TLG 2040 023 :: BASILIUS :: Homilia in martyrem Julittam BASILIUS Theol., Episcopus Homilia in martyrem Julittam Citation: Volume — page — (line) | ||
4t | ΕΙΣ ΤΗΝ ΜΑΡΤΥΡΑ ΙΟΥΛΙΤΤΑΝ, | |
---|---|---|
5t | καὶ εἰς τὰ λειπόμενα τῆς προλεχθείσης ὁμι‐ | |
6t | λίας τῆς περὶ εὐχαριστίας. | |
7 | Ἡ μὲν ὑπόθεσις τῆς ἐκκλησίας ἐστὶ τὸ ἐπὶ τῇ μα‐ καρίᾳ μάρτυρι γενόμενον κήρυγμα. Περιηγγείλαμεν γὰρ ὑμῖν τὴν ἡμέραν ταύτην, ὡς ὑπόμνημα ἔχουσαν | |
10 | τῆς μεγάλης ἀθλήσεως, ἣν ἐν γυναικείῳ σώματι ἀν‐ δρειοτάτην καὶ πᾶσαν ἔκπληξιν ἐμποιοῦσαν τοῖς τότε παροῦσι τῷ θεάματι καὶ τοῖς εἰς ὕστερον ἐκ τῆς τῶν πεπειραμένων διηγήσεως δεχομένοις τὴν ἀκοὴν ἡ μακαριωτάτη γυναικῶν Ἰουλίττα ἤθλησεν, εἴπερ | |
15 | δὴ γυναῖκα προσαγορεύειν εὐπρεπὲς τὴν τῷ μεγα‐ λοφυεῖ τῆς ψυχῆς τῆς γυναικείας φύσεως τὴν ἀσθέ‐ νειαν ἀποκρύψασαν· ὑφ’ ἧς ἡγοῦμαι μάλιστα πε‐ πλῆχθαι τὸν κοινὸν ἡμῶν ἀντίπαλον, οὐ φέροντα τὴν ἀπὸ τῶν γυναικῶν ἧτταν. Ὃς, τὰ μεγάλα ἐκεῖνα | |
20 | ὑπερηφανευόμενος, σείειν πᾶσαν τὴν οἰκουμένην, καὶ καταλήψεσθαι ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ αἴρειν, καὶ πόλεις ἐρημώσειν, ἐφάνη γυναικείας ἀρετῆς ἡττώμενος. Ἣν ἐπιχειρήσας ἐν καιρῷ πει‐ ρασμοῦ διελέγξαι, ὡς οὐ δυναμένην ὑπὸ τῆς κατὰ | |
25 | τὴν φύσιν ἀσθενείας μέχρι παντὸς τὴν εἰς Θεὸν εὐ‐ σέβειαν διασώσασθαι, εὗρε διὰ τῆς πείρας ἀνδρειο‐ τέραν τῆς φύσεως, καὶ τοσοῦτον αὐτοῦ τῶν φοβερῶν καταγελάσασαν, ὅσον αὐτὸς προσεδόκα τοῖς δεινοῖς αὐτὴν ὑποπτήξειν. Δίκης γὰρ αὐτῇ πρός τινα | |
30 | τῶν ἐν τῇ πόλει δυνατῶν συνεστώσης, πλεονεκτικὸν ἄνδρα καὶ βίαιον, ἐξ ἁρπαγῆς καὶ λεηλασίας τὸν πλοῦτον ἑαυτῷ ἀθροίσαντα, ὃς, γῆς τε πλῆθος ἀποτε‐ μόμενος, καὶ ἀγροὺς καὶ κώμας, καὶ βοσκήματα καὶ οἰκέτας, καὶ πᾶσαν τὴν περιοῦσαν τοῦ βίου κα‐ | |
35 | τασκευὴν ἐκ τῆς γυναικὸς πρὸς ἑαυτὸν μεταστήσας, κατειλήφει τὰ δικαστήρια, συκοφάνταις καὶ ψευδο‐ μάρτυσι, καὶ δωροδοκίᾳ τῶν δικαζόντων ἐπερειδόμε‐ νος· ὡς δὲ παρῆν ἡ κυρία, καὶ ὁ κῆρυξ ἐκάλει, καὶ | |
οἱ συνήγοροι εὐτρεπεῖς, ἀρχομένην διδάσκειν τοῦ | 237 | |
31.240 | ἀνθρώπου τὴν τυραννίδα, καὶ διηγεῖσθαι μέλλουσαν τόν τε τρόπον τῆς ἐξ ἀρχῆς κτήσεως, καὶ τοῦ χρόνου τὸ μῆκος τοῦ βεβαιοῦντος τὴν δεσποτείαν, εἶτα τὴν βίαν τοῦ ἀνδρὸς καὶ τὴν πλεονεξίαν ὀδύρεσθαι· πα‐ | |
5 | ρελθὼν, οὐκ ἔφη εἰσαγώγιμον εἶναι τὴν δίκην (μηδὲ γὰρ εἶναι θεμιτὸν τῶν κοινῶν μετέχειν τοὺς μὴ λα‐ τρεύοντας τοῖς θεοῖς τῶν βασιλέων, καὶ μὴ ἐξομνυ‐ μένους τὴν εἰς Χριστὸν πίστιν). Ἐδόκει δίκαια λέγειν τῷ ἄρχοντι, καὶ ἀναγκαῖα προτείνεσθαι. Καὶ | |
10 | εὐθὺς λιβανωτὸς, καὶ ἐσχάρα, καὶ πρότασις τοῖς δικα‐ ζομένοις· ἀρνουμένοις μὲν τὸν Χριστὸν, ἀπο‐ λαύειν τῶν νόμων καὶ τῆς ἀπ’ αὐτῶν ὠφελείας· ἀν‐ τεχομένοις δὲ τῆς πίστεως, μήτε δικαστηρίων, μήτε νόμων, μήτε τῆς λοιπῆς πολιτείας μετέχειν, ὡς ἠτι‐ | |
15 | μωμένοις κατὰ τὸν νόμον τῶν τότε κρατούντων. | |
18 | Τί οὖν ἐπὶ τούτοις; Ἆρα ἐδελεάσθη τῷ πλούτῳ; ἢ τῇ πρὸς τὸν ἀδικοῦντα φιλονεικίᾳ τὸ συμφέρον παρ‐ | |
20 | εῖδεν; ἢ τὸν ἐκ τῶν δικαστῶν ἐπηρτημένον κίνδυ‐ νον ἐξεπλάγη; Οὐμενοῦν· ἀλλ’, Ἐῤῥέτω, φησὶν, ὁ βίος, οἰχέσθω χρήματα· μηδὲ τὸ σῶμά μοι περι‐ λειφθείη, πρίν τινα φωνὴν ἀφιέναι ἀσεβῆ κατὰ τοῦ κτίσαντός με Θεοῦ. Καὶ ὅσῳ πλέον ἑώρα τὸν ἄρ‐ | |
25 | χοντα τοῖς λόγοις τούτοις ἀγριαινόμενον, καὶ πρὸς τὴν ἐσχάτην κατ’ αὐτῆς ὀργὴν ἐκκαιόμενον, τοσούτῳ πλέον εὐχαρίστει τῷ Θεῷ, ὅτι, χρημάτων φθαρ‐ τῶν ἀμφισβητοῦσα, ἐφάνη τῶν οὐρανίων ἀγαθῶν ἑαυτῇ βεβαιοῦσα τὴν κτῆσιν καὶ γῆν μὲν ἀφαιρου‐ | |
30 | μένη, ἵνα παράδεισον κτήσηται, ἀτιμίαν δὲ καταδι‐ καζομένη, ἵνα τῶν στεφάνων τῆς δόξης κατα‐ ξιωθῇ· σῶμα δὲ καταικιζομένη, καὶ ζωὴν ἀφαιρου‐ μένη τὴν πρόσκαιρον, ἵνα τῶν μακαρίων ἐλπίδων λάβηται, μετὰ πάντων τῶν ἁγίων ἐν τῇ χαρᾷ | |
35 | τῆς βασιλείας εὑρισκομένη. Ὡς δὲ πολλάκις ἐρωτω‐ μένη, πολλάκις τὴν αὐτὴν ἠφίει φωνὴν, δούλην ἑαυ‐ τὴν τοῦ Χριστοῦ λέγουσα, καὶ κατηρᾶτο τοῖς πρὸς τὴν ἄρνησιν προκαλουμένοις· τότε δὴ ὁ κριτὴς τῆς ἀδικίας οὐ μόνον τὰ κτήματα, ὧν ἀδίκως καὶ παρὰ | |
40 | τοὺς νόμους ἀφῄρητο, ἀπεστέρησεν, ἀλλὰ καὶ τὴν ζωὴν αὐτὴν προσεζημίωσεν ὡς ἐνόμιζε, πυρὶ παρα‐ δοὺς αὐτήν. Ἡ δὲ πρὸς οὐδὲν οὕτω τῶν κατὰ τὸν βίον τερπνῶν ἠπειγμένως ἔδραμεν, ὡς ἐπὶ τὴν φλόγα ἦλθεν ἐκείνην, προσώπῳ καὶ σχήματι, καὶ | |
45 | οἷς ἐφθέγγετο, καὶ τῇ ἐπανθούσῃ φαιδρότητι, τῆς ψυχῆς τὸ περιχαρὲς ἐμφαίνουσα· παρακαλοῦσα τὰς παρεστηκυίας τῶν γυναικῶν, μὴ καταμα‐ | |
λακίζεσθαι πρὸς τοὺς ὑπὲρ τῆς εὐσεβείας πόνους, | 239 | |
31.241 | μηδὲ τὴν τῆς φύσεως ἀσθένειαν προφασίζεσθαι. Ἐκ τοῦ αὐτοῦ φυράματος, λέγουσα, τοῖς ἀνδράσιν ἐσμέν. Κατ’ εἰκόνα Θεοῦ γεγόναμεν, ὡς καὶ οὗτοι. Ἀρετῆς δεκτικὸν τὸ θῆλυ ὁμοτίμως τῷ ἄῤῥενι παρὰ τοῦ κτί‐ | |
5 | σαντος γέγονε. Καὶ τί γὰρ ἢ συγγενεῖς τοῖς ἀνδράσι διὰ πάντων ἐσμέν; Οὐ γὰρ σὰρξ μόνον ἐλήφθη πρὸς γυναικὸς κατασκευὴν, ἀλλὰ καὶ ὀστοῦν ἐκ τῶν ὀστέων. Ὥστε τὸ στεῤῥὸν, καὶ εὔτονον, καὶ ὑπομονητικὸν, ἐξ ἴσου τοῖς ἀνδράσι καὶ παρ’ ἡμῶν ὀφείλεται τῷ Δε‐ | |
10 | σπότῃ. Ταῦτα εἰποῦσα, πρὸς τὴν πυρὰν ἥλατο· ἡ δὲ περισχοῦσα τῆς ἁγίας τὸ σῶμα, ὥσπερ τις θά‐ λαμος φωτεινὸς, τὴν μὲν ψυχὴν ἐπὶ τὴν οὐράνιον χώραν, καὶ τὴν πρέπουσαν αὐτῇ λῆξιν ἀνέπεμψε, τὸ δὲ τίμιον σῶμα ἀκέραιον διεσώσατο τοῖς προσήκου‐ | |
15 | σιν· ὅπερ ἐν τῷ καλλίστῳ προτεμενίσματι τῆς πό‐ λεως κείμενον ἁγιάζει μὲν τὸν τόπον, ἁγιάζει δὲ τοὺς εἰς αὐτὸν συνιόντας. Γῆ δὲ ἡ κατευλογηθεῖσα τῇ ἐπιδημίᾳ τῆς μακαρίας, ἐκ τῶν οἰκείων λαγόνων ὕδατος φύσιν χαριεστάτην ἀνῆκεν· ὥστε τὴν μάρ‐ | |
20 | τυρα ἀντὶ μητρὸς γενομένην οἷόν τινι γάλακτι κοινῷ τιθηνεῖσθαι τοὺς ἐν τῇ πόλει. Τοῦτο καὶ ὑγιαίνουσι φυλακτήριον, καὶ τρυφῶσι σωφρόνως ἡδονῆς χορηγία, καὶ ἀῤῥωστοῦσι παραμυθία· τὴν τοῦ Ἑλισσαίου χά‐ ριν εἰς Ἱεριχουντίους, ταύτην εἰς ἡμᾶς παρασχομέ‐ | |
25 | νης τῆς μάρτυρος, τὸ ἁλμυρὸν τῆς κοινῆς φύσεως τῶν περὶ τὸν τόπον ὑδάτων εἰς γλυκεῖαν καὶ ἀπαλὴν καὶ προσηνῆ πᾶσιν αἴσθησιν διὰ τῆς εὐλογίας μετα‐ βαλούσης. Οἱ ἄνδρες, μὴ καταδέξησθε γυναικῶν ἐλάτ‐ τους ὀφθῆναι πρὸς τὴν εὐσέβειαν. Αἱ γυναῖκες, μὴ | |
30 | ἀπολειφθῆτε τοῦ ὑποδείγματος· ἀλλ’ ἀπροφασίστως τῆς εὐσεβείας ἀντέχεσθε· ἔργῳ πεῖραν λαβοῦ‐ σαι, ὅτι πρὸς οὐδὲν ὑμῖν τῶν ἀγαθῶν τὸ ἐλάττωμα τῆς φύσεως ἐμποδίζει. Πολλὰ περὶ τῆς μάρτυρος εἰπεῖν ὡρμημένον, ὁ | |
35 | χθὲς ἡμῖν κινηθεὶς λόγος, ἀτελὴς καταλειφθεὶς, τὴν ἐπὶ πλεῖον ἐν τούτοις διατριβὴν οὐκ ἐπιτρέπει. Δυσχερὴς δέ τις ἐγὼ φύσει πρὸς πᾶν τὸ ἀτέλεστον. Ἀτερπὲς μὲν γὰρ θέαμα, καὶ εἰκὼν ἐξ ἡμισείας τὴν μίμησιν ἔχουσα, ἄχρηστος δὲ ὁδοιπορίας πόνος, | |
40 | μὴ πρὸς τὸ προκείμενον πέρας, μηδὲ πρὸς τοὺς ὡρισμένους σταθμοὺς ἀποσωθέντος τοῦ ὁδοιπόρου. Καὶ θήρας τὸ παρὰ μικρὸν ἴσον ἐστὶ τοῦ μηδενός· καὶ οἱ τρέχοντες ἐν τοῖς σταδίοις, ἑνὶ πολλάκις βή‐ ματι μόνῳ ἐλαττωθέντες, τῶν βραβείων ἐξέπεσον. | |
45 | Καὶ ἡμεῖς τοίνυν ἐπιμνησθέντες τῶν τοῦ Ἀποστόλου ῥημάτων χθὲς, καὶ ἐν βραχέσιν ἐλπίζοντες παρα‐ δραμεῖσθαι αὐτῶν τὴν διάνοιαν, εὑρέθημεν πολλαπλάσια τῶν εἰρημένων παραλιπόντες· διόπερ ἀναγκαίαν ἡγούμεθα ὑμῖν τῶν ἐλλειφθέντων τὴν | |
31.241(50) | ἔκτισιν. Ἐλέγετο τοίνυν παρὰ τοῦ Ἀποστόλου· Πάν‐ τοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε. Περὶ μὲν οὖν τοῦ πάντοτε χαίρειν χρῆναι, εἰ καὶ μὴ τῇ ὑποθέσει ἀρκούντως, ἀλλ’ ἡμῖν | |
γε ἱκανῶς εἴρηται τῇ προτεραίᾳ· εἰ δὲ καὶ δεῖ | 241 | |
31.244 | ἀδιαλείπτως προσεύχεσθαι, καὶ δυνατόν ἐστι τὸ παρ‐ άγγελμα, οἵ τε ἀπαιτοῦντες ὑμεῖς ἕτοιμοι, ἐγώ τε κατὰ δύναμιν τὴν συνηγορίαν τοῦ λόγου πλη‐ ρώσω. Προσευχή ἐστιν αἴτησις ἀγαθοῦ παρὰ τῶν | |
5 | εὐσεβῶν εἰς Θεὸν γινομένη. Τὴν δὲ αἴτησιν οὐκ ἐν ῥήμασιν ὁριζόμεθα πάντως. Οὐδὲ γὰρ ἡγούμεθα τὸν Θεὸν τῆς διὰ τῶν λόγων ὑπομνήσεως δεῖσθαι, ἀλλ’ εἰδέναι, καὶ μὴ αἰτούντων ἡμῶν, τὰ χρήσιμα. Τί οὖν ἐστιν ὅ φαμεν; Ὅτι χρὴ μὴ ἐν συλλαβαῖς ἡμᾶς | |
10 | τὴν προσευχὴν ἀποπληροῦν, ἀλλὰ προαιρέσει μᾶλλον ψυχῆς, καὶ πράξεσι ταῖς κατ’ ἀρετὴν παντὶ τῷ βίῳ συμπαρεκτεινομέναις, τὴν δύναμιν πληροῦ‐ σθαι τῆς προσευχῆς. Εἴτε γὰρ ἐσθίετε, φησὶν, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ | |
15 | ποιεῖτε. Καθεζόμενος ἐπὶ τραπέζης, προσεύχου· προσφερόμενος τὸν ἄρτον, τῷ δεδωκότι τὴν χάριν ἀποπλήρου· οἴνῳ τὸ ἀσθενὲς τοῦ σώματος ὑπερεί‐ δων, μέμνησο τοῦ παρεχομένου σοι τὸ δῶρον εἰς εὐ‐ φροσύνην καρδίας, καὶ παραμυθίαν ἀῤῥωστημάτων. | |
20 | Παρῆλθεν ἡ χρεία τῶν βρωμάτων; Ἡ μέντοι μνήμη τοῦ εὐεργέτου μὴ παρερχέσθω. Τὸν χιτῶνα ἐνδυό‐ μενος, εὐχαρίστει τῷ δεδωκότι· τὸ ἱμάτιον περιβαλ‐ λόμενος, αὔξησον τὴν εἰς Θεὸν ἀγάπην, ὃς καὶ χει‐ μῶνι καὶ θέρει ἐπιτήδεια ἡμῖν σκεπάσματα ἐχαρί‐ | |
25 | σατο, τήν τε ζωὴν ἡμῶν συντηροῦντα, καὶ τὸ ἄσχημον περιστέλλοντα. Ἐπληρώθη ἡ ἡμέρα; Εὐχαρίστει τῷ τὸν ἥλιον μὲν εἰς ὑπηρεσίαν τῶν ἡμερινῶν ἔργων χαρισαμένῳ ἡμῖν, πῦρ δὲ παρασχο‐ μένῳ τοῦ φωτίζειν τὴν νύκτα, καὶ ταῖς λοιπαῖς | |
30 | χρείαις ταῖς κατὰ τὸν βίον ὑπηρετεῖν. Ἡ νὺξ ἄλλας ὑποθέσεις προσευχῆς προξενείτω. Ὅταν ἀνα‐ βλέψῃς εἰς τὸν οὐρανὸν, καὶ πρὸς τὰ τῶν ἄστρων ἐνατενίσῃς κάλλη, προσεύχου τῷ Δεσπότῃ τῶν ὁρω‐ μένων, καὶ προσκύνει τὸν ἀριστοτέχνην τῶν ὅλων | |
35 | Θεὸν, ὃς ἐν σοφίᾳ τὰ πάντα ἐποίησεν. Ὅταν ἴδῃς πᾶσαν φύσιν ζώων ὕπνῳ κατεχομένην, πάλιν προσ‐ κύνει τὸν καὶ ἀκουσίως ἡμᾶς διὰ τοῦ ὕπνου τῆς συνεχείας τῶν πόνων λύοντα, καὶ ἐκ μικρᾶς ἀνα‐ παύσεως πάλιν πρὸς τὴν ἀκμὴν τῆς δυνάμεως ἐπαν‐ | |
40 | άγοντα. Ἡ οὖν νὺξ μὴ ἔστω ὥσπερ τις ἴδιος καὶ ἐξαίρετος κλῆρος τοῦ ὕπνου πᾶσα· μηδὲ καταδέξῃ διὰ τῆς κατὰ τὸν ὕπνον ἀναισθησίας τὸ ἥμισυ τῆς ζωῆς ἀχρειοῦν· ἀλλὰ μεριζέσθω σοι τῆς νυκτὸς ὁ χρόνος | |
45 | εἴς τε ὕπνον καὶ προσευχήν· ἀλλὰ καὶ οἱ ὕπνοι αὐ‐ τοὶ μελετήματα ἔστωσαν τῆς εὐσεβείας. Πεφύκασι γάρ πως αἱ καθ’ ὕπνον φαντασίαι, ὡς τὰ πολλὰ, ἀπηχήματα εἶναι τῶν μεθημερινῶν φροντίδων. Ὁποῖα γὰρ ἂν ᾖ τὰ κατὰ τὸν βίον ἡμῶν ἐπιτηδεύ‐ | |
31.244(50) | ματα, τοιαῦτα ἀνάγκη εἶναι καὶ τὰ ἐνύπνια. Οὕτως Ἀδιαλείπτως προσεύξῃ· οὐκ ἐν ῥήμασι πληρῶν | |
τὴν προσευχὴν, ἀλλὰ δι’ ὅλης τοῦ βίου τῆς δια‐ | 243 | |
31.245 | γωγῆς συνάψας σεαυτὸν τῷ Θεῷ, ὡς συνεχῆ καὶ ἀδιάλειπτον εἶναι προσευχὴν τὴν ζωήν σου. Ἀλλὰ καὶ Ἐν παντὶ, φησὶν, εὐχαριστεῖτε. Καὶ πῶς δυ‐ νατὸν, φασὶ, τοῦτο γενέσθαι, ψυχὴν κατώδυνον | |
5 | συμφοραῖς, καὶ οἱονεὶ περικεντουμένην τῇ αἰσθήσει τῶν ἀλγεινῶν, μὴ πρὸς θρήνους ἐκφέρεσθαι, καὶ δά‐ κρυα, ἀλλ’ εὐχαριστεῖν ὡς ἐπ’ ἀγαθοῖς τοῖς ἀπευ‐ κταίοις κατὰ ἀλήθειαν; Ἃ γὰρ ἂν ἐπαράσαιτό μοι ὁ ἐχθρὸς, ταῦτα παθὼν, πῶς ἐπ’ αὐτοῖς εὐχαρι‐ | |
10 | στεῖν δυνήσομαι; Ἀνήρπασται τὸ παιδίον ἄωρον, καὶ ὠδῖνες, τῶν πρώτων χαλεπώτεραι, ὀδυνωμένην ἐπὶ τῷ ἀγαπητῷ τὴν μητέρα κατατιτρώσκουσι· πῶς, καταλιποῦσα τοὺς θρήνους, εὐχαριστίας φωνὰς ἀναλάβῃ; Πῶς; Ἐὰν λογίσηται, ὅτι τῷ παιδὶ τῷ | |
15 | ἐξ αὐτῆς γεννηθέντι οἰκειότερος πατὴρ ὁ Θεὸς, καὶ φρονιμώτερος προστάτης, καὶ οἰκονόμος τοῦ βίου. Τί οὖν οὐκ ἐπιτρέπομεν τὰ αὐτοῦ κτήματα πρὸς τὸ δοκοῦν διατίθεσθαι τῷ φρονίμῳ Δεσπότῃ, ἀλλ’ ὡς οἰκείων στερούμενοι ἀγανακτοῦμεν, καὶ τοῖς | |
20 | ἀποθνήσκουσιν ὡς ἀδικηθεῖσι συμπάσχομεν; Σὺ δὲ ἐκεῖνο λογίζου, ὅτι οὐκ ἀπέθανε τὸ παιδίον, ἀλλ’ ἀπεδόθη· οὐδὲ ἀπετελεύτησεν ὁ φίλος, ἀλλ’ ἀπεδήμησε, καὶ μικρόν τι προείληφε τῆς ὁδοῦ, ἣν καὶ ἡμᾶς ἀναγκαίως δεήσει πορεύεσθαι. Ἔστω σοι | |
25 | ἐντολὴ τοῦ Θεοῦ σύνοικος, οἷόν τι φῶς καὶ διαύγειαν πρὸς τὴν τῶν πραγμάτων διάκρισιν παρεχομένη ἀδιαλείπτως· ἥτις, πόῤῥωθεν τὴν τῆς ψυχῆς σου ἐπιστασίαν προκατασχοῦσα, καὶ τὰς ἀληθεῖς περὶ ἑκάστου δόξας προευτρεπίζουσα, ὑπ’ οὐδενὸς ἐάσει | |
30 | σε τῶν προσπιπτόντων ἀλλοιωθῆναι· ἀλλὰ τῷ προευτρεπισμένῳ τῆς διανοίας ὥσπερ τινὰ σκό‐ πελον θαλάσσης γείτονα, ἀσφαλῶς καὶ ἀσείστως τῶν τε βιαίων πνευμάτων, καὶ τῶν κυμάτων τὰς ἐπιδρο‐ μὰς ὑπομένειν. Διὰ τί γὰρ οὐχὶ θνητὰ φρονεῖν | |
35 | περὶ τοῦ θνητοῦ προειθίσθης, ἀλλ’ ἀπροσδόκητον τοῦ παιδὸς τὸν θάνατον προσεδέξω; Ὅτε σοι πρῶ‐ τον ἠγγέλθη τοῦ υἱοῦ ἡ γέννησις, εἴ τίς σε ἤρετο, ποταπόν ἐστι τὸ τεχθέν; τί ποτε ἂν ἀπεκρίνω; Ἆρα ἄλλο τι ἂν εἶπες, ἢ ὅτι ἄνθρωπός ἐστι τὸ γεν‐ | |
40 | νηθέν; Εἰ δὲ ἄνθρωπος, καὶ θνητὸς δηλονότι. Τί οὖν παράδοξον, εἰ ἀπέθανεν ὁ θνητός; Οὐχ ὁρᾷς ἥλιον ἀνατέλλοντα καὶ δυόμενον; οὐχ ὁρᾷς τὴν σελήνην αὔξουσαν, εἶτα φθίνουσαν; οὐ τὴν γῆν θάλλουσαν, εἶτα ξηραινομένην; Τί τῶν περὶ ἡμᾶς ἕστηκε; | |
45 | τί ἀκίνητον ἔχει τὴν φύσιν καὶ ἀμετάπτωτον; Ἀνά‐ βλεψον εἰς τὸν οὐρανὸν, καὶ ἴδε τὴν γῆν. Οὐδὲ ταῦτα διαιωνίζει. Ὁ γὰρ οὐρανὸς καὶ ἡ γῆ παρ‐ | |
ελεύσεται, φησίν· οἱ ἀστέρες ἐκ τοῦ οὐρανοῦ πε‐ | 245 | |
31.248 | σοῦνται· ὁ ἥλιος σκοτισθήσεται· ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς. Τί οὖν θαυμαστὸν, εἰ καὶ ἡμεῖς, μέρος ὄντες τοῦ κόσμου, ἀπολαύομεν τῶν ἐκ τοῦ κόσμου; Πρὸς ταῦτα ἀποβλέπων, ὅταν καὶ ἐπὶ σὲ | |
5 | ἔλθῃ τῶν κοινῶν τὸ μέρος, ἔνεγκε μύσας, οὐκ ἀπα‐ θῶς, οὐδὲ ἀναισθήτως (τίς γὰρ μισθὸς ἀναλγη‐ σίας;), ἀλλ’ ἐπιπόνως μὲν καὶ σὺν ἀλγηδόσι μυ‐ ρίαις. Πλὴν ὑπένεγκε, ὥσπερ τις γενναῖος ἀγω‐ νιστὴς, τὴν ἰσχὺν καὶ τὴν ἀνδρείαν οὐ μόνον | |
10 | ἐκ τοῦ τύπτειν τοὺς ἀντιπάλους, ἀλλὰ καὶ ἐκ τοῦ φέρειν στεῤῥῶς τὰς παρ’ αὐτῶν πληγὰς ἐπιδεικνύ‐ μενος· καὶ ὥσπερ τις κυβερνήτης σοφὸς καὶ ἀτάρα‐ χος ὑπὸ τῆς ἄγαν περὶ τὸν πλοῦν ἐμπειρίας, ὀρθὴν καὶ ἀβάπτιστον, καὶ παντὸς χειμῶνος ὑψηλοτέραν | |
15 | τὴν ψυχὴν διασώζων. Παιδὸς ἀγαπητοῦ, ἢ γυναικὸς καταθυμίας, ἢ ἄλλου τινὸς τῶν φιλτάτων καὶ κατὰ πᾶσαν εὔνοιαν συνημμένων στέρησις, οὐδὲν δεινὸν τῷ προεσκεμμένῳ, καὶ τὸν ὀρθὸν λόγον ἡγε‐ μόνα τῆς ζωῆς ἔχοντι, ἀλλὰ μὴ κατὰ συνήθειάν τινα | |
20 | πορευομένῳ. Ἔθους γὰρ χωρισμὸς καὶ τοῖς ἀλό‐ γοις ἐστὶ δυσφορώτατος. Καί ποτε εἶδον ἐγὼ βοῦν ἐπὶ φάτνης δακρύοντα, τοῦ συννόμου αὐτῷ καὶ ὁμο‐ ζύγου τελευτήσαντος. Καὶ τὰ λοιπὰ τῶν ἀλόγων σφοδρῶς τῆς συνηθείας ἔστιν ἰδεῖν ἀντεχόμενα. Σὺ | |
25 | δὲ οὐχ οὕτως ἔμαθες, οὐδὲ ἐδιδάχθης. Ἀλλ’ ἀρχὴν μὲν φιλίας λαμβάνειν ἐκ μακρᾶς ὁμιλίας καὶ χρο‐ νίου ἔθους οὐδὲν ἀπεικός· ὀδύρεσθαι δὲ τὸν χω‐ ρισμὸν διὰ τὴν ἐπὶ πλεῖστον ἡμῖν γενομένην διατρι‐ βὴν παντελῶς ἄλογον. | |
32 | Οἷον, γυνὴ συνεκληρώθη σοι κατὰ τὴν κοινωνίαν τοῦ βίου, πᾶσαν ἡδονήν σοι κατὰ τὸν βίον παρεχο‐ μένη, εὐθυμίας δημιουργὸς, θυμηδιῶν πρόξενος, τὰ | |
35 | χρηστὰ συναύξουσα, ἐν ταῖς λύπαις τὸ πλεῖ‐ στον μέρος τῶν ἀνιαρῶν ἀφαιρουμένη αὕτη ἐξαί‐ φνης ἀναρπασθεῖσα οἴχεται. Μὴ ἀγριάνῃς τῷ πάθει μηδὲ αὐτόματόν τινα εἴπῃς εἶναι συντυχίαν τῶν γι‐ νομένων, ὡς μηδενὸς προστάτου τὸν κόσμον οἰκονο‐ | |
40 | μοῦντος· μηδὲ κακόν τινα δημιουργὸν ὑπόθῃς, ἐκ τῆς κατὰ τὴν λύπην ἀμετρίας πονηρὰ δόγματα ὑποτιθέμενος σεαυτῷ, ἀλλὰ μηδὲ ἐκπέσῃς τῶν ὅρων τῆς εὐσεβείας. Ἐπειδὴ γὰρ ὅλως ἐγένεσθε οἱ δύο εἰς σάρκα μίαν, πολλὴ συγγνώμη τῷ τὴν διχοτομίαν | |
45 | καὶ τὴν τῆς συναφείας διαίρεσιν μετὰ ἀλγημάτων δεχομένῳ· οὐ μὴν τούτου γε ἕνεκεν ἢ διανοεῖσθαί τι τῶν οὐ προσηκόντων, ἢ φθέγγεσθαί σοι λυσιτε‐ λές. Ἐννόησον γὰρ, ὅτι ὁ πλάσας ἡμᾶς καὶ ψυχώ‐ σας Θεὸς ἰδίαν ἔδωκεν ἑκάστῃ ψυχῇ τὴν τοῦ βίου | |
31.248(50) | διαγωγὴν, καὶ ἄλλοις ἄλλους ὅρους ἔπηξε τῆς ἐξ‐ | 247 |
31.249 | όδου. Τὸν μὲν γὰρ ἐπὶ πλεῖον παραμεῖναι τῇ παρου‐ σίᾳ τῆς σαρκὸς ᾠκονόμησε· τὸν δὲ θᾶττον ἀπολυθῆ‐ ναι τῶν δεσμῶν τοῦ σώματος διετάξατο, κατὰ τοὺς ἀῤῥήτους τῆς σοφίας ἑαυτοῦ καὶ τῆς δικαιοσύνης | |
5 | λόγους. Ὥσπερ οὖν οἱ ταῖς εἱρκταῖς ἐμπίπτοντες, οἱ μὲν ἐπὶ πλείονα χρόνον τῇ κακώσει τῶν δεσμωτη‐ ρίων ἐναποκλείονται, οἱ δὲ ταχυτέραν εὑρίσκουσι τῆς κακοπαθείας ἀπαλλαγήν· οὕτω καὶ αἱ ψυχαὶ, αἱ μὲν ἐπὶ πολὺ προσκατέχονται τῇ ζωῇ ταύτῃ, αἱ δὲ ἐπ’ | |
10 | ἔλαττον, κατὰ τὴν ἀναλογίαν τῆς ἀξίας ἑκάστου, σοφῶς καὶ βαθέως, καὶ ὡς οὐκ ἂν ἐφίκοιτο νοῦς ἀνθρώπων, τὰ περὶ ἕκαστον ἡμῶν τοῦ κτίσαντος ἡμᾶς προβλεπομένου. Οὐκ ἀκούεις λέγοντος τοῦ Δα‐ βὶδ, Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου; | |
15 | Οὐκ ἤκουσας περὶ τοῦ ἁγίου, ὅτι ἀπελύθη αὐτοῦ ἡ ψυχή; Τί δὲ Συμεὼν, ὅτε ἐνεγκαλίσατο τὸν Κύριον ἡμῶν; ποίαν φωνὴν ἀφῆκεν; Οὐχ ὅτι Νῦν ἀπο‐ λύεις τὸν δοῦλόν σου, Δέσποτα; Τῷ γὰρ ἐπειγο‐ μένῳ πρὸς τὴν ἄνω διαγωγὴν βαρυτέρα πάσης κο‐ | |
20 | λάσεως καὶ δεσμωτηρίου παντὸς ἡ μετὰ τοῦ σώμα‐ τός ἐστι διατριβή. Μὴ τοίνυν τῇ ἑαυτοῦ ἀπολαύσει ἐπιζήτει τὰς περὶ τῶν ψυχῶν διατάξεις ἀκολουθεῖν· ἀλλὰ λογίζου περὶ τῶν συναφθέντων κατὰ τὸν βίον, εἶτα θανάτῳ διισταμένων, ὅτι παραπλήσιοί εἰσιν | |
25 | ὁδοιπόροις μίαν ὁδὸν πορευομένοις, καὶ διὰ τὴν συνεχῆ μετ’ ἀλλήλων διατριβὴν ἑνωθεῖσιν ὑπὸ τῆς συνηθείας. Οἳ ἐπειδὰν τὴν κοινὴν ὁδὸν διεξελθόν‐ τες καταλάβωσι, λοιπὸν σχιζομένην αὐτὴν, τῆς χρείας ἤδη ἀναγκαίως μεριζούσης ἑκάτερον, οὐ τῇ | |
30 | συνηθείᾳ προσκαθεζόμενοι ἀμελοῦσι τῶν προκειμέ‐ νων, ἀλλὰ τῆς ἐξ ἀρχῆς κινησάσης αὐτοὺς αἰτίας ὑπομνησθέντες, πρὸς τὸ οἰκεῖον ἕκαστος ἀποτρέ‐ χουσι πέρας. Ὡς οὖν ἐκείνοις ἄλλος μὲν ἦν ὁ σκοπὸς τῆς ὁδοῦ, συνέβη δὲ αὐτοῖς ἡ κατὰ τὴν ὁδοιπορίαν | |
35 | ἐκ τῆς συνηθείας οἰκείωσις· οὕτω καὶ τοῖς ἐν γάμῳ ἢ ἄλλῃ τινὶ κοινωνίᾳ βίου συνημμένοις ἴδιον προέ‐ κειτο δηλονότι τῆς ζωῆς τὸ πέρας· συναφθέν‐ τας δὲ ἀλλήλοις ἀναγκαίως τὸ προδιατεταγμένον τῆς ζωῆς τέλος ἐχώρισε καὶ διέλυσεν. | |
41 | Εὐγνώμονος οὖν διανοίας οὐκ ἐπὶ τῷ χωρισμῷ δυσφόρως ἔχειν, ἀλλ’ ἐπὶ τῇ ἐξ ἀρχῆς συναφείᾳ χά‐ ριν ἔχειν τῷ συγκληρώσαντι. Σὺ δὲ καὶ ὅτε περιῆν σοι τὸ γύναιον, ἢ ὁ φίλος, ἢ τὸ παιδίον, ἢ ὅ τι οὖν | |
45 | ὧν ὀδύρῃ νῦν, οὐχὶ χάριν εἶχες τῶν παρόντων τῷ δεδωκότι, ἀλλ’ ἐνεκάλεις ὑπὲρ τῶν ἐλλειφθέντων. Εἰ μὲν γυναικὶ μόνῃ συνῴκεις, ὅτι μὴ παῖδες ἦσαν οἵους ἐβούλου· εἰ δὲ καὶ παῖδες παρῆσαν, ὅτι μὴ ὑπερεπλούτεις, ἢ καὶ ὅτι τῶν ἐχθρῶν τινας εὐημε‐ | |
31.249(50) | ροῦντας ἑώρας. Ὅρα τοίνυν μή ποτε αὐτοὶ ἑαυτοῖς | |
ἀναγκαίας τῶν φιλτάτων τὰς στερήσεις κατασκευά‐ | 249 | |
31.252 | ζωμεν, παρόντων μὲν οὐκ αἰσθανόμενοι, παρελθόν‐ των δὲ περιεχόμενοι. Ἐπειδὴ γὰρ παρακειμένων τῶν ἐκ Θεοῦ ἀγαθῶν οὐκ εὐχαριστοῦμεν, ἀναγκαία ἡμῖν ἡ ἀφαίρεσις διὰ τὴν αἴσθησιν γίνεται. Ὥσπερ | |
5 | γὰρ οἱ ὀφθαλμοὶ τὸ ἄγαν προσκείμενον οὐχ ὁρῶσιν, ἀλλὰ δέονται συμμέτρου τινὸς ἀποστάσεως· οὕτω καὶ αἱ ἀχάριστοι ψυχαὶ ἐοίκασιν ἐν τῇ ἀλλο‐ τριώσει τῶν ἀγαθῶν τῆς παρελθούσης χάριτος ἐπαισθάνεσθαι. Ὅτε γὰρ ἀπέλαυον τῶν χρηστοτέ‐ | |
10 | ρων, οὐδεμίαν χάριν τῷ δεδωκότι γινώσκοντες, μετὰ τὴν στέρησιν τὸ παρελθὸν μακαρίζουσιν. Ἀλλ’ οὐ‐ δεὶς ἡμῶν ἀποκλείεται τοῦ εὐχαριστεῖν ὑπ’ οὐδεμιᾶς περιστάσεως βίου, ἐὰν εὐγνωμόνως ἕκαστον ἐπι‐ λογίζεσθαι θέλῃ. Πολλὰς γὰρ ἀναθεωρήσεις καὶ οὐκ | |
15 | ἀτερπεῖς ὁ ἑκάστου ἡμῶν βίος κέκτηται, ἐάνπερ ἄρα καταδεξώμεθα πρὸς τὸ ὑποβεβηκὸς ἀποβλέπειν, καὶ οὕτως ἐκ τῆς πρὸς τὸ χεῖρον συγκρίσεως τὸ ὑπάρχον ἡμῖν ἀγαθὸν, πόσου τινὸς ἄξιόν ἐστιν, ἐκμετρεῖν. Οἰκέτης εἶ; Ἔχεις τὸν σεαυτοῦ ταπεινό‐ | |
20 | τερον· εὐχαρίστει, ὅτι ἑνὸς ὑπερέχεις, ὅτι μὴ ἐν τῷ μυλῶνι καταδεδίκασαι, ὅτι μὴ πληγὰς λαμβάνεις. Οὐκ ἐπιλείψουσιν οὐδὲ τοῦτον αἱ τοῦ εὐχαριστεῖν ἀφορμαί. Οὐ γὰρ ἔχει πέδας, οὐ δέδεται ἐν ξύλῳ. Ὁ δεσμώτης ἔχει τὸ ζῇν ἀρκοῦσαν ἀφορμὴν εἰς εὐ‐ | |
25 | χαριστίαν· ἥλιον ὁρᾷ, ἀναπνεῖ τὸν ἀέρα, ἐπὶ τούτοις εὐχαριστεῖ. Ἀδίκως κολάζῃ; Τῇ τῶν μελλόντων ἐλ‐ πίδι χαῖρε. Δικαίως κατεδικάσθης; Καὶ οὕτως εὐχα‐ ρίστει, ἐνταῦθα τὴν δίκην τῶν τετολμημένων ἀπο‐ τιννὺς, ἀλλὰ μὴ ἐπ’ ἀκεραίοις τοῖς ἁμαρτήμασι τῇ | |
30 | αἰωνίᾳ κολάσει ταμιευθείς. Κατὰ δὴ τὸν αὐτὸν λόγον ἐπὶ παντὸς βίου καὶ πάντων ἐπιτηδευμάτων ἔξεστι τῷ εὐγνώμονι μεγάλας τῶν παρόντων ἀποδιδόναι τῷ εὐεργέτῃ τὰς χάριτας. Νῦν δὲ τὸ τῶν δυσαρε‐ στουμένων πεπόνθασιν οἱ πολλοί· τὸ μὲν παρὸν | |
35 | ἀτιμάζοντες, τῶν δὲ ἀπόντων ἐπιθυμοῦντες. Οὐ γὰρ τοὺς ὑποδεεστέρους αὐτῶν ἀπαριθμούμενοι, τὴν ὑπὲρ ὧν ἔχουσι χάριν ἀποπληροῦσι τῷ εὐεργέτῃ· ἀλλὰ τῇ πρὸς τὸ ὑπερέχον συγκρίσει, ὅσον ἀπολείπονται λογι‐ ζόμενοι, ὡς οἰκείων στερούμενοι τῶν ἑτέροις προσ‐ | |
40 | όντων, οὕτως ἀνιῶνται καὶ καταμέμφονται. Ὁ δοῦ‐ λος, ὅτι μὴ ἐλεύθερός ἐστι, δυσχεραίνει· ὁ ἐν ἐλευ‐ θερία τραφεὶς, ὅτι μὴ εὐπατρίδης, μηδὲ τῶν περι‐ βλέπτων ἐπ’ εὐγενείᾳ, μηδ’ ὅτι ἑπτὰ πάππους ἔχει ἀριθμεῖν εἰς τὸ ἄνω, ἱπποτρόφους λαμπροὺς, ἢ μονο‐ | |
45 | μάχοις τὸν πλοῦτον ἐξαναλώσαντας. Ὁ κατὰ γένος περιφανὴς σχετλιάζει, ὅτι μὴ ἐπὶ πλούτῳ κομᾷ· ὁ πλούσιος λυπεῖται καὶ ὀδύρεται, ὅτι μὴ πόλεων καὶ ἐθνῶν ἐστιν ἄρχων· ὁ στρατηγὸς, ὅτι μὴ βασιλεύει· ὁ βασιλεὺς, ὅτι μὴ πάσης ὁμοῦ | |
31.252(50) | τῆς ὑφ’ ἡλίῳ κρατεῖ, ἀλλ’ ἔστιν ἔθνη τοῖς αὐτοῦ σκήπτροις μὴ ὑποκύπτοντα. Ἐκ πάντων δὲ τούτων | |
συνάγεται τὸ ἐπὶ μηδενὶ τὸν εὐεργέτην εὐχαριστεῖ‐ | 251 | |
31.253 | σθαι. Ἀλλ’ ἡμεῖς, ἀφέντες τὰ ἐπὶ τοῖς ἀποῦσι λύπας, διδαχθῶμεν τὴν ἐπὶ τοῖς παροῦσιν εὐχαριστίαν ἀπο‐ διδόναι. Εἴπωμεν ἐν μὲν ταῖς σκυθρωποτέραις περι‐ στάσεσι τῶν πραγμάτων τῷ σοφῷ ἰατρῷ· Ἐν θλί‐ | |
5 | ψει μικρᾷ ἡ παιδεία σου ἡμῖν. Εἴπωμεν· Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με. Εἴπωμεν, ὅτι Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλου‐ σαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Εἴπωμεν, ὅτι Ὀλίγα ὧν ἡμάρτομεν μεμαστιγώμεθα. Παρα‐ | |
10 | καλέσωμεν τὸν Κύριον, ὅτι Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ. Ἐλεγχόμενοι γὰρ, ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Ἐν δὲ τῇ φαιδροτέρᾳ τοῦ βίου διαγωγῇ ἐκείνην λέγωμεν τοῦ Δαβὶδ τὴν φωνήν· | |
15 | Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀντ‐ απέδωκέ μοι; Ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρ‐ ήγαγε· λόγῳ ἐτίμησε· τέχνας ἡμῖν συνεργοὺς τῆς ζωῆς ἐχαρίσατο· τροφὰς ἐκ τῆς γῆς ἀνίησι· βοσκη‐ μάτων ἡμῖν ὑπηρεσίαν δέδωκε. Δι’ ἡμᾶς ὄμβροι· | |
20 | δι’ ἡμᾶς ἥλιος· ἡ ὀρεινὴ, ἡ πεδιάσιμος ἡμῶν ἕνεκεν διακεκόσμηται, ἀποφυγὰς ἡμῖν πρὸς τὰς ἐκ τῶν ὀρῶν ἀκρότητας εὐτρεπίζουσα. Δι’ ἡμᾶς ποταμοὶ ῥέουσι· δι’ ἡμᾶς βρύουσιν αἱ πηγαί· ἡ θάλασσα ἡμῖν ἀνεῖται πρὸς ἐμπορίαν· οἱ ἐκ μετάλλων πλοῦτοι, αἱ | |
25 | πανταχόθεν ἀπολαύσεις, πάσης τῆς κτίσεως δωρο‐ φορούσης ἡμῖν, διὰ τὴν πλουσίαν καὶ ἄφθονον εἰς ἡμᾶς χάριν τοῦ εὐεργέτου. | |
31 | Καὶ τί δεῖ τὰ μικρὰ λέγειν; Δι’ ἡμᾶς Θεὸς ἐν ἀνθρώποις· διὰ τὴν καταφθαρεῖσαν σάρκα Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Μετὰ τῶν ἀχαρίστων ὁ εὐεργέτης· πρὸς τοὺς καθημένους ἐν | |
35 | σκότει ὁ ἥλιος τῆς δικαιοσύνης· ἐπὶ τὸν σταυρὸν ὁ ἀπαθής· ἐπὶ τὸν θάνατον ἡ ζωή· ἐπὶ τὸν ᾅδην τὸ φῶς· ἡ ἀνάστασις διὰ τοὺς πεσόντας· πνεῦμα υἱοθεσίας, χαρισμάτων διανομαὶ, στεφάνων ἐπαγ‐ γελίαι· τὰ ἄλλα, ὅσα οὐδὲ ἐξαριθμήσασθαι ῥᾴδιον, | |
40 | ἐφ’ οἷς πᾶσι πρέπουσά ἐστιν ἡ φωνὴ τοῦ προφήτου· Τί ἀνταποδῶμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπ‐ έδωκεν ἡμῖν; Καὶ γὰρ αὖ καὶ τοῦτο οὐκ εἴρηται δεδωκέναι, ἀλλ’ ἀντιδεδωκέναι ὁ μεγαλόδωρος, ὡς οὐχὶ κατάρχων χάριτος, ἀλλ’ ἀμειβόμενος τοὺς ὑπάρ‐ | |
45 | ξαντας· τὸ γὰρ τῶν λαμβανόντων εὐχάριστον εἰς εὐεργεσίαν καταλογίζεται. Ὃς, καὶ χρήματα διδοὺς αἰτεῖ παρὰ σοῦ τὴν ἐλεημοσύνην διὰ τῆς χειρὸς τῶν πενήτων· κἂν λάβῃ τὰ ἑαυτοῦ, ἀκεραίαν σοι τὴν χάριν, ὡς ὑπὲρ οἰκείων, ἀποπληροῖ. Τί οὖν ἀντ‐ | |
31.253(50) | αποδῶμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν | 253 |
31.256 | ἡμῖν; Οὐ γὰρ ἀφίεμαι τῆς φωνῆς τοῦ Προφήτου, καλῶς ἀποροῦντος, καὶ περισκοποῦντος ἑαυτοῦ τὴν πενίαν, ὅτι οὐδὲν ἔχει πρὸς ἀντίδοσιν ἄξιον. Ὃς ἐφ’ οὕτω μεγάλαις καὶ λαμπραῖς εὐεργεσίαις, οὐ‐ | |
5 | μενοῦν ἐχούσαις ὑπερβολὴν, πολλαπλασίονα ἡμῖν τὰ εἰς ὕστερον ἐπαγγέλλεται· παραδείσου τρυφὴν, καὶ δόξαν ἐν βασιλείᾳ, καὶ ἰσαγγέλους τιμὰς, καὶ Θεοῦ κατανόησιν· ὅπερ τοῖς ἀξιωθεῖσι τῶν ἀγαθῶν ἐστι τὸ ἀκρότατον· οὗ πᾶσα ἐφίεται λογικὴ φύσις· | |
10 | οὗ καὶ ἡμεῖς ἐπιτύχοιμεν, ἐκ τῶν παθῶν τῆς σαρκὸς ἑαυτοὺς ἐκκαθάραντες. Πῶς οὖν, φησὶ, τὸ κοινωνι‐ κὸν καὶ φιλόστοργον (ὃ πρῶτόν ἐστι τῶν ἀγαθῶν καὶ τελειότατον, διότι πλήρωμα νόμου ἡ ἀγάπη)· πρὸς τοὺς πλησίον ἐπιδειξόμεθα; Ἐπειδὰν, πρός | |
15 | τινας ὑπὸ μεγάλων συμφορῶν κατεχομένους εἰσελ‐ θόντες, μὴ συγκλαίωμεν αὐτοῖς, μηδὲ συνδακρύωμεν, ἀλλ’ εὐχαριστῶμεν ἐπὶ τοῖς γενομένοις. Οἰκεῖον μὲν γὰρ πάθος μετ’ εὐχαριστίας ὑπενεγκεῖν ὑπομονῆς ἔχει καὶ καρτερίας ἀπόδειξιν· ἐπ’ ἀλλοτρίαις δὲ | |
20 | συμφοραῖς εὐχαριστεῖν τῷ Θεῷ ἐπιχαίροντός ἐστι τοῖς κακοῖς καὶ παροξύνοντος τοὺς λυπουμένους· καὶ ταῦτα τοῦ Ἀποστόλου ἐπιτρέποντος ἡμῖν κλαίειν μετὰ κλαιόντων. Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Ἢ πάλιν ἀναγκαίως τῶν τοῦ Κυρίου λόγων ὑπομνή‐ | |
25 | σομεν ὑμᾶς, ἐπὶ τίσι χαίρειν προσετάχθημεν, καὶ ἐπὶ τίσι πενθεῖν; Χαίρετε, φησὶ, καὶ ἀγαλ‐ λιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρα‐ νοῖς· καὶ πάλιν· Θυγατέρες Ἱερουσαλὴμ, μὴ κλαίετε ἐπ’ ἐμὲ, ἀλλὰ κλαύσατε ἐπὶ τὰ τέκνα | |
30 | ὑμῶν. Οὐκοῦν δικαίοις μὲν συσκιρτᾷν καὶ συναγάλ‐ λεσθαι ὁ θεῖος λόγος ἡμῖν ἐπιτρέπει, τοῖς δὲ ἐκ μετανοίας ἀφιεῖσι δάκρυον συμπενθεῖν καὶ συνοδύ‐ ρεσθαι, ἢ τοὺς ἀναλγήτως διακειμένους ἀποκλαίε‐ σθαι, ὅτι οὐδὲ ἴσασι πῶς ἀπόλλυνται. | |
38 | Οὐχὶ δὲ ἐπὶ θανάτῳ ἀνθρώπων κατακλαύσαντα, καὶ συνεκβοήσαντα τοῖς πενθοῦσι, πληρωτὴν | |
40 | προσήκει νομίζειν εἶναι τῆς ἐντολῆς. Οὔτε γὰρ ἰατρὸν ἐπαινῶ, τὸν ἀντὶ τοῦ βοηθεῖν τοῖς κάμνουσιν, αὐτὸν τῶν νοσημάτων ἀναπιμπλάμενον· οὔτε κυβερ‐ νήτην, ἀντὶ τοῦ κρατεῖν τῶν ἐμπλεόντων, καὶ τοῖς πνεύμασι μάχεσθαι, καὶ διαφεύγειν τὰ κύματα, καὶ | |
45 | παραμυθεῖσθαι τοὺς δειλοτέρους, ναυτιῶντα καὶ συν‐ αλύοντα τοῖς ἀπειροθαλάττοις. Τοιοῦτος γάρ ἐστιν ὁ πρὸς τοὺς πενθοῦντας εἰσιὼν, καὶ μὴ τῆς ἐκ τοῦ οἰκείου λόγου ὠφελείας μεταδιδοὺς, ἀλλὰ τῆς ἐκ τῶν ἀλλοτρίων παθῶν ἀσχημοσύνης μεταλαμβάνων. Ἐπι‐ | |
31.256(50) | στυγνάζειν μὲν οὖν ταῖς συμφοραῖς τῶν πενθούν‐ | |
των, ἀκόλουθον. Οὕτω γὰρ ἑαυτὸν οἰκειώσῃ τοῖς | 255 | |
31.257 | πάσχουσι, μὴ καθιλαρευόμενος τῶν συμφορῶν, μηδὲ ἐναδιαφορῶν τοῖς ἀλλοτρίοις ἀλγήμασιν. Οὐ μὴν περαιτέρω γε συνεκφέρεσθαι τοῖς λυπουμένοις προσ‐ ῆκεν, ὥστε ἢ συνεκβοᾷν, ἢ συνθρηνεῖν τῷ πεπονθότι, | |
5 | ἢ ἐν τοῖς ἄλλοις μιμεῖσθαι καὶ ζηλοῦν τὸν ἐσκοτω‐ μένον ὑπὸ τοῦ πάθους· οἷον συγκαθειργνύναι ἑαυτὸν, καὶ συμμελανειμονεῖν, καὶ χαμαὶ συγκαθῆσθαι, καὶ κουρᾶς ἀμελεῖν. Ἐκ τούτων γάρ ἐστι μᾶλλον ἐπι‐ τείνειν τὴν συμφορὰν, ἢ καταπραΰνειν. Οὐχ ὁρᾷς, | |
10 | ὅτι βουβῶνες μὲν καὶ σπλῆνες, οἱ μὲν τραύμασιν, οἱ δὲ πυρετοῖς ἐπιτιθέμενοι, τὰς ὀδύνας συνεπιτείνουσι; χεῖρες δὲ τὸ ἀλγοῦν τῇ πραείᾳ ἑαυτῶν ἐπαφῇ κατα‐ στέλλουσι; Καὶ αὐτὸς δὴ οὖν μὴ ἐξαγριάνῃς τὸ πάθος τῇ παρουσίᾳ, μηδὲ συγκαταπέσῃς τῷ πεπτω‐ | |
15 | κότι. Ὁ γὰρ τὸν κείμενον ἀνιστῶν ὑψηλότερος εἶναι τοῦ πεπτωκότος πάντως ὀφείλει· ὁ δὲ ἐξ ἴσου καταπεσὼν ἑτέρου καὶ αὐτὸς τοῦ ἀναστήσοντος ἐπι‐ δεῖται. Ἀλλὰ δάκνεσθαι μὲν ὑπὸ τῶν γινομένων, καὶ ἡσυχῆ τοῖς λυπηροῖς ἐπιστυγνάζειν προσῆκεν, ἐν | |
20 | συννοίᾳ προσώπου, καὶ σεμνότητι βάρος ἐχούσῃ, τὸ τῆς ψυχῆς πάθος διασημαίνοντα· φθεγγόμενον δὲ, οὐκ εὐθὺς ἐπιπηδᾷν ταῖς ἐπιτιμήσεσι προσῆκεν, ὥσπερ ἐναλλόμενον καὶ ἐπεμβαίνοντα τοῖς κειμένοις (φορτικὸν γὰρ τοῖς ὑπὸ λύπης τὴν ψυχὴν κεκακω‐ | |
25 | μένοις αἱ ἐπιτιμήσεις· καὶ ἅμα δυσπαράδεκτοί εἰσι τοῖς κάμνουσι, καὶ πρὸς παρηγορίαν ἀπίθανοι τῶν ἀπαθῶς παντάπασι διακειμένων οἱ λόγοι)· ἀλλὰ συγχωρήσαντα κενὰ καὶ ἄπρακτα ἐκβοῆσαι. καὶ ὀλοφύρεσθαι, ἤδη τοῦ κακοῦ ὑπανέντος τι καὶ χαλά‐ | |
30 | σαντος, τότε ἐμμελῶς καὶ πράως τῆς παρακλήσεως ἅπτεσθαι. Ἐπεὶ καὶ οἱ πωλοδάμναι τοὺς δυσηνίους τῶν πώλων οὐκ εὐθὺς κατάγχουσι τοῖς χαλινοῖς, οὐδὲ ἀνακρούουσιν (ἀναχαιτίζειν γὰρ οὕτω καὶ ἀπο‐ σείεσθαι τοὺς ἐπιβάτας διδάσκουσιν)· ἀλλὰ συν‐ | |
35 | ενδιδόντες τὴν πρώτην, καὶ συνεξορμῶντες αὐτοῖς, ἐπειδὰν ἴδωσιν ὑπὸ τῆς οἰκείας ὁρμῆς καὶ βίας τὸν θυμὸν ἀναλώσαντας, τότε παραλαβόντες δεδα‐ μασμένους, εὐπειθεστέρους ἤδη ποιοῦσι διὰ τῆς τέχνης. Οὕτως ἔσται κατὰ τὸν τοῦ Σολομῶντος λόγον· | |
40 | Ἀγαθὸν εἰσελθεῖν εἰς οἶκον πένθους μᾶλλον ἢ εἰς οἶκον πότου· εἰ μέλλοι τις, ἐπιστημόνως καὶ πράως τῷ λόγῳ χρώμενος, μεταδιδόναι τῆς οἰκείας ὑγιείας τῷ κάμνοντι, ἀλλ’ οὐχὶ τῆς ἀλλοτρίας λύπης, ὡς ὀφθαλμίας, μεταλαμβάνειν. | |
46 | Κλαίειν οὖν μετὰ κλαιόντων. Ὅταν ἴδῃς ἐπὶ μετα‐ νοίᾳ τῶν ἡμαρτημένων τὸν ἀδελφὸν ὀδυρόμενον, σύγ‐ κλαυσον τῷ τοιούτῳ, καὶ συμπάθει. Οὕτω γάρ σοι ὑπάρξει ἐν ἀλλοτρίοις πάθεσι τὸ οἰκεῖον ἐπανορ‐ | |
31.257(50) | θοῦσθαι. Ὁ γὰρ ὑπὲρ τῆς τοῦ πλησίον ἁμαρτίας | |
θερμὸν ἀποστάξας δάκρυον ἑαυτὸν ἐξιάσατο, δι’ ὧν | 257 | |
31.260 | τὸν ἀδελφὸν ἀπωδύρατο. Τοιοῦτος ἦν ὁ λέγων· Ἀθυ‐ μία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμ‐ πανόντων τὸν νόμον σου. Ὑπὲρ ἁμαρτίας κλαῖε. Αὕτη ἀῤῥωστία ψυχῆς· αὕτη θάνατός ἐστι τῆς ἀθα‐ | |
5 | νάτου· αὕτη πένθους ἀξία καὶ ὀδυρμῶν ἀσιγήτων. Ἐπὶ ταύτῃ πᾶν δάκρυον ῥέοι, καὶ μὴ διαλείποι στεναγμὸς ἐκ βάθους καρδίας ἀναπεμπόμενος. Ἔκλαιε Παῦλος τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χρι‐ στοῦ. Ἱερεμίας ἔκλαιεν ἐπὶ τοῖς ἀπολλυμένοις τοῦ | |
10 | λαοῦ· ὅς γε, ἐπειδὴ οὐκ ἤρκει τὸ ἐκ φύσεως δά‐ κρυον, πηγὴν ἐπεζήτει δακρύων καὶ σταθμὸν ἔσχατον. Καὶ καθήσομαι, φησὶ, καὶ κλαύσομαι τὸν λαὸν τοῦτον ἡμέρας πολλὰς, τοὺς ἀπολλυμένους. Τὸ τοιοῦτον δάκρυον καὶ τὸ τοιοῦτον πένθος ὁ λόγος | |
15 | μακαρίζει· οὐ τὸ πρὸς πᾶσαν λύπην εὐάγωγον, καὶ ἐκ πάσης προφάσεως εὐκατάφορον πρὸς τοὺς θρή‐ νους. Ἤδη δέ τινας εἶδον τῶν φιληδόνων δι’ ὑπερ‐ βολὴν ἡδυπαθείας ἐπὶ προφάσει τῆς λύπης πρὸς κραιπάλην καὶ μέθην ἐκτρεπομένους, καὶ τὸ ἀκρα‐ | |
20 | τὲς αὐτῶν ἐκ τῶν τοῦ Σολομῶντος λόγων παραμυ‐ θεῖσθαι πειρωμένους, λέγοντος· Δότε οἶνον τοῖς ἐν λύπαις. Ἔστι δὲ ὁ παροιμιακὸς λόγος οὐχὶ μέθης ἄδειαν παρεχόμενος, ἀλλὰ συνέχων τὴν ἀνθρωπί‐ νην ζωήν. Ἵνα γὰρ τὸ αἰνιγματῶδες αὐτοῦ παρα‐ | |
25 | λείπω, οἶνον λέγοντος τὴν λογικὴν εὐφροσύνην, οὐδὲ ὁ πρόχειρος νοῦς μικρὰν ἔχει τὴν ἐπιμέλειαν, ἵνα μὴ τῷ σφοδρῷ τοῦ πένθους καταποθέντες, τῶν τροφῶν ἀμελῶσιν οἱ δυσπαρηγόρητοι καὶ βαρυπεν‐ θεῖς· ἀλλ’ ἄρτῳ μὲν στηρίζηται ἡ καρδία τοῦ φιλο‐ | |
30 | λύπου, οἴνῳ δὲ τὸ συμπεπτωκὸς τῆς δυνάμεως ὑπερ‐ είδηται. Οἱ δὲ φίλοινοι καὶ οἰνόφλυγες, οὐ τὴν λύπην καταπραΰνοντες, ἀλλὰ κακὰ κακῶν διαμειβό‐ μενοι, καὶ πονηροί τινες γινόμενοι συναλλάκται, νο‐ σήματα, ψυχῶν διαμείβουσι νοσημάτων· οἳ τοὺς ἐπὶ | |
35 | τῆς τρυτάνης τὰς ῥοπὰς ἐπανισοῦντας μιμούμενοι, τοσοῦτον ὑφαιροῦσι τῆς λύπης, ὅσον αὔξουσι τὸ φιλήδονον. Ἀλλ’ οἶμαι χρῆναι βοήθειαν τῇ φύσει παρέχειν τὸν οἶνον· καὶ μὴ τοσοῦτον ἐπιτρέπειν ἐγ‐ χεῖσθαι τὸν ἄκρατον, ὥστε σκότωσιν τοῖς λογισμοῖς | |
40 | ἐμποιεῖν. Οὔτε γὰρ συνεκρυήσεται τῷ οἴνῳ τὸ λυπη‐ ρόν· καὶ τὸ τῆς μέθης κακὸν τῇ ψυχῇ προσγενήσε‐ ται. Εἰ δὲ λύπης ἰατρός ἐστιν ὁ λογισμὸς, ἔσχατον ἂν εἴη τῶν κακῶν ἡ μέθη, τῇ ἰατρείᾳ τῆς ψυχῆς ἐμποδίζουσα. Ἀλλ’ ἀνάλαβε τῷ λόγῳ τῶν εἰρημένων | |
45 | ἕκαστον, καὶ εὑρήσεις τό τε δυνατὸν τῆς ἀποστολι‐ κῆς νομοθεσίας καὶ τὸ ὠφέλιμον· πῶς μὲν πάντοτε χαρήσῃ τῷ ὀρθῷ λόγῳ ἑπόμενος· πῶς δὲ προσεύξῃ ἀδιαλείπτως, πῶς δὲ ἐν παντὶ εὐχαριστήσεις· τίνι δὲ | |
τρόπῳ παρακαλέσεις τοὺς λυπουμένους, ἵνα ἐκ | 259 | |
31.261 | πάντων ἄρτιος ᾖς καὶ κατηρτισμένος, τῇ βοηθείᾳ τοῦ ἁγίου Πνεύματος, καὶ τῇ ἐπισκηνώσει τῆς χάριτος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα καὶ τὸ κρά‐ | |
τος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 261 |