ὀργῆς, καὶ ἐγκατάλιπε θυμὸν, ἵνα φύγῃς τῆς ὀργῆς τὴν πεῖραν, τῆς Ἀπο‐ καλυπτομένης ἀπ’ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν
45καὶ ἀδικίαν ἀνθρώπων. Ἐὰν γὰρ λογισμῷ σώφρονι ἐκτεμεῖν δυνηθῇς τὴν πικρὰν ῥίζαν τοῦ θυμοῦ, πολλὰ τῶν παθῶν τῇ ἀρχῇ ταύτῃ συναναιρήσεις. Καὶ γὰρ τὸ δολερὸν καὶ ὕποπτον, καὶ ἄπιστον καὶ κακόηθες,
καὶ ἐπίβουλον καὶ θρασὺ, καὶ πᾶν τὸ τῶν τοιούτων369

31

.

372

πονηρῶν σμῆνος, ταύτης τῆς κακίας ἐστὶν ἀπο‐ βλαστήματα. Μὴ δὴ οὖν ἐπεισάγωμεν ἑαυτοῖς κακὸν τοσοῦτον· ἀῤῥωστίαν ψυχῆς, σκότωσιν λογισμῶν, ἀπὸ Θεοῦ ἀλλοτρίωσιν, οἰκειότητος ἄγνοιαν, ἀρχὴν πολέ‐
5μου, συμφορῶν πλήρωμα, δαίμονα πονηρὸν αὐταῖς ἡμῶν ταῖς ψυχαῖς ἐντικτόμενον, καὶ ὥσπερ τινὰ ἔνοικον ἀναιδῆ προκατέχοντα ἡμῶν τὰ ἔνδον, καὶ τῷ ἁγίῳ Πνεύματι τὴν πάροδον ἀποκλείοντα. Ὅπου γὰρ ἔχθραι, ἔρεις, θυμοὶ, ἐριθεῖαι, φιλονεικίαι, θορύβους
10ἀσιγήτους ταῖς ψυχαῖς ἐμποιοῦντα· ἐκεῖ τὸ πνεῦμα τῆς πραΰτητος οὐκ ἀναπαύεται. Πεισθέντες δὲ τῇ παραινέσει τοῦ μακαρίου Παύλου, πᾶσαν ὀργὴν καὶ θυμὸν καὶ κραυγὴν ἄρωμεν ἀφ’ ἡμῶν σὺν πάσῃ κακίᾳ, καὶ γενώμεθα εἰς ἀλλήλους χρηστοὶ καὶ εὔσπλαγχνοι,
15ἀναμένοντες τὴν μακαρίαν ἐλπίδα τὴν τοῖς πραέσιν ἐπηγγελμένην (Μακάριοι γὰρ οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν), ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς
αἰῶνας. Ἀμήν.371