TLG 2040 022 :: BASILIUS :: Homilia de gratiarum actione

BASILIUS Theol., Episcopus
(Caesariensis (Cappadociae): A.D. 4)

Homilia de gratiarum actione

Citation: Volume — page — (line)

31

.

217

(24t)

ΠΕΡΙ ΕΥΧΑΡΙΣΤΙΑΣ,
25tΛόγος.
26 Ἠκούσατε τῶν ῥημάτων τοῦ Ἀποστόλου, δι’ ὧν Θεσσαλονικεῦσι διαλέγεται, παντὶ νομοθετοῦντος τῷ βίῳ. Ἡ μὲν γὰρ διδασκαλία πρὸς τοὺς ἑκάστοτε αὐτῷ παρατυγχάνοντας ἦν· τὸ δὲ ἀπ’ αὐτῆς ὠφέ‐
30λιμον ἐπὶ πᾶσαν διαβαίνει τὴν τῶν ἀνθρώπων ζωήν. Πάντοτε χαίρετε, φησίν· ἀδιαλείπτως προσεύχε‐ σθε, ἐν παντὶ εὐχαριστεῖτε. Τί μὲν οὖν τὸ χαίρειν αὐτὸ, καὶ τί τὸ ἐξ αὐτοῦ ὠφέλιμον, καὶ πῶς δυνατὸν τὴν ἀδιάλειπτον προσευχὴν κατορθοῦν, καὶ τὴν
35ἐπὶ πᾶσιν εὐχαριστίαν ἀποδιδόναι τῷ Θεῷ, ὡς δυνα‐ τὸν μικρὸν ὕστερον διηγησόμεθα. Ἅ γε μὴν παρὰ τῶν ἐναντίων ἡμῖν ἀπαντᾷ, διαβαλλόντων τὸ τῆς νομοθεσίας ἀδύνατον, ταῦτα προδιαλαβεῖν ἀναγ‐ καῖον. Τίς γάρ ἐστιν ἀρετὴ, φησὶ, νυκτὸς καὶ
40ἡμέρας ἐν διαχύσει ψυχῆς φαιδρὸν καὶ γεγανωμένον διάγειν; Πῶς δὲ καὶ δυνατὸν κατορθωθῆναι τοῦτο, μυρίων περιισταμένων ἡμᾶς ἀβουλήτων κακῶν, ἀναγκαίαν τῇ ψυχῇ τὴν κατήφειαν ἐμποιούντων, ἐξ ὧν χαίρειν καὶ διευθυμεῖσθαι πλέον ἀδύνατον, ἢ τὸν
45ἀποτηγανιζόμενον μὴ ἀλγεῖν, καὶ τὸν κατακεντούμενον μὴ ὀδυνᾶσθαι; Ἤ πού τις καὶ τῶν περιεστώτων
ἡμᾶς ἐνταῦθα, τὴν ἀσθένειαν ταύτην τῶν λογισμῶν217

31

.

220

ἀῤῥωστῶν, προφασίζεται προφάσεις ἐν ἁμαρ‐ τίαις, ὃς διὰ τὸ περὶ τὴν τήρησιν τῶν ἐντολῶν ὀκνηρὸν τῷ νομοθέτῃ περιτρέπειν τὰς μέμψεις ἐπι‐ χειρεῖ, ὡς ἀδύνατα διορίζοντι. Καί φησι· Πῶς δυνα‐
5τόν μοι πάντοτε χαίρειν, τῶν αἰτιῶν τῆς χαρᾶς οὐκ ἐπ’ ἐμοὶ κειμένων; Ἔξωθεν γάρ ἐστι τὰ ποιη‐ τικὰ τοῦ χαίρειν, καὶ οὐκ ἐν ἡμῖν ἀποκείμενα· φίλου παρουσία, γονέων χρονία συντυχία, χρημάτων εὑρέ‐ σεις, τιμαὶ παρὰ τῶν ἀνθρώπων, πρὸς ὑγείαν ἐκ
10χαλεπῆς ἀῤῥωστίας ἀποκατάστασις, ἡ λοιπὴ τοῦ βίου εὐημερία· οἶκος εὐθηνῶν διὰ πάντων, τράπεζα πλήθουσα, κοινωνοὶ τῆς εὐφροσύνης οἱ ἐπιτήδειοι, ἀκούσματα καὶ θεάματα ἡδονὴν φέροντα, ὑγεία τῶν οἰκειοτάτων, καὶ ἡ λοιπὴ αὐτοῖς τοῦ βίου εὔροια.
15Λυπηρὰ γὰρ οὐ τὰ ἡμῖν προσπίπτοντα μόνον τῶν ἀλγεινῶν, ἀλλὰ καὶ τὰ φίλους καὶ συγγενεῖς ἀνιῶν‐ τα. Ὥστε ἐκ πάντων τούτων ἀνάγκη ἀθροίζεσθαι τὸ περιχαρὲς καὶ εὔθυμον τῆς ψυχῆς. Καὶ πρὸς τού‐ τοις, ὅταν ὁρᾷν ὑπάρχῃ ἐχθρῶν καταπτώσεις, ἐπι‐
20βούλων πληγὰς, εὐεργετῶν ἀμοιβὰς, καὶ ἁπαξαπλῶς ἐὰν μήτε παρόν τι τῶν δυσκόλων, μήτε προσδοκώ‐ μενον ὅλως τὴν ζωὴν ἡμῶν ἐπιταράσσῃ· τότε δυ‐ νατὸν ἐγγίνεσθαι τῇ ψυχῇ τὴν χαράν. Πῶς οὖν πρόσ‐ ταγμα ἡμῖν δέδοται τὸ μὴ ἐκ προαιρέσεως κατορθού‐
25μενον, ἀλλ’ ἐπακολούθημα ἑτέρων προηγουμένων ὑπάρχον; Πῶς δὲ καὶ ἀδιαλείπτως προσεύξομαι, τῶν τοῦ σώματος χρειῶν ἀναγκαίως τὴν ἔννοιαν τῆς ψυχῆς περιστρεφουσῶν πρὸς ἑαυτὰς, ἀδυνάτου ὄντος κατὰ ταυτὸν πρὸς δύο μερίμνας τὴν διάνοιαν κατα‐
30τέμνεσθαι;
32 Ἀλλὰ καὶ ἐν παντί μοι εὐχαριστεῖν διατέτακται. Εὐχαριστήσω στρεβλούμενος, αἰκιζόμενος, ἐπὶ τροχοῦ κατατεινόμενος, τοὺς ὀφθαλμοὺς ἐκκοπτόμενος; Εὐ‐
35χαριστήσω τυπτόμενος τὴν ἄτιμον πληγὴν παρὰ τοῦ μισοῦντος; πηγνύμενος ὑπὸ τοῦ κρύους, λιμῷ καταγχόμενος, ἐπὶ τοῦ ξύλου δεδεμένος, ἀτεκνωθεὶς ἀθρόως, ἢ καὶ τῆς γυναικὸς αὐτῆς ἐστερημένος; ἐκ ναυαγίων ἐξαίφνης ἐκπεσὼν εὐπορίας; πειραταῖς
40κατὰ θάλασσαν, ἢ λῃσταῖς κατ’ ἤπειρον περιτυ‐ χών; τραύματα ἔχων, συκοφαντούμενος, ἀλη‐ τεύων, τὸ δεσμωτήριον οἰκῶν; Ταῦτα καὶ ἔτι πλείω τούτων, κατηγοροῦντες τοῦ νομοθέτου, συνείρουσιν, ἀπολογίαν τῶν ἁμαρτημάτων ἑαυτοῖς εὐτρεπίζειν
45ἡγούμενοι τὴν ἐπὶ τοῖς διατεταγμένοις ἡμῖν, ὡς ἀδυνάτοις, διαβολήν. Τί οὖν φαμεν; Ὅτι, πρὸς ἕτερα βλέποντος τοῦ Ἀποστόλου, καὶ τὰς ψυχὰς ἡμῶν πειρωμένου χαμόθεν πρὸς ὕψος μετεωρίζειν, καὶ ἐπὶ τὸ οὐράνιον μετατιθέναι πολίτευμα, οἱ μὴ

31

.

220

(50)

ἐφικνούμενοι τῆς μεγαλονοίας τοῦ νομοθέτου, περὶ γῆν καὶ σάρκας, ὡς περὶ τέλμα σκώληκες, ἰλυσπώ‐
μενοι ἐν τοῖς τοῦ σώματος πάθεσι, τὸ δυνατὸν τῶν219

31

.

221

ἀποστολικῶν διατάξεων ἀπαιτοῦσιν. Ὁ δὲ προκα‐ λεῖται εἰς τὸ πάντοτε χαίρειν οὐχὶ τὸν τυχόντα, ἀλλὰ τὸν οἷος αὐτὸς ἦν, οὐκέτι ζῶν ἐν σαρκὶ, ἀλλὰ ζῶντα ἔχων ἐν ἑαυτῷ τὸν Χριστὸν, ὡς τῆς πρὸς τὸ
5ἀκρότατον τῶν ἀγαθῶν συναφείας μηδαμῶς τὴν ἀπὸ τῶν ὀχληρῶν τῆς σαρκὸς συμπάθειαν δεχομένης. Ἀλλὰ κἂν διακόπτηται ἡ σὰρξ, ἡ τῆς συνεχείας διάλυσις ἐναπομένει τῷ πεπονθότι τοῦ σώματος μέρει, τῆς διαδόσεως τοῦ λυποῦντος οὐ δυναμέ‐
10νης διικνεῖσθαι πρὸς τὸ νοερὸν τῆς ψυχῆς. Εἰ γὰρ ἐνεκρώσαμεν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, κατὰ τὰς ὑποθήκας τοῦ Ἀποστόλου, καὶ τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιεφέρομεν, ἀναγκαίως ἡ ἀπὸ τοῦ νενεκρωμένου σώματος πληγὴ πρὸς τὴν
15ἀπολελυμένην τῆς συναφείας αὐτοῦ ψυχὴν οὐ χωρή‐ σει. Ἀτιμίαι δὲ καὶ ζημίαι, καὶ οἰκείων θάνατοι οὐκ ἀναβήσονται πρὸς τὸν νοῦν, οὐδὲ καταστρέψουσι τὸ ὑψηλὸν τῆς ψυχῆς πρὸς τὴν ὧδε συμπάθειαν. Εἰ μὲν γὰρ τὰ αὐτὰ φρονοῦσι τῷ σπουδαίῳ οἱ ταῖς
20δυσκολίαις περιπεσόντες, οὐ παρέξουσι λύπας ἑτέρῳ, οἵ γε μηδ’ αὐτοὶ λυπηρῶς διαφέροντες τὰ συμπί‐ πτοντα· εἰ δὲ κατὰ σάρκα ζῶσιν, οὐδ’ οὕτω λυπή‐ σουσιν, ἀλλ’ ἐλεεινοὶ κριθήσονται, οὐ τῶν περι‐ στάσεων μᾶλλον, ἢ τοῦ μὴ προαιρεῖσθαι τὰ
25δέοντα. Ὅλως δὲ ψυχὴ, ἡ ἅπαξ προσδεθεῖσα τῷ πόθῳ τοῦ Κτίσαντος, καὶ τοῖς ἐκεῖ κάλλεσιν ἐνειθισμένη φαιδρύνεσθαι, τὸ περιχαρὲς αὐτῆς καὶ εὔθυμον ὑπὸ τῆς ποικίλης μεταπτώσεως τῶν σαρκικῶν παθημά‐ των οὐ μεταβαλεῖ· ἀλλὰ τὰ τοῖς ἄλλοις λυπηρὰ προσ‐
30θήκην εὐφροσύνης ποιήσεται. Οἷος ἦν ὁ Ἀπόστολος, εὐδοκῶν ἐν ἀσθενείαις, ἐν θλίψεσιν, ἐν διωγμοῖς, ἐν ἀνάγκαις, καυχήματα ἑαυτοῦ τὰς ἐνδείας ποιούμενος· ἐν λιμῷ καὶ δίψει, ἐν ψύχει καὶ γυμνότητι, ἐν διω‐ γμοῖς καὶ στενοχωρίαις, ἐφ’ οἷς ἄλλοι δυσανα‐
35σχετοῦσι καὶ πρὸς τὸν βίον ἀπαγορεύουσιν, ἐπὶ τού‐ τοις αὐτὸς ἀγαλλιώμενος. Οἱ τοίνυν ἀπαιδεύτως ἔχοντες τῆς ἀποστολικῆς διανοίας, καὶ μὴ συνιέντες, ὅτι πρὸς τὴν εὐαγγελικὴν ἡμᾶς προσκαλεῖται ζωὴν, τολμῶσι κατηγορεῖν τοῦ Παύλου, ὡς ἀδύνατα ἡμῖν διορίζοντος.
40Ἀλλὰ μὴν διδασκέσθωσαν ὅσαι τοῦ χαίρειν εὐλόγως αἱ ἀφορμαὶ διὰ τῆς τοῦ Θεοῦ μεγαλοδωρεᾶς ἡμῖν πρόκεινται. Παρήχθημεν εἰς τὸ εἶναι, μὴ ὄντες· κατ’ εἰκόνα τοῦ κτίσαντος ἐγενήθημεν· νοῦν καὶ λόγον συμπληροῦντα ἡμῶν τὴν φύσιν ἔχομεν, δι’ οὗ
45Θεὸν ἐγνωρίσαμεν. Καὶ τὰ κάλλη τῆς κτίσεως ἐν‐ τέχνως καταμανθάνοντες, δι’ αὐτῶν, οἱονεὶ διὰ γραμ‐
μάτων τινῶν, τὴν μεγάλην τοῦ Θεοῦ περὶ πάντα221

31

.

224

πρόνοιαν καὶ σοφίαν ἀναγινώσκομεν. Διακριτικοί ἐσμεν ἀγαθοῦ καὶ τοῦ χείρονος· ἐκλογὴν τοῦ συμφέροντος καὶ ἀποστροφὴν τοῦ βλαβεροῦ ἐξ αὐτῆς τῆς φύσεως δεδιδάγμεθα. Ἀλλοτριωθέντες Θεοῦ διὰ
5τῆς ἁμαρτίας, πάλιν εἰς τὴν οἰκειότητα ἀνεκλήθημεν, τῷ αἵματι τοῦ Μονογενοῦς ἐκ τῆς ἀτίμου δουλείας ἐξαιρεθέντες. Ἀναστάσεως ἐλπίδες, ἀγγελικῶν ἀγα‐ θῶν ἀπολαύσεις, ἡ ἐν οὐρανοῖς βασιλεία, τὰ ἐν ἐπαγ‐ γελίαις ἀγαθὰ, καὶ διανοίας καὶ λόγου δύναμιν ὑπερ‐
10βαίνοντα. Πῶς οὐχὶ ταῦτα προσήκει χαρᾶς ἀλήκτου καὶ εὐφροσύνης διηνεκοῦς ἐξαρκεῖν νομίζειν αἴτια, ἀλλ’ οἴεσθαι τὸν γαστριζόμενον, καὶ καταυλούμενον, καὶ ἐπὶ μαλακῆς κοίτης ἀνατετραμμένον καὶ ῥέγχοντα,
15τοῦτον ἀξίως χαρᾶς διαζῇν; Ἐγὼ δὲ τούτοις μὲν τὸ θρηνεῖσθαι φαίην ἂν πρέπειν παρὰ τῶν νοῦν ἐχόντων· μακαρίζειν δὲ τοὺς ἐπ’ ἐλπίδι τοῦ μέλλοντος αἰῶνος τὴν παροῦσαν ζωὴν διαφέροντας, καὶ τὰ παρόντα τῶν αἰωνίων ἀμειβομένους, κἂν ἐν φλογὶ διάγωσιν
20οἱ Θεῷ συνημμένοι, ὡς οἱ τρεῖς παῖδες ἐπὶ τῆς Βαβυ‐ λωνίας, κἂν λέουσιν ὦσι συγκαθειργμένοι, κἂν ὑπὸ κήτους καταποθέντες, ὑφ’ ἡμῶν τε χρῆναι μακα‐ ρίζεσθαι, καὶ αὐτοὺς ἐν χαρᾷ διάγειν, οὐχὶ τοῖς παροῦσιν ἀλγυνομένους, ἀλλὰ τῇ ἐλπίδι τῶν εἰς ὕστε‐
25ρον ἡμῖν ἀποκειμένων εὐφραινομένους. Οἶμαι γὰρ τὸν ἀγωνιστὴν τὸν καλὸν, ἅπαξ ἐπὶ τὸ τῆς εὐσε‐ βείας στάδιον ἀποδύντα, φέρειν χρῆναι γενναίως τὰς πληγὰς τῶν ἀντιπάλων ἐλπίδι τῆς δόξης τῆς ἀπὸ τῶν στεφάνων. Καὶ γὰρ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν οἱ κατὰ
30τὰς παλαίστρας τοῖς πόνοις προσεθισθέντες οὐ πρὸς τὸ ἀλγεινὸν συστέλλονται τῆς πληγῆς, ἀλλ’ ὁμόσε χωροῦσι τοῖς ἀντιπάλοις ἐπιθυμίᾳ τῆς ἀναῤῥή‐ σεως, τῶν παραυτίκα πόνων ὑπερορῶντες. Οὕτω τῷ σπουδαίῳ κἂν παρῇ τι τῶν τραχυτέρων, οὐκ ἐπισκο‐
35τήσει τῷ χαίρειν. Διότι Ἡ θλῖψις ὑπομονὴν κατεργάζεται· ἡ δὲ ὑπομονὴ δοκιμήν· ἡ δὲ δο‐ κιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Διὸ καὶ ἑτέρωθι τῇ θλίψει ὑπομένειν, καὶ τῇ ἐλπίδι χαίρειν παρὰ τοῦ αὐτοῦ προσετάχθημεν. Ἐλπὶς οὖν ἐστιν ἡ
40τὴν χαρὰν σύνοικον τῇ ψυχῇ τοῦ σπουδαίου παρασκευά‐ ζουσα. Ἀλλ’ ὁ αὐτὸς Ἀπόστολος καὶ κλαίειν χρῆναι ἡμᾶς προστάσσει μετὰ κλαιόντων· καὶ Γαλάταις γρά‐ φων, ἔκλαιε περὶ τῶν ἐχθρῶν τοῦ σταυροῦ τοῦ Χρι‐ στοῦ. Καὶ τί δεῖ λέγειν Ἱερεμίαν κλαίοντα; καὶ Ἰε‐
45ζεκιὴλ θρήνους ἀρχόντων ἐκ προστάγματος Θεοῦ γράφοντα, καὶ πολλοὺς δὲ τῶν ἁγίων οἰμώζοντας; Οἴμοι, μῆτερ, ὡς τίνα με ἔτεκες; καὶ, Οἴμοι,
ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορ‐223

31

.

225

θῶν ἐν ἀνθρώποις οὐκ ἔστι· καὶ, Οἴμοι, ὅτι ἐγε‐ νόμην ὡς συνάγων καλάμην ἐν ἀμήτῳ. Καὶ ὅλως ἐρεύνησον τὰς φωνὰς τῶν δικαίων, κἄν πού τινα εὕρῃς σκυθρωποτέραν φωνὴν ἀφιέντα, πεισθήσῃ,
5ὅτι πάντες τοῦ κόσμου τούτου καὶ τῆς ἐν αὐτῷ ζωῆς τῆς δυστήνου ταύτης καταστενάζουσιν. Οἴμοι, ὅτι ἡ παροικία μου ἐμακρύνθη. Ἐπιθυμίαν γὰρ ἔχει ἀναλῦσαι, καὶ σὺν Χριστῷ εἶναι. Ὡς οὖν ἐμπό‐ διον τῆς χαρᾶς, τῆς παροικίας ταύτης τὴν παράτα‐
10σιν δυσχεραίνει. Δαβὶδ δὲ καὶ ἐν μέλεσιν ἡμῖν θρῆνον τοῦ φίλου κατέλιπεν Ἰωνάθαν· ᾧ συναπεθρήνησε καὶ τὸν ἐχθρὸν ἑαυτοῦ. Ἀλγῶ ἐπὶ σοὶ, ἀδελφέ μου, Ἰωνάθαν· καὶ, Θυγατέρες Ἰσραὴλ, θρη‐ νήσατε ἐπὶ Σαούλ. Τὸν μὲν γὰρ θρηνεῖ, ὡς ἐναπο‐
15θανόντα τῇ ἁμαρτίᾳ, τὸν δὲ Ἰωνάθαν, ὡς μέχρι παν‐ τὸς αὐτῷ κοινωνήσαντα τοῦ βίου. Καὶ τί δεῖ τὰ ἄλλα λέγειν; Ἀλλ’ ἐδάκρυσε καὶ ὁ Κύριος ἐπὶ Λαζάρῳ, ἐδάκρυσε καὶ ἐπὶ Ἱερουσαλήμ. Καὶ μακαρίζει δὲ τοὺς πενθοῦντας, καὶ πάλιν τοὺς κλαίοντας.
21 Καὶ πῶς σύμφωνα ταῦτα, φασὶ, τῷ, Πάντοτε χαίρετε; Οὐδὲ γὰρ ἐκ τῶν αὐτῶν ἀρχῶν δάκρυόν τε καὶ χαρὰ τὴν γένεσιν ἔχουσι. Τὸ μὲν γὰρ, οἷον ἐκ πληγῆς τινος, τῆς προσβολῆς τοῦ ἀβουλήτου τὴν
25ψυχὴν τύπτοντος καὶ συστέλλοντος, καταθλιβομένου τοῦ περικαρδίου πνεύματος, ἀποτίκτεσθαι πέφυκεν· ἡ δὲ χαρὰ οἷον σκίρτημά τί ἐστι τῆς ψυχῆς ἐπαγαλ‐ λομένης τοῖς κατὰ γνώμην. Ὅθεν καὶ τὰ περὶ τὸ σῶμα συμπτώματα διενήνοχε. Τοῖς μὲν γὰρ λυπουμέ‐
30νοις ὕπωχρος καὶ πελιδνὸς καὶ κατεψυγμένος ὁ ὄγκος· τοῖς δὲ φαιδρυνομένοις ἐξανθοῦσα καὶ ὑπέρυθρος ἡ τοῦ σώματος ἕξις, μονονουχὶ πηδώσης τῆς ψυχῆς, καὶ προωθουμένης ὑφ’ ἡδονῆς εἰς τὸ ἔξω. Πρὸς δὴ ταῦτα ἐροῦμεν, ὅτι καὶ οἱ θρῆνοι καὶ τὰ δάκρυα τῶν
35ἁγίων διὰ τὴν πρὸς Θεὸν ἀγάπην ἐγίγνοντο. Ἀεὶ οὖν ἐνορῶντες τῷ ἀγαπητῷ, καὶ τὴν ἐκεῖθεν ἑαυτοῖς εὐφροσύνην συναύξοντες, τὰ περὶ τοὺς ὁμοδούλους ἑαυτῶν ᾠκονόμουν· πενθοῦντες τοὺς ἁμαρτάνοντας, ἐπανορθούμενοι αὐτοὺς διὰ τῶν δακρύων. Ὥσπερ δὲ
40οἱ ἐπὶ τῶν αἰγιαλῶν ἑστῶτες, τοῖς ἐν τῇ θαλάττῃ βαπτιζομένοις συμπάσχοντες, οὐ προΐενται τὴν οἰκείαν ἀσφάλειαν ἐν τῇ περὶ τῶν κινδυνευόντων φροντίδι· οὕτως οὐδὲ οἱ τοῖς ἁμαρτήμασι τῶν πέλας ἐπι‐ στυγνάζοντες τὴν οἰκείαν ἀφανίζουσιν εὐφροσύνην. Τὸ
45ἐναντίον μὲν οὖν, καὶ μείζονα ποιοῦσιν αὐτὴν, ὑπὲρ225

31

.

228

τῶν εἰς τὸν ἀδελφὸν δακρύων τῆς χαρᾶς τοῦ Κυρίου καταξιούμενοι. Διὰ τοῦτο μακάριοι οἱ κλαίοντες, καὶ μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται, καὶ αὐτοὶ γελάσουσι. Γέλωτα δὲ λέγει οὐ τὸν διὰ τῶν
5παρειῶν ἐκπίπτοντα ψόφον ἐν τῷ αἵματος ἀναβρασμῷ, ἀλλὰ τὴν ἄκρατον καὶ ἀμιγῆ παντὸς σκυθρωποῦ ἱλα‐ ρότητα. Κλαίειν οὖν μετὰ κλαιόντων συγχωρεῖ ὁ Ἀπό‐ στολος, ἐπειδὴ τὸ δάκρυον τοῦτο οἱονεὶ σπέρμα καὶ δάνεισμα γίνεται τῆς αἰωνίου χαρᾶς. Ἀνάβα μοι
10τῇ διανοίᾳ, καὶ θέασαι τὴν ἀγγελικὴν κατάστασιν, εἰ ἄλλη τις αὐτοῖς πρέπει κατάστασις, πλὴν τοῦ χαί‐ ρειν καὶ διευθυμεῖσθαι· ὅτι ἠξίωνται παρεστάναι Θεῷ, καὶ ἀπολαύειν τοῦ ἀποῤῥήτου κάλλους τῆς δόξης τοῦ κτίσαντος ἡμᾶς. Πρὸς ἐκεῖνον οὖν τὸν βίον παρορμῶν
15ἡμᾶς ὁ Ἀπόστολος, πάντοτε χαίρειν ἡμῖν διετάξατο. Ἀλλὰ μὴν πρός γε τὸ δακρῦσαι τὸν Κύριον ἐπὶ Λαζάρῳ καὶ ἐπὶ τῇ πόλει ἐκεῖνο εἰπεῖν ἔχομεν, ὅτι καὶ ἔφαγε, καὶ ἔπιεν, οὐκ αὐτὸς τούτων δεόμενος, ἀλλά σοι μέτρα καὶ ὅρους τῶν ἀναγκαίων τῆς ψυχῆς
20παθημάτων καταλιμπάνων. Οὕτω γοῦν καὶ ἐδάκρυσε, τῶν ὀδυρτικῶν καὶ φιλοθρήνων τὸ ἄγαν περιπαθὲς καὶ ταπεινὸν ἐπανορθούμενος. Εἰ γάρ τι ἄλλο, καὶ τὸ δακρύειν τῆς ἐκ τοῦ λόγου συμμετρίας προσδεῖται· ἐπὶ τίσι γίνεσθαι, καὶ ἐπὶ πόσον, καὶ πότε, καὶ
25ὅπως προσῆκεν. Ὅτι γὰρ οὐκ ἐμπαθὲς ἦν τὸ δάκρυον τοῦ Κυρίου, ἀλλὰ διδασκαλικὸν, ἐκεῖθεν δῆλον· Λά‐ ζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. Τίς ἡμῶν κοιμώμενον ὀδύρεται φίλον, ὃν μικρὸν ὕστερον προσδοκᾷ διυπνί‐
30ζειν; Λάζαρε, δεῦρο ἔξω. Καὶ ὁ νεκρὸς ἐζωοποιεῖτο· καὶ ὁ δεδεμένος περιεπάτει. Θαῦμα ἐν θαύματι· κει‐ ρίαις δεδέσθαι τοὺς πόδας, καὶ μὴ κωλύεσθαι πρὸς τὴν κίνησιν. Μεῖζον γὰρ ἦν τὸ ἐνισχύον τοῦ ἐμ‐ ποδίζοντος. Πῶς οὖν ὁ τοιαῦτα ἐνεργεῖν μέλλων δα‐
35κρύων ἄξιον τὸ συμβὰν ἔκρινεν; Ἢ δῆλον, ὅτι, παν‐ ταχόθεν τὸ ἀσθενὲς ἡμῶν ὑπερείδων, μέτροις τισὶ καὶ ὅροις τὰ ἀναγκαῖα περιέλαβε πάθη; τὸ μὲν ἀσυμπαθὲς ὡς θηριῶδες ἐκκλίνων, τὸ δὲ φιλόλυπον καὶ πολύθρηνον ὡς ἀγενὲς παραιτούμενος. Διό‐
40περ, ἐπιδακρύσας τῷ φίλῳ, αὐτός τε τὴν κοινωνίαν τῆς ἀνθρωπείας φύσεως ἐπεδείξατο, καὶ ἡμᾶς τῶν ἐφ’ ἑκάτερα ὑπερβολῶν ἠλευθέρωσε· μήτε καταμα‐ λακίζεσθαι πρὸς τὰ πάθη, μήτε ἀναισθήτως ἔχειν τῶν λυπηρῶν ἐπιτρέπων. Ὡς οὖν κατεδέξατο τὴν
45πεῖναν ὁ Κύριος, τῆς στερεᾶς τροφῆς διαπνευσθείσης αὐτῷ, καὶ τὴν δίψαν προσήκατο, τῆς ὑγρότητος ἀνα‐ λωθείσης τῆς ἐν τῷ σώματι· καὶ ἐκοπίασε, τῶν μυῶν καὶ τῶν νεύρων ἐκ τῆς ὁδοιπορίας ὑπερταθέντων· οὐ τῆς θεότητος τῷ καμάτῳ δαμαζομένης, ἀλλὰ τοῦ σώ‐

31

.

228

(50)

ματος τὰ ἐκ φύσεως ἐπακολουθοῦντα συμπτώματα
δεχομένου οὕτω καὶ τὸ δάκρυον προσήκατο, τὸ φυ‐227

31

.

229

σικὸν τῇ σαρκὶ ἐπιγίνεσθαι σύμπτωμα συγχωρῶν. Ὅπερ συμβαίνει, ὅταν τὰ κοῖλα τοῦ ἐγκεφάλου, τῶν ἐκ τῆς λύπης ἀναθυμιάσεων πληρωθέντα, οἷον δι’ ὀχετῶν τινων τῶν κατὰ τοὺς ὀφθαλμοὺς πόρων
5τοῦ ὑγροῦ τὸ βάρος ἀποσκευάζηται. Ὅθεν ἦχοί τινες, καὶ ἴλιγγοι, καὶ σκοτώσεις ἐπὶ ταῖς ἀδοκήτοις τῶν λυπηρῶν ἀκοαῖς ἐγγίνονται, περιδονουμένης τῆς κε‐ φαλῆς ὑπὸ τῶν ἀτμῶν, οὓς ἡ ἐπὶ τὸ βάθος τοῦ θερμοῦ συστολὴ ἀναπέμπει. Εἶτα, οἶμαι, ὥσπερ τὸ
10νέφος εἰς ψεκάδα, οὕτως τὸ πάχος τῶν ἀτμῶν εἰς δάκρυον διαλύεται. Ἔνθεν καὶ ἡδονή τίς ἐστι τοῖς λυπουμένοις περὶ τὸν θρῆνον, λανθανόντως διὰ τοῦ κλαίειν κενουμένου αὐτοῖς τοῦ βαρύνοντος. Συν‐ ίστησι δὲ τοῦ λόγου τὸ ἀληθὲς ἡ πεῖρα τῶν γινομένων.
15Πολλοὺς γὰρ ἔγνωμεν ἐν συμφοραῖς ἀνηκέστοις ἀπο‐ στάξαι τὸ δάκρυον βιαίως ἐγκαρτερήσαντας· εἶτα τοὺς μὲν εἰς ἀνήκεστα ἐμπεσόντας πάθη, ἀποπληξίας ἢ παραλύσεις, τοὺς δὲ, καὶ παντελῶς ἀποψύξαντας, ὥσπερ ἐρείσματος ἀσθενοῦς, τῆς δυνάμεως αὐτῶν
20τῷ βάρει τῆς λύπης ὑποκλασθείσης. Ὃ γὰρ ἐπὶ τῆς φλογὸς ὁρᾷν ὑπάρχει, ὑπὸ τοῦ οἰκείου αὐτὴν καπνοῦ καταπνίγεσθαι, μὴ ὑπεξιόντος, ἀλλὰ περὶ αὐτὴν εἱλου‐ μένου, τοῦτό φασι καὶ ἐπὶ τῆς οἰκονομούσης τὸ ζῶον δυνάμεως γίνεσθαι· ἀπομαραίνεσθαι γὰρ ὑπὸ τῶν
25ὀδυνηρῶν, καὶ κατασβέννυσθαι, μηδεμιᾶς γινομένης ἐπὶ τὸ ἔξω διαπνοῆς.
30 Μὴ τοίνυν εἰς συνηγορίαν τοῦ οἰκείου πάθους τὸ τοῦ Κυρίου προβαλλέσθωσαν δάκρυον οἱ φιλόλυ‐ ποι. Ὡς γὰρ ἡ βρῶσις, ἣν ὁ Κύριος ἔφαγεν, οὐκ ἔστιν ἡδυπαθείας ἡμῖν ἀφορμὴ, τὸ ἐναντίον μὲν οὖν, ἐγκρατείας καὶ αὐταρκείας ὅρος ὁ ἀνωτάτω· οὕτω
35καὶ τὸ δάκρυον οὐκ ἔστι νομοθεσία πρὸς τὸ θρηνεῖν, ἀλλὰ μέτρον εὐσχημονέστατον ἐκτεθὲν, καὶ κανὼν ἀκριβὴς, καθ’ ὃν προσῆκε σεμνῶς καὶ εὐσχημόνως τοῖς τῆς φύσεως ὅροις ἐμμένοντας διαφέρειν τὰ λυπηρά. Οὔτε οὖν γυναιξὶν, οὔτε ἀνδράσιν ἐπιτέτραπται τὸ
40φιλοπενθὲς καὶ πολύδακρυ, ἀλλ’ ὅσον ἐπιστυγνάσαι τοῖς λυπηροῖς καὶ μικρόν τι δάκρυον ἀποστάξαι, καὶ τοῦτο ἡσυχῆ, μὴ ἀναβρυχώμενον μηδὲ ὀλολύζοντα, μηδὲ καταῤῥηγνύντα χιτῶνα, ἢ κόνιν καταχεόμενον, μηδ’ ἄλλο τι τοιοῦτον ἀσχημονοῦντα τῶν ἐπιτηδευομέ‐
45νων παρὰ τῶν ἀπαιδεύτως ἐχόντων πρὸς τὰ οὐράνια. Δεῖ γὰρ τὸν κεκαθαρμένον τῷ θείῳ διδασκαλίῳ, οἷον ὀχυρῷ τινι τειχίῳ τῷ ὀρθῷ λόγῳ πεφράχθαι, καὶ ἀν‐ δρείως καὶ καρτερῶς τὰς τῶν τοιούτων παθῶν προσ‐
βολὰς ἀπαμύνασθαι· καὶ μὴ καθάπερ εἴς τι χω‐229

31

.

232

ρίον ὑποκαθήμενον, τῷ ταπεινῷ καὶ ὑπείκοντι τῆς ψυχῆς, τὸν τῶν παθῶν ὄχλον ἐπιῤῥέοντα δέχεσθαι. Ἀνάνδρου γὰρ ψυχῆς, καὶ οὐδένα τόνον ἐκ τῆς ἐπὶ Θεὸν ἐλπίδος ἐχούσης, τὸ σφοδρῶς καταῤῥήγνυσθαι
5καὶ ὑποπίπτειν τοῖς λυπηροῖς. Ὥσπερ γὰρ οἱ σκώ‐ ληκες τοῖς ἁπαλωτέροις τῶν ξύλων ἐντίκτονται μά‐ λιστα, οὕτως αἱ λῦπαι τοῖς μαλακωτέροις ἤθεσι τῶν ἀνθρώπων ἐμφύονται. Μὴ γὰρ ἀδαμάντινος ἦν ὁ Ἰὼβ τὴν καρδίαν; μὴ γὰρ ἐκ λίθου ἦν αὐτῷ πεποιη‐
10μένα τὰ σπλάγχνα; Ἔπεσον αὐτῷ δέκα παῖδες ἐν βραχείᾳ καιροῦ ῥοπῇ, μιᾷ πληγῇ συντριβέντες ἐν τῷ οἴκῳ τῆς θυμηδίας, ἐν τῷ καιρῷ τῆς ἀπολαύσεως, ἐπικατασείσαντος αὐτοῖς τοῦ διαβόλου τὸ οἴκημα. Εἶδε τράπεζαν αἵματι μεμιγμένην· εἶδε παῖδας διαφόρως
15μὲν κατὰ τὸν χρόνον ἀποτεχθέντας, κοινῇ δὲ ὑπελθόντας τοῦ βίου τὸ τέλος. Οὐκ ᾤμωξεν, οὐ κατε‐ τίλατο κόμην, οὐκ ἀφῆκέ τινα φωνὴν ἀγενῆ, ἀλλὰ τὴν ἀοίδιμον ἐκείνην καὶ παρὰ πᾶσιν ἀνυμνουμένην εὐ‐ χαριστίαν ἀπεφθέγξατο· Ὁ Κύριος ἔδωκεν, ὁ
20Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον. Μὴ ἀσυμπαθὴς ὁ ἄνθρωπος; Καὶ πῶς; ὅς γε περὶ ἑαυτοῦ λέγει· Ἐγὼ ἔκλαυσα ἐπὶ παντὶ θλιβομένῳ. Ἀλλ’ ἆρα μὴ ἐψεύδετο ταῦτα λέγων; Καὶ μὴν μαρ‐
25τυρεῖ αὐτῷ ἡ ἀλήθεια, ὅτι πρὸς ταῖς λοιπαῖς ἀρεταῖς καὶ ἀληθινὸς ἦν· Ἄνθρωπος γὰρ, φησὶν, ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀληθινός. Σὺ δὲ ᾠδαῖς τισι πρὸς τὸ κατηφὲς πεποιημέναις παραθρηνεῖς, καὶ μέλεσι γοεροῖς ἐκτήκειν σεαυτοῦ τὴν ψυχὴν ἐπιτηδεύεις·
30καὶ ὥσπερ τῶν τραγῳδῶν ἴδιόν ἐστι τὸ ἀνάπλασμα καὶ ἡ σκευὴ μεθ’ ἧς τὰ θέατρα καταλαμβάνουσιν· οὕτως οἴει προσήκειν καὶ τῷ πενθοῦντι πρέπον εἶναι σχῆμα, μέλαν ἱμάτιον, καὶ αὐχμηρὰν κόμην, καὶ σκότος ἐν οἰκίᾳ, καὶ ῥύπον, καὶ κόνιν, καὶ μέλος
35στυγνὸν, ἀεὶ νεαρὸν τῆς λύπης τὸ τραῦμα τῇ ψυχῇ διασῶζον. Κατάλιπε ταῦτα ποιεῖν τοῖς μὴ ἔχου‐ σιν ἐλπίδα. Σὺ δὲ ἐδιδάχθης περὶ τῶν ἐν Χριστῷ κοιμηθέντων, ὅτι Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν
40δυνάμει· σπείρεται σῶμα ψυχικὸν, ἐγείρεται231

31

.

233

σῶμα πνευματικόν. Τί οὖν κλαίεις τὸν ἐξελ‐ θόντα μεταμφιάσασθαι; Μήτε σεαυτὸν θρήνει ὡς βοηθοῦ τινος πρὸς τὸν βίον στερούμενος· Ἀγαθὸν γὰρ, φησὶν, ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπ’
5ἄνθρωπον. Μήτε ἐκεῖνον ὀδύρου, ὡς δεινὰ πεπονθότα. Μικρὸν γὰρ ὕστερον. ἡ ἐξ οὐρανῶν σάλπιγξ αὐτὸν διυπνίσει, καὶ ὄψει αὐτὸν παριστάμενον τῷ βή‐ ματι τοῦ Χριστοῦ. Ἄφες οὖν ταύτας τὰς ταπεινὰς καὶ ἀπαιδεύτους φωνάς. Οἴ μοι τῶν ἀπροσδοκήτων
10κακῶν· καὶ τό· Τίς δ’ ἂν ταῦτα ᾠήθη γενέσθαι; καὶ, Πότε δ’ ἂν προσεδόκησα γῇ κατακρύψειν τὴν φιλτάτην ἐμοὶ κεφαλήν; Ταῦτα γὰρ κἂν ἑτέρου λέγοντος ἀκούωμεν, ἐρυθριᾷν ἡμᾶς προσῆκε τοὺς ἔκ τε τῆς μνήμης τῶν παρελθόντων καὶ ἐκ τῆς τῶν παρόντων πείρας τὰ ἀναγκαῖα τῆς φύσεως πάθη δεδι‐
15δαγμένους. Οὔτε οὖν ἀωρίαι θανάτου, οὔτε ἄλλαι τινὲς δυσ‐ κληρίαι ἀδοκήτως ἐμπεσοῦσαι, ἐκπλήξουσιν ἡμᾶς ποτε τοὺς παιδαγωγουμένους τῷ λόγῳ τῆς εὐσεβείας. Οἷον, παῖς μοι ἦν νεανίας, μόνος τοῦ βίου διάδοχος,
20παραμύθιον γήρως, ἐγκαλλώπισμα γένους, ἄνθος τῶν ὁμηλίκων, στήριγμα τῆς οἰκίας, αὐτὸ τῆς ἡλικίας ἦγε τὸ χαριέστατον· οὗτος ἀνάρπαστος οἴχεται· καὶ γῆ καὶ κόνις γέγονεν, ὁ πρὸ βραχέως ἡδὺ μὲν ἄκου‐ σμα φθεγγόμενος, ἥδιστον δὲ θέαμα ὢν τοῖς τοῦ
25γεννήσαντος ὀφθαλμοῖς. Τί οὖν ποιήσομαι; Καταῤῥή‐ ξομαι τὴν ἐσθῆτα, καὶ καταδέξομαι κυλινδεῖσθαι χαμαὶ, καὶ ποτνιᾶσθαι, καὶ δυσανασχετεῖν, καὶ δει‐ κνύειν ἐμαυτὸν τοῖς παροῦσιν οἱονεὶ παῖδά τινα ὑπὸ πληγῶν ἐκβοῶντα καὶ ἀποσπαίροντα; Ἢ τῷ ἀναγ‐
30καίῳ τῶν γινομένων προσέχων, ὅτι ἀπαραίτητος ὁ τοῦ θανάτου νόμος, καὶ διὰ πάσης ὁμοίως ἡλικίας χωρῶν, καὶ πάντα ἐφεξῆς τὰ σύνθετα διαλύων, οὐ ξενισθήσομαι τῷ συμβάντι; οὐδ’ ἀνατραπήσομαι τὸν νοῦν ὡς ὑπὸ πληγῆς ἀπροσδοκήτου καταῤῥαχθεὶς,
35πάλαι προπεπαιδευμένος, ὅτι, θνητὸς ὢν, θνητὸν εἶχον τὸν παῖδα, καὶ ὅτι οὐδὲν τῶν ἀνθρωπίνων βέ‐ βαιον, οὐδὲ εἰς τὸ παντελὲς παραμένειν τοῖς κτησα‐ μένοις πέφυκεν; Ἀλλὰ καὶ πόλεις μεγάλαι καὶ πε‐ ριφανεῖς τῇ τε τῶν κατασκευασμάτων λαμπρό‐
40τητι, καὶ τῇ δυνάμει τῶν ἐνοικούντων, καὶ τῇ λοιπῇ κατά τε τὴν χώραν καὶ τὴν ἀγορὰν εὐθηνίᾳ διαπρέ‐ πουσαι, ἐν ἐρειπίοις νῦν μόνοις τῆς παλαιᾶς σεμνό‐ τητος τὰ σύμβολα φέρουσι. Καὶ πλοῖον, πολλάκις ἐκ θαλάττης διασωθὲν, καὶ μυριάκις μὲν ταχυναυ‐
45τῆσαν, μυρίον δὲ φόρτον τοῖς ἐμπορευομένοις διακο‐ μίσαν, μιᾷ προσβολῇ πνεύματος ἠφανίσθη. Στρατό‐
πεδα δὲ κρατήσαντα μάχαις πολλάκις τῶν ἐναν‐233

31

.

236

τίων, περιτραπείσης αὐτοῖς τῆς εὐημερίας, ἐλεεινὸν θέαμα καὶ διήγημα γέγονεν. Ἔθνη δὲ ὅλα καὶ νῆσοι ἐπὶ μέγα δυνάμεως προελθοῦσαι, καὶ πολλὰ μὲν κατὰ γῆν, πολλὰ δὲ κατὰ θάλασσαν ἐγείρασαι τρόπαια,
5πολὺν δὲ πλοῦτον ἐκ λαφύρων ἀθροίσασαι, ἢ χρόνῳ καταναλώθησαν, ἢ αἰχμάλωτοι γενόμεναι, δου‐ λείαν τῆς ἐλευθερίας ἠλλάξαντο. Καὶ ὅλως, ὅπερ ἂν εἴπῃς τῶν μεγίστων καὶ ἀφορήτων κακῶν, ἤδη προ‐ λαβὼν ὁ βίος ἔχει τὰ ὑποδείγματα. Ὥσπερ οὖν τὰ
10βάρη ταῖς ἐπὶ τοῦ ζυγοῦ ῥοπαῖς διακρίνομεν, καὶ τοῦ χρυσοῦ τὴν διαφορὰν τῇ λίθῳ προστρίβοντες δο‐ κιμάζομεν· οὕτω πρὸς τὰ ἐκτεθέντα ἡμῖν παρὰ τοῦ Κυρίου μέτρα τὴν μνήμην ἐπαναφέροντες, οὐδαμοῦ ἂν τῶν ὅρων τῆς σωφροσύνης ἐκπέσοιμεν. Ἐπειδὰν
15οὖν σοί ποτε προσπέσῃ τῶν ἀβουλήτων τι, μάλιστα μὲν τῷ προευτρεπισμένῳ τῆς διανοίας τὴν τα‐ ραχὴν μὴ παθεῖν, ἔπειτα δὲ τῇ ἐλπίδι τῶν μελλόντων κουφότερα ποιεῖν τὰ παρόντα. Ὥσπερ γὰρ οἱ ἀσθε‐ νεῖς τὰ ὄμματα, τῶν ἄγαν λαμπρῶν τὰς ὄψεις ἀπ‐
20άγοντες, ἐν ἄνθεσι καὶ πόαις προσαναπαύουσιν· οὕτω χρὴ καὶ τὴν ψυχὴν μὴ συνεχῶς καταβλέπειν τὸ λυ‐ πηρὸν, μηδὲ τοῖς παροῦσιν ἀνιαροῖς προσκεῖσθαι, ἀλλὰ πρὸς τὴν θεωρίαν τῶν ὄντως ἀγαθῶν περιάγειν αὐτῆς τὸ ὄμμα. Οὕτω κατορθωθήσεταί σοι τὸ πάν‐
25τοτε χαίρειν· ἐὰν ὁ μὲν βίος σοι ἀεὶ πρὸς Θεὸν ἀποβλέπῃ, ἡ δὲ ἐλπὶς τῆς ἀντιδόσεως κουφίζῃ τοῦ βίου τὰ λυπηρά. Ἠτιμάσθης; Ἀλλὰ πρὸς τὴν δόξαν, τὴν διὰ τῆς ὑπομονῆς ἐν τοῖς οὐρανοῖς ἀποκειμένην, ἀπόβλεψον. Ἐζημιώθης; Ἀλλ’ ἐνατένισον τῷ πλούτῳ
30τῷ ἐπουρανίῳ καὶ τῷ θησαυρῷ, ὃν ἀπέθου σεαυ‐ τῷ διὰ τῶν ἀγαθῶν ἔργων. Ἐξέπεσες τῆς πατρίδος; Ἀλλ’ ἔχεις πατρίδα τὴν ἐπουράνιον Ἱερουσαλήμ. Τέκνον ἀπέβαλες; Ἀλλ’ ἀγγέλους ἔχεις, μεθ’ ὧν χο‐ ρεύσεις περὶ τὸν θρόνον τοῦ Θεοῦ, καὶ εὐφρανθήσῃ
35τὴν αἰώνιον εὐφροσύνην. Οὕτως ἀντιτιθεὶς τοῖς παρ‐ οῦσιν ἀνιαροῖς τὰ προσδοκώμενα ἀγαθὰ, φυλάξεις σεαυτῷ τὸ ἄλυπον τῆς ψυχῆς καὶ ἀτάραχον, ἐφ’ ὃ προκαλεῖται ἡμᾶς ἡ νομοθεσία τοῦ Ἀποστόλου. Μήτε τὰ φαιδρὰ τῶν ἀνθρωπίνων πραγμάτων περι‐
40χαρείας ἀμέτρους ἐμποιείτω σου τῇ ψυχῇ, μήτε τὰ λυπηρὰ κατηφείαις καὶ συστολαῖς τὸ γαῦρον αὐτῆς καὶ ὑψηλὸν ταπεινούτω. Μὴ γὰρ οὕτω προπεπαιδευ‐ μένος περὶ τῶν κατὰ τὸν βίον, οὐδέ ποτε ἀκύμονα ζωὴν καὶ ἀτάραχον ζήσῃ. Τοῦτο δέ σοι ῥᾳδίως
45κατορθωθήσεται, ἐὰν ἔχῃς τὴν ἐντολὴν σύνοικον, τὴν πάντοτε χαίρειν σοι παραινοῦσαν· ἀποπεμπόμενος μὲν τὰ ὀχληρὰ τῆς σαρκὸς, συνάγων δὲ τὰς τῆς ψυ‐ χῆς εὐφροσύνας· καὶ τῶν μὲν παρόντων τὴν αἴσθη‐ σιν ὑπερβαίνων, πρὸς δὲ τὴν ἐλπίδα τῶν αἰωνίων

31

.

236

(50)

ἀποτείνων τὴν ἔννοιαν, ὧν καὶ μόνη ἡ φαντασία
ἐξαρκεῖ τὴν ψυχὴν εὐφροσύνης πληρῶσαι, καὶ τὸ235

31

.

237

ἀγγελικὸν ἀγαλλίαμα ταῖς καρδίαις ἡμῶν ἐνοικίσαι· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ
κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.237