TLG 2040 020 :: BASILIUS :: De jejunio (homilia 1)

BASILIUS Theol., Episcopus
(Caesariensis (Cappadociae): A.D. 4)

De jejunio (homilia 1)

Citation: Volume — page — (line)

31

.

164

(1t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
2tΒΑΣΙΛΕΙΟΥ
3tΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΚΑΠΠΑΔΟΚΙΑΣ
4tΠΕΡΙ ΝΗΣΤΕΙΑΣ ΛΟΓΟΣ Αʹ.
8 Σαλπίσατε, φησὶν, ἐν νεομηνίᾳ, σάλπιγγι ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν. Τοῦτο πρόσταγμα
10ἐστι προφητικόν. Ἡμῖν δὲ πάσης σάλπιγγος μεγα‐ λοφωνότερον, καὶ παντὸς ὀργάνου μουσικοῦ εὐσημότε‐ ρον, τὴν προάγουσαν τῶν ἡμερῶν ἑορτὴν ὑποση‐ μαίνει τὰ ἀναγνώσματα. Ἐγνωρίσαμεν γὰρ τῶν νηστειῶν τὴν χάριν ἐκ τοῦ Ἡσαΐου, τὸν μὲν Ἰουδαϊ‐
15κὸν τῆς νηστείας τρόπον παρωσαμένου, τὴν δὲ ἀλη‐ θινὴν νηστείαν ἡμῖν παραδείξαντος. Μὴ εἰς κρί‐ σεις καὶ μάχας νηστεύετε, ἀλλὰ λύε πάντα σύν‐ δεσμον ἀδικίας. Καὶ ὁ Κύριος· Μὴ γίνεσθε σκυ‐ θρωποὶ, ἀλλὰ νίψαι σου τὸ πρόσωπον καὶ ἄλειψαί
20σου τὴν κεφαλήν. Διατεθῶμεν τοίνυν, ὡς ἐδιδάχθη‐ μεν, μὴ κατασκυθρωπάζοντες ἐπὶ ταῖς προσιούσαις ἡμέραις, ἀλλὰ φαιδρῶς πρὸς αὐτὰς, ὡς πρέπει ἁγίοις, διατιθέμενοι. Οὐδεὶς ἀθυμῶν στεφανοῦται· οὐδεὶς στυγνάζων τρόπαιον ἵστησι. Μὴ σκυθρωπά‐
25σῃς θεραπευόμενος. Ἄτοπον μὴ χαίρειν ἐπὶ ὑγείᾳ ψυχῆς, ἀλλὰ λυπεῖσθαι ἐπὶ βρωμάτων ὑπαλλαγῇ, καὶ πλείονα χάριν φαίνεσθαι διδόντας ἡδονῇ γαστρὸς ἢ ἐπιμελείᾳ ψυχῆς. Κόρος μὲν γὰρ εἰς γαστέρα τὴν
χάριν ἵστησι· νηστεία δὲ πρὸς ψυχὴν ἀναβιβάζει τὸ164

31

.

165

κέρδος. Εὐθύμησον, ὅτι σοι δέδοται παρὰ τοῦ ἰατροῦ φάρμακον ἁμαρτίας ἀναιρετικόν. Ὥσπερ γὰρ οἱ ἐν τοῖς ἐγκάτοις τῶν παίδων ζωογονούμενοι σκώληκες φαρμάκοις τισὶ δριμυτάτοις ἐξαφανίζονται, οὕτως
5ἁμαρτίαν, ὑποικουροῦσαν τῷ βάθει, ἐναποκτείνει τῇ ψυχῇ ἐπεισελθοῦσα νηστεία, ἥγε ὡς ἀληθῶς τῆς προσηγορίας ταύτης ἀξία. Ἄλειψαί σου τὴν κεφαλὴν, καὶ νίψαι τὸ πρόσ‐ ωπον. Ἐπὶ μυστήριά σε καλεῖ ὁ λόγος. Ὁ ἀλειψά‐
10μενος ἐχρίσατο· ὁ νιψάμενος ἀπεπλύνατο. Ἐπὶ τὰ ἔνδον λάμβανε τῶν μελῶν τὴν νομοθεσίαν. Ἀπόπλυνε τὴν ψυχὴν ἁμαρτημάτων. Χρῖσαι τὴν κε‐ φαλὴν χρίσματι ἁγίῳ, ἵνα μέτοχος γένῃ Χριστοῦ, καὶ οὕτω πρόσελθε τῇ νηστείᾳ. Μὴ ἀφανίσῃς τὸ πρόσ‐
15ωπόν σου ὥσπερ οἱ ὑποκριταί. Ἀφανίζεται πρόσ‐ ωπον, ὅταν ἡ ἔνδον διάθεσις ἐπιπλάστῳ σχήματι τῷ ἔξωθεν ἐπισκοτῆται, ὥσπερ ὑπὸ παραπετάσματι τῷ ψεύδει καλυπτομένη. Ὑποκριτής ἐστιν ὁ ἐν θεάτρῳ ἀλλότριον πρόσωπον ὑπελθών· δοῦλος ὢν, πολλάκις
20τὸ τοῦ δεσπότου, καὶ ἰδιώτης, τὸ τοῦ βασιλέως. Οὕ‐ τω καὶ ἐν τῷ βίῳ τούτῳ, ὥσπερ ἐπὶ ὀρχήστρας τῆς ἑαυτῶν ζωῆς οἱ πολλοὶ θεατρίζουσιν, ἄλλα μὲν ἐν τῇ καρδίᾳ φέροντες, ἄλλα δὲ ἐν τῇ ἐπιφανείᾳ τοῖς ἀνθρώποις δεικνύντες. Μὴ ἀφάνιζε οὖν τὸ πρόσωπον.
25Οἷος εἶ, τοιοῦτος φαίνου· μὴ κατασχηματίζου σεαυτὸν πρὸς τὸ σκυθρωπὸν, τὴν ἐκ τοῦ δοκεῖν ἐγ‐ κρατὴς εἶναι δόξαν θηρώμενος. Οὔτε γὰρ εὐποιίας σαλπιζομένης ὄφελος, καὶ νηστείας δημοσιευομένης κέρδος οὐδέν. Τὰ γὰρ ἐπιδεικτικῶς γινόμενα οὐ πρὸς
30τὸν αἰῶνα τὸν μέλλοντα τὸν καρπὸν ἐκτείνει, ἀλλ’ εἰς τὸν τῶν ἀνθρώπων ἔπαινον καταστρέφει. Πρόσ‐ δραμε τοίνυν φαιδρῶς τῇ δωρεᾷ τῆς νηστείας. Ἀρ‐ χαῖον δῶρον ἡ νηστεία· οὐ παλαιούμενον καὶ γηρά‐ σκον, ἀλλ’ ἀνανεούμενον ἀεὶ, καὶ εἰς ἀκμὴν ἐπαν‐
35θοῦν. Οἴει με τὴν ἀρχαιογονίαν αὐτῆς ἀπὸ τοῦ νόμου τίθεσθαι; Καὶ νόμου πρεσβυτέρα νηστεία. Ἐὰν μι‐ κρὸν ἀναμείνῃς, εὑρήσεις τοῦ λόγου τὴν ἀλήθειαν. Μὴ οἴου τὴν ἡμέραν τοῦ ἱλασμοῦ, τὴν διατεταγμέ‐
40νην τῷ Ἰσραὴλ τῷ ἑβδόμῳ μηνὶ, τῇ δεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς, ταύτην εἶναι τῆς νηστείας τὴν ἀρχήν. Δεῦρο δὴ διὰ τῆς ἱστορίας βαδίζων, ἀνερεύνησον τὴν ἀρχαιογονίαν αὐτῆς. Οὐ γὰρ νεώτερον τὸ ἐφεύρεμα· πατέρων ἐστὶ τὸ κειμήλιον. Πᾶν τὸ ἀρχαιότητι δια‐
45φέρον, αἰδέσιμον. Δυσωπήθητι τὴν πολιὰν τῆς νη‐166

31

.

168

στείας. Συνηλικιῶτίς ἐστι τῆς ἀνθρωπότητος· νη‐ στεία ἐν τῷ παραδείσῳ ἐνομοθετήθη. Τὴν πρώ‐ την ἐντολὴν ἔλαβεν Ἀδάμ· Ἀπὸ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε. Τὸ δὲ,
5οὐ φάγεσθε, νηστείας ἐστὶ καὶ ἐγκρατείας νομοθε‐ σία. Εἰ ἐνήστευσεν ἀπὸ τοῦ ξύλου ἡ Εὔα, οὐκ ἂν ταύτης νῦν ἐδεόμεθα τῆς νηστείας. Οὐ γὰρ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ’ οἱ κα‐ κῶς ἔχοντες. Ἐκακώθημεν διὰ τῆς ἁμαρτίας· ἰαθῶ‐
10μεν διὰ τῆς μετανοίας· μετάνοια δὲ χωρὶς νηστείας ἀργή. Ἐπικατάρατος ἡ γῆ, ἀκάνθας καὶ τριβό‐ λους ἀνατελεῖ σοι. Στυγνάζειν προσετάχθης, μὴ γὰρ τρυφᾷν. Διὰ νηστείας ἀπολόγησαι τῷ Θεῷ. Ἀλλὰ καὶ ἡ ἐν παραδείσῳ διαγωγὴ νηστείας ἐστὶν
15εἰκὼν, οὐ μόνον καθότι τοῖς ἀγγέλοις ὁμοδίαιτος ὢν ὁ ἄνθρωπος, διὰ τῆς ὀλιγαρκίας τὴν πρὸς αὐτοὺς ὁμοίω‐ σιν κατώρθου, ἀλλ’ ὅτι καὶ ὅσα ὕστερον ἡ ἐπίνοια τῶν ἀνθρώπων ἐξεῦρεν, οὔπω τοῖς ἐν τῷ παραδείσῳ διαιτωμένοις ἐπενενόητο· οὔπω οἰνοποσίαι, οὔπω ζωο‐
20θυσίαι, οὐχ ὅσα τὸν νοῦν ἐπιθολοῖ τὸν ἀνθρώπινον.
22 Ἐπειδὴ οὐκ ἐνηστεύσαμεν, ἐξεπέσομεν τοῦ πα‐ ραδείσου· νηστεύσωμεν τοίνυν, ἵνα πρὸς αὐτὸν ἐπανέλ‐ θωμεν. Οὐχ ὁρᾷς τὸν Λάζαρον, πῶς διὰ νηστείας εἰσ‐
25ῆλθεν εἰς τὸν παράδεισον; Μὴ μιμήσῃ τῆς Εὔας τὴν παρακοὴν, μὴ πάλιν σύμβουλον παραδέξῃ τὸν ὄφιν, φειδοῖ τῆς σαρκὸς τὴν βρῶσιν ὑποτιθέμε‐ νον. Μὴ προφασίζου ἀῤῥωστίαν σώματος καὶ ἀδυνα‐ μίαν. Οὐ γὰρ ἐμοὶ τὰς προφάσεις, ἀλλὰ τῷ εἰδότι
30λέγεις. Νηστεύειν οὐ δύνασαι (εἰπέ μοι); κορέννυσθαι δὲ διὰ βίου, καὶ συντρίβειν τὸ σῶμα τῷ βάρει τῶν ἐσθιομένων δύνασαι; Καὶ μὴν τοῖς ἀσθενοῦσιν οὐχὶ βρωμάτων ποικιλίαν, ἀλλ’ ἀσιτίαν καὶ ἔνδειαν οἶδα τοὺς ἰατροὺς ἐπιτάσσοντας. Πῶς οὖν ὁ ταῦτα δυνά‐
35μενος, ἐκεῖνα προφασίζῃ μὴ δύνασθαι; Τί εὐκοπώ‐ τερον τῇ γαστρί; λιτότητι διαίτης παρενεγκεῖν τὴν νύκτα, ἢ δαψιλείᾳ βρωμάτων βεβαρημένην κεῖσθαι; μᾶλλον δὲ μηδὲ κεῖσθαι, ἀλλὰ πυκνὰ μεταστρέφεσθαι διαῤῥηγνυμένην καὶ στένουσαν; εἰ μὴ καὶ τοὺς κυ‐
40βερνήτας φήσεις βαρυνομένην τοῖς ἀγωγίμοις ὁλκάδα εὐκολώτερον σώζειν τῆς εὐσταλεστέρας καὶ κούφης. Τὴν μὲν γὰρ πεπιεσμένην τῷ πλήθει βραχεῖα κύμα‐ τος ἐπανάστασις κατεβάπτισεν· ἡ δὲ συμμέτρως τῶν ἀγωγίμων ἔχουσα ῥᾳδίως ὑπεραίρει τοῦ κλύδωνος,
45οὐδενὸς ἐμποδίζοντος αὐτὴν ὑψηλοτέραν γενέσθαι. Καὶ τοίνυν τὰ τῶν ἀνθρώπων σώματα, συνεχεῖ μὲν τῷ κόρῳ καταβαρυνόμενα, εὐκόλως ὑποβρύχια ταῖς ἀῤῥωστίαις γίνεται· εὐσταλεῖ δὲ καὶ κούφῃ τῇ τροφῇ
κεχρημένα, καὶ τὸ προσδοκώμενον ἐκ νόσου κακὸν168

31

.

169

ὥσπερ χειμῶνος ἐπανάστασιν ὑπεξέφυγε, καὶ τὸ ἤδη παρὸν ὀχληρὸν ὥσπερ τινὰ σπιλάδος ἐπιδρομὴν διεκρούσατο. Ἦπου καὶ τὸ ἡσυχάζειν κατὰ σὲ τοῦ τρέχειν ἐπιπονώτερον, καὶ τοῦ παλαίειν τὸ ἠρεμεῖν·
5εἴπερ οὖν καὶ τὸ τρυφᾷν τοῦ λιτῶς διαιτᾶσθαι τοῖς ἀσθενοῦσι φῂς εἶναι καταλληλότερον. Ἦ γὰρ οἰ‐ κονομοῦσα τὸ ζῶον δύναμις αὐτάρκειαν μὲν καὶ λι‐ τότητα ῥᾳδίως κατειργάσατο, καὶ ᾠκείωσε τῷ τρε‐ φομένῳ· πολυτέλειαν δὲ καὶ ποικιλίαν βρωμάτων πα‐
10ραλαβοῦσα, εἶτα ἀντισχεῖν πρὸς τὸ πέρας οὐκ ἐξαρ‐ κέσασα, τὰ ποικίλα γένη τῶν νοσημάτων ἐποίησεν.
14Ἀλλ’ ἐπὶ τὴν ἱστορίαν βαδιζέτω ὁ λόγος, τὸ
15ἀρχαῖον τῆς νηστείας διεξιών· καὶ ὅπως πάντες οἱ ἅγιοι, ὥσπερ τινὰ κλῆρον πατρῷον διαδεξάμενοι, οὕτω διεφύλαξαν, πατὴρ παιδὶ παραδιδόντες· ὅθεν καὶ εἰς ἡμᾶς ἀκολουθίᾳ διαδοχῆς διεσώθη τὸ κτῆ‐ μα. Οὐκ ἦν ἐν τῷ παραδείσῳ οἶνος, οὔπω ζωοθυ‐
20σίαι, οὔπω κρεωφαγίαι. Μετὰ τὸν κατακλυσμὸν οἶ‐ νος· μετὰ τὸν κατακλυσμὸν, Φάγεσθε πάντα ὡς λάχανα χόρτου. Ὅτε ἀπεγνώσθη ἡ τελείωσις, τότε συνεχωρήθη ἡ ἀπόλαυσις. Δεῖγμα δὲ τῆς τοῦ οἴνου ἀπειρίας Νῶε ἀγνοῶν τοῦ οἴνου τὴν χρῆσιν. Οὔπω
25γὰρ εἰς τὸν βίον παρεληλύθει, οὐδ’ ἐτέτριπτο ἐν τῇ συνηθείᾳ τῇ τῶν ἀνθρώπων. Οὔτε οὖν ἄλλον τεθεα‐ μένος, οὔτε αὐτὸς πειραθεὶς, τῇ ἀπ’ αὐτοῦ βλάβῃ περιέπεσεν ἀφυλάκτως· Ἐφύτευσε γὰρ ἄμπελον Νῶε, καὶ ἔπιεν ἀπὸ τοῦ καρποῦ, καὶ ἐμεθύσθη,
30οὐχὶ τῷ πάροινος εἶναι, ἀλλὰ τῷ ἄπειρος εἶναι τῶν μέτρων τῆς μεταλήψεως. Οὕτω νεαρώτερον παρα‐ δείσου τὸ εὕρημα τῆς οἰνοποσίας, καὶ οὕτως ἀρχαῖον τὸ τῆς νηστείας σεμνόν. Ἀλλὰ καὶ Μωϋσέα διὰ νη‐ στείας ἔγνωμεν προσβαλόντα τῷ ὄρει. Οὐ γὰρ ἂν
35κατετόλμησε καπνιζομένης τῆς κορυφῆς, οὐδ’ ἂν ἐθάρσησεν εἰσελθεῖν εἰς τὸν γνόφον, εἰ μὴ νηστείᾳ καθώπλιστο. Διὰ νηστείας τὴν ἐντολὴν ὑπεδέξατο δακτύλῳ Θεοῦ γραφεῖσαν ἐν ταῖς πλαξί. Καὶ ἄνω μὲν ἡ νηστεία νομοθεσίας πρόξενος ἦν, κάτω δὲ ἡ
40γαστριμαργία εἰς εἰδωλολατρείαν ἐξέμηνεν· Ἐκάθ‐ ισε γὰρ ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστη‐ σαν παίζειν. Τεσσαράκοντα ἡμερῶν προσεδρίαν νηστεύοντος καὶ δεομένου τοῦ θεράποντος ἄχρηστον ἀπέδειξεν οἰνοφλυγία μία. Ἃς γὰρ ἡ νηστεία ἔλαβε
45πλάκας δακτύλῳ Θεοῦ γεγραμμένας, ταύτας ἡ μέθη συνέτριψεν, οὐκ ἄξιον κρίναντος τοῦ προφήτου με‐ θύοντα λαὸν νομοθετεῖσθαι παρὰ τοῦ Θεοῦ. Ἐν μιᾷ καιροῦ ῥοπῇ διὰ γαστριμαργίας ὁ λαὸς ἐκεῖνος ὁ τὸν Θεὸν διὰ τῶν μεγίστων τεραστίων δεδιδαγμένος,

31

.

169

(50)

εἰς τὴν Αἰγυπτίων εἰδωλομανίαν ἐξεκυλίσθη. Παράλ‐
ληλα θὲς ἀμφότερα· πῶς νηστεία Θεῷ προσάγει,170

31

.

172

καὶ πῶς τρυφὴ τὴν σωτηρίαν προδίδωσι. Κατάβα ὁδῷ βαδίζων ἐπὶ τὰ κάτω.
5 Τί τὸν Ἡσαῦ ἐβεβήλωσε, καὶ δοῦλον ἐποίησε τοῦ ἀδελφοῦ; Οὐ βρῶσις μία, δι’ ἣν ἀπέδοτο τὰ πρωτο‐ τόκια; Τὸν δὲ Σαμουὴλ οὐχ ἡ μετὰ νηστείας προσευχὴ ἐχαρίσατο τῇ μητρί; Τί τὸν μέγαν ἀρι‐ στέα τὸν Σαμψὼν ἀκαταγώνιστον ἀπειργάσατο; Οὐχ
10ἡ νηστεία, μεθ’ ἧς ἐν τῇ γαστρὶ τῆς μητρὸς συν‐ ελήφθη; Νηστεία αὐτὸν ἐκύησε· νηστεία αὐτὸν ἐτι‐ θηνήσατο· νηστεία αὐτὸν ἤνδρωσεν, ἣν ὁ ἄγγελος διετάξατο τῇ μητρί· Ὅσα ἐκπορεύεται ἐξ ἀμπέ‐ λου, οὐ μὴ φάγῃ, καὶ οἶνον καὶ σίκερα οὐ μὴ
15πίῃ. Νηστεία προφήτας γεννᾷ, δυνατοὺς ῥώννυσι· νηστεία νομοθέτας σοφίζει, ψυχῆς ἀγαθὸν φυλακτή‐ ριον, σώματι σύνοικος ἀσφαλὴς, ὅπλον ἀριστεύου‐ σιν, ἀθληταῖς γυμνάσιον. Τοῦτο πειρασμοὺς ἀπο‐ κρούεται, τοῦτο ἀλείφει πρὸς εὐσέβειαν, νήψεως
20σύνοικος, σωφροσύνης δημιουργός. Ἐν πολέμοις ἀν‐ δραγαθεῖ, ἐν εἰρήνῃ ἡσυχίαν διδάσκει. Τὸν Ναζι‐ ραῖον ἁγιάζει, τὸν ἱερέα τελειοῖ. Οὐ γὰρ δυνατὸν ἄνευ νηστείας ἱερουργῖας κατατολμῆσαι, οὐ μόνον ἐν τῇ μυστικῇ νῦν καὶ ἀληθινῇ λατρείᾳ, ἀλλὰ καὶ
25ἐν τῇ τυπικῇ τῇ κατὰ τὸν νόμον προσαγομένῃ. Αὕτη θεατὴν ἐποίησε τοῦ μεγάλου θεάματος τὸν Ἠ‐ λίαν· τεσσαράκοντα γὰρ ἡμέραις νηστείᾳ τὴν ψυχὴν ἀποκαθάρας, οὕτως ἐν τῷ σπηλαίῳ τῷ ἐν Χωρὴβ ἰδεῖν κατηξιώθη, ὡς δυνατόν ἐστιν ἰδεῖν ἀνθρώπῳ,
30τὸν Κύριον. Νηστεύων ἀπέδωκε τῇ χήρᾳ τὸν παῖδα, ἰσχυρὸς φανεὶς κατὰ τοῦ θανάτου διὰ νηστείας. Ἀπὸ νηστεύοντος στόματος φωνὴ ἐξελθοῦσα ἀπ‐ έκλεισε τῷ παρανομοῦντι λαῷ τὸν οὐρανὸν τρία ἔτη καὶ μῆνας ἕξ. Ἵνα γὰρ μαλάξῃ τὴν ἀδάμαστον
35καρδίαν τῶν σκληροτραχήλων, εἵλετο καὶ ἑαυτὸν τῇ κακοπαθείᾳ συγκαταδικάσαι. Διὰ τοῦτο, Ζῇ Κύ‐ ριος, ἔφη, εἰ ἔσται ὕδωρ ἐπὶ τῆς γῆς, εἰ μὴ διὰ στόματός μου. Καὶ ἐπήγαγε παντὶ τῷ λαῷ νηστείαν διὰ τοῦ λιμοῦ, ὥστε τὴν ἐκ τῆς τρυφῆς
40καὶ τοῦ ἀνειμένου βίου κακίαν ἐπανορθώσασθαι. Ἑλισσαίῳ δὲ ποταπὸς ὁ βίος; πῶς μὲν παρὰ τῇ Σου‐ ναμίτιδι τῆς ξενίας ἀπέλαυσε; πῶς δὲ αὐτὸς τοὺς προφήτας ἐδεξιοῦτο; Οὐχὶ λάχανα ἄγρια καὶ ἀλεύρου βραχὺ τὴν φιλοξενίαν ἐπλήρου; ὅτε, καὶ τῆς
45τολύπης συμπαραληφθείσης, κινδυνεύειν ἔμελλον οἱ
ἁψάμενοι, εἰ μὴ τῇ εὐχῇ τοῦ νηστευτοῦ ἠμαυρώθη172

31

.

173

τὸ δηλητήριον. Καὶ ἁπαξαπλῶς εὕροις ἂν τὴν νη‐ στείαν πάντας τοὺς ἁγίους εἰς τὴν κατὰ Θεὸν πο‐ λιτείαν χειραγωγήσασαν. Ἔστι τις φύσις σώματος, ἣν καλοῦσιν ἀμίαντον, ἀνάλωτος πυρὶ, ἥτις, ἐν μὲν
5τῇ φλογὶ κειμένη, ἀπηνθρακῶσθαι δοκεῖ, ἐξαιρεθεῖσα δὲ τοῦ πυρὸς, ὡς ὕδατι λαμπρυνθεῖσα, καθαρωτέρα γίνεται. Τοιαῦτα ἦν τὰ τῶν τριῶν παίδων ἐκείνων σώματα ἐπὶ τῆς Βαβυλωνίας ἐκ τῆς νηστείας ἔχοντα τὸ ἀμίαντον. Ἐν γὰρ τῇ μεγάλῃ φλογὶ
10τῆς καμίνου, οἱονεὶ χρυσοῖ τὴν φύσιν ὄντες, οὕτω κρείττους τῆς ἀπὸ τοῦ πυρὸς διεδείκνυντο βλάβης. Ἦπου καὶ χρυσοῦ δυνατώτεροι διεδείκνυντο· οὐ γὰρ ἐχώνευεν αὐτοὺς τὸ πῦρ, ἀλλ’ ἐφύλασσεν ἀκεραίους. Καίτοι οὐδὲν ἂν ἐκείνην τότε τὴν φλόγα
15ὑπέστη, ἣν νάφθα καὶ πίσσα καὶ κληματίδες ἔτρε‐ φον, ὡς ἐπὶ τεσσαρακονταεννέα πήχεις αὐτὴν διαχεῖσθαι, καὶ τὰ κύκλῳ αὐτῆς ἐπινεμομένην πολλοὺς τῶν Χαλδαίων ἐξαναλῶσαι. Ἐκείνην τοίνυν τὴν πυρκαϊὰν μετὰ νηστείας εἰσελθόντες κατεπά‐
20τουν οἱ παῖδες, λεπτὸν ἀέρα καὶ ἔνδροσον ἐν οὕτω λάβρῳ πυρὶ ἀναπνέοντες. Οὐδὲ γὰρ τῶν τριχῶν τὸ πῦρ κατετόλμησε, διὰ τὸ ὑπὸ νηστείας αὐτὰς ἐκτρα‐ φῆναι.
25 Δανιὴλ δὲ ὁ ἀνὴρ τῶν ἐπιθυμιῶν, ὁ τρεῖς ἑβδο‐ μάδας ἄρτον μὴ φαγὼν, καὶ ὕδωρ μὴ πιὼν, καὶ τοὺς λέοντας νηστεύειν ἐδίδαξε, κατελθὼν εἰς τὸν λάκκον. Ὥσπερ γὰρ ἐκ λίθου ἢ χαλκοῦ, ἢ ἄλ‐ λης στεῤῥοτέρας τινὸς ὕλης συμπεπηγότι. ἐμβαλεῖν
30οὐκ εἶχον τοὺς ὀδόντας οἱ λέοντες. Οὕτως οἱονεὶ βαφὴ σιδήρου τὸ σῶμα τοῦ ἀνδρὸς ἡ νηστεία στο‐ μώσασα, ἀδάμαστον ἐποίει τοῖς λέουσιν· οὐ γὰρ ἤνοιγον κατὰ τοῦ ἁγίου τὸ στόμα. Νηστεία ἔσβεσε δύναμιν πυρὸς, ἔφραξε στόματα λεόντων. Νηστεία
35προσευχὴν εἰς οὐρανὸν ἀναπέμπει, οἱονεὶ πτερὸν αὐτῇ γινομένη πρὸς τὴν ἄνω πορείαν. Νηστεία οἴ‐ κων αὔξησις, ὑγείας μήτηρ, νεότητος παιδαγωγὸς, κόσμος πρεσβύταις, ἀγαθὴ συνέμπορος ὁδοιπόροις, ἀσφαλὴς ὁμόσκηνος τοῖς συνοίκοις. Οὐχ ὑποπτεύει
40γάμων ἐπιβουλὴν ὁ ἀνὴρ, νηστείαις ὁρῶν τὴν γυναῖκα συζῶσαν. Οὐ τήκεται ζηλοτυπίαις γυνὴ, τὸν ἄνδρα βλέπουσα νηστείαν καταδεχόμενον. Τίς
τὸν ἑαυτοῦ οἶκον ἠλάττωσεν ἐν νηστείᾳ; Ἀρίθμησον174

31

.

176

σήμερον τὰ ἔνδον, καὶ ἀρίθμησον μετὰ ταῦτα· οὐδὲν διὰ τὴν νηστείαν λείψει τῶν ἐν τῷ οἴκῳ. Οὐδὲν ζῶον ὀδύρεται θάνατον, οὐδαμοῦ αἷμα, οὐδαμοῦ ἀπόφασις παρὰ τῆς ἀπαραιτήτου γαστρὸς ἐκφερο‐
5μένη κατὰ τῶν ζώων. Πέπαυται μαγείρων ἡ μά‐ χαιρα· ἡ τράπεζα ἀρκεῖται τοῖς αὐτομάτοις. Τὸ Σάββατον ἐδόθη τοῖς Ἰουδαίοις, ἵνα ἀναπαύσηται, φησὶ, τὸ ὑποζύγιόν σου καὶ ὁ παῖς σου. Γινέσθω ἡ νηστεία ἀνάπαυσις ἐκ τῶν συνεχῶν πόνων τοῖς διὰ
10τοῦ ἐνιαυτοῦ παντὸς ὑπηρετοῦσιν οἰκέταις. Ἀνά‐ παυσόν σου τὸν μάγειρον, δὸς ἄδειαν τῷ τραπεζο‐ ποιῷ· στῆσον τὴν χεῖρα τῷ οἰνοχόῳ· παυσάσθω ποτὲ καὶ ὁ τὰς ποικιλίας τῶν πεμμάτων ἐπιτη‐ δεύων. Ἡσυχασάτω ποτὲ καὶ ὁ οἶκος ἀπὸ τῶν μυ‐
15ρίων θορύβων, καὶ τοῦ καπνοῦ, καὶ τῆς κνίσσης, καὶ τῶν ἄνω καὶ κάτω διατρεχόντων, καὶ οἱονεὶ ἀπαραι‐ τήτῳ δεσποίνῃ τῇ γαστρὶ λειτουργούντων. Πάντως ποτὲ καὶ οἱ φορολόγοι τοῖς ὑποχειρίοις ἐλευθεριά‐ σαι μικρὸν ἐπιτρέπουσι. Δότω τινὰ ἐκεχειρίαν καὶ
20ἡ γαστὴρ τῷ στόματι, σπεισάσθω ἡμῖν πενθ‐ ημέρους σπονδὰς, ἡ ἀεὶ ἀπαιτοῦσα καὶ οὐδέ‐ ποτε λήγουσα, ἡ λαμβάνουσα σήμερον καὶ αὔριον ἐπιλανθανομένη. Ὅταν ἐμπλησθῇ, περὶ ἐγκρατείας φιλοσοφεῖ· ὅταν διαπνευσθῇ, ἐπιλανθάνεται τῶν δο‐
25γμάτων. Νηστεία δανείου φύσιν οὐκ οἶδεν· οὐκ ὄζει τόκων τράπεζα τοῦ νηστεύοντος· οὐκ ἄγχουσιν ὀρφανὸν νηστευτοῦ παῖδα τόκοι πατρῷοι, ὥσπερ ὄφεις περι‐ πλεκόμενοι. Καὶ ἄλλως δὲ ἀφορμὴ εἰς εὐφροσύνην
30ἐστὶ τὸ νηστεύειν. Ὡς γὰρ ἡ δίψα ἡδὺ τὸ ποτὸν εὐτρεπίζει, καὶ λιμὸς ἡγησάμενος ἡδεῖαν παρα‐ σκευάζει τὴν τράπεζαν· οὕτω καὶ τὴν τῶν βρω‐ μάτων ἀπόλαυσιν νηστεία φαιδρύνει. Μέσην γὰρ ἑαυτὴν παρενθεῖσα, καὶ τὸ συνεχὲς τῆς τρυφῆς δια‐
35κόψασα, ποθεινήν σοι τὴν μετάληψιν φανῆναι ποιή‐ σει ὥσπερ ἀπόδημον. Ὥστε, εἰ βούλει σεαυτῷ ἐπι‐ θυμητὴν κατασκευάσαι τὴν τράπεζαν, δέξαι τὴν ἐκ τῆς νηστείας μεταβολήν. Σὺ δὲ, ὑπὸ τοῦ σφό‐ δρα τῆς τρυφῆς περιέχεσθαι, λέληθας σεαυτῷ ἀμαυ‐
40ρῶν τὴν τρυφὴν, καὶ ὑπὸ φιληδονίας τὴν ἡδονὴν ἀφανίζων. Οὐδὲν γὰρ οὕτως ἐπιθυμητὸν, ὡς μὴ τῇ συνεχείᾳ τῆς ἀπολαύσεως εὐκαταφρόνητον γίνεσθαι. Ὧν δὲ σπανία ἡ κτῆσις, τούτων περισπούδαστος ἡ ἀπόλαυσις. Οὕτω καὶ ὁ κτίσας ἡμᾶς, διὰ τῆς
45κατὰ τὸν βίον ἐναλλαγῆς παραμένειν ἡμῖν τὴν χάριν τῶν δεδομένων ἐμηχανήσατο. Οὐχ ὁρᾷς, ὅτι καὶ
ἥλιος φαιδρότερος μετὰ τὴν νύκτα; καὶ ἐγρή‐176

31

.

177

γορσις ἡδίων μετὰ τὸν ὕπνον; καὶ ὑγεία ποθεινο‐ τέρα μετὰ τὴν πεῖραν τῶν ἐναντίων; Καὶ τράπεζα τοίνυν χαριεστέρα μετὰ τὴν νηστείαν· ὁμοίως μὲν πλουσίοις καὶ εὐτραπέζοις, ὁμοίως δὲ τοῖς λιτοῖς καὶ
5αὐτοσχεδίοις τὴν δίαιταν. Φοβήθητι τὸ ὑπόδειγμα τοῦ πλουσίου. Ἐκεῖνον παρέδωκε τῷ πυρὶ ἡ διὰ βίου τρυφή. Οὐ γὰρ ἀδικίαν, ἀλλὰ τὸ ἁβροδίαιτον ἐγκληθεὶς, ἀπετηγανίζετο ἐν τῇ φλογὶ τῆς καμίνου. Ἵνα τοίνυν σβέσωμεν ἐκεῖνο τὸ
10πῦρ, ὕδατος χρεία. Καὶ οὐ πρὸς τὰ μέλλοντα μόνον ὠφέλιμος ἡ νηστεία, ἀλλὰ καὶ αὐτῇ τῇ σαρκὶ λυσι‐ τελεστέρα. Αἱ γὰρ εἰς ἄκρον εὐεξίαι ὑποστροφὰς ἔχουσι καὶ μεταπτώσεις, ὀκλαζούσης τῆς φύσεως, καὶ ἀναφέρειν τὸ βάρος τῆς εὐεξίας ἀδυνατούσης.
15Ὅρα μὴ, νῦν διαπτύων τὸ ὕδωρ, ὕστερον ῥανί‐ δος ἐπιθυμήσῃς, ὡς καὶ ὁ πλούσιος. Οὐδεὶς ἐκραιπά‐ λησεν ἀπὸ ὕδατος. Οὐδενὸς κεφαλὴ ὠδυνήθη ποτὲ ὕδατι βαρηθεῖσα. Οὐδεὶς ἀλλοτρίων ποδῶν ἐδεήθη, ὑδροπο‐ σίᾳ συζῶν. Οὐδενὸς ἐδέθησαν πόδες, οὐδενὸς χεῖρες
20ἀπηχρειώθησαν, ὕδατι καταρδόμεναι. Τὸ γὰρ περὶ τὴν πέψιν πλημμελὲς, ὃ τοῖς τρυφῶσιν ἀναγκαίως ἀκολουθεῖ, τοῦτο τὰ σφοδρὰ νοσήματα τοῖς σώμασιν ἐνεργάζεται. Νηστεύοντος σεμνὸν τὸ χρῶμα, οὐκ εἰς ἐρύθημα ἀναιδὲς ἐξανθοῦν, ἀλλ’ ὠχρότητι σώφρονι
25κεκοσμημένον· ὀφθαλμὸς πραῢς, κατεσταλμένον βά‐ δισμα, πρόσωπον σύννουν, ἀκολάστῳ γέλωτι μὴ καθ‐ υβριζόμενον, συμμετρία λόγου, καθαρότης καρδίας. Μνήσθητι τῶν ἀπ’ αἰῶνος ἁγίων, Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, οἳ περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις
30δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχού‐ μενοι· ἐκείνων μίμησαι τὴν ἀναστροφὴν, εἴπερ ἐπι‐ ζητεῖς αὐτῶν τὴν μερίδα. Τί τὸν Λάζαρον ἐνανέπαυσε τοῖς κόλποις τοῦ Ἀβραάμ; Οὐχὶ νηστεία; Ἰωάν‐ νου δὲ ὁ βίος μία νηστεία ἦν· ὃς οὐ κλίνην εἶχεν, οὐ
35τράπεζαν, οὐ γῆν ἀροσίμην, οὐκ ἀροτῆρα βοῦν, οὐ σῖτον, οὐ σιτοποιὸν, οὐκ ἄλλο τι τῶν κατὰ τὸν βίον. Διὰ τοῦτο Μείζων ἐν γεννητοῖς γυναικῶν οὐκ ἀνέστη Ἰωάννου τοῦ Βαπτιστοῦ. Παῦλον μετὰ τῶν ἄλλων καὶ ἡ νηστεία, ἣν ἐν τοῖς ὑπὲρ τῶν θλί‐
40ψεων καυχήμασιν ἀπηριθμήσατο, εἰς τὸν τρίτον οὐ‐ ρανὸν ἀνήγαγε. Κεφάλαιον δὲ ἐπὶ τοῖς εἰρημένοις, ὁ Κύριος ἡμῶν νηστείᾳ τὴν σάρκα, ἣν ὑπὲρ ἡμῶν ἀν‐ έλαβεν, ὀχυρώσας, οὕτως ἐν αὐτῇ τοῦ διαβόλου τὰς προσβολὰς ὑπεδέξατο, ἡμᾶς τε παιδεύων νηστείαις
45ἀλείφειν καὶ παιδοτριβεῖν ἑαυτοὺς πρὸς τοὺς ἐν τοῖς πειρασμοῖς ἀγῶνας, καὶ τῷ ἀντιπάλῳ διὰ τῆς ἐνδείας οἷον λαβὴν ἐνδιδούς. Ἀπρόσιτος γὰρ ἦν αὐτῷ διὰ τὸ ὕψος τῆς θεότητος, εἰ μὴ διὰ τῆς ἐνδείας ὑπέβη πρὸς τὸ ἀνθρώπινον. Ἐπανιὼν μέντοι εἰς οὐρανοὺς, τρο‐

31

.

177

(50)

φῆς ἥψατο, τὴν φύσιν τοῦ σώματος τοῦ ἀναστάντος178

31

.

180

πιστούμενος. Σὺ δὲ ὑπερπιαίνων μὲν σεαυτὸν καὶ κατασαρκῶν οὐκ ἀνίης; ἐκτήκων δὲ τὸν νοῦν ἐν ἀτρο‐ φίᾳ, τῶν σωτηρίων καὶ ζωοποιῶν διδαγμάτων οὐδένα λόγον ποιῇ; Ἢ ἀγνοεῖς, ὅτι, ὥσπερ ἐπὶ παρα‐
5τάξεως ἡ τοῦ ἑτέρου συμμαχία ἧτταν ποιεῖ τοῦ ἑτέ‐ ρου, οὕτως ὁ τῇ σαρκὶ προσθέμενος τὸ πνεῦμα κατ‐ αγωνίζεται, καὶ ὁ πρὸς τὸ πνεῦμα μεταταξάμε‐ νος καταδουλοῦται τὴν σάρκα; Ταῦτα γὰρ ἀλλήλοις ἀντίκειται. Ὥστε, εἰ βούλει ἰσχυρὸν
10ποιῆσαι τὸν νοῦν, δάμασον τὴν σάρκα διὰ νηστείας. Τοῦτο γάρ ἐστιν ὅ φησιν ὁ Ἀπόστολος, ὅτι ὅσον ὁ ἔξωθεν ἄνθρωπος διαφθείρεται, τοσοῦτον ὁ ἔσω‐ θεν ἀνακαινοῦται· καὶ τό· Ὅταν ἀσθενῶ, τότε δυ‐ νατός εἰμι. Οὐ καταφρονήσεις τῶν φθειρομένων
15βρωμάτων; οὐκ ἐπιθυμίαν λήψῃ τῆς ἐν τῇ βασιλείᾳ τραπέζης, ἣν πάντως ἡ ἐνθάδε νηστεία προευτρεπί‐ σει; Ἀγνοεῖς τῇ ἀμετρίᾳ τοῦ κόρου παχὺν σεαυτῷ τὸν βασανιστὴν κατασκευάζων σκώληκα; Τίς γὰρ ἐν τροφῇ δαψιλεῖ καὶ τρυφῇ διηνεκεῖ ἐδέξατό τινα
20κοινωνίαν χαρίσματος πνευματικοῦ; Μωϋσῆς, δευ‐ τέραν λαμβάνων νομοθεσίαν, δευτέρας νηστείας προσ‐ εδεήθη. Νινευΐταις εἰ μὴ καὶ τὰ ἄλογα συνενήστευ‐ σεν, οὐκ ἂν διέφυγον τὴν ἀπειλὴν τῆς καταστροφῆς. Τίνων ἔπεσε τὰ κῶλα ἐν τῇ ἐρήμῳ; Οὐ τῶν κρεωφα‐
25γίαν ἐπιζητούντων; Ἐκεῖνοι, ἕως μὲν ἠρκοῦντο τῷ μάννα καὶ τῷ ἐκ τῆς πέτρας ὕδατι, Αἰγυπτίους ἐνί‐ κων, διὰ θαλάσσης ὥδευον· Οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν· ἐπειδὴ δὲ ἐμνήσθησαν τῶν κρεῶν τῶν λεβήτων, καὶ ἐστράφησαν ταῖς ἐπι‐
30θυμίαις εἰς Αἴγυπτον, οὐκ εἶδον τὴν γῆν τῆς ἐπαγγε‐ λίας. Οὐ φοβῇ τὸ ὑπόδειγμα; οὐ φρίσσεις τὴν ἀδη‐ φαγίαν, μήπου σε τῶν ἐλπιζομένων ἀγαθῶν ἀπο‐ κλείσῃ; Ἀλλ’ οὐδ’ ἂν ὁ σοφὸς Δανιὴλ τὰς ὀπτασίας εἶδεν, εἰ μὴ νηστείᾳ διαυγεστέραν ἐποίησε τὴν
35ψυχήν. Ἐκ γὰρ τῆς παχείας τροφῆς οἷον αἰθα‐ λώδεις ἀναθυμιάσεις ἀναπεμπόμεναι, νεφέλης δίκην πυκνῆς, τὰς ἀπὸ τοῦ ἁγίου Πνεύματος ἐγγινομένας ἐλλάμψεις ἐπὶ τὸν νοῦν διακόπτουσιν. Εἰ δὲ καὶ ἀγγέ‐ λων ἐστί τις τροφὴ, ἄρτος ἐστὶν, ὥς φησιν ὁ προφή‐
40της· Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος· οὐ κρέα, οὐδὲ οἶνος, οὐδὲ ὅσα τοῖς δούλοις τῆς γαστρὸς διεσπούδασται. Νηστεία ὅπλον ἐστὶ πρὸς τὴν κατὰ τῶν
δαιμόνων στρατιάν· Τοῦτο γὰρ τὸ γένος οὐκ ἐξέρχε‐180

31

.

181

ται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ τὰ μὲν ἐκ τῆς νηστείας ἀγαθὰ τοσαῦτα· ὁ δὲ κόρος ὕβρεων ἀρχή. Εὐθὺς γὰρ συνεισπίπτει τῇ τρυφῇ καὶ τῇ μέθῃ καὶ ταῖς παντοδαπαῖς καρυκείαις πᾶν εἶδος
5ἀκολασίας βοσκηματώδους. Ἔνθεν ἵπποι θηλυμανεῖς οἱ ἄνθρωποι διὰ τὸν ἐκ τῆς τρυφῆς οἶστρον ἐγγινό‐ μενον τῇ ψυχῇ. Παρὰ τῶν μεθυόντων αἱ τῆς φύσεως ἐναλλαγαὶ, ἐν ἄῤῥενι μὲν τὸ θῆλυ, ἐν δὲ τῷ θήλει τὸ ἄῤῥεν ἐπιζητούντων. Νηστεία δὲ καὶ γαμικῶν ἔργων
10μέτρα γνωρίζει, καὶ τῶν ἐκ νόμου συγκεχωρημέ‐ νων τὴν ἀμετρίαν κολάζουσα, σύμφωνον σχολὴν ἐμποιεῖ, ἵνα παραμείνωσι τῇ προσευχῇ.
17 Μὴ μέντοι ἐν τῇ ἀποχῇ μόνη τῶν βρωμάτων τὸ ἐκ τῆς νηστείας ἀγαθὸν ὁρίζου. Νηστεία γὰρ ἀληθὴς ἡ τῶν κακῶν ἀλλοτρίωσις. Λύε πάντα σύνδεσμον
20ἀδικίας· ἄφες τῷ πλησίον τὴν λύπην· ἄφες αὐτῷ τὰ ὀφλήματα. Μὴ εἰς κρίσεις καὶ μάχας νηστεύετε. Κρεῶν οὐκ ἐσθίεις, ἀλλ’ ἐσθίεις τὸν ἀδελφόν. Οἴνου ἀπέχῃ, ἀλλ’ ὕβρεων οὐ κρατεῖς. Τὴν ἑσπέραν ἀναμένεις εἰς μετάληψιν, ἀλλὰ δαπανᾷς τὴν ἡμέραν
25εἰς δικαστήρια. Οὐαὶ οἱ μεθύοντες, οὐκ ἀπὸ οἴνου. Θυμὸς μέθη ἐστὶ τῆς ψυχῆς, ἔκφρονα αὐτὴν ποιῶν ὡς ὁ οἶνος. Λύπη μέθη ἐστὶ καὶ αὐτὴ, καταβαπτί‐ ζουσα τὴν διάνοιαν. Φόβος ἑτέρα μέθη, ὅταν ἐφ’ ἃ μὴ δεῖ γένηται· Ἀπὸ φόβου γὰρ, φησὶν,
30ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου. Καὶ ὅλως ἕκαστον τῶν παθημάτων, ἐκστατικὸν διανοίας ὑπάρχον, μέθη ἂν δικαίως προσαγορεύοιτο. Ἐννόησόν μοι τὸν ὀργι‐ ζόμενον ὅπως μεθύει τῷ πάθει. Οὐκ ἔστιν αὐτὸς ἑαυ‐ τοῦ κύριος, ἀγνοεῖ ἑαυτὸν, ἀγνοεῖ τοὺς παρόντας·
35ὥσπερ ἐν νυκτομαχίᾳ πάντων ἅπτεται, πᾶσι προσ‐ πταίει· ἀταμίευτα φθέγγεται, δυσκάθεκτός ἐστι, λοιδορεῖται, τύπτει, ἀπειλεῖ, διόμνυται, βοᾷ, διαῤ‐ ῥήγνυται. Φύγε ταύτην τὴν μέθην, μηδὲ τὴν διὰ τοῦ οἴνου προσδέξῃ. Μὴ προλάβῃς πολυποσίᾳ τὴν
40ὑδροποσίαν. Μὴ μυσταγωγείτω σε ἐπὶ νηστείαν ἡ μέθη. Οὐκ ἔστι διὰ μέθης εἴσοδος εἰς νηστείαν· οὐδὲ γὰρ διὰ πλεονεξίας εἰς δικαιοσύνην, οὐδὲ δι’ ἀκολα‐ σίας εἰς σωφροσύνην, οὐδὲ, συλλήβδην εἰπεῖν, διὰ τῆς κακίας εἰς ἀρετήν. Ἄλλη θύρα ἐπὶ νηστείαν. Μέθη
45εἰς ἀκολασίαν εἰσάγει, ἐπὶ νηστείαν αὐτάρκεια. Ὁ ἀθλῶν προγυμνάζεται· ὁ νηστεύων προεγκρατεύε‐ ται. Μὴ ὡς ἀμυνόμενος τὰς ἡμέρας, μὴ ὡς κατα‐ σοφιζόμενος τὸν νομοθέτην, τῶν πέντε ἡμερῶν τὴν
κραιπάλην προαποτίθεσο. Καὶ γὰρ ἀνόνητα πο‐182

31

.

184

νεῖς, τὸ μὲν σῶμα συντρίβων, μὴ παραμυθούμε‐ νος δὲ τὴν ἔνδειαν. Ἄπιστόν ἐστι τὸ ταμεῖον, εἰς τετρημένον πίθον ἀντλεῖς. Ὁ μὲν γὰρ οἶνος διαῤῥέει, τὴν ἰδίαν ὁδὸν ἀποτρέχων· ἡ δὲ ἁμαρτία ἐναπομένει.
5Οἰκέτης δραπετεύει δεσπότην τύπτοντα· σὺ δὲ πα‐ ραμένεις τῷ οἴνῳ καθ’ ἑκάστην ἡμέραν τὴν κεφαλήν σου τύπτοντι; Μέτρον ἄριστον τῆς τοῦ οἴνου χρήσεως ἡ χρεία τοῦ σώματος. Ἐὰν δὲ ἔξω τῶν ὅρων γένῃ, αὔριον ἥξεις καρηβαρῶν, χασμώμενος, ἰλιγγιῶν,
10σεσηπότος οἴνου ἀπόζων· πάντα σοι περιφέρεσθαι, πάντα δονεῖσθαι δόξει. Μέθη γὰρ ὕπνον μὲν ἐπάγει, ἀδελφὸν θανάτου, ἐγρήγορσιν δὲ ὀνείροις προσεοι‐ κυῖαν.
16 Ἆρα οἶδας τίς ἐστιν ὃν ὑποδέχεσθαι μέλλεις; Ὁ ἐπαγγειλάμενος ἡμῖν, ὅτι Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευ‐ σόμεθα, καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν. Τί οὖν προλαμβάνεις τῇ μέθῃ, καὶ ἀποκλείεις τῷ Δε‐
20σπότῃ τὴν εἴσοδον; τί προτρέπῃ τὸν ἐχθρὸν προκατα‐ σχεῖν σου τὰ ὀχυρώματα; Μέθη Κύριον οὐχ ὑποδέ‐ χεται· μέθη Πνεῦμα ἅγιον ἀποδιώκει. Καπνὸς μὲν γὰρ ἀποδιώκει μελίσσας, χαρίσματα δὲ πνευ‐ ματικὰ ἀποδιώκει κραιπάλη. Νηστεία πόλεως εὐσχη‐
25μοσύνη, ἀγορᾶς εὐστάθεια, οἴκων εἰρήνη, σωτηρία τῶν ὑπαρχόντων. Βούλει αὐτῆς ἰδεῖν τὴν σεμνότητα; Σύγκρινόν μοι τὴν σήμερον ἑσπέραν τῇ αὔριον, καὶ ὄψει τὴν πόλιν ἐκ ταραχῆς καὶ ζάλης εἰς γαλή‐ νην βαθεῖαν μεταβαλοῦσαν. Εὔχομαι δὲ καὶ τὴν σή‐
30μερον τῇ αὔριον ἐοικέναι κατὰ τὴν σεμνότητα· καὶ τὴν αὔριον μηδὲν φαιδρότητι τῆς σήμερον ἀπολείπε‐ σθαι. Ὁ δὲ ἀγαγὼν ἡμᾶς εἰς τὴν περίοδον τοῦ χρό‐ νου Κύριος παράσχοι ἡμῖν, οἷον ἀγωνισταῖς, εἰς τοὺς προαγῶνας τούτους τὸ στεῤῥὸν καὶ εὔτονον τῆς καρ‐
35τερίας ἐπιδειξαμένους, φθάσαι καὶ ἐπὶ τὴν κυ‐ ρίαν τῶν στεφάνων ἡμέραν· νῦν μὲν τῆς ἀναμνή‐ σεως τοῦ σωτηρίου πάθους, ἐν δὲ τῷ μέλλοντι αἰῶνι τῆς ἀνταποδόσεως τῶν βεβιωμένων ἡμῖν ἐν τῇ δικαιοκρισίᾳ τοῦ Χριστοῦ αὐτοῦ, ὅτι αὐτῷ ἡ δόξα
40εἰς τοὺς αἰῶνας. Ἀμήν.184