TLG 2040 025 :: BASILIUS :: Quod deus non est auctor malorum

BASILIUS Theol., Episcopus
(Caesariensis (Cappadociae): A.D. 4)

Quod deus non est auctor malorum

Citation: Volume — page — (line)

31

.

329

(1t)

ΟΜΙΛΙΑ ΟΤΙ ΟΥΚ ΕΣΤΙΝ ΑΙΤΙΟΣ ΤΩΝ
2tΚΑΚΩΝ Ο ΘΕΟΣ.
3 Πολλοὶ τῆς διδασκαλίας οἱ τρόποι, οἱ διὰ ἱεροψάλ‐ του Δαβὶδ παρὰ τοῦ ἐνεργοῦντος ἐν αὐτῷ Πνεύματος
5ὑποδειχθέντες ἡμῖν. Ποτὲ μὲν γὰρ, τὰ οἰκεῖα πάθη διηγούμενος ἡμῖν ὁ προφήτης, καὶ ὅπως ἤνεγκε τὰ συμπίπτοντα γενναίως, διὰ τοῦ καθ’ ἑαυτὸν ὑπο‐ δείγματος διδασκαλίαν ἡμῖν ἐναργεστάτην τῆς ὑπομονῆς καταλιμπάνει, ὡς ὅταν λέγῃ· Κύριε, τί
10ἐπληθύνθησαν οἱ θλίβοντές με; ποτὲ δὲ τὴν ἀγα‐ θότητα συνίστησι τοῦ Θεοῦ, καὶ τὸ τάχος αὐτοῦ τῆς ἀντιλήψεως, ἣν παρέχεται τοῖς ἀληθινῶς ἐκζητοῦσιν αὐτὸν, λέγων· Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου· ἰσοδυναμοῦντα
15τῷ προφήτῃ φθεγγόμενος τῷ εἰπόντι· Ἔτι λα‐ λοῦντός σου, ἐρεῖ· Ἰδοὺ πάρειμι. Τουτέστιν· Οὐκ ἔφθην ἐπικαλεσάμενος, καὶ προέλαβε τὸ τέλος τῆς ἐπικλήσεως ἡ ἀκοὴ τοῦ Θεοῦ. Πάλιν ἱκετηρίας προσ‐ φέρων τῷ Θεῷ καὶ δεήσεις, ἐκδιδάσκει ἡμᾶς τίνα
20τρόπον προσῆκε τοὺς ἐν ἁμαρτίαις ὄντας ἐξιλεοῦσθαι τὸν Θεόν· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ἐν δὲ τῷ δω‐ δεκάτῳ ψαλμῷ παράτασίν τινα πειρασμοῦ ἐνδειξά‐ μενος ἐν τῷ λέγειν· Ἕως πότε, Κύριε, ἐπιλήσῃ
25μου εἰς τέλος; καὶ δι’ ὅλου τοῦ ψαλμοῦ διδάξας ἡμᾶς μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσιν, ἀλλ’ ἀναμένειν τὴν ἀγαθότητα τοῦ Θεοῦ, καὶ εἰδέναι, ὅτι οἰκονομίᾳ τινὶ παραδίδωσιν ἡμᾶς ταῖς θλίψεσι, κατὰ τὴν ἀνα‐ λογίαν τῆς ἐνυπαρχούσης ἑκάστῳ πίστεως τὸ μέτρον
30ἐπάγων τῶν βασανιστηρίων. Ἐπεὶ οὖν εἴρηται τὸ, Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; καὶ τὸ, Ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ; εὐθὺς μεταβαίνει ἐπὶ τὸ τῶν ἀθέων κακόν· οἳ, ὅταν μικρὸν αὐτοῖς τι τῶν κατὰ τὸν βίον προσ‐
35κρούσῃ, μὴ φέροντες τὰς δυσκολωτέρας τῶν πραγμά‐ των περιστάσεις, εὐθὺς ἀμφίβολοι γίνονται ταῖς διανοίαις, εἰ ἔστι Θεὸς ἐπιμελούμενος τῶν τῇδε, εἰ ἐφορᾷ τὰ καθ’ ἕκαστον, εἰ διανέμει ἑκάστῳ τὰ πρὸς ἀξίαν. Εἶτα, ὅταν ἐπὶ πλεῖον ἴδωσιν ἑαυτοὺς παρα‐
40τεινομένους ἐν τοῖς ἀβουλήτοις, βεβαιοῦσιν ἐν ἑαυ‐ τοῖς τὸ πονηρὸν δόγμα, καὶ ἀποφαίνονται ἐν ταῖς καρδίαις αὐτῶν, ὅτι Οὐκ ἔστι Θεός. Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Καὶ τοῦτο ἐμβαλλόμενος εἰς τὸν ἑαυτοῦ νοῦν, ἀφειδῶς λοιπὸν
45διὰ πάσης ἁμαρτίας χωρεῖ. Εἰ γὰρ οὐκ ἔστιν ὁ ἐπισκοπῶν, εἰ οὐκ ἔστιν ὁ ἀντιδιδοὺς ἑκάστῳ κατὰ τὴν ἀξίαν τῶν βεβιωμένων, τί κωλύει καταδυνα‐ στεύειν τὸν πένητα, ὀρφανοὺς φονεύειν, χήραν καὶ προσήλυτον ἀποκτείνειν, πάσης ἀνοσίας πράξεως

31

.

329

(50)

κατατολμᾷν, ἀκαθάρτοις καὶ βδελυκτοῖς πάθεσι καὶ329

31

.

332

πάσαις κτηνώδεσιν ἐπιθυμίαις μολύνεσθαι; Διὰ τοῦτο ὡς ἑπόμενον τῷ μὴ εἶναι Θεὸν, ἐπήγαγε τό· Διεφθάρησαν, καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν. Ἀμήχανον γὰρ ἐκτραπῆναι τῆς δικαίας ὁδοῦ, μὴ λήθην Θεοῦ ταῖς ψυχαῖς νοσήσαντας.
5 Πόθεν τὰ ἔθνη παραδέδοται εἰς ἀδόκιμον νοῦν, καὶ ποιεῖ τὰ μὴ καθήκοντα; Οὐκ ἐπειδὴ εἶπον· Οὐκ ἔστι Θεός; Πόθεν ἐμπεπτώκασιν εἰς τὰ πάθη τῆς ἀτιμίας, καὶ αἱ μὲν θήλειαι παρ’ αὐτοῖς μετήλ‐ λαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν, ἄῤ‐
10ῥενες δὲ ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργάζονται; Οὐκ ἐπειδὴ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι κτηνῶν καὶ τετραπόδων καὶ ἑρπε‐ τῶν; Ἄφρων οὖν, ὡς ἀληθῶς ἐστερημένος νοῦ καὶ φρονήσεως, ὁ λέγων, ὅτι Οὐκ ἔστι Θεός. Παραπλή‐
15σιος δὲ τούτῳ, καὶ οὐδὲν κατὰ τὴν ἀφροσύνην ἀπο‐ λειπόμενος, καὶ ὁ λέγων τῶν κακῶν αἴτιον εἶναι τὸν Θεόν. Ὁμότιμον γὰρ αὐτῶν εἶναι τίθεμαι τὴν ἁμαρ‐ τίαν, διότι ἑκάτεροι ὁμοίως ἀρνοῦνται τὸν ἀγα‐ θόν· ὁ μὲν οὐκ εἶναι τὸ παράπαν λέγων, ὁ δὲ
20οὐκ ἀγαθὸν αὐτὸν εἶναι διοριζόμενος. Εἰ γὰρ κακῶν αἴτιος, οὐκ ἀγαθὸς δηλονότι· ὥστε ἀμφοτέρωθέν ἐστιν ἄρνησις τοῦ Θεοῦ. Πόθεν οὖν, φησὶν, αἱ νόσοι; πόθεν αἱ τῶν θανάτων ἀωρίαι; πόθεν αἱ πανωλεθρίαι τῶν πόλεων; τὰ ναυάγια, οἱ πόλεμοι,
25οἱ λοιμοί; Καὶ γὰρ κακὰ, φησὶ, ταῦτα, καὶ πάντα Θεοῦ ποιήματα. Ὥστε τίνα ἔχομεν ἄλλον καὶ οὐχὶ τὸν Θεὸν τῶν γινομένων ἐπαιτιάσασθαι; Δεῦρο δὴ οὖν, ἐπειδὴ εἰς τὸ πολυθρύλλητον ἐμπεπτώκαμεν ζήτημα, ἐπί τινα ὁμολογουμένην ἀρχὴν τὸν λόγον
30ἀναγαγόντες, φιλοπονώτερον διαλαβόντες τὸ πρό‐ βλημα, τρανὴν καὶ ἀσύγχυτον τὴν περὶ αὐτοῦ ἐξ‐ ήγησιν πειραθῶμεν ποιήσασθαι. Ἓν μὲν δὴ τοῦτο ἔχειν δεῖ προειλημμένον ἐν ταῖς διανοίαις ἡμῶν, ὅτι, ποίημα ὄντες τοῦ ἀγαθοῦ Θεοῦ,
35καὶ ὑπ’ αὐτοῦ συγκροτούμενοι, μικρά τε καὶ μείζω περὶ ἡμᾶς οἰκονομοῦντος, οὔτε πάθοιμεν ἄν τι, μὴ βουλομένου Θεοῦ, οὔτε μὴν ὧν πάσχομεν βλαβερόν τί ἐστιν, ἢ τοιοῦτον, ὥστε ἐνεῖναι βέλτιόν τι κἀν ἐπινοίᾳ λαβεῖν. Ἐκ Θεοῦ μὲν γὰρ οἱ θάνατοι· οὐ
40μὴν πονηρὸν πάντως ὁ θάνατος, πλὴν εἰ μή τις λέγοι τὸν τοῦ ἁμαρτωλοῦ· διότι τῶν ἐν ᾅδου κολά‐ σεων ἀρχὴ τυγχάνει ἡ ἀπαλλαγὴ τῶν ἐντεῦθεν. Πά‐ λιν δὲ τὰ ἐν ᾅδου κακὰ οὐ Θεὸν ἔχει τὸν αἴτιον, ἀλλ’ ἡμᾶς αὐτούς. Ἀρχὴ γὰρ καὶ ῥίζα τῆς ἁμαρτίας τὸ
45ἐφ’ ἡμῖν καὶ τὸ αὐτεξούσιον. Οἷς γὰρ ἐξῆν ἀπεχομέ‐
νοις τοῦ κακοῦ μηδὲν δεινὸν ἔχειν, οὗτοι δι’ ἡδονῆς331

31

.

333

εἰς τὴν ἁμαρτίαν δελεασθέντες, τίνα ἂν εἴποιμεν εὐπρεπῆ λόγον, τὸ μὴ οὐχὶ αὐτοὶ ἑαυτοῖς αἴτιοι τῶν ἀλγεινῶν γεγενῆσθαι; Κακὸν τοίνυν τὸ μὲν ὡς πρὸς τὴν ἡμετέραν αἴσθησιν, τὸ δὲ ὡς πρὸς τὴν
5ἑαυτοῦ φύσιν. Τὸ μὲν οὖν φύσει κακὸν ἐξ ἡμῶν ἤρτηται, ἀδικία, ἀσέλγεια, ἀφροσύνη, δειλία, φθόνοι, φόνοι, φαρμακεῖαι, ῥᾳδιουργίαι, καὶ ὅσα τούτοις συγγενῆ παθήματα, τὴν κατ’ εἰκόνα τοῦ κτίσαντος γεγενημένην ψυχὴν καταῤῥυπαίνοντα, ἐπισκοτεῖν
10αὐτῆς τῷ κάλλει πέφυκε. Πάλιν κακὸν λέγομεν τὸ ἡμῖν ἐπίπονον καὶ ὀδυνηρὸν πρὸς τὴν αἴσθησιν, νό‐ σον σώματος, καὶ πληγὰς σώματος, καὶ τῶν ἀναγ‐ καίων τὴν ἔνδειαν, καὶ ἀδοξίας, καὶ χρημάτων ζη‐ μίας, καὶ οἰκείων ἀποβολάς· ὧν ἕκαστον ἡμῖν ὑπὸ
15τοῦ φρονίμου καὶ ἀγαθοῦ Δεσπότου πρὸς τὸ συμφέ‐ ρον ἐπάγεται. Πλοῦτον μὲν γὰρ ἀφαιρεῖται τῶν κα‐ κῶς κεχρημένων, τὸ πρὸς ἀδικίαν αὐτῶν ὄργανον διαφθείρων· νόσον δὲ ἐπάγει, οἷς λυσιτελέστερον τὸ πεπεδῆσθαι τοῖς μέλεσιν, ἢ ἀκωλύτους ἔχειν τὰς
20πρὸς τὸ ἁμαρτάνειν ὁρμάς· θάνατοι δὲ ἐπάγονται, τῶν ὅρων τῆς ζωῆς πληρωθέντων, οὓς ἐξ ἀρχῆς περὶ ἕκαστον ἔπηξεν ἡ δικαία τοῦ Θεοῦ κρίσις, πόῤῥωθεν τὸ περὶ ἕκαστον ἡμῶν συμφέρον προβλε‐ πομένου· λιμοὶ δὲ καὶ αὐχμοὶ, καὶ ἐπομβρίαι,
25κοιναί τινές εἰσι πληγαὶ πόλεων καὶ ἐθνῶν, τοῦ κα‐ κοῦ τὴν ἀμετρίαν κολάζουσαι. Ὡς οὖν εὐεργέτης ὁ ἰατρὸς, κἂν πόνους, κἂν ἀλγηδόνας ἐμποιῇ τῷ σώ‐ ματι (τῇ νόσῳ γὰρ μάχεται, οὐχὶ τῷ κάμνοντι)· οὕ‐ τως ἀγαθὸς ὁ Θεὸς, ὁ τὴν σωτηρίαν τῷ παντὶ διὰ
30τῶν μερικῶν κολάσεων διοικούμενος. Σὺ δὲ τῷ ἰα‐ τρῷ μὲν οὐδὲν ἐγκαλεῖς, τὰ μὲν τέμνοντι, τὰ δὲ καίοντι, τὰ δὲ παντελῶς ἐξαιροῦντι τοῦ σώματος· ἀλλὰ καὶ χρήματά που ὑποτελεῖς, καὶ σωτῆρα προσ‐ αγορεύεις, ὅτι ἐν ὀλίγῳ μέρει τὴν νόσον ἵστησι, πρὶν
35εἰς ὅλον τὸ σῶμα τὸ πάθος διαχυθῆναι. Ὅταν δὲ ἴδῃς πόλιν ἐπικατασεισθεῖσαν τοῖς ἐνοικοῦσιν, ἢ πλοῖον αὔτανδρον κατὰ θαλάσσης διαλυθὲν, κατὰ τοῦ ἀληθινοῦ ἰατροῦ καὶ σωτῆρος γλῶσσαν κινεῖν βλάσφη‐ μον οὐκ ὀκνεῖς. Καίτοιγε ἐχρῆν συνιέναι, ὅτι, μέ‐
40τρια μὲν καμνόντων καὶ ἰάσιμα τῶν ἀνθρώπων, αἱ ἐξ ἐπιμελείας ὠφέλειαι παραλαμβάνονται· ὅταν δὲ κρεῖττον ἀποδειχθῇ τῆς θεραπείας τὸ πάθος, ἀναγκαία γίνεται τοῦ ἀχρειωθέντος ἡ ἀλλοτρίωσις, ὡς μὴ διὰ συνεχείας τὴν νόσον βαδίζουσαν ἐπὶ τὰ καίρια προ‐
45ελθεῖν. Ὥσπερ οὖν τῆς τομῆς ἢ τοῦ καυτῆρος οὐχ ὁ ἰατρὸς αἴτιος, ἀλλ’ ἡ νόσος· οὕτω καὶ οἱ τῶν πόλεων ἀφανισμοὶ, ἐκ τῆς ἀμετρίας τῶν ἁμαρτανομένων τὴν ἀρχὴν ἔχοντες, τὸν Θεὸν ἁπάσης μέμψεως ἀπολύουσιν.
51Ἀλλ’ εἴπερ ἀναίτιος τῶν κακῶν ὁ Θεὸς, φησὶ, πῶς333

31

.

336

εἴρηται τὸ, Ἐγὼ ὁ κατασκευάσας φῶς, καὶ ποιή‐ σας σκότος, ποιῶν εἰρήνην καὶ κτίζων κακά; Καὶ πάλιν· Κατέβη, φησὶ, κακὰ παρὰ Κυρίου ἐπὶ πύλας Ἱερουσαλήμ· καί· Οὐκ ἔστι κακία ἐν πό‐
5λει, ἣν Κύριος οὐκ ἐποίησε. Καὶ ἐν τῇ μεγάλῃ ᾠδῇ τοῦ Μωϋσέως· Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ· ἐγὼ ἀποκτενῶ, καὶ ζῇν ποιήσω· πατάξω, κἀγὼ ἰάσομαι. Ἀλλ’ οὐδὲν τούτων τῷ συνιέντι τὸν νοῦν τῆς Γραφῆς
10κατηγορίαν ἔχει Θεοῦ, ὡς κακῶν αἰτίου καὶ ποιητοῦ· ὁ γὰρ εἰπὼν, ὅτι Ἐγὼ ὁ κατασκευάζων φῶς, καὶ ποιῶν σκότος, τῆς κτίσεως δημιουργὸν ἑαυτὸν διὰ τούτων παρίστησιν, οὐχὶ κακοῦ τινος ποιητήν. Ἵνα τοίνυν μὴ νομίσῃς ἄλλον μὲν εἶναι τοῦ φωτὸς αἴτιον,
15ἄλλον δὲ τοῦ σκότους, ἑαυτὸν εἶπε τῶν δοκούντων ἐναντίως ἔχειν κατὰ τὴν κτίσιν ποιητὴν καὶ τεχνί‐ την, ἵνα μὴ ζητήσῃς ἄλλον πυρὸς δημιουργὸν, καὶ ἄλλον ὕδατος, μηδὲ ἄλλον ἀέρος, καὶ ἄλλον γῆς· ἐπειδὴ δοκεῖ πως ἀντικεῖσθαι ἀλλήλοις κατὰ τὴν τῶν
20ποιοτήτων ἐναντίωσιν. Ὅπερ ἤδη τινὲς παθόντες εἰς πολυθεΐαν ἐτράπησαν. Ποιεῖ δὲ εἰρήνην, καὶ κτίζει κακά. Μάλιστα μὲν εἰρήνην ποιεῖ ἐν σοὶ, ὅταν διὰ τῆς καλῆς διδασκαλίας κατειρηνεύσῃ τὸν νοῦν σου, καὶ διαλλάξῃ τὰ πάθη τὰ πρὸς τὴν ψυχὴν στασιά‐
25ζοντα· κτίζει δὲ κακά· τουτέστι, μετακοσμεῖ αὐτὰ καὶ εἰς βελτίωσιν ἄγει· ὥστε, ἀποθέμενα τὸ εἶναι κακὰ, τὴν τοῦ καλοῦ φύσιν μεταλαβεῖν. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός. Οὐχὶ νῦν δημι‐ ούργησον, ἀλλὰ τὴν ἐκ τῆς κακίας παλαιωθεῖσαν ἀνα‐
30καίνισον. Καὶ, Ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον. Τὸ, κτίσῃ, οὐχ ἵνα ἐκ τοῦ μὴ ὄντος παρ‐ αγάγῃ, ἀλλ’ ἵνα τοὺς ὄντας μετακοσμήσῃ. Καὶ, Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις. Καὶ πάλιν ὁ Μωϋσῆς· Οὐκ αὐτὸς οὗτος ὅ σου πατὴρ ἐκτήσατό σε, καὶ
35ἐποίησέ σε, καὶ ἔκτισέ σε; Σαφῶς γὰρ ἐνταῦθα μετὰ τὴν ποίησιν ἡ κτίσις ταχθεῖσα διδάσκει ἡμᾶς, ὅτι ἐπὶ τῆς βελτιώσεως τέτακται, ὡς τὰ πολλὰ, τὸ τῆς κτίσεως ὄνομα. Ὥστε Ποιῶν εἰρήνην, οὕτω ποιεῖ τὴν εἰρήνην, ἐκ τοῦ τὰ κακὰ κτίζειν· τουτέστι,
40μεταποιεῖν, καὶ εἰς βελτίωσιν ἄγειν. Ἔπειτα μέντοι, κἂν εἰρήνην νοήσῃς τὴν ἐκ τῶν πολέμων ἄδειαν, καὶ κακὸν εἴπῃς τὰ ἀκολουθοῦντα τοῖς πολεμοῦσιν ἐπί‐ πονα, ἐκστρατείας ὑπερορίους, πόνους, ἀγρυπνίας, ἀγωνίας, ἱδρῶτας, τραύματα, σφαγὰς, πόλεων
45ἁλώσεις, ἀνδραποδισμοὺς, ἀπαγωγὰς, τὰ ἐλεεινὰ τῶν ἁλόντων θεάματα, καὶ ἁπλῶς ὅσα λυπηρὰ τοῖς πολέ‐ μοις ἀκολουθεῖ, λέγομεν κρίσει Θεοῦ δικαίᾳ
γενέσθαι, τοῖς ἀξίοις κολάσεως διὰ τῶν πολέμων τὰς335

31

.

337

τιμωρίας ἐπάγοντος. Ἢ σὺ ἐβούλου μὴ καταπρησθῆ‐ ναι τὰ Σόδομα μετὰ τὰς ἀνοσιουργίας ἐκείνας; ἢ μὴ καταστραφῆναι τὴν Ἱερουσαλὴμ, μηδὲ ἐρημωθῆναι τὸν ναὸν, μετὰ τὴν φρικτὴν κατὰ τοῦ Κυρίου τῶν
5Ἰουδαίων ἀπόνοιαν; Γενέσθαι δὲ ταῦτα πῶς ἄλλως δίκαιον ἦν, καὶ οὐχὶ διὰ τῶν Ῥωμαϊκῶν χειρῶν, αἷς παρέδωκαν τὸν Κύριον ἡμῶν οἱ ἐχθροὶ τῆς ζωῆς ἑαυτῶν Ἰουδαῖοι; Ὥστε ἔστι ποτὲ καὶ δικαίως τὰ ἐκ τοῦ πολέμου κακὰ τοῖς ἀξίοις ἐπενεχθῆναι. Καὶ
10τὸ, Ἐγὼ ἀποκτενῶ, καὶ ζῇν ποιήσω, δέχου μὲν, εἰ βούλει, κατὰ τὸ πρόχειρον τῆς ἐννοίας. Οἰκοδομεῖ γὰρ ὁ φόβος τοὺς ἁπλουστέρους, Πατάξω, κἀγὼ ἰάσο‐ μαι. Καὶ τοῦτο χρήσιμον αὐτόθεν νοούμενον· τῆς μὲν πληγῆς ἐμποιούσης τὸν φόβον, τῆς δὲ ἰάσεως εἰς
15τὴν ἀγάπην προτρεπομένης. Ἔξεστί γε μήν σοι καὶ ὑψηλότερον διανοηθῆναι περὶ τῶν εἰρημένων. Ἐγὼ ἀποκτενῶ, τῇ ἁμαρτίᾳ· καὶ ζῇν ποιήσω, τῇ δι‐ καιοσύνῃ. Ὅσον γὰρ ὁ ἔξω ἡμῶν ἄνθρωπος δια‐ φθείρεται, τοσοῦτον ὁ ἔσω ἀνακαινοῦται. Οὐκ
20ἄλλον οὖν ἀποκτείνει, καὶ ἄλλον ζωοποιεῖ· ἀλλὰ τὸν αὐτὸν, δι’ ὧν ἀποκτείνει, ζωοποιεῖ· καὶ δι’ ὧν πατάσσει, ἰᾶται, κατὰ τὴν Παροιμίαν τὴν λέγουσαν, ὅτι Σὺ μὲν πατάξεις αὐτὸν ῥάβδῳ, τὴν δὲ ψυχὴν αὐτοῦ ἐκ θανάτου ῥύσῃ. Οὐκοῦν πατάσσεται μὲν
25σὰρξ, ἵνα ἰαθῇ ψυχή· θανατοῦται δὲ ἁμαρτία, ἵνα ζήσῃ δικαιοσύνη. Τὸ δὲ, Κατέβη κακὰ παρὰ Κυρίου ἐπὶ πύλας Ἱερουσαλὴμ, αὐτόθεν ἔχει τὴν ἐξήγησιν. Ποῖα κακά; Ψόφος ἁρμάτων καὶ ἱππευόντων. Ὅταν δὲ ἀκούσῃς, Οὐκ ἔστι κακία ἐν πόλει, ἣν Κύριος
30οὐκ ἐποίησε· νόει τῆς κακίας τὸ ὄνομα· ὅτι τὴν προσαγομένην κάκωσιν τοῖς ἁμαρτάνουσιν ἐπὶ διορ‐ θώσει τῶν πλημμελημάτων ὁ λόγος αἰνίσσεται. Ἐκά‐ κωσα γάρ σε, φησὶ, καὶ ἐλιμαγχόνησα, ἵνα εὖ σε ποιήσω· πρὶν εἰς ἄμετρον ἐκχυθῆναι τὴν ἀδικίαν
35ἱστῶν, ὥσπερ ῥεῦμα ἕρκει τινὶ κρατερῷ καὶ διαφράγματι κατεχόμενον. Διὰ ταῦτα νόσοι πόλεων καὶ ἐθνῶν, ἀέρων αὐχμοὶ καὶ ἀφορίαι γῆς, καὶ αἱ κατὰ τὸν βίον ἑκάστῳ τρα‐ χύτεραι περιπτώσεις, τῆς κακίας τὴν αὔξησιν περι‐
40κόπτουσαι. Ὥστε τὰ τοιαῦτα κακὰ παρὰ Θεοῦ γί‐ νεται, τῶν ἀληθινῶν κακῶν τὴν γένεσιν ἐξαιροῦντα. Αἵ τε γὰρ κατὰ τὸ σῶμα κακώσεις, καὶ τὰ ἐκτὸς ἐπίπονα, πρὸς ἐποχὴν τῆς ἁμαρτίας ἐπινενόηνται. Ἀναιρεῖ τοίνυν τὸ κακὸν ὁ Θεός· οὐχὶ δὲ τὸ κακὸν ἐκ
45τοῦ Θεοῦ· ἐπεὶ καὶ ὁ ἰατρὸς ἐξαιρεῖ τὴν νόσον, ἀλλ’ οὐχὶ νόσον ἐμβάλλει τῷ σώματι. Πόλεων δὲ ἀφανι‐ σμοὶ, σεισμοί τε καὶ ἐπικλύσεις, καὶ στρατοπέδων ἀπώλειαι, καὶ ναυάγια, καὶ πᾶσαι πολυάνθρωποι φθοραὶ, εἴτε ἐκ γῆς, εἴτε ἐκ θαλάσσης, εἴτε ἐξ ἀέ‐

31

.

337

(50)

ρος, ἢ πυρὸς, ἢ ἐξ ὁποιασοῦν αἰτίας ἐπιγινόμεναι, εἰς τὸν τῶν ὑπολειπομένων σωφρονισμὸν γίνονται, τὴν πάνδημον πονηρίαν δημοσίαις μάστιξι τοῦ Θεοῦ σωφρονίζοντος. Τὸ μὲν οὖν κυρίως κακὸν ἡ ἁμαρτία,
ὅπερ μάλιστά ἐστι τῆς τοῦ κακοῦ προσηγορίας ἄξιον,337

31

.

340

ἐκ τῆς ἡμετέρας προαιρέσεως ἤρτηται, ἐφ’ ἡμῖν ὅντος ἢ ἀπέχεσθαι τῆς πονηρίας, ἢ μοχθηροῖς εἶναι· τῶν δὲ λοιπῶν τὰ μὲν ὡς ἀγωνίσματα εἰς ἐπίδειξιν ἀνδρείας προβάλλεται, ὡς τῷ Ἰὼβ ἡ τῶν
5παίδων στέρησις, ὁ τοῦ πλούτου παντὸς ἐν μιᾷ και‐ ροῦ ῥοπῇ ἀφανισμὸς, ἡ διὰ τοῦ ἕλκους πληγή· τὰ δὲ ὡς θεραπεία τῶν ἡμαρτημένων, ὡς τῷ Δαβὶδ ἡ περὶ τὸν οἶκον αἰσχύνη, παρανόμου ἐπιθυμίας δίκας ἀποτιννύντι. Καὶ πάλιν κατενοήσαμεν ἄλλο τι εἶδος
10τῶν φοβερῶν παρὰ τῆς δικαίας τοῦ Θεοῦ κρίσεως ἐπαγόμενον, ἐπὶ τῷ σωφρονεστέρους ποιῆσαι τοὺς πρὸς ἁμαρτίαν εὐολισθήτους· ὡς ὁ Δαθὰν καὶ Ἀβει‐ ρὼν ὑπὸ τῆς γῆς κατεπόθησαν, βαράθρων αὐτοῖς καὶ χασμάτων ὑποῤῥαγέντων. Ἐνταῦθα γὰρ οὐκ αὐτοί
15τι τῷ τοιούτῳ τρόπῳ τῆς κολάσεως βελτίους γεγό‐ νασι (πῶς γὰρ οἱ καταβάντες εἰς ᾅδου;), ἀλλὰ τοὺς λοιποὺς σωφρονεστέρους τῷ ὑποδείγματι πε‐ ποιήκασιν. Οὕτω καὶ Φαραὼ κατεποντίσθη πανστρα‐ τιᾷ. Οὕτως ἐξετρίβησαν οἱ προενοικοῦντες τὴν Παλαι‐
20στίνην. Ὥστε, κἂν λέγῃ ποτὲ ὁ Ἀπόστολος, Σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν, μὴ κατα‐ σκευήν τινα πονηρὰν οἰηθῶμεν εἶναι τοῦ Φαραώ (οὕτω γὰρ ἐπὶ τὸν κατασκευάσαντα δικαιότερον ἡ αἰτία μετενεχθήσεται)· ἀλλ’ ὅταν ἀκούσῃς σκεύη,
25νόει, ὅτι πρός τι χρήσιμον ἕκαστος ἡμῶν πεποίη‐ ται. Καὶ ὥσπερ ἐν τῇ μεγάλῃ οἰκίᾳ τὸ μέν τοι χρυ‐ σοῦν ἐστι σκεῦος, τὸ δὲ ἀργυροῦν, τὸ δὲ ὀστράκινον, τὸ δὲ ξύλινον (τῆς προαιρέσεως ἑκάστου τὴν πρὸς τὰς ὕλας ὁμοιότητα παρεχομένης· καὶ χρυσοῦν μὲν ἔστι
30σκεῦος ὁ καθαρὸς τὸν τρόπον καὶ ἄδολος· ἀργυροῦν δὲ, ὁ ὑποδεέστερος ἐκείνου κατὰ τὴν ἀξίαν· ὀστράκι‐ νον δὲ, ὁ τὰ γήινα φρονῶν καὶ πρὸς συντριβὴν ἐπιτή‐ δειος· καὶ ξύλινον, ὁ εὐκόλως διὰ τῆς ἁμαρτίας καταῤῥυπούμενος καὶ ὕλη γινόμενος τῷ αἰωνίῳ πυρί)·
35οὕτω καὶ ὀργῆς σκεῦος, ὁ πᾶσαν τὴν τοῦ διαβόλου ἐνέργειαν, ὥσπερ ἀγγεῖον, χωρήσας, καὶ διὰ τὴν ἐγ‐ γενομένην αὐτῷ ἐκ τῆς φθορᾶς δυσωδίαν οὐκέτι ἀχθῆναι πρὸς χρῆσιν δυνάμενος, ἀλλ’ ἀφανισμοῦ μόνου καὶ ἀπωλείας ἄξιος. Διόπερ, ἐπειδὴ ἔδει συντριβῆναι
40αὐτὸν, ὁ φρόνιμος καὶ σοφὸς τῶν ψυχῶν οἰκονόμος339

31

.

341

διῳκήσατο αὐτὸν περιφανῆ γενέσθαι καὶ πᾶσιν ἐξάκουστον, ἵνα ἄλλοις γοῦν ὠφέλιμος διὰ τοῦ πά‐ θους γένηται, ἐπειδὴ αὐτὸς ὑπὸ τῆς ἄγαν κα‐ κίας ἀνίατος ἦν. Ἐσκλήρυνε δὲ αὐτὸν, τῇ μακρο‐
5θυμίᾳ καὶ τῇ τῆς τιμωρίας ἀναβολῇ ἐπιτείνων αὐτοῦ τὴν κακίαν, ἵνα, εἰς τὸν ἔσχατον ὅρον αὐξηθείσης αὐτοῦ τῆς πονηρίας, τὸ δίκαιον ἐπ’ αὐτῷ τῆς θείας κρίσεως διαφανῇ. Διὰ τοῦτο ἀπὸ μικροτέρων πλη‐ γῶν ἀεὶ προστιθεὶς καὶ ἐπιτείνων τὰς μάστιγας, οὐκ
10ἐμάλαξεν αὐτοῦ τὸ ἀνυπότακτον, ἀλλ’ εὕρισκεν αὐτὸν καὶ τῆς ἀνοχῆς τοῦ Θεοῦ καταφρονοῦντα, καὶ τοῖς ἐπαγομένοις αὐτῷ δεινοῖς ὑπὸ τῆς συνηθείας ἐμμε‐ λετήσαντα. Καὶ οὐδὲ οὕτως αὐτὸν παρέδωκε τῷ θανάτῳ, ἕως αὐτὸς ἑαυτὸν ἐποίησεν ὑποβρύχριον, ἐν τῇ
15ὑπερηφανίᾳ τῆς καρδίας αὐτοῦ τῆς τῶν δικαίων πο‐ ρείας κατατολμήσας, καὶ νομίσας ὥσπερ τῷ λαῷ τοῦ Θεοῦ, οὕτω καὶ αὐτῷ βάσιμον ἔσεσθαι τὴν Ἐρυθρὰν θάλασσαν. Ταῦτα δὴ οὖν εἰδὼς παρὰ Θεοῦ, καὶ διῃρη‐ μένα ἔχων παρὰ σεαυτῷ τοῦ κακοῦ τὰ εἴδη, καὶ
20εἰδὼς τί μὲν τὸ ὄντως κακὸν, ὅτι ἡ ἁμαρτία, ἧς τὸ τέλος ἀπώλεια· τί δὲ τὸ δοκοῦν μὲν κακὸν διὰ τὸ τῆς αἰσθήσεως ἀλγεινὸν, ἀγαθοῦ δὲ δύναμιν ἔχον, ὡς αἱ κακώσεις αἱ πρὸς ἐποχὴν τῆς ἁμαρτίας ἐπαγόμεναι, ὧν οἱ καρποὶ σωτηρία ψυχῶν αἰώνιος· παῦσαι
25δυσαρεστούμενος ταῖς θείαις οἰκονομίαις· ὅλως δὲ μήτε Θεὸν αἴτιον ἡγοῦ τῆς ὑπάρξεως τοῦ κακοῦ, μήτε ἰδίαν ὑπόστασιν τοῦ κακοῦ εἶναι φαντάζου. Οὐ γάρ ἐστιν ὑφεστὼς, ὥσπερ τι ζῶον, ἡ πονηρία· οὔτε οὐ‐ σίαν αὐτῆς ἐνυπόστατον παραστῆσαι ἔχομεν. Στέρη‐
30σις γὰρ ἀγαθοῦ ἐστι τὸ κακόν. Ὀφθαλμὸς ἐκτίσθη· τυφλότης δὲ τῇ ἀπωλείᾳ τῶν ὀφθαλμῶν ἐπεγένετο. Ὥστε, εἰ μὴ ἦν φθαρτῆς φύσεως ὁ ὀφθαλμὸς, οὐκ ἂν ἕσχεν ἡ τυφλότης παρείσδυσιν. Οὕτω καὶ τὸ κα‐ κὸν οὐκ ἐν ἰδίᾳ ὑπάρξει ἐστὶν, ἀλλὰ τοῖς τῆς ψυχῆς
35πηρώμασιν ἐπιγίνεται. Οὔτε γὰρ ἀγέννητόν ἐστιν, ὡς ὁ τῶν ἀσεβῶν λόγος, ὁμότιμον ποιούν‐ των τῇ ἀγαθῇ φύσει τὴν πονηρὰν, εἴπερ ἀμφό‐ τερα ἄναρχα καὶ γενέσεώς ἐστιν ἀνώτερα· οὔτε μὴν γεννητόν. Εἰ γὰρ πάντα ἐκ τοῦ Θεοῦ, πῶς
40τὸ κακὸν ἐκ τοῦ ἀγαθοῦ; Οὐδὲ γὰρ τὸ αἰσχρὸν ἀπὸ τοῦ καλοῦ, οὔτε ἡ κακία ἀπὸ τῆς ἀρε‐ τῆς. Ἀνάγνωθι τὴν κοσμοποιίαν, καὶ εὑρήσεις, ὅτι ἐκεῖ Πάντα καλὰ, καὶ καλὰ λίαν. Οὐ τοίνυν τὸ κακὸν τοῖς καλοῖς συνεκτίσθη. Ἀλλ’ οὐδὲ ἡ νοητὴ
45κτίσις, γενομένη παρὰ τοῦ Δημιουργοῦ, ἀναμεμι‐ γμένη τῇ πονηρίᾳ εἰς τὸ εἶναι παρήχθη. Εἰ γὰρ
τὰ σωματικὰ οὐκ ἔσχεν ἐν ἑαυτοῖς τὸ κακὸν συγκτι‐341

31

.

344

ζόμενον, πῶς ἂν τὰ νοητὰ, τοσοῦτον καθαρότητι καὶ ἁγιασμῷ διαφέροντα, κοινὴν ἂν ἔσχε πρὸς τὸ κακὸν τὴν ὑπόστασιν; Ἀλλὰ μὴν ἔστι τὸ κακὸν, καὶ ἡ ἐνέργεια δείκνυσι πολὺ κατὰ τοῦ βίου παντὸς κεχυ‐
5μένον. Πόθεν οὖν αὐτῷ τὸ εἶναι, εἰ μήτε ἄναρχόν ἐστι, φησὶ, μήτε πεποίηται;
8 Ἀντερωτάσθωσαν οἱ τὰ τοιαῦτα ἐπιζητοῦντες· Πόθεν νόσοι; πόθεν αἱ πηρώσεις τοῦ σώματος;
10Οὔτε γὰρ ἀγέννητος ἡ νόσος, οὔτε μὴν δημιούργημα τοῦ Θεοῦ. Ἀλλ’ ἐκτίσθη μὲν τὰ ζῶα μετὰ τῆς πρε‐ πούσης αὐτοῖς κατασκευῆς κατὰ φύσιν, καὶ παρ‐ ήχθη πρὸς τὴν ζωὴν ἀπηρτισμένα τοῖς μέλεσιν, ἐνόσησε δὲ τοῦ κατὰ φύσιν παρατραπέντα. Ἐξίστα‐
15ται γὰρ τῆς ὑγιείας ἢ διὰ πονηρὰν δίαιταν ἢ δι’ ἡσδηποτοῦν νοσοποιοῦ αἰτίας. Οὐκοῦν σῶμα μὲν ἔκτισεν ὁ Θεὸς, οὐχὶ νόσον· καὶ ψυχὴν τοίνυν ἐποίη‐ σεν ὁ Θεὸς, οὐχὶ δὲ ἁμαρτίαν· ἐκακώθη δὲ ἡ ψυχὴ, παρατραπεῖσα τοῦ κατὰ φύσιν. Τί δὲ ἦν αὐτῇ τὸ
20προηγούμενον ἀγαθόν; Ἡ προσεδρεία τοῦ Θεοῦ, καὶ ἡ διὰ τῆς ἀγάπης συνάφεια· ἧς ἐκπεσοῦσα, τοῖς ποικίλοις καὶ πολυτρόποις ἀῤῥωστήμασιν ἐκα‐ κώθη. Διὰ τί δὲ ὅλως δεκτικὴ τοῦ κακοῦ; Διὰ τὴν αὐτεξούσιον ὁρμὴν, μάλιστα πρέπουσαν λογικῇ φύ‐
25σει. Λελυμένη γὰρ πάσης ἀνάγκης, καὶ αὐθαίρετον ζωὴν λαβοῦσα παρὰ τοῦ κτίσαντος, διὰ τὸ κατ’ εἰ‐ κόνα γεγενῆσθαι Θεοῦ, νοεῖ μὲν τὸ ἀγαθὸν, καὶ οἶδεν αὐτοῦ τὴν ἀπόλαυσιν, καὶ ἔχει ἐξουσίαν καὶ δύναμιν, ἐπιμένουσα τῇ τοῦ καλοῦ θεωρίᾳ καὶ τῇ ἀπολαύσει
30τῶν νοητῶν, διαφυλάσσειν αὑτῆς τὴν κατὰ φύσιν ζωήν· ἔχει δὲ ἐξουσίαν καὶ ἀπονεῦσαί ποτε τοῦ κα‐ λοῦ. Τοῦτο δὲ συμβαίνει αὐτῇ, ὅταν, κόρον λαβοῦσα τῆς μακαρίας τέρψεως, καὶ οἷον νυσταγμῷ τινι βα‐ ρυνθεῖσα καὶ ἀποῤῥυεῖσα τῶν ἄνωθεν, τῇ σαρκὶ διὰ
35τὰς αἰσχρὰς τῶν ἡδονῶν ἀπολαύσεις ἀναμιχθῇ.
38 Ἦν ποτε ὁ Ἀδὰμ ἄνω, οὐ τόπῳ, ἀλλὰ τῇ προαιρέ‐ σει, ὅτε, ἄρτι ψυχωθεὶς καὶ ἀναβλέψας πρὸς οὐρα‐
40νὸν, περιχαρὴς τοῖς ὁρωμένοις γενόμενος, ὑπερ‐ αγαπῶν τὸν εὐεργέτην, ζωῆς μὲν αἰωνίου ἀπόλαυσιν χαρισάμενον, τρυφαῖς δὲ παραδείσου ἐναναπαύσαντα, ἀρχὴν δὲ δόντα κατὰ τὴν τῶν ἀγγέλων, καὶ ἀρχαγγέ‐ λοις αὐτὸν ποιήσαντα ὁμοδίαιτον, καὶ φωνῆς θείας
45ἀκροατήν· ἐπὶ πᾶσι τούτοις ὑπερασπιζόμενος παρὰ Θεοῦ, καὶ ἀπολαύων τῶν αὐτοῦ ἀγαθῶν, ταχὺ πάντων ἀναπλησθεὶς, καὶ οἷον ἐξυβρίσας τῷ κόρῳ, τὸ τοῖς σαρκίνοις ὀφθαλμοῖς φανὲν τερπνὸν τοῦ νοητοῦ προετίμησε κάλλους, καὶ τὴν πλησμονὴν τῆς γαστρὸς

31

.

344

(50)

τῶν πνευματικῶν ἀπολαύσεων τιμιωτέραν ἔθετο.343

31

.

315

Ἔξω μὲν εὐθὺς ἦν τοῦ παραδείσου, ἔξω δὲ τῆς μα‐ καρίας ἐκείνης διαγωγῆς, οὐκ ἐξ ἀνάγκης κακὸς, ἀλλ’ ἐξ ἀβουλίας, γενόμενος. Διὰ τοῦτο καὶ ἥμαρτε μὲν διὰ μοχθηρὰν προαίρεσιν, ἀπέθανε δὲ διὰ τὴν
5ἁμαρτίαν· Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος. Ὅσον γὰρ ἀφίστατο τῆς ζωῆς, τοσοῦτον προσήγγιζε τῷ θανάτῳ. Ζωὴ γὰρ ὁ Θεός· στέρησις δὲ τῆς ζωῆς θάνατος. Ὥστε ἑαυτῷ τὸν θάνατον ὁ Ἀδὰμ διὰ τῆς ἀναχωρήσεως τοῦ Θεοῦ κατεσκεύασε, κατὰ τὸ γε‐
10γραμμένον, ὅτι Ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται. Οὕτως οὐχὶ Θεὸς ἔκτισε θάνατον, ἀλλ’ ἡμεῖς ἑαυτοῖς ἐκ πονηρᾶς γνώμης ἐπεσπασά‐ μεθα. Οὐ μὴν οὐδὲ ἐκώλυσε τὴν διάλυσιν διὰ τὰς προειρημένας αἰτίας, ἵνα μὴ ἀθάνατον ἡμῖν τὴν ἀῤ‐
15ῥωστίαν διατηρήσῃ. Ὥσπερ ἂν εἴ τις σκεῦος πήλινον διαῤῥυὲν μὴ καταδέχοιτο παραδοῦναι πυρὶ, ἕως ἂν τὸ ἐνυπάρχον αὐτῷ πάθος διὰ τῆς ἀναπλάσεως ἐξιά‐ σαιτο. Ἀλλὰ διὰ τί οὐκ ἐν τῇ κατασκευῇ τὸ ἀναμάρτητον ἔσχομεν, φησὶν, ὥστε μηδὲ βουλομέ‐
20νοις ἡμῖν ὑπάρχειν τὸ ἁμαρτάνειν; Ὅτι καὶ σὺ τοὺς οἰκέτας, οὐχ ὅταν δεσμίους ἔχῃς, εὔνους ὑπολαμβά‐ νεις, ἀλλ’ ὅταν ἑκουσίως ἴδῃς ἀποπληροῦντάς σοι τὰ καθήκοντα. Καὶ Θεῷ τοίνυν οὐ τὸ ἠναγκασμένον φί‐ λον, ἀλλὰ τὸ ἐξ ἀρετῆς κατορθούμενον. Ἀρετὴ δὲ ἐκ
25προαιρέσεως, καὶ οὐκ ἐξ ἀνάγκης γίνεται Προαίρε‐ σις δὲ τῶν ἐφ’ ἡμῖν ἤρτηται. Τὸ δὲ ἐφ’ ἡμῖν ἐστι τὸ αὐτεξούσιον. Ὁ τοίνυν μεμφόμενος τὸν ποιητὴν ὡς μὴ φυσικῶς κατασκευάσαντα ἡμᾶς ἀναμαρτήτους, οὐδὲν ἕτερον ἢ τὴν ἄλογον φύσιν τῆς λογικῆς προ‐
30τιμᾷ, καὶ τὴν ἀκίνητον καὶ ἀνόρμητον τῆς προαιρε‐ τικῆς καὶ ἐμπράκτου. Ταῦτα εἰ καὶ παρεκβατικῶς, ἀλλ’ ἀναγκαίως εἴρηται, ἵνα μὴ, εἰς βυθὸν διαλογι‐ σμῶν ἐμπεσὼν, πρὸς τῇ στερήσει τῶν περισπουδά‐ στων, ἔτι καὶ Θεοῦ στέρησιν ὑπομείνῃς. Παυσώμεθα
35οὖν ἐπανορθούμενοι τὸν σοφόν. Παυσώμεθα τὸ βέλ‐ τιον τῶν παρ’ αὐτοῦ γινομένων ἐπιζητοῦντες. Εἰ γὰρ καὶ τῶν κατὰ μέρος οἰκονομουμένων διαφεύγουσιν ἡμᾶς οἱ λόγοι, ἀλλ’ ἕν γε ἐκεῖνο δόγμα ταῖς ψυχαῖς ἡμῶν ἐνυπαρχέτω, τὸ, μηδὲν κακὸν παρὰ τοῦ ἀγα‐
40θοῦ γίνεσθαι.
42 Ἐπεισέρχεται δὲ τούτῳ, κατὰ τὸ ἀκόλουθον τῆς ἐννοίας, καὶ τὸ περὶ τοῦ διαβόλου ζήτημα. Πόθεν ὁ διάβολος, εἰ μὴ παρὰ Θεοῦ τὰ κακά; Τί οὖν
45φαμεν; Ὅτι ὁ αὐτὸς ἡμῖν ἀρκέσει καὶ περὶ τοῦ ζη‐ τήματος τούτου λόγος, ὁ καὶ περὶ τῆς ἐν ἀνθρώποις πονηρίας ἀποδοθείς. Πόθεν γὰρ πονηρὸς ὁ ἄνθρωπος; Ἐκ τῆς οἰκείας αὐτοῦ προαιρέσεως. Πόθεν κα‐ κὸς ὁ διάβολος; Ἐκ τῆς αὐτῆς αἰτίας, αὐθαίρετον

31

.

315

(50)

ἔχων καὶ αὐτὸς τὴν ζωὴν, καὶ ἐπ’ αὐτῷ κειμένην τὴν ἐξουσίαν, ἢ παραμένειν τῷ Θεῷ, ἢ ἀλλοτριωθῆναι τοῦ ἀγαθοῦ. Γαβριὴλ ἄγγελος, καὶ παρέστηκε τῷ Θεῷ διηνεκῶς. Ὁ Σατανᾶς ἄγγελος, καὶ ἐξέπεσε τῆς
οἰκείας τάξεως παντελῶς. Κἀκεῖνον ἡ προαίρεσις δι‐345

31

.

348

εφύλαξεν ἐν τοῖς ἄνω, καὶ τοῦτον κατέῤῥιψε τῆς γνώμης τὸ αὐτεξούσιον. Ἐδύνατο γὰρ κἀκεῖνος ἀπο‐ στατῆσαι, καὶ οὗτος μὴ ἐκπεσεῖν. Ἀλλὰ τὸν μὲν διεσώσατο τῆς ἀγάπης τοῦ Θεοῦ τὸ ἀκόρεστον· τὸν
5δὲ ἀπόβλητον ἔδειξεν ἡ ἐκ Θεοῦ ἀναχώρησις. Τοῦτό ἐστι τὸ κακὸν, ἡ τοῦ Θεοῦ ἀλλοτρίωσις. Μικρὰ περι‐ στροφὴ ὀφθαλμοῦ ἢ μετὰ ἡλίου ἡμᾶς εἶναι ποιεῖ, ἢ μετὰ τῆς σκιᾶς τοῦ σώματος ἡμῶν. Κἀκεῖ μὲν ἀνα‐ βλέψαντι ἕτοιμον τὸ φωτισθῆναι, ἀπονεύσαντι δὲ πρὸς
10τὴν σκιὰν ἀναγκαία ἡ σκότωσις. Οὕτω πονηρὸς ὁ διάβολος, ἐκ προαιρέσεως ἔχων τὴν πονηρίαν, οὐ φύ‐ σις ἀντικειμένη τῷ ἀγαθῷ. Πόθεν οὖν αὐτῷ ὁ πρὸς ἡμᾶς πόλεμος; Ὅτι, δοχεῖον ὢν πάσης κακίας, ἐδέ‐ ξατο καὶ τοῦ φθόνου τὴν νόσον, καὶ ἐβάσκηνεν ἡμῖν
15τῆς τιμῆς. Οὐ γὰρ ἤνεγκεν ἡμῶν τὴν ἄλυπον ζωὴν τὴν ἐν τῷ παραδείσῳ· δόλοις δὲ καὶ μηχαναῖς ἐξαπα‐ τήσας τὸν ἄνθρωπον, καὶ τὴν ἐπιθυμίαν αὐτοῦ, ἣν ἔσχε πρὸς τὸ ὁμοιωθῆναι τῷ Θεῷ, ταύτῃ πρὸς τὴν ἀπάτην ἀποχρησάμενος, ἔδειξε τὸ ξύλον, καὶ ἐπηγ‐
20γείλατο διὰ τῆς βρώσεως αὐτοῦ ὅμοιον τῷ Θεῷ καταστήσειν. Ἐὰν γὰρ φάγητε, φησὶν, ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν. Οὐκ ἐχθρὸς τοίνυν ἡμῖν κατεσκευάσθη, ἀλλ’ ἐκ ζηλοτυπίας ἡμῖν εἰς ἔχθραν ἀντικατέστη. Ὁρῶν γὰρ ἑαυτὸν ἐκ τῶν ἀγγέ‐
25λων καταῤῥιφέντα, οὐκ ἔφερε βλέπειν τὸν γήϊνον ἐπὶ τὴν ἀξίαν τῶν ἀγγέλων διὰ προκοπῆς ἀνυψούμενον. Ἐπειδὴ οὖν γέγονεν ἐχθρὸς, ἐφύλαξεν ἡμῖν ὁ Θεὸς τὴν πρὸς αὐτὸν ἐναντίωσιν, δι’ ὧν τῷ ὑπηρετησα‐ μένῳ αὐτῷ θηρίῳ διελέγετο, πρὸς αὐτὸν ἀναφέρων
30τὴν ἀπειλήν· ὅτι Ἔχθραν θήσω ἀναμέσον σοῦ καὶ ἀναμέσον τοῦ σπέρματος αὐτῆς. Τῷ ὄντι γὰρ βλα‐ βεραὶ αἱ πρὸς τὴν κακίαν καταλλαγαί· ἐπειδὴ νόμος οὗτος φιλίας δι’ ὁμοιότητος πέφυκε τοῖς συν‐ απτομένοις ἐγγίνεσθαι. Ὅθεν ὀρθῶς ἔχει τὸ, Φθεί‐
35ρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. Ὡς γὰρ ἐν τοῖς νοσοποιοῖς χωρίοις ὁ κατὰ μέρος ἀναπνεόμενος ἀὴρ λανθάνουσαν νόσον τοῖς ἐνδιαιτωμένοις ἐναποτίθεται· οὕτως ἡ πρὸς τὰ φαῦλα συνήθεια μεγάλα κακὰ ταῖς ψυχαῖς ἐναφίησι, κἂν τὴν παραυτίκα αἴσθησιν τὸ βλα‐
40βερὸν διαφεύγῃ. Διὰ τοῦτο ἀδιάλλακτος ἡ πρὸς τὸν ὄφιν ἔχθρα. Εἰ δὲ τὸ ὄργανον τοσούτου μίσους ἄξιον, πόσον ἐχθραίνειν ἡμᾶς τῷ ἐνεργήσαντι προσῆκεν; Ἀλλὰ καὶ διὰ τί ἦν τὸ ξύλον, φησὶν, ἐν τῷ παρα‐ δείσῳ, δι’ οὗ τῷ διαβόλῳ ἔμελλε προχωρήσειν ἡ καθ’
45ἡμῶν ἐπιχείρησις; Εἰ γὰρ μὴ εἶχε τῆς ἀπάτης τὸ δέλεαρ, πῶς ἂν ἡμᾶς διὰ τῆς παρακοῆς εἰς τὸν θάνα‐ τον ὑπηγάγετο; Ὅτι ἔδει εἶναι ἐντολὴν τὴν δοκι‐ μάζουσαν ἡμῶν τὸ ὑπήκοον. Διὰ τοῦτο ἦν φυτὸν ὡραίων καρπῶν εὔφορον, ἵνα ἐν τῇ ἀποχῇ τοῦ ἡδέος,

31

.

348

(50)

τὸ τῆς ἐγκρατείας καλὸν ἐπιδειξάμενοι, τῶν τῆς ὑπομονῆς στεφάνων δικαίως ἀξιωθῶμεν. Ἐπηκολού‐ θησε δὲ τῇ βρώσει οὐ παρακοὴ μόνον τῆς ἐντο‐ λῆς, ἀλλὰ καὶ ἡ ἐπίγνωσις τῆς γυμνότητος. Ἔφα‐
γον γὰρ, φησὶ, καὶ διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλ‐347

31

.

349

μοὶ, καὶ ἔγνωσαν, ὅτι γυμνοί εἰσιν. Ἔδει δὲ μὴ γινώσκειν τὴν γύμνωσιν, ἵνα μὴ ὁ νοῦς τοῦ ἀνθρώ‐ που περιεσπᾶτο πρὸς τὴν τοῦ λείποντος ἀναπλήρω‐ σιν, ἀμφιέσματα ἑαυτῷ καὶ τῆς γυμνότητος παρα‐
5μυθίαν ἐπινοῶν, καὶ ὅλως τῇ τῆς σαρκὸς ἐπιμελείᾳ τῆς πρὸς Θεὸν ἐνατενίσεως ἀφελκόμενος. Διὰ τί δὲ οὐκ εὐθὺς αὐτῷ συγκατεσκευάσθη καὶ τὰ ἐνδύματα; Ὅτι οὔτε φυσικὰ ἔπρεπεν εἶναι ταῦτα, οὔτε ἐκ τέ‐ χνης. Τὰ μὲν γὰρ φυσικὰ ἴδια τῶν ἀλόγων ἐστίν·
10οἷον πτερὰ, καὶ τρίχες, καὶ δερμάτων παχύτητες, στέγειν μὲν χειμῶνας, φέρειν δὲ καύσωνας δυναμέ‐ νων. Ἐν οἷς οὐδὲν τὸ ἕτερον τοῦ ἑτέρου διενήνοχεν, ὁμοτίμου πᾶσι τῆς φύσεως ὑπαρχούσης· ἀνθρώπῳ δὲ ἔπρεπε, κατὰ τὴν ἀναλογίαν τῆς πρὸς Θεὸν ἀγά‐
15πης, παρηλλαγμένας τῶν ἀγαθῶν τὰς ἀντιδόσεις ὑπάρχειν. Αἱ δὲ ἐκ τέχνης ἐπιτηδεύσεις ἀσχολίας ἂν ἐγένοντο πρόξενοι· ὃ μάλιστα φευκτὸν ἦν ὡς βλαβε‐ ρὸν τῷ ἀνθρώπῳ. Διὸ καὶ ὁ Κύριος, εἰς τὴν ἐν τῷ παραδείσῳ ζωὴν ἡμᾶς ἀνακαλούμενος, ἐκβάλλει τὴν
20μέριμναν τῶν ψυχῶν, λέγων· Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε· μηδὲ τῷ σώματι ὑμῶν, τί ἐνδύσησθε. Οὔτε οὖν ἐκ φύσεως ἔπρεπεν αὐτῷ ἔχειν τὰ σκεπάσματα, οὔτε ἐκ τέχνης· ἀλλ’ ἕτερα ἦν ηὐτρεπισμένα, ἐπιδειξαμένῳ τὴν ἀρετὴν, τὰ ἐκ τῆς
25τοῦ Θεοῦ χάριτος ἐπανθεῖν τῷ ἀνθρώπῳ, καὶ περι‐ αστράπτειν μέλλοντα φωτειναῖς τισι περιβολαῖς, ὁποῖαι αἱ τῶν ἀγγέλων, ὑπὲρ τὴν τῶν ἀνθέων ποι‐ κιλίαν, ὑπὲρ τὴν τῶν ἀστέρων φαιδρότητα καὶ στιλ‐ βότητα. Διὰ τοῦτο οὖν οὐκ εὐθὺς αὐτῷ τὰ ἐνδύματα,
30ἐπειδὴ ἆθλα ἦν ἀρετῆς ἀποκείμενα τῷ ἀνθρώπῳ, εἰς ἃ φθάσαι ὑπὸ τῆς ἐπηρείας τοῦ διαβόλου οὐκ ἐπετράπη. Ἀγωνιστὴς τοίνυν ἕστηκεν ἡμῖν ὁ διάβο‐ λος διὰ τὸ ἐξ ἐπηρείας πάλαι γενόμενον ἡμῖν πτῶ‐ μα, τοῦ Κυρίου οἰκονομήσαντος ἡμῖν τὴν πρὸς αὐτὸν
35πάλην, ὥστε διὰ τῆς ὑπακοῆς ἀναπαλαῖσαι ἡμᾶς, καὶ καταστεφανωθῆναι τοῦ ἀντιδίκου. Εἴθε μὲν γὰρ μὴ ἐγεγόνει διάβολος, ἀλλ’ ἔμεινεν ἐν τῇ τάξει, ἐν ᾗ ἐξ ἀρχῆς ἐτάχθη παρὰ τοῦ ταξιάρχου! ἐπειδὴ δὲ γέγονεν ἀποστάτης, ἐχθρὸς μὲν Θεοῦ, ἐχθρὸς δὲ
40ἀνθρώπων τῶν κατ’ εἰκόνα Θεοῦ γεγενημένων (διὰ τοῦτο γάρ ἐστι μισάνθρωπος, διότι καὶ θεομάχος· καὶ μισεῖ μὲν ἡμᾶς ὡς κτήματα τοῦ Δεσπότου, μισεῖ δὲ ὡς ὁμοιώματα τοῦ Θεοῦ)· συνεχρήσατο οὖν αὐτοῦ τῇ πονηρίᾳ εἰς γυμνάσιον τῶν ἡμετέρων ψυχῶν
45ὁ σοφῶς καὶ προνοητικῶς οἰκονομῶν τὰ ἀνθρώπινα, ὥσπερ ἰατρὸς τῷ τῆς ἐχίδνης ἰῷ εἰς σωτηρίων φαρ‐ μάκων κατασκευὴν ἀποχρώμενος. Τίς οὖν ἦν ὁ διάβολος; καὶ τίς ἡ τάξις; καὶ τί τὸ ἀξίωμα; καὶ πόθεν ὅλως Σατανᾶς προσηγόρευται; Σατανᾶς

31

.

349

(50)

μὲν οὖν, διὰ τὸ ἀντικεῖσθαι τῷ ἀγαθῷ· οὕτω γὰρ
σημαίνει ἡ φωνὴ τῶν Ἑβραίων, ὡς ἐν ταῖς Βασι‐349

31

.

352

λείαις μεμαθήκαμεν· Ἐξήγειρε γὰρ, φησὶ, Κύριος τῷ Σολομῶντι Σατᾶν, Ἄδερ τὸν βασιλέα τῶν Σύ‐ ρων· διάβολος δὲ, ἐπειδὴ ὁ αὐτὸς καὶ συνεργὸς τῆς ἁμαρτίας ἡμῶν καὶ κατήγορος γίνεται· χαίρων
5μὲν ἡμῶν ἀπωλείᾳ, παραδειγματίζων δὲ ἡμᾶς ἐπὶ τοῖς πεπραγμένοις. Φύσις δὲ αὐτοῦ ἀσώματος, κατὰ τὸν Ἀπόστολον, τὸν εἰπόντα· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰ πνευ‐ ματικὰ τῆς πονηρίας. Ἀξίωμα δὲ ἀρχικόν· Πρὸς
10γὰρ τὰς ἀρχὰς, φησὶ, καὶ τὰς ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου. Τόπος δὲ τῆς ἀρχῆς ὁ ἐναέριος, ὥς φησιν ὁ αὐτός· Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπει‐
15θείας. Διὰ τοῦτο καὶ κόσμου ἄρχων λέγεται, ἐπειδὴ περίγειος αὐτοῦ ἐστιν ἡ ἀρχή. Καὶ οὕτως φησὶν ὁ Κύριος· Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. Καὶ πάλιν· Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν.
20 Ἐπειδὴ δὲ εἴρηται περὶ τῆς στρατιᾶς τοῦ διαβό‐ λου, ὅτι Πνευματικά ἐστι τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις, εἰδέναι χρὴ, ὅτι οὐρανὸν συνήθως ἡ Γραφὴ τὸν ἀέρα λέγει, ὡς τὸ, Τὰ πετεινὰ τοῦ οὐ‐ ρανοῦ· καὶ τὸ, Ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν·
25τουτέστιν, ἐπὶ πολὺ τοῦ ἀέρος ὑψοῦνται. Διὰ τοῦτο καὶ ὁ Κύριος Εἶδε τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα· τουτέστι, τῆς οἰκείας ἀρχῆς ἐκπεσόντα, καὶ κάτω γενόμενον, ἵνα πατῆται ὑπὸ τῶν εἰς Χριστὸν ἠλπικότων. Ἔδωκε γὰρ δύναμιν
30τοῖς ἑαυτοῦ μαθηταῖς τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Ἐπεὶ οὖν ἐξεβλήθη ἡ πονηρὰ αὐτοῦ τυραννὶς, καὶ ἐκαθάρθη ὁ περίγειος τόπος διὰ τοῦ σωτηρίου πάθους, τοῦ εἰρηνεύσαντος τὰ ἐπὶ τῆς γῆς καὶ τὰ ἐν
35τοῖς οὐρανοῖς, κηρύσσεται ἡμῖν λοιπὸν ἡ βασιλεία τῶν οὐρανῶν· Ἰωάννου μὲν λέγοντος· Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν· τοῦ Κυρίου δὲ πανταχοῦ τὸ Εὐαγγέλιον τῆς βασιλείας κηρύσσοντος· καὶ ἔτι πρότερον τῶν ἀγγέλων βοώντων· Δόξα ἐν ὑψίστοις
40Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη· καὶ τῶν ἀγαλλιωμένων ἐπὶ τῇ εἰς Ἱερουσαλὴμ εἰσόδῳ τοῦ Κυρίου ἡμῶν, καὶ κραζόντων· Εἰρήνη ἐν οὐρανοῖς, καὶ δόξα ἐν ὑψίστοις. Καὶ ὅλως, μυρίαι εἰσὶ τῶν ἐπινικίων αἱ φωναὶ, τὴν εἰς τέλος καθαίρεσιν τοῦ ἐχθροῦ παρ‐
45ιστῶσαι, ὡς οὐδεμιᾶς πάλης, οὐδὲ ἀγῶνος ἐν τοῖς ἄνω ὑπολειπομένου ἡμῖν, οὐδέ τινος ἀνθισταμένου
καὶ παρατρέποντος ἡμᾶς τῆς μακαρίας ζωῆς, ἀλλ’,351

31

.

353

ἄλυπον ἡμῶν τὴν διαδοχὴν ἐχόντων πρὸς τὸ ἑξῆς, καὶ ἀπολαυόντων ἡμῶν τοῦ ξύλου τῆς ζωῆς εἰς τὸ διηνεκὲς, οὗ μετασχεῖν ἐξ ἀρχῆς διὰ τὴν τοῦ ὄφεως ἐπιβουλὴν ἐκωλύθημεν. Ἔταξε γὰρ ὁ Θεὸς τὴν
5φλογίνην ῥομφαίαν φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου ζωῆς· ἣν παρελθόντες ἀκωλύτως, εἴσω γε‐ νοίμεθα τῆς ἀπολαύσεως τῶν καλῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς
τοὺς αἰῶνας. Ἀμήν.353