TLG 2040 018 :: BASILIUS :: Homiliae super Psalmos

BASILIUS Theol., Episcopus
(Caesariensis (Cappadociae): A.D. 4)

Homiliae super Psalmos

Citation: Volume — page — (line)

29

.

209

(43t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
44tΒΑΣΙΛΕΙΟΥ,
45tἈρχιεπισκόπου Καισαρείας Καππαδοκίας,
46tΟΜΙΛΙΑ ΕΙΣ ΤΟΝ ΠΡΩΤΟΝ ΨΑΛΜΟΝ.
47Πᾶσα Γραφὴ θεόπνευστος καὶ ὠφέλιμος, διὰ τοῦτο συγγραφεῖσα παρὰ τοῦ Πνεύματος, ἵν’, ὥσπερ ἐν κοινῷ τῶν ψυχῶν ἰατρείῳ, πάντες ἄνθρωποι τὸ

29

.

209

(50)

ἴαμα τοῦ οἰκείου πάθους ἕκαστος ἐκλεγώμεθα. Ἴαμα209

29

.

212

γὰρ, φησὶ, καταπαύσει ἁμαρτίας μεγάλας. Ἄλλα μὲν οὖν προφῆται παιδεύουσι, καὶ ἄλλα ἱστορικοὶ, καὶ ὁ νόμος ἕτερα, καὶ ἄλλα τὸ εἶδος τῆς παροιμια‐ κῆς παραινέσεως. Ἡ δὲ τῶν Ψαλμῶν βίβλος τὸ ἐκ
5πάντων ὠφέλιμον περιείληφε. Προφητεύει τὰ μέλ‐ λοντα· ἱστορίας ὑπομιμνήσκει· νομοθετεῖ τῷ βίῳ· ὑποτίθεται τὰ πρακτέα· καὶ ἁπαξαπλῶς κοινὸν τα‐ μιεῖόν ἐστιν ἀγαθῶν διδαγμάτων, τὸ ἑκάστῳ πρόσφο‐ ρον κατὰ τὴν ἐπιμέλειαν ἐξευρίσκουσα. Τά τε γὰρ
10παλαιὰ τραύματα τῶν ψυχῶν ἐξιᾶται, καὶ τῷ νεο‐ τρώτῳ ταχεῖαν ἐπάγει τὴν ἐπανόρθωσιν, καὶ τὸ νενοσηκὸς περιποιεῖται, καὶ τὸ ἀκέραιον διασώζει· καὶ ὅλως ἐξαιρεῖ τὰ πάθη, καθ’ ὅσον οἷόν τε, τὰ ποι‐ κίλως ταῖς ψυχαῖς ἐν τῷ βίῳ τῶν ἀνθρώπων ἐνδυνα‐
15στεύοντα· καὶ τοῦτο μετά τινος ψυχαγωγίας ἐμμε‐ λοῦς καὶ ἡδονῆς σώφρονα λογισμὸν ἐμποιούσης. Ἐπειδὴ γὰρ εἶδε τὸ Πνεῦμα τὸ ἅγιον δυσάγωγον πρὸς ἀρετὴν τὸ γένος τῶν ἀνθρώπων, καὶ διὰ τὸ πρὸς ἡδονὴν ἐπιῤῥεπὲς τοῦ ὀρθοῦ βίου καταμελοῦντας
20ἡμᾶς· τί ποιεῖ; Τὸ ἐκ τῆς μελῳδίας τερπνὸν τοῖς δόγμασιν ἐγκατέμιξεν, ἵνα τῷ προσηνεῖ καὶ λείῳ τῆς ἀκοῆς τὸ ἐκ τῶν λόγων ὠφέλιμον λανθανόντως ὑπο‐ δεξώμεθα· κατὰ τοὺς σοφοὺς τῶν ἰατρῶν, οἳ, τῶν φαρ‐ μάκων τὰ αὐστηρότερα πίνειν διδόντες τοῖς κακοσί‐
25τοις, μέλιτι πολλάκις τὴν κύλικα περιχρίουσι. Διὰ τοῦτο τὰ ἐναρμόνια ταῦτα μέλη τῶν ψαλμῶν ἡμῖν ἐπινενόηται, ἵνα οἱ παῖδες τὴν ἡλικίαν, ἢ καὶ ὅλως οἱ νεαροὶ τὸ ἦθος, τῷ μὲν δοκεῖν μελῳδῶσι, τῇ δὲ ἀληθείᾳ τὰς ψυχὰς ἐκπαιδεύωνται. Οὔτε γὰρ ἀπο‐
30στολικόν τις οὔτε προφητικὸν παράγγελμα τῶν πολ‐ λῶν καὶ ῥᾳθύμων ῥᾳδίως ποτὲ τῇ μνήμῃ κατα‐ σχὼν ἀπῆλθε· τὰ δὲ τῶν ψαλμῶν λόγια καὶ κατ’ οἶκον μελῳδοῦσι, καὶ ἐπὶ τῆς ἀγορᾶς περιφέ‐ ρουσι· καί πού τις τῶν σφόδρα ἐκτεθηριωμένων ὑπὸ
35θυμοῦ, ἐπειδὰν ἄρξηται τῷ ψαλμῷ κατεπᾴδεσθαι, ἀπῆλθεν εὐθὺς, τὸ ἀγριαῖον τῆς ψυχῆς τῇ μελῳδίᾳ κατακοιμίσας.
39Ψαλμὸς γαλήνη ψυχῶν, βραβευτὴς εἰρήνης, τὸ
40θορυβοῦν καὶ κυμαῖνον τῶν λογισμῶν καταστέλλων. Μαλάσσει μὲν γὰρ τῆς ψυχῆς τὸ θυμούμενον, τὸ δὲ ἀκόλαστον σωφρονίζει. Ψαλμὸς φιλίας συναγωγὸς, ἕνωσις διεστώτων, ἐχθραινόντων διαλλακτήριον. Τίς γὰρ ἔτι ἐχθρὸν ἡγεῖσθαι δύναται μεθ’ οὗ μίαν ἀφῆκε
45πρὸς Θεὸν τὴν φωνήν; Ὥστε καὶ τὸ μέγιστον τῶν ἀγαθῶν τὴν ἀγάπην ἡ ψαλμῳδία παρέχεται, οἱονεὶ σύνδεσμόν τινα πρὸς τὴν ἕνωσιν τὴν συνῳδίαν ἐπι‐ νοήσασα, καὶ εἰς ἑνὸς χοροῦ συμφωνίαν τὸν λαὸν συναρμόζουσα. Ψαλμὸς δαιμόνων φυγαδευτήριον,

29

.

212

(50)

τῆς τῶν ἀγγέλων βοηθείας ἐπαγωγή· ὅπλον ἐν φόβοις νυκτερινοῖς, ἀνάπαυσις κόπων ἡμερινῶν· νηπίοις ἀσφάλεια, ἀκμάζουσιν ἐγκαλλώπισμα, πρεσβυτέροις
παρηγορία, γυναιξὶ κόσμος ἁρμοδιώτατος. Τὰς ἐρη‐211

29

.

213

μίας οἰκίζει, τὰς ἀγορὰς σωφρονίζει· εἰσαγομέ‐ νοις στοιχείωσις, προκοπτόντων αὔξησις, τελειου‐ μένων στήριγμα, Ἐκκλησίας φωνή. Οὗτος τὰς ἑορτὰς φαιδρύνει, οὗτος τὴν κατὰ Θεὸν λύπην δημιουργεῖ.
5Ψαλμὸς γὰρ καὶ ἐκ λιθίνης καρδίας δάκρυον ἐκ‐ καλεῖται· ψαλμὸς τὸ τῶν ἀγγέλων ἔργον, τὸ οὐρά‐ νιον πολίτευμα, τὸ πνευματικὸν θυμίαμα. Ὢ τῆς σοφῆς ἐπινοίας τοῦ διδασκάλου, ὁμοῦ τε ᾄδειν ἡμᾶς καὶ τὰ λυσιτελῆ μανθάνειν μηχανωμένου! ὅθεν καὶ
10μᾶλλόν πως ἐντυποῦται ταῖς ψυχαῖς τὰ διδάγματα. Βίαιον μὲν γὰρ μάθημα οὐ πέφυκε παραμένειν, τὰ δὲ μετὰ τέρψεως καὶ χάριτος εἰσδυόμενα μο‐ νιμώτερόν πως ταῖς ψυχαῖς ἡμῶν ἐνιζάνει. Τί γὰρ οὐκ ἂν μάθοις ἐντεῦθεν; οὐ τῆς ἀνδρίας τὸ με‐
15γαλοπρεπές; οὐ τῆς δικαιοσύνης τὸ ἀκριβές; οὐ σωφροσύνης τὸ σεμνόν; οὐ τὸ τῆς φρονήσεως τέ‐ λειον; οὐ μετανοίας τρόπον; οὐχ ὑπομονῆς μέτρα; οὐχ ὅ τι ἂν εἴποις τῶν ἀγαθῶν; Ἐνταῦθα ἔνι θεολογία τελεία, πρόῤῥησις τῆς διὰ σαρκὸς ἐπιδη‐
20μίας Χριστοῦ, ἀπειλὴ κρίσεως, ἀναστάσεως ἐλπὶς, φόβος κολάσεως, ἐπαγγελίαι δόξης, μυστηρίων ἀπο‐ καλύψεις· πάντα, ὥσπερ ἐν μεγάλῳ τινὶ καὶ κοινῷ ταμιείῳ, τῇ βίβλῳ τῶν Ψαλμῶν τεθησαύρισται, ἣν, πολλῶν ὄντων ὀργάνων μουσικῶν, πρὸς τὸ λεγόμε‐
25νον ψαλτήριον ἥρμοσεν ὁ προφήτης, τὴν ἄνωθεν, ἐμοὶ δοκεῖν, ἐνηχοῦσαν αὐτῷ χάριν παρὰ τοῦ Πνεύματος ἐνδεικνύμενος, διότι τοῦτο μόνον τῶν μουσικῶν ὀργάνων τὴν αἰτίαν τῶν φθόγγων ἐκ τῶν ἄνωθεν ἔχει. Τῇ κιθάρᾳ μὲν γὰρ καὶ τῇ λύρᾳ κάτω‐
30θεν ὁ χαλκὸς ὑπηχεῖ πρὸς τὸ πλῆκτρον· τὸ ψαλτή‐ ριον δὲ τοῦτο τῶν ἁρμονικῶν ῥυθμῶν ἄνωθεν ἔχει τὰς ἀφορμάς· ἵνα καὶ ἡμεῖς τὰ ἄνω ζητεῖν μελετῶ‐ μεν, καὶ μὴ τῇ ἡδονῇ τοῦ μέλους ἐπὶ τὰ τῆς σαρκὸς πάθη καταφερώμεθα. Κἀκεῖνο δὲ οἶμαι τὸν προφη‐
35τικὸν λόγον βαθέως ἡμῖν καὶ σοφῶς διὰ τῆς τοῦ ὀργά‐ νου κατασκευῆς ἐνδεδεῖχθαι, ὅτι οἱ ἐμμελεῖς καὶ εὐ‐ άρμοστοι τὰς ψυχὰς ῥᾳδίαν ἔχουσι τὴν εἰς τὰ ἄνω πορείαν. Ἴδωμεν δὲ λοιπὸν καὶ τὴν ἀρχὴν τῶν Ψαλμῶν.
41 Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν. Οἰκοδόμοι μὲν οὖν μεγέθη κατασκευασμά‐ των εἰς ὕψος αἴροντες, ἀναλογοῦντας τῷ ὕψει τοὺς θεμελίους ὑποβάλλονται· καὶ ναυπηγοὶ, μυριοφόρον
45συμπηγνύντες ὁλκάδα, συμβαίνουσαν τῷ βάρει τῶν ἀγωγίμων τὴν τρόπιν πήγνυνται. Καὶ ἐν τῇ γενέσει τῶν ζώων ἡ καρδία πρώτη καταβληθεῖσα παρὰ τῆς φύσεως, ἀναλογοῦσαν τῷ μέλλοντι συνίστασθαι ζώῳ τὴν παρὰ τῆς φύσεως λαμβάνει καταβολήν· διότι

29

.

213

(50)

συμμέτρως ταῖς οἰκείαις ἀρχαῖς περιυφαινομένου τοῦ σώματος, αἱ κατὰ τὰ μεγέθη διαφοραὶ τῶν ζώων
ἀποτελοῦνται. Ὅπερ οὖν θεμέλιος ἐν οἴκῳ, καὶ213

29

.

216

ἐν πλοίῳ τρόπις, καὶ ἐν σώματι ζώου καρδία, ταύ‐ την μοι δοκεῖ τὴν δύναμιν ἔχειν πρὸς τὴν ὅλην τῶν Ψαλμῶν κατασκευὴν [καὶ] τὸ βραχὺ τοῦτο προοί‐ μιον. Ἐπειδὴ γὰρ πολλὰ καὶ ἐπίπονα καὶ μυρίων
5ἱδρώτων καὶ πόνων γέμοντα παραινεῖν μέλλει, προϊόν‐ τος τοῦ λόγου, τοῖς τῆς εὐσεβείας ἀγωνισταῖς προ‐ λαβὼν ὑπέδειξε τὸ μακάριον τέλος, ἵνα τῇ ἐλπίδι τῶν ἀποκειμένων ἀγαθῶν ἀλύπως τοῦ βίου τὰ ἀλγεινὰ διαφέρωμεν. Οὕτως καὶ ὁδοιπόροις τραχεῖαν ὁδὸν
10πορευομένοις καὶ δύσβατον κουφίζει τὸν μόχθον ἐπι‐ τήδειον αὐτοῖς προσδοκηθὲν καταγώγιον· καὶ ἐμπό‐ ρους ποιεῖ τῆς θαλάσσης κατατολμᾷν ἡ ἐπιθυμία τῶν ἀγωγίμων· καὶ γεωργῶν ὑποκλέπτει τοὺς πό‐ νους ἡ τῆς ἐπικαρπίας ἐλπίς. Διὸ καὶ ὁ κοινὸς τοῦ
15βίου διορθωτὴς, ὁ μέγας διδάσκαλος, τὸ πνεῦμα τῆς ἀληθείας, σοφῶς καὶ ἐντέχνως τοὺς μισθοὺς προεβά‐ λετο, ἵνα, ὑπερκύπτοντες τοὺς ἐν χερσὶ πόνους, τῇ διανοίᾳ πρὸς τὴν ἀπόλαυσιν τῶν αἰωνίων ἀγα‐ θῶν ἐπειγώμεθα. Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπο‐
20ρεύθη ἐν βουλῇ ἀσεβῶν. Ἔστι μὲν οὖν τὸ κυρίως καὶ πρώτως μακαριστὸν, τὸ ἀληθινῶς ἀγαθόν. Τοῦτο δέ ἐστιν ὁ Θεός. Ὅθεν καὶ Παῦλος, ὑπόμνησιν μέλλων ποιεῖσθαι Χριστοῦ, Κατὰ τὴν ἐπιφάνειαν, φησὶ, τοῦ μακαρίου Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰη‐
25σοῦ Χριστοῦ. Μακάριον γὰρ τῷ ὄντι τὸ αὐτόκαλον, πρὸς ὃ πάντα ἀποβλέπει, οὗ πάντα ἐφίεται, ἡ ἄτρε‐ πτος φύσις, τὸ δεσποτικὸν ἀξίωμα, ἡ ἀόχλητος ζωὴ, ἡ ἄλυπος διεξαγωγὴ, περὶ ἣν οὐκ ἔστιν ἀλλοίωσις, ἧς οὐχ ἅπτεται μεταβολή· ἡ βρύουσα πηγὴ, ἡ ἄφθο‐
30νος χάρις, ὁ ἀδαπάνητος θησαυρός. Ἀμαθεῖς δὲ ἄνθρωποι καὶ φιλόκοσμοι, ἀγνοοῦντες αὐτοῦ τοῦ ἀγα‐ θοῦ τὴν φύσιν, μακαρίζουσι πολλάκις τὰ μηδενὸς ἄξια, πλοῦτον, ὑγίειαν, περιφάνειαν βίου· ὧν οὐδέν ἐστιν ἀγαθὸν τῇ ἑαυτοῦ φύσει· οὐ μόνον καθότι ῥᾳ‐
35δίαν ἔχει τὴν πρὸς τὰ ἐναντία περιτροπὴν, ἀλλ’ ὅτι μηδὲ ἀγαθοὺς δύναται τοὺς κεκτημένους ἀποτελεῖν. Τίς γὰρ δίκαιος διὰ χρήματα; τίς σώφρων διὰ ὑγίειαν; Τοὐναντίον μὲν οὖν, καὶ ὑπηρεσία πολλάκις πρὸς ἁμαρτίαν τοῖς κακῶς χρωμένοις τούτων ἕκα‐
40στον γίνεται. Μακάριος οὖν ὁ τὰ πλείστου ἄξια κεκτη‐ μένος, ὁ τῶν ἀναφαιρέτων ἀγαθῶν μέτοχος. Τοῦτον δὲ πῶς ἐπιγνωσόμεθα; Ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν. Καὶ πρίν γε εἰπεῖν, τί τὸ μὴ πορευθῆναι ἐν βουλῇ ἀσεβῶν, βούλομαι ὑμῖν τὸ ἐν τῷ τόπῳ ζη‐
45τούμενον διαλῦσαι. Διὰ τί, φησὶν, ὁ προφήτης τὸν ἄνδρα μόνον ἐκλεξάμενος μακαρίζει; ἆρα μὴ τοῦ μακαρισμοῦ τὰς γυναῖκας ἀπέκλεισε; Μὴ γένοιτο! Μία γὰρ ἀρετὴ ἀνδρὸς καὶ γυναικὸς, ἐπειδὴ καὶ ἡ κτίσις ἀμφοτέροις ὁμότιμος, ὥστε καὶ ὁ μισθὸς ὁ αὐ‐

29

.

216

(50)

τὸς ἀμφοτέροις. Ἄκουε τῆς Γενέσεως· Ἐποίησε,215

29

.

217

φησὶ, ὁ Θεὸς τὸν ἄνθρωπον· κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐ‐ τούς. Ὧν δὲ ἡ φύσις μία, τούτων καὶ ἐνέργειαι αἱ αὐταί· ὧν δὲ τὸ ἔργον ἴσον, τούτων καὶ ὁ μισθὸς ὁ
5αὐτός. Διὰ τί οὖν, ἀνδρὸς μνησθεὶς, τὴν γυναῖκα ἀπεσιώπησεν; Ὅτι ἀρκεῖν ἡγήσατο, μιᾶς οὔσης τῆς φύσεως, ἐκ τοῦ ἡγεμονικωτέρου τὸ ὅλον ἐνδείξασθαι. Μακάριος οὖν ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσε‐ βῶν. Σκόπει τῶν ῥημάτων τὸ ἀκριβὲς, πῶς ἑκάστη
10λέξις δογμάτων πεπλήρωται. Οὐκ εἶπεν, Ὃς οὐ πο‐ ρεύεται ἐν βουλῇ ἀσεβῶν, ἀλλ’, Ὃς οὐκ ἐπορεύθη. Ὁ μὲν γὰρ ἐν τῷ βίῳ τυγχάνων οὔπω μακαριστὸς, διὰ τὸ ἄδηλον τῆς ἐκβάσεως· ὁ δὲ συμπληρώσας τὰ ἐπιβάλλοντα, καὶ ἀναντιῤῥήτῳ τέλει τὴν ζωὴν κατα‐
15κλείσας, οὗτος ἤδη ἀσφαλῶς μακαρίζεται. Διὰ τί οὖν μακάριοι οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου; οὐ γὰρ τοὺς πορευθέντας ἐκεῖ, ἀλλὰ τοὺς ἔτι πορευομένους μακαριστοὺς ὁ λόγος τίθεται· ὅτι οἱ τὸ ἀγαθὸν ἐρ‐ γαζόμενοι, ἐν αὐτῷ τῷ ἔργῳ τὸ ἀπόδεκτον ἔχουσιν·
20οἱ δὲ τὸ κακὸν φεύγοντες οὐκ, ἐὰν ἅπαξ που ἢ δεύτε‐ ρον ἐκκλίνωσι τὴν ἁμαρτίαν, ἐπαινετοὶ, ἀλλ’ ἐὰν δυνηθῶσι τοῦ κακοῦ τὴν πεῖραν εἰς τὸ παντελὲς δια‐ δρᾶναι. Ἐκ δὲ τῆς τοῦ λόγου ἀκολουθίας καὶ ἕτερον ἡμῖν ἄπορον ἀνεφάνη. Διὰ τί οὐχὶ τὸν κατορθοῦντα
25τὴν ἀρετὴν μακαρίζει, ἀλλὰ τὸν μὴ πεποιηκότα τὴν ἁμαρτίαν; Οὕτως γὰρ καὶ ἵππος, καὶ βοῦς, καὶ λίθος μακαρισθήσεται. Ποῖον γὰρ ἄψυχον ἔστη ἐν ὁδῷ ἁμαρ‐ τωλῶν, ἢ ποῖον ἄλογον ἐπὶ καθέδρᾳ λοιμῶν ἐκάθισε; Μικρὸν μὲν οὖν ἀναμείνας, εὑρήσεις τὸ ἴαμα. Ἐπ‐
30άγει γάρ· Ἀλλ’ ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ. Θείου δὲ νόμου μελέτη ἐπὶ τὸν λογικὸν μόνον πίπτει. Ἡμεῖς δὲ κἀκεῖνο λέγομεν, ὅτι ἀρχὴ πρὸς τὴν ἀνάληψιν τῶν καλῶν, ἡ ἀναχώρησις τῶν κακῶν. Ἔκκλινον γὰρ, φησὶν, ἀπὸ κακοῦ, καὶ ποίησον
35ἀγαθόν. Σοφῶς οὖν καὶ ἐντέχνως προσάγων ἡμᾶς εἰς ἀρετὴν, τὴν ἀναχώρησιν τῆς κακίας ἀρχὴν ἐποιήσατο τῶν καλῶν. Εἰ γὰρ εὐθὺς προέβαλέ σοι τὰ τέλεια, ἀπώκνησας ἂν πρὸς τὴν ἐγχείρησιν· νῦν δὲ τοῖς εὐ‐
40ληπτοτέροις σε προσεθίζει, ἵνα κατατολμήσῃς τῶν ἐφεξῆς. Κλίμακι γὰρ προσεοικέναι φαίην ἂν ἔγωγε τῆς εὐσεβείας τὴν ἄσκησιν· κλίμακι ἐκείνῃ, ἢν εἶδέ ποτε ὁ μακάριος Ἰακὼβ, ἧς τὰ μὲν ἦν πρόσγειά τε καὶ χαμαίζηλα, τὰ δὲ ὑπὲρ αὐτὸν ἤδη τὸν οὐρα‐
45νὸν ἀνετείνετο. Ὥστε δεῖ τοὺς εἰσαγομένους πρὸς τὸν κατ’ ἀρετὴν βίον τοῖς πρώτοις βαθμοῖς ἐπιβάλλειν τὸ ἴχνος, κἀκεῖθεν ἀεὶ τῶν ἐφεξῆς ἐπιβαίνειν, ἕως ἂν πρὸς τὸ ἐφικτὸν ὕψος τῇ ἀνθρωπίνῃ φύσει διὰ τῆς
κατ’ ὀλίγον προκοπῆς ἀναβῶσιν. Ὥσπερ οὖν ἐπὶ τῆς217

29

.

220

κλίμακος πρώτη ἀνάβασις ἡ τῆς γῆς ἀναχώρησις, οὕτως ἐπὶ τῆς κατὰ Θεὸν πολιτείας, ἀρχὴ προκο‐ πῆς ὁ χωρισμὸς τοῦ κακοῦ. Ὅλως δὲ πᾶσα ἀργία καὶ τῆς τυχούσης πράξεώς ἐστιν εὐμαρεστέρα· οἷον, Οὐ
5φονεύσεις· οὐ μοιχεύσεις· οὐ κλέψεις. Ἀργίας τούτων ἕκαστον καὶ ἀκινησίας δεῖται. Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν· καὶ, Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς· καὶ, Ἐάν τίς σε ἀγγαριεύσῃ μίλιον ἓν, ὕπαγε μετ’ αὐτοῦ δύο,
10ἐνεργήματά ἐστιν ἀθληταῖς πρέποντα, καὶ ψυχῆς ἤδη νεανικῆς δεόμενα πρὸς κατόρθωσιν. Ὥστε θαύμασον τὴν σοφίαν τοῦ διὰ τῶν εὐμαρεστέρων καὶ εὐληπτο‐ τέρων ἐνάγοντος ἡμᾶς πρὸς τὴν τελείωσιν. Τρία δὲ προ‐ έβαλεν ἡμῖν τὰ φυλακῆς ἄξια, μὴ πορευθῆναι ἐν βουλῇ
15ἀσεβῶν, μὴ στῆναι ἐν ὁδῷ ἁμαρτωλῶν, μὴ καθεσθῆ‐ ναι ἐπὶ καθέδρας λοιμῶν. Τῇ φύσει τῶν πρα‐ γμάτων ἑπόμενος, τὴν τάξιν ταύτην τοῖς εἰρημένοις ἐπέθηκεν. Βουλευόμεθα γὰρ πρότερον, εἶτα ἱστῶμεν τὸ βούλευμα, εἶτα τοῖς βουλευθεῖσιν ἐναπομένομεν.
20Πρώτως οὖν μακαριστὸν τὸ ἐν τῇ διανοίᾳ ἡμῶν κα‐ θαρὸν, ἐπειδὴ ῥίζα τῶν διὰ τοῦ σώματος ἐνεργειῶν τὸ ἐν καρδίᾳ βούλευμα. Ἡ γὰρ μοιχεία, ἐν τῇ ψυχῇ τοῦ φιληδόνου πρῶτον ἀναφλεχθεῖσα, οὕτω τὴν διὰ τοῦ σώματος φθορὰν ἀπεργάζεται. Ὅθεν καὶ ὁ
25Κύριός φησιν ἔνδοθεν εἶναι τὰ κοινοῦντα τὸν ἄνθρωπον. Ἐπειδὴ δὲ ἀσέβεια κυρίως λέγεται ἡ εἰς Θεὸν ἁμαρτία, μὴ γένοιτο δέξασθαι ἡμᾶς ἐξ ἀπιστίας ποτὲ ἀμφιβολίαν περὶ Θεοῦ! Τοῦτο γάρ ἐστι τὸ πορευθῆναι ἐν βουλῇ ἀσεβῶν, ἐὰν εἴπῃς ἐν τῇ καρδίᾳ σου· Ἆρα ἔστι
30Θεὸς κυβερνῶν τὰ σύμπαντα; ἆρα ἔστι Θεὸς ἐν οὐ‐ ρανῷ, οἰκονομῶν τὰ καθ’ ἕκαστον; ἆρα κρίσις; ἆρα ἀνταπόδοσις ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ; Διὰ τί οὖν δίκαιοι πένονται, καὶ ἁμαρτωλοὶ πλουτοῦσιν; οὗτοι ἀσθενοῦσι, κἀκεῖνοι ἔῤῥωνται; οὗτοι ἄτιμοι, κἀκεῖνοι
35ἔνδοξοι; Μήποτε αὐτομάτως ὁ κόσμος φέρεται, καὶ συντυχίαι τινὲς ἄλογοι ἀτάκτως ἑκάστῳ ἀποκλη‐ ροῦσι τοὺς βίους; Ἐὰν ταῦτα διανοηθῇς, ἐπο‐ ρεύθης ἐν βουλῇ ἀσεβῶν. Μακάριος οὖν ὃς οὐκ ἔλαβε περὶ Θεοῦ δισταγμὸν, ὁ μὴ μικροψυχήσας περὶ τὰ
40παρόντα, ἀλλ’ ἀναμένων τὰ προσδοκώμενα· ὃς οὐκ ἔσχε περὶ τοῦ κτίσαντος ἡμᾶς ὑπόληψιν ἄπιστον. Μακάριος δὲ κἀκεῖνος, ὃς ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη. Ὁδὸς μὲν οὖν ὁ βίος εἴρηται διὰ τὴν πρὸς τὸ τέλος ἑκάστου τῶν γεννηθέντων ἔπειξιν. Ὥσπερ γὰρ
45οἱ ἐν τοῖς πλοίοις καθεύδοντες αὐτομάτως ὑπὸ τοῦ πνεύματος ἐπὶ λιμένας ἄγονται, κἂν αὐτοὶ μὴ αἰσθά‐ νωνται, ἀλλ’ ὁ δρόμος αὐτοὺς πρὸς τὸ τέλος ἐπείγει· οὕτω καὶ ἡμεῖς, τοῦ χρόνου τῆς ζωῆς ἡμῶν παραῤ‐ ῥέοντος, οἷόν τινι κινήσει συνεχεῖ καὶ ἀπαύστῳ πρὸς

29

.

220

(50)

τὸ οἰκεῖον ἕκαστος πέρας τῷ λανθάνοντι δρόμῳ τῆς ζωῆς ἡμῶν κατεπειγόμεθα. Οἷον, καθεύδεις, καὶ ὁ
χρόνος σε παρατρέχει· ἐγρήγορας, καὶ ἄσχολος εἶ219

29

.

221

τὴν διάνοιαν· ἀλλ’ ὅμως ἡ ζωὴ δαπανᾶται, κἂν τὴν αἴσθησιν ἡμῶν διαφεύγῃ. Δρόμον οὖν τινα τρέχομεν πάντες ἄνθρωποι, πρὸς τὸ οἰκεῖον τέλος ἕκαστος ἐπειγόμενοι· διὰ τοῦτο πάντες ἐσμὲν ἐν ὁδῷ.
5Καὶ οὕτω δ’ ἂν λάβοις τῆς ὁδοῦ τὴν ἔννοιαν. Ὁδοιπόρος ἐφέστηκας τῷ βίῳ τούτῳ· πάντα παρέρχῃ, πάντα κατ‐ όπιν σου γίνεται. Εἶδες ἐπὶ τῆς ὁδοῦ φυτὸν, ἢ πόαν ἢ ὕδωρ, ἢ ὅτι ἂν τύχῃ τῶν ἀξίων θεάματος· μικρὸν ἐτέρ‐ φθης, εἶτα παρέδραμες. Πάλιν ἐνέτυχες λίθοις, καὶ
10φάραγξι, καὶ κρημνοῖς, καὶ σκοπέλοις, καὶ σκόλοψιν, ἤ που καὶ θηρίοις, καὶ ἑρπετοῖς, καὶ ἀκάνθαις, καί τισιν ἄλλοις τῶν ὀχληρῶν· μικρὸν ἠνιάθης, εἶτα κατέλι‐ πες. Τοιοῦτος ὁ βίος, οὔτε τὰ τερπνὰ μόνιμα, οὔτε τὰ λυπηρὰ διαρκῆ κεκτημένος. Ἡ ὁδὸς οὐκ ἔστι
15σὴ, ἀλλ’ οὐδὲ τὰ παρόντα σά. Ἐπὶ τῶν ὁδευόντων, ὁμοῦ τε ὁ πρῶτος τὸ ἴχνος ἐκίνησε, καὶ εὐθὺς ὁ μετ’ αὐτὸν τὴν βάσιν ἤνεγκε, καὶ μετ’ ἐκεῖνον ὁ ἐφεπό‐ μενος.
20 Σκόπει δὲ καὶ τὰ τοῦ βίου εἰ μὴ παραπλήσια. Σήμερον τὴν γῆν σὺ ἐγεώργησας, καὶ αὔριον ἄλλος, καὶ μετ’ ἐκεῖνον ἕτερος. Ὁρᾷς τοὺς ἀγροὺς τούτους καὶ τὰς πολυτελεῖς οἰκίας; Πόσα ἤδη ὀνόματα ἀφ’ οὗ γέγονε τούτων ἕκαστον ἤμειψε! Τοῦ δεῖνος
25ἐλέγετο, εἶτα μετωνομάσθη πρὸς ἕτερον· πρὸς τὸν δεῖνα μετῆλθεν, εἶτα νῦν ἄλλου λέγεται. Ἆρ’ οὖν οὐχ ὁδὸς ἡμῶν ὁ βίος, ἄλλοτε ἄλλον μεταλαμβάνων, καὶ πάντας ἔχων ἀλλήλοις ἐφεπομένους; Μακάριος οὖν ὃς ἐπὶ τῆς ὁδοῦ τῶν ἁμαρτωλῶν οὐκ ἔστη.
30Τὸ δὲ, Οὐκ ἔστη, τί ἐστιν; Ἔτι ἐπὶ τῆς πρώτης ἡλικίας ὄντες οἱ ἄνθρωποι, οὔτε ἐν κακίᾳ ἐσμὲν, οὔτε ἐν ἀρετῇ (ἀνεπίδεκτος γὰρ ἡ ἡλικία τῆς ἕξεως ἑκα‐ τέρας)· ἐπειδὰν δὲ ὁ λόγος ἡμῶν συμπληρωθῇ, τότε γίνεται τὸ γεγραμμένον· Ἐλθούσης δὲ τῆς ἐντο‐
35λῆς, ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον. Ἐπανατέλλουσι γὰρ λογισμοὶ πονηροὶ, ἐκ τῶν παθῶν τῆς σαρκὸς ταῖς ψυχαῖς ἡμῶν ἐντικτόμενοι. Τῷ ὄντι γὰρ ἐλθοῦσα ἡ ἐντολὴ, τουτέστιν ἡ διάγνωσις τῶν καλῶν, ἐὰν μὴ κατακρατήσῃ τοῦ χείρονος λογισμοῦ,
40ἀλλὰ συγχωρήσῃ ὑπὸ τῶν παθῶν ἐξανδραποδισθῆναι τὸν λογισμόν· ἀνέζησε μὲν ἡ ἁμαρτία, ἀπέθανε δὲ ὁ νοῦς, νεκρὸς γενόμενος τοῖς παραπτώμασι. Μακάριος οὖν ὁ μὴ ἐγχρονίσας τῇ ὁδῷ τῶν ἁμαρτανόντων, ἀλλὰ λογισμῷ βελτίονι πρὸς τὴν εὐσεβῆ πολιτείαν
45μεταπηδήσας. Δύο γάρ εἰσιν ὁδοὶ ἐναντίαι ἀλλήλαις· ἡ μὲν πλατεῖα καὶ εὐρύχωρος, ἡ δὲ στενὴ καὶ τεθλιμ‐ μένη. Καὶ δύο ὁδηγοὶ, ἑκάτερος πρὸς ἑαυτὸν ἐπι‐ στρέφειν ἐπιχειρῶν. Ἔχει οὖν ἡ μὲν λεία ὁδὸς καὶ πρανὴς ὁδηγὸν ἀπατηλὸν, δαίμονα πονηρὸν,

29

.

221

(50)

δι’ ἡδονῆς πρὸς τὴν ἀπώλειαν τοὺς ἑπομένους ἐπι‐ συρόμενον· ἡ δὲ τραχεῖα καὶ ἀνάντης ἄγγελον ἀγα‐
θὸν, διὰ τῶν ἐπιπόνων τῆς ἀρετῆς πρὸς τὸ μακάριον221

29

.

224

τέλος τοὺς ἑπομένους ἄγοντα. Ἕως μὲν οὖν νήπιός ἐστιν ἕκαστος ἡμῶν, τὸ ἐν τῷ παρόντι ἡδὺ διώκων, οὐδεμίαν τοῦ μέλλοντος κηδεμονίαν ποιεῖται· ἀνὴρ δὲ ἤδη γενόμενος, μετὰ τὸν ἀπαρτισμὸν τῶν ἐννοιῶν,
5οἷον ὁρᾷν δοκεῖ τὸν βίον αὐτῷ σχιζόμενον πρὸς ἀρε‐ τὴν καὶ κακίαν, καὶ πυκνὰ πρὸς ἑκάτερον τὸ ὄμμα τῆς ψυχῆς μεταστρέφων, παράλληλα κρίνει τὰ ἑκατέρῳ προσόντα. Καὶ ὁ μὲν τῶν ἁμαρτωλῶν βίος πάντα δείκνυσι τὰ τοῦ παρόντος αἰῶνος τερπνά· ὁ δὲ
10τῶν δικαίων, μόνα ὑποφαίνει τὰ τοῦ μέλλοντος ἀγαθά. Καὶ ἡ μὲν τῶν σωζομένων ὁδὸς ὅσον καλὰ ὑπισχνεῖ‐ ται τὰ μέλλοντα, τοσοῦτον ἐπίπονα παρέχεται τὰ παρόντα· ὁ δὲ ἡδὺς καὶ ἀκόλαστος βίος οὐχὶ προσδο‐ κωμένην εἰς ὕστερον, ἀλλ’ ἤδη παροῦσαν προτείνε‐
15ται τὴν ἀπόλαυσιν. Ἰλιγγιᾷ οὖν πᾶσα ψυχὴ, καὶ μετοκλάζει τοῖς λογισμοῖς, ὅταν μὲν ἐνθυμηθῇ τὰ αἰώνια, τὴν ἀρετὴν αἱρουμένη, ὅταν δὲ ἀποβλέψῃ πρὸς τὰ παρόντα, τὴν ἡδονὴν προτιμῶσα. Ὧδε βλέ‐ πει σαρκὸς εὐπάθειαν, ἐκεῖ δουλαγωγίαν σαρκός·
20ὧδε μέθην, ἐκεῖ νηστείαν· ὧδε γέλωτας ἀκρατεῖς, ἐκεῖ δάκρυον δαψιλές· ἐνταῦθα ὄρχησιν, κἀκεῖ προσ‐ ευχήν· αὐλοὺς ὧδε, κἀκεῖ στεναγμούς· ὧδε πορ‐ νείαν, κἀκεῖ παρθενίαν. Ἐπεὶ οὖν τὸ μὲν ἀληθινῶς ἀγαθὸν λογισμῷ ληπτόν ἐστι διὰ πίστεως (μακρὰν
25γὰρ ἀπῴκισται, καὶ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε), τὸ δὲ τῆς ἁμαρτίας ἡδὺ πρόχειρον ἔχει καὶ διὰ πάσης αἰσθήσεως ῥέουσαν τὴν ἀπόλαυσιν· μακά‐ ριος ὁ μὴ περιτραπεὶς ἐκ τῶν τῆς ἡδονῆς δε‐ λεασμάτων πρὸς τὴν ἀπώλειαν, ἀλλὰ δι’ ὑπομονῆς
30τὴν ἐλπίδα τῆς σωτηρίας ἀπεκδεχόμενος, καὶ ἐν τῇ ἐκλογῇ τῶν ὁδῶν ἑκατέρων μὴ ἐπιβὰς τῆς ὁδοῦ ἀγού‐ σης ἐπὶ τὰ χείρονα. Καὶ ἐπὶ καθέδρας λοιμῶν οὐκ ἐκάθισεν. Ἆρα ταύτας λέγει τὰς καθέδρας, ἐφ’ ὧν ἀναπαύομεν
35ἡμῶν τὰ σώματα; Καὶ τίς ἡ ἀπὸ τοῦ ξύλου πρὸς ἁμαρτίαν μετάδοσις, ὥστε με τὴν ὑπὸ τοῦ ἁμαρτω‐ λοῦ προκαταληφθεῖσαν καθέδραν ὡς βλαβερὰν ἀπο‐ φεύγειν; Ἢ νομίζειν ἡμᾶς χρὴ καθέδραν λέγεσθαι τὴν ἑδραίαν καὶ μόνιμον ἐν τῇ κρίσει τῆς κακίας
40διατριβήν; Ὃ φυλακτέον ἡμῖν, διότι τὸ φιλοπόνως προσδιατρίβειν ταῖς ἁμαρτίαις ἕξιν τινὰ δυσκίνητον ταῖς ψυχαῖς ἐμποιεῖ. Παλαιωθὲν γὰρ πάθος ψυχῆς, καὶ κακοῦ μελέτη χρόνῳ βεβαιωθεῖσα δυσίατός ἐστιν, ἢ καὶ ἀνίατος παντελῶς, εἰς φύσιν, ὡς τὰ πολλὰ, τοῦ
45ἔθους μεθισταμένου. Εὐχῆς μὲν οὖν ἄξιον μὴ προσ‐ άψασθαι τοῦ κακοῦ. Δεύτερος δὲ πλοῦς, εὐθὺς μετὰ τὴν πεῖραν ὥσπερ ἰοβόλου πληγὴν ἀποφεύγειν, κατὰ τὸ γεγραμμένον παρὰ τοῦ Σολομῶντος περὶ τῆς γυ‐ ναικὸς τῆς φαύλης, ὅτι Μὴ ἐπιστήσῃς σὸν ὄμμα

29

.

224

(50)

πρὸς αὐτὴν, ἀλλ’ ἀποπήδησον· μὴ ἐγχρονίσῃς.
Νῦν δὲ οἶδά τινας ἐν νεότητι πρὸς τὰ τῆς σαρκὸς223

29

.

225

πάθη κατολισθήσαντας, καὶ μέχρι πολιᾶς αὐτῆς διὰ συνήθειαν τοῦ κακοῦ ταῖς ἁμαρτίαις παραμένον‐ τας. Ὡς γὰρ οἱ ἐν βορβόρῳ καλινδούμενοι χοῖροι ἀεὶ προσπλάττουσιν ἑαυτοῖς τὸν πηλόν· οὕτως
5οὗτοι τὸ ἐκ τῆς ἡδονῆς αἶσχος καθ’ ἑκάστην ἡμέραν προσαναμάσσονται. Μακάριον μὲν οὖν τὸ μὴ δια‐ νοηθῆναι τὸ πονηρόν· εἰ δὲ κατὰ συναρπαγὴν τοῦ ἐχθροῦ ἐδέξω τῇ ψυχῇ βουλεύματα ἀσεβείας, μὴ στῇς ἐπὶ τῆς ἁμαρτίας. Εἰ δὲ καὶ τοῦτο πέπονθας, μὴ
10ἐνιδρυνθῇς τῷ κακῷ. Μὴ τοίνυν καθεσθῇς ἐπὶ καθ‐ έδρας τῆς τῶν λοιμῶν. Εἰ ἐνόησας καθέδραν τίνα φησὶν ὁ λόγος, ὅτι τὴν διαρκῆ λέγει τοῦ κακοῦ προσ‐ εδρίαν, ἐξέτασον λοιπὸν τίνας ὠνόμασε τοὺς λοιμούς. Φασὶ δὴ τὸν λοιμὸν οἱ περὶ ταῦτα δεινοὶ, ἐπειδὰν
15ἑνὸς ἀνθρώπου ἢ κτήνους ἅψηται, κατὰ διάδοσιν ἐπὶ πάντας τοὺς ἐγγίζοντας διανέμεσθαι· φύσιν γὰρ εἶναι τῆς νόσου τοιαύτην, τὸ ἐξ ἀλλήλων πάντας ἀνα‐ πιμπλάναι τῆς ἀῤῥωστίας. Τοιοῦτοι δέ τινές εἰσι καὶ οἱ ἐργάται τῆς ἀνομίας. Ἄλλος γὰρ ἄλλῳ τῆς νόσου
20μεταδιδόντες συννοσοῦσιν ἀλλήλοις, καὶ συναπόλλυν‐ ται. Ἢ οὐχ ὁρᾷς τοὺς πόρνους τοὺς ἐπὶ τῆς ἀγορᾶς καθημένους, καὶ καταγελῶντας τῶν σωφρονούντων, καὶ διηγουμένους ἑαυτῶν τὰ τῆς αἰσχύνης ἔργα, τὰ τοῦ σκότους ἐπιτηδεύματα, καὶ τὰ πάθη τῆς ἀτιμίας
25ἀπαριθμουμένους ὡς ἀριστείας, ἤ τινας ἄλλας ἀνδρα‐ γαθίας; Οὗτοί εἰσιν οἱ λοιμοὶ οἱ τὸ ἴδιον κακὸν ἐπὶ πάντας ἄγειν φιλονεικοῦντες, καὶ πολλοὺς ἑαυτοῖς παραπλησίους γενέσθαι φιλοτιμούμενοι, ἵνα ἐν τῇ κοινωνίᾳ τῶν κακῶν διαφύγωσι τὰ ὀνείδη. Οὔτε γὰρ
30πῦρ εὐκαταπρήστου ὕλης ἁψάμενον δυνατὸν μὴ οὐχὶ ἐπὶ πᾶσαν αὐτὴν διαβῆναι, ἄλλως τε κἂν ἐπιτύχῃ πνεύματος ἐπιφόρου τὴν φλόγα διακομίζοντος· οὔτε τὴν ἁμαρτίαν, ἑνὸς ἁψαμένην, μὴ οὐχὶ ἐπὶ πάντας τοὺς ἐγγίζοντας διελθεῖν, ἐξαπτόντων αὐτὴν τῶν
35πνευμάτων τῆς πονηρίας. Τὸ γὰρ τῆς πορνείας πνεῦμα οὐκ ἀνέχεται ἐν τῷ ἑνὶ στῆναι τὴν ἀτι‐ μίαν, ἀλλ’ εὐθὺς ἡλικιῶται συμπαρελήφθησαν· κῶμοι, καὶ μέθαι, καὶ αἰσχρὰ διηγήματα ἑταίρα συμπί‐ νουσα, τούτῳ προσμειδιῶσα, κἀκεῖνον διερεθίζουσα,
40καὶ πάντας πρὸς τὴν αὐτὴν ἁμαρτίαν συμφλέγουσα. Ἆρα μικρὸς ὁ λοιμὸς οὗτος, ἢ μικρὰ ἡ διάδοσις τοῦ κακοῦ; Τί δὲ, ὁ τὸν πλεονέκτην ζηλῶν, ἢ ὁ τὸν ἐξ ἄλλης τινὸς πονηρίας περιφανῆ τινα πολιτικὴν δυνα‐ στείαν περιβεβλημένον, ἢ ἐθνῶν ἡγεμονίαν ἔχον‐
45τα, ἢ στρατοπέδων ἄρχοντα, εἶτα τοῖς αἰσχίστοις πάθεσιν ἐμφυρόμενον, οὐχὶ αὐτῇ τῇ ψυχῇ τὸν λοιμὸν παρεδέξατο, τὸ τοῦ ζηλουμένου κακὸν οἰκεῖον ποιούμενος; Αἱ γὰρ κατὰ τὸν βίον λαμ‐ πρότητες συναναφαίνουσιν ἑαυταῖς καὶ τοὺς

29

.

225

(50)

βίους τῶν περιβλέπτων· καὶ στρατιῶται μὲν ὡς τὰ
πολλὰ τοῖς στρατοπεδάρχαις ἐξομοιοῦνται· οἱ δὲ ἐν225

29

.

228

ταῖς πόλεσι δῆμοι ζηλοῦσι τοὺς ἐν δυνάμει. Καὶ ὅλως, ἐπειδὰν τὸ τοῦ ἑνὸς κακὸν μιμήσεως ἄξιον τοῖς πολλοῖς νομισθῇ, οἰκείως καὶ προσηκόντως λεχθήσε‐ ται λοιμός τις ψυχῶν ἐπιπολάζειν τῷ βίῳ. Τὸ γὰρ ἐν
5κακίᾳ περίβλεπτον πολλοὺς τῶν εὐολισθήτων εἰς τὸν ὅμοιον ζῆλον ἐφέλκεται. Ἐπεὶ οὖν ἄλλος ἐξ ἄλ‐ λου τῆς φθορᾶς ἀναπίμπλαται, λοιμώσσειν τὰς ψυ‐ χὰς οἱ τοιοῦτοι λεγέσθωσαν. Μὴ τοίνυν καθίσῃς ἐπὶ καθέδρας λοιμῶν, ἢ μὴ μετάσχῃς συνεδρίου ἀνθρώ‐
10πων φθορέων καὶ λυμεώνων, ἢ μὴ ἐναπομείνῃς τοῖς κακῶς βουλευθεῖσιν. Ἀλλ’ ὁ μὲν λόγος ἔτι ἐν προοιμίοις, τὸ δὲ πλῆθος ὁρῶ τὴν συμμετρίαν ἐκβαῖνον· ὡς μήτε ὑμῖν ῥᾳδίαν εἶναι τῶν πλειόνων τὴν φυλακὴν, μήτε ἐμοὶ τὴν διακονίαν τοῦ λόγου,
15διὰ τὴν σύντροφον ἀσθένειαν τῆς φωνῆς ἡμᾶς ἐπι‐ λειπούσης. Εἰ δὲ καὶ ἀτελῶς εἴρηται τὰ εἰρημένα, τοῦ μὲν κακοῦ τῆς φυγῆς ὑποδειχθείσης, τῆς δὲ διὰ τῶν ἀγαθῶν ἔργων τελειώσεως παρεθείσης, ὅμως εὐγνώμοσιν ἀκοαῖς παραθέμενοι τὰ παρόντα,
20ἐπαγγελλόμεθα, Θεοῦ διδόντος, ἀναπληρώσειν καὶ τὰ λειπόμενα, ἐάν γε μὴ τὴν παντελῆ λοιπὸν ὑπέλθω‐ μεν σιωπήν. Παράσχοι δὲ ὁ Κύριος καὶ ἡμῖν τῶν εἰ‐ ρημένων μισθὸν, καὶ ὑμῖν καρπὸν ὧν ἠκούσατε, χά‐ ριτι τοῦ Χριστοῦ αὐτοῦ, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ
25κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
26tΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ Ζʹ ΨΑΛΜΟΝ.
27tΨαλμὸς τῷ Δαβὶδ, ὃν ᾖσε τῷ Κυρίῳ ὑπὲρ τῶν
28tλόγων Χουσὶ υἱοῦ Ἰεμενεί.
29Δοκεῖ πως ἐναντίως ἔχειν πρὸς τὴν ἐν ταῖς Βα‐
30σιλείαις ἱστορίαν, ἔνθα τὰ περὶ τοῦ Δαβὶδ ἀναγέγρα‐227

29

.

229

πται, ἡ ἐπιγραφὴ τοῦ ἑβδόμου ψαλμοῦ. Ἐκεῖ γὰρ ὁ Χουσὶ ἀρχιεταῖρος μὲν τοῦ Δαβὶδ, υἱὸς δὲ Ἀραχὶ ἱστορεῖται, ἐνταῦθα δὲ Χουσὶ υἱὸς Ἰεμενεί. Ἔστι δὲ οὔτε οὗτος, οὔτε ἄλλος τις τῶν ἐκεῖ φαινομένων
5υἱὸς Ἰεμενεί. Μήποτε οὖν, ἐπειδὴ μεγάλην ἀριστείαν καὶ ἀνδραγάθημα ἐκ τοῦ περὶ τὴν φιλίαν σχηματι‐ σμοῦ ἐνεδείξατο, προσχωρήσας μὲν δῆθεν τῷ Ἀβεσ‐ σαλὼμ, διαλύων δὲ τὰς βουλὰς τοῦ Ἀχιτόφελ, ἀν‐ δρὸς ἐντρεχεστάτου καὶ στρατηγικωτάτου τὰς
10γνώμας ὑποτιθεμένου, διὰ τοῦτο υἱὸς Ἰεμενεὶ προσ‐ ηγορεύθη; Ἑρμηνεύεται δὲ ὁ υἱὸς Ἰεμενεὶ υἱὸς τῆς δεξιᾶς. Εἰσηγουμένου γὰρ ἐκείνου μηδένα χρόνον ἐμποιεῖν τοῖς πράγμασιν, ἀλλ’ εὐθὺς ἀπαρασκεύῳ ὄντι ἐπιτίθεσθαι τῷ πατρὶ, οὐκ εἴασε παραδε‐
15χθῆναι τὴν βουλὴν τοῦ Ἀχιτόφελ, Ὅπως ἐπαγάγῃ, φησὶ, Κύριος ἐπὶ Ἀβεσσαλὼμ τὰ κακὰ πάντα· ἀλλὰ πιθανωτέρας ἔδοξεν ἀναβολὰς αὐτοῖς καὶ διατριβὰς ἐμποιεῖν, πρὸς τὸ δοῦναι καιρὸν τῷ Δαβὶδ συλλέξασθαι τὰς δυνάμεις. Ὄθεν καὶ ἀπόδεκτος ἦν
20παρὰ τῷ Ἀβεσσαλὼμ λέγοντι· Ἀγαθὴ ἡ βουλὴ Χουσὶ τοῦ Ἀραχὶ ὑπὲρ τὴν βουλὴν Ἀχιτόφελ. Τῷ μέντοι Δαβὶδ διὰ τῶν ἱερέων Σαδὼκ καὶ Ἀβιάθαρ ἐδήλου τὰ οἰκονομηθέντα, καὶ προσέταξε μὴ αὐ‐ λισθῆναι ἐν τῇ Ἀραβὼθ τῆς ἐρήμου, ἀλλὰ κατέσπευ‐
25δεν αὐτὸν ἐπὶ τὴν διάβασιν. Ἐπεὶ οὖν ἐκ τῆς ἀγαθῆς συμβουλῆς ἐγένετο δεξιὸς τοῦ Δαβὶδ, ἀπὸ τοῦ ἀνδραγα‐ θήματος τῆς προσηγορίας τετύχηκε. Διά τοι τοῦτο υἱὸς Ἰεμενεὶ προσηγόρευται, τουτέστιν, υἱὸς δεξιᾶς. Αὕτη δὲ συνήθεια τῆς Γραφῆς, καὶ τοὺς χεί‐
30ρονας ἀπὸ τῆς ἁμαρτίας χρηματίζειν μᾶλλον ἢ ἀπὸ τῶν πατέρων, καὶ τοὺς κρείττονας υἱοὺς ὀνομάζειν ἐκ τῆς χαρακτηριζούσης αὐτοὺς ἀρετῆς. Τὸν τοίνυν διάβολον υἱὸν ἀπωλείας ὁ Ἀπόστολος ὀνομάζει· Ἐὰν γὰρ μὴ ἀποκαλυφθῇ ὁ ἄνομος ὁ υἱὸς τῆς ἀπ‐
35ωλείας. Καὶ ἐν τῷ Εὐαγγελίῳ τὸν Ἰούδαν υἱὸν ἀπωλείας ὁ Κύριος εἶπεν· Οὐδεὶς γὰρ, φησὶν, ἀπ‐ ώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας· τέκνα δὲ σοφίας
τοὺς ἐν τῇ θεογνωσίᾳ μεμορφωμένους· Ἐδικαιώθη229

29

.

232

γὰρ, φησὶν, ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς· καὶ, Ἐὰν ᾖ, φησὶν, ἐκεῖ υἱὸς εἰρήνης. Οὐδὲν οὖν θαυμα‐ στὸν καὶ νῦν σιωπηθῆναι μὲν αὐτοῦ τὸν σωματικὸν πατέρα, δεξιᾶς δὲ υἱὸν τὸν ἀρχιεταῖρον τοῦ Δαβὶδ
5ὀνομασθῆναι, ἀπὸ τῆς πράξεως πρέποντα ἑαυτῷ τὸν χρηματισμὸν λαβόντα. Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα, σῶσόν με. Νομιζόμενον ἁπλοῦν εἶναι καὶ ὑπὸ τοῦ τυχόντος ὑγιῶς ἀναφέρεσθαι δύνασθαι τὸ, Κύριε ὁ Θεός μου,
10ἐπὶ σοὶ ἤλπισα, σῶσόν με, τάχα οὐ τοιοῦτόν ἐστιν. Ὁ γὰρ ἐπ’ ἄνθρωπον ἐλπίζων, ἢ ἐπ’ ἄλλο τι τῶν κατὰ τὸν βίον μετεωριζόμενος, οἷον ἐπὶ δυναστείαν, ἢ χρήματα, ἤ τι τῶν παρὰ τοῖς πολλοῖς νομιζομένων εἶναι λαμπρῶν, οὐ δύναται εἰπεῖν· Κύριε ὁ Θεός
15μου, ἐπὶ σοὶ ἤλπισα. Παράγγελμα γάρ ἐστι, μὴ ἐλπίζειν ἐπ’ ἄρχοντας· καὶ, Ἐπικατάρατος ἄνθρω‐ πος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ ἄνθρωπον. Ὥσπερ οὐδὲ σέβειν ἄλλο τι παρὰ τὸν Θεὸν προσῆκεν, οὕτως οὐδὲ ἐπὶ ἄλλον ἐλπίζειν ἢ ἐπὶ τὸν Θεὸν τῶν πάν‐
20των Κύριον. Ἐλπὶς γάρ μου, φησὶ, καὶ ὕμνησίς μου ὁ Κύριος. Πῶς δὲ πρῶτον σωθῆναι εὔχετοι ἐκ τῶν διωκόντων, εἶτα ῥυσθῆναι; Ἡ διαστολὴ σαφῆ ποιήσει τὸν λόγον. Σῶσον γάρ με ἐκ πάντων τῶν διωκόντων με, καὶ ῥῦσαί με, μή ποτε ἁρπάσῃ ὡς
25λέων τὴν ψυχήν μου. Τίς οὖν ἡ διαφορὰ τοῦ σώ‐ ζεσθαι καὶ τοῦ ῥύεσθαι; Ὅτι τῆς σωτηρίας μὲν κυρίως οἱ ἀσθενοῦντες χρῄζουσι, τοῦ ῥυσθῆναι δὲ οἱ ἐν τῇ αἰχμαλωσίᾳ κατεχόμενοι. Διὰ τοῦτο ὁ μὲν ἐν ἑαυτῷ ἔχων τὴν ἀσθένειαν, ἐν ἑαυτῷ δὲ λαβὼν
30τὴν πίστιν, ὑπὸ τῆς οἰκείας πίστεως οἰκονομεῖται πρὸς τὸ σωθῆναι. Ἡ πίστις γάρ σου, φησὶ, σέσωκέ σε· καὶ, Γενηθήτω σοι ὡς ἐπίστευσας. Ὁ δὲ ὀφείλων ῥυσθῆναι τιμὴν ἔξωθεν ὑπὲρ αὐτοῦ κα‐ τατεθῆναι ὀφείλουσαν ἀναμένει. Ὁ τοίνυν ὑπὸ τὸν
35θάνατον ὢν, εἰδὼς, ὅτι εἷς ὁ σώζων, εἷς ὁ λυτρούμε‐ νος, Ἐπὶ σοὶ, φησὶν, ἤλπισα, σῶσόν με ἀπὸ τῆς ἀσθενείας, καὶ ῥῦσαί με ἀπὸ τῆς αἰχμαλωσίας. Οἶμαι δὲ, ὅτι οἱ γενναῖοι τοῦ Θεοῦ ἀθληταὶ, ἱκανῶς παρὰ πάντα τὸν ἑαυτῶν βίον τοῖς ἀοράτοις ἐχθροῖς
40προσπαλαίσαντες, ἐπειδὰν πάσας αὐτῶν ὑπεκφύγωσι τὰς διώξεις, πρὸς τῷ τέλει τοῦ βίου γενόμενοι, ἐρευ‐ νῶνται ὑπὸ τοῦ ἄρχοντος τοῦ αἰῶνος, ἵνα, ἂν μὲν εὑρεθῶσιν ἔχοντες τραύματα ἀπὸ τῶν παλαισμάτων, ἢ σπίλους τινὰς, καὶ τύπους τῆς ἁμαρτίας, κατασχε‐
45θῶσιν· ἐὰν δὲ ἄτρωτοι εὑρεθῶσι καὶ ἄσπιλοι, ὡς ἀκράτητοι ὄντες, ὡς ἐλεύθεροι ὑπὸ Χριστοῦ ἀναπαύ‐ σωνται. Εὔχεται οὖν περί τε τῆς ἐνταῦθα ζωῆς καὶ
περὶ τῆς μελλούσης. Σῶσον γάρ με, φησὶν, ἐνταῦθα231

29

.

233

ἀπὸ τῶν διωκόντων· ῥῦσαι δέ με ἐκεῖ ἐν τῷ καιρῷ τῆς ἐρεύνης, μή ποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου. Καὶ ταῦτα μάθοις ἂν ἐξ αὐτοῦ τοῦ Κυ‐ ρίου λέγοντος περὶ τὸν καιρὸν τοῦ πάθους· Νῦν ὁ
5ἄρχων τοῦ κόσμου τούτου ἔρχεται, καὶ ἐν ἐμοὶ ἕξει οὐδέν. Ἀλλ’ ὁ μὲν, μὴ ποιήσας ἁμαρτίαν, ἔλεγεν ἔχειν οὐδέν· ἀνθρώπῳ δὲ αὔταρκες, ἐὰν τολ‐ μήσῃ εἰπεῖν, ὅτι Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τού‐ του, καὶ ἐν ἐμοὶ ἕξει ὀλίγα καὶ μικρά. Κίνδυνος δὲ
10ταῦτα παθεῖν, ἐὰν μὴ ἔχωμεν τὸν λυτρούμενον ἡμᾶς, μηδὲ τὸν σώζοντα. Πρὸς τὰ δύο τὰ προκείμενα δύο ἐστὶ τὰ ἐπαγόμενα· Σῶσόν με ἐκ τοῦ πλήθους τῶν διωκόντων με, καὶ ῥῦσαι, ἵνα μή ποτε ἁρπα‐ σθῶ, ὡς μὴ ὄντος λυτρουμένου.
15 Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσί μου, εἰ ἀνταπέδωκα τοῖς ἀντα‐ ποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός. Καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου, καὶ καταλάβοι. Σύνηθες τῇ Γραφῇ τὸ
20τῆς ἀνταποδόσεως ὄνομα οὐκ ἐπὶ τῶν νομιζομένων. ὡς ὑπάρξαντός τινος ἀγαθοῦ ἢ κακοῦ, μόνον λαμβά‐ νειν, ἀλλὰ καὶ ἐπὶ τῶν προκαταρχομένων· ὡς ἐπὶ τοῦ, Ἀνταπόδος τῷ δούλῳ σου. Ἀντὶ γὰρ τοῦ εἰ‐ πεῖν, Δὸς, εἴρηται, Ἀνταπόδος. Δόσις μὲν οὖν ἐστιν
25ἡ καταρχὴ τῆς εὐποιίας, ἀπόδοσις δὲ ἡ τοῦ ἴσου ἀν‐ τιμέτρησις παρὰ τοῦ εὖ πεπονθότος· ἀνταπόδοσις δὲ δευτέρα τις ἀρχὴ καὶ περίοδος τῶν καταβαλλομέ‐ νων εἴς τινας ἀγαθῶν ἢ κακῶν. Οἶμαι δὲ, ὅταν ἀντὶ τῆς αἰτήσεως οἱονεὶ ἀπαίτησίν τινα ποιούμενος ὁ λό‐
30γος τὴν ἀνταπόδοσιν ἐπιζητῇ, τοιοῦτόν τινα νοῦν παρ‐ ιστᾷ· ὅτι, Τὸ παρὰ τῆς φύσεως ἀναγκαίως ὀφειλό‐ μενον τῆς ἐπιμελείας χρέος τοῖς ἐγγόνοις παρὰ τῶν γεννησάντων, τοῦτό μοι παράσχου. Χρεωστεῖται γὰρ τέκνοις παρὰ πατρὸς κατὰ τὴν φυσικὴν στοργὴν ἡ
35περὶ τοῦ βίου πρόνοια. Ὀφείλουσι γὰρ, φησὶν, οἱ γονεῖς τοῖς τέκνοις θησαυρίζειν, ἵνα πρὸς τῷ ζῇν ἔτι καὶ τὰς κατὰ τὸν βίον αὐτοῖς ἀφορμὰς παράσχωνται. Τοιοῦτόν ἐστι πολλάκις ἐπὶ τῆς Γραφῆς ἐν ταῖς προ‐ καταρκτικαῖς ἐνεργείαις τὸ ἀπόδομα ἢ τὸ ἀνταπόδομα
40παραλαμβανόμενον. Νῦν δὲ ἔοικε θαῤῥεῖν ὁ λέγων τῷ μὴ ἀντιδεδωκέναι τοῖς ἀνταποδιδοῦσι κακὰ, μὴ ἀντ‐ αποδεδωκέναι τὰ ὅμοια. Εἰ οὖν ἐποίησα τοῦτο, καὶ εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέ‐ σοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός. Κενὸς ἀπο‐
45πίπτει ἀπὸ τῶν ἐχθρῶν ὁ τῆς χάριτος τῆς ἐκ τοῦ πληρώματος τοῦ Χριστοῦ ἐκπεσών. Καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου, καὶ καταλάβοι, καὶ κα‐ ταπατήσαι εἰς γῆν τὴν ζωήν μου. Τοῦ μὲν δικαίου ἡ ψυχὴ, χωριζομένη τῆς πρὸς τὸ σῶμα συμπα‐

29

.

233

(50)

θείας, τὴν ζωὴν ἔχει κεκρυμμένην σὺν τῷ Χρι‐233

29

.

236

στῷ ἐν τῷ Θεῷ· ὥστε δύνασθαι λέγειν κατὰ τὸν Ἀπό‐ στολον, ὅτι Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χρι‐ στός· καὶ, Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ. Τοῦ δὲ ἁμαρτωλοῦ καὶ κατὰ σάρκα ζῶντος καὶ συμ‐
5πεφυρμένου ταῖς τοῦ σώματος ἡδοναῖς ἡ ψυχὴ οἷον ἐν βορβόρῳ τοῖς πάθεσι τῆς σαρκὸς ἐγκεκύλισται· ἣν καὶ καταπατῶν ὁ ἐχθρὸς ἐπὶ πλέον ἐκμολύνειν καὶ οἱονεὶ καταχωννύειν φιλονεικεῖ, ἐπιβαίνων τῷ πεπτω‐ κότι, καὶ τοῖς ἑαυτοῦ ποσὶ καταπατῶν εἰς γῆν, τουτ‐
10έστιν, εἰς τὸ σῶμα τὴν ζωὴν τοῦ ὀλισθήσαντος. Καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι. Τῶν μὲν ἁγίων τὸ πολίτευμα ἐχόντων ἐν οὐρανοῖς, καὶ θησαυ‐ ριζόντων ἑαυτοῖς ἐν τοῖς αἰωνίοις θησαυροῖς τὰ ἀγα‐ θὰ, ἡ δόξα ἐστὶν ἐν τοῖς οὐρανοῖς· τῶν δὲ χοϊκῶν καὶ
15κατὰ σάρκα ζώντων, ἡ δόξα αὐτῶν κατασκηνοῦν εἰς τὸν χοῦν λέγεται. Ὁ γὰρ ἐπὶ τῷ χοϊκῷ πλούτῳ δοξα‐ ζόμενος, καὶ ὁ τὴν ὀλιγοχρόνιον τιμὴν τῶν ἀνθρώπων περιέπων, καὶ ὁ ἐπὶ τοῖς σωματικοῖς πλεονεκτήμασι πεποιθὼς, δόξαν ἑαυτῷ ἔχει, οὐκ ἀνανεύουσαν εἰς
20οὐρανὸν, ἀλλ’ εἰς τὸν χοῦν ἐναπομένουσαν. Ἀνάστηθι, Κύριε, ἐν ὀργῇ σου· ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου. Τὸ μυστήριον τῆς ἀναστάσεως ἤδη ἐνεργεῖσθαι εὔχεται ὁ Προφήτης εἰς ἀθέτησιν τῆς ἁμαρτίας αὐτῶν· ἢ τὴν ἐπὶ τοῦ σταυροῦ
25ὕψωσιν, ἥτις γενήσεσθαι ἔμελλε μετὰ τὸ εἰς τὸν ἔσχα‐ τον ὅρον τὴν κακίαν τῶν ἐχθρῶν ὑψωθῆναι. Ἢ καὶ τὸ, Ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου, τοιοῦτόν τινα ὑποβάλλει νοῦν· ὅτι ὅσον ἂν κορυφωθῇ ἡ κακία, καὶ προέλθῃ ἐπὶ τὸ ἄμετρον καὶ ἀπεριόριστον
30χυθεῖσα, τῇ περιουσίᾳ τῆς δυνάμεως δύνασαι, ὥσπερ ἀγαθὸς ἰατρὸς προκαταλαβὼν τῆς νομῆς τὰ πέρατα, στῆσαι τὴν νόσον νεμομένην καὶ ἕρπουσαν, καὶ διακόψαι αὐτῆς τὴν συνέχειαν ταῖς παιδευτικαῖς σου πληγαῖς.
35 Καὶ ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προσ‐ τάγματι ᾧ ἐνετείλω. Δύναται μὲν καὶ ἐπὶ τὸ μυστή‐ ριον τῆς ἀναστάσεως ὁ λόγος ἀναφέρεσθαι, παρακα‐ λοῦντος τοῦ Προφήτου ἐξεγερθῆναι τὸν κριτὴν εἰς ἐκ‐ δίκησιν παντὸς ἁμαρτήματος, καὶ τὰς προδιατετα‐
40γμένας ἡμῖν ἐντολὰς τελεσθῆναι· δύναται δὲ καὶ ἐπὶ τὴν τότε κατάστασιν τῶν πραγμάτων τοῦ Προφήτου λαμβάνεσθαι, παρακαλοῦντος ἐξεγερθῆναι τὸν Θεὸν εἰς ἐκδίκησιν τοῦ προστάγματος οὗ ἐνετείλατο. Πρόσ‐ ταγμα δὲ ἦν, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέ‐
45ρα, παρὰ Θεοῦ δεδομένον, ὅπερ παρέβη ὁ υἱὸς αὐτοῦ. Διὸ παρακαλεῖ εἰς αὐτοῦ τε ἐκείνου ἐπανόρ‐ θωσιν καὶ σωφρονισμὸν τῶν πολλῶν μὴ μακροθυμεῖν τὸν Θεὸν, ἀλλ’ ἐγερθῆναι ἐν ὀργῇ, καὶ διαναστάντα ἐκδικῆσαι τὴν ἰδίαν ἐντολήν. Οὐ γὰρ ἐμὲ, φησὶν, ἐκ‐

29

.

236

(50)

δικήσεις, ἀλλὰ τὸ πρόσταγμα τὸ σὸν καταφρονηθὲν, ὃ αὐτὸς ἐνετείλω. Καὶ συναγωγὴ λαῶν κυκλώσει
σε. Δῆλον δὲ ὅτι, ἑνὸς ἀδίκου σωφρονισθέντος, πολλοὶ235

29

.

237

ἐπιστρέψουσι. Τὴν οὖν τούτου πονηρίαν κόλασον, ἵνα πολλὴ συναγωγὴ λαῶν κυκλώσῃ σε. Καὶ ὑπὲρ ταύ‐ της εἰς ὕψος ἐπίστρεψον. Ὑπὲρ τῆς κυκλούσης σε συναγωγῆς, ἣν ἐκτήσω διὰ τῆς κατὰ χάριν συγκατα‐
5βάσεως καὶ οἰκονομίας, ἐπίστρεψον εἰς τὸ ὕψος τῆς δόξης, ἣν εἶχες πρὸ τοῦ τὸν κόσμον γενέσθαι. Κύριος κρινεῖ λαούς. Πολλαχοῦ τῆς Γραφῆς ὁ περὶ τῆς κρί‐ σεως ἐγκατέσπαρται λόγος, ὡς ἀναγκαιότατος καὶ συνεκτικώτατος εἰς διδασκαλίαν εὐσεβείας τοῖς εἰς
10Θεὸν διὰ Ἰησοῦ Χριστοῦ πεπιστευκόσιν. Ἐπειδὴ δὲ πολυτρόπως ὁ περὶ τῆς κρίσεως ἐγγέγραπται λόγος, δόξει τινὰ καὶ σύγχυσιν ἔχειν τοῖς μὴ ἀκριβῶς τὰ σημαινόμενα διαστέλλουσιν. Ὁ πιστεύων γὰρ εἰς ἐμὲ οὐ κρίνεται· ὁ δὲ ἀπιστῶν ἤδη κέκριται. Εἰ
15δὲ ὁ μὴ πιστεύων ὅμοιός ἐστι τῷ ἀσεβεῖ, πῶς εἴρηται τὸ μὴ ἀναστήσεσθαι ἀσεβεῖς ἐν κρίσει; Καὶ εἰ οἱ πιστεύοντες υἱοὶ Θεοῦ διὰ τῆς πίστεως γεγόνασι, καὶ διὰ τοῦτο ἄξιοί εἰσι τοῦ καὶ αὐτοὶ θεοὶ χρηματί‐ ζειν, πῶς Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ
20θεοὺς διακρινεῖ; Ἀλλ’ ἔοικε τὸ κρίνεσθαι ποτὲ μὲν ἐπὶ τοῦ δοκιμάζεσθαι ὑπὸ τῆς Γραφῆς παρα‐ λαμβάνεσθαι, ποτὲ δὲ ἐπὶ τοῦ κατακρίνεσθαι· ἐπὶ μὲν τοῦ δοκιμάζεσθαι, ὡς τὸ, Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην· ἐπάγει γὰρ ἐκεῖ·
25Δοκίμασόν με, Κύριε, καὶ πείρασόν με· ἐπὶ δὲ τοῦ κατακρίνεσθαι, ὡς τὸ, Εἰ γὰρ ἑαυτοὺς ἐκρίνο‐ μεν, οὐκ ἂν ἐκρινόμεθα· εἰ γὰρ ἑαυτοὺς ἐξητάζομεν, φησὶν, οὐκ ἂν κατακρίσει ὑπεβαλλόμεθα. Πάλιν εἴ‐ ρηται κριθήσεσθαι τὸν Κύριον πρὸς πᾶσαν σάρκα·
30τουτέστιν, ἐν τῷ ἐξετασμῷ τῶν βεβιωμένων ἑκάστῳ ἑαυτὸν ὑποβάλλει τῇ κρίσει, καὶ τὰ ἑαυτοῦ προστά‐ γματα ἀντιπαρεξάγει τοῖς πεπραγμένοις ὑπὸ τῶν ἡμαρτηκότων, ἀπολογούμενος μετὰ ἀποδείξεων, ὅτι πάντα τὰ εἰς αὐτὸν ἥκοντα ἐπὶ σωτηρίᾳ τῶν κρινο‐
35μένων πεποίηκεν, ἵνα πειθόμενοι οἱ ἡμαρτηκότες ὡς ἔνοχοι τοῖς ἁμαρτήμασιν, ἀποδεχόμενοι τὴν θείαν δί‐ κην, ἑκόντες προσῶνται τὸ ἐπιβάλλον αὐτοῖς ἐπι‐ τίμιον. Ἔστι δὲ καὶ ἄλλο σημαινόμενον ὑπὸ τῆς τοῦ
40κρίνεσθαι φωνῆς, καθά φησιν ὁ Κύριος· Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει, καὶ κατακρινεῖ τὴν γενεὰν ταύτην. Τοὺς γὰρ ἀποστρεφομένους τὴν θείαν διδασκαλίαν, καὶ ἀφιλοκάλους, καὶ παντελῶς ἀπεστραμμένους τὰ παιδευτικὰ τῆς σοφίας δόγματα,
45συγκρίσει καὶ ἀντιπαραθέσει τῶν κατὰ τὴν ἰδίαν γε‐ νεὰν ἐπὶ τῇ περὶ τὰ καλὰ σπουδῇ διενεγκόντων, βα‐
ρυτέραν φησὶ λαμβάνειν τὴν ἐπὶ τοῖς παρεθεῖσι κα‐237

29

.

240

τάκρισιν. Οἶμαι δὲ, ὅτι οὐχ ὁμοίως κριθήσονται πάν‐ τες οἱ τὸ γήϊνον τοῦτο σῶμα ἀναλαβόντες παρὰ τοῦ δικαίου κριτοῦ, διότι τὰ ἔξωθεν συμπίπτοντα ἑκάστῳ ἡμῶν παρὰ πολὺ διαφέροντα παραλλαγῆναι ποιεῖ τὴν
5ἑκάστου κρίσιν. Ἢ γὰρ βαρύνει ἡμῖν τὰ ἁμαρ‐ τήματα, ἢ καὶ κουφίζει ἡ τῶν οὐκ ἐφ’ ἡμῖν, ἀλλ’ ἀκουσίως περιϊσταμένων ἡμᾶς συνδρομή. Ὑποκείσθω γὰρ πορνείαν εἶναι τὸ κρινόμενον. Ἀλλὰ ταύτην ὁ μέν τις ἥμαρτε, πονηροῖς ἤθεσι τὸ ἐξ ἀρχῆς ἐντε‐
10θραμμένος· καὶ γὰρ καὶ ὑπὸ γονέων ἀσελγῶν εἰς τὸν βίον παρήχθη, καὶ συνανετράφη τῇ περὶ τὰ φαῦλα συνηθείᾳ, μέθαις καὶ κώμοις καὶ αἰσχροῖς διηγήμα‐ σιν. Ἄλλος δέ τις, πολλὰ ἔχων τὰ προκαλούμενα αὐτὸν ἐπὶ τὰ κάλλιστα, ἀνατροφὴν, διδασκάλους,
15ἀκρόασιν λόγων θειοτέρων, ἀναγνώσματα σωτή‐ ρια, νουθέτησιν γονέων, διηγήματα πρὸς σεμνότητα καὶ σωφροσύνην τυποῦντα, δίαιταν κατεσταλμένην, εἶτα ὑπενεχθεὶς εἰς τὴν ὁμοίαν ἁμαρτίαν τῷ ἑτέρῳ, καὶ διδοὺς λόγον τῶν βεβιωμένων, πῶς οὐχὶ βαρυτέ‐
20ρας παρὰ τὸν ἕτερον ὁ τοιοῦτος δικαίως τιμωρίας ἀξιωθήσεται; Ὁ μὲν γὰρ ἐγκληθήσεται ἐπὶ μόναις ταῖς ἐγκατεσπαρμέναις κατὰ τὰς ἐννοίας σωτηρίοις ἀφορμαῖς, ὡς οὐ χρησάμενος αὐταῖς ὑγιῶς· ὁ δὲ πρὸς τούτῳ καὶ ὡς πολλῆς τυχὼν εἰς τὸ σωθῆναι συνερ‐
25γείας, καὶ δι’ ἀκρασίαν καὶ τὴν ἐν βραχυτάτῳ καιρῷ ἀπροσεξίαν προδεδωκὼς ἑαυτόν. Ὁμοίως δὲ καὶ ὁ ἐν‐ τρεφόμενος ἀρχῆθεν τῇ εὐσεβείᾳ, καὶ πᾶσαν διαστρο‐ φὴν ἐκφυγὼν ἐν τοῖς περὶ Θεοῦ δόγμασιν, ἐντρεφό‐ μενος δὲ καὶ νόμῳ Θεοῦ διαβάλλοντι πᾶσαν ἁμαρτίαν
30καὶ προκαλουμένῳ ἐπὶ τὰ ἐναντία, οὐχ ὁμοίαν ἕξει εἰδωλολατρείας ἀπολογίαν τῷ ἀπὸ πατέρων ἀνόμων ἀνατεθραμμένῳ, καὶ ἐθνῶν ἀρχῆθεν εἰδωλολα‐ τρεῖν δεδιδαγμένων. Κύριος κρινεῖ λαούς. Ἄλλως τὸν Ἰουδαῖον, καὶ ἄλλως τὸν Σκύθην. Ὁ μὲν γὰρ
35ἐπαναπαύεται νόμῳ, καὶ καυχᾶται ἐν Θεῷ, καὶ δοκι‐ μάζει τὰ διαφέροντα. Κατηχούμενος ὢν ἐκ τοῦ νό‐ μου, καὶ πρὸς ταῖς κοιναῖς ἀεὶ ἐννοίαις κατεπᾳδόμε‐ νος, καὶ παιδευόμενος τὰ προφητικὰ καὶ νομικὰ γράμματα, ἐὰν εὑρεθῇ πταίσας παρανόμως, πολλῷ
40βαρύτερα ἕξει λελογισμένα τὰ ἁμαρτήματα. Σκύθαι δὲ Νομάδες, ἀνημέροις καὶ ἀπανθρώποις συντραφέν‐ τες ἤθεσιν, ἁρπαγαῖς καὶ βίαις ταῖς κατ’ ἀλλήλων ἐνειθισμένοι, ἀκρατῶς μὲν ἔχοντες θυμοῦ, καὶ εὐκόλως εἰς τοὺς κατ’ ἀλλήλων παροξυσμοὺς ἐρεθιζό‐
45μενοι, πᾶσαν δὲ φιλονεικίαν σιδήρῳ κρίνειν συνει‐ θισμένοι, καὶ αἵματι τὰς μάχας λύειν δεδιδαγμένοι, ἐάν τι πρὸς ἀλλήλους φιλάνθρωπον καὶ χρηστὸν ἐπι‐ δείξωνται, ἡμῖν βαρυτέραν διὰ τῶν ἰδίων κατορθωμά‐ των τὴν τιμωρίαν παρασκευάζουσι. Κρῖνόν με, Κύ‐

29

.

240

(50)

ριε, κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ’ ἐμοί. Δόξει τι ὁ λόγος ἀλαζονικὸν ἔχειν καὶ παραπλήσιον τῇ εὐχῇ τοῦ ὑψοῦντος ἑαυτὸν Φαρισαίου· εὐγνωμόνως δὲ σκοποῦντι μακρὰν γενή‐
σεται τῆς τοιαύτης διαθέσεως ὁ προφήτης. Κρῖνόν239

29

.

241

με, Κύριε, φησὶ, κατὰ τὴν δικαιοσύνην μου. Πο‐ λὺς, φησὶν, ἐστὶν ὁ περὶ τῆς δικαιοσύνης λόγος, καὶ δυσέφικτα τῆς τελείας δικαιοσύνης τὰ πέρατα. Ἔστι γάρ τι καὶ ἀγγέλων δικαιοσύνη ὑπεραναβεβηκυῖα τὴν
5τῶν ἀνθρώπων, καὶ εἴ τις ὑπὲρ ἀγγέλους δύναμις, ἀναλογοῦσαν ἔχει τῷ μεγέθει καὶ τὴν τῆς δικαιοσύνης ὑπεροχήν· καὶ αὐτοῦ τοῦ Θεοῦ ἡ δικαιοσύνη ἡ ὑπερ‐ έχουσα πάντα νοῦν, ἄῤῥητος οὖσα καὶ ἀκατάληπτος πάσῃ τῇ γενητῇ φύσει.
10 Ἐμὲ οὖν κρῖνον, Κύριε, κατὰ τὴν ἐμὴν δι‐ καιοσύνην· τουτέστι, τὴν ἐφικτὴν τοῖς ἀνθρώποις, καὶ δυνατὴν τοῖς ἐν σαρκὶ ζῶσι. Καὶ κατὰ τὴν ἀκα‐ κίαν μου ἐπ’ ἐμοί. Οὕτω γὰρ μάλιστα συνίσταται ἡ διάθεσις τοῦ λέγοντος πολὺ μακρὰν οὖσα τῆς φα‐
15ρισαϊκῆς ὑπερηφανίας. Ἀκακίαν γὰρ ἑαυτοῦ ὀνομά‐ ζει τὴν οἱανεὶ ἀκεραιότητα καὶ ἀπειρίαν τῶν χρησί‐ μων εἰς γνῶσιν, κατὰ τὸ εἰρημένον ἐν ταῖς Παροι‐ μίαις, ὅτι Ἄκακος πιστεύει παντὶ λόγῳ. Ἐπεὶ οὖν πολλοῖς ἀφυλάκτως περιπίπτομεν ἐξ ἀπειρίας οἱ ἄν‐
20θρωποι, παραιτεῖται τὸν Θεὸν καὶ ἀξιοῖ συγγνώμης τυχεῖν ἐπὶ τῇ ἀκακίᾳ. Ἐκ δὲ τούτου δῆλόν ἐστιν ὅτι ταπεινοφροσύνην τοῦ λέγοντος παρίστησι μᾶλλον ἢ ὑπερηφανίαν τὰ εἰρημένα. Κρῖνον γάρ με, φησὶ, κατὰ τὴν ἐμὴν δικαιοσύνην, καὶ κρῖνόν με κατὰ
25τὴν ἀκακίαν τὴν οὖσαν ἐπ’ ἐμοί. Τὸ μὲν δικαίωμά μου τῇ ἀσθενείᾳ παρεξετάζων τῇ ἀνθρωπίνῃ. οὕτω κρῖνόν με· τὴν δὲ ἁπλότητα τῶν τρόπων μου κατα‐ μαθὼν, μὴ ὡς ἐντρεχῆ με, μηδὲ ὡς εὐπερίβλε‐ πτον εἰς τὰ τοῦ κόσμου πράγματα, οὕτως ἁμαρτάνον‐
30τά με καταδικάσῃς. Συντελεσθήτω δὴ πονηρία ἁμαρ‐ τωλῶν. Ἄντικρυς μαθητής ἐστι τῶν εὐαγγελικῶν προσταγμάτων ὁ ταῦτα εὐχόμενος. Προσεύχεται γὰρ ὑπὲρ τῶν ἐπηρεαζόντων αὐτὸν, ἀξιῶν πέρατι καὶ ὅρῳ τινὶ τὴν πονηρίαν τῶν ἁμαρτανόντων περιγραφῆναι.
35Ὥσπερ ἂν εἴ τις ὑπὲρ τῶν καμνόντων τὸ σῶμα προσευ‐ χόμενος λέγοι· Συντελεσθήτω δὴ ἡ νόσος τῶν καμνόντων. Ἵνα γὰρ μὴ ἐπὶ πλέον ἕρπουσα ὡς γάγγραινα νομὴν λαμβάνῃ ἡ ἁμαρτία, εὔχεται παρὰ Θεοῦ, στῆναι καὶ ὁρι‐ σθῆναι τὴν ἐπὶ πλέον χύσιν τῆς ἁμαρτίας, ὁ ἀγαπῶν τοὺς
40ἐχθροὺς αὐτοῦ, καὶ καλῶς ποιεῖν τοὺς μισοῦντας βουλό‐ μενος, καὶ διὰ τοῦτο προσευχόμενος ὑπὲρ τῶν ἐπηρεα‐ ζόντων αὐτόν. Καὶ κατευθυνεῖς δίκαιον. Εὐθὴς ὁ δί‐ καιος ὀνομάζεται· καὶ εὐθὴς ἡ καρδία ἡ κατωρθω‐ μένη. Τί οὖν βούλεται ἐνταῦθα ἡ προσευχὴ τῷ Προφήτῃ;
45Εὔχεται γὰρ τὸν ἤδη ἔχοντα τὴν εὐθύτητα κατευθύνε‐ σθαι. Οὐ γὰρ ἄν τις εἴποι εἶναί τι ἐν τῷ δικαίῳ σκολιὸν οὐδὲ διεστραμμένον οὐδὲ στραγγαλιῶδες. Τάχα δὲ ἀναγ‐ καία ὑπὲρ τοῦ δικαίου ἡ αἴτησις, ἵνα τὸ κατὰ πρόθεσιν αὐτοῦ εὐθὲς καὶ τὸ ἀδιάστροφον τῆς γνώμης, τοῦτο τῇ

29

.

241

(50)

παρὰ τοῦ Θεοῦ χειραγωγίᾳ κατευθυνθῇ, ὡς μήτε ὑπὸ ἀσθενείας αὐτὸν ἀπονευσαί ποτε τοῦ οἱονεὶ κανόνος
τῆς ἀληθείας, μήτε ὑπὸ τοῦ ἐχθροῦ τῆς ἀλη‐241

29

.

244

θείας τοῖς ἐνδιαστρόφοις δόγμασι παραβλαβῆναι. Ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεὸς δικαίως. Ἐπειδὴ καρδίαν ἡ Γραφὴ πολλαχοῦ ἐπὶ τοῦ ἡγεμονι‐ κοῦ παραλαμβάνει, νεφροὺς δὲ πολλαχοῦ ἐπὶ τοῦ
5ἐπιθυμητικοῦ τῆς ψυχῆς, καὶ ἐνταῦθα τὸ αὐτὸ ση‐ μαίνει· ὅτι, Ὁ Θεὸς, κρῖνόν με ἐπί τε τοῖς δόγμα‐ σιν οἷς ἔχω περὶ τῆς εὐσεβείας, καὶ ἐπὶ τοῖς κινή‐ μασι τοῖς παθητικοῖς· σὺ γὰρ εἶ ὁ ἐτάζων καρδίας καὶ νεφρούς. Ἐτασμὸς κυρίως ἐστὶν ἡ μετὰ πασῶν
10βασάνων προσαγομένη ἔρευνα παρὰ τῶν κριτῶν τοῖς ἐξεταζομένοις, ἵνα οἱ κρύπτοντες παρ’ ἑαυτοῖς τὰ ἐπιζητούμενα τῇ ἀνάγκῃ τῶν πόνων εἰς τὸ ἐμφανὲς καταστήσωσι τὸ λανθάνον. Ἐν γὰρ τοῖς ἀπαραλο‐ γίστοις ἐξετασμοῖς τοῦ κριτοῦ ἐτάζονται μὲν ἡμῶν
15οἱ λογισμοὶ, ἐτάζονται δὲ καὶ αἱ πράξεις. Μηδεὶς οὖν προλαμβανέτω τὸν ἀληθινὸν κριτὴν, μηδὲ πρὸ καιροῦ τις κρινέτω, Ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανε‐ ρώσει τὰς βουλὰς τῶν καρδιῶν. Ἐν οὖν τῷ ἐτάζειν
20καρδίας καὶ νεφροὺς ὁ Θεὸς τὸ ἑαυτοῦ δίκαιον ἀνα‐ φαίνει. Ἠτάσθη μὲν οὖν ἡ καρδία τοῦ Ἀβραὰμ, εἰ ἀγαπᾷ τὸν Θεὸν ἐξ ὅλης τῆς ψυχῆς αὐτοῦ, καὶ ἐξ ὅλης τῆς καρδίας, ὅτε ἐκελεύσθη ὁλοκαύτωμα ἀνενεγ‐ κεῖν τὸν Ἰσαὰκ, ἵνα φανῇ, ὅτι οὐκ ἀγαπᾷ τὸν υἱὸν
25ὑπὲρ τὸν Θεόν· ἠτάσθη δὲ καὶ Ἰακὼβ ἐπιβουλευόμε‐ νος ὑπὸ τοῦ ἀδελφοῦ, ἵνα λάμψῃ ἐν τοσούτοις ἁμαρ‐ τήμασι τοῦ Ἡσαῦ μὴ ἀμβλυνομένη αὐτοῦ ἡ φιλαδελ‐ φία. Τούτων μὲν οὖν αἱ καρδίαι ἠτάσθησαν· νεφροὶ δὲ ἠτάσθησαν τοῦ Ἰωσὴφ, ὅτε, ἐπιμανείσης αὐτῷ τῆς
30ἀκολάστου δεσποίνης, τὸ σεμνὸν τῆς σωφροσύνης τῆς ἀσχήμονος ἡδονῆς προετίμησεν. Εἰς τοῦτο δὲ ἠτάσθη, ἵνα οἱ θεαταὶ τῆς κρίσεως τοῦ Θεοῦ συνθῶνται δικαίως ἀπονεμομένην αὐτῷ τὴν τιμὴν, διὰ τὸ ἐν μεγάλοις δοκιμαστηρίοις ὑπερλάμψαι αὐτοῦ τὴν σεμνότητα. Ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ. Κυρίως ἐν
35πολέμοις κατὰ τὰς ἐφόδους τῶν ἐναντίων τὰς βοη‐ θείας ἐπιζητοῦσιν οἱ πολεμούμενοι. Καὶ ἐνταῦθα τοί‐ νυν ὁ τῶν ἀοράτων ἐχθρῶν ἑαυτοῦ ἐπαισθανόμενος, καὶ τὸν ἐφεστῶτα αὐτῷ κίνδυνον παρὰ τῶν περιστρα‐ τοπεδευομένων αὐτὸν πολεμίων ὁρῶν, ἐρεῖ· Ἡ βοή‐
40θειά μου οὐκ ἐκ πλούτου, οὐδὲ ἐκ σωματικῶν ἀφορ‐ μῶν, οὐδὲ ἐκ δυνάμεως καὶ ἰσχύος ἐμῆς, οὐδὲ ἐκ συγγενείας ἀνθρωπίνης, ἀλλ’ Ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ. Ποταπὴν δὲ συμμαχίαν ἀποστέλλει τοῖς φοβουμένοις αὐτὸν ὁ Κύριος, ἀλλαχοῦ μεμαθήκαμεν
45τοῦ ψαλμοῦ λέγοντος· Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐ‐ τούς· καὶ ἀλλαχοῦ· Ὁ ἄγγελος ὁ ῥυόμενός με. Τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ. Εὐθύς ἐστι τῇ καρδίᾳ ὁ τὸν λογισμὸν μὴ ἔχων ῥέποντα

29

.

244

(50)

πρὸς ὑπερβολὴν μηδὲ ἔλλειψιν, ἀλλ’ ἀπευθυνόμενος πρὸς τὸ μέσον τῆς ἀρετῆς. Ὁ γὰρ ἀπὸ τῆς ἀνδρίας ἐπὶ τὸ ἔλαττον παρεκκλίνας κατὰ δειλίαν διαστρέφε‐ ται· ὁ δὲ ἐπὶ πλέον ὑπερταθεὶς ἐπὶ τὴν θρασύτητα
ἀποκλίνει. Διόπερ τούτους σκολιοὺς ἡ Γραφὴ ὀνομά‐243

29

.

245

ζει, τοὺς ταῖς ὑπερβολαῖς καὶ ἐλλείψεσι τοῦ μέσου διαμαρτάνοντας. Ὥσπερ γὰρ σκολιὰ γραμμὴ γίνε‐ ται, ποτὲ μὲν ἐπὶ τὸ κυρτὸν, ποτὲ δὲ ἐπὶ τὸ κοῖλον τῆς εὐθείας διακλασθείσης· οὕτω καὶ σκολιὰ καρδία,
5νῦν μὲν ὑψουμένη δι’ ἀλαζονείαν, νῦν δὲ ταπεινου‐ μένη διὰ λύπας καὶ συστολάς. Διόπερ φησὶν ὁ Ἐκ‐ κλησιαστὴς, ὅτι Διεστραμμένον οὐ κατευθυν‐ θήσεται. Ὁ Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος, καὶ μὴ ὀργὴν ἐπάγων καθ’ ἑκάστην
10ἡμέραν. Τοῦτο ἔοικεν ἀποτεινόμενος πρὸς τούς ποτε ταραχθησομένους ἐπὶ τοῖς συμβεβηκόσιν ὁ Προφήτης διαλέγεσθαι, οἱονεὶ καταστέλλων τῶν ἀν‐ θρώπων τὴν ταραχὴν, μήποτε ἀπιστήσωσι τῇ περὶ τῶν ὅλων προνοίᾳ, ὁρῶντες ἀνεκδίκητον πατέρα
15ἐπὶ υἱοῦ ἐπαναστάσει, καὶ τὴν πονηρίαν τοῦ Ἀβεσ‐ σαλὼμ εὐοδουμένην ἐν οἷς προέθετο. Διορθούμενος οὖν αὐτῶν τὸ ἐν τοῖς λογισμοῖς ἀνόητον, διεμαρτύρατο αὐτοῖς· Ὁ Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος, καὶ μὴ ὀργὴν ἐπάγων καθ’ ἑκάστην
20ἡμέραν. Οὐκ ἀκρίτως τι γίνεται τῶν γινομένων, ἀλλὰ τοῖς ἑκάστου μέτροις ἀντιμετρεῖ ὁ Θεὸς, οἷς προλαβὼν ἀπεμέτρησε τὰς κατὰ τὸν βίον πράξεις. Ἐπεὶ οὖν πέπρακταί μοί τις ἁμαρτία, κατὰ τὴν ἀξίαν τὴν ἐμαυτοῦ ἀντιλαμβάνω. Μὴ τοίνυν λαλεῖτε
25κατὰ τοῦ Θεοῦ ἀδικίαν· ὁ γὰρ Θεὸς κριτὴς δί‐ καιος. Μηδὲ οὕτω ταπεινῶς διανοεῖσθε περὶ Θεοῦ, ὥστε οἴεσθαι αὐτὸν ἀτονεῖν πρὸς τὴν ἐκδίκη‐ σιν· καὶ γὰρ καὶ ἰσχυρός ἐστι. Τίς οὖν ἡ αἰτία τοῦ μὴ ταχεῖαν ἐπάγεσθαι τοῖς ἁμαρτάνουσι τὴν τιμω‐
30ρίαν; Διότι μακρόθυμός ἐστι, Μὴ ὀργὴν ἐπάγων καθ’ ἑκάστην ἡμέραν. Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει. Ἀπειλητικὸς ὁ λόγος, εἰς ἐπιστροφὴν ἐνάγων τοὺς βραδεῖς εἰς μετάνοιαν. Οὐκ εὐθὺς ἀπειλεῖ τὰ τραύματα καὶ τὰς πληγὰς καὶ
35τοὺς θανάτους, ἀλλὰ στίλβωσιν ὅπλων, καὶ οἱονεὶ πα‐ ρασκευήν τινα πρὸς τὴν ἄμυναν. Ὥσπερ γὰρ οἱ διασμήχοντες τὰ ὅπλα τὴν ἐπὶ τὸν πόλεμον ὁρμὴν διὰ τούτου παραδηλοῦσιν, οὕτω καὶ τοῦ Θεοῦ τὴν ἐπὶ τὸ τιμωρεῖσθαι κίνησιν ἐμφῆναι βουλόμενος
40ὁ λόγος, στιλβοῦν ἔφησεν αὐτοῦ τὴν ῥομφαίαν. Τὸ
τόξον αὐτοῦ ἐνέτεινε, καὶ ἡτοίμασεν αὐτὸ, καὶ ἐν245

29

.

248

αὐτῷ ἡτοίμασε σκεύη θανάτου. Οὐ νευρά τίς ἐστιν ἡ διατείνουσα τὸ τόξον τοῦ Θεοῦ, ἀλλὰ κολαστικὴ δύνα‐ μις, ποτὲ μὲν ἐντεινομένη, ποτὲ δὲ ἀνιεμένη. Τῷ οὖν ἁμαρτάνοντι ἀπειλεῖ ὁ λόγος, ὅτι ἕτοιμα αὐτῷ ἐστι
5τὰ μέλλοντα εἰς κόλασιν ἀποπέμπεσθαι, ἐὰν ἐπιμένῃ τῇ ἁμαρτίᾳ. Ἡτοίμασται γὰρ ἐν τῷ τόξῳ σκεύη θα‐ νάτου. Σκεύη δὲ θανάτου δυνάμεις εἰσὶν ἀφανιστικαὶ τῶν ἐχθρῶν τοῦ Θεοῦ. Τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο. Ὥσπερ τὸ πῦρ τῇ καιομένῃ ὕλῃ παρὰ
10τοῦ κτίσαντος ἐξειργάσθη· οὐ γὰρ διὰ τὸν ἀδάμαντα ἐκτίσθη τὸν μὴ τηκόμενον ὑπὸ τοῦ πυρὸς, ἀλλὰ διὰ τὰ ξύλα τὰ κατακαιόμενα· οὕτω καὶ τὰ τοῦ Θεοῦ βέλη ταῖς εὐκαταπρήστοις ψυχαῖς, ὧν πολὺ τὸ ὑλι‐ κὸν καὶ τὸ πρὸς ἀφανισμὸν ἐπιτήδειον συνείλεκται,
15παρ’ αὐτοῦ κατειργάσθη. Οἱ οὖν προλαβόντες καὶ ἔλοντες ἐν ἑαυτοῖς τὰ πεπυρωμένα βέλη τοῦ διαβό‐ λου, οὗτοι δέχονται τὰ βέλη τοῦ Θεοῦ. Διὰ τοῦτό φησι· Τὰ βέλη αὐτοῦ τοῖς ἤδη καιομένοις ἐξειρ‐ γάσατο. Καίουσι δὲ ψυχὴν ἔρωτες σαρκικοὶ, καὶ
20ἐπιθυμίαι χρημάτων, καὶ διάπυροι ὀργαὶ, καὶ λύπαι φλέγουσαι καὶ ἐκτήκουσαι τὴν ψυχὴν, καὶ φόβοι οἱ ἀλλότριοι τοῦ Θεοῦ. Ὁ μέντοι ἄτρωτος ὑπὸ τῶν τοῦ ἐχθροῦ βελῶν, καὶ ἐνδεδυμένος τὴν πανοπλίαν τοῦ Θεοῦ, τῶν θανατηφόρων βελῶν ἀπείρατος διαμένει. Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν. Ὡς μὲν πρὸς τὴν τάξιν δοκεῖ
25συγκεχυμένως ἡ λέξις ἔχειν· ἐπειδὴ πρῶτον αἱ κύουσαι συλλαμβάνουσιν, εἶτα ὠδίνουσι, τελευταῖον δὲ τίκτουσιν· ἐνταῦθα δὲ πρῶτον ἡ ὠδὶν, εἶτα ἡ σύλληψις, εἶτα ὁ τοκετός· πρὸς δὲ τὴν τῆς καρδίας σύλληψιν ἐμφαντικώτατα ἔχει. Αἱ γὰρ ἄλογοι τῶν
30ἀκολάστων ὁρμαὶ καὶ αἱ μανικαὶ καὶ παροιστρῶσαι ἐπιθυμίαι ὠδῖνες ἐλέχθησαν, διὰ τὸ μετὰ ὀξύτητος καὶ πόνου ἐγγίνεσθαι τῇ ψυχῇ. Κατὰ δὲ τὴν τοιαύ‐ την ὁρμὴν, ὁ περικρατὴς τῶν πονηρῶν μὴ γενόμενος βουλευμάτων συνέλαβε πόνον· καὶ ὁ τὴν ἐν τῇ καρ‐
35δίᾳ κακίαν διὰ τῶν πονηρῶν πράξεων ἐκκαύσας ἔτεκε τὴν ἀνομίαν. Ἔοικε δὲ ταῦτα λέγειν αἰσχυνό‐ μενος ἐπὶ τῷ πατὴρ εἶναι παιδὸς παρανόμου. Οὐκ ἐμὸς, φησὶν, ὁ παῖς, ἀλλὰ τοῦ πατρὸς γέγονεν υἱὸς, ᾧ διὰ τῆς ἁμαρτίας ἑαυτὸν εἰσεποίησε. Διότι κατὰ
40τὸν Ἰωάννην, Ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ δια‐ βόλου γεγέννηται. Ἰδοὺ οὖν ὠδίνησεν αὐτὸν διὰ τῆς ἀδικίας, καὶ συνέλαβεν αὐτὸν, οἱονεὶ ἐν τοῖς οἰκειοτά‐ τοις ἑαυτοῦ ὑπὸ τὰ σπλάγχνα τῆς ἰδίας διαθέσεως ἤγαγε καὶ ἐκυοφόρησεν αὐτὸν ὁ διάβολος· εἶτα ἀπ‐
45εγέννησεν αὐτὸν, ἐκφανῆ τὴν ἀνομίαν αὐτοῦ καταστή‐ σας, διότι πᾶσι προεκηρύχθη ἡ κατὰ τοῦ πατρὸς ἐπανάστασις. Λάκκον ὤρυξε, καὶ ἀνέσκαψεν αὐ‐ τόν. Οὐ πάνυ ἐπὶ καλοῦ εὑρίσκομεν τὸ ὄνομα τοῦ λάκκου τεταγμένον ἐν ταῖς θείαις Γραφαῖς· ὡς οὐδὲ

29

.

248

(50)

τὸ φρέαρ ὕδατος ἐπὶ χείρονος. Λάκκος μὲν γάρ ἐστιν247

29

.

249

εἰς ὃν ἐβλήθη ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ Ἰωσήφ. Καὶ ὅτε πατάσσεται Ἀπὸ πρωτοτόκου Φαραὼ ἕως πρωτοτόκου τῆς αἰχμαλώτιδος τῆς ἐν τῷ λάκκῳ. Καὶ ἐν τοῖς Ψαλμοῖς· Προσελογίσθην μετὰ τῶν
5καταβαινόντων εἰς λάκκον. Καὶ ἐν τῷ Ἱερεμίᾳ φησίν· Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν. Ἀλλὰ καὶ ἐν τῷ Δανιὴλ λάκκος λεόντων ἀναγέγραπται, εἰς ὃν
10ῥίπτεται Δανιήλ. Φρέαρ δὲ ὀρύσσει Ἀβραάμ· καὶ οἱ παῖδες τοῦ Ἰσαάκ· καὶ ἐπὶ φρέαρ ἐξελθὼν ἀνεπαύετο Μωϋσῆς. Καὶ ἐντολὴν λαμβάνομεν ἀπὸ τοῦ Σολομῶν‐ τος πίνειν ὕδατα ἀπὸ ἡμετέρων ἀγγείων καὶ ἀπὸ ἡμετέρων φρεάτων πηγῆς. Καὶ ὁ Σωτὴρ παρὰ τῷ
15φρέατι τῇ Σαμαρείτιδι περὶ θείων μυστηρίων διαλέ‐ γεται. Τὴν δὲ αἰτίαν τοῦ ἐπὶ χειρόνων μὲν τοὺς λάκ‐ κους τετάχθαι, ἐπὶ κρειττόνων δὲ τὰ φρέατα, νομί‐ ζομεν ταύτην ὑπάρχειν· ἐπίκτητον τὸ ὕδωρ ἐν τοῖς λάκκοις, πῖπτον ἐξ οὐρανοῦ· ἐν δὲ τοῖς φρέασι φλέβες
20ὑδάτων κεχωσμέναι, πρὶν ὀρυχθῆναι τοὺς τόπους, φανεροῦνται, περιαιρεθέντων τῶν ἐπικαλυπτόντων χωμάτων, καὶ οἱασδήποτε οὐσίας ἐπικειμένης, ἥτις πᾶσά ἐστι γῆ. Καὶ ἐν ταῖς ψυχαῖς τοίνυν ἐστὶν οἱονεὶ ὄρυγμα, ἐν αἷς καταπίπτει τὰ κρείττονα μεταβάλ‐
25λοντα καὶ παραχαραττόμενα, ὅτε τις τὰς περὶ τῶν καλῶν ἐννοίας πεσούσας εἰς αὐτὸν τρέπει, ἐπὶ τὸ κακουργότερον αὐτὰς διαστρέφων, καὶ ἐπὶ τὰ ἐναν‐ τία τῇ ἀληθείᾳ, οὐδὲν οἰκεῖον βεβουλευμένος ἔχειν κα‐ λόν. Καὶ πάλιν φρέατα, ὅτε, περιαιρεθέντων
30τῶν ἐπικαλυπτόντων χειρόνων, ἀναλάμπει φῶς καὶ πηγὴ ὕδατος ἐν λόγῳ καὶ δόγμασι ποτίμου. Διὰ τοῦτο ἕκαστον ἑαυτῷ φρέαρ κατασκευάσαι ἀναγκαῖον, ἵνα τηρήσῃ τὴν προειρημένην ἐντολὴν τὴν λέγουσαν· Πίνε ὕδατα ἀπὸ σῶν ἀγγείων, καὶ ἀπὸ σῶν φρεά‐
35των πηγῆς. Οὕτω γὰρ χρηματίσομεν τέκνα τῶν ὀρυ‐ ξάντων τὰ φρέατα, Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. Λάκκον δὲ οὐ ποιητέον, ἵνα μὴ ἐμπέσωμεν εἰς τὸ ὄρυγμα, κατὰ τὸ ἐνθάδε εἰρημένον, μηδὲ ἀκούσω‐ μεν τὰ ἐν τῷ Ἱερεμίᾳ ἐπ’ ὀνειδισμῷ τῶν ἁμαρτα‐
40νόντων ἀναγεγραμμένα, τοῦ Θεοῦ λέγοντος περὶ αὐ‐ τῶν ἃ καὶ πρὸ βραχέως παρεθέμεθα· Ἐμὲ ἐγκατέ‐ λιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ αὐτοῖς συνέχειν.
44tΕΙΣ ΤΟΝ ΙΔʹ ΨΑΛΜΟΝ.
45tΚύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου, ἢ
46tτίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου;
47Τὸν τέλειον ἡμῖν ὁ λόγος ὑπογράψαι βουλόμε‐249

29

.

252

νος, τὸν τῶν μακαρισμῶν ἐπιτυγχάνειν μέλλοντα, τάξει τινὶ καὶ ὁδῷ τῶν περὶ αὐτὸν θεωρουμένων χρησάμενος, ἀπὸ τῶν προσεχεστέρων καὶ πρώτων τὴν ἀρχὴν πεποίηται. Κύριε, τίς παροικήσει ἐν τῷ
5σκηνώματί σου; Ἡ παροικία ἐστὶ διαγωγὴ πρόσ‐ καιρος, οὐχ ἱδρυμένην ζωὴν, ἀλλὰ παροδικὴν, ἐπ’ ἐλ‐ πίδι τῆς ἐπὶ τὰ κρείττονα μεταστάσεως, ὑποφαίνου‐ σα. Ἁγίου δὲ ἀνδρὸς, παροδεύειν μὲν τὸν βίον τοῦ‐ τον, ἐπείγεσθαι δὲ πρὸς ἑτέραν ζωήν. Διὸ καὶ ὁ Δαβὶδ
10περὶ ἑαυτοῦ φησι· Πάροικος ἐγώ εἰμι παρὰ σοὶ, καὶ παρεπίδημος, καθὼς οἱ πατέρες μου. Πάροικος γὰρ Ἀβραὰμ, οὐδὲ βῆμα ποδὸς ἰδίας γῆς κεκτημένος, ἀλλ’ ὅτε ταφῆς αὐτῷ ἐδέησεν, ἀρ‐ γυρίου κτησάμενος ταύτην φαίνεται· δεικνύντος τοῦ
15λόγου, ὅτι ζῶντα μὲν ἐν τῇ σαρκὶ πάροικον εἶναι προσήκει, μεταβαίνοντα δὲ ἀπὸ τῆς ζωῆς ταύτης, τοῖς οἰκείοις τόποις ἐναναπαύεσθαι. Διὰ τοῦτο ἐν μὲν τῇ ζωῇ ταύτῃ παροικεῖ τοῖς ἀλλοφύλοις, ἐν δὲ τῇ ταφῇ οἰκείαν ἑαυτῷ τὴν δεξομένην αὐτοῦ τὸ σῶμα
20γῆν ἐπραγματεύσατο. Μακάριον δὲ τῷ ὄντι, μὴ ὡς οἰκείοις προστετηκέναι τοῖς ἐν τῇ γῇ, μηδὲ ὥσπερ πατρίδος τινὸς φυσικῆς ἀντέχεσθαι τῶν ἐνταῦθα, ἀλλ’ εἰδέναι τὴν ἀπὸ τῶν βελτιόνων ἀπόπτωσιν, καὶ τὴν ἐκ καταδίκης ἐνθάδε διαγωγὴν βαρυνόμενον, οὕ‐
25τω παροικεῖν, ὡς οἱ ὑπὸ δικαστῶν τινων ἐπί τισι πλημμελήμασιν εἰς τὴν ὑπερορίαν ἐκ τῆς ἐνεγκούσης ἀπελαθέντες. Σπάνιος δὲ ὁ τοιοῦτος, ὁ μὴ ὡς ἰδίοις προσέχων τοῖς παροῦσιν· ὁ τοῦ πλούτου τὴν χρῆσιν πρόσκαιρον ἐπιστάμενος· ὁ τοῦ σώματος τὴν εὐεξίαν
30ὀλιγοχρόνιον τιθείς· ὁ γνωρίζων τῆς ἀνθρωπίνης δό‐ ξης τὸ ἄνθος ἀβέβαιον. Τίς οὖν παροικήσει ἐν τῷ σκηνώματί σου; Σκήνωμα τοῦ Θεοῦ ἡ παρ’ αὐ‐ τοῦ δεδομένη σὰρξ τῇ τοῦ ἀνθρώπου ψυχῇ εἰς ἐνοί‐ κησιν ὀνομάζεται. Τίς ὡς ἀλλοτρίᾳ τῇ σαρκὶ ταύτῃ
35προσέξει; Ὥσπερ οἱ πάροικοι, ἀλλοτρίαν ἐκμισθού‐ μενοι γῆν, πρὸς τὸ βούλημα τοῦ ἐκδεδωκότος γεωργοῦσι τὴν χώραν· οὕτω καὶ ἡμῖν κατὰ συγγρα‐ φὴν ἡ τῆς σαρκὸς ἐπιμέλεια παραδέδοται, ὥστε προσ‐ ηκόντως αὐτὴν φιλοπονήσαντας, ἔγκαρπον ἀποδοῦ‐
40ναι τῷ δεδωκότι. Ἐὰν δὲ ᾖ Θεοῦ ἀξία ἡ σὰρξ, γίνεται τῷ ὄντι Θεοῦ σκήνωμα κατὰ τὴν ἐνοίκησιν αὐτοῦ τὴν εἰς τοὺς ἁγίους. Τοιαύτη δέ ἐστιν ἡ τοῦ παροικοῦν‐ τος. Διὰ τοῦτο, Κύριε, τίς παροικήσει ἐν τῷ σκη‐ νώματί σου; Εἶτα προκοπὴ καὶ πρόοδος ἡ ἐπὶ τὸ τε‐
45λειότερον. Καὶ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου; Ἰουδαῖος μὲν ὁ γήϊνος, ὅταν ὄρος ἀκούσῃ,
πρὸς τὴν Σιὼν ἀποτρέχει. Τίς κατασκηνώσει ἐν251

29

.

253

τῷ ὄρει τῷ ἁγίῳ σου; Ὁ τῇ σαρκὶ παροικήσας ἐν τῷ ἁγίῳ ὄρει κατασκηνώσει. Ὄρος ἐκεῖνο, τὴν ὑπερουράνιον χώραν, τὴν περιφανῆ καὶ λαμπράν· περὶ οὗ ὁ Ἀπόστολος λέγει, ὅτι Προσεληλύθατε
5Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, ἐν ᾗ πανήγυρις ἀγγέλων, καὶ Ἐκκλησία πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρα‐ νοῖς. Ἐπὰν οὖν τις παρέλθῃ τὴν σάρκα ταύτην ἀπροσπαθῶς ὡς ἀλλοτρίαν παροικῶν, καὶ οὐχ
10ὡς ἰδίας ἐξηρτημένος, οὗτος, διὰ τὸ νεκρῶσαι αὐτοῦ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, τὸν ἁγιασμὸν κατορθώσας, ἄξιός ἐστι τῆς ἐν τῷ ἁγίῳ ὄρει κατασκηνώσεως· ἧς ἐπιθυμῶν ὁ Ψαλμῳδὸς ἔλεγεν, ὅτι Διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς· καὶ τὸ, Ὡς ἀγαπητὰ
15τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων. Ἐκεῖ ἡμᾶς καὶ ἡ πρὸς τοὺς πλησίον τῷ λόγῳ ἐκείνης τῆς ἐν τῷ ὄρει κατασκηνώσεως, καὶ ἡ ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδικίας γινομένη φιλία κατασκηνοῖ. Ποιή‐ σατε γὰρ ἑαυτοῖς φίλους ἐκ τοῦ μαμμωνᾶ τῆς
20ἀδικίας, ἵνα, ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς. Περὶ ἐκείνης τῆς δια‐ γωγῆς ὁ Κύριος ἐν εὐχῆς εἴδει ἔλεγε τὸ, Πάτερ ἅγιε, δὸς ἵνα, ὅπου ἐγώ εἰμι, καὶ αὐτοὶ ὦσι. Σπάνιος καὶ ὁ παροικῶν ἐν τῷ σώματι, καὶ ὁ κατασκηνῶν ἐν
25τῷ ὄρει. Διὰ τοῦτο ὡς ἀπορῶν ὁ λόγος φησί· Τίς παροικήσει; καὶ, Τίς κατασκηνώσει; ὡς τὸ, Τίς ἔγνω νοῦν Κυρίου; καὶ τὸ, Τίς ἀναγγελεῖ ὑμῖν, ὅτι πῦρ καίεται; καὶ τὸ, Τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον; καὶ τὸ, Τίς ἄρα ὁ πιστὸς καὶ
30φρόνιμος οἰκονόμος; Τάχα δὲ καὶ ἐρωτηματικόν ἐστι τὸ, Τίς, ὡς ἀπόκρισιν ἐπιζητοῦντος παρὰ τοῦ Κυρίου τοῦ ἁγίου, ᾧ διαλέγεται. Πρὸς ὃν ἡ θεία φω‐ νὴ, λύουσα τὸ ἐπερώτημα, τί φησι; Πορευόμενος ἄμωμος, καὶ ἐργαζόμενος δικαιοσύνην. Εἰ ἄμω‐
35μός ἐστιν ὁ μηδενὸς τῶν ἀγαθῶν ἐλλιπὴς, ἀπὸ πά‐ σης κακίας ἀπταίστως τὸν βίον ἑαυτοῦ διεξάγων, τί‐ να ἔχει πρὸς τὸν ποιοῦντα δικαιοσύνην διαφοράν; Ἆρ’ οὖν τὸν αὐτὸν νοῦν ἐν διπλοῖς ῥήμασιν ἀπαγγέλλει· Πορευόμενος ἄμωμος, καὶ ἐργαζόμενος δικαιο‐
40σύνην; Ἢ ἰδίαν τινὰ διάνοιαν ἑκάτερον τῶν εἰρη‐ μένων παρίστησιν; ἵνα ᾖ ὁ μὲν ἄμωμος ὁ κατὰ τὸν ἐν κρυπτῷ ἄνθρωπον εἰς πᾶσαν τελείωσιν ἀρετῆς ἀπηρτισμένος, ὁ δὲ ἐργαζόμενος δικαιοσύνην ὁ τὸ πρακτικὸν ἑαυτοῦ διὰ τῶν σωματικῶν ἐνεργειῶν τε‐
45λειῶν. Δεῖ γὰρ οὐ μόνον ποιεῖν τὴν δικαίαν πρᾶξιν, ἀλλὰ καὶ ἀπὸ διαθέσεως δικαίας ἐργάζεσθαι· κατὰ
τὸ εἰρημένον, ὅτι Δικαίως τὸ δίκαιον διώξεις·253

29

.

256

τουτέστι, μετὰ τοῦ λόγου τῆς δικαιοσύνης ἐπιτελεῖν τὴν πρᾶξιν. Οἷον ποιεῖ μὲν γάρ τι ἰατρικὸν πρὸς ὠφέλειαν φέρον τῶν ἀσθενούντων ὁ ἰδιώτης, ἀλλ’ οὐχὶ καὶ ἰατρικῶς ἐποίησεν ὁ τοιοῦτος, τῷ μὴ
5ἔχειν τι τῆς τέχνης τῇ ἐνεργείᾳ συνεπόμε‐ νον. Πορευόμενος οὖν ἄμωμος ὁ κατὰ νοῦν τέ‐ λειος· ἐργαζόμενος δὲ δικαιοσύνην ὁ κατὰ τὴν τοῦ Ἀποστόλου φωνὴν ἀνεπαίσχυντος τοῦ Κυρίου ἐρ‐ γάτης.
10 Πρόσχες δὲ τῇ ἀκριβείᾳ τῆς λέξεως. Οὐκ εἶπε, Πορευθεὶς ἄμωμος, ἀλλὰ, Πορευόμενος ἄμωμος· οὐδὲ, Ἐργασάμενος δικαιοσύνην, ἀλλ’, Ἐργαζόμε‐ νος. Οὐ γὰρ μία πρᾶξις τελειοῖ τὸν σπουδαῖον, ἀλλὰ παντὶ προσῆκε τῷ βίῳ τὰς κατ’ ἀρετὴν ἐνεργείας
15συμπαρατείνεσθαι. Λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ, ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ. Πάλιν καὶ ἐνταῦθα τὴν αὐτὴν ἔχει κοινωνίαν πρὸς ἄλληλα τὸ λαλεῖν ἀλήθειαν ἐν καρδίᾳ, καὶ τὸ μὴ δολοῦν ἐν γλώσσῃ αὐτοῦ· ὁποίαν εἶχε τὸ εἶναι ἄμωμον πρὸς τὸ
20ἐργάζεσθαι δικαιοσύνην. Ὡς γὰρ ἐκεῖ καὶ τὸν ἐν κρυπτῷ τέλειον, καὶ τὸν ἐν τῷ πρακτικῷ εὐοδούμε‐ νον ὁ λόγος παρίστησιν, οὕτω καὶ ἐνταῦθα, ἐπειδὴ τὸ λαλούμενον ἐκ τοῦ περισσεύματός ἐστι τῆς καρ‐ δίας, οἷον ἀπὸ πηγῆς τῆς ἔνδον διαθέσεως τοῦ λόγου
25ῥέοντος, πρότερον εἶπε τὴν ἐν καρδίᾳ ἀλήθειαν, εἶτα τὸ ἐν τῷ λόγῳ ἄδολον τῷ διὰ τῆς γλώσσης ἐνεργουμέ‐ νῳ. Δύο δὲ τὰ σημαινόμενα τῆς ἀληθείας εὑρήσομεν· ἓν μὲν τὴν περὶ τῶν πραγμάτων τῶν ἐπὶ τὸν μακά‐ ριον βίον φερόντων κατάληψιν, ἕτερον δὲ τὴν περὶ
30οἱουδήποτε τῶν κατὰ τὸν βίον εἴδησιν ὑγιῆ. Ἐκείνην μὲν οὖν τὴν ἀλήθειαν, τὴν συνεργὸν τῆς σωτηρίας ἐν τῇ καρδίᾳ οὖσαν τοῦ τελείου, χρὴ ἀδόλως ἐν πᾶσι τῷ πλησίον παραδιδόναι· ἐν δὲ τοῖς κατὰ τὸν βίον πρά‐ γμασιν, ἐάν που καὶ διαπίπτῃ τῆς ἀληθείας ὁ σπου‐
35δαῖος, οὐδὲν ἐμπόδιον αὐτῷ εἰς τὰ προκείμενα ἔσται. Πόσοι γὰρ στάδιοι γῆς ἢ θαλάσσης, καὶ πόσοι κι‐ νοῦνται τῶν ἀστέρων, καὶ πόσον ἕτερος τοῦ ἑτέρου προέχει τῷ τάχει, ἐὰν μὴ εἰδῶμεν τὴν ἐν τούτοις ἀλήθειαν, οὐδὲν ἡμῖν ἐμποδίσει πρὸς τὸ ἐπιτυχεῖν
40τῆς ἐν ἐπαγγελίαις μακαριότητος. Τάχα δέ τι καὶ τοιοῦτον ἡμῖν ὁ λόγος παρίστησιν, ὅτι τὰ περὶ ἀλη‐ θείας, τουτέστι, τὰ μυστικὰ, λαλεῖν προσῆκεν οὐ παντὶ, ἀλλὰ τῷ πλησίον· ἀντὶ τοῦ, οὐκ εἰς τοὺς τυ‐ χόντας ἐκφαίνειν, ἀλλὰ τοὺς κεκοινωνηκότας τῶν
45μυστηρίων. Εἰ δὲ ἀλήθεια ὁ Κύριος ἡμῶν ἐστιν, ἐντετυπωμένην καὶ οἱονεὶ ἐσφραγισμένην τῇ ἑαυτοῦ καρδίᾳ ταύτην τὴν ἀλήθειαν ἕκαστος ἔχωμεν· περὶ ἧς λαλοῦντες ἐν ταῖς καρδίαις ἑαυτοῖς, μὴ δολῶμεν τὸν λόγον τοῦ Εὐαγγελίου ἐν τῷ ἀναγγέλλειν τοῖς

29

.

256

(50)

πλησίον ἡμῶν τὸ κήρυγμα. Ὃς οὐκ ἐδόλωσεν ἐν
γλώσσῃ αὐτοῦ. Πολλαχοῦ ὡς ἐχθρὸς τοῦ Θεοῦ ὁ255

29

.

257

δόλος ἐν τῇ Γραφῇ διαβέβληται. Ἐξολοθρεύσαι, φη‐ σὶ, Κύριος πάντα τὰ χείλη τὰ δόλια· καὶ, Δόλος ἐν καρδίᾳ τεκταινομένων κακά. Πᾶν δὲ τὸ κρεῖττον ἐν τῇ τοῦ χείρονος ἐπιμιξίᾳ δολοῦσθαι
5λέγεται, ὡς οἶνος δολοῦται τῷ χείρονα αὐτῷ πα‐ ραμίγνυσθαι, ἢ τὸ ὕδωρ αὐτῷ παρακίρνασθαι· καὶ χρυσὸς δολοῦται ἐν τῇ πρὸς ἄργυρον καὶ χαλκὸν κοινωνίᾳ· οὕτω καὶ ἀλήθεια δολοῦται, τοῖς ἁγίοις λόγοις τῶν δυσφημοτέρων παραπλακέντων.
10 Οὐδὲ ἐποίησε τῷ πλησίον αὐτοῦ κακόν. Τίνα λέγει τὸν πλησίον ὁ λόγος, οὐδεὶς ἀμφιβάλλει τῶν ἀκουσάντων τοῦ Εὐαγγελίου πρὸς τὸν ἐρωτήσαντα· Καὶ τίς ἐστί μου πλησίον; ᾯ ὁ Κύριος εἶπε τὴν παραβολὴν τοῦ ἀπὸ Ἱερουσαλὴμ καταβαίνοντος εἰς
15Ἱεριχώ· ὃν καὶ ἠρώτησε· Τίς τούτων δοκεῖ σοι γεγονέναι πλησίον; Κἀκεῖνος ἀπεκρίνατο, Ὁ ποιή‐ σας τὸ ἔλεος μετ’ αὐτοῦ. Ἐδίδαξε γὰρ διὰ τού‐ των πάντα ἄνθρωπον ἡγεῖσθαι πλησίον. Δυσκατόρ‐ θωτον δὲ καὶ τοῦτο, καὶ πολλῆς δεόμενον ἐπιμελείας,
20μήτε μικρῷ τινι, μήτε μείζονι καταβλάπτειν τὸν πλησίον· μὴ ἐν ῥήματι βλάψαι· μὴ ἀποστερῆ‐ σαί τι τῶν καθηκόντων· μὴ βουληθῆναι αὐτῷ πο‐ νηρόν· μὴ βασκανίᾳ χρήσασθαι πρὸς τὰς εὐπρα‐ γίας τῶν πέλας. Καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ
25τοὺς ἔγγιστα αὐτοῦ. Ἀμφίβολος ἡ λέξις· πότερον αὐτὸς ἄξια τοῦ ὀνειδίζεσθαι παρὰ τῶν ἔγγιστα οὐκ ἐποίησε, καὶ διὰ τοῦτο οὐκ ἔλαβε παρ’ αὐτῶν ὀνει‐ δισμὸν, ἢ οὐδένα τῶν ἔγγιστα αὐτὸς ὠνείδισε, τῶν ἐν ἀνθρωπίνοις πταίσμασι γενομένων, ἢ ἐν πηρώ‐
30μασι σωματικοῖς, ἢ ἄλλοις τισὶν ὑστερήμασι τῆς σαρκὸς εὑρισκομένων. Οὔτε γὰρ τὸν ἁμαρτάνοντα ὀνειδιστέον κατὰ τὸ γεγραμμένον· Μὴ ὀνείδιζε ἄν‐ θρωπον ἀποστρέφοντα ἀπὸ ἁμαρτίας. Οὐδὲ γὰρ ἔγνωμέν ποτε ἐπ’ ὠφελείᾳ τῶν πλημμελούντων τὸν
35ὀνειδισμὸν παρειλημμένον, τοῦ Ἀποστόλου ἐν ταῖς πρὸς τὸν ἑαυτοῦ μαθητὴν Τιμόθεον ὑποθήκαις ἔλεγ‐ χον μὲν καὶ παράκλησιν καὶ ἐπιτίμησιν ἐπιτρέψαν‐ τος, οὐδαμοῦ δὲ τὸν ὀνειδισμὸν, ὡς ἐναντίον, παρα‐ λαβόντος. Καὶ ἔοικεν ὁ μὲν ἔλεγχος τέλος ἔχειν τὴν
40διόρθωσιν τοῦ ἁμαρτάνοντος, ὁ δὲ ὀνειδισμὸς ἐπὶ ἀσχη‐ μοσύνῃ τοῦ ἐπταικότος γίνεσθαι. Πενίαν δὲ, ἢ δυσγένειαν, ἢ ἀμάθειαν, ἢ σώματος ἀῤῥωστίαν ὀνει‐ δίζειν πάντη ἄλογον, καὶ ἀλλότριον τοῦ σπουδαίου. Ἃ γὰρ οὐκ ἐκ προαιρέσεως ἡμῖν συμβαίνει, ταῦτα
45ἀκούσια· ἐπὶ δὲ τοῖς ἀκουσίοις ἐλαττώμασιν ἐλεεῖ‐257

29

.

260

σθαι μᾶλλον ἢ καθυβρίζεσθαι τοὺς ἀτυχοῦντας προσ‐ ῆκεν.
4Ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμε‐
5νος· τοὺς δὲ φοβουμένους τὸν Κύριον δοξάζει. Μεγαλοφυοῦς διανοίας καὶ πρὸς οὐδὲν κατακλινομένης τῶν ἀνθρωπίνων χρείᾳ, καὶ ἀνδρὸς τὴν τῆς δικαιοσύνης ἕξιν εἰς ἄκρον κατωρθωκότος, τὸ δια‐ νέμειν ἑκάστῳ τὰ πρὸς ἀξίαν· τούς τε πονηρευομέ‐
10νους ἐξουδενοῦν, κἂν τὰς μεγάλας τύχωσι δυναστείας περιβεβλημένοι, κἂν πλούτῳ κομῶντες κἂν περι‐ φανείᾳ γένους, κἂν λαμπρότητα ἑαυτοῖς ἐπιφημί‐ ζοντες, πονηρία δὲ μόνη ἐνυπάρχουσα αὐτοῖς φωραθῇ, ἐξουδενοῦν τοὺς τοιούτους, τουτέστιν ἀντ’ οὐδενὸς
15λογίζεσθαι. Ἔμπαλιν δὲ, τοὺς φοβουμένους τὸν Κύ‐ ριον, κἂν πένητες ὦσι, κἂν ἀγενεῖς, κἂν ἰδιῶται τῷ λόγῳ, κἂν ἀσθενεῖς τῷ σώματι, δοξάζειν καὶ ὑπεραίρειν καὶ μακαρίους ἡγεῖσθαι, δεδιδαγμέ‐ νον παρὰ τοῦ Πνεύματος μακαρίζειν τοὺς τοιού‐
20τους Μακάριοι γὰρ, φησὶ, πάντες οἱ φοβούμενοι τὸν Κύριον. Τῆς αὐτῆς δέ ἐστι διανοίας τόν τε πο‐ νηρευόμενον ἐξουδενῶσαι, κἂν ὑπεραίρηται λαμπρό‐ τητι, καὶ τὸν φοβούμενον τὸν Κύριον δοξάζειν, κἂν εὐτελὴς ᾖ, κἂν πένης ἐν τῷ βίῳ, κἂν εὐκαταφρόνη‐
25τος, κἂν μηδὲν τῶν ἐκτὸς προκαλουμένων εἰς ἀπο‐ δοχὴν κεκτημένος. Ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ, καὶ οὐκ ἀθετῶν. Τί δή ποτε ἐνταῦθα μὲν ἡ εὐορκία συγχωρεῖται ἐν τοῖς τῷ τελείῳ πρέπουσιν ἀνδρα‐ γαθήμασιν, ἐν δὲ τῷ Εὐαγγελίῳ παντελῶς ἀπηγό‐
30ρευται; Τίς παροικήσει, καὶ τίς κατασκηνώ‐ σει; Ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ, καὶ οὐκ ἀθετῶν. Ἐκεῖ δὲ, Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως. Τί οὖν φαμεν; Ὅτι πανταχοῦ τοῦ αὐτοῦ σκο‐ ποῦ ἔχεται ὁ Κύριος, προλαμβάνων τῶν ἁμαρτημά‐
35των τὰ ἀποτελέσματα, καὶ ἐκ τῆς πρώτης ἀρχῆς ἐκτέμνων τὴν πονηρίαν. Ὡς γὰρ ὁ μὲν παλαιὸς ἔλεγε νόμος, Οὐ μοιχεύσεις· ὁ δὲ Κύριος, Οὐδὲ ἐπι‐ θυμήσεις· κἀκεῖνος μὲν, Οὐ φονεύσεις· ὁ δὲ τὰ τε‐ λειότερα νομοθετῶν, Οὐδὲ ὀργισθήσῃ· οὕτω δὴ καὶ
40ἐνταῦθα ὁ μὲν ἀρκεῖται τῇ εὐορκίᾳ, ὁ δὲ τῆς ἐπιορ‐ κίας τὴν ἀφορμὴν διακόπτει. Ὁ μὲν γὰρ εὐορκῶν, τυχὸν ἄν ποτε καὶ παρασφαλείη ἄκων· ὁ δὲ μὴ ὀμνύων, τὸν τῆς ἐπιορκίας κίνδυνον διαπέφευγε. Τὸν ὅρκον δὲ πολλαχοῦ καὶ τὴν ἀμετάθετον περὶ ἑκάστου
45πράγματος διαβεβαίωσιν ὀνομάζει· ὡς τὸ, Ὤμοσα, καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δι‐
καιοσύνης σου· καὶ τὸ, Ὤμοσε Κύριος, καὶ οὐ259

29

.

261

μεταμεληθήσεται. Οὐχ ὅτι Θεὸν εἰς μαρτυρίαν τῶν λαλουμένων πιστοποιούμενον αὐτοῦ τὴν ἀμφιβολίαν παρήγαγεν, ἀλλ’ ὅτι ἀτρέπτοις καὶ ἀκινήτοις δό‐ γμασι τὴν τῆς ἐπαγγελίας χάριν τῷ Δαβὶδ ἐβεβαίω‐
5σεν. Οὕτως οὖν καὶ ἐνταῦθα δυνατὸν εἰρῆσθαι· Ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ· τουτέστι, διαβεβαιού‐ μενος τῷ πλησίον, καὶ οὐκ ἀθετῶν· ἵνα ᾖ σύμφωνον τῷ παρὰ τοῦ Κυρίου εἰρημένῳ, τῷ, Ἔστω δὲ ὑμῶν ὁ λόγος, ναὶ ναὶ, καὶ οὒ οὔ. Περὶ τῶν τοιού‐
10των πραγμάτων διαβεβαιούμενος κατάνευε· καὶ περὶ τῶν μὴ ὄντων, κἂν πάντες ἄνθρωποι παρακαλῶσι, μὴ συμπεισθῇς ποτε παρὰ τὴν τῆς φύσεως ἀλήθειαν διαβεβαιώσασθαι. Οὐ γέγονε τὸ πρᾶγμα, ἄρνησις ἐπακολουθείτω· γέγονε τὸ πρᾶγμα, συγκατάθεσις
15διαβεβαιούτω. Χωρὶς τῆς πρὸς ἕτερον ἐπιπλοκῆς αὐτὴν καθ’ ἑαυτὴν πειρῶ τὴν ἀλήθειαν παριστᾷν, ψιλαῖς ταῖς διαβεβαιώσεσι κεχρημένος. Ὁ ἄπιστος ἐχέτω τὴν βλάβην τῆς ἀπιστίας. Αἰσχρὸν γὰρ παν‐ τελῶς καὶ ἀνόητον ἑαυτοῦ κατηγορεῖν ὡς ἀναξίου
20πίστεως, καὶ τὴν ἐκ τῶν ὅρκων ἀσφάλειαν ἐπιφέ‐ ρεσθαι. Εἰσὶ δέ τινες λόγοι, σχήματα μὲν ὅρκων ἔχοντες, οὐχ ὅρκοι δὲ ὄντες, ἀλλὰ θεραπεία πρὸς τοὺς ἀκούοντας. Ὡς ὁ Ἰωσὴφ τὸν Αἰγύπτιον οἰκειού‐ μενος, νὴ τὴν ὑγίειαν ὤμνυε Φαραώ. Καὶ ὁ Ἀπό‐
25στολος τὴν πρὸς Κορινθίους ἀγάπην ἑαυτοῦ παρ‐ ιστῶν, ἔφη· Νὴ τὴν ὑμετέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Οὐ γὰρ παρ‐ ήκουσε τῆς εὐαγγελικῆς διδασκαλίας ὁ τὸ Εὐαγγέλιον πεπιστευμένος, ἀλλὰ λόγον ψιλὸν ἐν σχήματι παρ‐
30έδωκεν ὅρκου, τὴν ἐπ’ αὐτοῖς καύχησιν ὡς τοῦ παντὸς αὐτῷ ἀξίαν οὖσαν διὰ τοῦ τοιούτου τρόπου δεικνύς.
35 Τῷ αἰτοῦντί σε δός· καὶ ἀπὸ τοῦ θέλοντος δανείσασθαι μὴ ἀποστραφῇς. Ἐπὶ τὸ κοινω‐ νικὸν, καὶ φιλάλληλον, καὶ τῇ φύσει οἰκεῖον ὁ λόγος ἡμᾶς προκαλεῖται. Πολιτικὸν γὰρ ζῶον καὶ συναγε‐ λαστικὸν ὁ ἄνθρωπος. Ἐν δὲ τῇ κοινῇ πολιτείᾳ καὶ
40τῇ μετ’ ἀλλήλων ἀναστροφῇ ἀναγκαῖον τὸ εὐμετά‐ δοτον εἰς ἐπανόρθωσιν τοῦ ἐνδέοντος. Τῷ αἰ‐ τοῦντί σε δός. Βούλεταί σε διὰ μὲν τὴν ἀγάπην ἐν ἁπλότητι ἀνειμένον εἶναι πρὸς τοὺς αἰτοῦντας, λο‐
γισμῷ δὲ πάλιν διακρίνειν ἑκάστου τὴν χρείαν τῶν261

29

.

264

προσαιτούντων. Καὶ τοῦτο μεμαθήκαμεν ἐν ταῖς Πράξεσι, τίνα τρόπον δυνατὸν κατορθοῦσθαι παρὰ τῶν ἐπιστημόνως τὸν τῆς εὐσεβείας σκοπὸν ἐκπληρούντων· Ὅσοι γὰρ, φησὶ, κτήτορες χωρίων
5ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων, καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων. Διεδίδοτο δὲ ἑκάστῳ, καθ‐ ότι ἄν τις χρείαν εἶχεν. Ἐπειδὴ γὰρ πολλοὶ ὑπερ‐ βαίνοντες τὴν χρῆσιν τῶν ἀναγκαίων, ἀφορμὴν ἐμ‐
10πορίας καὶ ὑπόθεσιν τρυφῆς ἀσελγοῦς ποιοῦνται τὴν αἴτησιν, ἀναγκαίως παρὰ τοῖς τὴν ἐπιμέλειαν τῶν πτωχῶν πεπιστευμένοις ἡ συγκομιδὴ τῶν χρημάτων ἐγίνετο, ὥστε ἐκεῖθεν ἐπιστημόνως καὶ οἰκονομικῶς ταῖς ἑκάστου χρείαις τὴν διανομὴν τῶν ἀναγκαίων
15γίνεσθαι. Ὥσπερ γὰρ ἐπὶ τῶν ἀῤῥωστούντων χρεία μὲν πολλάκις οἴνου, ἀλλ’ οὐ παντός ἐστι καιροῦ καὶ μέτρου καὶ ποιότητος καταστοχάσασθαι· χρεία δὲ ἰατροῦ πρὸς τὴν δόσιν τοῦ οἴνου· οὕτω δὴ καὶ ἡ περὶ τὴν θεραπείαν τῶν δεομένων οἰκονομία οὐ παρὰ
20πάντων ὠφελίμως ἐνεργεῖσθαι δύναται. Τοῖς γὰρ δὴ τὰ θρηνώδη μέλη πρὸς τὴν τῶν γυναικῶν ἀπά‐ την συντιθεῖσι, καὶ τὰ πηρώματα τοῦ σώματος, καὶ τὰ ἕλκη πρὸς ἐμπορίας ἀφορμὴν προτιθεῖσιν, οὐ πάντως τὸ δαψιλὲς τῆς διακονίας ὠφέλιμον.
25Ἀφορμὴ γὰρ αὐτοῖς εἰς κακίαν ἡ χορηγία γενήσε‐ ται. Ἀλλὰ μικρᾷ δόσει χρὴ τὴν τῶν τοιούτων ὑλακὴν ἀπωθεῖσθαι, τὸ δὲ συμπαθὲς καὶ φιλάδελφον ἐπι‐ δεικνυμένους, ἐν τοῖς μεθ’ ὑπομονῆς τὴν θλίψιν φέρειν δεδιδαγμένοις· ὑπὲρ ὧν καὶ λεχθήσεται αὐ‐
30τοῖς, ὅτι Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν, καὶ τὰ ἑξῆς. Καὶ ἀπὸ τοῦ θέλοντος δανείσασθαι, μὴ ἀποστραφῇς. Καὶ τοῦτο τὸ παράγγελμα ἔχεται τῶν προτέρων. Καὶ γὰρ καὶ ὁ ἐνταῦθα αἰτῶν, πτωχὸς ὢν, δάνειον αἰτεῖ παρὰ σοῦ, δεικνύς σοι τὸν ἐν οὐ‐
35ρανοῖς πλούσιον, διαλύοντά σοι ὑπὲρ αὐτοῦ τὸ χρέος. γὰρ ἐλεῶν, φησὶ, πτωχὸν Θεῷ δανείζει. Ἐχέγ‐ γυον δὲ τοῦ δάνους ἡ βασιλεία τῶν οὐρανῶν. Ἧς γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι χάριτι καὶ φι‐ λανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’
40οὗ τῷ Πατρὶ καὶ ἁγίῳ Πνεύματι ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
42tΤΟΥ ΑΥΤΟΥ ΟΜΙΛΙΑ ΕΙΣ ΜΕΡΟΣ
43tτεσσαρεσκαιδεκάτου ψαλμοῦ, καὶ κατὰ τοκιζόν‐
44tτων.
45Χθὲς εἰς τὸν τεσσαρεσκαιδέκατον ψαλμὸν ὑμῖν
διαλεγόμενοι, ἐξικέσθαι πρὸς τὸ πέρας τοῦ λόγου ὑπὸ263

29

.

265

τῆς ὥρας οὐκ ἐπετράπημεν. Νῦν δὲ ἥκομεν εὐγνώ‐ μονες ὀφειλέται τὰ χρέα τῶν ἐλλειφθέντων ὑμῖν ἀπο‐ τιννύντες. Ἔστι δὲ τὸ λειπόμενον βραχὺ μὲν τὸ ἀκοῦ‐ σαι, ὥστε οὑτωσὶ δόξαι, καὶ ἴσως τοὺς πολλοὺς ὑμῶν
5καὶ παρέλαθεν, ὡς μηδὲ παραλελεῖφθαί τι τοῦ ψαλ‐ μοῦ νομισθῆναι· μεγάλην μέντοι πρὸς τὰ τοῦ βίου πράγματα δύναμιν ἔχειν τὴν βραχεῖαν ταύτην λέξιν καταμαθόντες, οὐκ ᾠήθημεν δεῖν παρεῖναι τὸ ἐκ τῆς ἐξετάσεως χρήσιμον. Ὑπογράφων τῷ λόγῳ τὸν τέ‐
10λειον ὁ Προφήτης, τὸν τῆς ἀσαλεύτου ζωῆς ἐπιβήσε‐ σθαι μέλλοντα, ἐν τοῖς ἀνδραγαθήμασιν ἀπηρίθμησε τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ μὴ δοῦναι. Πολλαχοῦ τῆς Γραφῆς διαβέβληται ἡ ἁμαρτία αὕτη. Ὅ τε γὰρ Ἰεζεκιὴλ ἐν τοῖς μεγίστοις τῶν κακῶν τίθεται
15τόκον λαβεῖν καὶ πλεονασμὸν, καὶ ὁ νόμος διαῤῥήδην ἀπαγορεύει· Οὐκ ἐκτοκιεῖς τῷ ἀδελφῷ σου καὶ τῷ πλησίον σου. Καὶ πάλιν φησί· Δόλος ἐπὶ δόλῳ, καὶ τόκος ἐπὶ τόκῳ. Καὶ περὶ πόλεως δὲ τῆς ἐν πλήθει κακῶν εὐθηνουμένης ὁ ψαλμὸς τί φησιν; Οὐκ
20ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος. Καὶ νῦν χαρακτηριστικὸν τῆς κατὰ τὸν ἄνθρωπον τε‐ λειώσεως τὸ αὐτὸ τοῦτο παρείληφεν ὁ Προφήτης, λέ‐ γων· Τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ. Τῷ ὄντι γὰρ ἀπανθρωπίας ὑπερβολὴν ἔχει τὸν μὲν
25τῶν ἀναγκαίων ἐνδεῶς ἔχοντα ζητεῖν δάνεισμα εἰς παραμυθίαν τοῦ βίου, τὸν δὲ μὴ ἀρκεῖσθαι τῷ κεφα‐ λαίῳ, ἀλλ’ ἐπινοεῖν ἐκ τῶν συμφορῶν τοῦ πένητος προσόδους ἑαυτῷ καὶ εὐπορίας συνάγειν. Ὁ μὲν οὖν Κύριος ἐναργῶς ἡμῖν διετάξατο, λέγων· Καὶ τὸν
30θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς· ὁ δὲ φιλάργυρος, ὁρῶν ὑπὸ τῆς ἀνάγκης ἄνδρα κατα‐ καμπτόμενον πρὸ τῶν γονάτων ἱκετεύοντα, τί οὐ ποιοῦντα ταπεινόν; τί οὐ φθεγγόμενον; οὐκ ἐλεεῖ παρ’ ἀξίαν πράττοντα, οὐ λογίζεται τὴν φύσιν,
35οὐκ ἐνδίδωσι ταῖς ἱκεσίαις, ἀλλ’ ἄκαμπτος καὶ ἀμεί‐ λικτος ἕστηκεν, οὐ ταῖς δεήσεσιν εἴκων, οὐ δάκρυ‐ σιν ἐπικλώμενος, ἐπιμένων τῇ ἀρνήσει, ἐξομνύμε‐ νος καὶ ἐπαρώμενος ἑαυτῷ, ἦ μὴν ἀπορεῖν παντε‐ λῶς χρημάτων, καὶ περισκοπεῖν καὶ αὐτὸς εἴ τινα
40εὕροι τῶν δανειζόντων, καὶ πιστούμενος τὸ ψεῦδος διὰ τῶν ὅρκων, κακὸν παρεμπόρευμα τῆς ἀπανθρωπίας τὴν ἐπιορκίαν προσκτώμενος. Ἐπειδὰν δὲ ὁ ζητῶν τὸ δάνειον τόκων μνησθῇ, καὶ ὑποθήκας ὀνομάσῃ, τότε καταβαλὼν τὴν ὀφρὺν προσεμειδίασε, καί που καὶ
45πατρῴας φιλίας ἀνεμνήσθη, καὶ συνήθη εἶπε καὶ φίλον καὶ, Ὀψόμεθα, φησὶν, εἴπου τί ἐστιν
ἡμῖν ἀποκείμενον ἀργύριον. Ἔστι δὲ παρακαταθήκη265

29

.

268

φίλου ἀνδρὸς ἐπ’ ἐργασίᾳ παραθεμένου ἡμῖν. Ἀλλ’ ἐκεῖνος μὲν βαρεῖς ἐπ’ αὐτῷ τοὺς τόκους ὥρισεν· ἡμεῖς δὲ πάντως ἐπανήσομέν τι, καὶ ἐπ’ ἐλάττοσι τοῖς τόκοις δώσομεν. Τοιαῦτα κατασχηματιζόμενος,
5καὶ τοιούτοις λόγοις ὑποσαίνων καὶ δελεάζων τὸν ἄθλιον, γραμματείοις αὐτὸν προσκαταδήσας, καὶ πρὸς τῇ καταπονούσῃ πενίᾳ ἔτι καὶ τὴν ἐλευθερίαν τοῦ ἀνδρὸς προσαφελόμενος, ᾤχετο. Ὁ γὰρ τόκοις ἑαυτὸν ὑπεύθυνον καταστήσας, ὧν τὴν ἔκτισιν οὐχ
10ὑφίσταται, δουλείαν αὐθαίρετον κατεδέξατο διὰ βίου. Χρήματα, εἰπέ μοι, καὶ πόρους ἐπιζητεῖς, παρὰ τοῦ ἀπόρου; Καὶ εἰ πλουσιώτερόν σε ἀποφαίνειν ἠδύνατο, τί ἐζήτει παρὰ τὰς θύρας τὰς σάς; Ἐπὶ συμμαχίαν ἐλθὼν, πολέμιον εὗρεν. Ἀλεξιφάρμακα περιζητῶν,
15δηλητηρίοις ἐνέτυχε. Δέον παραμυθεῖσθαι τοῦ ἀνδρὸς τὴν πτωχείαν, σὺ δὲ πολυπλασιάζεις τὴν ἔνδειαν, ἐκ‐ καρποῦσθαι ζητῶν τὴν ἔρημον. Ὥσπερ ἂν εἴ τις ἰατρὸς πρὸς κάμνοντας εἰσιὼν, ἀντὶ τοῦ ὑγίειαν αὐ‐ τοῖς ἐπαναγαγεῖν, ὁ δὲ καὶ τὸ μικρὸν λείψανον τῆς
20δυνάμεως προσαφέλοιτο· οὕτω καὶ σὺ τὰς συμφορὰς τῶν ἀθλίων ἀφορμὴν πόρων ποιῇ. Καὶ ὥσπερ οἱ γεωργοὶ ὄμβρους εὔχονται εἰς πολυπλασιασμὸν τῶν σπερμάτων, οὕτω καὶ σὺ ἐνδείας καὶ ἀπορίας ἀν‐ θρώπων ἐπιζητεῖς, ἵνα σοι ἐνεργὰ τὰ χρήματα γένη‐
25ται. Ἀγνοεῖς πλείονα προσθήκην ταῖς ἁμαρτίαις ποιούμενος, ἢ τῷ πλούτῳ τὴν αὔξησιν ἀπὸ τῶν τό‐ κων ἐπινοῶν; Καὶ ὁ μὲν ζητῶν τὸ δάνεισμα, μέ‐ σος ἀμηχανίας ἀπειλημμένος, ὅταν μὲν πρὸς τὴν πε‐ νίαν ἀπίδῃ, ἀπογινώσκει τὴν ἔκτισιν, ὅταν δὲ πρὸς
30τὴν παροῦσαν ἀνάγκην, κατατολμᾷ τοῦ δανείσματος. Εἶτα ὁ μὲν ἡττήθη ὑποκύψας τῇ χρείᾳ· ὁ δὲ ἀπέρ‐ χεται, γραμματείοις αὑτὸν καὶ ἐχεγγύοις ἀσφα‐ λισάμενος.
35 Λαβὼν δὲ τὰ χρήματα, τὴν μὲν πρώτην λαμ‐ πρός ἐστι καὶ περιχαρὴς, ἀλλοτρίῳ ἄνθει γεγανωμέ‐ νος, ἐπισημαίνων τῇ μεταβολῇ τοῦ βίου· τράπεζα γὰρ ἀνειμένη, ἐσθὴς πολυτελεστέρα, οἰκέται πρὸς τὸ φαιδρότερον ἐξηλλαγμένοι τῷ σχήματι, κόλακες,
40συμπόται· κηφῆνες οἴκων μυρίοι· ὡς δὲ τὰ μὲν χρήματα ὑποῤῥεῖ, ὁ δὲ χρόνος προϊὼν τοὺς τόκους ἑαυτῷ συμπροάγει, οὐ νύκτες ἐκείνῳ ἀνάπαυσιν φέ‐ ρουσιν, οὐχ ἡμέρα φαιδρὰ, οὐχ ἥλιος τερπνὸς, ἀλλὰ δυσχεραίνει τὸν βίον, μισεῖ τὰς ἡμέρας πρὸς τὴν
45προθεσμίαν ἐπειγομένας, φοβεῖται τοὺς μῆνας ὡς τό‐ κων πατέρας, Κἂν καθεύδῃ, ἐνύπνιον βλέπει τὸν δα‐ νειστὴν, κακὸν ὄναρ, τῇ κεφαλῇ περιστάμενον· κἂν
γρηγορῇ, ἔννοια αὐτῷ καὶ φροντὶς ὁ τόκος ἐστί· Δα‐267

29

.

269

νειστοῦ, φησὶ, καὶ χρεωφειλέτου ἀπαντησάντων ἀλλήλοις, ἐπισκοπὴν ἀμφοτέρων ποιεῖται ὁ Κύ‐ ριος. Ὁ μὲν ὥσπερ κύων ἐπιτρέχει τῇ ἄγρᾳ· ὁ δὲ ὥσπερ ἕτοιμον θήραμα καταπτήσσει τὴν συντυχίαν.
5Ἀφαιρεῖται γὰρ αὐτοῦ τὴν παῤῥησίαν τὸ πένεσθαι. Ἀμφοτέροις ἡ ψῆφος ἐπὶ δακτύλων· τοῦ μὲν χαί‐ ροντος ἐπὶ τῇ αὐξήσει τῶν τόκων, τοῦ δὲ στενάζον‐ τος ἐπὶ τῇ προσθήκῃ τῶν συμφορῶν. Πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων· τουτέστι, τὰς οἰκείας ἀφορμὰς
10περισκόπει, μὴ ἐπ’ ἀλλοτρίας πηγὰς βάδιζε, ἀλλ’ ἐξ οἰκείων λιβάδων σύναγε σεαυτῷ τὰς παραμυθίας τοῦ βίου. Ἔχεις χαλκώματα, ἐσθῆτα, ὑποζύγιον, σκεύη παντοδαπά; ταῦτα ἀπόδου· πάντα προέσθαι κατάδεξαι, πλὴν τῆς ἐλευθερίας. Ἀλλ’ αἰσχύνομαι
15αὐτὰ δημοσιεύειν, φησίν. Τί οὖν ὅτι μικρὸν ὕστερον ἄλλος αὐτὰ προκομίσει, καὶ ἀποκηρύξει τὰ σὰ, καὶ ἐν ὀφθαλμοῖς σοῖς ἐπευωνίζων αὐτὰ διαθήσεται; Μὴ βάδιζε ἐπ’ ἀλλοτρίας θύρας. Φρέαρ γὰρ τῷ ὄντι στε‐ νὸν τὸ ἀλλότριον. Βέλτιον ταῖς κατὰ μικρὸν ἐπι‐
20νοίαις τὴν χρείαν παραμυθήσασθαι, ἢ ἀθρόως, ἐπαρ‐ θέντα τοῖς ἀλλοτρίοις, ὕστερον πάντων ὁμοῦ τῶν προσόντων ἀπογυμνοῦσθαι. Εἰ μὲν οὖν ἔχεις ὅθεν ἀποδῷς, τί οὐχὶ τὴν παροῦσαν ἔνδειαν ἐκ τούτων τῶν ἀφορμῶν διαλύεις; εἰ δὲ ἀπορεῖς πρὸς τὴν ἔκτισιν,
25κακὸν κακῷ θεραπεύεις. Μὴ δέξῃ πολιορκοῦντά σε δανειστήν. Μὴ ἀνάσχῃ ὥσπερ ἄλλο τι θήραμα ἀναζητεῖσθαι καὶ ἐξιχνεύεσθαι. Ψεύδους ἀρχὴ τὸ δα‐ νείζεσθαι· ἀχαριστίας ἀφορμὴ, ἀγνωμοσύνης, ἐπιορ‐ κίας. Ἄλλα ῥήματα τοῦ δανειζομένου, καὶ ἄλλα
30τοῦ ἀπαιτουμένου. Εἴθε σοι μὴ ἀπήντησα τότε, ἤδη ἂν εὗρον τὰς ἀφορμὰς πρὸς τὴν ἀπαλλαγὴν τῆς ἀνάγκης. Οὐχὶ δὲ ἄκοντός μου ἐνέβαλες τῇ χειρὶ τὰ χρήματα; Ὑπόχαλκον δέ σου τὸ χρυσίον, καὶ παρα‐ κεκομμένον τὸ νόμισμα. Εἴτε οὖν φίλος ὁ δανείζων,
35μὴ ζημιωθῇς αὐτοῦ τὴν φιλίαν· εἴτε ἐχθρὸς, μὴ γέ‐ νῃ τῷ δυσμενεῖ ὑποχείριος. Μικρὸν ἐγκαλλωπισάμε‐ νος τοῖς ἀλλοτρίοις, ὕστερον καὶ τῶν πατρῴων ἐκ‐ στήσῃ. Πένης εἶ νῦν, ἀλλ’ ἐλεύθερος. Δανεισάμενος δὲ οὐδὲ πλουτήσεις, καὶ τὴν ἐλευθερίαν ἀφαιρεθήσῃ.
40Δοῦλος τοῦ δεδανεικότος ὁ δανεισάμενος, καὶ δοῦλος μισθοφόρος ἀπαραίτητον φέρων τὴν λειτουργίαν. Οἱ κύνες λαμβάνοντες ἡμεροῦνται· ὁ δὲ δανειστὴς λαμ‐ βάνων προσερεθίζεται. Οὐ γὰρ παύεται ὑλακτῶν, ἀλλὰ τὸ πλέον ἐπιζητεῖ. Ἐὰν ὀμνύῃς, οὐ πι‐
45στεύει· ἐρευνᾷ τὰ ἔνδον, τὰ συναλλάγματά σου269

29

.

272

πολυπραγμονεῖ. Ἐὰν προΐῃς τοῦ δωματίου, ἕλκει πρὸς ἑαυτὸν καὶ κατασύρει· ἐὰν ἔνδον σεαυτὸν κατα‐ κρύψῃς, ἐφέστηκε τῇ οἰκίᾳ, καὶ θυροκρουστεῖ. Ἐπὶ γαμετῆς καταισχύνει, ἐπὶ φίλων καθυβρίζει, ἐν ταῖς
5ἀγοραῖς ἄγχει· κακὸν συνάντημα ἑορτῆς· ἀβίωτόν σοι κατασκευάζει τὸν βίον. Ἀλλὰ μεγάλη, φη‐ σὶν, ἡ ἀνάγκη, καὶ οὐδεὶς πόρος χρημάτων ἕτερος. Τί οὖν τὸ ὄφελος ἐκ τοῦ τὴν σήμερον ὑπερθέσθαι; Πάλιν γὰρ ἥξει σοι ἡ πενία ὥσπερ ἀγαθὸς δρομεὺς,
10καὶ ἡ αὐτὴ ἀνάγκη μετὰ προσθήκης παρέσται. Τὸ γὰρ δάνος οὐκ ἀπαλλαγὴν παντελῆ, ἀλλὰ μικρὰν ἀναβο‐ λὴν τῆς ἀμηχανίας παρέχεται Σήμερον πάθωμεν τὰ ἐκ τῆς ἐνδείας δυσχερῆ, καὶ μὴ ἀποτιθώμεθα εἰς τὴν αὔριον. Μὴ δανεισάμενος μὲν ὁμοίως ἔσῃ πένης
15καὶ σήμερον καὶ πρὸς τὸ ἐφεξῆς· δανεισάμενος δὲ χαλεπώτερον ἐκτρυχωθήσῃ, τοῦ τόκου τὴν πενίαν προσεπιτείναντος. Καὶ νῦν μὲν οὐδεὶς ἐγκαλεῖ σοι πτωχεύοντι· ἀκούσιον γὰρ τὸ κακόν· ἐὰν δὲ τόκοις ὑπεύθυνος ᾖς, οὐκ ἔστιν ὅστις οὐ μέμψεταί σου τῇ
20ἀβουλίᾳ. Μὴ οὖν πρὸς τοῖς ἀκουσίοις κακοῖς ἔτι καὶ αὐ‐ θαίρετον κακὸν ἐκ τῆς ἡμετέρας ἀνοίας ἐπισπασώμε‐ θα. Νηπίας φρενὸς μὴ ἐκ τῶν παρόντων ἑαυτὸν περιστέλλειν, ἀλλ’ ἀδήλοις ἐλπίσιν ἐπιτρέψαντα φα‐
25νερᾶς βλάβης καὶ ἀναντιῤῥήτου κατατολμᾷν. Ἤδη βούλευσαι πόθεν ἀποτίσεις. Ἀφ’ ὧν λαμβάνεις; Ἀλλ’ οὐκ ἐξαρκεῖ καὶ πρὸς τὴν χρείαν καὶ πρὸς τὴν ἔκτισιν. Ἐὰν δὲ δὴ καὶ τοὺς τόκους λογίσῃ, πόθεν τὰ χρήματα εἰς τοσοῦτον πολυπλασιασθήσεται, ὥστε ἰδίᾳ
30μέν σου θεραπεύειν τὴν χρείαν, ἰδίᾳ δὲ ἐκπληροῦν τὸ κεφάλαιον, ἔξωθεν δὲ καὶ τόκους ἀπογεννᾷν; Ἀλλ’ οὐκ ἐξ ὧν λαμβάνεις ἀποδώσεις τὸ δάνειον. Ἑτέρω‐ θεν δέ; Ἐκείνας οὖν ἀναμένωμεν τὰς ἐλπίδας, καὶ μὴ ἔλθωμεν, ὥσπερ οἱ ἰχθύες ἐπὶ τὸ δέλεαρ. Ὥσπερ
35γὰρ ἐκεῖνοι μετὰ τῆς τροφῆς τὸ ἄγκιστρον καταπί‐ νουσιν, οὕτω καὶ ἡμεῖς διὰ τὰ χρήματα τοῖς τόκοις περιπειρόμεθα. Οὐδεμίαν αἰσχύνην τὸ πένεσθαι προξενεῖ. Τί οὖν τὰ ἐκ τοῦ ὀφείλειν ὀνείδη ἑαυτοῖς προστιθέμεθα; Οὐδεὶς τραύματα τραύματι θερα‐
40πεύει, οὐδὲ κακῷ τὸ κακὸν ἰᾶται, οὐδὲ πενίαν τό‐
κοις ἐπανορθοῦται. Πλούσιος εἶ; μὴ δανείζου.271

29

.

273

Πένης εἶ; μὴ δανείζου. Εἰ μὲν γὰρ εὐπορεῖς, οὐ χρῄ‐ ζεις δανείσματος· εἰ δὲ οὐδὲν ἔχεις, οὐκ ἀπο‐ τίσεις τὸ δάνειον. Μὴ δῷς σεαυτοῦ τὸν βίον εἰς ὑστεροβουλίαν, μήποτε μακαρίσῃς τὰς πρὸ τῶν τό‐
5κων ἡμέρας. Ἑνὶ τούτῳ διαφέρωμεν τῶν πλου‐ τούντων οἱ πένητες, τῇ ἀμεριμνίᾳ. Καὶ καταγελῶμεν αὐτῶν ἀγρυπνούντων, αὐτοὶ καθεύδοντες· καὶ τῶν συνεστώτων ἀεὶ καὶ φροντιζόντων, αὐτοὶ ἀφροντι‐ στοῦντες καὶ ἀνειμένοι. Ὁ μέντοι ὀφείλων καὶ
10πένης ἐστὶ καὶ πολυμέριμνος· ἄϋπνος νύκτωρ, ἄϋ‐ πνος μεθ’ ἡμέραν, σύννους πάντα τὸν χρόνον· νῦν μὲν τὴν ἑαυτοῦ οὐσίαν ἀποτιμώμενος, νῦν δὲ τὰς οἰ‐ κίας τὰς πολυτελεῖς, τοὺς ἀγροὺς τῶν πλουσίων, τὰς ἐσθῆτας τῶν ἐντυγχανόντων, τὰ σκεύη τῶν ἑστιών‐
15των. Εἰ ταῦτα ἐμὰ ἦν, φησὶν, ἀπεδιδόμην τόσου καὶ τόσου, καὶ ἀπηλλασσόμην τοῦ τόκου. Ταῦτα αὐ‐ τοῦ καὶ νύκτωρ ἐγκαθέζεται τῇ καρδίᾳ, καὶ μεθ’ ἡμέραν τὰς ἐννοίας κατείληφεν. Ἐὰν τὴν θύραν πα‐ τάξῃς, ὁ χρεώστης ὑπὸ τὴν κλίνην. Σφοδρῶς εἰσ‐
20έδραμέ τις· τοῦ δὲ ἐπάταξεν ἡ καρδία. Ὑλακτεῖ ὁ κύων; ὁ δὲ ἱδρῶτι περιῤῥεῖται, καὶ ἀγωνίᾳ συν‐ έχεται, καὶ περισκοπεῖ πόθεν φύγῃ. Ὅταν ἡ προ‐ θεσμία προσάγῃ, μεριμνᾷ τί ψεύσεται· ποίαν πλα‐ σάμενος πρόφασιν τὸν δανειστὴν διακρούσεται. Μὴ
25μόνον λαμβάνοντα σεαυτὸν ἐννόει, ἀλλὰ καὶ ἀπαιτού‐ μενον. Τί πολυτόκῳ θηρίῳ σεαυτὸν παραζευ‐ γνύεις; Τοὺς λαγωούς φασι καὶ τίκτειν ὁμοῦ καὶ τρέ‐ φειν καὶ ἐπικυΐσκεσθαι. Καὶ τοῖς τοκογλύφοις τὰ χρήματα ὁμοῦ δανείζεται καὶ γεννᾶται καὶ ὑπο‐
30φύεται. Οὔπω γὰρ ἐδέξω εἰς χεῖρας, καὶ τοῦ παρόν‐ τος μηνὸς ἀπῃτήθης τὴν ἐργασίαν. Καὶ τοῦτο πάλιν δανεισθὲν, ἕτερον κακὸν ἐξέθρεψε, κἀκεῖνο ἕτερον, καὶ τὸ κακὸν εἰς ἄπειρον. Διὰ τοῦτο καὶ τῆς προσ‐ ηγορίας ταύτης ἠξίωται τὸ εἶδος τοῦτο τῆς πλεον‐
35εξίας. Τόκος γὰρ, ὡς οἶμαι, διὰ τὴν πολυγονίαν τοῦ κακοῦ προσηγόρευται. Πόθεν γὰρ ἄλλοθεν; Ἢ τάχα τόκος λέγεται διὰ τὰς ὠδῖνας καὶ λύπας, ἃς ἐμποιεῖν ταῖς ψυχαῖς τῶν δανεισαμένων πέφυκεν. Ὡς γὰρ ἡ ὠδὶς τῇ τικτούσῃ, οὕτως ἡ προθεσμία τῷ
40ὑπόχρεῳ παρίσταται. Τόκος ἐπὶ τόκῳ, πονηρῶν γο‐ νέων πονηρὸν ἔκγονον. Ταῦτα λεγέσθω γεννήματα ἐχιδνῶν, τὰ τῶν τόκων ἀποκυήματα. Τὰς ἐχίδνας λέγουσι τὴν γαστέρα τῆς μητρὸς διεσθιούσας τί‐ κτεσθαι. Καὶ οἱ τόκοι τοὺς οἴκους τῶν ὀφειλόντων
45ἐκφαγόντες ἀπογεννῶνται. Τὰ σπέρματα χρόνῳ φύε‐
ται, καὶ τὰ ζῶα χρόνῳ τελεσφορεῖται· ὁ δὲ τόκος273

29

.

276

σήμερον γεννᾶται, καὶ σήμερον τοῦ τίκτειν ἄρχεται. Τῶν ζώων τὰ ταχὺ τίκτοντα ταχὺ τοῦ γεννᾷν παύεται· τὰ δὲ χρήματα, ταχεῖαν λαμβάνοντα τοῦ πλεονα‐ σμοῦ τὴν ἀρχὴν, ἀτέλεστον ἐπιδέχεται τὴν εἰς τὸ
5πλεῖον προσθήκην. Τῶν αὐξανομένων ἕκαστον, ἐπει‐ δὰν πρὸς τὸ οἰκεῖον ἀφίκηται μέγεθος, τῆς αὐξή‐ σεως ἵσταται· τὸ δὲ τῶν πλεονεκτῶν ἀργύριον τῷ χρόνῳ παντὶ συμπαραύξεται. Τὰ ζῶα, παραδόντα τοῖς ἐγγόνοις τὸ τίκτειν, αὐτὰ τῆς κυήσεως παύεται·
10τὰ δὲ τῶν δανειστῶν ἀργύρια καὶ τὰ ἐπιγινόμενα τίκτει, καὶ τὰ ἀρχαῖα νεάζει. Μὴ σύ γε εἰς πεῖραν ἔλθοις τοῦ ἀλλοκότου τούτου θηρίου.
15 Ἐλεύθερον ὁρᾷς τὸν ἥλιον. Τί φθονεῖς σεαυτῷ τῆς παῤῥησίας τοῦ βίου; Οὐδεὶς πύκτης οὕτω τὰς πληγὰς τοῦ ἀνταγωνιστοῦ ὑποφεύγει, ὡς ὁ δανεισάμενος τοῦ χρήστου τὰς συντυχίας, πρὸς κίονας καὶ τοίχους ἀποσκιάζων τὴν κεφαλήν. Πῶς
20οὖν διατραφῶ, φησίν; Ἔχεις χεῖρας, ἔχεις τέχνην· μισθαρνοῦ, διακόνει· πολλαὶ ἐπίνοιαι τοῦ βίου, πολ‐ λαὶ ἀφορμαί. Ἀλλ’ ἀδυνάτως ἔχεις; προσαίτει παρὰ τῶν κεκτημένων. Ἀλλ’ αἰσχρὸν τὸ αἰτεῖν; Αἰσχρότε‐ ρον μὲν οὖν τὸ δανεισάμενον ἀποστερεῖν. Οὐ πάντως
25νομοθετῶν ταῦτα λέγω, ἀλλ’ ὑποδεικνὺς, ὅτι πάντα σοι τοῦ δανείζεσθαι φορητότερα. Ὁ μύρμηξ μὲν δύ‐ ναται, μήτε προσαιτῶν, μήτε δανειζόμενος, διατρέ‐ φεσθαι· καὶ μέλισσα τὰ λείψανα τῆς οἰκείας τροφῆς βασιλεῦσι χαρίζεται· οἷς οὔτε χεῖρας, οὔτε τέχνας ἡ
30φύσις ἔδωκεν· σὺ δὲ τὸ εὐμήχανον ζῶον ὁ ἄνθρω‐ πος μίαν τῶν πασῶν μηχανὴν οὐχ εὑρήσεις πρὸς τὴν τοῦ βίου διαγωγήν; Καίτοι ὁρῶμεν οὐχὶ τοὺς τῶν ἀναγκαίων ἐνδεεῖς ἐρχομένους ἐπὶ τὸ δάνειον (οὐδὲ γὰρ ἔχουσι τοὺς πιστεύοντας), ἀλλὰ δανείζονται
35ἄνθρωποι, δαπάναις ἀνειμέναις καὶ πολυτελείαις ἀκάρποις ἑαυτοὺς ἐπιδιδόντες, οἱ γυναικείαις ἡδυ‐ παθείαις δουλεύοντες. Ἐμοὶ, φησὶν, ἐσθῆτα πολυ‐ τελῆ καὶ χρυσία, τοῖς παιδίοις κόσμον αὐτοῖς εὐπρεπῆ τῶν ἐνδυμάτων, ἀλλὰ καὶ τοῖς οἰκέταις ἀν‐
40θινὰ καὶ ποικίλα τὰ περιβόλαια, τῇ τραπέζῃ δαψί‐ λειαν. Ὁ τὰ τοιαῦτα λειτουργῶν γυναικὶ ἐπὶ τὸν τραπεζίτην ἔρχεται, καὶ πρὶν χρήσασθαι τοῖς ληφθεῖ‐ σιν, ἄλλον ἐξ ἄλλου μεταλαμβάνει δεσπότην, καὶ μετενδεσμῶν ἀεὶ τοὺς δανείζοντας, τῇ συνεχείᾳ τοῦ
45κακοῦ φεύγει τῆς ἀπορίας τὸν ἔλεγχον. Καὶ ὥσπερ οἱ ὑδεριῶντες ἐν ὑπονοίᾳ πολυσαρκίας εἰσὶν, οὕτω καὶ οὗτος ἐν φαντασίᾳ περιουσίας ὑπάρχει, ἀεὶ λαμ‐
βάνων, καὶ ἀεὶ διδοὺς, καὶ ἐκ τῶν δευτέρων δια‐275

29

.

277

λύων τὰ φθάσαντα, τὴν πρὸς τὸ λαμβάνειν ἀξιοπιστίαν ἐκ τῆς τοῦ κακοῦ συνεχείας περιποιού‐ μενος ἑαυτῷ. Εἶτα ὥσπερ ἐπὶ τῆς χολέρας οἱ τὸ ἀεὶ προϊστάμενον ἐξερῶντες, καὶ πρὶν παντελῶς
5καθαρθῆναι δευτέραν τροφὴν ἐπεμβαλλόμενοι, πάλιν ἐμοῦσι μετ’ ὀδύνης καὶ σπαραγμῶν· οὕτω καὶ οὗτοι τόκους ἐκ τόκων μεταλαμβάνοντες, καὶ πρὶν ἐκκα‐ θᾶραι τὰ πρῶτα, δεύτερον ἐπεισάγοντες δάνεισμα, μικρὸν χρόνον τοῖς ἀλλοτρίοις ἐναβρυνόμενοι, ὕστε‐
10ρον καὶ τὰ οἰκεῖα ὠδύραντο. Ὢ πόσους ἀπώλεσε τὰ ἀλλότρια ἀγαθά! Πόσοι ὄναρ πλουτήσαντες ὑπεραπή‐ λαυσαν τῆς ζημίας! Ἀλλὰ πολλοὶ, φησὶ, καὶ ἐκ δα‐ νεισμάτων ἐπλούτησαν. Πλείους δὲ, οἶμαι, καὶ βρό‐ χων ἥψαντο. Σὺ δὲ τοὺς μὲν πλουτήσαντας βλέπεις,
15τοὺς δὲ ἀπαγξαμένους οὐκ ἀριθμεῖς, οἳ, τὴν ἐπὶ ταῖς ἀπαιτήσεσιν αἰσχύνην μὴ φέροντες, τὸν δι’ ἀγχόνης θάνατον τοῦ ἐπονειδίστως ζῇν προετί‐ μησαν. Εἶδον ἐγὼ ἐλεεινὸν θέαμα, παῖδας ἐλευθέ‐ ρους ὑπὲρ χρεῶν πατρικῶν ἑλκομένους εἰς τὸ
20πρατήριον. Οὐκ ἔχεις καταλιπεῖν χρήματα τοῖς παισί; μὴ προσαφέλῃ καὶ τὴν εὐγένειαν. Ἓν τοῦτο διατήρησον αὐτοῖς τὸ κτῆμα τῆς ἐλευθερίας, τὴν πα‐ ρακαταθήκην ἣν παρὰ τῶν γονέων παρέλαβες. Οὐ‐ δεὶς πενίαν πατρὸς ἐνεκλήθη ποτέ· ὄφλημα δὲ πα‐
25τρῷον εἰς δεσμωτήριον ἄγει. Μὴ καταλίπῃς γραμ‐ ματεῖον ὥσπερ ἀρὰν πατρικὴν εἰς παῖδας καταβαί‐ νουσαν καὶ ἐγγόνους.
29Ἀκούετε, οἱ πλούσιοι, ὁποῖα συμβουλεύομεν
30τοῖς πτωχοῖς διὰ τὴν ὑμετέραν ἀπανθρωπίαν· ἐγ‐ καρτερεῖν μᾶλλον τοῖς δεινοῖς, ἢ τὰς ἐκ τῶν τόκων συμφορὰς ὑποδέχεσθαι. Εἰ δὲ ἐπείθεσθε τῷ Κυρίῳ, τίς χρεία τῶν λόγων τούτων; Τίς δέ ἐστιν ἡ συμ‐ βουλὴ τοῦ Δεσπότου; Δανείζετε παρ’ ὧν οὐκ ἐλπί‐
35ζετε ἀπολαβεῖν. Καὶ ποῖον, φησὶ, τοῦτο δάνεισμα, ᾧ τῆς ἀποδόσεως ἐλπὶς οὐ συνέζευκται; Νόησον τὴν δύναμιν τοῦ ῥητοῦ, καὶ θαυμάσεις τὴν φιλαν‐ θρωπίαν τοῦ νομοθέτου. Ὅταν πτωχῷ παρέχειν μέλ‐ λῃς διὰ τὸν Κύριον, τὸ αὐτὸ καὶ δῶρόν ἐστι καὶ δά‐
40νεισμα· δῶρον μὲν διὰ τὴν ἀνελπιστίαν τῆς ἀπολή‐ ψεως, δάνεισμα δὲ διὰ τὴν μεγαλοδωρεὰν τοῦ Δεσπό‐ του τοῦ ἀποτιννύντος ὑπὲρ αὐτοῦ, ὃς, μικρὰ λαβὼν διὰ τοῦ πένητος, μεγάλα ὑπὲρ αὐτῶν ἀποδώσει. Ὁ γὰρ ἐλεῶν πτωχὸν δανείζει Θεῷ. Οὐ βούλει
45τὸν πάντων Δεσπότην ὑπεύθυνον ἔχειν σεαυτῷ πρὸς τὴν ἔκτισιν; Ἢ τῶν μὲν ἐν τῇ πόλει πλουσίων ἐάν τις ὁμολογήσῃ σοι τὴν ὑπὲρ ἑτέρων ἔκτισιν, δέχῃ αὐτοῦ τὴν ἐγγύην; Θεὸν δὲ ὑπερεκτιστὴν τῶν πτω‐
χῶν οὐ προσίεσαι. Δὸς τὸ εἰκῆ κείμενον ἀργύριον,277

29

.

280

μὴ βαρύνων αὐτὸ ταῖς προσθήκαις, καὶ ἀμφοτέροις ἕξει καλῶς. Σοὶ μὲν γὰρ ὑπάρξει τὸ ἐκ τῆς φυλακῆς ἀσφαλές· τῷ δὲ λαβόντι τὸ ἐκ τῆς χρήσεως κέρδος. Εἰ δὲ καὶ προσθήκην ἐπιζητεῖς, ἀρκέσθητι τοῖς παρὰ
5τοῦ Κυρίου. Αὐτὸς ὑπὲρ τῶν πενήτων τὸν πλεο‐ νασμὸν ἀποτίσει. Παρὰ τοῦ ὄντως φιλανθρώπου ἀνάμενε τὰ φιλάνθρωπα. Ἃ γὰρ λαμβάνεις, ταῦτα μισανθρωπίας οὐδεμίαν ὑπερβολὴν ἀπολείπει. Ἀπὸ συμφορῶν κερδαίνεις, ἀπὸ δακρύων ἀργυρολο‐
10γεῖς, τὸν γυμνὸν ἄγχεις, τὸν λιμώττοντα τύπτεις· ἔλεος οὐδαμοῦ· ἔννοια τῆς συγγενείας τοῦ πάσχον‐ τος οὐδεμία· καὶ τὰ ἐντεῦθεν κέρδη φιλάνθρωπα ὀνομάζεις. Οὐαὶ οἱ λέγοντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρὸν, καὶ οἱ τὴν μισανθρωπίαν φιλανθρω‐
15πίαν προσαγορεύοντες. Οὐδὲ τὰ τοῦ Σαμψὼν αἰνίγματα τοιαῦτα ἦν, ἃ προεβάλετο τοῖς συμπόταις· Ἀπὸ ἐσθίοντος ἐξῆλθε βρῶσις, καὶ ἀπὸ ἰσχυροῦ ἐξῆλθε γλυκύ· καὶ ἀπὸ μισανθρώπου ἐξῆλθε φιλανθρωπία. Οὐ συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὰς, οὐδὲ
20ἀπὸ τριβόλων σῦκα, οὐδὲ ἀπὸ τόκων φιλανθρωπίαν. Πᾶν γὰρ δένδρον σαπρὸν καρποὺς πονηροὺς ποιεῖ. Ἑκατοστολόγοι καὶ δεκατηλόγοι τινὲς φρικτὰ καὶ ἀκουσθῆναι ὀνόματα· μηνιαῖοι ἀπαιτηταὶ, ὥσπερ οἱ τὰς ἐπιληψίας ποιοῦντες δαίμονες, κατὰ τὰς πε‐
25ριόδους τῆς σελήνης ἐπιτιθέμενοι τοῖς πτωχοῖς. Πονηρὰ δόσις ἑκατέρῳ, καὶ τῷ διδόντι, καὶ τῷ λαμ‐ βάνοντι· τῷ μὲν εἰς χρήματα, τῷ δὲ εἰς αὐτὴν τὴν ψυχὴν φέρουσα τὴν ζημίαν. Ὁ γεωργὸς, τὸν στάχυν λαβὼν, τὸ σπέρμα πάλιν ὑπὸ τὴν ῥίζαν οὐκ ἐρευνᾷ·
30σὺ δὲ καὶ τοὺς καρποὺς ἔχεις, καὶ οὐκ ἀφίστασαι τῶν ἀρχαίων. Ἄνευ γῆς φυτεύεις· ἄνευ σπορᾶς θερίζεις. Ἄδηλον, τίνι συνάγεις. Ὁ μὲν δακρύων ἐπὶ τοῖς τόκοις πρόδηλος· ὁ δὲ ἀπολαύειν μέλλων τῆς ἀπὸ τούτων περιουσίας ἀμφίβολος. Ἄδηλον γὰρ εἰ
35μὴ ἑτέροις τὴν ἐπὶ τῷ πλούτῳ χάριν ἀφήσεις, τὸ ἐκ τῆς ἀδικίας κακὸν σεαυτῷ θησαυρίσας. Μήτε οὖν τὸν θέλοντα δανείσασθαι ἀποστραφῇς, καὶ τὸ ἀργύριόν σου μὴ δῷς ἐπὶ τόκῳ, ἵνα, ἐκ Παλαιᾶς καὶ Νέας Διαθήκης τὰ συμφέροντα διδαχθεὶς, μετ’
40ἀγαθῆς τῆς ἐλπίδος πρὸς τὸν Κύριον ἀπίῃς, ἐκεῖ τοὺς τόκους τῶν ἀγαθῶν ἔργων ἀποληψόμενος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
43tΕΙΣ ΤΟΝ ΚΗʹ ΨΑΛΜΟΝ.
44tΨαλμὸς τῷ Δαβὶδ ἐξοδίου σκηνῆς.
45 Ὁ εἰκοστὸς ὄγδοος ψαλμὸς ἔχει μὲν καὶ τὸ κοινὸν τῆς ἐπιγραφῆς· Ψαλμὸς γὰρ, φησὶ, τῷ Δα‐
βίδ· ἔχει δέ τι καὶ ἰδιάζον· πρόσκειται γὰρ, Ἐξ‐279

29

.

281

οδίου σκηνῆς. Τί δὲ τοῦτό ἐστι; Νοήσωμεν τί τὸ ἐξόδιον, καὶ τίς ἡ σκηνὴ, ἵνα ἐν τῷ βουλήματι τοῦ ψαλμοῦ δυνηθῶμεν γενέσθαι. Πρὸς μὲν οὖν τὴν ἱστο‐ ρίαν δόξει τοῖς ἱερεῦσι καὶ τοῖς Λευΐταις ἀφεμένοις
5τοῦ ἔργου τὸ παράγγελμα δίδοσθαι τοῦτο, ὥστε μεμνῆσθαι τῶν ὀφειλόντων αὐτοῖς παρασκευασθῆναι πρὸς τὴν λατρείαν. Ἐξοδεύουσι γὰρ ἀπὸ τῆς σκηνῆς καὶ ἐξιοῦσι λοιπὸν ὁ λόγος διαμαρτύρεται ἅτινα αὐτοὺς ἑτοιμάσαντας προσῆκε, τίνα ἔχοντας πρὸς τὴν
10ἑξῆς ἀπαντῆσαι· ὅτι, υἱοὺς κριῶν· ὅτι, δόξαν καὶ τιμήν· ὅτι, δόξαν ὀνόματι αὐτοῦ· ὅτι, οὐδαμοῦ ἀλλα‐ χοῦ λατρεύειν ἢ ἐν τῇ αὐλῇ τοῦ Κυρίου καὶ ἐν τῷ τόπῳ τοῦ ἁγιάσματος προσῆκε. Πρὸς δὲ τὸν ἡμέτε‐ ρον νοῦν τὸν τὰ ὑψηλὰ θεωροῦντα, καὶ διὰ τῆς με‐
15γαλοφυοῦς καὶ πρεπούσης τῇ θείᾳ Γραφῇ διανοίας οἰκειοῦντα ἡμῖν τὸν νόμον, ἐκεῖνα ἡμῖν ὑποπίπτει· οὔτε κριὸς τὸ ἄῤῥεν ἐν τοῖς προβάτοις νοεῖται, οὔτε σκηνὴ τὸ ἐκ τῆς ἀψύχου ταύτης ὕλης συμπηγνύμε‐ νον οἴκημα, οὔτε ἔξοδος σκηνῆς ἡ ἀπὸ τοῦ ναοῦ
20ἀναχώρησις, ἀλλὰ σκηνὴ μὲν ἡμῖν τὸ σῶμα τοῦτο, ὡς ὁ Ἀπόστολος ἡμᾶς ἐδίδαξε λέγων, ὅτι Οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν· καὶ πάλιν ὁ ψαλμός· Καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου. Ἐξ‐ όδιον δὲ σκηνῆς ἡ ἀπὸ τοῦ βίου τούτου ἀναχώρησις,
25πρὸς ἣν παρασκευάζεσθαι ἡμᾶς ὁ λόγος παρεγγυᾷ, τάδε τινὰ καὶ τάδε κομίζοντας τῷ Κυρίῳ· ἐπείπερ ἡ ἐνταῦθα ἐργασία ἐφόδιόν ἐστι πρὸς τὸ μέλλον. Καὶ ὁ ἐνταῦθα διὰ τῶν ἀγαθῶν ἔργων δόξαν φέρων καὶ τιμὴν τῷ Κυρίῳ, οὗτος δόξαν ἑαυτῷ καὶ τιμὴν κατὰ
30τὴν δικαίαν τοῦ κριτοῦ ἀνταπόδοσιν θησαυρίζει. Ἐν πολλοῖς μέντοι τῶν ἀντιγράφων προσκείμενον εὕρο‐ μεν τὸ, Ἐνέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ. Καὶ ἐπεί‐ περ οὐ παντὸς δῶρον εὐπρόσδεκτον τῷ Θεῷ, ἀλλὰ τοῦ ἀπὸ καρδίας προσάγοντος καθαρᾶς· Οὐ γὰρ
35ἁγναὶ, φησὶν, εὐχαὶ ἀπὸ μισθώματος ἑταίρας· καὶ πάλιν Ἱερεμίας, Μὴ εὐχαὶ, φησὶ, καὶ κρέα ἅγια ἀφελοῦσί σου τὰς κακίας, ἢ τούτοις ἔσῃ καθα‐ ρός; διόπερ ὁ ψαλμὸς πρότερον ἡμᾶς βούλεται υἱοὺς εἶναι Θεοῦ, εἶτα τότε ἀπαντᾷν ἐπὶ τὸ προσκομίζειν τὰ
40δῶρα τῷ Θεῷ, καὶ ταῦτα οὐ τὰ τυχόντα, ἀλλ’ οἷα αὐ‐ τὸς διετάξατο. Πρότερον εἰπὲ, Πάτερ, εἶτα αἴτησον τὰ ἐφεξῆς. Δοκίμασον δὲ σεαυτὸν ἐκ ποταποῦ βίου ἀπήν‐ τηκας· εἰ ἄξιος εἶ Θεὸν τὸν ἅγιον πατέρα σεαυτοῦ ὀνομάζειν. Δι’ ἁγιασμοῦ ἐστιν ἡμῖν ἡ πρὸς τὸν ἅγιον
45οἰκείωσις. Εἰ βούλει ἀεὶ υἱὸς τοῦ ἁγίου εἶναι, ἁγιασμός σε υἱοθετείτω. Ἐνέγκατε οὖν τῷ Κυρίῳ οὐχ οἱ τυχόντες, οὐδὲ οἱ ἐκ τῶν τυχόντων, ἀλλ’ υἱοὶ τοῦ Θεοῦ. Μεγάλα μέλλει ἐπιζητεῖν τὰ δῶρα· διὰ τοῦτο μεγάλους ἐκλέγεται τοὺς προσφέροντας. Ἵνα

29

.

281

(50)

γάρ σου μὴ ῥίψῃ χαμαὶ τοὺς λογισμοὺς, μηδέ σε ποιήσῃ κριὸν τὸ ἄλογον τοῦτο τετράπουν καὶ βλη‐
χητικὸν ζῶον ἐπιζητεῖν, ὡς ἐκ τῆς τούτου θυσίας281

29

.

284

προσδοκᾷν ἱλεοῦσθαι τὸν Θεὸν, Ἐνέγκατε, φησὶ,τῷ Κυρίῳ, υἱοὶ Θεοῦ. Οὐ γὰρ υἱοῦ χρεία, ἵνα υἱὸν αὐ‐ τὸν προσφέρῃ, ἀλλ’ εἰ μέγα τι ὁ υἱὸς, μέγα τι καὶ ἐπάξιον τῆς τε υἱοῦ διαθέσεως καὶ τῆς πατρικῆς
5ἀξίας τὸ προσφερόμενον εἶναι προσῆκεν. Υἱοὺς οὖν, φησὶν, ἐνέγκατε κριῶν· ἵνα καὶ αὐτοὶ οἱ προσφε‐ ρόμενοι παρ’ ὑμῶν ἀπὸ τοῦ εἶναι υἱοὶ κριῶν εἰς τὸ γενέσθαι υἱοὶ Θεοῦ μεταβάλωνται. Ὁ κριὸς τοίνυν ἡγεμονικόν ἐστι ζῶον, καθ‐
10ηγούμενον τῶν προβάτων ἐπί τε νομὰς τροφίμους καὶ ἀναπαύσεις ὑδάτων, καὶ πάλιν ἐπὶ σηκοὺς καὶ ἐπαύλεις. Τοιοῦτοι δέ τινες καὶ οἱ τῆς ποίμνης τοῦ Χριστοῦ προεστῶτες· προάγοντες μὲν ἐπὶ τὰς εὐαν‐ θεῖς καὶ εὐώδεις τῆς πνευματικῆς διδασκαλίας τρο‐
15φὰς, καὶ ὕδατι ζῶντι τῇ ἐπιχορηγίᾳ τοῦ Πνεύματος ἄρδοντες καὶ ὑψοῦντες καὶ πρὸς καρποφορίαν ἐκτρέ‐ φοντες· ὁδηγοῦντες δὲ πρὸς ἀνάπαυσιν, καὶ τὴν ἀπὸ τῶν ἐπιβουλευόντων ἀσφάλειαν. Τούτων οὖν τοὺς υἱοὺς παρὰ τῶν υἱῶν τοῦ Θεοῦ προσάγεσθαι βούλεται
20τῷ Κυρίῳ ὁ λόγος. Εἰ δὲ κριοὶ οἱ προηγούμενοι τῶν λοιπῶν, υἱοὶ ἂν τούτων εἶεν οἱ πρὸς τὸν κατ’ ἀρετὴν βίον διὰ τῆς τῶν ἀγαθῶν ἔργων σπουδῆς ἐκ τῆς διδασκαλίας τῶν προεστώτων μεμορφωμένοι. Ἐνέγκατε οὖν τῷ Κυρίῳ, υἱοὶ Θεοῦ, ἐνέγκατε τῷ
25Κυρίῳ υἱοὺς κριῶν. Ἔμαθες τίνι διαλέγεται; ἔμα‐ θες περὶ τίνων; Ἐνέγκατε τῷ Κυρίῳ, φησὶ, δόξαν καὶ τιμήν. Πῶς οὖν ἡμεῖς, ἡ γῆ καὶ σποδὸς, τῷ μεγάλῳ Κυρίῳ δόξαν προσφέρομεν; πῶς δὲ καὶ τιμήν; Δόξαν μὲν διὰ τῶν ἀγαθῶν ἔργων, ὅταν
30λάμπῃ τὰ ἔργα ἡμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὥστε ἰδόντας τοὺς ἀνθρώπους τὰ ἔργα ἡμῶν δοξάσαι τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Καὶ διὰ σω‐ φροσύνης καὶ τοῦ ἐπιβάλλοντος τοῖς τὴν εὐσέβειαν ἐπαγγελλομένοις ἁγιασμοῦ δοξάσαι δυνατόν ἐστι τὸν
35Θεὸν κατὰ τὴν τοῦ Παύλου παραίνεσιν, λέγοντος· Δοξάσατε δὴ τὸν Θεὸν ἐν τοῖς μέλεσιν ὑμῶν. Ταύτην καὶ ἀπαιτεῖ παρὰ τῶν εἰς αὐτὸν πιστευόντων καὶ τῷ χαρίσματι τῆς υἱοθεσίας τετιμημένων τὴν δόξαν ὁ Κύριος. Υἱὸς γὰρ, φησὶν, δοξάζει πατέρα·
40καὶ, Εἰ πατήρ εἰμι ἐγὼ, ποῦ ἔστιν ἡ δόξα μου; Τιμὴν δὲ φέρει τῷ Θεῷ ὁ κατὰ τὴν Παροιμίαν τιμῶν τὸν Θεὸν ἀπὸ τῶν δικαίων ἑαυτοῦ πόνων, καὶ ἀπαρ‐ χόμενος αὐτῷ ἀπὸ καρπῶν αὐτοῦ δικαιοσύνης. Καὶ πᾶς δὲ ὁ ἐπιτεταγμένως θεολογῶν, ὡς μὴ ἀπο‐
45πίπτειν τῆς ὀρθῆς περὶ Πατρὸς ἐννοίας, καὶ περὶ283

29

.

285

τῆς τοῦ Μονογενοῦς θεότητος, καὶ περὶ τῆς τοῦ ἁγίου Πνεύματος δόξης, οὗτος φέρει τῷ Κυρίῳ δόξαν καὶ τιμήν. Ἐπιτείνει δὲ τὴν δόξαν ὁ δυνάμενος τοὺς λό‐ γους ἀποδιδόναι καθ’ οὓς ἔκτισται τὰ σύμπαντα, καὶ
5καθ’ οὓς συγκρατεῖται, τῆς ἀπ’ αὐτοῦ προνοίας μέχρι τῶν μικροτάτων διικνουμένης, καὶ καθ’ οὓς μετὰ τὴν ὧδε οἰκονομίαν ὑπὸ τὴν κρίσιν ἀχθήσεται. Ὁ τρα‐ νοῖς καὶ ἀσυγχύτοις λογισμοῖς αὐτός τε θεωρῆσαι τὰ καθ’ ἕκαστον δυνηθεὶς, καὶ μετὰ τὸ αὐτὸς τεθεωρη‐
10κέναι, δυνάμενος καὶ ἑτέροις τὰ περὶ τῆς ἀγαθότη‐ τος τοῦ Θεοῦ καὶ τῆς δικαίας κρίσεως αὐτοῦ παραστῆσαι, οὗτός ἐστιν ὁ φέρων τῷ Κυρίῳ δόξαν καὶ τιμὴν, καὶ ὁ τῷ ἁρμόζοντι τῇ τοιαύτῃ θεωρίᾳ κεχρημένος βίῳ. Τοῦ γὰρ τοιούτου λάμπει τὸ φῶς
15ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ λόγῳ καὶ ἔργῳ καὶ διὰ παντοδαπῶν ἀνδραγαθημάτων δοξαζομένου τοῦ ἐν οὐρανοῖς Πατρός. Οὐ φέρει δὲ τῷ Κυρίῳ δόξαν καὶ τιμὴν ὁ περὶ τὴν ἀνθρωπίνην ἐπτοημένος δόξαν· οὐδὲ ὁ τιμῶν ἀργύριον· οὐδὲ ὁ τὰς ἡδονὰς τιμῶν τοῦ σώ‐
20ματος· οὐδὲ ὁ θαυμάζων τὰ ἀλλότρια τῆς θεοσεβείας δόγματα. Ὥσπερ γὰρ διὰ τῶν ἀγαθῶν ἔργων δόξαν φέρομεν τῷ Κυρίῳ, οὕτω διὰ τῶν πονηρῶν ἔργων τὸ ἐναντίον. Τοῖς γὰρ ἁμαρτάνουσι τί λέγει; Τὸ ὄνομά μου δι’ ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσι.
25Καὶ πάλιν ὁ Ἀπόστολος· Διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις. Ὕβρις γάρ ἐστι τῷ νο‐ μοθέτῃ ἡ τῶν νόμων ὑπεροψία καὶ καταφρόνησις. Καὶ οἰκίας κακῶς οἰκουμένης ἐν ᾗ θυμὸς καὶ κραυγὴ, ὕβρις καὶ γέλως, τρυφὴ καὶ ἀσωτία, ἀκαθαρσία καὶ
30ἀσέλγεια, ἐπὶ τὸν κρατοῦντα αὐτῆς ἡ ἀτιμία καὶ ἡ αἰσχύνη τῶν γινομένων ἐπάνεισιν. Ἀκόλουθον δὲ νοεῖν ἡμᾶς, ὅτι, ὥσπερ ἐν τοῖς ἀγαθοῖς ἔργοις δοξά‐ ζεται ὁ Θεὸς, οὕτως ἐν τοῖς πονηροῖς δοξάζεται ὁ ἐχθρός. Ὅταν γὰρ, ἄρας τὰ μέλη τοῦ Χριστοῦ,
35ποιήσω μέλη πόρνης, μετήνεγκα τὴν δόξαν ἐπὶ τὸν ἀπολλύντα με ἀπὸ τοῦ σώζοντός με. Καὶ ὁ ἄπι‐ στος μεταλλάσσει τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν εἰ‐ κόνι φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετραπό‐ δων καὶ ἑρπετῶν τῶν ἐπὶ τῆς γῆς. Καὶ ὁ σεβόμενος
40καὶ ὁ λατρεύων τῇ κτίσει παρὰ τὸν κτίσαντα, οὐ τῷ Θεῷ φέρει δόξαν, ἀλλὰ τοῖς κτίσμασιν. Ὥστε ὁ κτίσμα λέγων τι, εἶτα προσκυνῶν, γνωριζέτω ἑαυτοῦ τὴν μερίδα μεθ’ ἧς τετάξεται. Φοβηθῶμεν οὖν μὴ, δόξαν καὶ καύχημα διὰ τῆς ἁμαρτίας ἡμῶν τῷ δια‐
45βόλῳ προσφέροντες, μετ’ αὐτοῦ τῇ αἰωνίᾳ αἰσχύ‐ νῃ παραδοθῶμεν. Ὅτι γὰρ ἡ ἁμαρτία ἡμῶν δόξα τῷ ἐνεργοῦντι αὐτὴν ἐν ἡμῖν γίνεται, νόησον δι’ εἰκόνος τὸ λεγόμενον. Δύο στρατηγῶν ἀντεπιόντων ἀλλήλοις, ὅταν μὲν τοῦτο νικᾷ τὸ τάγμα, ὁ στρατοπεδάρχης

29

.

285

(50)

αὐτοῦ τὴν δόξαν φέρεται· ὅταν δὲ τὸ ἐναντίον ἐπι‐ κρατῇ, ἐπ’ ἐκεῖνον πάλιν ἡ τιμὴ μεταπίπτει. Οὕτως
ἐν μὲν τοῖς ἀγαθοῖς σου ἔργοις Κύριός ἐστιν ὁ δοξα‐285

29

.

288

ζόμενος, ἐν δὲ τοῖς ἐναντίοις ὁ ἐναντίος. Καὶ μὴ μα‐ κράν μοι περινόει τοὺς πολεμίους, μηδὲ πόῤῥω‐ θεν ἀποσκόπει τοὺς στρατηγούς· ἀλλὰ σεαυτὸν ἐπί‐ σκεψαι, καὶ πᾶσαν τὴν ἀλήθειαν τῆς εἰκόνος εὑρήσεις.
5Ὅταν γὰρ νοῦς παλαίῃ τῷ πάθει, ἐὰν μὲν δι’ εὐτο‐ νίας καὶ προσεχείας ἐπικρατῇ, φέρεται κατὰ τοῦ πάθους τὰ νικητήρια, καὶ οἱονεὶ στεφανοῖ δι’ ἑαυ‐ τοῦ τὸν Θεόν. Ὅταν δὲ καταμαλακισθεὶς ὑποκύψῃ τῇ ἡδονῇ, δοῦλος καὶ αἰχμάλωτος ταῖς ἁμαρτίαις γενόμενος, καύχημα καὶ ἔπαρσιν καὶ ὑπερηφανίας προσ‐
10τίθησι τῷ ἐχθρῷ. Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐ‐ τοῦ. Μετὰ τὴν καρποφορίαν τῶν ἐπιζητουμένων, ἀναγκαία ἡ προσκύνησις. Προσκύνησις δὲ ἡ οὐκ ἔξω τῆς Ἐκκλησίας, ἀλλ’ ἐν αὐτῇ τῇ αὐλῇ τοῦ Θεοῦ τελου‐
15μένη. Μή μοι, φησὶν, ἰδίας αὐλὰς καὶ συναγωγὰς ἐπινοεῖτε. Μία ἐστὶν αὐλὴ ἁγία τοῦ Θεοῦ. Ἦν αὐλὴ πρότερον ἡ τῶν Ἰουδαίων συναγωγή· ἀλλὰ μετὰ τὴν εἰς Χριστὸν ἁμαρτίαν ἐγένετο ἡ ἔπαυλις αὐτῶν ἠρη‐ μωμένη. Διὰ τοῦτο καὶ ὁ Κύριος· Καὶ ἄλλα πρό‐
20βατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης. Τοὺς ἀπὸ τῶν ἐθνῶν προωρισμένους εἰς σωτηρίαν λέγων, δείκνυσιν ἰδίαν αὐλὴν παρὰ τὴν τῶν Ἰουδαίων. Οὐ τοίνυν ἔξω τῆς ἁγίας ταύτης αὐλῆς προσκυνεῖν προσ‐ ῆκε τῷ Θεῷ, ἀλλ’ ἔνδον αὐτῆς γενόμενον· ἵνα μὴ
25ἔξω τις αὐτῆς ὢν, μηδὲ ἑλκόμενος ὑπὸ τῶν ἔξω, ἀπ‐ ολέσῃ τὸ εἶναι ἐν αὐλῇ Κυρίου. Πολλοὶ γὰρ ἑστᾶσιν ἐν σχήματι μὲν προσευχῆς, οὔκ εἰσι δὲ ἐν τῇ αὐλῇ, διὰ τὴν τοῦ νοῦ περιφορὰν καὶ τὸν ἀφελκυσμὸν τῆς δια‐ νοίας αὐτῶν ὑπὸ τῆς ἐν τῇ ματαιότητι μερίμνης.
30Δυνατὸν δὲ αὐλὴν ἔτι ἐπαναβεβηκότως νοῆσαι τὴν ἐπουράνιον διαγωγήν. Διὰ τοῦτο οἱ Πεφυτευμέ‐ νοι ἐνταῦθα ἐν τῷ οἴκῳ Κυρίου, ἥτις ἐστὶν Ἐκ‐ κλησία Θεοῦ ζῶντος, ἐκεῖ Ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν. Ὁ δὲ θεοποιῶν κοιλίαν, ἢ δό‐
35ξαν, ἢ ἀργύριον, ἢ ἄλλο τι, ὃ πάντων μᾶλλον τετίμη‐ κεν, οὔτε προσκυνεῖ τῷ Κυρίῳ, οὔτε ἐν τῇ αὐλῇ ἐστι τῇ ἁγίᾳ, κἂν ἄξιος τῶν αἰσθητῶν συνάξεων εἶναι δοκῇ. Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων. Πολλαχοῦ ἂν εὕροις τὸ τῆς φωνῆς ὄνομα κείμενον. Ὥστε ὑπὲρ τοῦ
40νοῆσαι, τίς ἐστι τοῦ Κυρίου ἡ φωνὴ, ἄξιόν ἐστι συν‐ αγαγεῖν ἡμᾶς κατὰ τὸ δυνατὸν ἐκ τῆς θείας Γραφῆς τὰ γεγραμμένα περὶ φωνῆς· ὡς ἐν τῷ πρὸς Ἀβραὰμ
χρηματισμῷ· Καὶ εὐθέως φωνὴ ἐγένετο λέγουσα·287

29

.

289

Οὐ κληρονομήσει σε οὗτος· καὶ ἐπὶ Μωϋσεῖ· Καὶ πᾶς ὁ λαὸς ἑώρα τὴν φωνὴν καὶ τὰς λαμπάδας· καὶ παρὰ τῷ Ἡσαΐᾳ πάλιν· Φωνὴ λέγοντος· Βόη‐ σον. Ἡ μὲν οὖν παρ’ ἡμῖν φωνὴ ἢ ἀήρ ἐστι πεπλη‐
5γμένος, ἢ τὸ γινόμενον εἶδος περὶ τὸν ἀέρα, πρὸς ὃ βούλεται τυποῦν ὁ ἐκφωνῶν. Τί οὖν ἡ φωνὴ τοῦ Κυρίου; πότερον πληγὴ περὶ τὸν ἀέρα νοοῖτο; ἢ ἀὴρ πεπληγμένος φθάνων μέχρι τῆς ἀκοῆς τοῦ πρὸς ὃν γίνεται ἡ φωνή; Ἢ οὐδέτερον τούτων, ἀλλ’ ἑτερογε‐
10νής τίς ἐστιν αὕτη, φαντασιουμένου τοῦ ἡγεμονικοῦ τῶν ἀνθρώπων οὓς ἂν ἀκούειν βούληται τῆς ἰδίας φωνῆς ὁ Θεός· ὥστε ἀναλογίαν ἔχειν τὴν φαντασίαν ταύτην πρὸς τὴν ἐν τοῖς ὀνείροις γινομένην πολλάκις. Ὥσπερ γὰρ, οὐ πληττομένου τοῦ ἀέρος, λαμβάνομέν
15τινα ἐν ταῖς καθ’ ὕπνον φαντασίαις ῥημάτων τινῶν καὶ φθόγγων μνήμην, οὐ διὰ τῆς ἀκοῆς δεξά‐ μενοι τὴν φωνὴν, ἀλλ’ αὐτῆς τῆς καρδίας ἡμῶν τυ‐ πωθείσης· τοιαύτην τινὰ χρὴ νομίζειν καὶ τὴν παρὰ τοῦ Θεοῦ φωνὴν ἐγγίνεσθαι τοῖς προφήταις. Φωνὴ
20Κυρίου ἐπὶ τῶν ὑδάτων. Ὡς μὲν πρὸς τὸ αἰσθητὸν, ἐπειδὴ αἱ νεφέλαι, ἐπειδὰν ὕδατος ὦσι πλήρεις, ἦχον καὶ ψόφον ἀποτελοῦσι συγκρουόμεναι πρὸς ἀλλήλας, Φωνὴ, φησὶ, Κυρίου ἐπὶ τῶν ὑδάτων. Ἀλλὰ καὶ εἴ που ψόφος ὑδάτων περιῤῥηγνυμένων τισὶ τῶν
25ἀντιτύπων γίγνοιτο, καὶ εἰ ἡ θάλασσα πνεύμασι τα‐ ρασσομένη κυμαίνοιτο, καὶ βίαιον ἦχον ἐκπέμποι, τὰ ἄψυχα ταῦτα τὴν παρὰ τοῦ Κυρίου ἔχει φωνὴν, δει‐ κνύντος τοῦ λόγου, ὅτι πᾶσα ἡ κτίσις μονονουχὶ βοᾷ τὸν ἑαυτῆς δημιουργὸν ἀναγγέλλουσα. Κἂν βροντὴ δὲ
30ἀπὸ νεφῶν ἐκραγῇ, οὐκ ἄλλο τι χρὴ νομίζειν, ἢ ὅτι ὁ Θεὸς τῆς δόξης ἐβρόντησε, καὶ ὅτι Κύριός ἐστιν ὁ τὴν ὑγρὰν φύσιν συνέχων δι’ ἑαυτοῦ. Κύριος ἐπὶ ὑδάτων πολλῶν. Μεμαθήκαμεν γὰρ ἐν τῇ κοσμο‐ γενείᾳ ὕδωρ ἐπάνω τῶν οὐρανῶν, ὕδωρ πάλιν τὸ τῆς
35ἀβύσσου, ἕτερον τὰ συστήματα τῶν θαλασσῶν. Τίς οὖν ἐστιν ὁ συγκρατῶν ταῦτα, καὶ μὴ ἐῶν αὐτὰ τῇ φυσικῇ ῥοπῇ φέρεσθαι πρὸς τὰ κάτω, ἢ ὁ Κύ‐ ριος ὁ τοῖς πᾶσιν ἐμβεβηκὼς, ὃς καὶ τῶν ὑδάτων ἔχει τὸ κράτος; Τάχα δὲ καὶ μυστικώτερον, Φωνὴ
40Κυρίου ἐπὶ τῶν ὑδάτων, ὅτε βαπτισθέντι τῷ Ἰησοῦ ἐγένετο ἄνωθεν φωνὴ, ὅτι Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός. Τότε γὰρ ὁ Κύριος μὲν ἦν ἐπὶ ὑδάτων πολλῶν, ἁγιάζων τὰ ὕδατα διὰ τοῦ βαπτίσματος· ὁ δὲ Θεὸς τῆς δόξης τῇ μεγαλοφωνίᾳ τῆς μαρτυρίας
45ἄνωθεν ἐπεβρόντησε. Καὶ τοῖς βαπτιζομένοις δὲ ἡ παρὰ τοῦ Κυρίου καταλειφθεῖσα φωνὴ ἐπιλέγεται· Πορευθέντες γὰρ, φησὶ, βαπτίζετε εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύ‐
ματος. Φωνὴ οὖν Κυρίου ἐπὶ τῶν ὑδάτων. Συν‐289

29

.

292

ίσταται δὲ ἡ βροντὴ, ὅταν πνεῦμα ξηρὸν καὶ βίαιον κοιλότησι νεφέλης ἐναποληφθὲν, καὶ ὑπὸ εὐτο‐ νίας τοῖς κοιλώμασι τῶν νεφῶν ἐνστρεφόμενον, ζητῇ διέξοδον πρὸς τὰ ἔξω. Ἀντέχουσαι μὲν οὖν ὑπὸ τῆς
5ἄγαν πιλήσεως αἱ νεφέλαι, τὸν τραχὺν ἐκεῖνον ἐκ τῆς τοῦ πνεύματος παρατρίψεως ἀποτελοῦσιν ἦχον· ἐπει‐ δὰν δὲ ὥσπερ πομφόλυγες περιταθεῖσαι τῷ πνεύματι ἐπιπλέον ἀντέχειν καὶ στέγειν ἀδυνατήσωσι, βιαίως ἀποῤῥηγνύμεναι καὶ πρὸς τὴν ἔξω ἀναπνοὴν
10διεῖσαι τὸ πνεῦμα, τοὺς κατὰ τὰς βροντὰς ἀποτε‐ λοῦσι ψόφους. Τοῦτο δὲ καὶ ἀστραπὴν ἐργάζεσθαι πέφυκε. Κύριος οὖν ἐστιν ὁ καὶ ἐπὶ τῶν ὑδάτων ὢν, καὶ ὁ τοὺς μεγάλους ψόφους τῆς βροντῆς ἐνεργῶν, ἐν ἀπαλῇ τοῦ ἀέρος φύσει τοσαύτην ψόφου ὑπερβολὴν
15ἐργαζόμενος. Δυνατὸν δέ σοι καὶ κατὰ τὸν ἐκκλησια‐ στικὸν λόγον τὴν μετὰ τὸ βάπτισμα γινομένην ἐκ τῆς μεγαλοφωνίας τοῦ Εὐαγγελίου ἐν ταῖς ψυχαῖς τῶν ἤδη τελειουμένων παράδοσιν βροντὴν ὀνομάζειν. Ὅτι γὰρ βροντὴ τὸ Εὐαγγέλιον, δηλοῦσιν οἱ παρὰ
20τοῦ Κυρίου μετονομασθέντες μαθηταὶ καὶ υἱοὶ βρον‐ τῆς χρηματίζοντες. Διὰ τοῦτο οὐκ ἐν τῷ τυχόντι τῆς τοιαύτης βροντῆς ἡ φωνὴ, ἀλλ’ ἐάν τις ἄξιος ᾖ ὀνο‐ μάζεσθαι τροχός. Φωνὴ γὰρ τῆς βροντῆς σου, φησὶν, ἐν τῷ τροχῷ. Ἐάν τις ᾖ τοῖς ἔμπροσθεν
25ἐπεκτεινόμενος, ὥσπερ ὁ τροχὸς, ὀλίγῳ μέρει τῆς γῆς ἐφαπτόμενος, καὶ ὅλως τοιοῦτος, ὁποῖος ἦν περὶ οὗ ἔλεγεν Ἰεζεκιήλ· Καὶ εἶδον, καὶ ἰδοὺ τροχὸς εἷς ἐπὶ γῆς ἐχόμενος τῶν ζώων τοῖς τέσ‐ σαρσι, καὶ τὸ εἶδος αὐτῶν καὶ ἡ ποίησις αὐτῶν ὡς εἶδος Θαρσεῖς. Ὁ Θεὸς οὖν τῆς δόξης ἐβρόντησε, Κύριος
30ἐπὶ ὑδάτων πολλῶν. Ὕδατά εἰσι καὶ οἱ ἅγιοι, διότι ποταμοὶ ῥέουσιν ἐκ τῆς κοιλίας αὐτῶν, τουτέστι, πνευματικὴ διδασκαλία ἄρδουσα τὰς ψυχὰς τῶν ἀκουόντων. Καὶ πάλιν, λαμβάνουσιν ὕδωρ ἁλλόμενον εἰς ζωὴν αἰώνιον, ὅπερ γίνεται ἐν τοῖς καλῶς λαβοῦσι
35πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Ἐπὶ τῶν τοιούτων οὖν ὑδάτων ὁ Κύριος. Μνήσθητι δὲ καὶ τῆς ἱστορίας Ἠλίου, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἔτη τρία καὶ μῆνας ἕξ· ὅτε, αἰθρίας οὔσης ἐπὶ τὴν κορυφὴν τοῦ Καρμήλου, ἤκουσε φωνῆς ὑδάτων πολλῶν· εἶτα ἐπηκο‐
40λούθησε τὸ καὶ βροντὴν γενέσθαι ἐκ νεφελῶν καὶ ὕδωρ ῥυῆναι. Κύριος οὖν ἐπὶ ὑδάτων πολλῶν. Φωνὴ Κυ‐ ρίου ἐν ἰσχύϊ. Ὥσπερ ἐν τῷ τροχῷ ἡ φωνὴ γίνεται, οὕ‐ τως ἐν ἰσχύϊ ἡ φωνὴ συνίσταται τοῦ Κυρίου. Ὁ γὰρ πάντα ἰσχύων ἐν τῷ ἐνδυναμοῦντι αὐτὸν Χριστῷ, οὗ‐
45τος ἀκούει τῶν ἐντολῶν τοῦ Κυρίου, καὶ ποιεῖ. Φωνὴ οὖν Κυρίου, οὐκ ἐν τῇ ἀσθενεῖ καὶ ἐκλελυμένῃ ψυχῇ, ἀλλ’ ἐν τῇ εὐτόνως καὶ ἰσχυρῶς κατεργαζομένῃ τὸ ἀγαθόν. Φωνὴ Κυρίου ἐν μεγαλοπρεπείᾳ. Ἡ μεγα‐ λοπρέπεια ἀρετή ἐστιν ἐκπρεπῶς μεγάλη. Ὁ

29

.

292

(50)

οὖν πρεπόντως ἀποδιδοὺς τὰς περὶ τῶν μεγάλων291

29

.

293

πράξεων ἐνεργείας, ὁ τοιοῦτος ἀκούει μεγαλοπρε‐ πής. Ὅταν οὖν ψυχὴ ἀδούλωτος ᾖ τῷ φρονήματι τῆς σαρκὸς, μέγεθος δὲ καὶ ἀξίωμα πρέπον ἑαυτῇ ἐκ τῆς συναισθήσεως τῶν προσόντων αὐτῇ ἀπὸ Θεοῦ
5ἀναλάβῃ, ἐν ταύτῃ γίνεται ἡ φωνὴ τοῦ Κυρίου. Οἱ οὖν μεγαλοφυεῖς μὲν ἔχοντες τὰς περὶ Θεοῦ ἐννοίας, ὑψηλῶς δὲ τεθεωρηκότες τοὺς περὶ κτίσεως λόγους, καὶ δυνηθέντες ἐπὶ ποσὸν γοῦν ἐπιβαλεῖν τῷ ἀγαθῷ τῆς τοῦ Θεοῦ προνοίας, καὶ προσέτι ἐν ταῖς δαπάναις
10ἀφειδεῖς, καὶ μεγαλόδωροι ἐν τῷ τὰς τῶν ἀδελφῶν χρείας ἐπανορθοῦσθαι, οὗτοί εἰσιν οἱ μεγαλοπρεπεῖς, ἐν οἷς ἡ φωνὴ τοῦ Κυρίου ἐμπολιτεύεται. Τῷ ὄντι γὰρ ὁ μεγαλοπρεπὴς ὑπερορᾷ πάντα τὰ σωματικὰ, οὐδενὸς εἶναι ἄξια κρίνων λόγου τῇ παραθέσει τῶν
15ἀοράτων. Τὸν μεγαλοπρεπῆ οὐδεμία λυπήσει περί‐ στασις· οὐδὲ ὅλως πάθος τι αὐτὸν ἐκταράξει, οὐδὲ ἀνθρωπαρίων φαύλων καὶ εὐκαταφρονήτων ἁμαρ‐ τήματα κινήσει· οὐδὲ ἀκαθαρσία τῆς σαρκὸς αὐτὸν ταπεινώσει. Δυσπρόσιτος γάρ ἐστι τοῖς ταπεινωτι‐
20κοῖς πάθεσιν, οὐδὲ προσβλέπειν αὐτῷ δυναμένοις διὰ τὸ ὕψος τῆς γνώμης. Λέγεται δέ τις καὶ Θεοῦ με‐ γαλοπρέπεια· ὡς τὸ, Ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. Οἱ οὖν τὰ μεγάλα περὶ Θεοῦ δοξάζοντες, οὗτοι ὑπεραίρουσιν αὐτοῦ τὴν με‐
25γαλοπρέπειαν. Φωνὴ Κυρίου συντρίβοντος κέδρους. Ἡ κέ‐ δρος ποτὲ μὲν ὡς μόνιμον, καὶ σήψεως βέλτιον, καὶ εὐῶδες, καὶ σκέπην ἱκανὸν παρέχεσθαι παρὰ τῆς Γραφῆς ἐπαινεῖται· ποτὲ δὲ ὡς ἄκαρπον καὶ δυσκαμ‐
30πὲς διαβάλλεται, ὡς καὶ εἰκόνα πληροῦν τοῦ ἀσεβοῦς. Εἶδον γὰρ τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρό‐ μενον ὡς τὰς κέδρους τοῦ Λιβάνου. Καθ’ ὃ τὸ σημαινόμενον καὶ νῦν παρελήφθη. Ἡ γὰρ φωνὴ τοῦ Κυρίου συντρίβει κέδρους. Ὥσπερ γὰρ ἐν τῇ
35μεγαλοπρεπεῖ ψυχῇ γίνεται, οὕτω τοὺς εἰκῆ φυ‐ σιουμένους, τοὺς ἐπαίροντας ἑαυτοὺς ἐν τοῖς νο‐ μιζομένοις ὑψώμασι τοῦ κόσμου τούτου, πλούτου, ἢ δόξης, ἢ δυναστείας, ἢ κάλλους σώματος, ἢ δυ‐ νάμεως, ἢ ἰσχύος. συντρίβειν λέγεται. Καὶ συν‐
40τρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου. Οἱ τοῖς ἀλλοτρίοις πράγμασιν ἐπιβαίνοντες, καὶ ἀπ’ ἐκείνων ἑαυτοῖς τὴν ἀλαζονείαν συνάγοντες, οὗτοί εἰσι κέδροι τοῦ Λιβάνου. Ὥσπερ γὰρ αἱ κέδροι, καθ’ ἑαυτὰς οὖ‐ σαι ὑψηλαὶ, τῷ ἐπ’ ὄρους ὑψηλοῦ πεφυκέναι, ἐκ τῆς
45προσθήκης τοῦ ὄρους περιφανέστεραι γίνονται· οὕτω καὶ οἱ τοῖς φθαρτοῖς τοῦ κόσμου πράγμασιν ἐπερει‐ δόμενοι κέδροι μέν εἰσι διὰ τὴν ἀλαζονείαν καὶ τὸ τῆς διανοίας ἔπαρμα, Λιβάνου δὲ κέδροι προσαγορεύον‐ ται, διὰ τὸ τῷ ἀλλοτρίῳ ὑψώματι ἐπαγάλλεσθαι, καὶ

29

.

293

(50)

ὑπὸ γῆς καὶ τῶν γηίνων πραγμάτων, οἷον ὑπὸ τῆς κορυφῆς τοῦ Λιβάνου, πρὸς ἀλαζονείαν ἐπαίρεσθαι. Οὐ πάσας δὲ τὰς κέδρους συντρίβει ὁ Κύριος, ἀλλὰ τὰς τοῦ Λιβάνου. Ἐπειδὴ γὰρ εἰδωλολατρείας τόπος
ὁ Λίβανος, ὅσαι ψυχαὶ ἐπαίρονται κατὰ τῆς γνώσεως293

29

.

296

τοῦ Θεοῦ, αὗται τοῦ Λιβάνου ὀνομάζονται, καὶ συντριβῆς ἀξιοῦνται. Εἰσὶ γάρ τινες κέδροι τοῦ Θεοῦ, ἃς αἱ ἀναδενδράδες τῆς ἀπ’ Αἰγύπτου μετατεθείσης ἀμπέλου καλύπτουσιν, ὡς ἐν Ψαλμοῖς μεμαθήκα‐
5μεν· Ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς, καὶ αἱ ἀνα‐ δενδράδες αὐτῆς τὰς κέδρους τοῦ Θεοῦ. Ἐπεὶ οὖν μετὰ τῶν ἄλλων τῶν περὶ Χριστοῦ ἐννοιῶν καὶ ἄμπελος ὁ Κύριος ἡμῶν λέγεται· Ἐγὼ γάρ εἰμι, φησὶν, ἡ ἄμπελος, ὑμεῖς τὰ κλήμα‐
10τα· κέδροι εἰσὶ τοῦ Θεοῦ οἱ τέως μὲν ἄκαρποι καὶ πρὸς καῦσιν ἐπιτήδειοι, ὑπελθόντες δὲ τὴν σκέπην τοῦ Χριστοῦ, καὶ οἱονεὶ ἐνδυσάμενοι αὐτὸν, ἐκ τῆς παρ’ αὐτοῦ χάριτος τὸ ἄκαρπον τῆς ἑαυτῶν ζωῆς συγκαλύπτουσι. Τὰς μὲν οὖν κέδρους τοῦ Θεοῦ ἀνα‐
15δενδράδες εὔκαρποι περιπλακεῖσαι φυλάττουσι· τὰς δὲ κέδρους τοῦ Λιβάνου συντρίβει ὁ Κύριος. Καὶ λε‐ πτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον. Μνή‐ σθητι τοῦ μόσχου τοῦ ἐν τῇ Ἐξόδῳ, ὃν κατὰ τὴν εἰ‐ δωλολατρείαν ἀνέπλασαν, ὃν ἐλέπτυνε Μωϋσῆς καὶ
20ἐπότισε τὸν λαόν. Ἐκείνῳ τοίνυν τῷ μόσχῳ παρα‐ πλησίως ὅλον τὸν Λίβανον καὶ τὴν ἐν αὐτῷ κρατοῦ‐ σαν συνήθειαν τῆς εἰδωλολατρείας ἐξαφανίσει. Καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων. Ὁ μονογενὴς Υἱὸς, ὁ διδοὺς ζωὴν τῷ κόσμῳ, ὅταν μὲν προσ‐
25φέρῃ θυσίαν καὶ προσφορὰν ἑαυτὸν τῷ Θεῷ ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, καὶ ἀμνὸς ὀνομάζεται τοῦ Θεοῦ καὶ πρόβατον. Ἴδε γὰρ, φησὶν, ὁ ἀμνὸς τοῦ Θεοῦ· καὶ πάλιν· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη. Ὅταν δὲ ἀμύνασθαι δέῃ καὶ καθ‐
30ελεῖν τὴν δυναστείαν τὴν ἐπιφυομένην τῷ γένει τῶν ἀνθρώπων, ἐκτεθηριωμένην τινὰ καὶ ἀπηγριωμένην δύναμιν, τότε υἱὸς μονοκερώτων ὀνομάζεται. Ζῶον γὰρ, ὡς ἐν τῷ Ἰὼβ μεμαθήκαμεν, ὁ μονόκερώς ἐστιν ἄμαχον τὴν δύναμιν, ἀνυπότακτον τοῖς ἀνθρώ‐
35ποις. Οὐ γὰρ δήσεις αὐτὸν, φησὶν, ἱμάντι, οὐδὲ κοιμηθήσεται ἐπὶ φάτνης. Καὶ πολλὰ περὶ τοῦ ἐλευθεριάζειν τὸ ζῶον καὶ μὴ ὑπείκειν τοῖς ἀνθρώ‐ ποις ἐν ἐκείνῳ τῷ μέρει τῆς προφητείας εἴρηται. Καὶ παρατετήρηται, ὅτι ἐπ’ ἀμφότερα κέχρηται τῇ
40εἰκόνι τοῦ μονοκέρωτος ἡ Γραφή· ποτὲ μὲν ἐπαινε‐ τῶς, ἄλλοτε δὲ διαβεβλημένως. Ῥῦσαι γὰρ, φησὶν, ἐκ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου. Τὸν πολεμο‐ ποιὸν λαὸν διαβάλλων ταῦτά φησι παρὰ τὸν καιρὸν
45τοῦ πάθους ἐπαναστάντα αὐτῷ. Πάλιν δὲ, Ὑψω‐
θήσεται, φησὶν, ὡς μονοκέρωτος τὸ κέρας μου.295

29

.

297

Ἔοικεν οὖν διὰ μὲν τὸ ἀμυντικὸν τοῦ ζώου ἐπὶ τὴν τῶν χειρόνων εἰκασίαν πολλάκις παραλαμβάνε‐ σθαι, διὰ δὲ τὸ ὑψίκερων καὶ ἐλευθέριον πρὸς τὴν τοῦ βελτίονος ἄγεσθαι εἰκασίαν. Καὶ ὅλως, ἐπειδὴ τὸ
5κέρας ὑπὸ τῆς Γραφῆς ἀντὶ τῆς δόξης πολλαχοῦ παρει‐ λημμένον ἔστιν εὑρεῖν, ὡς τὸ, Ὑψώσει κέρας λαοῦ αὐτοῦ· καὶ, Τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ· ἢ καὶ ἐπειδὴ τὸ κέρας ἀντὶ δυνάμεως πολλάκις παραλαμβάνεται· ὡς τὸ, Ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου· Χριστὸς δὲ Θεοῦ δύναμις· διὰ τοῦτο ὡς ἓν ἔχων κέρας, τουτέστι μίαν δύναμιν ἔχων τὴν τοῦ Πατρὸς, μονόκερως προσηγόρευται.
10 Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός. Διεκόπη μὲν καὶ κατὰ τὴν ἱστορίαν τῶν παίδων τῶν τριῶν ἐν τῇ Βαβυλωνίᾳ ἡ φλὸξ τοῦ πυρὸς, ὅτε ὑπερεξεχύθη μὲν τεσσαρακονταεννέα πήχεις ἡ κάμι‐ νος, ἐνεπύριζε δὲ τοὺς κύκλῳ πάντας· διακοπεῖσα δὲ
15τῷ προστάγματι τοῦ Θεοῦ, πνεῦμα ἐδέξατο ἐν ἑαυ‐ τῇ, ἡδίστην ἀναπνοὴν καὶ ἀνάψυξιν, ὥσπερ ἐν σκιᾷ τινι φυτῶν, ἐν εἰρηνικῇ καταστάσει παρεχομένη τοῖς παισίν. Ἐγένετο γὰρ, φησὶν, ὡσεὶ πνεῦμα δρόσου διασυρίζον. Καὶ θαυμαστότερόν γε πολλῷ πυ‐
20ρὸς φύσιν διακοπῆναι, ἢ καταδιαιρεθῆναι τὴν Ἐρυ‐ θρὰν θάλασσαν εἰς διαιρέσεις. Ἀλλ’ ὅμως ἡ φωνὴ τοῦ Κυρίου καὶ τὸ συνεχὲς τῇ φύσει καὶ ἡνωμένον τοῦ πυρὸς διακόπτει. Καίτοι ἄτμητον καὶ ἀδιαίρετον ἐπινοίαις ἀνθρωπίναις τὸ πῦρ εἶναι δοκεῖ, ἀλλ’ ὅμως
25προστάγματι Κυρίου διακόπτεται καὶ διίσταται. Οἶμαι δὲ, ὅτι τὸ πῦρ τὸ ἡτοιμασμένον εἰς κόλασιν τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ διακόπτεται τῇ φω‐ νῇ τοῦ Κυρίου· ἵνα, ἐπειδὴ δύο εἰσὶν ἐν τῷ πυρὶ δυνά‐ μεις, ἥ τε καυστικὴ καὶ ἡ φωτιστικὴ, τὸ μὲν
30δριμὺ καὶ κολαστικὸν τοῦ πυρὸς τοῖς ἀξίοις τῆς καύ‐ σεως προσαπομείνῃ, τὸ δὲ φωτιστικὸν αὐτοῦ καὶ λαμπρὸν τῇ φαιδρότητι τῶν εὐφραινομένων ἀποκλη‐ ρωθῇ. Φωνὴ οὖν Κυρίου διακόπτοντος φλόγα πυρὸς καὶ μερίζοντος, ὡς ἀλαμπὲς μὲν εἶναι τὸ πῦρ τῆς
35κολάσεως, ἄκαυστον δὲ τὸ φῶς τῆς ἀναπαύσεως ἀπο‐ μεῖναι. Φωνὴ Κυρίου συσσείοντος ἔρημον. Ἐπ’ εὐεργεσίᾳ τῆς ἐρήμου ὁ συσσεισμὸς αὐτῇ παρὰ τοῦ Κυρίου οἰκονομεῖται, ἵνα, μεταβαλοῦσα ἀπὸ τοῦ ἔρη‐ μος εἶναι, γένηται γῆ κατοικουμένη, καὶ ἀποθεμένη
40τὸ τῆς ἀτεκνίας ὄνειδος, τῆς πολυπαιδίας λάβῃ τὸν ἔπαινον (Πολλὰ γὰρ τὰ τέκνα τῆς ἐρήμου, μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα), καὶ τῶν ὑδάτων τοῦ πνεύματος πληρωθεῖσα, γένηται ἡ πρὸ τούτου ἔρημος εἰς λίμνας ὑδάτων. Καὶ συσσείσει Κύριος τὴν ἔρη‐
45μον Κάδης. Οὐ πᾶσαν οὖν ἔρημον ὁ Κύριος συσσεί‐ σει, ἀλλὰ τὴν Κάδης, τουτέστι, τὸν ἁγιασμόν· Κάδης γὰρ ἁγιασμὸς ἑρμηνεύεται. Φωνὴ Κυρίου
καταρτιζομένη ἐλάφους. Ὁμότιμα χρὴ τοῖς προ‐297

29

.

300

άγουσιν ἀποδοθῆναι καὶ τὰ περὶ τοῦ καταρτι‐ σμοῦ τῶν ἐλάφων, ὃν ἡ φωνὴ τοῦ Κυρίου ἐνεργεῖ. Ἐπεὶ τοίνυν ἡ ἔλαφος τοιαύτης ἔτυχε τῆς κατα‐ σκευῆς ὡς κρείττων εἶναι τῆς ἐκ τῶν ἑρπετῶν
5βλάβης, ἀλλὰ καὶ καθαρτήριον αὐτῇ ἐστιν, ὥς φασιν οἱ τὰ τοιαῦτα τετηρηκότες, τὸ τῆς ἐχίδνης βρῶμα, πάντα δὲ τὰ ἰοβόλα πρὸς τὴν τῶν πονηρῶν καὶ ἀντι‐ κειμένων δυνάμεων εἰκόνα λαμβάνεται (τοῦ Κυ‐ ρίου λέγοντος· Δέδωκα ὑμῖν τὴν ἐξουσίαν πατεῖν
10ἐπάνω ὄφεων, καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· καὶ τοῦ ψαλμοῦ πάλιν ἐπαγ‐ γελλομένου τῷ προφήτῃ, ὅτι Ἐπὶ ἀσπίδα καὶ βασι‐ λίσκον ἐπιβήσῃ)· ἀνάγκη, ὅταν ἐλάφου ὄνομα ἀκούω‐ μεν ἐν τῇ Γραφῇ, πρὸς τὴν βελτίονα εἰκόνα τὸν λόγον
15ἕλκειν. Ὄρη γὰρ τὰ ὑψηλὰ ταῖς ἐλάφοις· καὶ, Ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων. Ἐπεὶ οὖν καὶ πᾶς δίκαιος ἐν ὑψηλοῖς ἔχει τὴν δια‐ τριβὴν, Κατὰ σκοπὸν διώκων ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως, καὶ πρὸς τὰς ποτίμους πηγὰς
20ἀνατρέχει, τὰς πρώτας ἀρχὰς τῆς θεολογίας ἀναζη‐ τῶν. Ἕλκει δὲ ἡ ἔλαφος τῇ ἀναπνοῇ τοῦ στόματος τὰ φωλεύοντα τῶν ἰοβόλων, καὶ ἀπὸ τῶν καταδύσεων ἐξ‐ άγει τῇ βίᾳ τοῦ πνεύματος. Ὥσπερ οὖν ἀετὸς λέγεται ὁ ἅγιος διὰ τὸ μετεωροπόρον, καὶ διὰ τὸ
25διηρμένον ἀπὸ γῆς ἐπὶ πλεῖον· καὶ ὡς πρόβατον διὰ τὸ ἥμερον καὶ μεταδοτικὸν ὧν ἔχει· καὶ κριὸς διὰ τὸ ἡγεμονικόν· καὶ περιστερὰ διὰ τὸ ἄκακον· οὕτω καὶ ἔλαφος διὰ τὴν πρὸς τὰ πονηρὰ ἐναντίωσιν. Διὸ καὶ ὁ Σολομών φησιν· Ἔλαφος φιλίας, καὶ πῶλος σῶν
30χαρίτων ὁμιλείτω σοι· διδάσκων ἡμᾶς τοὺς προει‐ ρημένους ἐλάφους ἐπιτηδείους εἶναι πρὸς θεολογίας διδασκαλίαν. Φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους. Ὅταν οὖν ἴδωμέν τινα ἅνθρωπον Θεοῦ τέλειον καὶ κατηρτι‐
35σμένον, τὴν ἀπὸ τῆς ὁμιλίας αὐτοῦ ὠφέλειαν μετα‐ διώκωμεν. Ὅπου γὰρ ἐλάφου παρουσία, φυγαδεύεται πᾶσα τῶν ἑρπετῶν ἡ κακία. Οὐ γὰρ φέρει τὴν ὀσμὴν τοῦ ζώου τὰ ἰοβόλα, ὅπου γε καὶ τοῖς κέρασιν αὐτῶν ὑποθυμιωμένοις ὑποχωρεῖ. Καὶ ἀποκαλύψει δρυ‐
40μούς. Πρῶτον ἡ φωνὴ τοῦ Κυρίου καταρτίζεται τὰς ἐλάφους· ἔπειτα ἀποκαλύπτει δρυμοὺς, τοὺς συμ‐ φύτους καὶ ἀπὸ ἀγρίας καὶ ἀκάρπου ὕλης πεπυκνω‐ μένους τόπους, οἷς μάλιστα προσφεύγειν τὰ ἰοβόλα πέφυκεν. Ἐπεὶ οὖν ἤδη τετελείωται διὰ τὸν παρὰ τοῦ
45Κυρίου γενόμενον καταρτισμὸν ἡ ἔλαφος, ὁ ταύτῃ ὁμοιούμενος δίκαιος ἀποκαλύπτει τοὺς δρυμοὺς, ἵνα γυμνοὶ καὶ ἕτοιμοι παραδοθῶσιν οἱ φθαρτικοὶ τῆς
ζωῆς ἡμῶν. Καὶ ἐπειδὴ Πᾶν ξύλον μὴ ποιοῦν299

29

.

301

καρπὸν καλὸν ἐκκόπτεται ὑπὸ τῆς ἀξίνης, καὶ εἰς πῦρ βάλλεται, ἀναγκαίως οἱ δρυμοὶ ἀνακαθαίρον‐ ται, αἱ ὑλώδεις ψυχαὶ, ἐν αἷς, ὥσπερ τινὰ θηρία, τὰ ποικίλα πάθη τῶν ἁμαρτιῶν ἐμφωλεύει, ὑπὸ τοῦ λό‐
5γου, ὅς ἐστι τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστο‐ μον. Ἐπεὶ δὲ πολλοὶ τῶν ἀνθρώπων, πεφορτι‐ σμένοι ταῖς βιωτικαῖς μερίμναις, οἷόν τινα γῆν ἀκανθοφόρον τὰς ἑαυτῶν ψυχὰς ἔχουσι, καὶ οὐκ ἐῶ‐ σιν αὐτὰς εἰς τὴν τοῦ λόγου καρποφορίαν ἐντρέφεσθαι,
10ἀποκαλύπτει ὁ Κύριος τοὺς δρυμοὺς, τουτέστι, τὸ ἄσχημον καὶ ἀπρεπὲς καὶ βλαβερὸν τῶν ἐν τῷ βίῳ τούτῳ φροντίδων, ἵνα, τρανωθέντος τοῦ περὶ τοῦ ἀγα‐ θοῦ καὶ κακοῦ τόπου, μὴ ἔχωσιν οἱ ἄνθρωποι ὑπὸ ἀμαθίας τὰς περὶ τῶν πραγμάτων κρίσεις ἐνηλ‐
15λαγμένας. Πολλοὶ γὰρ τὰ μὲν ἀγαθὰ, ὅταν ἐπίπονα ᾖ, κακὰ νομίζουσι· τὰ δὲ κακὰ διὰ τὴν προσοῦσαν αὐτοῖς ἡδονὴν ὡς ἀγαθὰ μεταδιώκουσι· καὶ ἀμύθη‐ τος ἐν ἀνθρώποις ἡ περὶ τὰ τοιαῦτα πλάνη. Ἔστι μὲν οὖν τῆς τῶν ἀγαθῶν φύσεως ξύλα καρπο‐
20φόρα καὶ πᾶσαι κέδροι, ἃ καὶ πρὸς τὸν αἶνον παρα‐ λαμβάνεται· τῶν δὲ κακῶν οἱ δρυμοὶ, οὓς, ὑπὲρ τοῦ μὴ ἀπατηθῆναι τοὺς νομίζοντας εὑρήσειν τινὰ καρ‐ πὸν χρήσιμον ἐν αὐτοῖς, ἀποκαλύπτει καὶ φανεροῖ ἡ τοῦ Θεοῦ φωνή. Καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέ‐
25γει δόξαν. Ἀκουέτωσαν τῶν ῥημάτων τοῦ ψαλμοῦ, καὶ ἐντραπήτωσαν οἱ τοῖς μακροῖς λόγοις ἑαυτοὺς ἐπιδιδόντες. Τί φησιν ὁ ψαλμός; Ὁ ἐν τῷ ναῷ τοῦ Θεοῦ γενόμενος οὐ κακολογίαν, οὐ ματαιότητα, οὐκ αἰσχρῶν πραγμάτων γέμοντα ῥήματα ἀπαγγέλλει,
30ἀλλ’ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν. Ἑστή‐ κασιν οἱ ἀπογραφόμενοι τὰ ῥήματα ἅγιοι ἄγγε‐ λοι· πάρεστιν ὁ Κύριος τὰς διαθέσεις τῶν εἰσιόντων ἐπισκοπῶν. Ἡ προσευχὴ ἑκάστου πεφανέρωται Θεῷ· τίς ἐκ διαθέσεως, τίς ἐπιστημόνως ἐπιζητεῖ τὰ
35ἐπουράνια· τίς ἀφωσιωμένως ἄκροις τοῖς χείλεσι τὰ ῥήματα φθέγγεται, ἡ δὲ καρδία αὐτοῦ πόῤῥω ἀπέχει ἀπὸ Θεοῦ. Κἂν εὔχηται, ὑγίειαν σαρκὸς, καὶ σωματι‐ κὸν πλοῦτον, καὶ δόξαν ἀνθρωπίνην ἐπιζητεῖ. Δεῖ δὲ οὐδὲν τούτων, ὡς ὁ λόγος διδάσκει, ἀλλ’ ἐν τῷ ναῷ
40αὐτοῦ πᾶς τις λέγει δόξαν. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. Ἀγγέλοις ἔργον δοξολογεῖν Θεόν. Πάσῃ τῇ στρατιᾷ τῶν ἐπουρανίων ἓν τοῦτο ἔργον, δό‐ ξαν ἀναπέμπειν τῷ κτίσαντι. Ἡ κτίσις πᾶσα, ἥ τε σιωπῶσα, καὶ ἡ φθεγγομένη, ἥ τε ὑπερκόσμιος, ἥ τε
45περίγειος δοξάζει τὸν κτίσαντα. Ἄνθρωποι δὲ ἐλεει‐ νοὶ, καταλιπόντες τοὺς οἴκους καὶ ἐπὶ τὸν ναὸν συν‐ δραμόντες, ὡς δή τι ἑαυτοὺς ὠφελήσοντες, οὐχ ὑπ‐ έχουσι τὰς ἀκοὰς λόγοις Θεοῦ, οὐ λαμβάνουσιν αἴσθησιν τῆς ἑαυτῶν φύσεως, οὐ λυποῦνται προλη‐

29

.

301

(50)

φθέντες ὑπὸ τῆς ἁμαρτίας· οὐ λυποῦνται εἰς301

29

.

304

μνήμην τῶν ἁμαρτιῶν ἀφικνούμενοι, οὐ τρέμουσι τὴν κρίσιν· ἀλλὰ μειδιῶντες, καὶ τὰς δεξιὰς ἀλλήλοις ἐμβάλλοντες, τόπον μακρολογίας τὸν οἶκον ποιοῦνται τῆς προσευχῆς, παρακούοντες τοῦ ψαλμοῦ τοῦ δια‐
5μαρτυρομένου καὶ λέγοντος, ὅτι Ἐν τῷ ναῷ τοῦ Θεοῦ πᾶς τις λέγει δόξαν. Σὺ δὲ οὐ μόνον οὐ λέ‐ γεις, ἀλλὰ καὶ ἑτέρῳ ἐμπόδιον γίνῃ ἐπιστρέφων πρὸς ἑαυτὸν, καὶ τῷ ἰδίῳ θορύβῳ ὑπερηχῶν τὴν δι‐ δασκαλίαν τοῦ Πνεύματος. Ὅρα μή ποτε ἀπέλθῃς,
10ἀντὶ τοῦ μισθὸν λαβεῖν ἐπὶ δοξολογίᾳ, τοῖς τὸ ὄνομα τοῦ Θεοῦ βλασφημοῦσι συγκαταδικασθείς. Ψαλμὸν ἔχεις, προφητείαν ἔχεις, εὐαγγελικὰ παραγγέλματα, τὰ τῶν ἀποστόλων κηρύγματα. Ἡ γλῶσσα ψαλλέ‐ τω, ὁ νοῦς ἐρευνάτω τὴν διάνοιαν τῶν εἰρημένων,
15ἵνα ψάλλῃς τῷ πνεύματι, ψάλλῃς δὲ καὶ τῷ νοΐ. Μὴ γὰρ δόξης ἐπιδέεται ὁ Θεὸς, ἀλλά σε βούλεται ἄξιον εἶναι τοῦ δοξασθῆναι. Διότι Ὃ σπείρει ἄνθρωπος, τοῦτο καὶ θερίσει. Σπεῖρον δοξολογίαν, ἵνα θερίσῃς στεφάνους καὶ τιμὰς καὶ ἐπαίνους ἐν τῇ βασιλείᾳ
20τῶν οὐρανῶν. Ταῦτα οὐκ ἀχρήστως ἐν παρεκβάσει εἴρηται εἰς τὸ, Ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν, διὰ τὸ τοὺς ἐν τῷ ναῷ τοῦ Θεοῦ ἄπαυστα γλωσσαλγοῦντας καὶ ἀνωφελῶς εἰσιόντας· εἴθε δὲ ἀν‐ ωφελῶς καὶ μὴ ἐπιβλαβῶς.
25 Κύριος τὸν κατακλυσμὸν κατοικιεῖ. Κα‐ τακλυσμὸς ὕδατός ἐστιν ἐπίκλυσις ἐξαφανίζοντος πᾶν τὸ ὑποκείμενον, καὶ καθαρίζοντος ἅπαν τὸ προεῤῥυ‐ πωμένον. Τὴν οὖν τοῦ βαπτίσματος χάριν κατακλυ‐ σμὸν ὀνομάζει, ὥστε τὴν ἀποπλυναμένην τὰ ἁμαρτή‐
30ματα ψυχὴν, καὶ ἀποκαθηραμένην τὸν παλαιὸν ἄν‐ θρωπον, ἐπιτηδείαν εἶναι λοιπὸν πρὸς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι. Συνᾴδει δὲ τούτῳ καὶ τὰ ἐν τῷ τριακοστῷ πρώτῳ ψαλμῷ εἰρημένα. Μετὰ γὰρ τὸ εἰπεῖν, ὅτι Τὴν ἀνομίαν μου ἐγνώρισα, καὶ τὴν
35ἁμαρτίαν μου οὐκ ἐκάλυψα· καὶ τὸ, ὅτι Ὑπὲρ αὐτῆς προσεύξεται πρὸς σὲ πᾶς ὅσιος· ἐπ‐ ήγαγε· Πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ ἐγγιοῦσιν. Οὐ γὰρ ἐγγιοῦσιν αἱ ἁμαρτίαι τῷ λαβόντι τὸ βάπτισμα τῆς ἀφέσεως τῶν
40παραπτωμάτων διὰ τοῦ ὕδατος καὶ τοῦ Πνεύματος. Συγγενὲς δὲ τούτῳ καὶ ἐν τῇ προφητείᾳ Μιχαίου εὕ‐ ρηται· Ὅτι θελητὴς ἐλέους ἐστὶν, ἐπιστρέψει καὶ ἐλεήσει ἡμᾶς· καταδύσει τὰς ἁμαρτίας ἡμῶν, καὶ ἀποῤῥιφήσονται εἰς τὰ βάθη τῆς θα‐
45λάσσης. Καὶ καθιεῖται Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα. Τῇ λαμπούσῃ ψυχῇ ἀπὸ τοῦ κατακλυσμοῦ ἐνιδρυθεὶς ὁ Θεὸς, οἱονεὶ θρόνον αὐτὴν ἑαυτῷ ἀπεργάζεται. Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει· Κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήγῃ.

29

.

304

(50)

Ἀπὸ μὲν τοῦ ἁμαρτωλοῦ λαοῦ ἀφελεῖ Κύριος ἰσχύον‐303

29

.

305

τα καὶ ἰσχύουσαν, τῷ δὲ δικαιοπραγοῦντι δίδω‐ σιν ἰσχύν. Διότι Τῷ ἔχοντι παντὶ δοθήσεται. Ἐν‐ δυναμωθεὶς δὲ πρὸς τὴν τῶν ἀγαθῶν ἔργων ἐνέργειαν, ἄξιος γίνεται τῆς ἀπὸ τοῦ Θεοῦ εὐλογίας. Ἔοικε δὲ
5τελειοτάτη τῶν εὐλογιῶν εἶναι ἡ εἰρήνη, εὐστάθειά τις οὖσα τοῦ ἡγεμονικοῦ· ὥστε τὸν εἰρηνικὸν ἄνδρα ἐν τῷ κατεστάλθαι τὰ ἤθη χαρακτηρίζεσθαι· τὸν δὲ πολεμούμενον ὑπὸ τῶν παθῶν μήπω τῆς ἀπὸ Θεοῦ εἰρήνης μετεσχηκέναι, ἣν ὁ Κύριος ἔδωκε τοῖς ἑαυ‐
10τοῦ μαθηταῖς, ἥτις, ὑπερέχουσα πάντα νοῦν, φρου‐ ρήσει τὰς ψυχὰς τῶν ἀξίων. Ταύτην καὶ ὁ Ἀπόστολος ἐπεύχεται ταῖς Ἐκκλησίαις, λέγων· Χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη. Γένοιτο οὖν ἡμῖν καλῶς ἀγωνι‐ σαμένοις, καὶ τὸ φρόνημα τῆς σαρκὸς καταστρεψαμέ‐
15νοις, ὅ ἐστιν ἔχθρα εἰς Θεὸν, ἐν γαληνιώσει καὶ ἀκύ‐ μονι καταστάσει τῆς ψυχῆς γενομένης, εἰρήνης ἡμᾶς υἱοὺς χρηματίζειν, καὶ τῆς εὐλογίας τοῦ Θεοῦ μετα‐ σχεῖν ἐν εἰρήνῃ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶ‐ νας τῶν αἰώνων. Ἀμήν.
20tΕΙΣ ΤΟΝ ΚΘʹ ΨΑΛΜΟΝ.
21tΨαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου
22tΔαβίδ.
23 Ψαλτήριον μὲν τροπικῶς, καὶ ὄργανον ἡρμο‐ σμένον μουσικῶς εἰς ὕμνους τοῦ Θεοῦ ἡμῶν, ἡ τοῦ
25σώματός ἐστι κατασκευή· ψαλμὸς δὲ αἱ διὰ τοῦ σώ‐ ματος πράξεις, αἱ εἰς δόξαν Θεοῦ ἀποδιδόμεναι, ὅταν ὑπὸ τοῦ λόγου ἡρμοσμένου μηδὲν ἐκμελὲς ἀποτελῶ‐ μεν ἐν τοῖς κινήμασιν. ᾨδὴ δέ ἐστιν, ὅσα θεωρίας ἔχεται ὑψηλῆς καὶ θεολογίας. Ὥστε ὁ ψαλμὸς
30λόγος ἐστὶ μουσικὸς, ὅταν εὐρύθμως κατὰ τοὺς ἁρ‐ μονικοὺς λόγους πρὸς τὸ ὄργανον κρούηται· ᾠδὴ δὲ φωνὴ ἐμμελὴς ἀποδιδομένη ἐναρμονίως, χωρὶς τῆς συνηχήσεως τοῦ ὀργάνου. Ἐνταῦθα τοίνυν, ἐπειδὴ ἐπιγέγραπται, Ψαλμὸς ᾠδῆς, ἡγούμεθα τὴν ἀκό‐
35λουθον πρᾶξιν τῇ θεωρίᾳ τὸν λόγον αἰνίσσεσθαι. Οὗ‐ τος δὲ ὁ ψαλμὸς τῆς ᾠδῆς, κατὰ τὴν ἐπιγραφὴν, τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου περιέχει τινὰς λόγους. Καὶ ἔοικε κατὰ μὲν τὸ σωματικὸν, ἐπὶ τῶν χρόνων τοῦ Σολομῶντος, ἀνεγερθέντος τοῦ περιβοήτου ναοῦ,
40ὁ λόγος διεξοδεύεσθαι, πρὸς τὸ ψαλτήριον μελῳδούμε‐ νος· κατὰ δὲ τὸ νοητὸν, τὴν ἐνσωμάτωσιν τοῦ Θεοῦ Λόγου σημαίνειν, καὶ τὸν ἐγκαινισμὸν τοῦ και‐
νῶς καὶ παραδόξως αὐτοῦ κατασκευασθέντος οἴκου,305

29

.

308

τὴν ἐπιγραφὴν δηλοῦν. Πολλὰ γὰρ εὕρομεν ἐν τῷ ψαλμῷ τούτῳ ἐκ προσώπου τοῦ Κυρίου ἀπαγγελλό‐ μενα. Ἢ τάχα οἶκον νοῆσαι προσήκει τὴν οἰκοδο‐ μουμένην ὑπὸ Χριστοῦ Ἐκκλησίαν· καθὼς καὶ ὁ
5Παῦλος ἐν τῇ πρὸς Τιμόθεον Ἐπιστολῇ γράφει· Ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος. Ἐγκαινισμὸν δὲ τῆς Ἐκκλησίας ὑποληπτέον τὴν ἀνακαίνωσιν τοῦ νοὸς, τὴν διὰ τοῦ ἁγίου Πνεύματος γινομένην τοῖς
10καθ’ ἕνα τῶν συμπληρούντων τὸ σῶμα τῆς Ἐκκλη‐ σίας τοῦ Χριστοῦ. Ἔστι δὲ ἡ θεία καὶ μουσικὴ ἁρ‐ μονία, οὐ περιέχουσά τινας λόγους ἀκοὴν εὐφραίνον‐ τας, ἀλλὰ καταστέλλοντας καὶ καταπραΰνοντας τὰ ἐνοχλοῦντα πονηρὰ πνεύματα ταῖς εὐεπηρεάστοις
15ψυχαῖς. Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με, καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ’ ἐμέ. Πῶς ὁ ἐν τοῖς ὑψηλοῖς κατοικῶν ὑψοῦται ὑπὸ τῶν τὴν ταπει‐ νὴν χώραν λαχόντων; εἰ γὰρ ὁ Θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ σὺ ἐν τῇ γῇ κάτω, τίνι ἂν τρόπῳ τὸν Θεὸν
20ὑψώσειας; Τί οὖν βούλεται τῷ προφήτῃ ἡ ἐπαγγε‐ λία; ἢ μήποτε ὑψοῦσθαι λέγεται ὑπὸ τῶν μεγάλα καὶ θεοπρεπῆ νοεῖν περὶ αὐτοῦ δυναμένων, καὶ ἐν τῷ βιοῦν εἰς δόξαν Θεοῦ; Ὁ μὲν οὖν σπεύδων μετ’ ἐπιστήμης ἐπὶ τὴν μακαριότητα ὑψοῖ τὸν Θεόν·
25ὁ δὲ τὴν ἐναντίαν τρεπόμενος, ὃ μηδὲ θέμις εἰπεῖν, τὸ ὅσον ἐφ’ ἑαυτῷ τὸν Θεὸν ταπεινοῖ.
28 Καὶ πᾶσαν δὲ ἁρμόζουσαν τοῖς πράγμασιν ἡμῶν κατάστασιν οἱονεὶ περιτίθεμεν τῷ Θεῷ. Διὰ
30τοῦτο, νυσταζόντων ἡμῶν καὶ νωθρῶς ἐνεργούντων, ὑπνοῦν λέγεται ὁ Θεὸς, ἀναξίους ἡμᾶς κρίνων τῆς ἐπισκοπούσης ἡμᾶς ἐγρηγόρσεως αὐτοῦ. Ἐπειδὰν δέ ποτε αἰσθόμενοι τῆς ἐκ τοῦ ὕπνου βλάβης εἴ‐ πωμεν· Ἀνάστηθι, ἵνα τί ὑπνοῖς, Κύριε; Οὐ
35νυστάξει, οὐδὲ ὑπνώσει τότε ὁ φυλάσσων τὸν Ἰσραήλ. Καὶ ἄλλοι τινὲς οἱονεὶ ἀποστρέφουσι τοὺς ὀφθαλμοὺς τοῦ Θεοῦ, διὰ τὸ αἰσχρὸν ὧν ποιοῦσι καὶ ἀνάξιον τῶν ὀφθαλμῶν τοῦ Θεοῦ· οἳ μεταμεληθέντες λέγουσιν· Ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέφεις;
40Καὶ ἄλλοι παρὰ τούτους εἰσὶν οἱ ἐκβληθέντες τῆς μνήμης τοῦ Θεοῦ, καὶ οἱονεὶ λήθην αὐτῷ ἐμ‐ ποιοῦντες ἑαυτῶν· οἵτινες λέγουσιν, ὅτι Ἐπιλαν‐ θάνῃ τῆς πτωχείας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶν.
Καὶ ἁπαξαπλῶς, τὰ ἀνθρωποπαθῶς λεγόμενα περὶ307

29

.

309

Θεοῦ ἄνθρωποι ἐργάζονται, τοιοῦτον ἑαυτοῖς ποιοῦν‐ τες τὸν Θεὸν, οἷον αὐτὸς ἑαυτὸν ἕκαστος προευτρεπί‐ ζει. Ὑψώσω σε οὖν, Κύριε, ὅτι ὑπέλαβές με, καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ’ ἐμὲ, μηδὲν
5ταπεινὸν μηδὲ χαμαίζηλον ἐπὶ τοῦ βίου μου φέρων. Καὶ πόθεν μοι ἡ τοῦ ὑψοῦν ἐνυπάρχει δύναμις; Ἐπειδὴ σύ με προλαβὼν ὑπέλαβες. Ἐμφαντικῶς εἴρηκε τὸ, Ὑπέλαβες, ἀντὶ τοῦ, Ἐμετεώρισάς με, καὶ ἀνώτερον τῶν κατεπανισταμένων με ἐποίησας.
10Οἱονεὶ παῖδά τινα ἀπείρως ἔχοντα πρὸς τὸ νήχεσθαι, τῇ χειρί τις ὑπολαβὼν, μετεωρότερον ἄγοι τοῦ ὕδατος. Ὁ οὖν ἐκ τῆς τοῦ Θεοῦ βοηθείας ἀνανεύσας ἀπὸ τοῦ πτώματος, οὗτος ὑπὸ εὐγνωμοσύνης διὰ τῶν ἀγαθῶν ἔργων ὕψωσιν ἐπαγγέλλεται τῷ Θεῷ. Ἢ ὥσπερ
15τινὰ παλαιστὴν ἀσθενοῦντα ὑποστηρίξας τις ἀπὸ τοῦ κινδυνευομένου πτώματος, καὶ ἐπανώτερον ποιήσας τοῦ συμπαλαίοντος, τῷ μὲν τῆς νίκης παρέσχε τὴν ἀφορμὴν, τοῦ δὲ τὴν ἐπὶ τῷ πτώματι αὐτοῦ εὐφρο‐ σύνην ἀφείλετο. Οὐχὶ δὲ αἱ θλίψεις, αἱ δοκιμασίας
20ἕνεκεν προσαγόμεναι τοῖς ἁγίοις, εὐφροσύνην τοῖς ἐχθροῖς ἡμῶν τοῖς ἀοράτοις προξενοῦσιν· ἀλλ’ ὅταν ἀπαγορεύσωμεν θλιβόμενοι, καὶ στενοχωρηθῶσιν ἡμῶν οἱ λογισμοὶ, ἀπειρηκότων ἡμῶν πρὸς τὸ πυκνὸν τῶν κακώσεων, τότε εὐφραίνονται καὶ κροτοῦσι καὶ
25ἐπιχαίρουσιν. Οἷον ἐπὶ τοῦ Ἰώβ. Ἀπολωλέκει τὴν κτῆσιν· τέκνων ἐστέρητο· ἰχῶρας αὐτῷ καὶ σκώ‐ ληκας ἡ σὰρξ ἀπέζεσεν· οὔπω τοῦτο εὐφροσύνη τῷ ἀντιπάλῳ. Εἰ δὲ ἐνδοὺς πρὸς τὰ ἐπίπονα εἰρήκει τι δύσφημον ῥῆμα κατὰ τὴν συμβουλὴν τῆς γυναι‐
30κὸς, τότε ἂν εὐφράνθησαν οἱ ἐχθροὶ ἐπ’ αὐτῷ. Τοῦτο καὶ ἐπὶ Παύλῳ πεινῶντι, καὶ διψῶντι, καὶ γυμνη‐ τεύοντι, καὶ κολαφιζομένῳ, καὶ κοπιῶντι, καὶ ἀστατοῦντι· οὐκ εὐφραίνετο ὁ ἐχθρός· τὸ ἐναντίον μὲν οὖν, συνετρίβετο βλέπων οὕτω τὰ ἀγωνίσματα φέροντα, ὥστε λέγειν αὐτὸν καταφρονητικῶς· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;
35 Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σὲ, καὶ ἰάσω με. Μακάριος ὁ τὴν ἐν τῷ βάθει πληγὴν ἑαυτοῦ γνωρίζων, ὥστε δύνασθαι τῷ ἰατρῷ προσιέναι καὶ λέγειν· Ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου· καὶ, Ἐγὼ εἶπα, Κύριε, ἐλέησόν με, ἴασαι
40τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Ἐνταῦθα μέν‐ τοι εὐχαριστία ἐστὶν ὑπὲρ τῆς ἐπαχθείσης αὐτῷ ἰατρείας· Κύριε γὰρ, φησὶν, ὁ Θεός μου. Οὐ πάν‐ των Θεὸς ὁ Θεὸς, ἀλλὰ τῶν οἰκειωθέντων αὐτῷ διὰ τῆς ἀγάπης. Θεὸς γὰρ Ἀβραὰμ, καὶ Θεὸς Ἰσαὰκ,
45καὶ Θεὸς Ἰακώβ. Εἰ δὲ πάντων ἦν Θεὸς, οὐκ ἂν ἐκείνοις ὡς ἐξαίρετον τοῦτο προσεμαρτυρεῖτο. Καὶ πάλιν ὁ Ἰακώβ· Ἐβοήθησέ σοι ὁ Θεὸς ὁ ἐμός. Καὶ Θωμᾶς μετὰ τὴν πληροφορίαν κατασπαζόμενος τὸν Δεσπότην, Ὁ Κύριός μου, φησὶ, καὶ ὁ Θεός

29

.

309

(50)

μου. Ἐνδιάθετος οὖν ἡ φωνὴ ἡ, Κύριε ὁ Θεός μου,309

29

.

312

καὶ πρέπουσα τῇ προφητικῇ καταστάσει. Ἐκέκραξα πρὸς σὲ, καὶ ἰάσω με. Οὐδὲν ἐγένετο μέσον τῆς ἐμῆς φωνῆς καὶ τῆς σῆς χάριτος, ἀλλ’ ὁμοῦ τε ἐκέ‐ κραξα, καὶ προσῆλθεν ἡ ἴασις. Ἔτι γὰρ λαλοῦντός
5σου, φησὶν, ἐρῶ· Ἰδοὺ πάρειμι. Μεγάλα οὖν δεῖ φθέγγεσθαι εὐχόμενον τῷ Θεῷ, ἵνα ταχεῖα ἡμῖν ἐπ‐ ανατείλῃ ἡ ἴασις. Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου. Περὶ ταύτης τῆς ἰάσεως εὐχαριστεῖ τῷ Θεῷ ὁ κατελθὼν μὲν ἐξ ἀσθενείας εἰς ᾅδην, ἀναχθεὶς
10δὲ ἀπὸ τοῦ ᾅδου διὰ τῆς δυνάμεως τοῦ ὑπὲρ ἡμῶν καταπαλαίσαντος τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου. Ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. Πολλαχοῦ μὲν οἱ λάκκοι ὀνομάζονται τὰ ὑπόγεια ὀρύγματα, εἰς φυλακὴν δεσμίων ἐπιτετηδευμένα.
15Οὕτω γὰρ εἴρηται ἐν τῇ Ἐξόδῳ· Ἀπὸ πρωτοτόκου Φαραὼ ἕως πρωτοτόκου τῆς αἰχμαλωτίδος τῆς ἐν τῷ λάκκῳ. Ἀλλὰ καὶ τὸν Ἱερεμίαν εἰς λάκκον ἐν‐ έβαλον· καὶ τὸν Ἰωσὴφ ὑπὸ τοῦ φθόνου οἱ ἀδελφοὶ λάκκῳ ἐναπέκλεισαν ὕδωρ μὴ ἔχοντι. Ἑκάστη οὖν
20πρᾶξις ἢ ἐπὶ τὰ κάτω ἡμᾶς κατάγει, βαρύνουσα ἡμᾶς διὰ τῆς ἁμαρτίας, ἢ ἐπὶ τὰ ἄνω κουφίζει, πτεροῦσα ἡμᾶς πρὸς τὸν Θεόν. Ἔσωσας οὖν ἐμὲ πρό‐ τερον ὄντα ἐν βίῳ πονηρῷ, χωρίσας ἀπὸ τῶν κατα‐ βαινόντων εἰς τὸν ἐσκοτισμένον καὶ κατεψυγμένον
25τόπον. Τοῦτο οὖν ἐστι τὸ, Ὑπέλαβές με· τουτέστιν, Ἐπανήγαγές με ἀπὸ τῆς εἰς τὸ κάτω φορᾶς, ὡς μὴ δοῦναι καιρὸν ἐπευφρανθῆναί μοι τοὺς ἐχθρούς. Ὃ οὖν ἀλλαχοῦ εἴρηκεν, ὅτι Καταρτιζόμενος τοὺς πό‐ δας μου ὡσεὶ ἐλάφου, καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν
30με, τὴν εἰς τὰ ὑψηλὰ ἐπάνοδον λάκκου ἀπαλ‐ λαγὴν καὶ ὑπόληψιν ὀνομάζει. Ψάλατε τῷ Κυρίῳ, οἱ ὅσιοι αὐτοῦ. Οὐκ εἴ τις τῷ στόματι προφέρει τὰ τοῦ ψαλμοῦ ῥήματα, οὗτος ψάλλει τῷ Κυρίῳ· ἀλλ’ ὅσοι ἀπὸ καρδίας καθαρᾶς ἀναπέμπουσι τὰς ψαλμῳδίας,
35καὶ ὅσοι εἰσὶν ὅσιοι, σώζοντες τὴν πρὸς Θεὸν δικαιο‐ σύνην, οὗτοι δύνανται ψάλλειν τῷ Θεῷ τοῖς ῥυ‐ θμοῖς τοῖς πνευματικοῖς ἁρμοζόντως ἀκολουθοῦντες. Πόσοι ἀπὸ πορνείας ἑστᾶσιν ἐνταῦθα, πόσοι ἀπὸ κλοπῆς! πόσοι δόλον, πόσοι ψευδολογίαν ἐν ταῖς καρ‐
40δίαις κρύπτοντες! Ψάλλειν οἴονται, τῇ ἀληθείᾳ μὴ ψάλλοντες. Ὅσιον γὰρ καλεῖ πρὸς ψαλμολογίαν ὁ λόγος. Οὐ δύναται δένδρον πονηρὸν καρποὺς ἀγαθοὺς ποιεῖν, οὐδὲ καρδία πονηρὰ ῥήματα ζωῆς ἐκβάλλειν. Ποιήσατε οὖν τὸ δένδρον καλὸν, καὶ
45τοὺς καρποὺς αὐτοῦ καλούς. Καθάρατε τὰς καρδίας, ἵνα καρποφορῆτε τῷ πνεύματι, καὶ δυνηθῆτε, ὅσιοι γενόμενοι, ψάλλειν συνετῶς τῷ Κυρίῳ.
Καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύ‐311

29

.

313

νης αὐτοῦ. Οὐκ εἶπεν, Ἐξομολογεῖσθε τῇ ἁγιωσύνῃ αὐτοῦ, ἀλλὰ, Τῇ μνήμη τῆς ἁγιωσύνης αὐτοῦ· τουτέστιν, Εὐχαριστεῖτε. Ἡ γὰρ ἐξομολόγησις ἐν‐ ταῦθα ἀντὶ εὐχαριστίας λαμβάνεται. Εὐχαριστεῖτε
5οὖν, ὅτι ἐν μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ ἐγένεσθε· οἳ πρότερον, διὰ τὸ ἐμβαθύνειν τῇ κακίᾳ, καὶ ταῖς ἀκαθαρσίαις τῆς σαρκὸς ἐμμολύνεσθαι, εἰς λήθην ἤλθετε τῆς ἁγιωσύνης τοῦ ποιήσαντος ὑμᾶς. Ὑπὲρ οὖν τοῦ ἐξιλασμοῦ τῶν ἡμαρτημένων, ἐξομο‐
10λογεῖσθε περὶ τῶν οὐχ ὑγιῶς ὑμῖν προπεπραγμένων. Ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ θε‐ λήματι αὐτοῦ. Πρότερον εἶπε τὸ σκυθρωπὸν, ὀργὴν ἐν τῷ θυμῷ τοῦ Θεοῦ· εἶτα τὸ φαιδρότερον, τὴν ζωὴν ἐν τῷ θελήματι αὐτοῦ. Δοκεῖ ταυτολογία εἶναι
15τοῖς μὴ δυναμένοις τῆς ἀκριβείας τῶν σημαινομέ‐ νων ἐφάπτεσθαι, τοῦ προφήτου λέγοντος ὀργὴν εἶ‐ ναι ἐν τῷ θυμῷ τοῦ Θεοῦ, ὡς τοῦ αὐτοῦ ὄντος ὀργῆς καὶ θυμοῦ· πλεῖστον δὲ τὸ διάφορον. Θυμὸς μὲν γάρ ἐστιν ἡ κρίσις τοῦ ἐπαχθῆναι τάδε τινὰ τὰ
20σκυθρωπὰ τῷ ἀξίῳ ὀργὴ δὲ ὁ πόνος ἤδη, καὶ ἡ κόλασις ἡ ἀπὸ τοῦ δικαίου κριτοῦ κατὰ τὸ μέτρον τῆς ἀδικίας ἐπαγομένη. Ἀπὸ παραδείγματος δὲ σαφέστερον ὃ λέγω γενήσεται. Σημειωσάμενος ὁ ἰατρὸς τὸ φλεγμαῖνον μέρος καὶ ὕπουλον, ἐγκρίνει
25τὴν τομὴν ἀναγκαίαν εἶναι τῷ κάμνοντι. Τοῦτο θυ‐ μὸν ὀνομάζει ἡ Γραφή. Μετὰ δὲ τὴν ἐπὶ τῷ βοηθή‐ ματι κρίσιν τοῦ ἰατροῦ ἐπακολουθεῖ λοιπὸν ἡ ἐνέρ‐ γεια εἰς ἔργον ἄγουσα τὰ κριθέντα, καὶ ὁ σί‐ δηρος τέμνων καὶ ὀδύνην ἐμποιῶν τῷ διακοπτο‐
30μένῳ. Τοῦτο ὀργὴ Θεοῦ ὠνόμασται. Ἐλθὲ τοίνυν ἐπὶ τὸ προκείμενον, καὶ εὑρήσεις τὸ ἀκόλουθον τῆς ἐννοίας. Ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ. Τιμωρία, κατὰ τὸ δίκαιον κρῖμα τοῦ Θεοῦ· Ζωὴ δὲ ἐν τῷ θελήματι αὐτοῦ. Τί οὖν φησιν; Ὅτι ὃ μὲν θέλει ὁ
35Θεὸς, τοῦτό ἐστι, πάντας μετέχειν αὐτοῦ τῆς ζωῆς· τὰ δὲ περιστατικὰ, οὐχὶ τῷ θελήματι αὐτοῦ ἐνερ‐ γεῖται, ἀλλὰ τῇ ἀξίᾳ τῶν ἡμαρτηκότων ἐπάγεται. Τὴν μὲν οὖν ζωὴν ὁ Θεὸς τῷ ἰδίῳ θελήματι ἑκάστῳ χαρίζεται, τὴν δὲ ὀργὴν αὐτὸς ἕκαστος ἑαυτῷ θη‐
40σαυρίζει Ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ. Σύνηθες δὲ τῇ Γραφῇ προτάσσειν τὰ σκυθρωπὰ τῶν χρηστοτέρων· διότι ἡδίων ἐστὶν ἡ ἀπόλαυσις, προκαθηγησαμένων αὐτῆς τῶν λυπούντων. Ἐγὼ γὰρ ἀποκτενῶ, φησὶ, καὶ
45ζῇν ποιήσω. Δευτέρα ἡ εὐεργεσία μετὰ τὴν κό‐ λασιν. Πατάξω, κἀγὼ ἰάσομαι. Αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησιν· ἔπαισε, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο. Προλαμβάνει τὰ κακοῦντα, ἵνα μονιμώτεραι ἡμῖν αἱ χάριτες γένωνται, σφοδρῶς

29

.

313

(50)

ἀντιποιηθέντων ἡμῶν τῆς φυλακῆς τῶν δοθέντων. Τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τὸ
πρωὶ ἀγαλλίασις. Μνήσθητι τοῦ καιροῦ τοῦ κατὰ τὸ313

29

.

316

πάθος τοῦ Κυρίου, καὶ εὑρήσεις τὰ σημαινό‐ μενα. Ἑσπέρας γὰρ ηὐλίσθη κλαυθμὸς τοῖς μαθη‐ ταῖς τοῦ Κυρίου, ὅτε ἔβλεπον αὐτὸν ἐπὶ τοῦ σταυροῦ κρεμάμενον· τὸ δὲ πρωὶ ἀγαλλίασις, ὅτε μετὰ τὴν
5ἀνάστασιν διέτρεχον μετὰ χαρᾶς ἀλλήλοις διδόντες τὰ εὐαγγέλια τῆς ὀπτασίας τοῦ Κυρίου. Ἢ τάχα καὶ καθολικῶς ἑσπέρα ὁ αἰὼν οὗτος λέγεται, ἐν ᾧ οἱ μακαρίως κλαύσαντες, τῆς πρωίας ἐπελθούσης, πα‐ ρακληθήσονται. Μακάριοι γὰρ οἱ πενθοῦντες, ὅτι
10αὐτοὶ παρακληθήσονται. Μακάριοι οἱ κλαίοντες, ὅτι αὐτοὶ γελάσουσιν. Οἱ οὖν τὰς ἡμέρας τοῦ αἰῶνος τούτου ἐπὶ συντελείᾳ ἤδη ὄντος, καὶ πρὸς τὰς ἑαυτοῦ δυσμὰς ἀποκλίνοντος, ἐν τῷ ἀπο‐ κλαίειν τὰς ἑαυτῶν ἁμαρτίας διαγαγόντες, οὗτοι
15τῆς ἀληθινῆς ἐκείνης πρωίας ἐπελθούσης ἀγαλλιάσονται. Οἱ σπείροντες γὰρ ἐν δάκρυσι νῦν, ἐν ἀγαλ‐ λιάσει θεριοῦσι· δηλαδὴ πρὸς τὸ μέλλον. Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Ὥσπερ πόλεώς ἐστιν εὐ‐ θηνία ἡ τῶν ὠνίων κατ’ ἀγορὰν ἀφθονία, καὶ
20χώραν εὐθηνεῖσθαι λέγομεν τὴν πολλοὺς εὐφορήσασαν τοὺς καρπούς· οὕτω καὶ τῆς ψυχῆς τίς ἐστιν εὐθηνία τῆς πεπληρωμένης παντοδαπῶν ἔργων· ἣν πρῶτον μὲν γεωργηθῆναι δεῖ φιλοπόνως, καὶ τότε ταῖς ἀφθόνοις τῶν οὐρανίων ὑδάτων ἐπιῤῥοίαις πιαν‐
25θῆναι, ὥστε καρποφορῆσαι ἐν τριάκοντα, καὶ ἐν ἑξή‐ κοντα, καὶ ἐν ἑκατὸν, καὶ τυχεῖν τῆς εὐλογίας τῆς λεγούσης· Εὐλογημέναι αἱ ἀποθῆκαί σου, καὶ τὰ ἐγκαταλείμματά σου. Ὁ οὖν αἰσθανόμενος τῆς ἑαυτοῦ βεβαιότητος, πεποιθότως ἐρεῖ, καὶ διαβε‐
30βαιώσεται μὴ περιτραπῆναι ὑπὸ τοῦ ἀνταγωνι‐ ζομένου, ὡς ἀγρὸς πλήρης, ὃν εὐλόγησεν ὁ Κύριος· Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν. Οἱ περὶ τὴν ἐξέτασιν τοῦ περὶ ἀρετῶν λόγου κατατριβέντες τὰς μὲν τῶν ἀρετῶν ἐκ
35θεωρημάτων ἔφασαν συνεστάναι, τὰς δὲ ἀθεωρήτους· οἷον, φρόνησιν μὲν ἐκ θεωρημάτων συνεστάναι, ἐν τῷ περὶ ἀγαθῶν καὶ κακῶν τόπῳ· σωφροσύνην δὲ ἐκ τοῦ περὶ τῶν αἱρετῶν καὶ φευκτῶν· δικαιο‐ σύνην δὲ ἐκ τοῦ περὶ τῶν ἀπονεμητέων καὶ οὐκ
40ἀπονεμητέων· καὶ ἀνδρείαν ἐκ τοῦ περὶ δεινῶν καὶ
οὐ δεινῶν· κάλλος δὲ καὶ ἰσχὺν ἀθεωρήτους εἶναι315

29

.

317

ἀρετὰς, ἐπακολουθούσας ταῖς ἐκ θεωρημάτων. Κατὰ γὰρ τὴν συμμετρίαν καὶ ἁρμονίαν τῶν τῆς ψυχῆς θεωρημάτων, ἔνιοι τῶν σοφῶν νενοήκασι τὸ κάλλος· κατὰ δὲ τὸ ἀποτελεστικὸν τῶν ὑποβαλλομένων ἐκ
5τῶν θεωρητικῶν ἀρετῶν, τὴν ἰσχὺν νενοήκασι. Πλὴν ἵνα καὶ κάλλος ἐπιγένηται τῇ ψυχῇ, καὶ δύναμις τῶν δεόντων ἐπιτελεστικὴ, θείας εἰς τοῦτο χάριτος χρῄζομεν. Ὡς τοίνυν ἄνω εἴρηκεν, Ὅτι ζωὴ ἐν τῷ θελήματι αὐτοῦ· οὕτω νῦν ὑψοῖ τὸν Θεὸν διὰ τῆς
10εὐχαριστίας λέγων, ὅτι Ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν. Καλὸς μὲν γὰρ ἤμην κατὰ τὴν φύσιν, ἀσθενὴς δὲ διὰ τὸ ἐξ ἐπι‐ βουλῆς τοῦ ὄφεως νεκρωθῆναι τῷ παραπτώματι. Τῷ οὖν κάλλει μου, ὃ παρὰ σοῦ ἔλαβον ἐκ τῆς πρώ‐
15της κατασκευῆς, προσέθηκας δύναμιν τὴν τῶν δεόν‐ των πρακτικήν. Καλὴ μὲν οὖν πᾶσα ψυχὴ ἡ ἐν συμμετρίᾳ τῶν οἰκείων δυνάμεων θεωρουμένη· κάλλος δὲ ἀληθινὸν, καὶ ἐρασμιώτατον, μόνῳ τῷ τὸν νοῦν κεκαθαρμένῳ θεωρητὸν, τὸ περὶ τὴν θείαν
20καὶ μακαρίαν φύσιν. Οὗ ὁ ἐνατενίσας ταῖς μαρμα‐ ρυγαῖς καὶ ταῖς χάρισι, μεταλαμβάνει τι ἀπ’ αὐτοῦ, ὥσπερ ἀπό τινος βαφῆς, αἵγλην τινὰ ἀνθηρὰν εἰς τὴν οἰκείαν ὄψιν ἀναχρωννύμενος. Ὅθεν καὶ Μωϋ‐ σῆς, τῷ μετειληφέναι τοῦ κάλλους ἐκείνου ἐν τῷ
25ὁμιλεῖν Θεῷ, ἐδοξάσθη τὸ πρόσωπον. Ὁ οὖν αἰσθό‐ μενος τῆς ἑαυτοῦ ἀρετῆς, τὴν εὐχαριστικὴν ταύτην ἀφίησι φωνήν· Κύριε, ἐν τῷ θελήματί σου παρ‐ έσχου τῷ κάλλει μου δύναμιν. Ὥσπερ δὲ ταῖς θεωρητικαῖς ἀρεταῖς ἀθεώρητοι ἀκολουθοῦσι, τό τε
30κάλλος καὶ ἡ δύναμις, οὕτως εἰσί τινες κακίαι ἀθεώρητοι, ἥ τε αἰσχρότης καὶ ἡ ἀσθένεια. Τί γὰρ ἀωρότερον καὶ εἰδεχθέστερον ψυχῆς ἐμπαθοῦς; Ἴδε μοι τὸν θυμούμενον, καὶ τὴν ἐν αὐτῷ ἀγριότητα. Θέασαι τὸν λυπούμενον, καὶ τὸ ἐν αὐτῷ ταπεινὸν
35καὶ συμπεπτωκὸς τῆς ψυχῆς. Τὸν δὲ λαγνείαις ἢ γαστριμαργίαις ὑποπεπτωκότα, ἢ φόβοις ἐπτοημέ‐ νον, τίς ἂν καὶ προσβλέψαι ἀνάσχοιτο; διαβαινούσης μέχρι τῶν περάτων τοῦ σώματος τῆς κατὰ ψυχὴν διαθέσεως· ὥσπερ οὖν καὶ τὰ ἴχνη τοῦ κάλλους
40τῆς ψυχῆς ἐν τῇ καταστάσει τοῦ ἁγίου διαφαίνεται. Προνοητέον τοίνυν τοῦ κάλλους ἡμῖν, ἵνα καὶ ὁ νυμ‐ φίος Λόγος ἀποδεξάμενος ἡμᾶς εἴπῃ· Ὅλη καλὴ ἡ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί.
46 Ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγε‐ νήθην τεταραγμένος. Ἕως μὲν ὅτε, φησὶν, αἱ
ἀκτῖνες τῆς ἐπισκοπῆς σου ἐπέλαμπόν μοι, ἐν εὐ‐317

29

.

320

σταθεῖ καταστάσει καὶ ἀταράχῳ διῆγον· ἐπειδὴ δὲ ἀπέστρεψάς σου τὸ πρόσωπον, τὸ ἐμπαθὲς καὶ τε‐ θορυβημένον τῆς ψυχῆς ἀπηλέγχθη. Ἀποστρέφειν δὲ λέγεται τὸ ἑαυτοῦ πρόσωπον ὁ Θεὸς, ὅταν ἐν τοῖς
5τῶν περιστάσεων καιροῖς ἐκδότους ἀφίῃ τοῖς πειρασμοῖς, ἐπὶ τὸ γνωσθῆναι τὸ εὔτονον τοῦ ἀγω‐ νιζομένου. Ἐὰν οὖν ἡ εἰρήνη ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσῃ τὰς καρδίας ἡμῶν, δυνάμεθα τὴν ταραχὴν καὶ τὴν σύγχυσιν τῶν παθῶν διαφυγεῖν.
10Ἐπεὶ οὖν ἀντίκειται τῷ μὲν θελήματι τοῦ Θεοῦ ἡ ἀποστροφὴ, τῷ δὲ κάλλει καὶ τῇ ὡραιότητι καὶ τῇ δυνάμει ἡ ταραχή· εἴη ἂν ἡ ταραχὴ αἶσχος καὶ ἀσθένεια ψυχῆς, ἐκ τῆς ἀπὸ Θεοῦ ἀλλοτριώσεως ἐγ‐ γινομένη. Εὐχώμεθα οὖν ἀεὶ ἐπιλάμπειν ἡμῖν τὸ
15πρόσωπον τοῦ Θεοῦ, ἵνα ἐν καταστήματι ὦμεν ἱεροπρεπεῖ, καὶ πρᾶοι, καὶ παντὶ τρόπῳ ἀτάραχοι ἐκ τῆς πρὸς τὰ καλὰ ἑτοιμότητος. Ἡτοιμάσθην γὰρ, φησὶ, καὶ οὐκ ἐταράχθην. Πρὸς σὲ, Κύριε, κεκρά‐ ξομαι, καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι. Πολ‐
20λάκις εἴρηται περὶ τοῦ κεκραγέναι πρὸς Κύριον, ὅτι μόνου τοῦ μεγάλα καὶ ἐπουράνια ἐπιθυμοῦντός ἐστι τὸ κράζειν. Εἰ δέ τις μικρὰ καὶ ἐπίγεια αἰτοίη τὸν Θεὸν, μικρᾷ καὶ ταπεινῇ κέχρηται τῇ φωνῇ, μὴ φθανούσῃ εἰς ὕψος, μηδὲ ἐρχομένῃ εἰς τὰς ἀκοὰς
25τοῦ Κυρίου. Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν; Τί, φησὶν, ἐκέκραξα; καὶ περὶ τίνος ἐδεήθην πρὸς σὲ τὸν Κύ‐ ριόν μου καὶ τὸν Θεόν μου; Τίς μοι χρεία, φησὶ, σαρκὸς εὐπαθείας καὶ αἵματος πλήθους, μέλλοντος
30ὅσον οὐδέπω παραδίδοσθαι τῇ κοινῇ διαλύσει τοῦ σώ‐ ματος; Ἀλλ’ ὑπωπιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ, μήπως εὐεκτοῦντος καὶ ὑπερζέοντός μοι τοῦ αἵματος, ἀφορμὴ πρὸς ἁμαρτίαν ἡ πολυσαρ‐ κία γένηται. Μὴ κολάκευέ σου τὴν σάρκα ὕπνοις καὶ
35λουτροῖς καὶ μαλακοῖς στρώμασιν, ἀεὶ ἐπιλέγων τὸ ῥῆμα τοῦτο· Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν; Τί περιέπεις τὸ μικρὸν ὕστερον φθαρησόμενον; τί καταπιαίνεις σεαυ‐ τὸν καὶ περισαρκοῖς; Ἢ ἀγνοεῖς, ὅτι ὅσῳ παχυτέραν
40τὴν σάρκα σεαυτῷ ποιεῖς, τοσούτῳ βαρύτερον τῇ ψυχῇ κατασκευάζεις τὸ δεσμωτήριον; Μὴ ἐξομολο‐ γήσεταί σοι χοῦς, ἢ ἀναγγελεῖ τὴν ἀλήθειάν σου; Πῶς γὰρ ὁ χοϊκὸς ἄνθρωπος καὶ σάρκινος ἐξομο‐ λογήσεταί σοι τῷ Θεῷ; πῶς δὲ καὶ ἀναγγελεῖ τὴν
45ἀλήθειαν ὁ μήτε μαθήμασι καιρὸν δοὺς, καὶ ἐν τοσούτῳ βάρει τῆς σαρκὸς τὸν νοῦν ἑαυτοῦ συγ‐ κεχωσμένον ἔχων; Διὰ τοῦτο τοίνυν ἐκτήκω μου τὴν σάρκα, καὶ ἀφειδῶ τοῦ αἵματος ὅπερ εἰς σάρκα πέ‐ φυκε μεταπήγνυσθαι, ἵνα μηδέν μοι ᾖ πρὸς ἐξομολόγησιν ἢ πρὸς τὴν τῆς ἀληθείας κατανόησιν ἐμ‐ ποδίζον.

29

.

320

(50)

Ἤκουσε Κύριος, καὶ ἠλέησέ με· Κύριος ἐγε‐319

29

.

321

νήθη βοηθός μου. Μετὰ τὸ διηγήσασθαι τίνα ἦν ἃ πρὸς τὸν Θεὸν ἐκέκραξεν, εὐθὺς αἰσθόμενος τῆς ἀν‐ τιλήψεως τοῦ Θεοῦ, παρορμῶν ἡμᾶς πρὸς τὴν τῶν ὁμοίων αἴτησιν, Ἤκουσε, φησὶ, Κύριος, καὶ ἠλέησέ
5με· Κύριος ἐγενήθη βοηθός μου. Εὐχώμεθα οὖν καὶ ἡμεῖς, καὶ κράζωμεν τὴν πνευματικὴν βοὴν, αἰτούμενοι τὰ μεγάλα, μὴ ἀντιποιούμενοι τῆς σαρκὸς (Οἱ γὰρ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται), ἵνα καὶ ἡμῶν ἐπακούσῃ ὁ Κύριος, ἐλεήσας ἡμῶν τὸ
10ἀσθενὲς, καὶ τῆς θείας βοηθείας ἀπολαύσαντες καὶ ἡμεῖς εἵπωμεν· Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί. Οὐ τῇ τυχούσῃ ψυχῇ ἡ ἀπὸ Θεοῦ χαρὰ ἐγγίνεται, ἀλλ’ εἴ τις πολλὰ τὴν ἁμαρτίαν τὴν ἑαυ‐ τοῦ ἀπεκλαύσατο, ἰσχυροῖς ὀδυρμοῖς καὶ θρήνοις
15διηνεκέσιν, ὡς ἐπὶ τεθνεῶτι ἑαυτῷ κοπετὸν ἐποιή‐ σατο, τοῦ τοιούτου ὁ κοπετὸς εἰς χαρὰν στρέφεται. Ὅτι δέ ἐστιν ἐπαινετῶς κόψασθαι, δηλοῦσιν οἱ ἐν ταῖς ἀγοραῖς καθήμενοι παῖδες, οἱ λέγοντες· Ἐθρη‐ νήσαμεν ὑμῖν, καὶ οὐκ ἐκόψασθε· ηὐλήσα‐
20μεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε. Ἔστι δὲ ὁ αὐλὸς ὄρ‐ γανον μουσικὸν πνεύματι συνεργῷ πρὸς τὴν μελ‐ ῳδίαν χρώμενον. Διόπερ οἶμαι πάντα ἅγιον προφήτην αὐλὸν τροπικῶς ὀνομάζεσθαι διὰ τὴν ἐκ τοῦ ἁγίου Πνεύματος κίνησιν. Διόπερ, φησὶν, Ηὐλήσαμεν
25ὑμῖν, καὶ οὐκ ὠρχήσασθε. Οἱ γὰρ προφητικοὶ λόγοι προτρέπονται ἡμᾶς ἐπὶ τὴν εὔρυθμον τῆς ἁγίας προφητείας ἐνέργειαν, ἥτις εἴρηται ὄρχησις. Ἀλλὰ καὶ θρηνοῦσιν ἡμῖν οἱ προφῆται, εἰς κοπετὸν ἡμᾶς προκαλούμενοι, ἵνα, εἰς συναίσθησιν ἐλθόντες ἐκ τῶν
30προφητικῶν λόγων ἐπὶ τοῖς ἑαυτῶν ἁμαρτήμασι, κα‐ ταπενθήσωμεν ἡμῶν τὴν ἀπώλειαν, ἐν κόποις καὶ μόχθοις τὴν σάρκα ἡμῶν καταπιέσαντες. Τῷ τοιούτῳ τοίνυν περιῤῥήγνυται μὲν τὸ πενθικὸν ἔν‐ δυμα, ὃ καταπενθῶν ἑαυτοῦ τὴν ἁμαρτίαν περιεβά‐
35λετο. Περιτίθεται δὲ αὐτῷ ὁ χιτὼν τῆς εὐφροσύνης, καὶ τὸ ἱμάτιον τοῦ σωτηρίου, τὰ φαιδρὰ ταῦτα καὶ γαμικὰ ἐνδύματα, οἷς ὁ κεκοσμημένος ἐκ τοῦ νυμφῶ‐ νος οὐκ ἐκβληθήσεται. Διέῤῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην. Συνεργὸς εἰς μετά‐
40νοιαν ὁ σάκκος, ταπεινώσεως ὑπάρχων σύμβολον. Πάλαι γὰρ ἂν ἐν σάκκῳ, φησὶ, καὶ σποδῷ καθ‐ ήμενοι μετενόησαν. Ἐπεὶ δὲ ὁ Ἀπόστολος ἀνα‐ κεκαλυμμένῳ προσώπῳ τὴν αὐτὴν εἰκόνα μετα‐ μορφοῦται ἀπὸ δόξης εἰς δόξαν, τὴν δοθεῖσαν αὐτῷ
45χάριν ἀπὸ τοῦ Κυρίου ἰδίαν λέγει δόξαν. Ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου. Δόξα δικαίου τὸ πνεῦμα τὸ ἐν
αὐτῷ. Ὁ οὖν ψάλλων τῷ πνεύματι, λεγέτω· Ὅπως321

29

.

324

ἂν ψάλῃ σοι ἡ δόξα μου, καὶ οὐ μὴ κατανυγῶ. Οὐκέτι μὴ, φησὶ, ποιήσω ἄξια τοῦ κατανύσσεσθαι καὶ κατακεντεῖσθαι τὴν καρδίαν ἐπὶ τῇ ὑπομνήσει τῆς ἁμαρτίας μου. Κύριε ὁ Θεός μου, εἰς τὸν
5αἰῶνα ἐξομολογήσομαί σοι· ἀντὶ τοῦ, Εὐχαριστήσω. Ἐπειδὴ γὰρ ἔδωκάς μοι τὴν ἐκ τῆς μετανοίας συγ‐ χώρησιν, καὶ ἐπανήγαγές με εἰς δόξαν, τὴν ἐκ τῶν ἁμαρτημάτων αἰσχύνην περιελὼν, διὰ τοῦτο εἰς πάντα τὸν αἰῶνα ἐξομολογήσομαί σοι. Τί γὰρ ἂν γένοιτο τοσοῦτον χρόνου διάστημα, ὃ τῇ ἐμῇ ψυχῇ
10λήθην τῶν τηλικούτων εὐεργεσιῶν ἐμποιῆσαι δυνήσεται;
11tΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΛΒʹ ΨΑΛΜΟΝ.
12tἈγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ· τοῖς εὐθέσι
13tπρέπει αἴνεσις.
14Συνήθης τῇ Γραφῇ τῆς ἀγαλλιάσεως ἡ φωνὴ,
15φαιδροτάτην τινὰ καὶ περιχαρῆ κατάστασιν τῆς ψυ‐ χῆς ἐπὶ τοῖς ἀξίοις εὐθυμίας ἐμφαίνουσα. Ἀγαλ‐ λιᾶσθε οὖν, δίκαιοι, ἐν Κυρίῳ· μὴ ὅταν ὑμῖν εὐ‐ θηνῆται τὰ κατὰ τὸν οἶκον, μὴ ὅταν εὐεκτῆτε τῷ σώματι, μὴ ὅταν αἱ ἄρουραι πληθύνωσι καρπῶν
20παντοδαπῶν· ἀλλ’ ὅτι Κύριον ἔχετε, τοιοῦτον μὲν τὸ κάλλος, τοιοῦτον δὲ τὴν ἀγαθότητα, τὴν σοφίαν τοι‐ οῦτον. Ἀρκείτω ὑμῖν ἡ ἐπ’ αὐτῷ εὐφροσύνη. Καὶ ἔοικεν ὁ μετ’ εὐφροσύνης καὶ χαρᾶς ἐπαγαλλόμενός τινι τῶν περισπουδάστων, οὕτως ἀγαλλιᾷν ἐπ’
25αὐτῷ. Διὸ τοὺς δικαίους παρορμᾷ ὁ λόγος αἰσθάνε‐ σθαι μετὰ τοῦ ἀξιώματος, ὅτι τοιούτου Δεσπότου δοῦλοι εἶναι κατηξιώθησαν, καὶ ἐπαγάλλεσθαι αὐτοῦ τῇ δουλείᾳ μετὰ χαρᾶς ἀμυθήτου καὶ σκιρτημάτων, τῆς καρδίας οἱονεὶ πηδώσης τῷ ἐνθουσιασμῷ τῆς
30ἀγάπης τοῦ ἀγαθοῦ. Εἴ ποτέ σου τῇ καρδίᾳ οἱονεὶ φῶς ἐμπεσὸν ἀθρόαν Θεοῦ ἔννοιαν ἐνεποίησε, καὶ περιέλαμψέ σου τὴν ψυχὴν, ὥστε ἀγαπῆσαι μὲν τὸν Θεὸν, καταφρονῆσαι δὲ κόσμου καὶ τῶν σωματικῶν πάντων, ἐκ τῆς ἀμυδρᾶς ἐκείνης καὶ βραχείας
35εἰκόνος γνώρισον τὴν ὅλην τῶν δικαίων κατάστα‐ σιν, ὁμαλῶς καὶ ἀδιακόπως τὴν ἐπὶ τῷ Θεῷ εὐ‐ φροσύνην κατορθούντων. Σοὶ μὲν γὰρ ἐμπίπτει ποτὲ σπανίως ἐκεῖνο τὸ ἀγαλλίαμα κατ’ οἰκονο‐ μίαν Θεοῦ, ἵνα σε διὰ μικροῦ γεύματος εἰς ὑπό‐
40μνησιν ἀγάγῃ οἵων ἐστέρησαι· τῷ δὲ δικαίῳ διαρκής ἐστιν ἡ θεία καὶ ἐπουράνιος εὐφροσύνη, διότι ἅπαξ αὐτῷ ἐνοικεῖ τὸ Πνεῦμα· πρῶτος δὲ Καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρὰ, εἰρήνη. Ἀγαλλιᾶσθε. οὖν, δίκαιοι, ἐν Κυρίῳ.
45Οἱονεὶ τόπος χωρητικός ἐστι τῶν δικαίων ὁ Κύριος· ἐν ᾧ τὸν γενόμενον πᾶσα ἀνάγκη εὐθυμεῖσθαι καὶ ἐνευφραίνεσθαι. Γίνεται καὶ ὁ δίκαιος τόπος τῷ Κυ‐ ρίῳ, λαμβάνων αὐτὸν ἐν ἑαυτῷ. Ὁ μὲν ἁμαρτάνων δίδωσι τόπον τῷ διαβόλῳ, παρακούων τοῦ λέγον‐

29

.

324

(50)

τος· Μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ· καὶ τοῦ Ἐκκλησιαστοῦ· Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος
ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς. Ἐν αὐτῷ οὖν323

29

.

325

γενόμενοι τῷ Κυρίῳ, καὶ καθόσον ἐσμὲν δυνατοὶ, κατ‐ οπτεύοντες αὐτοῦ τὰ θαυμάσια, οὕτω συναγάγωμεν ἐκ τῆς θεωρίας ταῖς καρδίαις ἡμῶν εὐφροσύνην. Τοῖς εὐθέσι πρέπει αἴνεσις· ὥσπερ σκολιὸς ποῦς
5ὀρθῷ ὑποδήματι οὐκ ἐναρμόζεται, οὕτως οὐδὲ καρ‐ δίαις ἐνδιαστρόφοις ἡ αἴνεσις τοῦ Θεοῦ ἐπιπρέπει Διὰ τοῦτο, οἶμαι, ὡς οὐ πρέποντος τῷ στόματι τῶν δαιμόνων τοῦ περὶ τοῦ Σωτῆρος λόγου, ἀφαιρεῖ‐ ται αὐτῶν τὴν ἐξουσίαν, ἵνα μὴ φανερὸν αὐτὸν ποιή‐
10σωσι. Καὶ τῷ Πύθωνι ὁ Παῦλος ἐπιτιμᾷ, ἵνα μὴ ἀπὸ ἀκαβάρτου ὁ ἅγιος συνιστῆται. Τοιοῦτον καὶ τὸ, Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου; Φιλοτιμώμεθα οὖν φυγεῖν πᾶν σκολιὸν ἔργον καὶ στραγγαλιῶδες, καὶ
15κατορθώσωμεν ὡς εὐθῆ κανόνα τὸν νοῦν ἡμῶν καὶ τὸ κριτήριον τῆς ψυχῆς, ἵνα γενομένοις ἡμῖν εὐ‐ θέσιν ἐπιπρέψῃ ἡ αἴνεσις τοῦ Κυρίου. Ὥσπερ γὰρ ὁ τὴν ἁμαρτίαν καθηγησάμενος ὄφις σκολιὸς λέγε‐ ται, καὶ ἐπάγεται ἡ τοῦ Θεοῦ μάχαιρα ἐπὶ τὸν δρά‐
20κοντα τὸν ὄφιν τὸν σκολιὸν, ὅτι πολλὰς ἐκκλί‐ σεις καὶ ἐκτροπὰς ἐν τῇ πορείᾳ ποιεῖται. Συρόμενος γὰρ ὁ ὁλκὸς τοῦ ὄφεως ἀνωμάλως τῇ γῇ ἐπισύρεται, ἄλλως ὁρμώντων τῶν ἔμπροσθεν, καὶ πλαγίως ἐφε‐ πομένων τῶν ἑξῆς, καὶ πάλιν τῶν οὐραίων πρὸς
25τὸ ἐναντίον ἀπονευόντων. Ὥστε ὁ μὲν τῷ ὄφει ἑπό‐ μενος σκολιὸν καὶ ἀνώμαλον καὶ ἐναντιωμάτων γέ‐ μοντα τὸν βίον ἑαυτοῦ ἐπιδείξεται· ὁ δὲ ὀπίσω Κυ‐ ρίου τοῦ Θεοῦ πορευόμενος εὐθείας ποιεῖται τὰς τρίβους, καὶ ὀρθὰς τὰς τροχιὰς τῶν ποδῶν αὐτοῦ.
30Εὐθὴς γὰρ Κύριος ὁ Θεὸς ἡμῶν, καὶ εὐθύτητας εἶδε τὸ πρόσωπον αὐτοῦ. Ἐὰν δύο κανόνες ἀλλή‐ λοις παρατεθῶσιν, ἡ εὐθύτης αὐτῶν συναρμόζει ἀλλήλοις· ἐὰν δὲ διάστροφον ξύλον κανόνι παρατεθῇ, ἀσυνάρμοστον εὑρίσκεται τῷ ὀρθῷ τὸ στρεβλόν. Ἐπεὶ οὖν εὐθής ἐστιν ἡ τοῦ Θεοῦ αἴνεσις, εὐθείας
35χρεία καρδίας, ἵνα ἐπιπρέψῃ αὐτῇ καὶ ἐφαρμόσῃ ὁ αἶνος. Εἰ δὲ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν εἰ μὴ ἐν Πνεύματι ἁγίῳ, πῶς ἂν ἐνέγκῃς τὸν αἶνον, μὴ ἔχων τὸ εὐθὲς πνεῦμα ἐγκαινισθὲν ἐν τοῖς ἐγκάτοις σου; Ἐξομολογεῖσθε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ. Πρότερον ἐν
40κιθάρᾳ δεῖ ἐξομολογήσασθαι τῷ Κυρίῳ· του‐ τέστι, τὰς διὰ τοῦ σώματος ἐνεργείας ἀποδοῦναι ἐναρμονίως. Ἐπειδὴ γὰρ ἐν τῷ σώματι ἡμάρτομεν, ὅτε παρεστήσαμεν τὰ μέλη ἡμῶν δοῦλα τῇ ἁμαρτίᾳ εἰς τὴν ἀνομίαν, τῷ σώματι καὶ ἐξομολογησώμεθα,
45τῷ αὐτῷ κεχρημένοι ὀργάνῳ πρὸς τὴν ἀνάλυσιν τῆς ἁμαρτίας. Ἐλοιδόρησας; εὐλόγησον. Ἐπλεονέκτη‐ σας; ἀπόδος. Ἐμεθύσθης; νήστευσον. Ἠλαζο‐ νεύσω; ταπεινώθητι. Ἐφθόνησας; παρακάλεσον.
Ἐφόνευσας; μαρτύρησον· ἢ τὰ ἰσοδυναμοῦντα τῷ325

29

.

328

μαρτυρίῳ, διὰ τῆς ἐξομολογήσεως σεαυτοῦ τὸ σῶμα κάκωσον. Καὶ τότε μετὰ τὴν ἐξομολόγησιν ἄξιος εἶ ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλλειν τῷ Θεῷ. Δεῖ γὰρ πρότερον κατορθῶσαι τὰς διὰ τοῦ σώματος ἐνερ‐
5γείας, ὥστε ἁρμονίως τῷ θείῳ λόγῳ ἀποτελεῖν, καὶ οὕτως ἐπὶ τὴν θεωρίαν τῶν νοητῶν ἀναβῆναι. Ψαλ‐ τήριον γὰρ τάχα ὁ νοῦς εἴρηται ὁ τὰ ἄνω ζητῶν, διὰ τὸ τὴν κατασκευὴν τοῦ ὀργάνου τούτου τὴν ἠχοῦσαν δύναμιν ἐκ τῶν ἄνωθεν ἔχειν. Τὰ μὲν οὖν τοῦ σώ‐
10ματος ἔργα οἱονεὶ κάτωθεν ἐξομολογεῖται τῷ Θεῷ· τὰ δὲ διὰ τοῦ νοῦ ἐπαγγελλόμενα μυστήρια τὰς ἀφορμὰς ἄνωθεν ἔχει, οἱονεὶ ἐνηχουμένου διὰ τοῦ πνεύματος. Ὁ τοίνυν ἐπὶ πάσας τὰς ἐντολὰς ἐπιβλέ‐ πων, καὶ οἱονεὶ συνῳδίαν αὐτῶν καὶ συμφωνίαν
15ποιῶν, οὗτος ἐν δεκαχόρδῳ ψαλτηρίῳ ψάλλει τῷ Θεῷ, διὰ τὸ δέκα εἶναι τὰς γενικὰς ἐντολὰς κατὰ τὴν πρώτην τοῦ νόμου παράδοσιν γεγραμμένας. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν. Τουτέστιν, Μὴ ἐν τῇ παλαιότητι τοῦ γράμματος, ἀλλ’ ἐν τῇ καινότητι
20τοῦ πνεύματος λατρεύετε τῷ Θεῷ. Ὁ μὴ σωματικῶς ἐκλαμβάνων τὸν νόμον, ἀλλὰ τὸ πνευματικὸν αὐτοῦ γνωρίζων, οὗτος ᾄδει τὸ καινὸν ᾆσμα. Διότι τὸ μὲν παλαιούμενον καὶ γηράσκον τῆς Διαθήκης διέβη· τὸ δὲ καινὸν καὶ ἀνανεούμενον ᾆσμα ἡμᾶς τῆς τοῦ Κυ‐
25ρίου διδασκαλίας διεδέξατο, ἥτις ἀνακαινίζει ἡμῶν, ὡς ἀετοῦ, τὴν νεότητα, ὅταν φθείρωμεν μὲν τὸν ἔξω ἄνθρωπον, ἀνακαινώμεθα δὲ ἡμέρᾳ καὶ ἡμέρᾳ. Ἀλλὰ καὶ ὁ τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος ἀεὶ ἑαυ‐ τοῦ καινότερος γίνεται. Ὥστε ὁ ἀεὶ καινότερος ἑαυ‐
30τοῦ γινόμενος καινότερον ᾆσμα ᾄδει τῷ Θεῷ. Καινό‐ τερον δὲ ἢ τὸ παράδοξον ὑπὸ τῆς συνηθείας λέγεται, ἢ τὸ προσφάτως παρελθὸν εἰς τὴν γένεσιν. Ἐάν τε οὖν τὸν θαυμάσιον τρόπον καὶ πᾶσαν τὴν φύσιν ὑπερβαίνοντα τῆς ἐνανθρωπήσεως διηγῇ τοῦ Κυρίου,
35καινότερον ᾆσμα καὶ ξένον ᾄδεις· ἐάν τε τὴν ἀναγέν‐ νησιν καὶ ἀνανέωσιν τοῦ παντὸς κόσμου τοῦ ὑπὸ τῆς ἁμαρτίας παλαιωθέντος διεξίῃς, καὶ τὰ τῆς ἀναστά‐ σεως ἀπαγγέλλῃς μυστήρια, καὶ οὕτω καινὸν καὶ πρόσφατον ᾄδεις τὸ ᾆσμα.
40 Καλῶς ψάλατε αὐτῷ ἐν ἀλαλαγμῷ. Ἀκούετε τοῦ παραγγέλματος. Καλῶς ψάλατε· ἀμετεωρίστῳ τῇ διανοίᾳ, εἰλικρινεῖ τῇ διαθέσει. Ἐν ἀλαλαγμῷ ψάλατε. Ὥσπερ τινὲς καλοὶ στρατιῶται μετὰ τὰ νικητήρια τὰ κατὰ τῶν ἐχθρῶν, ἀνενέγκατε ὕμνους
45τῷ αἰτίῳ τῆς νίκης. Θαρσεῖτε, φησὶν, ἐγὼ νενίκηκα τὸν κόσμον. Τίς ἀνθρώπων ἱκανὸς ἀντιστρατεύσα‐ σθαι τῷ πονηρῷ, ἐὰν μὴ τῇ σκέπῃ τοῦ ἀρχιστρατή‐
γου τῆς δυνάμεως προσφυγόντες, ἐκεῖθεν ἀπὸ327

29

.

329

τῆς ἐν αὐτῷ πίστεως βάλωμεν ἡμῶν τὸν ἐχθρὸν, καὶ τοξεύσωμεν; Καλῶς οὖν ψάλατε ἐν ἀλαλαγμῷ. Ἔστι δὲ ὁ ἀλαλαγμὸς φωνή τις ἄναρθρος, συμφώνως ἀλλήλοις τῶν συνασπιζόντων ἐν τῷ πολέμῳ συν‐
5επηχούντων. Ἐν συμφωνίᾳ οὖν καὶ ἐν συμπνοίᾳ, καὶ τῇ διὰ τῆς ἀγάπης ἑνώσει ψάλατε. Τί οὖν δεῖ ψάλλον‐ τας λέγειν; Ὅτι εὐθὴς ὁ λόγος τοῦ Κυρίου. Διὰ τοῦτο πρότερον τοὺς εὐθεῖς καλεῖ πρὸς τὴν αἴνεσιν, ἐπειδὴ εὐθής ἐστι καὶ ὁ μέλλων δοξάζεσθαι
10Λόγος, ὁ τοῦ Κυρίου, ὁ ἐν ἀρχῇ ὢν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ὤν. Εὐθὴς οὖν ὁ Πατήρ· εὐθὴς ὁ Υἱός· εὐθὲς τὸ ἅγιον Πνεῦμα. Καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει. Τί ἐστιν ὃ λέγει; Ἔργον ὁ οὐρανὸς, ἔργον ἡ γῆ, ἔργον ἡ θάλασσα, ὁ ἀὴρ, τὰ ἄψυχα πάντα, τὰ
15ἔμψυχα, τὰ λογικὰ, τὰ ἄλογα. Πῶς οὖν ἐν πίστει πάντα; ποία πίστις ἐν τοῖς ἀψύχοις; ποία πίστις ἡ τῶν ἀλόγων; Ποία δὲ πίστις ἐν τῷ λίθῳ; ποία δὲ πίστις ἐν τῷ κυνί; Οὔτε ἄψυχον, οὔτε ἄλογον ἐν πίστει. Ἡ μέντοι ἀπόφασις οὐδὲν ὑπεξείλετο,
20ἀλλὰ πάντα περιείληφεν εἰποῦσα· Πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει. Τί οὖν ἐστιν ὃ λέγει; Ἐάν τε οὐ‐ ρανὸν, φησὶν, ἴδῃς, καὶ τὴν ἐν αὐτῷ τάξιν, πίστεώς ἐστιν ὁδηγός· δείκνυσι γὰρ τὸν τεχνίτην δι’ ἑαυτοῦ· ἐάν τε τὰς περὶ τὴν γῆν διακοσμήσεις, πάλιν καὶ διὰ
25τούτων αὔξεταί σοι ἡ περὶ τὸν Θεὸν πίστις. Οὐ γὰρ σαρκίνοις ὀφθαλμοῖς καταμαθόντες τὸν Θεὸν, πεπι‐ στεύκαμεν εἰς αὐτὸν, ἀλλὰ τῇ τοῦ νοῦ δυνάμει διὰ τῶν ὁρωμένων τὸν ἀόρατον καθορῶμεν. Πάντα οὖν τὰ ἔργα αὐτοῦ ἐν πίστει. Κἂν τὸν λίθον καταμάθῃς, ἔχει
30καὶ αὐτός τινα τῆς δυνάμεως τοῦ πεποιηκότος ἀπό‐ δειξιν· κἂν μύρμηκα, κἂν ἐμπίδα, κἂν μέλισσαν. Πολλάκις καὶ ἐν τοῖς μικροτάτοις ἡ σοφία τοῦ δη‐ μιουργοῦ διαφαίνεται. Ὁ γὰρ οὐρανὸν διαπλώσας, καὶ τὰ ἄπλετα μεγέθη τῶν πελαγῶν ἀναχέας, οὗτός
35ἐστιν ὁ καὶ τὸ λεπτότατον κέντρον τῆς μελίσσης κοι‐ λάνας ὥσπερ αὐλὸν, ὥστε δι’ αὐτοῦ τὸν ἰὸν ἀποχεῖ‐ σθαι. Πάντα οὖν τὰ ἔργα αὐτοῦ ἐν πίστει. Μηδέν σοι ἀπιστίας ἐφόδιον ἔστω. Μὴ εἴπῃς· Ὡς ἔτυχε, γέγονε τοῦτο, καὶ αὐτομάτως ἀπήντησε τόδε. Οὐδὲν ἄτακτον,
40οὐδὲν ἀόριστον, οὐδὲν εἰκῆ γενόμενον, οὐδὲ ὡς ἔτυχε φερόμενον ἐν τοῖς οὖσιν. Ἢ, Κακὴ συντυχία, ἢ, Πο‐ νηρὰ ὥρα. Ἀπαιδεύτων αὗται αἱ φωναί. Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἄνευ τοῦ θείου θελήματος. Πόσαι αἱ
45τρίχες τῆς κεφαλῆς! Μία αὐτῶν οὐκ ἔστιν ἐπιλελη‐ σμένη. Ὁρᾷς τὸν θεῖον ὀφθαλμὸν, ὡς οὐδὲν τῶν μι‐ κροτάτων τὴν ἐπισκοπὴν αὐτοῦ διαφεύγει; Ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν ὁ Κύριος· τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ. Εἰ καθ’ ἑαυτὴν

29

.

329

(50)

ὑπῆρχεν ἡ τοῦ Θεοῦ κρίσις, ἀποτόμως ἡμῖν κατὰ τὴν ἀξίαν ἡμῶν ἀποδιδόντος πρὸς ἃ ἐποιήσαμεν, ποία ἦν
ἐλπίς; τίς ἂν ἐσώθη τῶν πάντων; Νῦν δὲ Ἀγαπᾷ329

29

.

332

ἐλεημοσύνην καὶ κρίσιν. Οἱονεὶ πάρεδρον ἑαυτῷ τὴν ἐλεημοσύνην ποιησάμενος, καὶ προβληθεῖσαν τῷ βασιλικῷ τῆς κρίσεως θρόνῳ, οὕτω παράγει εἰς κρί‐ σιν ἕκαστον. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε,
5Κύριε, τίς ὑποστήσεται; Οὔτε ἡ ἐλεημοσύνη ἄκρι‐ τος, οὔτε ἡ κρίσις ἀνελεήμων. Πρὸ τῆς κρίσεως οὖν ἀγαπᾷ ἐλεημοσύνην, καὶ μετὰ τὴν ἐλεημοσύνην ἔρχεται ἐπὶ τὴν κρίσιν. Ταῦτα δὲ ἀλλήλοις συν‐ έζευκται, ὁ ἔλεος μετὰ τῆς κρίσεως· ἵνα μήτε ὁ ἔλεος
10μόνος χαυνότητα ἐμποιήσῃ, μήτε μόνη ἡ κρίσις ἀπόγνωσιν ἐνεργάσηται. Βούλεταί σε ἐλεῆσαι, καὶ τῶν ἑαυτοῦ οἰκτιρμῶν μεταδοῦναι ὁ κριτής· ἀλλ’ ἐὰν εὕρῃ σε μετὰ τὴν ἁμαρτίαν ταπεινὸν, συντετριμ‐ μένον, πολλὰ μετακλαύσαντα ἐπὶ τοῖς πονηροῖς ἔργοις,
15τὰ γενόμενα κρυφῆ ἀνεπαισχύντως δημοσιεύσαντα, δεηθέντα ἀδελφῶν συγκαμεῖν σοι πρὸς τὴν ἴασιν, ὅλως ἐλεεινόν σε γενόμενον ἐὰν ἴδῃ, ἄφθονόν σοι τὴν ἑαυτοῦ ἐλεημοσύνην ἐπιχορηγεῖ· ἐὰν δὲ καρδίαν ἀμετανόητον, φρόνημα ὑπερήφανον, ἀπιστίαν τοῦ
20αἰῶνος τοῦ μέλλοντος, ἀφοβίαν τῆς κρίσεως, τότε ἀγαπᾷ ἐπὶ σοὶ τὴν κρίσιν. Ὡς γὰρ ἰατρὸς ἐμμελὴς καὶ φιλάνθρωπος καταντλήμασι πρότερον καὶ πε‐ ριπλάσμασιν ἁπαλοῖς πειρᾶται καταστεῖλαι τὸ οἴδη‐ μα· ἐπὰν δὲ ἴδῃ ἀνενδότως καὶ σκληρῶς ἀντιτυ‐
25ποῦντα τὸν ὄγκον, ῥίψας τὸ ἔλαιον καὶ τὴν μαλακὴν ἀγωγὴν, αἱρεῖται λοιπὸν τὴν τοῦ σιδήρου χρῆσιν. Ἀγαπᾷ οὖν ἐλεημοσύνην ἐπὶ τῶν μετανοούντων· ἀγαπᾷ δὲ καὶ κρίσιν ἐπὶ τῶν ἀνενδότων. Τοιοῦτόν τι καὶ ὁ Ἡσαΐας λέγει τῷ Θεῷ, ὅτι Ἡ ἐλεημοσύνη
30σου εἰς σταθμόν. Καὶ γὰρ κἀκεῖνος τὴν μετὰ κρίσεως ἐλεημοσύνην παρίστησι, ζυγῷ καὶ ἀριθμῷ καὶ σταθμῷ κατὰ τὴν ἑκάστου ἀξίαν ἀντιμετροῦν‐ τος. Τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ. Ἐνταῦθα
35διέζευκται ἀπὸ τῆς κρίσεως ὁ ἔλεος. Μόνου γὰρ τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ, τῆς κρίσεως εἰς τὸν ὡρισμένον καιρὸν ταμιευθείσης. Ἐνταῦθα μὲν οὖν ἔλεός ἐστι χωρὶς κρίσεως· οὐ γὰρ ἦλθεν ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σώσῃ τὸν κόσμον. Ἐκεῖ δὲ
40οὐκ ἔστιν ἡ κρίσις χωρὶς ἐλέους, διὰ τὸ μὴ δύνα‐ σθαι ἄνθρωπον καθαρὸν εὑρεθῆναι ἀπὸ ῥύπου, μη‐ δὲ ἐὰν μία ἡμέρα ᾖ τῆς γενέσεως αὐτοῦ. Ὥστε ἐάν τις ἴδῃ τὴν κακίαν ὁσημέραι νεμομένην, καὶ τὸ ἐπίκηρον γένος τῶν ἀνθρώπων ἄξιον μυρίων θανά‐
45των, ὅσον ἐπὶ τοῖς ἁμαρτήμασι τυγχάνον, θαυμάσει τὸν πλοῦτον τῆς χρηστότητος τοῦ Θεοῦ, καὶ τῆς ἀνοχῆς αὐτοῦ καὶ τῆς μακροθυμίας. Ἐν τῇ γῇ μέντοι ὄντες τοῦ ἐλέους χρῄζομεν. Οἱ γὰρ ἐν τῷ οὐρανῷ τοῦ μα‐ καρίζεσθαί εἰσιν, ἀλλ’ οὐχὶ τοῦ ἐλεεῖσθαι ἄξιοι. Ἢ

29

.

332

(50)

τάχα διὰ τὴν ἐκ τῆς ἁμαρτίας ἡμῖν ἐπενεχθεῖσαν κα‐331

29

.

333

ταδίκην γῆ λεγόμεθα ἡμεῖς οἱ ἀκούσαντες παρὰ Θεοῦ τὸ, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· οἳ πλήρεις ἐσμὲν τῶν οἰκτιρμῶν τοῦ Θεοῦ· Νεκροὺς γὰρ ὄντας ἡμᾶς ταῖς ἁμαρτίαις καὶ τοῖς παραπτώμασιν ἐλεήσας ὁ
5Θεὸς συνεζωοποίησε τῷ Χριστῷ. Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Ποῦ οἱ τὸ Πνεῦμα ἐξουθενοῦντες; ποῦ οἱ χωρίζοντες αὐτὸ ἀπὸ τῆς δημιουργικῆς δυνάμεως; ποῦ οἱ τῆς πρὸς
10Πατέρα καὶ Υἱὸν συναφείας αὐτὸ διατέμνοντες; Ἀκουέτωσαν τοῦ ψαλμοῦ λέγοντος· Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Οὔτε γὰρ Λόγος, ἡ κοινὴ αὕτη λαλιὰ, νομισθήσεται ἐξ
15ὀνομάτων καὶ ῥημάτων τὴν σύστασιν ἔχουσα, οὔτε τὸ Πνεῦμα ἀτμὶς εἰς ἀέρα διαχεομένη· ἀλλὰ καὶ Λόγος ὁ ἐν ἀρχῇ ὢν πρὸς τὸν Θεὸν, καὶ Πνεῦμα τὸ ἅγιον, ὃ ἰδίως τῆς προσηγορίας ταύτης τετύχηκεν. Ὡς οὖν ὁ δημιουργὸς Λόγος ἐστερέωσε τὸν οὐρανὸν, οὕτω τὸ
20Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ὃ παρὰ τοῦ Πατρὸς ἐκπο‐ ρεύεται (τουτέστιν, ὃ ἐκ τοῦ στόματος αὐτοῦ, ἵνα μὴ τῶν ἔξωθέν τι καὶ τῶν κτισμάτων αὐτὸ κρίνῃς, ἀλλ’ ὡς ἐκ Θεοῦ ἔχον τὴν ὑπόστασιν δοξάζῃς), ἁπάσας τὰς ἐν αὐτῷ δυνάμεις συνεπέφερε. Τῷ οὖν Πνεύματι πᾶ‐
25σα ἡ δύναμις ἡ ἐπουράνιος ἐστερεώθη· τουτέστι, τὸ εὔτονον καὶ πάγιον καὶ βέβαιον ἐν ἁγιασμῷ, καὶ πάσῃ τῇ πρεπούσῃ ταῖς ἱεραῖς δυνάμεσιν ἀρετῇ, ἐκ τῆς τοῦ Πνεύματος ἐπικουρίας ἔχουσιν. Ἐνθάδε μὲν οὖν Πνεῦμα στόματος αὐτοῦ ἀναγέγραπται· εὑρήσο‐
30μεν δὲ ἀλλαχοῦ καὶ Λόγον στόματος αὐτοῦ εἰρημένον, ἵνα νοηθῇ ὁ Σωτὴρ, καὶ τὸ ἅγιον αὐτοῦ Πνεῦμα ἐκ τοῦ Πατρός. Ἐπεὶ οὖν Λόγος μὲν Κυρίου ὁ Σωτὴρ, καὶ Πνεῦμα τοῦ στόματος αὐτοῦ τὸ ἅγιον Πνεῦμα, ἀμφότερα δὲ συνήργησε τῇ κτίσει τῶν οὐρανῶν καὶ
35τῶν ἐν αὐτοῖς δυνάμεων, διὰ τοῦτο εἴρηται· Τῷ Λό‐ γῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Οὐδὲν γὰρ ἁγιάζεται, εἰ μὴ τῇ παρουσίᾳ τοῦ Πνεύματος. Ἀγγέλων γοῦν τὴν μὲν εἰς τὸ εἶναι
40πάροδον ὁ δημιουργὸς Λόγος ὁ ποιητὴς τῶν ὅλων παρείχετο· τὸν ἁγιασμὸν δὲ αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον συνεπέφερεν. Οὐ γὰρ νήπιοι κτισθέντες οἱ ἄγ‐ γελοι, εἶτα τελειωθέντες τῇ κατ’ ὀλίγον μελέτῃ, οὕ‐ τως ἄξιοι τῆς τοῦ Πνεύματος ὑποδοχῆς γεγόνασιν·
45ἀλλ’ ἐν τῇ πρώτῃ συστάσει καὶ τῷ οἱονεὶ φυράματι τῆς οὐσίας αὐτῶν συγκαταβληθεῖσαν ἔσχον τὴν ἁγιότητα. Διὸ καὶ δυσμετάθετοί εἰσι πρὸς κακίαν, εὐ‐ θὺς, οἱονεὶ βαφῇ τινι, τῷ ἁγιασμῷ στομωθέντες, καὶ τὸ μόνιμον εἰς ἀρετὴν τῇ δωρεᾷ τοῦ ἁγίου Πνεύματος
ἔχοντες.333

29

.

336

Συνάγων ὡς ἀσκὸν ὕδατα θαλάσσης, τιθεὶς ἐν θησαυροῖς ἀβύσσους. Οὐκ εἶπε, Συνάγων τὰ ὕδατα τῆς θαλάσσης ὡς ἐν ἀσκῷ, ἀλλ’ Ὡς ἀσκὸν, οὕτω τὰ ὕδατα τῆς θαλάσσης συνάγων. Νόησον δέ μοι τὴν τοῦ
5ἀσκοῦ φύσιν, νῦν μὲν διαφυσωμένην, ὅταν τῷ ἐναπο‐ ληφθέντι πνεύματι τὸ δέρμα περιταθῇ· νῦν δὲ συστελλομένην, ὅταν ὑποχωρήσῃ τὸ διατεῖνον. Οὕτω τοίνυν ἡ θάλασσα ποτὲ μὲν ἐκφλεγμαίνει καὶ ζεῖ τοῖς πνεύμασιν ἀγριαινομένη καὶ ἐξοιδαίνουσα· ποτὲ δὲ
10πάλιν ὑπὸ γαλήνης εἰς ταπεινὸν καταστέλλεται. Ὡς οὖν ἀσκὸν, οὕτως συστέλλει καὶ ταπεινοῖ τὸ ὕδωρ τῆς θαλάσσης ὁ Κύριος. Εὕρομεν δὲ ἔν τισι τῶν ἀν‐ τιγράφων, Συνάγων ὡς ἐν ἀσκῷ ὕδατα θαλάσ‐ σης, ἐπὶ τὴν παλαιὰν ἱστορίαν τοῦ λόγου ἡμᾶς ἀνα‐
15πέμποντος, ὅτε ἡ Ἐρυθρὰ θάλασσα, οὐδενὸς αὐτὴν διαιροῦντος, οὐδὲ συνέχοντος, αὐτὴ πρὸς ἑαυτὴν συν‐ ειστήκει, οἷον ἀσκῷ τινι ἐνδεδεμένη, τοῦ θείου προστάγματος προχυθῆναι αὐτὴν οὐκ ἐῶντος. Τιθεὶς, φησὶν, ἐν θησαυροῖς ἀβύσσους. Ἀκολουθότερον ἦν
20ὡς πρὸς τὴν κοινὴν ἔννοιαν εἰπεῖν, Τιθεὶς ἐν ἀβύσ‐ σοις τοὺς θησαυρούς· τουτέστιν, ἐν μυστηρίῳ συν‐ έχων τὸν ἑαυτοῦ πλοῦτον. Νῦν δὲ ὥσπερ τινὰ κειμή‐ λια ἄξια τῶν θείων θησαυρῶν τὰς ἀβύσσους εἶναί φη‐ σι. Μήποτε οὖν οἱ περὶ τῆς θείας κρίσεως λόγοι, ἄῤ‐
25ῥητοι ὄντες καὶ ἀκατάληπτοι ταῖς ἀνθρωπίναις ἐν‐ νοίαις, ἄβυσσοι λέγονται, ἐν μόνῃ τῇ τοῦ Θεοῦ γνώσει ἀποκειμένων τῶν λόγων, καθ’ οὓς ἕκαστα οἰκονο‐ μεῖ; Ὅτι γὰρ τὰ περὶ ἕκαστον κρίματα ἄβυσσος προσηγορεύθη, ἐν ἑτέρῳ ψαλμῷ δεδιδάγμεθα λέγον‐
30τι· Τὰ κρίματά σου ἄβυσσος πολλή. Ἐὰν οὖν ἐπι‐ ζητῇς, διὰ τί τοῦ μὲν ἁμαρτωλοῦ ἡ ζωὴ παρατείνε‐ ται, τοῦ δὲ δικαίου αἱ ἡμέραι τῆς παροικίας συν‐ τέμνονται, διὰ τί ὁ μὲν ἄδικος εὐθηνεῖται, ὁ δὲ δίκαιος θλίβεται, διὰ τί τὸ παιδίον πρὶν εἰς τελείωσιν
35ἐλθεῖν ἀνηρπάσθη, πόθεν πόλεμοι, διὰ τί τὰ ναυάγια, οἱ σεισμοὶ, οἱ αὐχμοὶ, αἱ ἐπομβρίαι, διὰ τί τὰ φθαρ‐ τικὰ τῶν ἀνθρώπων δεδημιούργηται, διὰ τί ὁ μὲν δοῦλος, ὁ δὲ ἐλεύθερος, ὁ μὲν πλουτεῖ, ὁ δὲ πένεται (πολὺ δὲ καὶ ἐν τοῖς ἁμαρτανομένοις ἢ κατορθουμέ‐
40νοις ἐστὶ τὸ διάφορον· ἡ μὲν γὰρ πορνοβοσκῷ πρα‐ θεῖσα πρὸς ἀνάγκην ἐστὶν ἐν τῇ ἁμαρτίᾳ· ἡ δὲ εὐθὺς ἀγαθῆς δεσποίνης ἐπιτυχοῦσα συνεξετράφη τῇ παρθενίᾳ), διὰ τί αὕτη μὲν εὐηργετήθη, ἐκείνη δὲ κατεδικάσθη· καὶ τίς ἡ ἐφ’ ἑκάστου τούτων παρὰ
45τοῦ κριτοῦ ἀνταπόδοσις· ταῦτα πάντα λαβὼν εἰς ἔν‐ νοιαν, ἐνθυμήθητι, ὅτι ἄβυσσός ἐστι τὰ κρίματα τοῦ Θεοῦ, καὶ τῷ τοῖς θησαυροῖς τοῖς θείοις ἐναποκε‐
κλεῖσθαι, οὐκ εὔληπτα τοῖς τυχοῦσι. Καὶ τῷ πιστεύ‐335

29

.

337

οντι δὲ ἐπαγγελία δέδοται παρὰ Θεοῦ, ὅτι Δώσω σοι θησαυροὺς ἀποκρύφους, ἀοράτους. Ἐπειδὰν οὖν καταξιωθῶμεν τῆς πρόσωπον πρὸς πρόσωπον γνώ‐ σεως, ὀψόμεθα καὶ τὰς ἐν τοῖς θησαυροῖς τοῦ Θεοῦ
5ἀβύσσους. Συνάγων δὲ τὰ ἐν τῇ Γραφῇ περὶ ἀσκῶν εἰρημένα, μᾶλλον γενήσῃ ἐν περινοίᾳ τοῦ βουλήματος τοῦ προφητικοῦ. Οἱ μὲν οὖν ἀνακαινούμενοι ἡμέ‐ ρᾳ καὶ ἡμέρᾳ, καὶ τὸν καινὸν οἶνον ἀπὸ τῆς ἀμπέλου τῆς ἀληθινῆς χωροῦντες, ἀσκοὶ εἶναι λέγονται ἐν τῷ
10Εὐαγγελίῳ καινοί· οἱ δὲ μηδέπω τὸν παλαιὸν ἄνθρω‐ πον ἀποθέμενοι ἀσκοί εἰσι παλαιοὶ, μὴ δυνάμενοι πι‐ στεύεσθαι τὴν ὑποδοχὴν τοῦ νέου οἴνου. Οὐδεὶς γὰρ βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιοὺς, ἵνα μὴ καὶ ὁ οἶνος ἐκχυθῇ, καὶ πάντη ἀπόλωνται ἐκεῖνοι οἱ
15ἀσκοὶ, οὐδεμιᾶς ἀξιούμενοι συγγνώμης ἔτι, ἐὰν τὸν καλὸν καὶ καινὸν ἐκχέωσιν οἶνον. Οἶνον γὰρ καινὸν εἰς ἀσκοὺς καινοὺς βλητέον. Τὸν καινὸν καὶ πνευ‐ ματικὸν οἶνον, καὶ τῷ Πνεύματι τῷ ἁγίῳ ζέον‐ τα, τὸν μηδέποτε παλαιούμενον τῆς ἀληθείας νοῦν
20εἰς τὸν καινὸν ἄνθρωπον βλητέον· ὃς, διὰ τὸ πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώμα‐ τι περιφέρειν, ἀσκὸς ἂν λέγοιτο εἶναι καινὸς δικαίως. Φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ· ἀπ’ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Ἐπειδὴ φόβος Κυρίου ἀρχὴ αἰσθή‐
25σεως, οἱ τὰ γήινα φρονοῦντες διὰ φόβου παιδευέ‐ σθωσαν. Ὡς μὲν γὰρ εἰσαγωγικὸς εἰς εὐσέβειαν ἀναγκαίως παραλαμβάνεται ὁ φόβος, ἀγάπη δὲ, λοι‐ πὸν παραλαβοῦσα τοὺς ῥυθμισθέντας ἀπὸ τοῦ ἐπιστη‐ μονικοῦ φόβου, τελειοῖ. Πάσῃ οὖν τῇ γῇ φόβον παρ‐
30αγγέλλει ὁ λόγος. Σαλευθήτωσαν δὲ, φησὶ, ἀπ’ αὐ‐ τοῦ πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Οἱονεὶ πᾶν κίνημα, εἴτε κατὰ νοῦν, εἴτε κατὰ σωμα‐ τικὴν ἐνέργειαν ἐπιτελούμενον, κατὰ τὸ βούλημα αὐ‐ τοῖς τοῦ Θεοῦ ἐνεργείσθω. Οὕτω γὰρ νοῶ τὸ, Σαλευ‐
35θήτωσαν ἀπ’ αὐτοῦ. Οἱονεὶ μήτε ὀφθαλμὸς σαλευέ‐ σθω ἄνευ Θεοῦ· μὴ χεὶρ κινείσθω ἄνευ Θεοῦ· μὴ ἡ καρδία διανοείσθω τὰ μὴ εὐάρεστα τῷ Θεῷ. Καὶ ὅλως ἀπὸ μηδενὸς ἄλλου σαλευθήτωσαν, μηδὲ αὐτούς τι κινείτω, εἰ μὴ ὁ τοῦ Θεοῦ φόβος. Ὅτι αὐ‐
40τὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Πρὸς δύο τὰ προάγοντα δύο ἐπήγαγε· Φοβηθήτω πᾶσα ἡ γῆ, καὶ, Σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, τὸ, Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, Αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθη‐
45σαν. Ἐπειδὴ σύνθετος ὁ ἄνθρωπος ἔκ τε τοῦ γηίνου πλάσματος καὶ ἐκ τῆς ἐνοικούσης ψυχῆς τῷ σώματι, γῆ μὲν λέγεται τὸ ἐκ τῆς γῆς πεπλασμένον, κατοικῶν δὲ τὴν οἰκουμένην, ἡ τὴν ἐν σώματι διαγωγὴν λαχοῦ‐ σα ψυχή. Καταλλήλως οὖν τῇ γῇ ἀποδέδοται τὸ, Αὐ‐

29

.

337

(50)

τὸς εἶπε, καὶ ἐγενήθησαν· ἐπὶ μὲν τοῦ πλά‐337

29

.

340

σματος ἡμῶν τοῦ ἀπὸ τῆς γῆς τὸ, Ἐγενήθη· ἐπὶ δὲ τῆς κατ’ εἰκόνα τοῦ Θεοῦ κτισθείσης τὸ, Ἐκτίσθη. Ἐπειδὴ δὲ ἡ κτίσις ἐπὶ τῆς μετακοσμήσεως καὶ βελτιώσεως πολλάκις λαμβάνεται, ὡς τὸ, Εἴ τις ἐν
5Χριστῷ καινὴ κτίσις· καὶ τὸ, Ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον· τάχα τὸ μὲν, Ἐγενή‐ θη, ἐπὶ τῆς πρώτης οὐσιώσεως τοῦ ἀνθρώπου λέγεται· τὸ δὲ, Ἐκτίσθη, ἐπὶ τῆς δευτέρας διὰ τῆς χάριτος τοῦ Χριστοῦ ἀναγεννήσεως. Ὅσον δὲ λόγου ψιλοῦ ἐν‐
10τολὴ Θεοῦ διαφέρει, τοσοῦτον κτίσεως πρὸς γένεσίν ἐστι τὸ διάφορον. Κύριος διασκεδάζει βουλὰς ἐθνῶν· ἀθετεῖ δὲ λογισμοὺς λαῶν. Ἐξήγησίς ἐστι τοῦ προάγοντος, πῶς ἔκτισεν ὁ Θεὸς τοὺς εἰς αὐτὸν πεπιστευκότας, ἐκ τοῦ διασκεδάσαι τὰς ἀσυνέτους
15βουλὰς τῶν λαῶν, ἃς εἶχον περὶ εἰδωλολατρείαν καὶ περὶ πᾶσαν ματαιότητα, καὶ ἀθετεῖν τὰς βουλὰς τῶν ἀρχόντων. Δυνατὸν δὲ καὶ ἐπὶ τὸν τοῦ πάθους και‐ ρὸν ἀναγαγεῖν ταῦτα, ὅτε οἱ μὲν ἐνόμιζον σταυ‐ ροῦν τὸν βασιλέα τῆς δόξης, ὁ δὲ διὰ τῆς τοῦ σταυ‐
20ροῦ οἰκονομίας ἀνενεοῦτο τὴν ἀνθρωπότητα. Ἐν γὰρ τῇ ἀναστάσει διεσκεδάζετο μὲν ἡ βουλὴ τῶν ἐθνῶν, τοῦ Πιλάτου καὶ τῶν στρατιωτῶν, καὶ ὅσοι τὰ περὶ τὸν σταυρὸν ἐνήργουν· ἠθετοῦντο δὲ αἱ βουλαὶ τῶν ἀρχόντων, ἀρχιερέων καὶ γραμματέων καὶ τῶν βα‐
25σιλέων τοῦ λαοῦ. Ἡ γὰρ ἀνάστασις πᾶσαν αὐτῶν διέλυσε τὴν ἐπίνοιαν. Ἀναλεγόμενος δὲ τὰ ἐφ’ ἑκά‐ στης ἱστορίας ὅσα περὶ τὰ ἄπιστα ἔθνη ἐνήργησεν ὁ Θεὸς, εὑρήσεις καὶ κατὰ τὸν σωματικὸν νοῦν πολλὴν ἔχον τὴν δύναμιν τὸ ῥητόν. Ὅτε γὰρ Ἰωρὰμ υἱὸς
30Ἀχαὰβ ἐβασίλευσεν ἐν Ἰσραὴλ, τότε ὁ βασιλεὺς Συρίας υἱὸς Ἀδὲρ, πολλῇ δυνάμει καὶ βαρείᾳ χειρὶ στρατηγήσας, περιεκάθητο τὴν Σαμάρειαν, ὥστε ἐπιλιπεῖν αὐτοῖς τὰ ἀναγκαῖα, καὶ κεφαλὴν ὄνου πεν‐ τήκοντα εἶναι σίκλων ἀργυρίου, καὶ τέταρτον κάβου
35κόπρου περιστερῶν πέντε σίκλων ἀργυρίου. Τότε τοίνυν, ἵνα ἡ ἐπαγγελία τοῦ Ἑλισσαίου πλη‐ ρωθῇ, διεσκεδάσθησαν αἱ βουλαὶ τῆς Συρίας, καὶ κα‐ ταλιπόντες τὰς σκηνὰς ἑαυτῶν καὶ πᾶσαν τὴν πε‐ ριουσίαν ἔφυγον, τοσαύτην εὐθηνίαν καταλιπόντες ἐν
40τῇ Σαμαρείᾳ, ὥστε μέτρον σεμιδάλεως σίκλου, καὶ δίμετρον κριθῆς ἑνὸς σίκλου πωλεῖσθαι. Οὕτω μὲν οὖν ὁ Κύριος οἶδε διασκεδάζειν βουλὰς ἐθνῶν. Πῶς δὲ ἀθετεῖ βουλὰς ἀρχόντων, ἐπὶ τοῦ Ἀχιτόφελ μεμαθήκαμεν, ὅτε ηὔξατο εὐχὴν ὁ Δαβὶδ λέγων·
45Διασκέδασον δὴ τὴν βουλὴν Ἀχιτόφελ. Ὅταν οὖν ἀκούσῃς τινὸς ἀπειλοῦντος μεγάλα, καὶ ἐπαγγελ‐ λομένου σοι παντοδαπὰς ἐπάξειν κακώσεις, ζημίας, ἢ πληγὰς, ἢ θανάτους, ἀπόβλεψον πρὸς τὸν Κύριον τὸν διασκεδάζοντα βουλὰς ἐθνῶν, καὶ ἀθετοῦντα λο‐
γισμοὺς λαῶν.339

29

.

341

Ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει· λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γε‐ νεάν. Οὐχ ὁρᾷς τὰ τῶν ἐθνῶν δόγματα, τὴν ματαίαν ταύτην φιλοσοφίαν, ὅπως λεπτοὶ καὶ περιττοὶ περὶ
5τὰς εὑρήσεις τῶν δογμάτων εἰσὶν ἔν τε λογικοῖς θεω‐ ρήμασι καὶ ἠθικαῖς διατάξεσι, καὶ φυσιολογίαις τισὶ καὶ δόγμασιν ἄλλοις τοῖς ἐποπτικοῖς λεγομένοις; πῶς διεσκέδασται πάντα, καὶ ἠχρείωται, μόνη δὲ ἐμ‐ πολιτεύεται νῦν τῷ κόσμῳ ἡ ἀλήθεια τοῦ Εὐαγγε‐
10λίου; Πολλαὶ γὰρ αἱ βουλαὶ ἐν καρδίᾳ ἀνθρώπων· ἀλλ’ ἡ βουλὴ τοῦ Κυρίου ἐκράτησε. Καὶ ἀναγκαῖόν γε, εἰ μέλλοι μόνιμος καὶ ἑδραία ἡ παρὰ τοῦ Θεοῦ βουλὴ ταῖς ψυχαῖς ἡμῶν ἐναπομένειν, προδια‐ σκεδασθῆναι πρότερον ἐν ἡμῖν τοὺς ἀνθρωπίνους λο‐
15γισμούς. Ὥσπερ γὰρ ὁ γράφειν μέλλων ἐν κηρῷ, προκαταλεαίνων πρότερον, οὕτως ἐπιβάλλει τοὺς τύ‐ πους οὓς ἐὰν θέλῃ· οὕτω καὶ καρδίαν χρὴ τὴν μέλ‐ λουσαν τρανῶς ὑποδέχεσθαι τὰ θεῖα λόγια, καθαρὰν ἐκ τῶν ἐναντίων λογισμῶν ἀποδειχθῆναι. Λογισμοὶ
20τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. Ἐπεὶ οὖν δύο εἰσὶν οἱ ἐκλεκτοὶ λαοὶ, καὶ δύο αὐτοῖς διαθῆκαί εἰσι δεδωρημέναι, δύνανται κατὰ τὸ, Λο‐ γισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν, δὶς τῆς γενεᾶς ὀνομαζομένης, δύο νοεῖσθαι καὶ λογι‐
25σμοί· εἷς μὲν καθ’ ὃν τὴν προτέραν ἐδεξάμεθα Δια‐ θήκην, ἕτερος δὲ ὁ τὴν καινὴν καὶ σωτήριον τοῦ Χριστοῦ διδασκαλίαν ἡμῖν χαρισάμενος. Μακάριον τὸ ἔθνος οὗ ἐστι Κύριος ὁ Θεὸς αὐτοῦ, λαὸς ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ. Οὐδεὶς μακαρί‐
30ζει τὸν λαὸν τῶν Ἰουδαίων, ἀλλὰ τὸν λαὸν τὸν ἀπὸ πάντων τῶν λαῶν ἀριστίνδην ἐξειλεγμένον. Ἡμεῖς γάρ ἐσμεν τὸ ἔθνος, ὧν ἐστι Κύριος ὁ Θεὸς ἡμῶν· ἡμεῖς ἐσμεν καὶ λαὸς ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ· ἔθνος μὲν, διὰ τὸ ἐξ ἐθνῶν πολλῶν συνει‐
35λέχθαι, λαὸς δὲ, διὰ τὸ ἀντὶ τοῦ ἀποβληθέντος λαοῦ προσκληθῆναι. Καὶ ἐπειδὴ Πολλοὶ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοὶ, μακαρίζει οὐχὶ τὸν κληθέντα, ἀλλὰ τὸν ἐκλεχθέντα. Μακάριος γὰρ ὃν ἐξελέξατο. Τίς δὲ ἡ αἰτία τοῦ μακαρισμοῦ; Ἡ προσδοκωμένη κληρο‐
40νομία τῶν αἰωνίων ἀγαθῶν. Ἢ μήποτε κατὰ τὸν Ἀπόστολον, ἐπειδὴ, ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται, πρῶτον μα‐ καρίζει τὸ πλήρωμα τῶν ἐθνῶν, ἔπειτα τὸν ὕστερον σωζόμενον Ἰσραήλ; Σώζεται δὲ, δηλονότι, οὐχ ὁ
45τυχὼν, ἀλλὰ τὸ λεῖμμα μόνον τὸ κατ’ ἐκλογὴν χά‐ ριτος. Διὰ τοῦτό φησι· Λαὸς ὃν ἐξελέξατο εἰς κλη‐ ρονομίαν ἑαυτῷ. Ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος· εἶδε πάν‐ τας τοὺς υἱοὺς τῶν ἀνθρώπων ἐξ ἑτοίμου κατοικη‐

29

.

341

(50)

τηρίου αὐτοῦ. Τοὺς μένοντας ἐπὶ τοῦ ἰδίου ἀξιώ‐341

29

.

344

ματος, καὶ ποιοῦντας τὰ ἐπιβάλλοντα τῇ φύσει τῇ ἀνθρωπίνῃ ἄνωθεν ἐφορᾷ ὁ Κύριος· τοὺς δὲ πρὸς τὸ ἔσχατον τῆς κακίας ὑπενεχθέντας ἑτέρως ἐπισκέ‐ πτεται διὰ τοῦ αὐτὸς καταβαίνειν. Κραυγὴ γὰρ, φησὶ,
5Σοδόμων καὶ Γομόῤῥας πεπλήθυνται, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. Καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομέ‐ νην πρὸς μὲ συντελοῦνται· καὶ πάλιν· Κατέβη ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον, ὃν ᾠκοδόμησαν
10οἱ υἱοὶ τῶν ἀνθρώπων. Ἐνταῦθα δὲ, Ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος· εἶδε πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Σκόπει τὸν ὑψηλὸν θεατὴν, σκόπει τὸν ἄνωθεν ἐγκατακύπτοντα τοῖς ἀνθρωπίνοις πράγμα‐ σιν. Ὅπου περ ἂν βαδίζῃς, ὅ τι περ ἂν ἐνεργῇς, κἂν
15ἐν σκότει, κἂν ἐν ἡμέρᾳ, ἐπισκοποῦντα ἔχεις τὸν τοῦ Θεοῦ ὀφθαλμόν. Ἐξ ἑτοίμου κατοικητηρίου αὐτοῦ. Οὐ πύλαι ἀνοίγονται· οὐ παραπετάσματα συνάγονται· ἕτοιμόν ἐστιν εἰς θέαν τὸ κατοικητήριον τοῦ Θεοῦ. Πάντας ἐφορᾷ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Οὐδὲ εἷς
20διαφεύγει αὐτοῦ τὴν θέαν· οὐ σκότος, οὐ τοῖχοι παρα‐ καλύπτοντες, οὐδὲν ἐμπόδιόν ἐστιν ὀφθαλμοῖς Θεοῦ. Ὅς γε τοσοῦτον ἀπέχει τοῦ μὴ καθέκαστον ἐφορᾷν, ὅτι καὶ τὰς καρδίας ἐφορᾷ, ἃς αὐτὸς ἔπλασεν ἄνευ τῆς πρὸς τὸ χεῖρον ἐπιμιξίας. Ἁπλῆν αὐτὴν ἔπλασε
25καθ’ ἑαυτὴν εἰκόνα σώζουσαν τὴν καρδίαν ὁ δημιουρ‐ γὸς τῶν ἀνθρώπων Θεός· ὕστερον δὲ αὐτὴν τῇ πρὸς τὰ πάθη τῆς σαρκὸς ἐπιπλοκῇ ποικίλην ἐποιήσαμεν καὶ παντοδαπὴν ἡμεῖς τὴν καρδίαν, τὸ θεοειδὲς αὐτῆς καὶ ἁπλοῦν καὶ μονότροπον διαφθείραντες. Ἐπεὶ
30οὖν καρδιῶν ἐστι δημιουργὸς, διὰ τοῦτο καὶ συνίησι πάντα τὰ ἔργα ἡμῶν. Ἔργα δὲ λέγομεν καὶ τοὺς λόγους καὶ τὰς ἐννοίας, καὶ πᾶσαν ἁπαξαπλῶς τὴν τοῦ ἀνθρώπου κίνησιν. Ποίᾳ γὰρ διαθέσει καὶ τίνι προθέσει, πότερον εἰς ἀνθρώπων ἀρέσκειαν, ἢ εἰς
35ὑπουργίαν τῶν δεδομένων ἡμῖν προσταγμάτων παρὰ Θεοῦ, μόνος οἶδεν ὁ συνιεὶς πάντα τὰ ἔργα ἡμῶν. Διὰ τοῦτο καὶ περὶ παντὸς ῥήματος ἀργοῦ διδόαμεν λόγον. Καὶ ἕως ποτηρίου ὕδατος ψυχροῦ τὸν μισθὸν οὐκ ἀπόλλυμεν, διὰ τὸ εἰς πάντα ἡμῶν τὰ ἔργα συνιέναι τὸν Κύριον.
40 Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν. Οὐ στρατιωτικῆς δυνάμεως περιβολὴ, οὐ τείχη πόλεων, οὐ πεζικὴ φάλαγξ, οὐχ ἱππικὴ δύναμις, οὐ ναυτικῆς ἰσχύος παρασκευὴ βασιλεῖ τὴν σωτηρίαν περιποιεῖ. Κύριος γὰρ καθιστᾷ βασιλεῖς καὶ μεθιστᾷ, καὶ οὐκ
45ἔστιν ἐξουσία εἰ μὴ ὑπὸ Θεοῦ τεταγμένη. Σώζεται343

29

.

345

οὖν βασιλεὺς οὐ παρὰ τὴν πολλὴν δύναμιν, ἀλλὰ παρὰ τὴν θείαν χάριν. Ὥστε ἀληθῆ καὶ τούτοις εἶναι τὸν λόγον, ὅτι Χάριτί ἐστε σεσωσμένοι. Ὥσπερ οὐδὲ γεωργὸς τοσοῦτον διὰ τὴν γεωργικὴν ἐπιμέλειαν
5τυγχάνει τοῦ γεωργικοῦ μέρους, ὅσον διὰ τὸν αὔξοντα τὰ γεωργούμενα Θεόν. Οὔτε γὰρ ὁ φυτεύων ἐστί τι, οὔτε ὁ ποτίζων, ἀλλ’ ὁ αὐξάνων Θεός. Εἰ δὲ καρδία βασιλέως ἐν χειρὶ Θεοῦ, οὐ σώζεται διὰ τὴν ὁπλιτικὴν δύναμιν, ἀλλὰ διὰ τὴν θείαν χειραγωγίαν.
10Ἐν χειρὶ δὲ Θεοῦ ἐστιν οὐχ ὁ τυχὼν, ἀλλ’ ὁ ἄξιος τῆς τοῦ βασιλέως προσηγορίας. Ὡρίσαντο δέ τινες βασιλείαν εἶναι τὴν ἔννομον ἐπιστασίαν, ἢ τὴν ἐπὶ πᾶσιν ἀρχὴν ἀνυπεύθυνον ἁμαρτίᾳ. Καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. Γίγαντα λέ‐
15γει τὸν φυσικῇ δυνάμει καὶ τόνῳ σωματικῷ κεχρη‐ μένον. Οὔτε οὖν βασιλεὺς τὴν ἐκ τοῦ ὁπλιτικοῦ βοή‐ θειαν ἀρκοῦσαν ἔχει πρὸς σωτηρίαν, οὔτε ὁ ἀνδρεῖος ἑαυτῷ πρὸς πάντα ἐπαρκεῖν ἐστιν ἱκανός. Ἀσθένεια γάρ ἐστι καὶ ἀδυναμία πάντα ὁμοῦ τὰ ἀνθρώπινα
20πρὸς τὴν ἀληθινὴν δύναμιν παραβαλλόμενα. Διὰ τοῦτο Τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τὰ ἰσχυρά· καὶ ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσατο αἶνον, ἵνα καταλύσῃ τὸν ἐχθρὸν καὶ ἐκδικητήν. Μάλι‐
25στα γὰρ ἔλαμψεν ἡ θεία χάρις ἐν τοῖς νηπίοις καὶ ἀνοήτοις ἐνεργουμένη. Ψευδὴς ἵππος εἰς σω‐ τηρίαν· ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σω‐ θήσεται. Ἐκβέβληται τῆς χρήσεως τῶν ἁγίων ὁ ἵππος. Καὶ οὔτε ἐν πολέμοις εὐημερῶν ὁ Ἰσραὴλ
30ἱππικῇ δυνάμει ποτὲ φαίνεται κεχρημένος, οὔτε ἰδίᾳ τις τῶν ἁγίων τὴν χρῆσιν τῶν ἵππων ὡς ἁρμόζου‐ σαν παρεδέξατο· Φαραὼ δὲ ἵππῳ χρῆται, καὶ Σεναχηρεὶμ ὁ ὑπερήφανος τῇ περιουσίᾳ τῶν ἵππων μέγα φρονεῖ. Διόπερ τοῦ μὲν Φαραὼ ἵππον καὶ ἀνα‐
35βάτην ἔῤῥιψεν εἰς θάλασσαν· τοῦ δὲ Σεναχηρεὶμ ἐνύσταξαν πάντες οἱ ἐπιβεβηκότες τοῖς ἵπποις· ὅθεν καὶ ὁ διὰ Μωϋσέως νόμος τὰ περὶ βασιλέων νο‐ μοθετῶν, Οὐ πληθυνεῖ, φησὶν, ἑαυτῷ ἵππον. Ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται. Ὅταν
40γὰρ ἀσθενῶ, φησὶ, τότε δυνατός εἰμι. Τὸ δὲ πλῆθος τῆς σωματικῆς δυνάμεως ἐμπόδιόν ἐστι πρὸς τὴν σωτηρίαν τοῦ πνεύματος. Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβου‐ μένους αὐτόν. Ἀλλαχοῦ μὲν εἴρηται· Ὀφθαλμοὶ
Κυρίου ἐπὶ δικαίους· ἐνταῦθα δὲ, Ἐπὶ τοὺς φοβου‐345

29

.

348

μένους αὐτόν. Ὅταν ἡμεῖς ἐπὶ τὸν Κύριον ἀποβλέ‐ πωμεν, καὶ ὦσιν ἡμῶν οἱ ὀφθαλμοὶ πρὸς αὐτὸν, ὥστ’ ἂν εἰπεῖν ἡμᾶς· Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, οὕτως οἱ ὀφθαλμοὶ
5ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν· τότε οἱονεὶ ἐφελκόμεθα πρὸς τὴν ἐπισκοπὴν ἡμῶν τὸν ὀφθαλμὸν τοῦ Κυρίου. Τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐ‐ τοῦ. Τὸ ταπεινὸν τῶν δουλευόντων τῷ Κυρίῳ ἐμφαί‐ νει, πῶς ἐπὶ τὸ ἔλεος αὐτοῦ ἐλπίζουσιν. Ὁ γὰρ μὴ
10πεποιθὼς ἐπὶ τοῖς ἑαυτοῦ ἀνδραγαθήμασι, μηδὲ προσδοκῶν ἐξ ἔργων δικαιωθήσεσθαι, μόνην ἔχει τὴν ἐλπίδα τῆς σωτηρίας τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ. Ὅταν γὰρ ἐνθυμηθῇ τὸ, Ἰδοὺ Κύριος καὶ ὁ μισθὸς αὐτοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον αὐτοῦ, καὶ
15λογίσηται ἑαυτοῦ τὰ πονηρὰ ἔργα, φοβεῖται μὲν τὴν κόλασιν καὶ ὑποπτήσσει τοῖς ἀπειλουμένοις· πρὸς δὲ τὸ μὴ καταποθῆναι ὑπὸ τῆς λύπης, εὔελπίς ἐστι πρὸς τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ καὶ τὸ φιλάνθρω‐ πον ἀποβλέπων. Ἐλπίζει δὲ, ὅτι ῥυσθήσεται ἡ ψυχὴ
20αὐτοῦ ἐκ θανάτου, καὶ διατραφήσεται ὑπ’ αὐτοῦ ἐν λιμῷ. Ἡ δὲ ψυχὴ ἡμῶν ὑπομενεῖ τῷ Κυρίῳ, ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστι. Παρά‐ κλησιν ἔχει πρὸς ὑπομονὴν ὁ λόγος· ὥστε κἄν ποτε καταληφθῶμεν ὑπό τινος τῶν ἐκθλιβόντων ἡμᾶς, μὴ
25χωρισθῆναι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ, ἀλλ’ ὅλῃ ψυχῇ ὑπομένειν τὰ ἐπίπονα, τὴν παρὰ Θεοῦ βοήθειαν ἀναμένοντας. Ὅτι ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν, καὶ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν. Τοῦτο συνᾴδει τοῖς ἐν
30τῇ ἀρχῇ τοῦ ψαλμοῦ· Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ· καὶ, Ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν. Καί μοι δοκεῖ κατὰ ταῦτα εἰρηκέναι ὁ Ἀπό‐ στολος τὸ, Ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς· καὶ τὸ, Οὐ μόνον δὲ,
35ἀλλὰ καὶ καυχώμενοι ἐν ταῖς θλίψεσιν. Εἰπὼν γὰρ ὁ Ψαλμῳδὸς, ὅτι Ἡ ψυχὴ ἡμῶν ὑπομενεῖ τῷ Κυρίῳ, ἵνα δείξῃ, ὅτι οὐχὶ βιαίως οὐδὲ καταπιεζόμε‐ νος ὑπὸ τῶν θλίψεων τὴν ὑπομονὴν ἐπιδείκνυται, ἀλλὰ μετὰ πάσης χαρᾶς ὑποδέχεται τὰς ὑπὲρ τοῦ
40ὀνόματος τοῦ Κυρίου κακώσεις, Οὐ μόνον, φησὶν, ὑπομένομεν, ἀλλὰ καὶ Ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν, καὶ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν. Ἀρκεῖ ἡμῖν τὸ ὀνομάζεσθαι Χριστια‐
νοὺς πρὸς τὸ πᾶσαν ἐκφυγεῖν τὴν ἀπὸ τῶν ἐναντίων347

29

.

349

ἐπήρειαν. Ἅγιον δὲ τὸ ὄνομα εἶναι λέγεται τοῦ Θεοῦ, οὐ πάντως διὰ τὸ ἐν συλλαβαῖς ἔχειν τινὰ δύναμιν ἁγιαστικὴν, ἀλλ’ ὅτι πᾶσα ἡ ἰδιότης τοῦ Θεοῦ, καὶ ἡ ἔννοια τῶν ἐξαιρέτως περὶ αὐτὸν θεωρου‐
5μένων ἁγία ἐστὶ καὶ ἁγνή. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σοί. Ὁρᾷς πῶς ἐπιστημόνως προσηύξατο; Τὴν ἰδίαν διάθεσιν μέτρον ἐποίησε τῆς ἐπιχορηγίας τῶν οἰκτιρμῶν τοῦ Θεοῦ. Τοσοῦτος, φησὶ, γένοιτο ὁ ἔλεός σου ἐφ’ ἡμᾶς,
10ὅσην φθάσαντες ἡμεῖς ἐπὶ σοὶ τὴν ἐλπίδα κατεβαλό‐ μεθα. Πᾶσα δὲ ἡμῶν ἡ ἐλπὶς ἐπιστρέψαι εἰς τὴν ἀνάπαυσιν, ἵνα, μετασχηματισθέντος τοῦ σώματος τῆς ταπεινώσεως ἡμῶν, νοήσωμεν αὐτὸ τοῦτο γενό‐ μενον σύμμορφον τῷ σώματι τῆς δόξης.
14tΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΛΓʹ ΨΑΛΜΟΝ.
15tΤῷ Δαβὶδ, ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ
16tἐναντίον Ἀβιμέλεχ, καὶ ἀπέλυσεν αὐτὸν, καὶ
17tἀπῆλθεν.
18 Ἐπὶ δύο ὑποθέσεις ἕλκει ἡ ἔννοια τοῦ ψαλμοῦ. Τά τε ἐν τῇ Νομβᾷ τῇ πόλει τῶν ἱερέων γενόμενα
20παρὰ τοῦ Δαβὶδ δοκεῖ οἰκείως ἔχειν τῇ ἐπιγραφῇ, τά τε ἐν τῇ Γὲθ παρὰ τῷ Ἀγχοὺς τῷ βασιλεῖ τῶν ἀλλο‐ φύλων. Ἠλλοίωσε μὲν γὰρ αὐτοῦ τὸ πρόσωπον καὶ ὅτε τῷ Ἀβιμέλεχ διελέγετο τῷ ἱερεῖ, κρύπτων μὲν τὴν φυγὴν, σπουδάζειν δὲ δὴ προστάγματι
25ὑπουργεῖν βασιλικῷ προσποιούμενος, ὅτε καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔλαβε, καὶ τὴν ῥομφαίαν τοῦ Γολιάθ. Ἠλλοίωσε δὲ αὐτοῦ τὸ πρόσωπον καὶ ὅτε ἐν μέσοις τοῖς πολεμίοις ἀποληφθεὶς, ἐπειδὴ ᾔσθετο αὐτῶν διαλεγομένων πρὸς ἀλλήλους, καὶ παρασκευαζο‐
30μένων εἰς ἄμυναν. Εἶπον γὰρ, φησὶν, οἱ παῖδες Ἀγχοὺς πρὸς ἑαυτούς· Οὐχ οὗτος Δαβὶδ ὁ βασι‐ λεὺς τῆς γῆς; Οὐχὶ τούτῳ ἐξῆρχον ἐν χορῷ λέ‐ γουσαι, Ἐπάταξε Δαβὶδ ἐν μυριάσιν αὐτοῦ, καὶ Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ; Καὶ ἐφοβήθη, φησὶ,
35Δαβὶδ ἀπὸ προσώπου Ἀγχοὺς, καὶ ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ κατ’ ὀφθαλμοὺς αὐτῶν. Πῶς οὖν ἡ μὲν ἐπιγραφὴ Ἀβιμέλεχ ὀνομάζει, ἡ δ’ ἱστορία Ἀγχοὺς παραδίδωσι τὸν βασιλέα Γετθαίων; Τοιοῦτον λόγον τινὰ φθάσαντα ἐκ παραδόσεως εἰς
40ἡμᾶς ἔχομεν, ὅτι οἱ βασιλεῖς τῶν ἀλλοφύλων κοινὸν μὲν εἶχον ὄνομα τὸ Ἀβιμέλεχ, ἴδιον δὲ ἕκαστος ὃ προσηγορεύετο. Ὡς καὶ ἐπὶ τῆς Ῥωμαϊκῆς ἔστι βασιλείας ἰδεῖν, Καίσαρας λεγομένους κοινῶς καὶ Αὐ‐ γούστους, ἄλλα δὲ τὰ κύρια ἑαυτῶν κεκτημένους
45ὀνόματα. Τοιοῦτον καὶ παρ’ Αἰγυπτίοις ἐστὶ τὸ Φα‐349

29

.

352

ραώ. Φαίνεται γὰρ Φαραὼ λεγόμενος καὶ ὁ ἐπὶ Ἰω‐ σήφ· Φαραὼ καὶ ὁ ἐπὶ Μωϋσέως μετὰ τέσσαρας γε‐ νεὰς ἐγερθεὶς βασιλεὺς Αἰγύπτου· Φαραὼ καὶ ὁ κατὰ τοὺς χρόνους Σολομῶντος· Ἔλαβε γὰρ, φησὶ, τὴν
5θυγατέρα Φαραώ· καὶ ὁ κατὰ τοὺς χρόνους τῆς προφητείας Ἱερεμίου Φαραὼ προσηγορεύετο. Οὕτω δὲ καὶ Ἀβιμέλεχ κατὰ τοὺς χρόνους ἦν Ἀβραὰμ, καὶ κατὰ τοὺς χρόνους Ἰσαάκ· καὶ ὁ νῦν λεγόμενος ἐπὶ τῶν καιρῶν Δαβίδ. Ἐπὶ μὲν γὰρ Ἀβραὰμ εἴρη‐
10ται, ὅτι Καὶ εἶπεν Ἀβιμέλεχ, καὶ Ὁχοζὰθ ὁ νυμ‐ φαγωγὸς αὐτοῦ, καὶ Φιλὸχ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ πρὸς Ἀβραὰμ, λέγων. Καὶ πάλιν περὶ τοῦ Ἰσαάκ· Ἐγένετο δὲ πολυχρόνιος ἐκεῖ. Παρακύψας δὲ Ἀβιμέλεχ ὁ βασιλεὺς Φυλι‐
15στεὶμ διὰ τῆς θυρίδος, εἶδε παίζοντα τὸν Ἰσαὰκ μετὰ Ῥεβέκκας. Οὕτως οὖν καὶ νῦν κατὰ τοὺς χρό‐ νους Δαβὶδ Ἀβιμέλεχ εἴρηται ἐν τῇ ἐπιγραφῇ, τὸ κοινὸν τῆς βασιλείας ὄνομα. Ἀγχοὺς δὲ παραδέδοται ὑπὸ τῆς ἱστορίας, ὅπερ ἰδίως ἦν αὐτῷ ἐκ γενετῆς
20ἐπικείμενον. Ἐπὶ τούτου τοίνυν ἠλλοίωσεν ἑαυτοῦ τὸ πρόσωπον, παραφερόμενος ἐν ταῖς χερσὶ τῶν οἰκε‐ τῶν, καὶ ψοφῶν παρὰ τὰς πύλας τῆς πόλεως, καὶ καταῤῥέων, φησὶ, τὰ σίελα αὐτοῦ ἐπὶ τὸν πώ‐ γωνα· ὥστε εἰπεῖν τὸν Ἀγχοὺς τοῖς παισί· Τί εἰσ‐
25εφέρετε αὐτὸν πρὸς μέ; Μὴ ἐπιδέομαι ἐπιλήπτων ἐγὼ, ὅτι εἰσηνέγκατε αὐτὸν ἐπιληπτεύεσθαι ἐπ’ ἐμέ; Καὶ οὕτως ἀπολυθεὶς ἐκεῖθεν, διεσώθη, φησὶν, εἰς τὸ σπήλαιον Ὀδολλάμ. Ὡς οὖν ἐκ μεγάλου κινδύνου διεκφυγὼν, ταύτην ἀναπέμπει τὴν εὐχαριστίαν
30τῷ ῥυσαμένῳ αὐτὸν Θεῷ. Εὐλογήσω, φησὶ, τὸν Κύ‐ ριον ἐν παντὶ καιρῷ. Διεκφυγὼν ἐκ τοῦ θανάτου, οἷον ὅρους ἑαυτῷ τίθεται τῆς ζωῆς, τυπῶν ἑαυτοῦ τὴν ψυχὴν πρὸς τὸ τῆς πολιτείας ἀκριβές· ὡς μη‐ δένα καιρὸν διαλιμπάνειν τῆς εὐλογίας, ἀλλὰ καὶ μεγά‐
35λων καὶ μικροτέρων πραγμάτων ἐπὶ τὸν Θεὸν ἀναφέρειν τὴν ἀρχήν. Οὐχὶ ἡγήσομαι, φησὶ, κατὰ τὴν ἐμαυτοῦ ἐπιμέλειαν γίνεσθαι, οὐδὲ ἐκ τῆς αὐτομάτου συντυχίας συμβαίνειν, ἀλλ’ Ἐν παντὶ καιρῷ εὐλογήσω τὸν Κύ‐ ριον, οὐκ ἐν ταῖς εὐημερίαις μόνον τοῦ βίου, ἀλλὰ καὶ
40ἐν τοῖς περιστατικοῖς καιροῖς. Ἐντεῦθεν μαθητευθεὶς ὁ Ἀπόστολος, Πάντοτε, φησὶ, χαίρετε, ἀδιαλεί‐ πτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε. Ὁρᾷς ἡλίκη τοῦ ἀνδρὸς ἡ ἀγάπη; Οὐκ ἀπεδυσπέτει πρὸς τὴν συνέχειαν τῶν κακῶν, ὅτε οὐ μόνον πατρίδος
45ἀπελήλατο, καὶ συγγενείας, καὶ οἰκείων, καὶ κτημά‐ των, ἀλλὰ καὶ τοῖς πολεμίοις παραδοθεὶς ὑπὸ τῆς ἀνάγκης, μικροῦ διασπᾶσθαι παρ’ αὐτῶν ἔμελλεν. Οὐκ εἶπε· Μέχρι τίνος ἡ συνέχεια τῶν κακῶν; οὐκ
ἀπεδυσπέτησε πρὸς τὴν παράτασιν τῆς θλίψεως, εἰ‐351

29

.

353

δὼς, Ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα. Τῷ ὄντι γὰρ τοῖς καλῶς παρεσκευασμένοις αἱ θλίψεις οἱονεὶ τροφαί τινές εἰσιν ἀθλητικαὶ καὶ γυμνάσια, ἐπὶ τὴν
5πατρῴαν δόξαν τὸν ἀγωνιστὴν προβιβάζουσαι· ὅταν λοιδορούμενοι εὐλογῶμεν, βλασφημούμενοι παρακα‐ λῶμεν, καταπονούμενοι εὐχαριστῶμεν, θλιβόμενοι ἐπὶ τῇ θλίψει καυχώμεθα. Αἰσχρὸν γὰρ εὐλογεῖν μὲν ἡμᾶς ἐπὶ τοῖς χρηστοτέροις, σιωπᾷν δὲ ἐπὶ τοῖς σκυ‐
10θρωποτέροις καὶ ἐπιπόνοις πράγμασιν. Ἀλλὰ τότε καὶ πλέον εὐχαριστεῖν δεῖ, εἰδότας, ὅτι Ὃν ἀγαπᾷ Κύριος παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν πα‐ ραδέχεται. Διαπαντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. Δοκεῖ ἀδύνατόν τι ἐπαγγέλλεσθαι ὁ
15προφήτης. Πῶς γὰρ διαπαντὸς ἡ αἴνεσις τοῦ Θεοῦ ἐν τῷ στόματι ἀνθρώπου εἶναι δύναται; Ὅτε δια‐ λέγεται τὰς συνήθεις καὶ βιωτικὰς ὁμιλίας, οὐκ ἔχει τὸν αἶνον τοῦ Θεοῦ ἐν τῷ στόματι. Ὅτε καθεύδει, σιωπήσεται πάντως. Ἐσθίοντος δὲ καὶ πίνοντος πῶς
20ἐνεργήσει τὸ στόμα τὴν αἴνεσιν; Πρὸς δὴ τοῦτο λέ‐ γομεν, ὅτι ἔστι μέν τι καὶ νοητὸν στόμα τοῦ ἔνδον ἀνθρώπου, ᾧ τρέφεται μεταλαμβάνων τοῦ λόγου τῆς ζωῆς, ὅς ἐστιν ἄρτος ἐκ τοῦ οὐρανοῦ καταβάς. Περὶ ἐκείνου τοῦ στόματος καὶ ὁ Προφήτης φησὶν
25ὅτι· Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα πνεῦμα. Ἐκεῖνο καὶ ὁ Κύριος προκαλεῖται ἡμᾶς εὐρύχωρον ἔχειν εἰς ὑποδοχὴν ἀφθονωτέραν τῶν τροφῶν τῆς ἀληθείας. Πλάτυνον γὰρ, φησὶ, τὸ στόμα σου, καὶ πληρώσω αὐτό. Δύναται οὖν ἡ ἐντετυπωμένη
30ἅπαξ καὶ οἱονεὶ ἐσφραγισμένη τῷ ἡγεμονικῷ τῆς ψυχῆς περὶ Θεοῦ ἔννοια αἴνεσις ὀνομάζεσθαι Θεοῦ, διαπαντὸς ἐνυπάρχουσα τῇ ψυχῇ. Δύναται δὲ καὶ, κατὰ τὴν ἀποστολικὴν ὑποθήκην, ὁ σπουδαῖος πάντα ποιεῖν εἰς δόξαν Θεοῦ, ὥστε πᾶσαν πρᾶξιν, καὶ πᾶν
35ῥῆμα, καὶ πᾶσαν ἐνέργειαν νοερὰν, αἰνέσεως ἐπέχειν δύναμιν. Εἴτε γὰρ ἐσθίει ὁ δίκαιος, εἴτε πίνει, πάντα εἰς δόξαν Θεοῦ ποιεῖ. Τοῦ τοιούτου καθεύδοντος ἡ καρδία ἐγρήγορεν, κατὰ τὸν εἰπόντα ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων· Ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου γρηγορεῖ. Ὡς γὰρ ἐπὶ πολὺ τὰ καθ’ ὕπνον φαντάσματα τῆς μεθημερινῆς ἐννοίας ἐστὶν ἀπηχήματα.
40 Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου. Μηδεὶς, φησὶ, τὴν ἐμὴν ἐπίνοιαν, καθ’ ἣν διεσώθην ἐκ τῶν κινδύνων, ἐπαινείτω. Οὐ γὰρ ἐν δυνάμει ἀν‐ θρώπου, οὐδὲ ἐν σοφίᾳ, ἀλλ’ ἐν τῇ χάριτι τοῦ Θεοῦ ἐστιν ἡ σωτηρία. Μὴ καυχάσθω, φησὶν, ὁ πλού‐
45σιος ἐν τῷ πλούτῳ αὐτοῦ, μήτε ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, μήτε ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ· ἀλλ’ ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, ἐν τῷ συνιεῖν καὶ γινώσκειν Κύριον τὸν Θεὸν αὐτοῦ. Ὁρᾷς τὸν Ἀπόστολον πῶς τοὺς συνεργοὺς τοῦ Εὐαγ‐

29

.

353

(50)

γελίου ἐπαινεῖ; Ὅς ἐστι σύνδουλος καὶ διάκονος
ὑμῶν ἐν Κυρίῳ. Ἐὰν μέντοι τις ἐπὶ σώματος353

29

.

356

κάλλει, ἢ γονέων περιφανείᾳ ἐπαινεῖται, οὐκ ἐν Κυ‐ ρίῳ ἐπαινεῖται αὐτοῦ ἡ ψυχὴ, ἀλλ’ ἐν τῇ ματαιότητί ἐστι τῶν τοιούτων ἕκαστος. Οὐδὲ γὰρ αἱ μέσαι τέ‐ χναι τὸ ἀληθινῶς ἐπαινετὸν ἔχουσι, κυβερνῆται,
5ἰατροὶ, ῥήτορες, ἢ ἀρχιτέκτονες πόλεις οἰκοδομοῦντες ἢ πυραμίδας, ἢ λαβυρίνθους, ἢ ἄλλας τινὰς δαπανη‐ ρὰς ἢ ὑπερόγκους οἰκοδομημάτων κατασκευάς. Οἱ ἐπὶ τούτοις ἐπαινούμενοι, οὐκ ἐν Κυρίῳ ἔχουσι τὴν ἑαυτῶν ψυχήν. Ἀρκεῖ ἡμῖν πρὸς ἅπαν ἀξίωμα
10τὸ τηλικούτου Δεσπότου δούλους ἡμᾶς ὀνομάζεσθαι. Οὐ δήπου γὰρ βασιλεῖ μέν τις ὑπηρετῶν μέγα φρο‐ νήσει, διὰ τὸ ἐν τῇδε τῇ τάξει τῆς ὑπηρεσίας τε‐ τάχθαι· Θεῷ δὲ καταξιωθεὶς λατρεύειν, ἀλλαχόθεν τοὺς ἐπαίνους ἑαυτῷ περινοήσει, ὡς οὐκ ἀρκούσης
15αὐτῷ τῆς ἐπικλήσεως τοῦ Κυρίου πρὸς πᾶσαν δόξης καὶ περιφανείας ὑπερβολήν; Ἐν τῷ Κυρίῳ οὖν ἐπαι‐ νεθήσεται ἡ ψυχή μου. Ἀκουσάτωσαν πραεῖς, καὶ εὐφρανθήτωσαν. Ἐπειδὴ ἄνευ πολέμου, φησὶ, κατωρθώθη μοι ἡ σωτηρία ἐκ μόνης τῆς κατὰ
20πρόσωπον ἀλλοιώσεως, διὰ τῆς τοῦ Θεοῦ συνεργίας ἀπατηθέντων τῶν πολεμίων· Ἀκουσάτωσαν πραεῖς, ὅτι δυνατὸν καὶ ἡσυχάζοντας ἐγεῖραι τρόπαιον, καὶ μὴ μαχομένους νικητὰς ἀποφανθῆναι· Καὶ εὐφραν‐ θήτωσαν, βεβαιούμενοι εἰς τὴν πραότητα τῷ κατ’
25ἐμὲ ὑποδείγματι. Ἔλαβον γὰρ ταύτην τὴν χάριν παρὰ Θεοῦ, ἐπειδὴ κατώρθωσα τὴν πραότητα. Μνή‐ σθητι, Κύριε, τοῦ Δαβὶδ καὶ πάσης τῆς πραότητος αὐτοῦ. Μεγίστη γὰρ τῶν ἀρετῶν ἡ πραότης· διὸ καὶ τοῖς μακαρισμοῖς ἐγκατείλεκται. Μακάριοι γὰρ,
30φησὶν, οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Ἐκείνη γὰρ ἡ γῆ, ἡ ἐπουράνιος Ἱερουσαλὴμ, οὐ γίνεται τῶν μαχομένων λάφυρον, ἀλλὰ μακροθύμων καὶ πραϋπαθῶν ἀνδρῶν πρόκειται κληρονομία. Ἴσον δὲ δύναται τὸ, Ἀκουσάτωσαν πραεῖς, καὶ τὸ, Ἀκου‐
35σάτωσαν οἱ Χριστοῦ μαθηταί. Τάχα δὲ προ‐ φητικῶς βούλεται μέχρις ἡμῶν διαβῆναι τὸ θαῦμα τῆς τοῦ Θεοῦ εἰς αὐτὸν εὐεργεσίας. Ἀκουσάτωσαν γὰρ οἱ πολλαῖς ὕστερον γενεαῖς γενήσεσθαι τοῦ Χρι‐ στοῦ μαθηταὶ μέλλοντες. Τούτους γὰρ ὠνόμασε
40πραεῖς, οἷς ὁ Κύριος διαλέγεται· Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Οἱ κατεσταλμένοι τὰ ἤθη καὶ παντὸς πάθους ἀπηλλαγμένοι, ὡς μηδεμίαν ἔχειν ταραχὴν ἐνοικοῦσαν αὐτῶν ταῖς ψυχαῖς, οὗτοι πραεῖς προσαγορεύονται. Διὸ καὶ Μωϋσῆς μεμαρτύρηται πραῢς εἶναι παρὰ πάντας ἀνθρώπους ἐπὶ τῆς γῆς.
45Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί. Πρέποντα
ἑαυτῷ χορὸν εἰς δοξολογίαν τοῦ Κυρίου παραλαμβά‐355

29

.

357

νει. Μηδεὶς ταραχώδης, μηδὲ τεθορυβημένος, μηδὲ ἐκ τῶν παθῶν τῆς σαρκὸς τὴν ψυχὴν παροιστρῶν ἐγκαταμιγήτω μοι· ἀλλ’ ὑμεῖς οἱ πραεῖς, οἱ τὸ βεβη‐ κὸς καὶ εὐσταθὲς τῆς ψυχῆς κατωρθωκότες, τὸ δὲ
5νωθρὸν καὶ ὑπνῶδες πρὸς τὰς τῶν καθηκόντων ἐνερ‐ γείας ἀποσειόμενοι, ὑμεῖς μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί. Μεγαλύνει δὲ τὸν Κύριον ὁ μεγάλῃ διανοίᾳ καὶ γαύρῳ τῷ φρονήματι καὶ ἐπηρμένῳ τοὺς ὑπὲρ τῆς εὐσεβείας πειρασμοὺς ὑπομένων. Ἔπειτα δὲ
10καὶ ὁ μεγάλῃ τῇ διανοίᾳ καὶ θεωρήμασι βαθυτάτοις τὰ μεγέθη τῆς κτίσεως καθορῶν, ἵν’ ἐκ τοῦ μεγέθους καὶ τῆς καλλονῆς τῶν κτισμάτων τὸν γενεσιουρ‐ γὸν αὐτῶν θεωρήσῃ. Ὅσῳ γάρ τις ἐπὶ πλεῖον ἐμβαθύνει τοῖς λόγοις καθ’ οὓς γεγένηται τὰ ὄντα,
15καὶ καθ’ οὓς οἰκονομεῖται, τοσούτῳ μᾶλλον θεωρεῖ τὴν μεγαλοπρέπειαν τοῦ Κυρίου, καὶ τὸ ὅσον ἐφ’ ἑαυτῷ, μεγαλύνει τὸν Κύριον. Ἐπεὶ οὖν εἷς νοῦς καὶ ἑνὸς ἀνδρὸς μελέτη, οὐδὲ πρὸς βραχὺ αὐταρκεῖ πρὸς τὴν τῶν μεγαλείων τοῦ Θεοῦ κατάληψιν, πάντας
20ὁμοῦ τοὺς πραεῖς εἰς τὴν κοινωνίαν ταύτης τῆς ἐνερ‐ γείας παραλαμβάνει. Δεῖ γὰρ πᾶσαν σχολὴν ἄγειν ἀπὸ θορύβων τῶν ἔξωθεν, καὶ πᾶσαν ἡσυχίαν ἐν τῷ κρυπτῷ τῆς καρδίας βουλευτηρίῳ ποιήσαντα, οὕτως ἐπιβάλλειν τῇ θεωρίᾳ τῆς ἀληθείας. Ἀκούεις τοῦ
25ἐξομολογουμένου τὴν ἁμαρτίαν, τί φησιν; Ἐτα‐ ράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου. Οὐ μόνον δὲ θυμὸς, ἀλλὰ καὶ ἐπιθυμία, καὶ δειλία, καὶ φθόνος ὀφθαλμὸν ψυχῆς ἐκταράσσει· καὶ ἁπαξαπλῶς πάντα τὰ πάθη συγχυτικὰ καὶ ἐκταρακτικὰ τοῦ διορατικοῦ
30τῆς ψυχῆς ἐστι. Καὶ ὡς οὐ δυνατὸν τεθολωμένῳ ὀφθαλμῷ ἀκριβῆ λαβεῖν τῶν ὁρατῶν τὴν κατάληψιν, οὕτως οὐδὲ τεθολωμένῃ καρδίᾳ τῇ κατανοήσει τῆς ἀληθείας ἐπιβαλεῖν. Ἀναχωρῆσαι οὖν δεῖ τῶν τοῦ κόσμου πραγμάτων, καὶ μήτε δι’ ὀφθαλμῶν, μήτε
35δι’ ὤτων, μήτε δι’ ἄλλης τινὸς αἰσθήσεως ἐπεισάγειν ἀλλοτρίους λογισμοὺς τῇ ψυχῇ. Θορύβων γὰρ ἀσιγή‐ των καὶ στάσεων ἀδιαλλάκτων ἀναπιμπλῶσι τὰ ἔν‐ δον οἱ τοῦ φρονήματος τῆς σαρκὸς ἐπανιστάμενοι πό‐ λεμοι. Ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου.
40Ταῦτα, φησὶν, ἀκουσάτωσαν οἱ πραεῖς, ὅτι ἐγὼ ἐν τῷ καιρῷ ἐκείνῳ τῷ χαλεπῷ, ὅτε πᾶς μὲν θυμὸς τῶν μνησικακούντων ἐκινεῖτο κατ’ ἐμοῦ, πᾶσα δὲ χεὶρ ἐπ’ ἐμὲ ὡπλίζετο, γυμνὸς δὲ ἐγὼ καὶ ἄοπλος ἕτοιμος εἰς πᾶσαν αἰκίαν ἐξεκείμην τοῖς πολεμίοις,
45τότε οὐ συνεχύθην τοὺς διαλογισμοὺς τῷ φόβῳ, οὐκ ἐξεκρούσθην ἐκ τῆς τοῦ Θεοῦ ἐννοίας, οὐκ ἀπέγνων τῆς ἐμαυτοῦ σωτηρίας, ἀλλ’ ἐξεζήτησα τὸν Κύριον Οὐχὶ ἐζήτησα μόνον ἁπλῆν τινα καὶ χρονικὴν πρὸς τὸν Κύριον ἐλπίδα, ἀλλ’ ἐξεζήτησα. Πλεῖον γάρ τι

29

.

357

(50)

δηλοῖ παρὰ τὸ ζητῆσαι ἡ ἔμφασις τοῦ ἐκζητῆσαι, ὡς καὶ παρὰ τὴν ἔρευναν ἡ ἐξερεύνησις. Ἐξέλιπον γὰρ ἐξερευνῶντες ἐξερευνήσεις. Πολλὴν οὖν τινα σχολὴν καὶ ἀταραξίαν ὁ λόγος παρίστησι διὰ τῆς
ἐκζητήσεως.357

29

.

360

Καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐῤῥύσατό με. Πᾶσα ἡ τοῦ δικαίου ζωὴ τεθλιμμένη ἐστὶ, καὶ Στενὴ καὶ τεθλιμμένη ἡ ὁδός· καὶ, Πολλαὶ αἱ θλίψεις τῶν δικαίων. Διὰ τοῦτο καὶ ὁ Ἀπόστο‐
5λός φησιν, Ἐν παντὶ θλιβόμενοι· καὶ, Ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. Ῥύεται δὲ ἐκ θλίψεως τοὺς ἁγίους αὐτοῦ ὁ Θεὸς, οὐκ ἀδοκιμάστους αὐτοὺς καταλιμπά‐ νων, ἀλλὰ τὴν ὑπομονὴν αὐτοῖς χαριζόμενος. Εἰ γὰρ
10Ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν· ὁ τὴν θλίψιν ἀφαιρούμενος τῆς δοκιμῆς ἑαυτὸν ἀπεστέρησεν. Ὡς οὖν οὐδεὶς στεφανοῦται ἄνευ ἀνταγωνιστοῦ, οὕτως οὐδὲ δόκιμος ἀποφανθῆναι δύ‐ ναται εἰ μὴ διὰ θλίψεων. Ἐκ πασῶν οὖν τῶν
15θλίψεων ἐῤῥύσατό με, οὐχὶ μὴ ἐῶν με θλίβεσθαι, ἀλλὰ σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνα‐ σθαι ὑπενεγκεῖν, χαριζόμενος. Προσέλθετε πρὸς αὐτὸν, καὶ φωτίσθητε· καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. Τοῖς καθημένοις ἐν
20σκότει καὶ σκιᾷ θανάτου, τούτοις παρακελεύεται προσ‐ ελθεῖν τῷ Κυρίῳ, καὶ ἐγγίσαι αὐτοῦ ταῖς ἀκτῖσι τῆς θεότητος, ἵν’, ἐκ τοῦ προσεγγισμοῦ ἐλλαμφθέντες τῇ ἀληθείᾳ, χάριτι τὸν φωτισμὸν αὐτοῦ εἰς ἑαυτοὺς χωρήσωσιν. Ὥσπερ γὰρ τὸ αἰσθητὸν τοῦτο φῶς οὐ
25πᾶσιν ὁμοίως ἀνατέλλει, ἀλλὰ τοῖς ἔχουσιν ὀφθαλ‐ μοὺς, καὶ ἐγρηγορόσι, καὶ ὑπ’ οὐδενὸς κωλύματος ἀπολαύειν δυναμένοις τῆς τοῦ ἡλίου ἐπιδημίας· οὕτω καὶ ὁ τῆς δικαιοσύνης ἥλιος, Τὸ ἀληθινὸν φῶς, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κό‐
30σμον, οὐ πᾶσι τὴν ἑαυτοῦ φαιδρότητα χαρίζεται, ἀλλὰ τοῖς ἀξίως αὐτοῦ πολιτευομένοις. Φῶς γὰρ, φησὶν, ἀνέτειλεν, οὐχὶ τῷ ἁμαρτωλῷ, ἀλλὰ τῷ δικαίῳ. Ὡς γὰρ ἀνέτειλε μὲν ὁ ἥλιος, ἀλλ’ οὐχὶ ταῖς νυκτε‐ ρίσιν, οὐδὲ τοῖς ἄλλοις ζώοις τοῖς νυκτινόμοις· οὕτω
35καὶ τὸ φῶς τῇ μὲν ἑαυτοῦ φύσει λαμπρόν ἐστι καὶ φαιδρυντικόν· οὐ πάντες δὲ αὐτοῦ τῆς λαμπηδόνος μεταλαμβάνουσιν. Οὕτω καὶ Πᾶς ὁ τὰ φαῦλα πράσ‐ σων μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ φανερωθῇ αὐτοῦ τὰ ἔργα. Προσέλθετε οὖν
40πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. Μακάριος ὁ ἐν τῇ ἡμέρᾳ τῆς δικαιοκρισίας τοῦ Θεοῦ, ὅταν ἔλθῃ ὁ Κύριος φωτίσαι τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερῶσαι τὰς βουλὰς τῶν καρδιῶν, τολμήσας ὑπὸ τὸ φῶς ἐκεῖνο τῶν ἐλέγχων
45γενέσθαι, καὶ ἐπανελθὼν ἀνεπαίσχυντος τῷ ἀμόλυντον ἔχειν τὸ συνειδὸς ἀπὸ πονηρῶν ἔργων. Οἱ γὰρ τὰ φαῦλα πράξαντες εἰς ὀνειδισμὸν καὶ αἰσχύνην ἀναστήσονται, ἐνορῶντες ἐν ἑαυτοῖς τὸ αἶσχος καὶ
τοὺς τύπους τῶν ἡμαρτημένων. Καὶ τάχα φοβερω‐359

29

.

361

τέρα τοῦ σκότους καὶ τοῦ πυρὸς τοῦ αἰωνίου ἡ αἰσχύνη ἐστὶν, ᾗ μέλλουσι συνδιαιωνίζειν οἱ ἁμαρτωλοὶ, ἀεὶ ἐν ὀφθαλμοῖς ἔχοντες τὰ ἴχνη τῆς ἐν σαρκὶ ἁμαρ‐ τίας, οἱονεί τινος βαφῆς ἀνεκπλύτου, τῇ μνήμῃ τῆς
5ψυχῆς αὐτῶν εἰς τὸ διηνεκὲς παραμένοντα. Ὀλίγων δέ ἐστι τὸ προσελθεῖν τῷ φωτὶ τῷ ἀληθινῷ, καὶ ἀπο‐ καλύψαι, καὶ μετὰ τὴν ἀποκάλυψιν τῶν κρυπτῶν, μὴ ἀπελθεῖν αἰσχυνθέντας τὰ πρόσωπα. Οὗτος ὁ πτωχὸς ἐκέκραξε, καὶ ὁ Κύριος εἰσ‐
10ήκουσεν αὐτοῦ. Οὐκ ἀεὶ ἐπαινετὴ ἡ πτωχεία, ἀλλ’ ἡ ἐκ προαιρέσεως κατὰ τὸν εὐαγγελικὸν σκοπὸν κατ‐ ορθουμένη. Πολλοὶ γὰρ πτωχοὶ μὲν τῇ περιουσίᾳ, πλεονεκτικώτατοι δὲ τῇ προαιρέσει τυγχάνουσιν· οὓς οὐχ ἡ ἔνδεια σώζει, ἀλλ’ ἡ προαίρεσις κατακρίνει.
15Οὐ τοίνυν ὁ ἐνδεὴς πάντως μακαριστὸς, ἀλλ’ ὁ κρείτ‐ τονα ἡγησάμενος τῶν τοῦ κόσμου θησαυρῶν τὴν ἐν‐ τολὴν τοῦ Χριστοῦ. Τούτους καὶ ὁ Κύριος μακαρίζει λέγων· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι· οὐχ οἱ πένητες κατὰ τὴν περιουσίαν, ἀλλ’ οἱ τὴν πτωχείαν
20ἐκ ψυχῆς προελόμενοι. Οὐδὲν γὰρ τῶν ἀπροαιρέ‐ των μακαριστόν. Διότι πᾶσα ἀρετὴ, μάλιστα δὲ αὕτη πρὸ πάντων, τῷ ἑκουσίῳ χαρακτηρίζεται. Οὗτος οὖν, φησὶν, ὁ πτωχὸς ἐκέκραξε. Τῇ δεικτικῇ φωνῇ ἐπὶ τὸν πτωχεύοντα κατὰ Θεὸν, καὶ πεινῶντα, καὶ
25διψῶντα, καὶ γυμνητεύοντα, τὴν διάνοιάν σου προ‐ καλεῖται· Οὗτος ὁ πτωχὸς, μονονουχὶ δακτύλῳ δεικνύς· Οὗτος ὁ μαθητὴς Χριστοῦ. Δυνατὸν καὶ εἰς Χριστὸν ἀνάξαι τὸν λόγον, ὃς, πλούσιος ὢν τῇ φύσει, διότι πάντα τὰ τοῦ Πατρὸς αὐτοῦ ἐστι, δι’
30ἡμᾶς ἐπτώχευσεν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν. Σχεδὸν γὰρ παντὸς ἔργου τοῦ προάγον‐ τος ἐπὶ τὸν μακαρισμὸν αὐτὸς ἦρξεν ὁ Κύριος, πα‐ ράδειγμα τοῖς μανθάνουσιν ἑαυτὸν προτιθείς. Ἐπάν‐ ηκε ἐπὶ τοὺς μακαρισμοὺς, καὶ ἕκαστον ἐξετάσας
35εὑρήσεις, ὅτι προέλαβε τὴν ἐκ τοῦ λόγου διδασκαλίαν τοῖς ἔργοις. Μακάριοι οἱ πραεῖς. Πῶς οὖν μάθωμεν τὴν πραότητα; Μάθετε ἀπ’ ἐμοῦ, φησὶν, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Μακάριοι οἱ εἰρηνο‐ ποιοί. Τίς ἡμᾶς διδάξει τὸ τῆς εἰρήνης καλόν; Αὐτὸς
40ὁ εἰρηνοποιὸς, ὁ ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων τοὺς δύο εἰς ἕνα καινὸν ἄνθρωπον· ὁ εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ εἴτε τὰ ἐν τοῖς οὐρανοῖς εἴτε τὰ ἐπὶ τῆς γῆς. Μακάριοι οἱ πτωχοί. Αὐτός ἐστιν ὁ πτωχεύσας, καὶ κενώσας ἑαυτὸν ἐν τῇ
45τοῦ δούλου μορφῇ, ἵνα ἡμεῖς πάντες ἐκ τοῦ πληρώ‐ ματος αὐτοῦ λάβωμεν, καὶ χάριν ἀντὶ χάριτος. Εἴ τις οὖν, ἀπὸ τοῦ ἁγίου καὶ φιλανθρώπου Πνεύ‐ ματος ἀγόμενος, μὴ φρονῶν ἐφ’ ἑαυτῷ, ἀλλὰ ταπει‐ νῶν ἑαυτὸν, ἵνα τοὺς ἄλλους ὑψώσῃ, κράζοι τῷ πνεύ‐

29

.

361

(50)

ματι τὰ μεγάλα εὐχόμενος, καὶ μηδὲν μικροπρεπὲς
μηδὲ ταπεινὸν φθέγγοιτο ἐκ τοῦ τὰ ἐπίγεια καὶ361

29

.

364

κοσμικὰ ζητεῖν, τοῦ τοιούτου ἡ κραυγὴ εἰσ‐ ακουστὴ τῷ Κυρίῳ. Τί οὖν τὸ τέλος τῆς ἀκοῆς; Τὸ ῥυσθῆναι ἀπὸ πασῶν τῶν θλίψεων ἄτρωτον, μὴ ὑπο‐ κατακλιθέντα, μηδὲ δουλεύοντα τῷ φρονήματι τῆς
5σαρκός. Τίς οὖν καὶ ὁ τρόπος δι’ οὗ ῥύεται ὁ πτωχός; Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβου‐ μένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. Ἡρμήνευσε τίνα λέγει τὸν πτωχὸν, τὸν φοβούμενον τὸν Κύριον. Διότι ὁ φοβούμενος ἔτι ἐν τῇ τοῦ δούλου τάξει ἐστίν. Ὁ δὲ
10ὑπὸ τῆς ἀγάπης τετελειωμένος πρὸς τὴν τοῦ υἱοῦ λοιπὸν ἀξίαν ἀνέδραμε. Διόπερ ὁ μὲν δοῦλος καὶ πτωχὸς λέγεται, τῷ μηδὲν ἴδιον ἔχειν· ὁ δὲ υἱὸς ἤδη καὶ πλούσιος, τῷ κληρονόμος εἶναι τῶν πατρι‐ κῶν ἀγαθῶν. Παρεμβαλεῖ οὖν ἄγγελος Κυρίου κύ‐
15κλῳ τῶν φοβουμένων αὐτόν. Παντὶ πεπιστευκότι εἰς τὸν Κύριον ἄγγελος παρεδρεύει, ἐὰν μήποτε αὐ‐ τὸν ἡμεῖς ἐκ τῶν πονηρῶν ἔργων ἀποδιώξωμεν. Ὡς γὰρ τὰς μελίσσας καπνὸς φυγαδεύει, καὶ τὰς περι‐ στερὰς δυσωδία ἐξελαύνει· οὕτω καὶ τὸν φύλακα τῆς
20ζωῆς ἡμῶν ἄγγελον ἡ πολύδακρυς καὶ δυσώδης ἀφ‐ ίστησιν ἁμαρτία. Ἐὰν ἔχῃς ἐν τῇ ψυχῇ ἄξια φυλακῆς ἀγγελικῆς ἔργα, καὶ νοῦς πλούσιος ἐν τοῖς τῆς ἀλη‐ θείας θεωρήμασιν ἐνοικῇ σοι διὰ τὸν πλοῦτον τῶν τιμίων ἔργων τῆς ἀρετῆς, ἀναγκαίως φρουρούς σοι
25καὶ φύλακας παρακαθίστησιν ὁ Θεὸς, καὶ περιτειχί‐ ζει σε φυλακῇ ἀγγέλων. Σκόπει δὲ ἡλίκη ἐστὶ τῶν ἀγγέλων ἡ φύσις· ὅτι ὅλῳ στρατοπέδῳ καὶ παρεμ‐ βολῇ πολυανθρώπῳ παρεικάζεται ὁ εἷς ἄγγελος. Διὰ μὲν οὖν τὸ μέγεθος τοῦ φυλάσσοντός σε παρεμβολήν
30σοι χαρίζεται ὁ Κύριος· διὰ δὲ τὴν ἰσχὺν τοῦ ἀγγέλου οἱονεὶ περιτειχίζει σε πάντοθεν τῇ ἀπ’ αὐτοῦ ἀσφα‐ λείᾳ. Τοῦτο γὰρ σημαίνει τὸ, Κύκλῳ. Ὥσπερ γὰρ οἱ τῶν πόλεων περίβολοι, κύκλῳ πάσαις περι‐ κείμενοι, πάντοθεν τὰς τῶν πολεμίων προσβολὰς
35ἀπείργουσιν· οὕτω καὶ ὁ ἄγγελος, καὶ προτειχίζει ἐκ τῶν ἔμπροσθεν, καὶ ὀπισθοφυλακεῖ, καὶ οὐδὲ τὰ ἑκατέρωθεν ἀφύλακτα καταλείπει. Διὰ τοῦτο Πεσεῖ‐ ται ἐκ τοῦ κλίτους σου χιλιὰς, καὶ μυριὰς ἐκ δε‐ ξιῶν σου· πρὸς σὲ δὲ οὐδὲ πληγή τινος τῶν ἐχθρῶν ἐγγιεῖ, ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται
40περὶ σοῦ. Γεύσασθε, καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. Πολλαχοῦ τετηρήκαμεν, ὅτι τοῖς ἔξωθεν μέλεσιν ὁμωνύμως αἱ τῆς ψυχῆς προσαγορεύονται δυνάμεις. Ἐπεὶ δὲ ἄρτος ἐστὶν ἀληθινὸς ὁ Κύριος ἡμῶν, καὶ ἡ
45σὰρξ αὐτοῦ ἀληθής ἐστι βρῶσις· ἀνάγκη τὴν ἡδονὴν τῆς εὐφροσύνης τοῦ ἄρτου διὰ γεύσεως ἡμῖν νοητῆς ἐγγίνεσθαι. Ὡς τοῦ μέλιτος ἡ φύσις οὐ τοσοῦτον τῷ λόγῳ δύναται παραστῆναι τοῖς ἀπείροις, ὅσον ἀπ’ αὐτῆς τῆς κατὰ τὴν γεῦσιν αἰσθήσεως· οὕτως

29

.

364

(50)

οὐδὲ ἡ χρηστότης τοῦ οὐρανίου λόγου ἐναργῶς πα‐
ραδοθῆναι διδασκαλίαις δύναται, ἐὰν μὴ, τὰ τῆς363

29

.

365

ἀληθείας δόγματα ἐπὶ πλέον βασανίσαντες, δυνηθῶ‐ μεν τῇ οἰκείᾳ πείρᾳ τὴν χρηστότητα καταλαβεῖν τοῦ Κυρίου. Γεύσασθε δὲ, εἶπε, καὶ οὐχὶ ἐμπλήσθητε· διότι νῦν μὲν ἐκ μέρους γινώσκομεν, καὶ δι’ ἐσόπτρου
5βλέπομεν καὶ αἰνίγματος τὴν ἀλήθειαν· ἥξει δέ ποτε ὅτε ὁ νῦν ἀῤῥαβὼν, καὶ τὸ γεῦμα τοῦτο τῆς χάριτος εἰς τελειότητα ἡμῖν τῆς ἀπολαύσεως καταντήσει. Ὥσπερ δὲ οἱ στομαχοῦντες καὶ οἱ κακόσιτοι, ἀποστρε‐ φόμενοι τὰ σιτία, ὑπὸ τῶν ἰατρῶν θεραπεύονται τὸ
10δυσάρεστον, διεγειρόντων τὰς ὀρέξεις διά τινος ἐπι‐ τηδεύσεως τῆς ἐν τοῖς βρώμασιν, ὥστε, ὑπὸ τῆς κα‐ ρυκείας ἐκείνης ἐρεθιζομένης τῆς αἰσθήσεως, ἀεὶ πρὸς τὸ πλεῖον ἐπιτείνεσθαι τὰς ὀρέξεις· οὕτω καὶ ἐπὶ τοῦ λόγου τῆς ἀληθείας, Αὐτὴ, φησὶν, ὑμᾶς
15ἡ πεῖρα πρὸς τὸ ἀκόρεστον τῆς ἐπιθυμίας ἀεὶ προσκα‐ λέσεται. Διὰ τοῦτο, φησὶ, Γεύσασθε, ἵνα μακάριοι γέ‐ νησθε ἀεὶ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην. Μα‐ κάριος ἀνὴρ ὃς ἐλπίζει ἐπ’ αὐτόν. Ὁ ἀεὶ ἐν ἐπιθυμίᾳ ὢν τοῦ λόγου, ἐπ’ οὐδὲν ἕτερον θήσεται τὴν ἐλπίδα ἢ ἐπὶ
20τὸν Κύριον. Φοβήθητε τὸν Κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ· ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. Ἐὰν μὴ φόβος παιδεύῃ ἡμῶν τὴν ζωὴν, ἀμήχανον κατορθωθῆναι τὸν ἁγιασμὸν ἐν τῷ σώματι. Καθήλωσον γὰρ, φησὶ, ἐκ τοῦ φόβου σου τὰς
25σάρκας μου. Ὡς γὰρ οἱ ὑπὸ τῶν ἥλων διαπεπαρ‐ μένοι τὰ μέλη τοῦ σώματος ἀκίνητα ἔχουσι πρὸς ἐνέργειαν, οὕτως οἱ τῷ θείῳ φόβῳ τὴν ψυχὴν κατει‐ λημμένοι πᾶσαν τὴν ἐκ τῶν παθῶν τῆς ἁμαρτίας ἐνόχλησιν διαφεύγουσι. Τῷ οὖν φοβουμένῳ οὐκ ἔστιν
30ὑστέρημα· τουτέστι, πρὸς οὐδεμίαν ἀρετήν ἐστιν ἐλλιπὴς ὁ ὑπὸ τοῦ φόβου ἀπὸ πάσης ἀτόπου πρά‐ ξεως κωλυόμενος, ἀλλὰ τέλειός ἐστι, μηδενὸς τῶν ἐπιβαλλόντων τῇ ἀνθρωπίνῃ φύσει καλῶν ἀπολειπό‐ μενος. Ὡς γὰρ οὐκ ἔστι τέλειος ἐν τῷ σώματι ὁ
35ἔν τινι μέρει τῶν ἀναγκαίων ἐλλιμπάνων, ἀλλ’ ἀτε‐ λής ἐστι καθ’ ὃ ἐλλείπει· οὕτω καὶ ὁ περὶ μίαν τῶν ἐντολῶν καταφρονητικῶς διακείμενος, διὰ τὸ ὑστερεῖν αὐτῆς, ἀτελής ἐστι κατὰ τὸ ἐλλεῖπον. Ὁ δὲ τὸν τέλειον φόβον ἀνειληφὼς, καὶ πάντα καταπτήσσων δι’ εὐλάβειαν, οὐδὲν μὲν ἁμαρτή‐
40σεται τῷ μηδενὸς ὑπερορᾷν· οὐχ ἕξει δὲ ὑστέρημα, τῷ ἐπὶ πάντα διαρκῶς παρεῖναι αὐτῷ τὸν φόβον. Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν· οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. Οἰκοδομείτω μὲν ἡμᾶς καὶ πρὸς
45τὴν καταφρόνησιν τοῦ σωματικοῦ πλούτου ὁ λόγος, τὸ ἀβέβαιον τῆς τῶν χρημάτων περιουσίας ἐκδιδά‐
σκων. Εὐμετάπτωτος γὰρ ὁ πλοῦτος, καὶ οἱονεὶ κῦμα365

29

.

368

ὑπὸ τῆς βίας τῶν ἀνέμων ἄλλοτε πρὸς ἄλλα μέ‐ ρη πεφυκὼς μεταῤῥεῖν. Καὶ πλούσιον λέγει τάχα τὸν Ἰσραήλ· ὧν ἡ υἱοθεσία καὶ ἡ λατρεία, ὧν αἱ ἐπαγ‐ γελίαι, ἐξ ὧν οἱ πατέρες. Οὗτοι τοίνυν διὰ τὴν εἰς τὸν
5Κύριον ἁμαρτίαν ἐπτώχευσαν. Οἱ δὲ ἀντ’ ἐκείνων ἐκ‐ ζητήσαντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. Ἐπτώχευσαν δέ πως καὶ ἐπείνασαν. Ἐπειδὴ γὰρ ἀπέκτειναν τὸν ἄρτον τῆς ζωῆς, ἦλθεν ἐπ’ αὐτοὺς ὁ λιμὸς τοῦ ἄρτου· καὶ ἐπειδὴ ἐπεβούλευ‐
10σαν τῇ πηγῇ τοῦ ὕδατος τοῦ ζῶντος, ἦλθεν αὐτοῖς ἡ δίψα, καὶ ἐπετέθη αὐτοῖς ἡ ἐκ τῆς δίψης κόλα‐ σις· λιμὸς δὲ οὐχὶ ἄρτου αἰσθητοῦ, οὐδὲ δίψα ὕδατος, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον Κυρίου. Ἐπτώχευσαν μὲν οὖν καὶ ἐπείνασαν. Οἱ μέντοι ἀπὸ τῶν ἐθνῶν
15μαθόντες ἐκζητεῖν τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. Τὸ παντέλειον ἀγαθὸν αὐτός ἐστιν ὁ Θεός· οὗ οὐκ ἐλαττωθήσονται πάντες οἱ ἐκζητοῦντες αὐτόν. Μὴ γάρ μοί τις ἀπαίδευτος, ἀδιάκριτον ἔχων τὸν περὶ τοῦ ἀγαθοῦ καὶ κακοῦ τόπον, ἀγαθὸν
20ὀνομαζέτω τὸν πρόσκαιρον ἔχοντα τὴν ἀπόλαυ‐ σιν καὶ τῇ φθορᾷ τοῦ σώματος συναπερχομέ‐ νην. Ὁ γὰρ τὸν σωματικὸν πλοῦτον καὶ τὰ σωματικὰ προτερήματα εἰς τὴν τοῦ ἀγαθοῦ τάξιν κατάγων, εἰς πράγματα εὐτελῆ καὶ οὐδενὸς λόγου ἄξια ἄγει τὸ σε‐
25μνὸν καὶ μόνῳ Θεῷ πρέπον ὄνομα, καὶ ἅμα ἐναντιώ‐ ματι χαλεπωτάτῳ περιπεσεῖται. Ἢ γὰρ τοὺς ἀποστό‐ λους ἐρεῖ, παρὰ τὸ μὴ ἐκζητῆσαι τὸν Κύριον, μὴ τετυχηκέναι τῶν σωματικῶν ἀγαθῶν· ἢ εἰ ἐκζη‐ τοῦντες ἀπετύγχανον τῶν τοιούτων ἀγαθῶν, τῆς Γρα‐
30φῆς αὐτῆς κατηγορήσει λεγούσης μηδενὸς ἀγαθοῦ ἐλαττοῦσθαι τοὺς ἐκζητοῦντας τὸν Κύριον. Ἀλλὰ καὶ ἐξεζήτουν οἱ ἅγιοι τὸν Κύριον, καὶ τῆς αὐτοῦ τοῦ ζη‐ τουμένου καταλήψεως οὐκ ἠλαττοῦντο, οὐδὲ τῶν ἀπο‐ κειμένων ἐν τῇ αἰωνίᾳ ἀναπαύσει ἀγαθῶν ἐστε‐
35ρήθησαν. Περὶ ἐκείνων γὰρ λέγοιτο ἂν κυρίως τὸ, Παντὸς ἀγαθοῦ. Αἱ γὰρ σωματικαὶ ἀπολαύσεις πλεῖον τὸ ὀδυνηρὸν ἔχουσι τοῦ ἡδέος· οἱ γάμοι τὰς ἀπαιδίας, τὰς χηρείας, τὰς διαφθοράς· αἱ γεωργίαι τὴν ἀκαρπίαν· αἱ ἐμπορίαι τὰ ναυάγια· οἱ πλοῦτοι
40τὰς ἐπιβουλάς· αἱ τρυφαὶ καὶ οἱ κόροι, καὶ αἱ συν‐ εχεῖς ἀπολαύσεις τὸ ποικίλον τῶν νοσημάτων, καὶ τὸ πολυειδὲς τῶν παθῶν. Παῦλος μέντοι καὶ ἐξεζή‐ τει τὸν Κύριον, καὶ οὐδὲν αὐτῷ ἔλειπε τῶν ἀγα‐ θῶν. Καίτοι τίς ἂν ἐξαριθμήσαιτο τὰ τοῦ σώματος
45ὀχληρὰ, οἷς παρὰ πάντα τὸν ἑαυτοῦ βίον συνέζη; Τρὶς ἐῤῥαβδίσθη, ἅπαξ ἐλιθάσθη, τρὶς ἐναυάγησε,
νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκεν, ἐν ὁδοιπορίαις367

29

.

369

πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλά‐ κις, ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀνάγκαις πολλάκις. Μέ‐ χρι τῆς ἐσχάτης ὥρας καὶ πεινῶν ἄνθρωπος, καὶ διψῶν, καὶ γυμνητεύων, καὶ κολαφιζόμενος, πῶς οὐκ
5ἠλαττοῦτο τῶν σωματικῶν ἀγαθῶν; Ἀνάγαγε οὖν μοι τὴν διάνοιαν ἐπὶ τὸ ὄντως ἀγαθὸν, ἵνα καὶ τὴν συμφωνίαν τῆς Γραφῆς ἐπιγνῷς, καὶ σεαυτὸν μὴ καταβάλῃς τῇ ἀμφιβολίᾳ τῆς ἐννοίας. Δεῦτε, τέκνα, ἀκούσατέ μου· φόβον Κυρίου διδάξω ὑμᾶς. Ἐνδιαθέτου διδασκάλου φωνὴ, προσκαλουμένου εἰς μάθησιν διὰ πατρικῆς εὐσπλαγ‐
10χνίας. Καὶ γὰρ τέκνον ἐστὶ πνευματικὸν τοῦ διδασκά‐ λου ὁ μαθητής. Ὁ γὰρ παρά τινος τὴν μόρφωσιν τῆς εὐσεβείας δεχόμενος, οὗτος οἱονεὶ διαπλάττεται παρ’ αὐτοῦ, καὶ εἰς σύστασιν ἄγεται, ὥσπερ καὶ ὑπὸ τῆς κυοφορούσης τὰ ἐν αὐτῇ διαμορφούμενα βρέφη.
15Ὅθεν καὶ Παῦλος ὅλην τὴν Ἐκκλησίαν τῶν Γαλα‐ τῶν, ἐκ τῶν προτέρων διαπεσοῦσαν μαθημάτων, καὶ οἱονεὶ ἀμβλωθεῖσαν, πάλιν ἀναλαμβάνων, καὶ μορφῶν ἄνωθεν ἐν αὐτοῖς τὸν Χριστὸν, τέκνα ἔλεγε· καὶ ἐπειδὴ μετ’ ὀδύνης καὶ θλίψεως ἐποιεῖτο τῶν ἐσφαλ‐
20μένων τὴν ἐπανόρθωσιν, ὠδίνειν ἔλεγε τῇ ψυχῇ διὰ τὴν ἐπὶ τοῖς ἀποπεσοῦσι λύπην. Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Δεῦτε οὖν, τέκνα, ἀκούσατέ μου. Τί ποτε ἄρα διδά‐ σκειν μέλλει ὁ πνευματικὸς ἡμῶν πατήρ; Φόβον,
25φησὶ, Κυρίου διδάξω ὑμᾶς. Ἐπειδὴ ἄνω προσέταξε φοβεῖσθαι τὸν Κύριον, καὶ τὸ ἐκ τοῦ φόβου κέρδος ὑπέδειξεν, εἰπὼν, Ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν· νῦν καὶ διδασκαλίαν τινὰ τοῦ θείου φόβου ἡμῖν παραδίδωσι. Τὸ μὲν γὰρ, ὅτι χρὴ
30ὑγιαίνειν, παντός ἐστιν εἰπεῖν, καὶ τοῦ ἰδιώτου· τὸ δὲ, πῶς χρὴ κτήσασθαι τὴν ὑγείαν, τοῦτο ἴδιον ἤδη τοῦ τὴν ἰατρικὴν τέχνην ἐπισταμένου. Οὐ πᾶς φόβος ἀγαθόν ἐστι καὶ σωτήριον, ἀλλ’ ἔστι τις καὶ ἐχθρὸς φόβος, ὃν ἀπεύχεται ὁ Προφήτης ἐγγενέσθαι αὐτοῦ τῇ
35ψυχῇ, λέγων· Ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου. Ἐχθρὸς γὰρ φόβος ὁ θανάτου ἡμῖν δει‐ λίαν ἐμποιῶν, ὁ προσώπων ὑπεροχὰς καταπτήσσειν ἡμᾶς ἀναπείθων. Πῶς γὰρ ὁ ταῦτα φοβούμενος δυνή‐ σεται ἐν καιρῷ μαρτυρίου μέχρι θανάτου πρὸς τὴν
40ἁμαρτίαν ἀντικαταστῆναι, καὶ ἀποδοῦναι τῷ Κυ‐ ρίῳ τὴν ὀφειλὴν, τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι; Καὶ ὁ ὑπὸ δαιμόνων εὐπτόητος τὸν ἐχθρὸν ἔχει φόβον ἐν ἑαυτῷ. Καὶ ὅλως, ὁ τοιοῦτος φόβος ἀπι‐ στίας ἔοικεν ἔγγονον εἶναι πάθος. Οὐδεὶς γὰρ πι‐
45στεύων ἰσχυρὸν αὐτῷ παρεῖναι τὸν βοηθὸν φοβεῖται ἀπό τινος τῶν ἐπιχειρούντων αὐτὸν ἐκταράσσειν. Φό‐ βος δὲ ὁ σωτήριος, καὶ φόβος ἁγιασμοῦ ποιητικὸς, φόβος ὁ κατ’ ἐπιτήδευσιν, καὶ οὐχὶ κατὰ πάθος ἐγγι‐
νόμενος τῇ ψυχῇ, ποῖός ἐστι βούλει διηγήσωμαι;369

29

.

372

Ὅταν μέλλῃς ἐπί τινα ὁρμᾷν ἁμαρτίαν, ἐννόησόν μοι ἐκεῖνο τὸ φρικτὸν καὶ ἀνύποιστον τοῦ Χριστοῦ δικα‐ στήριον, ἐν ᾧ προκαθέζεται μὲν ἐπὶ θρόνου τινὸς ὑψηλοῦ καὶ ἐπηρμένου ὁ κριτὴς, παρέστηκε δὲ πᾶσα
5ἡ κτίσις ὑποτρέμουσα τὴν ἐπιφάνειαν αὐτοῦ τὴν ἔν‐ δοξον· παράγεσθαι δὲ μέλλομεν καθ’ ἕνα εἰς ἐξέτα‐ σιν τῶν βεβιωμένων ἡμῖν. Εἶτα τῷ πολλὰ πονηρὰ πεποιηκότι κατὰ τὸν βίον φοβεροί τινες καὶ κατηφεῖς παρίστανται ἄγγελοι, πῦρ βλέποντες, πῦρ ἀναπνέον‐
10τες, διὰ τὴν πικρίαν τῆς προαιρέσεως, νυκτὶ ἐοικό‐ τες τὰ πρόσωπα, διὰ τὸ κατηφὲς καὶ μισάνθρωπον. Εἶτα βάραθρον βαθὺ, καὶ σκότος ἀδιεξόδευτον, καὶ πῦρ ἀλαμπές· ἐν τῷ σκότει τὴν μὲν καυστικὴν δύνα‐ μιν ἔχον, τὸ δὲ φέγγος ἀφῃρημένον. Εἶτα σκωλήκων
15γένος ἰοβόλον καὶ σαρκοφάγον, ἀπλήστως ἐσθίον, καὶ μηδέποτε κορεννύμενον, ἀφορήτους ὀδύνας ἐμποιοῦν τῇ καταβρώσει. Εἶτα τὴν πασῶν χαλεπωτάτην κόλα‐ σιν, τὸν ὀνειδισμὸν ἐκεῖνον καὶ τὴν αἰσχύνην τὴν αἰώ‐ νιον. Ταῦτα φοβοῦ· καὶ τούτῳ τῷ φόβῳ παιδευόμε‐
20νος, οἱονεὶ χαλινῷ τινι ἀνάκοπτε τὴν ψυχὴν ἀπὸ τῆς πρὸς τὰ φαῦλα ἐπιθυμίας. Τοῦτον τὸν φόβον τοῦ Κυ‐ ρίου διδάσκειν ἡμᾶς ὁ πατὴρ ἐπηγγείλατο· οὐχ ἁπλῶς διδάσκειν, ἀλλὰ τοὺς ἀκούειν αὐτοῦ προαιρουμένους· οὐ τοὺς μακρὰν ἀποπεσόντας, ἀλλὰ τοὺς δι’ ἐπι‐
25θυμίαν τοῦ σωθῆναι προστρέχοντας· οὐ τοὺς ξένους τῶν Διαθηκῶν, ἀλλὰ τοὺς ἐκ τοῦ βαπτίσματος τῆς υἱοθεσίας οἰκειουμένους τῷ λόγῳ. Διὰ τοῦτο, φησὶ, δεῦτε· τουτέστι, διὰ τῶν ἀγαθῶν ἔργων ἐγγίσατέ μοι, τέκνα, υἱοὶ φωτὸς γενέσθαι διὰ τῆς παλιγγενεσίας
30καταξιωθέντες. Ἀκούσατε, οἱ ἔχοντες τὰ ὦτα τῆς καρδίας ἀνεῳγμένα· Φόβον Κυρίου διδάξω ὑμᾶς· τοῦτον, ὃν μικρῷ πρόσθεν ὁ λόγος ὑμῖν ὑπ‐ έγραψεν. Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν, ἀγα‐
35πῶν ἡμέρας ἰδεῖν ἀγαθάς; Εἴ τις θέλει, φησὶ, ζωὴν, οὐ τὴν κοινὴν ταύτην ἣν καὶ τὰ ἄλογα ζῇ, ἀλλὰ τὴν ὄντως ζωὴν τὴν θανάτῳ μὴ διακοπτομένην. Νῦν γὰρ, φησὶν, ἀποθνήσκετε, Καὶ ἡ ζωὴ ἡμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ· ὅταν δὲ ὁ
40Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. Οὐκοῦν καὶ ἡ ὄντως ζωὴ ὁ Χριστὸς, καὶ ἡ ἡμετέρα ἐν αὐτῷ διαγωγὴ ζωή ἐστιν ἀληθινή. Ὁμοίως δὲ καὶ αἱ ἡμέ‐ ραι ἄλλαι εἰσὶν ἀγαθαὶ, ἃς ἐν ἐπαγγελίᾳ προτίθησιν
45ὁ Προφήτης. Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; Αἱ γὰρ τοῦ αἰῶνος τούτου ἡμέραι πονηραὶ, ἐπειδὴ καὶ ὁ αἰὼν οὗτος, τοῦ κόσμου μέτρον ὑπάρχων, περὶ οὗ εἴρηται, ὅτι Ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται, συναφομοιοῦ‐

29

.

372

(50)

ται τῇ φύσει τοῦ κόσμου ὃν ἐκμετρεῖ. Μέρη δὲ τοῦ χρόνου τούτου αἱ ἡμέραι αὗται. Διὰ τοῦτό φησιν ὁ
Ἀπόστολος· Ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ371

29

.

373

ἡμέραι πονηραί εἰσι. Καὶ ὁ Ἰακὼβ δὲ, Αἱ ἡμέ‐ ραι, φησὶ, τῶν ἐτῶν μου μικραὶ καὶ πονηραί. Οὐκ‐ οῦν νῦν μὲν οὐκ ἐσμὲν ἐν ζωῇ, ἀλλ’ ἐν θανάτῳ. Διὸ καὶ ηὔχετο ὁ Ἀπόστολος, λέγων· Τίς με ῥύσεται
5ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Ἄλλη δέ τίς ἐστι ζωὴ, πρὸς ἣν καλεῖ ἡμᾶς ὁ λόγος· καὶ νῦν μὲν αἱ ἡμέραι ἡμῶν πονηραὶ, ἄλλαι δέ τινές εἰσιν ἀγαθαὶ, ἃς νὺξ οὐ διακόπτει· ἔσται γὰρ ὁ Θεὸς αὐ‐ τῶν φῶς αἰώνιον, καταλάμπων αὐτὰς τῷ φωτὶ τῆς
10ἑαυτοῦ δόξης. Μὴ τοίνυν, ὅταν ἀκούσῃς ἡμερῶν ἀγα‐ θῶν, τὴν ἐνταῦθά σοι νομίσῃς ζωὴν ἐν ἐπαγγελίαις προκεῖσθαι. Φθαρταὶ γάρ εἰσιν αὗται, ἃς ὁ αἰσθητὸς ἥλιος ἀπεργάζεται· οὐδὲν δὲ φθαρτὸν ἁρμοζόντως ἂν δῶρον γένοιτο τῷ ἀφθάρτῳ. Εἰ γὰρ ἄφθαρτος ἡ
15ψυχὴ, ἄφθαρτα αὐτῆς καὶ τὰ χαρίσματα. Καὶ Παρ‐ άγει τὸ σχῆμα τοῦ κόσμου τούτου. Εἰ δὲ σκιὰν ἔχει ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, νόει μοί τινα Σάββατα τρυφερὰ, ἅγια, ἐκ τῶν αἰωνίων ἡμερῶν, νεομηνίας, ἑορτάς· καὶ νόει μοι ἀξίως τοῦ πνευμα‐
20τικοῦ νόμου. Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κα‐ κοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. Εἰ βούλει ἐν ταῖς ἡμέραις γενέσθαι ταῖς ἀγαθαῖς, εἰ ἀγαπᾷς τὴν ζωὴν, ποίησον τὴν ἐντολὴν τῆς ζωῆς. γὰρ ἀγαπῶν με, φησὶ, τὰς ἐντολάς μου
25τηρήσει. Πρώτη δὲ ἐντολὴ τὸ, παῦσαι τὴν γλῶσσαν ἀπὸ κακοῦ, καὶ χείλη τοῦ μὴ λαλῆσαι δόλον. Σχεδὸν γὰρ ἡ προχειροτάτη καὶ πολύτροπος ἁμαρτία ἡ διὰ γλώσσης ἐστὶν ἐνεργουμένη. Ὠργίσθης; καὶ ἡ γλῶσσα προτρέχει. Ἐν ἐπιθυμίαις εἶ; καὶ τὴν γλῶσ‐
30σαν ἔχεις πρὸ πάντων οἱονεί τινα μαστρωπὸν καὶ προαγωγὸν, συγκαταπρασσομένην τῇ ἁμαρτίᾳ, καθ‐ υποκρινομένην τοὺς πλησίον. Καὶ ὅπλον σοι πρὸς τὴν ἀδικίαν ἡ γλῶσσα, μὴ τὰ ἀπὸ καρδίας φθεγγομένη, ἀλλὰ τὰ πρὸς ἀπάτην προφέρουσα. Καὶ
35τί δεῖ πάντα τῷ λόγῳ ἐπεξιέναι τῶν διὰ γλώσσης ἁμαρτανομένων; Πεπλήρωται ἡμῶν ὁ βίος τῶν ἀπὸ γλώσσης πταισμάτων. Αἰσχρολογία, εὐτραπε‐ λία, μωρολογία, τὰ οὐκ ἀνήκοντα, καταλαλιαὶ, λό‐ γος ἀργὸς, ἐπιορκίαι, ψευδομαρτυρίαι, πάντα
40ταῦτα τὰ κακὰ, καὶ ἔτι πλείω τούτων, τῆς γλώσσης ἐστὶ δημιουργήματα. Οἱ δὲ ἀνοίγοντες τὸ στόμα κατὰ τῆς δόξης τοῦ Θεοῦ, καὶ ἀδικίαν εἰς τὸ ὕψος λαλοῦντες, ἄλλῳ τινὶ τὴν ἀσέβειαν καὶ οὐχὶ τῷ ὀρ‐ γάνῳ τῆς γλώσσης ἐργάζονται; Ἐπειδὴ οὖν Ἐκ τῶν
45λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου κατακριθήσῃ, παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ μὴ ἐνεργήσῃς θησαυρίσματα γλώσσῃ ψευδεῖ μά‐ ταια. Παῦσον δὲ καὶ τὰ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον· ἀντὶ τοῦ, Ὅλον τὸ ὄργανον τὸ πρὸς τὴν διακο‐

29

.

373

(50)

νίαν τοῦ λόγου σοι δεδομένον σχολάζειν ἀπὸ τῆς πονηρᾶς ἐνεργείας ποίησον. Ἔστι δὲ ὁ δόλος κακοποιία
λαθραία ἐν προσποιήσει τῶν βελτιόνων τῷ πλησίον προσφερομένη.373

29

.

376

Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγα‐ θόν· ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν. Στοι‐ χειώδεις αἱ παραινέσεις, καὶ εἰσαγωγοὶ εἰς εὐσέβειαν· ἀκριβοῦσαι γλώσσης κρατεῖν, δολερῶν ἐπιβουλευμά‐
5των ἀπέχεσθαι, ἐκκλίνειν ἀπὸ κακοῦ. Οὐ γὰρ τελείῳ πρέπουσα ἡ ἀποχὴ τοῦ κακοῦ, ἀλλὰ τῷ ἄρτι στοι‐ χειουμένῳ ἐκνεῦσαι προσήκει ἀπὸ τῆς ἐπὶ τὸ κακὸν φορᾶς, καὶ οἱονεὶ ὁδοῦ κακῆς τῆς ἐν τῷ πονηρῷ βίῳ συνηθείας ἀπαλλαγέντα, οὕτως ἅψασθαι τῆς τῶν ἀγα‐
10θῶν ἐνεργείας. Ἀμήχανον γὰρ ἅψασθαι τοῦ ἀγα‐ θοῦ μὴ ἀποστάντα πρότερον παντελῶς καὶ ἐκνεύσαντα τοῦ κακοῦ· ὡς ἀμήχανον ὑγείαν ἀναλαβεῖν μὴ τῆς νόσου ἀπαλλαγέντα· ἢ ἐν θερμότητι γενέσθαι τὸν μὴ καθαρῶς πεπαυμένον τῆς καταψύξεως· ἀνεπί‐
15δεκτα γὰρ ταῦτα ἀλλήλοις. Οὕτω καὶ τὸν μέλλοντα ἐν ἀγαθῷ βίῳ γενέσθαι πάσης προσήκει τῆς ἐπὶ τὸ κακὸν συναφείας ἀπαλλαγῆναι. Ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν. Περὶ ταύτης εἴρηκεν ὁ Κύριος· Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι
20ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν εἰρήνην, ἐγὼ δίδωμι ὑμῖν. Ζήτησον οὖν τὴν τοῦ Κυρίου εἰρήνην, καὶ δίωξον αὐτήν. Διώξεις δὲ οὐκ ἄλλως ἢ κατὰ σκο‐ πὸν τρέχων εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως. Ἄνω γάρ ἐστιν ἡ εἰρήνη ἡ ἀληθής. Ἐπεὶ ὅσον γε τῇ
25σαρκὶ συνδεδέμεθα χρόνον, πολλοῖς καὶ τοῖς ἐκταράσ‐ σουσιν ἡμᾶς συνεζεύγμεθα. Ζήτησον οὖν εἰρήνην, λύσιν τῶν τοῦ κόσμου τούτου θορύβων· κτῆσαι γα‐ ληνιῶντα νοῦν, ἀκύμονά τινα καὶ ἀτάραχον κατά‐ στασιν τῆς ψυχῆς, μήτε ὑπὸ παθῶν σαλευομένην,
30μήτε ὑπὸ τῶν ψευδῶν δογμάτων διὰ πιθανότητος προκαλουμένων εἰς συγκατάθεσιν περιελκομένην, ἵνα κτήσῃ τὴν εἰρήνην τοῦ Θεοῦ τὴν ὑπερέχουσαν πάντα νοῦν, φρουροῦσαν τὴν καρδίαν σου. Ὁ ζητῶν εἰρήνην Χριστὸν ἐκζητεῖ, ὅτι αὐτός ἐστιν ἡ εἰρήνη, ὃς
35ἔκτισε τοὺς δύο εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρή‐ νην, καὶ εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὑτοῦ, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς εἴτε τὰ ἐπὶ τῆς γῆς.
39Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίοις, καὶ ὦτα
40αὐτοῦ εἰς δέησιν αὐτῶν. Ὥσπερ οἱ ἅγιοι σῶμά εἰσι Χριστοῦ καὶ μέλη ἐκ μέρους· καὶ ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ τοὺς μὲν ὀφθαλμοὺς, τοὺς δὲ γλώσ‐ σας, ἑτέρους τὸν τῶν χειρῶν, καὶ ἄλλους τὸν τῶν ποδῶν ἐπέχοντας λόγον· οὕτω καὶ αἱ ἅγιαι δυ‐
45νάμεις αἱ πνευματικαὶ καὶ περὶ τὸν οὐράνιον οὖσαι375

29

.

377

τόπον, αἱ μὲν ὀφθαλμοὶ λέγονται, τῷ τὴν ἐπισκοπὴν ἡμῶν πιστευθῆναι, αἱ δὲ ὦτα, τῷ παραδέχεσθαι ἡμῶν τὰς δεήσεις. Νῦν οὖν τὴν ἐποπτικὴν ἡμῶν δύναμιν, καὶ τὴν τῶν εὐχῶν ἀντιληπτικὴν, ὀφθαλμοὺς εἶπε
5καὶ ὦτα. Ὀφθαλμοὶ οὖν Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. Ἐπειδὴ πᾶσα πρᾶξις τοῦ δικαίου ἀξία τῆς θεωρίας τοῦ Θεοῦ, καὶ πᾶν ῥῆμα, τῷ μηδὲν ἀργῶς λέγεσθαι παρὰ τοῦ δικαίου, ἐνεργόν ἐστι καὶ ἔμπρακτον, διὰ τοῦτο ἀεὶ
10ἐφορᾶσθαι καὶ ἀεὶ εἰσακούεσθαι τὸν δίκαιον ὁ λόγος φησί. Πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακὰ, τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. Πρόσωπον οἶμαι τὴν πεπαῤῥησιασμένην καὶ φανερὰν τοῦ Κυρίου ἐπιδημίαν τὴν ἐπὶ τῆς κρίσεως
15λέγεσθαι. Διὸ καὶ ὀφθαλμοὶ Κυρίου, ὡς ἔτι πόῤ‐ ῥωθεν ἐπισκοποῦντος ἡμᾶς, ἐπιβλέπειν τὸν δίκαιον εἴρηνται· αὐτὸ δὲ τὸ πρόσωπον ἐπιφανήσεσθαι, ἐπὶ τὸ ἐξολοθρεῦσαι ἐκ γῆς πᾶν τὸ τῆς πονηρίας μνημό‐ συνον. Μὴ γάρ μοι σωματικῶς διαπεπλασμένον τὸ
20πρόσωπον τοῦ Θεοῦ νοήσῃς· ἐπεὶ οὕτω γε καὶ ἄλογον εἶναι δόξει τὸ παρὰ τῆς Γραφῆς εἰρημένον, ἰδίᾳ μὲν ὀφθαλμοὺς ὑπάρχειν ἐπιλάμποντας τῷ δι‐ καίῳ, ἰδίᾳ δὲ τὸ πρόσωπον ἐπιφερόμενον τοῖς πονη‐ ροῖς. Καίτοι οὔτε ὀφθαλμοὶ χωρὶς προσώπου,
25οὔτε πρόσωπον ὀφθαλμῶν ἐστιν ἄμοιρον. Ἄνθρωπος μὲν οὖν οὐ μὴ ἴδῃ τὸ πρόσωπον Κυρίου, καὶ ζήσε‐ ται· οἱ δὲ ἄγγελοι τῶν ἐν τῇ Ἐκκλησίᾳ μικρῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρὸς ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. Διότι νῦν μὲν χωρῆσαι ἡμᾶς
30τὴν θέαν τῆς ἐνδόξου ἐπιφανείας διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς τὴν περικειμένην ἡμῖν ἀμήχανον· οἱ μέν‐ τοι ἄγγελοι, τῷ μηδὲν ἔχειν προκάλυμμα τοιοῦτον παραπλήσιον τῇ ἡμετέρᾳ σαρκὶ, ὑπ’ οὐδενὸς ἐμπο‐ δίζονται διηνεκῶς ἐνατενίζειν τῷ προσώπῳ τῆς
35δόξης τοῦ Θεοῦ. Ὥστε καὶ ἡμεῖς, ἐπειδὰν γενώμεθα υἱοὶ τῆς ἀναστάσεως, τότε καταξιωθησόμεθα τῆς πρόσ‐ ωπον πρὸς πρόσωπον γνώσεως. Τότε δὲ οἱ μὲν δί‐ καιοι ἐν ἀγαλλιάσει τῆς θέας τοῦ προσώπου κατ‐ αξιωθήσονται· οἱ δὲ ἁμαρτωλοὶ ἐν κρίσει, μελλούσης ἐξολοθρεύεσθαι παρὰ τῆς δικαίας κρίσεως τοῦ
40Θεοῦ πάσης τῆς ἁμαρτίας. Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσ‐ ήκουσεν αὐτῶν, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐτούς. Νοητὴ τῶν δικαίων ἡ κραυγὴ, ἐν τῷ κρυπτῷ τῆς καρδίας τὴν μεγαλοφωνίαν ἔχουσα,
45δυναμένη ἐφικέσθαι καὶ αὐτῶν τῶν ὤτων τοῦ Θεοῦ. Ὁ γὰρ μεγάλα αἰτῶν, καὶ περὶ ἐπουρανίων
εὐχόμενος, οὗτος κράζει, καὶ ἀκουστὴν ἀναπέμπει377

29

.

380

τῷ Θεῷ τὴν εὐχήν. Ἐκέκραξαν οὖν οἱ δίκαιοι· οὐδὲν μικροπρεπὲς, οὐδὲ γήϊνον, οὐδὲ ταπεινὸν ἐπεζήτησαν. Διὰ τοῦτο αὐτῶν παρεδέξατο τὴν φωνὴν ὁ Κύριος, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐτούς·
5οὐ τοσοῦτον ἀπολύων αὐτοὺς τῶν ὀχληρῶν, ὅσον κρείτ‐ τονας τῶν συμβαινόντων κατασκευάζων. Ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν, καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει. Τῇ ἑαυτοῦ ἀγαθότητι πᾶσιν ἐγγίζει· μακρύνομεν δὲ ἑαυτοὺς
10ἡμεῖς διὰ τῆς ἁμαρτίας. Ἰδοὺ γὰρ, φησὶν, οἱ μα‐ κρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται. Διὰ τοῦτο Μωϋσῆς ἐγγίζειν λέγεται τῷ Θεῷ· καὶ εἴ τις ἄλλος παραπλήσιος ἐκείνῳ, δι’ ἀνδραγαθήματα καὶ πράξεις ἀγαθὰς ἐγγὺς γίνεται τοῦ Θεοῦ. Ἄντικρυς
15δὲ προφητείαν ἔχει ὁ λόγος τῆς ἐπιδημίας τοῦ Κυ‐ ρίου, καὶ σύμφωνος τῷ προάγοντι. Ἐκεῖ μὲν γὰρ ἐλέγετο· Πρόσωπον Κυρίου ἐπὶ ποιοῦντας κακά· τουτέστιν, ἡ ἐπιφάνεια αὐτοῦ κατὰ τὴν κρίσιν ἐπὶ ἀφανισμῷ πάσης πονηρίας γενήσεται· ἐνταῦθα
20δὲ, Ἐγγὺς ὁ Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν, τὴν ἐπιδημίαν τὴν τοῦ Κυρίου τὴν ἐν σαρκὶ προαγγέλλει, ἐγγίζουσαν ἤδη, καὶ οὐ μακρὰν ἀφεστηκυῖαν. Καὶ τοῦτό σοι πιστὸν ἐκ τῆς Ἡσαΐου προφητείας γενέσθω· Πνεῦμα γὰρ Κυρίου ἐπ’ ἐμὲ,
25οὗ ἕνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσαθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν. Ἐπειδὴ γὰρ ἰατρὸς ἀπεστέλ‐ λετο τῶν συντετριμμένων τὴν καρδίαν, Ἐγγὺς,
30φησὶ, Κύριός ἐστιν· ὑμῖν λέγω τοῖς ταπεινοῖς καὶ συντρίψασιν ἑαυτῶν τὸ φρόνημα, εὐθυμοποιῶν ὑμᾶς καὶ εἰς μακροθυμίαν ἐνάγων τῇ χαρᾷ τῶν προσ‐ δοκωμένων. Συντριμμὸς δὲ καρδίας ἐστὶν ὁ ἀφανισμὸς τῶν ἀνθρωπίνων λογισμῶν. Ὁ καταφρονήσας τῶν
35τῇδε, καὶ ἀποδεδωκὼς ἑαυτὸν τῷ λόγῳ τοῦ Θεοῦ, καὶ ἐμπαρέχων ἑαυτοῦ τὸ ἡγεμονικὸν τοῖς ὑπὲρ ἄνθρω‐ πον καὶ θειοτέροις νοήμασιν, οὗτος ἂν εἴη ὁ συντε‐ τριμμένην ἔχων τὴν καρδίαν, καὶ ποιήσας αὐτὴν θυσίαν οὐκ ἐξουδενωμένην ὑπὸ τοῦ Κυρίου. Καρδίαν
40γὰρ συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἐγγὺς οὖν Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν, καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει. Ὁ μηδὲν ἔχων ἔπαρμα, μηδὲ φρονῶν ἐπί τινι τῶν ἀνθρωπίνων, οὗτος καὶ συντε‐
45τριμμένος ἐστὶ τῇ καρδίᾳ, καὶ ταπεινὸς τῷ πνεύματι. Ἔστι μὲν ταπεινὸς καὶ ὁ κατὰ τὴν ἁμαρτίαν πορευό‐ μενος, διότι ταπεινωτικὴ μάλιστα πάντων ἡ ἁμαρ‐ τία. Καθὸ καὶ τὴν ἐφθαρμένην καὶ ἀπολέσασαν τὸν τῆς παρθενίας ἁγιασμὸν λέγομεν ταπεινοῦσθαι. Ὡς

29

.

380

(50)

ὁ Ἀμνὼν, φησὶν, ἐπαναστὰς τῇ Θάμαρ, Ἐταπεί‐ νωσεν αὐτήν. Ὅσοι οὖν τὸ ἀνάστημα καὶ τὸ δίαρμα τῆς ψυχῆς ἀπολωλέκασιν, ὑπὸ τῆς ἁμαρτίας κα‐
ταβληθέντες εἰς γῆν, καὶ οἱονεὶ ἐδαφισθέντες, ὁμοίως379

29

.

381

τῷ ὄφει συμπορευόμενοι συγκύπτουσι, μὴ δυνάμενοι ἀνορθωθῆναι εἰς τὸ παντελὲς, οὗτοι τεταπείνωνται μὲν, οὐ μὴν τῷ πνεύματι· οὐ γὰρ ἐπαινετὴ αὐτῶν ἡ ταπείνωσις. Ὅσοι δὲ ἔχοντες τὴν τοῦ Πνεύματος τοῦ
5ἁγίου χάριν, ἑκόντες ἑαυτοὺς ὑποταπεινοῦσι τοῖς ὑποδεεστέροις, κατὰ τὸν Ἀπόστολον λέγοντες ἑαυ‐ τοὺς εἶναι δούλους τινῶν ἐν Χριστῷ, καὶ Πάν‐ των περίψημα ἕως ἄρτι· καὶ πάλιν· Ὡς πε‐ ρικαθάρματα τοῦ κόσμου ἐγενήθημεν· οἱ πνευ‐
10ματικῶς τῇ ταπεινώσει κεχρημένοι, πάντων ἑαυτοὺς ποιοῦντες ἐσχάτους, ἵνα πάντων πρῶτοι γένωνται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Τούτους καὶ μακαρίζει ὁ Κύριος λέγων· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι. Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν
15αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. Ἐν παντὶ, φησὶ, θλιβόμενοι, ἀλλ’ οὐ στενοχωρούμενοι. Διὰ τοῦτό φησι καὶ ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ἐν τῷ κόσμῳ θλίψιν ἔχετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Ὥστε ἐὰν ἴδῃς ποτὲ ἐν νόσοις, ἐν
20πηρώσεσι σώματος, ἐν ἀποβολῇ τῶν οἰκείων, ἐν πλη‐ γαῖς, ἐν ἀτιμίαις, ἐν πάσῃ ἐνδείᾳ καὶ ὑστερήσει τῶν ἀναγκαίων τοὺς δικαίους ὑπάρχοντας, μνήσθητι, ὅτι Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. Ὁ δὲ λέγων μὴ
25πρέπειν τῷ δικαίῳ τὴν θλίψιν, οὐδὲν ἕτερον λέγει ἢ μὴ ἁρμόζειν τῷ ἀθλητῇ τὸν ἀνταγωνιστήν. Μὴ ἀγωνιζόμενος δὲ ὁ ἀθλητὴς τίνας ἕξει τῶν στεφάνων τὰς ὑποθέσεις; Ἤδη δὲ τέταρτον λέγεται ἐν τῷ ψαλμῷ τούτῳ, τίνα τρόπον ἀπὸ θλίψεως ῥύεται ὁ
30Κύριος, οὓς ἐὰν θέλῃ ῥύσασθαι. Πρῶτον μὲν γάρ· Ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου, καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐῤῥύσατό με· δεύτε‐ ρον δὲ πάλιν· Οὗτος ὁ πτωχὸς ἐκέκραξε, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ, καὶ ἐκ πασῶν τῶν θλί‐
35ψεων αὐτοῦ ἔσωσεν αὐτόν· καὶ τρίτον· Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐ‐ τῶν, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐτούς· καὶ τελευταῖον· Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. Φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν· ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται. Πότερον δεῖ ἐπὶ
40τῆς λέξεως μεῖναι, καὶ ἀρκεσθῆναι τῇ κατὰ τὸ πρό‐ χειρον προσπιπτούσῃ ταῖς ἀκοαῖς ἡμῶν ἐννοίᾳ, ὅτι τὰ ὀστᾶ ταῦτα, τὰ τῆς σαρκὸς ὑποστηρίγματα, οὐ συν‐ τριβήσεται τῶν δικαίων διὰ τὴν παρὰ τοῦ Κυρίου δε‐ δομένην αὐτοῖς φυλακήν; Καὶ πότερον ζῶντος μόνον
45καὶ ἐν τῷ βίῳ τυγχάνοντος ἀσύντριπτα τοῦ δικαίου φυλαχθήσεται τὰ ὀστᾶ; ἢ καὶ ἀπολυθέντος τοῦ δεσμοῦ τοῦ σωματικοῦ, μηδὲν αἴτιον ἐπισυμβήσεσθαι συντριβῆς τῷ δικαίῳ; Καὶ μὴν πολλὰ μεμαθήκαμεν ἐπὶ τῆς πείρας ὀστᾶ δικαίων συντετριμμένα, τῶν ἐν

29

.

381

(50)

τοῖς ὑπὲρ τῆς εἰς Χριστὸν μαρτυρίας παραδόντων ἑαυτοὺς παντοίοις εἴδεσι παθημάτων. Ἤδη γάρ τι‐
νων καὶ σκέλη κατέαξαν οἱ διώκοντες, καὶ χεῖ‐381

29

.

384

ρας καὶ κεφαλὰς διέπειραν τοῖς ἥλοις πολλάκις. Καί‐ τοι τίς ἀντερεῖ μὴ οὐχὶ πάντων εἶναι δικαιοτάτους τοὺς ἐν τῷ μαρτυρίῳ τετελειωμένους; Ἀλλὰ μήποτε, ὥσπερ ἄνθρωπος λέγεται, τουτέστιν, ἡ ψυχὴ, καὶ
5ὁ νοῦς ὁ ἀνθρώπινος· οὕτω καὶ τὰ μέλη αὐτοῦ ὁμωνύμως ὀνομάζεται πρὸς τὰ τῆς σαρκός· ὡς πολ‐ λάκις ὀνομάζει ἡ Γραφὴ τοῦ κρυπτοῦ ἀνθρώπου, ἐν τῷ λέγειν· Τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ· τουτέστι προορατικόν ἐστι καὶ περιεσκεμμέ‐
10νον τὸ κρυπτὸν τοῦ σοφοῦ. Καὶ πάλιν ὀφθαλμοὺς ὁμοίως λέγει τούς τε τῆς ψυχῆς καὶ τῆς σαρκὸς, οὐ μόνον ἐν ᾗ παρεθέμεθα λέξει, ἀλλ’ ἐν τῷ φάσκειν τὴν ἐντολὴν Κυρίου τηλαυγῆ εἶναι καὶ φωτίζουσαν ὀφθαλμούς. Τί δὲ δεῖ λέγειν περὶ τοῦ, Ὁ ἔχων ὦτα
15ἀκούειν, ἀκουέτω; Δῆλον γὰρ, ὅτι κέκτηνταί τινες ὦτα κρείττονα δυνάμενα ἀκούειν λόγων Θεοῦ. Πρὸς δὲ τοὺς μὴ ἔχοντας ἐκεῖνα τὰ ὦτα τί φησιν; Οἱ κω‐ φοὶ, ἀκούσατε, καὶ οἱ τυφλοὶ, ἀναβλέψατε· καὶ, Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα πνεῦμα· καὶ,
20Ὀδόντας ἁμαρτωλῶν συνέτριψας. Ταῦτα γὰρ πάντα εἴρηται πρὸς τὰς ὑπουργούσας δυνάμεις ἐπὶ τὴν νοη‐ τὴν τροφὴν καὶ τὸν νοητὸν λόγον. Τοιοῦτον δὲ καὶ τὸ, Τὴν κοιλίαν μου ἀλγῶ· καὶ τὸ, Ὁ ποῦς τοῦ δι‐ καίου οὐ μὴ προσκόψῃ. Πάντα γὰρ ἐπὶ τοῦ ἔσω
25ἀνθρώπου κατείλεκται τὰ τοιαῦτα. Κατὰ δὲ τὸν αὐ‐ τὸν λόγον καὶ ὀστᾶ τινα ἂν τοῦ ἐν τῷ κρυπτῷ, ἐν οἷς ὁ σύνδεσμος καὶ ἡ ἁρμονία τῶν ψυχικῶν ἐστι δυ‐ νάμεων συγκροτουμένη. Καὶ ὥσπερ τὰ ὀστᾶ τῇ οἰκείᾳ εὐτονίᾳ τῶν σαρκῶν περιστέλλει τὴν ἁπαλότητα,
30οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ εἰσί τινες, οἳ διὰ τὴν οἰκείαν στεῤῥότητα τὰ ὑστερήματα δύνανται τῶν ἀσθενούν‐ των βαστάζειν. Καὶ ὥσπερ τὰ ὀστᾶ συνάπτεται ἀλ‐ λήλοις κατὰ τὰς διαρθρώσεις νεύροις καὶ συνδέσμοις ἐπιπεφυκόσιν, οὕτως ἂν εἴη καὶ ὁ τῆς ἀγάπης καὶ τῆς
35εἰρήνης σύνδεσμος, συμφυΐαν τινὰ καὶ ἕνωσιν τῶν πνευ‐ ματικῶν ὀστέων ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ κατεργαζό‐ μενος. Περὶ τούτων τῶν ὀστέων τῶν λυομένων ἀπὸ τῆς ἁρμονίας, καὶ οἱονεὶ ἐξάρθρων γινομένων, φησὶν ὁ Προ‐ φήτης· Διεσκορπίσθησαν τὰ ὀστᾶ ἡμῶν παρὰ
40τὸν ᾅδην. Καὶ ἐάν ποτέ γε ταραχὴ αὐτὰ καὶ κρα‐ δασμὸς καταλάβῃ, εὐχόμενος λέγει· Ἴασαί με, Κύ‐ ριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου. Ὅταν δὲ σώζῃ τὴν οἰκείαν ἁρμονίαν, φυλαττόμενα ὑπὸ τοῦ Κυρίου, οὐδὲ ἓν αὐτῶν συντριβήσεται, ἀλλ’ ἄξιά ἐστι δόξαν ἀνα‐
45φέρειν τῷ Θεῷ. Πάντα γὰρ, φησὶ, τὰ ὀστᾶ μου
ἐροῦσι· Κύριε, Κύριε, τίς ὅμοιός σοι; Εἶδες383

29

.

385

λογικῶν ὀστέων φύσιν; Τάχα δ’ ἂν τοῦτο ἡ Ἐκκλησία λέγοι, τὸ, Πάντα τὰ ὀστᾶ μου ἐροῦσι, κατὰ τὸ τῆς ἀναστάσεως μυστήριον. Τάδε γὰρ, φησὶ, λέγει Κύριος τοῖς ὀστέοις τούτοις· Ἰδοὺ ἐγὼ φέρω εἰς
5ὑμᾶς πνεῦμα ζωῆς, καὶ δώσω ἐφ’ ὑμᾶς νεῦρα, καὶ ἀνάξω ἐφ’ ὑμᾶς σάρκας, καὶ ζήσεσθε, καὶ γνώσεσθε, ὅτι ἐγώ εἰμι Κύριος. Ταῦτα οὖν τὰ ὀστᾶ, ἀπολαβόντα τὴν ζωὴν, εὐχαριστοῦντα τῷ ἀναστήσαντι, ἐροῦσι· Κύριε, Κύριε, τίς ὅμοιός σοι;
10 Ἀκριβῶς πρόσκειται τὸ, Θάνατος ἁμαρτωλῶν πονηρός· διότι ἐστί τις ἐπὶ τῶν δικαίων θάνατος οὐ πονηρὸς τὴν φύσιν, ἀλλ’ ἀγαθός. Οἱ γὰρ συναποθα‐ νόντες τῷ Χριστῷ ἐν ἀγαθῷ θανάτῳ γεγόνασι· καὶ οἱ ἀποθανόντες τῇ ἁμαρτίᾳ τὸν ἀγαθὸν καὶ σωτήριον
15ἀποτεθνήκασι θάνατον. Ὁ μέντοι τῶν ἁμαρτωλῶν πονηρός. Διαδέχεται γὰρ αὐτοὺς ἡ κόλασις, ὡς καὶ τὸν πλούσιον τὸν ἐνδεδυμένον πορφύραν καὶ βύσ‐ σον, καὶ εὐφραινόμενον καθ’ ἡμέραν λαμπρῶς. Καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσιν. Οἳ
20καὶ διὰ τὸ ἐν πλημμελείαις ζῇν μισοῦσι τὸν δίκαιον· ὡς ὑπὸ τῆς ἐν τῷ κανόνι εὐθύτητος, τῷ τρόπῳ τοῦ δικαίου, οὕτως αὐτοὶ τῇ παραθέσει τοῦ βελτίονος ἐλεγχόμενοι. Καὶ διότι ἐν ἁμαρτίαις ζῶσι, μισητικῶς διάγουσι πρὸς τὸν δίκαιον φόβῳ τῶν ἐλέγχων· καὶ
25διότι μισοῦσι, πάλιν ἁμαρτίαις ἑαυτοὺς περιβάλλουσι. Πολλαὶ γὰρ αἱ προφάσεις δι’ ἃς ἂν μισηθείη ὁ δί‐ καιος· ἥ τε παῤῥησία ἡ ἐν τοῖς ἐλέγχοις. Μι‐ σοῦσι γὰρ ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον βδε‐ λύσσονται. Καὶ ἡ φιλοπρωτία δὲ καὶ ἡ φιλαρχία
30πολλοὺς ἐκίνησεν εἰς τὸ μισεῖν τοὺς κρείττονας· ἔσθ’ ὅτε δὲ καὶ ἄγνοια τοῦ περὶ τοῦ δικαίου λόγου, καὶ τοῦ, τίς ὁ δίκαιος. Θάνατος ἁμαρτωλῶν πονη‐ ρός. Ἢ καὶ τὴν ζωὴν ἅπασαν θάνατον ὀνομάζει· διότι τὴν σάρκα ταύτην θάνατον προσηγόρευσεν ὁ
35Ἀπόστολος, εἰπών· Τίς με ῥύσεται ἐκ τοῦ σώμα‐ τος τοῦ θανάτου τούτου; Οἱ δὲ κακῶς κεχρημένοι τῷ σώματι τούτῳ, καὶ πάσης ἁμαρτίας αὐτὸ ὑπηρε‐ σίαν ποιούμενοι, πονηρὸν ἑαυτοῖς τὸν θάνατον κατα‐ σκευάζουσι. Λυτρώσεται Κύριος ψυχὰς δούλων
40αὐτοῦ, καὶ οὐ μὴ πλημμελήσουσι πάντες οἱ ἐλ‐ πίζοντες ἐπ’ αὐτῷ. Ἐπειδὴ κατείχοντο ὑπὸ τὴν αἰχμαλωσίαν τοῦ ἐχθροῦ οἱ κτισθέντες ἐπὶ τῷ δουλεύειν τῷ Κυρίῳ, τούτων τὰς ψυχὰς λυτρώσεται τῷ τιμίῳ αὐτοῦ αἵματι. Διὸ οὐδεὶς ἐν πλημμε‐
λείαις ἐξετασθήσεται τῶν ἐλπιζόντων ἐπ’ αὐτόν.385

29

.

388

(1t)

ΕΙΣ ΤΟΝ ΜΔʹ ΨΑΛΜΟΝ.
2tΕἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων, τοῖς
3tυἱοῖς Κορὲ εἰς σύνεσιν, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ.
4Φαίνεται μὲν καὶ οὗτος ὁ ψαλμὸς τελειωτικός
5τις ὢν τῆς ἀνθρωπίνης φύσεως, καὶ εἰς τὸ προκεί‐ μενον τέλος τοῖς κατ’ ἀρετὴν βιοῦν προῃρημένοις τὴν ὠφέλειαν παρεχόμενος. Τοῖς γὰρ προκόπτουσι χρεία τῆς εἰς τὸ τελειωθῆναι διδασκαλίας, ἢν ὁ ψαλμὸς οὗ‐ τος παρέχεται, ἐπιγραφὴν ἔχων, Εἰς τὸ τέλος ὑπὲρ
10τῶν ἀλλοιωθησομένων. Κεκρυμμένως δὲ εἶπεν, ὑπὲρ τῶν ἀνθρώπων. Ἡμεῖς γάρ ἐσμεν οἱ μάλιστα πάντων τῶν λογικῶν ἀλλοιώσεσί τε καὶ τροπαῖς ταῖς ἐφ’ ἑκάστης ἡμέρας καὶ ὥρας σχεδὸν ὑποκείμενοι. Οὔτε γὰρ σώματι οὔτε γνώμῃ οἱ αὐτοί ἐσμεν ἑαυ‐
15τοῖς, ἀλλὰ τὸ μὲν σῶμα ἡμῶν, ἀεὶ ῥέον καὶ σκεδαν‐ νύμενον, ἐν κινήσει ἐστὶ καὶ μεταβολῇ, ἢ ἀπὸ μικροῦ εἰς τὸ μεῖζον αὐξόμενον, ἢ ἀπὸ τοῦ τελείου πρὸς τὸ ἔλαττον συστελλόμενον. Οὐ γὰρ ὁ αὐτός ἐστι τῷ ἀρτιγενεῖ παιδίῳ ὁ εἰς διδασκαλεῖον φοιτῶν ἤδη παῖς,
20καὶ πρὸς τὰς τῶν τεχνῶν καὶ μαθημάτων ἀναλήψεις ἐπιτηδείως ἔχων· ἕτερος δὲ πάλιν παρὰ τοῦτον ὁμο‐ λογουμένως ἐστὶν ὁ ἔφηβος, ἤδη τῶν νεανικῶν ἅπτε‐ σθαι δυνάμενος. Καὶ παρὰ τὸν ἔφηβον ὁ ἀνὴρ ἄλλος τίς ἐστι καὶ στεῤῥότητι καὶ μεγέθει σώματος, καὶ τῇ
25τοῦ λόγου συμπληρώσει. Εἰς ἀκμὴν δὲ ἐλθὼν, καὶ τὸ στάσιμον τῆς ἡλικίας ἀπολαβὼν, πάλιν ἄρχεται κατὰ μικρὸν ὑφαιρεῖν πρὸς τὸ ἔλαττον, ὑποῤῥεούσης αὐτῷ λεληθότως τῆς τοῦ σώματος ἕξεως, καὶ τῶν σωματικῶν τόνων ἐλαττουμένων, ἕως ἂν, ὑπὸ γήρως
30κατακαμφθεὶς, τὴν εἰς ἔσχατον δυνάμεως ὑφαίρεσιν ὑπομείνῃ. Ἡμεῖς τοίνυν ἐσμὲν οἱ ἀλλοιούμενοι, καὶ σοφῶς ἡμᾶς τοὺς ἀνθρώπους διὰ τῆς φωνῆς ταύτης ὁ ψαλμὸς παρῃνίξατο. Οὐ γὰρ ἄγγελοι ἐπιδέχονται τὴν ἀλλοίωσιν. Οὐδεὶς γὰρ παρ’ ἐκείνοις παῖς, οὐδὲ νεα‐
35νίσκος, οὐδὲ πρεσβύτης, ἀλλ’ ἐν ᾗπερ ἐξ ἀρχῆς ἐκτίσθησαν καταστάσει, ἐν ταύτῃ διαμένουσιν, ἀκε‐ ραίας αὐτοῖς καὶ ἀτρέπτου τῆς συστάσεως σωζομέ‐ νης. Ἡμεῖς δὲ ἀλλοιούμεθα, κατὰ μὲν τὸ σῶμα, ὡς δέδεικται, κατὰ δὲ τὴν ψυχὴν καὶ τὸν ἔσω ἄνθρω‐
40πον, τοῖς ἀεὶ προσπίπτουσι πράγμασι συμμετατι‐ θέντες τὰς διανοίας. Ἄλλοι μὲν γάρ ἐσμεν εὐθυμού‐ μενοι, καὶ πάντων ἡμῖν τῶν κατὰ τὸν βίον κατὰ ῥοῦν προϊόντων· ἄλλοι δὲ ἐν τοῖς περιστατικοῖς καιροῖς, ἐπειδάν τινι τῶν ἀβουλήτων προσπταίσωμεν. Ἀλ‐
45λοιούμεθα δὲ καὶ κατὰ τὰς ὀργὰς, θηριώδη τινὰ κα‐ τάστασιν ἀναλαμβάνοντες. Ἀλλοιούμεθα καὶ κατὰ τὰς ἐπιθυμίας, κτηνώδεις γινόμενοι διὰ τοῦ καθ’ ἡδονὴν βίου. Ἵπποι θηλυμανεῖς ἐγενήθησαν οἱ ταῖς γυναιξὶ τῶν πλησίον ἐπιμαινόμενοι. Καὶ ὁ μὲν δολε‐

29

.

388

(50)

ρὸς ἀλώπεκι παρεικάζεται, ὡς Ἡρώδης· ὁ δὲ ἀναι‐ δὴς κύων προσαγορεύεται, ὡς Νάβαλ ὁ Καρμήλιος. Ὁρᾷς τὸ ποικίλον καὶ πολυειδὲς τῆς ἀλλοιώσεως
ἡμῶν; Θαύμασον οὖν τὸν προσφόρως τὴν προσηγορίαν ταύτην ἡμῖν ἐφαρμόσαντα.387

29

.

389

Διόπερ δοκεῖ μοί τις τῶν ἑρμηνευτῶν κα‐ λῶς καὶ εὐθυβόλως τὴν αὐτὴν διάνοιαν δι’ ἑτέρας προσηγορίας ἐκδεδωκέναι, ἀντὶ τοῦ, Ὑπὲρ τῶν ἀλ‐ λοιωθησομένων, εἰπὼν αὐτὸς, Ὑπὲρ τῶν κρίνων.
5Τὸ ὠκύμορον τῶν ἀνθέων ἄξιον ἐνόμισε συγκρί‐ νεσθαι τῷ ἐπικήρῳ τῆς ἀνθρωπίνης φύσεως. Ἐπειδὴ δὲ εἰς τὸν μέλλοντα χρόνον ἐγκέκλιται ἡ φωνὴ (εἴρη‐ ται γὰρ Ὑπὲρ τῶν ἀλλοιωθησομένων, ὡς ὕστερόν ποτε τῆς ἀλλοιώσεως ταύτης ἀναφαινομένης ἡμῖν),
10ἐπισκεψώμεθα μήποτε τὸν τῆς ἀναστάσεως ἡμῖν παρ‐ αινίσσεται λόγον, ἐν ᾗ ἡ ἀλλοίωσις ἡμῖν δοθήσεται· ἀλλοίωσις δὲ ἐπὶ τὸ βέλτιον καὶ πνευματικόν. Σπεί‐ ρεται γὰρ, φησὶν, ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρ‐ σίᾳ. Ὁρᾷς τὴν ἀλλοίωσιν; Σπείρεται ἐν ἀσθενείᾳ,
15ἐγείρεται ἐν δυνάμει. Σπείρεται σῶμα ψυχικὸν, ἐγείρεται σῶμα πνευματικόν· ὅτε καὶ πᾶσα ἡμῖν ἡ σωματικὴ κτίσις συναλλοιοῦται. Καὶ γὰρ καὶ Οἱ οὐρανοὶ ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἀλλάξει αὐτοὺς ὁ Θεὸς, καὶ ἀλ‐
20λαγήσονται. Τότε καὶ ὁ ἥλιος ἔσται ἑπταπλασίων ἑαυτοῦ, κατὰ τὸν Ἡσαΐαν, καὶ ἡ σελήνη κατὰ τὸ νῦν ὑπάρχον μέγεθος τοῦ ἡλίου. Ἐπειδὴ δὲ οὐ πᾶσι γέ‐ γραπται τὰ λόγια τοῦ Θεοῦ, ἀλλὰ τοῖς ἔχουσιν ὦτα κατὰ τὸν ἔσω ἄνθρωπον, Τοῖς ἀλλοιωθησομένοις
25ἐπέγραψεν· ὡς οἶμαι, τοῖς ἑαυτῶν ἐπιμελομένοις, καὶ ἀεὶ διὰ τῶν γυμνασίων τῆς εὐσεβείας ἐπὶ τὸ μεῖ‐ ζον προκόπτουσιν. Αὕτη γάρ ἐστιν ἡ καλλίστη ἀλλοίω‐ σις, ἢν ἡ δεξιὰ χαρίζεται τοῦ Ὑψίστου· ἧς καὶ ὁ μακάριος Δαβὶδ ἐπῄσθετο, ὅτε, γευσάμενος τῶν
30καλῶν τῆς ἀρετῆς, τοῖς ἔμπροσθεν ἐπεξέτεινε. Τί γάρ φησι; Καὶ εἶπα· Νῦν ἠρξάμην· αὕτη ἡ ἀλ‐ λοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου. Ὥστε ὁ προκό‐ πτων εἰς ἀρετὴν οὐκ ἔστιν ὅτε οὐκ ἀλλοιοῦται. Ὅτε γὰρ ἤμην, φησὶ, νήπιος, ἐλάλουν ὡς νήπιος, ἐφρό‐
35νουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος. Ὅτε δὲ γέγονα ἀνὴρ, κατήργηκα τὰ τοῦ νηπίου. Καὶ πάλιν γενόμενος ἀνὴρ, οὐχ ἵστατο τῆς ἐνεργείας, ἀλλὰ Τῶν ὄπισθεν ἐπιλανθανόμενος, καὶ τοῖς ἔμπρο‐ σθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν ἐδίωκεν ἐπὶ
40τὸ βραβεῖον τῆς ἄνω κλήσεως. Ἀλλοίωσις οὖν ἐστι τοῦ ἔσω ἀνθρώπου ἀνακαινουμένου ἡμέρᾳ καὶ ἡμέρᾳ. Ἐπεὶ οὖν ἀπαγγέλλειν ἡμῖν μέλλει τὰ περὶ τοῦ ἀγα‐ πητοῦ, ὃς τὴν οἰκονομίαν τῆς σαρκώσεως ὑπὲρ ἡμῶν
ἀνεδέξατο, ὑπὲρ τῶν ἀξίων τῆς χάριτος ταύτης τὴν389

29

.

392

ᾠδὴν ταύτην ἐκδεδωκέναι τοῖς υἱοῖς Κορέ φησιν ὁ Προφήτης. ᾨδὴ γάρ ἐστι, καὶ οὐχὶ ψαλμός· διότι γυμνῇ φωνῇ, μὴ συνηχοῦντος αὐτῇ τοῦ ὀργάνου, μετ’ ἐμμελοῦς τῆς ἐκφωνήσεως παρεδίδοτο. ᾨδὴ δὲ ὑπὲρ
5τοῦ ἀγαπητοῦ. Ἆρά σοι διηγήσομαι τὸν ἀγαπητὸν, ὅντινα ὁ λόγος εἶναί φησιν; ἢ καὶ πρὸ τῶν ἡμῶν λό‐ γων ἐπίστασαι, μεμνημένος τῆς ἐν τῷ Εὐαγγελίῳ φωνῆς; Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε. Ἀγαπητὸς γὰρ τῷ
10Πατρὶ μὲν ὡς Μονογενὴς, τῇ κτίσει δὲ πάσῃ ὡς πατὴρ φιλάνθρωπος καὶ ἀγαθὸς προστάτης. Τὸ αὐτὸ δέ ἐστι τῇ φύσει καὶ ἀγαπητὸν καὶ ἀγαθόν. Διότι καλῶς ὡρίσαντο ἤδη τινὲς, ἀγαθὸν εἶναι οὗ πάντα ἐφίεται. Οὐ τοῦ τυχόντος δέ ἐστιν εἰς τὸ τέλειον χω‐
15ρῆσαι τῆς ἀγάπης, καὶ τὸν ὄντως ἀγαπητὸν ἐπιγνῶναι· ἀλλὰ τοῦ ἐκδυσαμένου ἤδη τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καὶ ἐνδυσαμένου τὸν νέον, τὸν ἀνακαινούμε‐ νον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος. Ἐπεὶ
20ὅ γε χρήματα ἀγαπῶν, καὶ περὶ τὸ φθαρτὸν τῶν σω‐ μάτων κάλλος ἐπτοημένος, καὶ τὸ δοξάριον τοῦτο ὑπερτιμῶν, τὴν τοῦ ἀγαπᾷν δύναμιν ἐφ’ ἃ μὴ προσῆκεν ἀναλώσας, πρὸς τὴν τοῦ ἀληθινῶς ἀγα‐ πητοῦ θέαν ἀπετυφλώθη. Διὰ τοῦτό φησιν· Ἀγαπή‐
25σεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου. Τὸ δὲ, Ἐξ ὅλης, μερισμὸν εἰς ἕτερα οὐκ ἐπιδέχεται. Ὅσον γὰρ ἂν τῆς ἀγάπης παρ‐ αναλώσῃς ἐπὶ τὰ κάτω, τοσοῦτόν σοι λείψει ἐξ
30ἀνάγκης ἀπὸ τοῦ ὅλου. Διὰ τοῦτο ὀλίγοι ἐκ πάντων φίλοι Θεοῦ προσηγορεύθησαν· ὡς Μωϋσῆς ἀναγέ‐ γραπται εἶναι φίλος· ὡς Ἰωάννης· Ὁ γὰρ φίλος, φησὶ, τοῦ νυμφίου, ἑστὼς, χαρᾷ χαίρει· τουτέστιν, ὁ τὸ στάσιμον ἔχων καὶ ἀμετακίνητον τῆς εἰς Χρι‐
35στὸν φιλίας, οὗτος ἄξιος τῆς αὐτοῦ φιλίας. Διὸ καὶ τοῖς μαθηταῖς ἤδη τελειουμένοις ὁ Κύριος, Οὐκέτι, φησὶν, ὑμᾶς λέγω δούλους, ἀλλὰ φίλους· ὅτι ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ ὁ κύριος αὐτοῦ. Τελείου τοίνυν ἐστὶ τὸ τὸν ὄντως ἀγαπητὸν ἐπιγνῶναι. Καὶ
40τῷ ὄντι μόνοι φίλοι Θεοῦ καὶ ἀλλήλοις οἱ ἅγιοι· οὐ‐ δεὶς δὲ τῶν πονηρῶν καὶ ἀμαθῶν φίλος. Οὐδὲ γὰρ πίπτει τὸ τῆς φιλίας καλὸν εἰς μοχθηρὰν διάθεσιν· διότι οὐδὲν αἰσχρὸν καὶ ἀνάρμοστον εἰς συμφωνίαν δύναται χωρῆσαι φιλίας. Τὸ γὰρ κακὸν οὐ τῷ ἀγαθῷ
45ἐναντίον ἐστὶ μόνον, ἀλλὰ καὶ αὐτὸ ἑαυτῷ. Ἤδη δὲ καὶ ἐπὶ τὴν ἐξέτασιν τῶν ῥημάτων προΐωμεν. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.
Ἤδη μέν τινες ᾠήθησαν ἐκ προσώπου τοῦ Πατρὸς391

29

.

393

λέγεσθαι ταῦτα περὶ τοῦ ἐν ἀρχῇ ὄντος πρὸς αὐτὸν Λόγου, ὃν ἐκ τῆς οἱονεὶ καρδίας καὶ αὐτῶν τῶν σπλάγχνων, φασὶ, προήγαγε· καὶ ἀπὸ ἀγαθῆς καρδίας ἀγαθὸς λόγος προῆλθεν· ἐμοὶ δὲ δοκεῖ ταῦτα
5ἐπὶ τὸ προφητικὸν ἀναφέρεσθαι πρόσωπον. Τὰ γὰρ ἐφεξῆς τοῦ ῥητοῦ οὐκέτι ὁμοίως ἐξομαλίζει ἡμῖν τὴν περὶ τοῦ Πατρὸς ἐξήγησιν. Οὔτε γὰρ ἂν περὶ τῆς ἑαυτοῦ γλώσσης ὁ Πατὴρ εἶπεν, ὅτι Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Ὡραῖος
10κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Οὐ γὰρ ἐκ τῆς πρὸς τοὺς ἀνθρώπους συγκρίσεως τὴν ὑπεροχὴν τοῦ κάλλους ἔχει. Καὶ προϊών φησι· Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως. Οὐ γὰρ εἶπεν· Ἔχρισά σε ἐγὼ ὁ Θεὸς, ἀλλ’, Ἔχρισέ σε·
15ὥστε ἐκ τούτου παρίστασθαι ἕτερον εἶναι τὸ διαλε‐ γόμενον πρόσωπον. Ποῖον οὖν ἐστι τοῦτο ἢ ὁ Προ‐ φήτης ὁ χωρήσας τὴν τοῦ ἁγίου Πνεύματος εἰς αὐτὸν γενομένην ἐνέργειαν; Ἐξηρεύξατο, φησὶν, ἡ καρδία μου λόγον ἀγαθόν. Ἐπειδὴ γὰρ ἡ ἐρυγή ἐστι πνεῦ‐
20μα κρύφιον κατὰ τὴν ζέσιν τῆς τροφῆς ἀποῤῥηγνυ‐ μένων τῶν πομφολύγων ἐπὶ τὸ ἄνω διαπνεόμενον, ὁ τραφεὶς τῷ ζῶντι ἄρτῳ τῷ ἐκ τοῦ οὐρανοῦ καταβάντι καὶ διδόντι ζωὴν τῷ κόσμῳ, καὶ ὁ ἐμπλησθεὶς παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ, κατὰ τὴν
25τῆς Γραφῆς συνήθη τροπολογίαν, ἡ τραφεῖσα τοῖς ἱεροῖς μαθήμασι ψυχὴ, πρόσφορον τοῖς βρώμασι προΐεται τὴν ἐρυγήν. Διὰ τοῦτο, ἐπειδὴ λογικὴ ἦν καὶ ἀγαθὴ ἡ τροφὴ, λόγον ἀγαθὸν ἐξερεύγεται ὁ Προ‐ φήτης. γὰρ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ
30θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ ἀγαθόν. Ζητήσωμεν οὖν καὶ ἡμεῖς τὴν ἀπὸ τοῦ λόγου τροφὴν εἰς πλήρωσιν τῶν ψυχῶν ἡμῶν (Δίκαιος γὰρ, φησὶν, ἐσθίων, ἐμπίπλησι τὴν ψυχὴν αὐτοῦ), ἵνα κατὰ τὴν ἀναλογίαν ὧν τρεφόμεθα, οὐ τὸν τυχόντα λόγον,
35ἀλλὰ ἀγαθὸν ἀναπέμπωμεν. Ὁ γὰρ πονηρὸς ἄνθρω‐ πος, ὑπὸ μοχθηρῶν δογμάτων ἀνατραφεὶς, ἐξερεύ‐ γεται τῇ καρδίᾳ λόγον πονηρόν. Οὐχ ὁρᾷς ὁποῖα τὰ στόματα τῶν αἱρετικῶν ἀπερεύγεται; ὡς χαλεπὰ καὶ δυσώδη, πολλήν τινα τὴν ἐν τῷ βάθει νόσον τῶν
40ἀθλίων κατηγοροῦντα; Ὁ γὰρ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προ‐ φέρει τὸ πονηρόν. Μὴ δὴ οὖν, κνηθόμενος τὴν ἀκοὴν, ἐπισωρεύσῃς σεαυτῷ διδασκάλους, νόσον ἐνεργάσασθαι τοῖς σπλάγχνοις σου δυναμένους, καὶ πονηρῶν σοι
45ῥημάτων ἐρυγὴν προξενῆσαι, δι’ ὧν μέλλεις ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως καταδικάζεσθαι. Ἐκ γὰρ τῶν λόγων σου, φησὶ, δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ. Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. Πάνυ προσάγει ἡμᾶς τῇ διανοίᾳ τοῦ προ‐

29

.

393

(50)

φητικοῦ προσώπου καὶ τοῦτο τὸ ῥῆμα· Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ· ἀντὶ τοῦ, Ἐξομολογήσομαι τῷ κριτῇ, καὶ προλαμβάνω τὸν κατήγορον, διὰ τῆς
περὶ τῶν ἰδίων ἔργων ἀπαγγελίας. Ἐντολὴν γὰρ εἰ‐393

29

.

396

λήφαμεν τὴν λέγουσαν· Λέγε σὺ πρῶτος ἀνομίας σου, ἵνα δικαιωθῇς. Ἡ γλῶσσά μου κάλαμος γραμματέως, ὀξυγράφου. Ὥσπερ ὁ κάλμος ὄργανόν ἐστι γραφικὸν, τῆς χειρὸς τοῦ ἐπιστήμονος
5κινούσης αὐτὸν εἰς τὴν περὶ τῶν γραφομένων ἀποση‐ μείωσιν· οὕτω καὶ ἡ τοῦ δικαίου γλῶσσα, κινοῦντος αὐτὴν τοῦ ἁγίου Πνεύματος, ἐγγράφει τὰ ῥήματα τῆς αἰωνίου ζωῆς ταῖς καρδίαις τῶν πιστευόντων· βαπτο‐ μένη οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος. Γραμ‐
10ματεὺς οὖν τὸ ἅγιον Πνεῦμα, διότι σοφόν ἐστι καὶ διδακτικὸν ἁπάντων· ὀξυγράφον δὲ, διότι ὀξεῖα τῆς διανοίας ἡ κίνησις. Νοήματα δὲ ἡμῖν ἐγγράφει τὸ Πνεῦμα, Οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ’ ἐν πλαξὶ καρδίας σαρκίναις. Κατὰ δὲ τὴν ἀναλογίαν τοῦ πλά‐
15τους τῆς καρδίας, πλείονα ἢ ἐλάττονα ἐγγράφει ταῖς καρδίαις τὸ Πνεῦμα, ἢ ἐκφανῆ πᾶσιν, ἢ ἀμυδρότερα, κατὰ τὴν προπαρασκευὴν τῆς καθαρότητος. Διὰ δὲ τὸ τάχος τῶν γραφομένων πλήρης πᾶσα λοιπὸν ἡ οἰκουμένη τοῦ Εὐαγγελίου γεγένηται. Τὸ δὲ ἐφεξῆς
20τοῦ ῥητοῦ ἀπὸ ἰδίας ἀρχῆς ἔδοξεν ἡμῖν λαμβάνειν, καὶ μὴ συνάπτειν τοῖς προλαβοῦσιν, ἀλλὰ προστιθέναι τῷ ἐφεξῆς. Τὸ γὰρ, Ὡραῖος κάλλει, πρὸς τὸν Κύριον ἡγούμεθα λέγεσθαι, κατὰ τὴν ἀποστροφὴν τοῦ προσώπου. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώ‐ πων. Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου. Προσ‐
25άγεται δὲ ἡμᾶς τῇ διανοίᾳ ταύτῃ ὅ τε Ἀκύλας καὶ ὁ Σύμμαχος· ὁ μὲν εἰπών· Κάλλει ἐκαλλωπίσθης παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ὁ δὲ Σύμμαχος· Κάλλει καλὸς εἶ παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ὡραῖον οὖν κάλλει προσαγορεύει τὸν Κύριον ὁ ἐν‐
30ατενίσας αὐτοῦ τῇ θεότητι. Οὐ γὰρ τὸ τῆς σαρκὸς ἀνυμνεῖ κάλλος. Εἴδομεν γὰρ αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Δῆλον οὖν, ὅτι ἐνιδὼν αὐτοῦ τῇ λαμπρότητι καὶ τῶν ἐκεῖθεν
35μαρμαρυγῶν ἀναπλησθεὶς ὁ Προφήτης, πληγεὶς τὴν ψυχὴν τούτῳ τῷ κάλλει, πρὸς τὸν ἔνθεον ἔρωτα τῆς νοητῆς ὡραιότητος ἐκινήθη· ἧς ἐπιφανείσης τῇ ἀνθρωπίνῃ ψυχῇ, πάντα αἰσχρὰ καὶ ἀπόβλητα τὰ τέως ἀγαπώμενα καταφαίνεται. Διὰ τοῦτο καὶ ὁ Παῦ‐
40λος, ὅτε εἶδε τὸν ὡραῖον κάλλει, πάντα ἡγήσατο σκύβαλα, ἵνα Χριστὸν κερδήσῃ. Οἱ μὲν ἔξω τοῦ λό‐ γου τῆς ἀληθείας μωρίαν ὀνομάζουσι τοῦ Εὐαγγε‐ λίου τὸ κήρυγμα, τὴν εὐτέλειαν τῆς φράσεως τῶν
Γραφῶν ἐξουθενοῦντες· ἡμεῖς δὲ οἱ καυχώμενοι ἐν395

29

.

397

τῷ σταυρῷ τοῦ Χριστοῦ, οἷς ἐφανερώθη διὰ τοῦ Πνεύματος τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, οἴδαμεν, ὅτι πλουσία χάρις ἐστὶν ἐκκεχυμένη παρὰ Θεοῦ ἐπὶ τοῖς
5περὶ Χριστοῦ λόγοις. Διὰ τοῦτο ἐν ὀλίγῳ τῷ χρόνῳ πᾶσαν σχεδὸν τὴν οἰκουμένην διῆλθε τὸ κήρυγμα, ἐπειδὴ πλουσία καὶ ἄφθονος ἡ χάρις ἐκκέχυται ἐπὶ τοὺς κήρυκας τοῦ Εὐαγγελίου, οὓς καὶ χείλη Χριστοῦ ὠνόμασεν ἡ Γραφή. Διὰ τοῦτο ἐν εὐκαταφρονήτοις
10λεξειδίοις πολὺ τὸ ἀγωγὸν καὶ πρὸς σωτηρίαν ὁλκὸν ἔχει τοῦ Εὐαγγελίου τὸ κήρυγμα. Καὶ πᾶσα ψυχὴ κεκράτηται δόγμασιν ἀκινήτοις, διὰ τῆς χάρι‐ τος πρὸς τὴν ἀσάλευτον εἰς Χριστὸν πίστιν βεβαιου‐ μένη. Ὅθεν φησὶν ὁ Ἀπόστολος· Δι’ οὗ ἐλάβομεν
15χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως· καὶ πάλιν· Περισσότερον αὐτῶν πάντων ἐκοπίασα· οὐκ ἐγὼ δὲ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ, ἡ σὺν ἐμοί.
20 Ἐξεχύθη χάρις ἐν χείλεσί σου· διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Γέγραπται ἐν τῷ Εὐαγγελίῳ, ὅτι Ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις διὰ στόματος αὐτοῦ. Διόπερ ἐμφαντικῶς ὁ ψαλμὸς, τὸ πλῆθος τῆς χάριτος
25τῶν παρὰ τοῦ Κυρίου ἡμῶν ῥημάτων παραστῆσαι βουλόμενος, Ἐξεχύθη χάρις ἐν τοῖς χείλεσί σου, εἶπε, διὰ τὸ ἄφθονον τῆς ἐν τῷ λόγῳ χάριτος. Εὐλό‐ γησέ σε, φησὶν, ὁ Θεὸς εἰς τὸν αἰῶνα, Δῆλον δὲ, ὅτι ἐπὶ τὸ ἀνθρώπινον χρὴ ἀναφέρεσθαι ταῦτα, καθὰ
30προκόπτει σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι. Κατὰ τοῦ‐ το δῆλον, ὅτι καὶ ἆθλον ἀνδραγαθημάτων αὐτῷ νοοῦμεν δεδόσθαι τὴν χάριν. Ὅμοιον δὲ τούτῳ τό· Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον
35ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. ᾯ παρα‐ πλήσιόν ἐστι καὶ τὸ Φιλιππησίοις παρὰ Παύλου γρα‐ φὲν, ὅτι Ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν. Ὥστε δῆλον, ὅτι
40ταῦτα περὶ τοῦ κατὰ τὸν Σωτῆρα ἀνθρώπου λέγεται· ἢ ἐπειδὴ ἡ Ἐκκλησία σῶμά ἐστι τοῦ Κυρίου, καὶ αὐτὸς κεφαλὴ τῆς Ἐκκλησίας· ὥσπερ ἀποδεδώκαμεν χείλη εἶναι τοῦ Χριστοῦ τοὺς ὑπηρετουμένους τῷ οὐ‐ ρανίῳ λόγῳ (ὥσπερ Παῦλος ἐν ἑαυτῷ ἔχων τὸν
45Χριστὸν λαλοῦντα, καὶ εἴ τις ἐκείνῳ τὴν ἀρετὴν παραπλήσιος)· οὕτω καὶ τὰ λοιπὰ μέλη τοῦ σώμα‐ τος τοῦ Χριστοῦ, οἱ καθεῖς τῶν πεπιστευκότων ἐσμέν. Τὴν οὖν τῇ Ἐκκλησίᾳ διδομένην εὐλογίαν ἐπὶ τὸν Κύριον ὁ ἀναφέρων οὐχ ἁμαρτήσει. Τὸ

29

.

397

(50)

οὖν, Εὐλόγησέ σε ὁ Θεὸς, τουτέστι, Τὰ μέλη τὰ σὰ
καὶ τὸ σῶμα τὸ σὸν ἐπλήρωσε τῶν παρ’ ἑαυτοῦ ἀγα‐397

29

.

400

θῶν εἰς τὸν αἰῶνα, τουτέστιν, εἰς τὸ ἀπέραντον. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ. Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. Ἡγούμεθα τοίνυν τροπικῶς ἀναφέρεσθαι εἰς τὸν
5ζῶντα τοῦ Θεοῦ λόγον, ὥστε συνάπτεσθαι τῇ σαρκὶ, ὅς ἐστιν Ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μά‐ χαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας.
10Διότι ὁ μηρὸς σύμβολόν ἐστι τῆς κατὰ τὴν γένεσιν ἐνεργείας. Αὗται γὰρ, φησὶν, αἱ ψυχαὶ αἱ ἐξελθοῦ‐ σαι ἐκ τῶν μηρῶν Ἰακώβ. Ὡς οὖν ζωή ἐστι, καὶ ὁδὸς, καὶ ἄρτος, καὶ ἄμπελος, καὶ ἀληθινὸν φῶς, καὶ ἄλλα μυρία ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὀνομάζε‐
15ται· οὕτω καὶ μάχαιρα διατέμνουσα τὸ παθητικὸν μέρος τῆς ψυχῆς, καὶ νεκροῦσα τὰ πρὸς ἐπιθυμίαν κινήματα. Εἶτα, ἐπειδὴ μέλλει τῇ ἀσθενείᾳ συνάπτε‐ σθαι τῆς σαρκὸς ὁ Θεὸς Λόγος, καλῶς πρόσκειται τὸ, Δυνατέ· διότι μεγίστης ἀπόδειξιν δυνάμεως
20ἔχει τὸ δυνηθῆναι Θεὸν ἐν ἀνθρώπου φύσει γενέσθαι. Οὐ γὰρ τοσοῦτον οὐρανοῦ καὶ γῆς σύστασις, καὶ θαλάσσης, καὶ ἀέρος, καὶ τῶν μεγίστων στοιχείων ἡ γένεσις, καὶ εἴ τι ὑπερκόσμιον νοεῖται, καὶ εἴ τι κα‐ ταχθόνιον, τὴν δύναμιν παρίστησι τοῦ Θεοῦ Λόγου,
25ὅσον ἡ περὶ τὴν ἐνανθρώπησιν οἰκονομία, καὶ ἡ πρὸς τὸ ταπεινὸν καὶ ἀσθενὲς τῆς ἀνθρωπότητος συγκα‐ τάβασις. Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. Τὸ ὡραῖον τοῦ κάλλους διαφέρει· ὅτι τὸ μὲν ὡραῖον λέγεται τὸ συμπεπληρωμένον εἰς τὸν ἐπιτή‐
30δειον καιρὸν πρὸς τὴν οἰκείαν ἀκμήν· ὡς ὡραῖος ὁ σῖτος, ὁ ὥριμος ἤδη πρὸς θερισμόν· καὶ ὡραῖος ὁ καρπὸς τῆς ἀμπέλου, ὁ τὴν οἰκείαν πέψιν εἰς τε‐ λείωσιν ἑαυτοῦ διὰ τῆς τοῦ ἔτους ὥρας ἀπολαβὼν, καὶ ἐπιτήδειος εἰς ἀπόλαυσιν· κάλλος δέ ἐστι τὸ
35ἐν τῇ συνθέσει τῶν μελῶν εὐάρμοστον ἐπανθοῦσαν αὐτῷ τὴν χάριν ἔχον. Περίζωσαι οὖν τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ. Τῇ ὡραιότητί σου, τουτέστιν, ἐν τῷ πληρώματι τῶν καιρῶν· καὶ τῷ κάλλει σου, τῇ θεωρητῇ καὶ νοητῇ θεότητι.
40Ἐκεῖνο γὰρ τὸ ὄντως καλὸν, τὸ κατάληψιν πᾶσαν ἀνθρωπίνην καὶ δύναμιν ὑπερβαῖνον, καὶ διανοίᾳ μόνῃ θεωρητόν. Καὶ ἐγνώριζον αὐτοῦ τὸ κάλλος οἱ μαθη‐ ταὶ, οἷς ἐπέλυε τὰς παραβολὰς κατ’ ἰδίαν. Εἶδον δὲ αὐτοῦ τὸ κάλλος Πέτρος καὶ οἱ υἱοὶ τῆς βροντῆς ἐν
45τῷ ὄρει, ὑπερλάμπον τὴν τοῦ ἡλίου λαμπρότητα, καὶ τὰ προοίμια τῆς ἐνδόξου αὐτοῦ παρουσίας ὀφθαλ‐ μοῖς λαβεῖν κατηξιώθησαν. Καὶ Ἔντεινον, φησὶ, καὶ κατευοδοῦ, καὶ βασίλευε, Τουτέστιν, Ἀρξάμενος τῆς τῶν ἀνθρώπων διὰ σαρκὸς ἐπιμε‐

29

.

400

(50)

λείας, σύντονον καὶ διαρκῆ καὶ μηδέποτε ὑπεκλυομέ‐399

29

.

401

νην ποιοῦ τὴν ἐπιμέλειαν. Τοῦτο γὰρ ὁδὸν καὶ δρό‐ μον παρέξει τῷ κηρύγματι, καὶ πάντας ὑποτάξει τῇ βασιλείᾳ σου. Μὴ ξενιζέτω δὲ ἡμᾶς τὸ προστατικῶς λέγεσθαι τὸ, Κατευοδοῦ, διὰ τὴν συνήθειαν τῆς
5Γραφῆς οὕτως ἀεὶ σχηματιζούσης τὰ εὐκτικά. Γενη‐ θήτω γὰρ τὸ θέλημά σου, ἀντὶ τοῦ, γενηθείη· καὶ, Ἐλθέτω ἡ βασιλεία σου, ἀντὶ τοῦ, ἔλθοι. Ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιο‐ σύνης· καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου.
10Πάλιν ὁ λόγος ὁμοίως ἐσχημάτισται, ὡσπερεὶ μισθὸν ταῦτα λαμβάνοντος τοῦ Κυρίου, τὸ κατευοδοῦσθαι καὶ βασιλεύειν, ὑπὲρ ἀληθείας, καὶ πραότητος, καὶ δικαιοσύνης. Δεῖ δὲ οὕτω νοεῖν· ὅτι ἐπειδὴ τῷ ψεύδει προδιέστραπται τὰ ἀνθρώπινα, ἵνα ἐπισπείρῃς
15τὴν ἀλήθειαν, βασίλευε ἐν τοῖς ἀνθρώποις τοῖς βασι‐ λευομένοις ὑπὸ τῆς ἁμαρτίας· σὺ γὰρ εἶ ἡ ἀλήθεια. Καὶ, Ἕνεκεν πραότητος, ἵνα τῷ κατὰ σὲ ὑποδεί‐ γματι πάντες εἰς ἐπιείκειαν καὶ χρηστότητα προαχθῶ‐ σι. Διὸ καὶ ὁ Κύριος ἔλεγε· Μάθετε ἀπ’ ἐμοῦ,
20ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Καὶ ἀπό‐ δειξιν παρείχετο τῆς πραότητος ἐπ’ αὐτῶν τῶν ἔργων· λοιδορούμενος, ἐσιώπα· μαστιζόμενος, ἠνεί‐ χετο. Καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Οὐχὶ στῦλος νεφέλης, οὐδὲ φωτισμὸς πυρὸς, ἀλλ’
25αὐτὴ ἡ δεξιά σου. Τὰ βέλῃ σου ἠκονημένα, δυ‐ νατέ. Βέλη τοῦ δυνατοῦ ἠκονημένα ἐστὶν οἱ εὔ‐ στοχοι λόγοι, οἱ καθικνούμενοι τῆς καρδίας τῶν ἀκροωμένων, βάλλοντες καὶ τιτρώσκοντες τὰς εὐαι‐ σθήτους ψυχάς. Λόγοι γὰρ, φησὶ, σοφῶν ὡς τὰ βού‐
30κεντρα. Διὸ καὶ ὁ Ψαλμῳδὸς ῥυσθῆναί ποτε ἀπὸ τῶν δολερῶν τῶν κατὰ τὴν γενεὰν αὐτοῦ εὐχόμενος, εἰς θεραπείαν γλώσσης δολίας τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα ζητεῖ. Ἐπιζητεῖ δὲ καὶ τοὺς ἄνθρακας παρεῖναι τοὺς ἐρημικούς· ὥστε ὅσων ἂν μὴ καθ‐
35άψηται διὰ τὴν πώρωσιν τῆς καρδίας τὰ λογικὰ βέλη, τούτοις ἑτοίμην εἶναι τὴν κόλασιν, ἣν καὶ ἐρημικοὺς ἄνθρακας προσηγόρευσεν. Ὅσοι γὰρ ἐρήμους τοῦ Θεοῦ κατέστησαν ἑαυτοὺς, τούτοις ἀναγκαῖος ὁ εὐτρε‐ πισμὸς τῶν ἐρημικῶν ἀνθράκων. Νῦν οὖν Τὰ βέλη
40σου ἠκονημένα. Ἐκ τούτων τῶν βελῶν τιτρώσκον‐ ται αἱ παραδεξάμεναι τὴν πίστιν ψυχαὶ, καὶ εἰς τὴν ἄκραν τοῦ Θεοῦ ἀγάπην ἐκκαυθεῖσαι λέγουσι παρα‐ πλησίως τῇ νύμφῃ τὸ, Τετρωμένη ἀγάπης ἐγώ εἰμι. Ἀνεκδιήγητον δὲ καὶ ἄῤῥητον τὸ τοῦ λόγου κάλλος,
45καὶ ἡ τῆς σοφίας ὡραιότης, καὶ ἡ τοῦ Θεοῦ ἐν τῇ εἰκόνι αὐτοῦ μορφή. Μακάριοι οὖν, οἱ τοῦ ἀληθινοῦ κάλλους φιλοθεάμονες. Οἱονεὶ γὰρ προσδεθέντες αὐτῷ διὰ τῆς ἀγάπης, καὶ τὸν ἐπουράνιον καὶ μακαριστὸν ἐρῶντες ἔρωτα, ἐπιλανθάνονται μὲν οἰκείων καὶ φί‐

29

.

401

(50)

λων· ἐπιλανθάνονται δὲ οἴκου καὶ περιουσίας ἁπά‐
σης· ἐκλαθόμενοι δὲ καὶ τῆς σωματικῆς εἰς τὸ ἐσθίειν401

29

.

404

καὶ πίνειν ἀνάγκης, μόνῳ τῷ θείῳ καὶ καθαρῷ προστετήκασιν ἔρωτι. Νοήσεις δὲ ἠκονημένα βέλη καὶ τοὺς ἀποστελλομένους ἐπὶ τὸ ἐπισπεῖραι πάσῃ τῇ οἰκουμένῃ τὸ Εὐαγγέλιον· οἳ, διὰ τὸ ἠκονῆσθαι,
5ἔλαμπον τοῖς τῆς δικαιοσύνης ἔργοις, καὶ λεπτῶς ἐπὶ τὰς τῶν διδασκομένων ψυχὰς παρεδύοντο· ταῦτα γὰρ τὰ βέλη, πανταχοῦ προπεμπόμενα, παρεσκεύαζε τοὺς λαοὺς ὑποκάτω πίπτειν τοῦ Χριστοῦ. Δοκεῖ δέ μοι ἀκολουθότερον ἡ λέξις ἀποκαθίστασθαι δι’ ὑπερ‐
10βατοῦ, ὥστε τοιοῦτον εἶναι τὸν νοῦν· Ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε, καὶ ὁδηγήσει σε θαυ‐ μαστῶς ἡ δεξιά σου, καὶ λαοὶ ὑποκάτω σου πε‐ σοῦνται· τῷ τὰ βέλη σου ἠκονημένα εἶναι ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως. Οὐδεὶς θεομάχος
15καὶ ἀλαζὼν καὶ ὑπερήφανος ὑποκάτω πίπτει τοῦ Θεοῦ, ἀλλ’ οἱ τὴν ἐκ πίστεως ὑποταγὴν καταδεξάμενοι. Τὰ δὲ βέλη, ταῖς καρδίαις ἐμπεσόντα τῶν ποτε ἐχθρῶν τοῦ βασιλέως, ἕλκει αὐτοὺς εἰς τὸν περὶ τῆς ἀληθείας πόθον, ἕλκει αὐτοὺς πρὸς τὸν Κύριον, ὥστε, ἐχθροὺς ὄντας τῷ Θεῷ, καταλλαγῆναι αὐτῷ διὰ τῶν διδαγμάτων.
20 Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασι‐ λείας σου. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίση‐ σας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους
25σου. Ἐπειδὴ πολλὰ πρὸς τὸ ἀνθρώπινον ἀνατεινό‐ μενος διελέχθη, ἐπανάγει νῦν ἐπὶ τὰ ὕψη τῆς περὶ τοῦ Μονογενοῦς δόξης τὸν λόγον. Ὁ θρόνος σου, φησὶν, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· τουτ‐ έστιν, ἡ βασιλεία σου ἐπέκεινα τῶν αἰώνων, καὶ
30ἐννοίας πάσης ἐστὶ πρεσβυτέρα. Καὶ καλῶς μετὰ τὴν τῶν λαῶν ὑποταγὴν τὸ μεγαλοπρεπὲς τῆς βασι‐ λείας τοῦ Θεοῦ ἀνυμνεῖ. Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Διὰ τοῦτο καὶ ἀπέδωκεν αὐτῷ τὴν ἰδίαν προσηγορίαν, σαφῶς αὐτὸν ἀναγο‐
35ρεύσας Θεόν· Ὁ θρόνος σου, ὁ Θεός. Παιδευτική τίς ἐστιν ἡ ῥάβδος τοῦ Θεοῦ· παιδεύουσα δὲ, εὐθείας καὶ οὐ παρατετραμμένας ἐπάγει τὰς κρίσεις. Διὰ τοῦτο ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας αὐ‐ τοῦ προσηγόρευται. Ἐὰν γὰρ ἐγκαταλίπωσιν οἱ
40υἱοὶ αὐτοῦ τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν. Ὁρᾷς τὴν δικαίαν κρίσιν τοῦ Θεοῦ; Οὐκ ἐπὶ τῶν τυχόντων χρῆται, ἀλλ’ ἐπὶ τῶν ἁμαρ‐ τανόντων. Αὕτη δὲ καὶ παρακλήσεως λέγεται ῥάβδος·
45Ἡ ῥάβδος γάρ σου, φησὶ, καὶ ἡ βακτηρία σου. αὗταί με παρεκάλεσαν. Αὕτη καὶ συντριμμοῦ ἐστι ῥάβδος. Ποιμανεῖς γὰρ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεῦος κεραμέως συντρίψεις αὐτούς. Συντρίβεται δὲ τὰ χοϊκὰ καὶ πήλινα ἐπ’ εὐεργεσίᾳ τῶν ποιμαινομένων· καθὸ καὶ παραδίδοται. Εἰς ὄλε‐ θρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ.

29

.

404

(50)

Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου,
ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.403

29

.

405

Ἐπειδὴ ἕδει σχηματίσαι τὸ τυπικὸν χρίσμα, καὶ τοὺς τυπικοὺς ἀρχιερέας καὶ βασιλέας, ἐχρίσθη τῷ ἀλη‐ θινῷ χρίσματι ἡ σὰρξ τοῦ Κυρίου, τῇ τοῦ ἁγίου Πνεύματος εἰς αὐτὴν ἐπιδημίᾳ, ὅπερ ἀγαλλιάσεως
5ἔλαιον προσηγόρευται. Ἐχρίσθη δὲ παρὰ τοὺς μετ‐ όχους αὐτοῦ· τουτέστιν, ὑπὲρ πάντας ἀνθρώπους τοὺς μετέχοντας τοῦ Χριστοῦ. Διότι ἐκείνοις μὲν μερική τις ἐδίδοτο Πνεύματος κοινωνία, ἐπὶ δὲ τὸν Υἱὸν τοῦ Θεοῦ κατελθὸν τὸ Πνεῦμα τὸ ἅγιον, ὥς
10φησιν Ἰωάννης, Ἔμεινεν ἐπ’ αὐτόν. Καλῶς δὲ ἀγαλλιάσεως ἔλαιον τὸ Πνεῦμα προσαγορεύεται, ἐπειδὴ καὶ εἷς τῶν ὑπὸ τοῦ Πνεύματος ἁγίου γεωρ‐ γουμένων καρπῶν ἐστιν ἡ χαρά. Ἐπειδὴ δὲ μικτός ἐστιν ὁ περὶ τοῦ Σωτῆρος λόγος διά τε τὴν φύσιν τῆς
15θεότητος, καὶ τὴν οἰκονομίαν τῆς ἐνανθρωπήσεως, πάλιν εἰς τὸ ἀνθρώπινον τοῦ Θεοῦ ἀποβλέψας, φησίν· Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· ἀντὶ τοῦ, Οἱ μὲν λοιποὶ ἄνθρωποι πόνῳ καὶ ἀσκήσει καὶ προσοχῇ πολλάκις κατορθοῦσι τὴν πρὸς τὸ καλὸν
20διάθεσιν, καὶ τὴν τῶν φαύλων ἀποστροφήν· σοὶ δὲ φυσική τίς ἐστι πρὸς τὸ ἀγαθὸν ἡ οἰκείωσις, καὶ πρὸς τὴν ἀνομίαν ἡ ἀλλοτρίωσις. Καὶ ἡμῖν δὲ οὐ χαλεπὸν βουληθεῖσιν ἀναλαβεῖν τὴν πρὸς τὴν δικαιοσύ‐ νην ἀγάπην, καὶ τὸ πρὸς τὴν ἀνομίαν μῖσος. Πᾶσαν
25γὰρ δύναμιν ὁ Θεὸς χρησίμως ἔδωκε τῇ λογικῇ ψυχῇ· ὥσπερ τὴν τοῦ ἀγαπᾷν, οὕτω καὶ τὴν τοῦ μισεῖν· ἵνα λόγῳ εὐθυνόμενοι ἀγαπῶμεν μὲν τὴν ἀρετὴν, μισῶ‐ μεν δὲ τὴν κακίαν. Ἔστι γάρ ποτε καὶ ἐπαινετῶς τῷ μίσει χρήσασθαι. Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα, καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκό‐
30μην; Τέλειον μῖσος ἐμίσουν αὐτούς. Σμύρνα καὶ στακτὴ καὶ κασσία ἀπὸ τῶν ἱμα‐ τίων σου ἀπὸ βάρεων ἐλεφαντίνων, ἐξ ὧν εὔφρα‐ νάν σε θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου. Ὑπο‐ καταβαίνων ἀκολούθως ὁ προφητικὸς λόγος, καὶ πᾶσι
35τοῖς κατὰ τὴν οἰκονομίαν προεπιβαλὼν, τῷ ἐνατενισμῷ τοῦ Πνεύματος τοῦ ἀποκαλύπτοντος αὐτῷ τὰ κρυπτὰ, ἦλθεν ἐπὶ τὸ πάθος· Σμύρνα γὰρ, φησὶ, καὶ στακτὴ καὶ κασσία ἀπὸ τῶν ἱματίων σου. Ἡ μὲν οὖν σμύρνα ὅτι ταφῆς ἐστι σύμβολον, καὶ ὁ εὐ‐
40αγγελιστὴς ἡμᾶς Ἰωάννης ἐδίδαξεν, εἰπὼν ὑπὸ Ἰω‐ σὴφ τοῦ Ἀριμαθαίου ἐντεταφιάσθαι μετὰ σμύρνης καὶ ἀλόης. Ἡ δὲ στακτὴ καὶ αὐτὴ σμύρνης ἐστὶν εἶδος τὸ λεπτότατον. Ἐκθλιβέντος γὰρ τοῦ ἀρώμα‐ τος, ὅσον μὲν αὐτοῦ ῥυτὸν, εἰς τὴν στακτὴν ἀπομερί‐
45ζεται· τὸ δὲ παχύτερον ἀπομένον σμύρνα προσα‐405

29

.

408

γορεύεται. Οὐκοῦν καὶ ἀποπνέει ἡ τοῦ Χριστοῦ εὐωδία, σμύρνης μὲν διὰ τὸ πάθος, στακτῆς δὲ διὰ τὸ μὴ ἀκίνητον μεῖναι μηδὲ ἀνενέργητον ἐν ταῖς τρισὶν ἡμέραις καὶ ταῖς τρισὶ νυξὶν, ἀλλὰ κατελθεῖν εἰς ᾅδου
5τῆς περὶ τὴν ἀνάστασιν οἰκονομίας ἕνεκεν, ἵνα πλη‐ ρώσῃ ἑαυτοῦ τὰ σύμπαντα. Κασσίας δὲ ἀποπνέει, διότι ἡ κασσία φλοιός τίς ἐστι λεπτότατος καὶ εὐώ‐ δης, ξυλώδει κάρφει περιτεινόμενος. Μήποτε οὖν τὸ τοῦ σταυροῦ πάθος, ἐπ’ εὐεργεσίᾳ τῆς κτίσεως πάσης
10παραληφθὲν, βαθέως ἡμῖν καὶ σοφῶς ὁ λόγος διὰ τοῦ τῆς κασσίας ὀνόματος παρῃνίξατο. Ἔχεις οὖν σμύρ‐ ναν μὲν διὰ τὴν ταφὴν, στακτὴν δὲ διὰ τὴν εἰς ᾅδου κάθοδον (ἐπειδὴ πᾶσα σταγὼν ἐπὶ τὰ κάτω φέρεται), κασσίαν δὲ διὰ τὴν τῆς σαρκὸς περὶ τὸ ξύλον οἰκονο‐
15μίαν. Ἐκ δὲ ταύτης τῆς αἰτίας Εὔφρανάν σε, φη‐ σὶ, θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου. Θυγατέ‐ ρες δὲ βασιλέων τίνες ἂν εἶεν ἢ εὐγενεῖς καὶ μεγάλαι καὶ βασιλικαὶ ψυχαί; αἳ, διὰ τὴν πρὸς τὰ ἀνθρώπινα συγκατάβασιν ἐπιγνοῦσαι τὸν Χριστὸν, εὔφραναν αὐ‐
20τὸν ἐν τῇ τιμῇ, ἐν ἀληθινῇ πίστει καὶ ἀγάπῃ τελείᾳ, δοξάζουσαι αὐτοῦ τὴν θεότητα. Τὰ δὲ ἀρώματα ταῦ‐ τα οὐ μικρολόγως φησὶ προσεῖναι τοῖς ἱματίοις τοῦ Χριστοῦ (τουτέστιν, ἡ παραβολὴ τῶν λόγων καὶ ἡ τῶν δογμάτων κατασκευὴ), ἀλλ’ ἀπὸ ὅλων τῶν οἰ‐
25κοδομημάτων φέρεσθαι. Βάρεις γὰρ τοὺς μεγίστους τῶν οἴκων λέγει, καὶ τούτους ἐξ ἐλέφαντος εἶναι κατεσκευασμένους, τὸ πλούσιον, οἶμαι, τῆς τοῦ Χρι‐ στοῦ περὶ τὸν κόσμον ἀγάπης τοῦ προφήτου διδάσκον‐ τος. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν
30ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμέ‐ νη. Περὶ τῆς Ἐκκλησίας ἤδη διαλέγεται, περὶ ἧς ἐν τῷ ᾌσματι μεμαθήκαμεν, ὅτι μία ἐστὶ τελεία τοῦ Χριστοῦ περιστερὰ, ἥτις εἰς τὴν δεξιὰν χώραν τοῦ Χριστοῦ λαμβάνει τοὺς ἐπ’ ἔργοις ἀγαθοῖς γνω‐
35ριζομένους, διακρίνουσα ἀπὸ τῶν φαύλων, ὥσπερ ὁ ποιμὴν διακρίνει τοὺς ἄρνας ἀπὸ τῶν ἐρίφων. Παρ‐ ίσταται οὖν ἡ βασίλισσα, ἡ τῷ νυμφικῷ Λόγῳ καθηρμοσμένη ψυχὴ, ἡ μὴ βασιλευομένη ὑπὸ τῆς ἁμαρτίας, ἀλλὰ τῆς τοῦ Χριστοῦ βασιλείας μετέχου‐
40σα, ἐκ δεξιῶν τοῦ Σωτῆρος ἐν ἱματισμῷ διαχρύσῳ· τουτέστιν, ἐν δόγμασι νοεροῖς καθυφασμένοις καὶ πε‐ ποικιλμένοις, σοβαρῶς ἑαυτὴν καὶ ἱεροπρεπῶς κατακοσμοῦσα. Ἐπειδὴ δὲ οὐ μονοειδῆ τὰ δόγματα, ἀλλὰ ποικίλα καὶ πολύτροπα, ἠθικούς τε καὶ φυσικοὺς καὶ τοὺς ἐποπτικοὺς λεγομένους περιέχοντα λόγους, διὰ τοῦτο πεποικιλμένον εἶναι τὸν ἱματισμὸν τῆς νύμφης ὁ λόγος φησίν.
45 Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς
τοῦ κάλλους σου· ὅτι αὐτός ἐστι Κύριός σου, καὶ407

29

.

409

προσκυνήσουσιν αὐτῷ. Προσκαλεῖται τὴν Ἐκ‐ κλησίαν ἐπὶ τὴν ἀκρόασιν καὶ τὴν τήρησιν τῶν προσ‐ τασσομένων, καὶ προσοικειοῦται αὐτὴν διὰ τῆς προσ‐ ηγορίας, θυγατέρα αὐτὴν προσαγορεύων· οἱονεὶ
5τεκνοποιούμενος αὐτὴν διὰ τῆς ἀγάπης. Ἄκουσον, θύγατερ, καὶ ἴδε. Διδάσκει αὐτὴν γεγυμνασμένον ἔχειν τὸν νοῦν πρὸς θεωρίαν διὰ τοῦ, Ἴδε. Κατανόη‐ σον, φησὶ, τὴν κτίσιν, καὶ ὠφεληθεῖσα ἀπὸ τῆς κατ’ αὐτὴν τάξεως, οὕτως ἀνάβαινε πρὸς τὴν τοῦ κτί‐
10σαντος θεωρίαν. Εἶτα κάμπτων αὐτῆς τὸν ὑψηλὸν τῆς ἀλαζονείας τράχηλον, Κλῖνον, φησὶ, τὸ οὖς σου. Μὴ ἀποδράμῃς πρὸς τοὺς ἔξω μύθους, ἀλλὰ κατάδεξαι τὸ ταπεινὸν τῆς ἐν τῷ εὐαγγελικῷ λόγῳ φωνῆς· Κλῖνον τὸ οὖς σου πρὸς τὴν ὧδε διδασκα‐
15λίαν, ἵνα ἐπιλάθῃ τῶν μοχθηρῶν ἐθῶν ἐκείνων καὶ τῶν πατρικῶν διδαγμάτων. Διὸ Ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου. Πᾶς γὰρ ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέν‐ νηται. Ἔκβαλέ μοι, φησὶ, τὰς τῶν δαιμόνων διδα‐
20σκαλίας, ἐπιλάθου θυσιῶν, χορείας νυκτερινῆς, μύ‐ θων εἰς πορνείαν καὶ πᾶσαν ἀσέλγειαν ἐκκαιόντων. Διὰ τοῦτο θυγατέρα σε ἐμαυτοῦ προσηγόρευσα, ἵνα μισήσῃς τὸν πατέρα τὸν πρότερόν σε γεννήσαντα εἰς ἀπώλειαν. Ἐὰν γὰρ διὰ τῆς λήθης ἀπαλείψῃς τοὺς
25σπίλους τῶν πονηρῶν μαθημάτων, ἀπολαβοῦσα τὸ ἴδιον ἑαυτῆς κάλλος, ἐπιθυμητὴ φανήσῃ τῷ νυμφίῳ καὶ βασιλεῖ. Ὅτι αὐτός ἐστι Κύριός σου, καὶ προσκυνήσουσιν αὐτῷ. Τὸ ἀναγκαῖον τῆς ὑπο‐ ταγῆς παραδηλοῖ διὰ τοῦ, Αὐτός ἐστι Κύριός σου.
30Προσκυνήσουσι δὲ αὐτῷ, πᾶσα ἡ κτίσις. Διότι Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψει ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων. Καὶ θυγάτηρ Τύρου ἐν δώροις. Τὸ πρόσωπόν σου λιταν‐ εύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. Δοκεῖ ἡ ὑπερβο‐
35λὴ τῆς εἰδωλολατρείας ἐν τῇ Χανανίτιδι χώρᾳ ἐπιτε‐ τηδεῦσθαι. Μητρόπολις δὲ τῆς Χαναὰν ἡ Τύρος. Προ‐ τρεπόμενος οὖν εἰς ὑπακοὴν τὴν Ἐκκλησίαν ὁ λόγος, Καὶ θυγάτηρ, φησὶ, Τύρου ἥξει ποτὲ μετὰ δώρων. Καὶ τὸ σὸν δὲ πρόσωπον οἱ πλούσιοι τοῦ λαοῦ προσ‐
40κυνήσουσιν ἐν δώροις. Οὐκ εἶπε, Σὲ προσκυνή‐ σουσιν ἐν δώροις, ἀλλὰ, Τὸ πρόσωπον τὸ σόν. Οὐ γὰρ Ἐκκλησία προσκυνεῖται, ἀλλὰ τῆς Ἐκκλη‐ σίας ἡ κεφαλὴ ὁ Χριστὸς, ὃν πρόσωπον ὠνόμασεν ἡ Γραφή. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη,
45πεποικιλμένη. Ἀπενεχθήσονται τῷ βασιλεῖ παρ‐
θένοι ὀπίσω αὐτῆς. Ἐπειδὴ ἐκαθάρθη ἀπὸ τῶν409

29

.

412

παλαιῶν διδαγμάτων τῆς πονηρίας, ὑπακούσασα τῷ διδάγματι, καὶ ἐπιλαθομένη τοῦ λαοῦ αὐτῆς, καὶ τοῦ οἵκου τοῦ πατρὸς αὐτῆς, διηγεῖται τὰ περὶ αὐτῆς τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ ἐπειδὴ εἶδε τὴν ἐν τῷ κρυπτῷ
5καθαρότητα, Πᾶσα, φησὶν, ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως, τουτέστι, τῆς Χριστοῦ νύμφης, τῆς γενομένης λοιπὸν διὰ τῆς υἱοθεσίας θυγατρὸς τοῦ βασιλέως, ἕσωθέν ἐστι. Προτρέπει ὁ λόγος ἐπὶ τὰ ἐν‐ δοτάτω χωρεῖν τῆς ἐκκλησιαστικῆς δόξης μυστήρια,
10ὡς ἔνδον ὄντος τοῦ κάλλους τῆς νύμφης. Ὁ γὰρ εὐ‐ τρεπίζων ἑαυτὸν τῷ Πατρὶ τῷ βλέποντι ἐν τῷ κρυ‐ πτῷ, καὶ προσευχόμενος, καὶ πάντα πράσσων οὐ πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις, ἀλλὰ πρὸς τὸ μόνῳ φανερωθῆναι Θεῷ· οὗτος ἔχει πᾶσαν τὴν δόξαν ἔσω‐
15θεν, ὡς καὶ ἡ θυγάτηρ τοῦ βασιλέως. Καὶ τὰ κροσσω‐ τὰ τοίνυν τὰ χρυσᾶ, οἷς περιβέβληται καὶ πεποί‐ κιλται ὅλη, ἔσωθεν. Μηδὲν ζήτει ἐν τῷ ἔξω χρυσῷ καὶ τῇ σωματικῇ ποικιλίᾳ· ἀλλὰ περιβολὴν νόει τινὰ ἀξίαν κοσμῆσαι τὸν κατ’ εἰκόνα. τοῦ κτίσαντος, ὥς
20φησιν ὁ Ἀπόστολος· Ἐκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον, καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνα‐ καινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτί‐ σαντος. Καὶ ὁ ἐνδυσάμενος δὲ Σπλάγχνα οἰ‐ κτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, μακρο‐
25θυμίαν, πραότητα, ἔνδοθεν περιβέβληται, καὶ τὸν ἔσω ἄνθρωπον κεκόσμηται. Καὶ ὁ Παῦλος δὲ παραινεῖ ἐνδύσασθαι τὸν Κύριον Ἰησοῦν, οὐ κατὰ τὸν ἔξω ἄνθρωπον, ἀλλ’ ἵνα τὸν νοῦν ἡμῶν ἡ τοῦ Θεοῦ μνήμη περισκεπάζῃ. Οἶμαι δὲ τὸ πνευματικὸν ἱμάτιον
30ἐξυφαίνεσθαι, ὅταν τῷ διδακτικῷ λόγῳ ἡ ἀκόλουθος ἐπιπλέκηται πρᾶξις. Ὥσπερ γὰρ τῷ στήμονι τῆς κρόκης ἐπιπλεκομένης τὸ σωματικὸν ἱμάτιον ἐξυφαί‐ νεται· οὕτω τοῦ λόγου προϋφεστῶτος, εἰ ἀκολούθως αἱ πράξεις ἐπάγοιντο, σεμνοτάτη τις ἂν γένοιτο πε‐
35ριβολὴ τῆς ψυχῆς, λόγῳ καὶ ἔργῳ τὸν κατ’ ἀρετὴν βίον συμπεπληρωμένον ἐχούσης. Κροσσοὶ δὲ ἀπαιω‐ ροῦνται τοῦ ἱματίου, νοητοὶ καὶ οὗτοι· διὸ καὶ χρυσοῖ εἶναι λέγονται. Ἐπειδήπερ ὁ λόγος πλείων ἐστὶ τοῦ ἔργου, οἱονεὶ κροσσός τίς ἐστιν ἀπὸ τοῦ
40πρὸς τὴν πρᾶξιν ὑφάσματος περισσεύων. Ἕπονται δὲ τῇ νύμφῃ τοῦ Κυρίου ψυχαί τινες, αἱ μὴ παρα‐ δεξάμεναι σπέρματα λόγων ἀλλοτρίων, αἵτινες ἀπενεχθήσονται τῷ βασιλεῖ, ἀκολουθοῦσαι τῇ νύμ‐ φῃ. Ἀκουέτωσαν δὲ καὶ αἱ τὴν παρθενίαν ἐπαγγελ‐
45λόμεναι τῷ Κυρίῳ, ὅτι παρθένοι ἀπενεχθήσονται τῷ βασιλεῖ· παρθένοι δὲ, αἱ πλησίον οὖσαι τῆς Ἐκκλη‐ σίας, αἱ ὀπίσω αὐτῆς ἑπόμεναι, καὶ μὴ ἀποπλανώ‐ μεναι τῆς ἐκκλησιαστικῆς εὐταξίας. Ἀπενεχθήσον‐ ται δὲ αἱ παρθένοι ἐν εὐφροσύνῃ καὶ ἀγαλλιά‐

29

.

412

(50)

σει, ἀχθήσονται εἰς ναὸν βασιλέως. Οὐχ αἱ κατ‐
ηναγκασμένως ὑπελθοῦσαι τὴν παρθενίαν, οὐδὲ αἱ411

29

.

413

ἐκ λύπης ἢ ἐξ ἀνάγκης καταδεξάμεναι τὸν σεμνὸν βίον, ἀλλ’ αἱ ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἐπὶ τῷ τοιούτῳ κατορθώματι χαίρουσαι, αὗται ἀπ‐ ενεχθήσονται τῷ βασιλεῖ, καὶ ἀχθήσονται οὐκ εἰς τὸν
5τυχόντα τόπον, ἀλλ’ εἰς τὸν ναὸν τοῦ βασιλέως. Τὰ γὰρ ἱερατικὰ σκεύη, ἃ οὐκ ἐμόλυνεν ἀνθρωπίνη χρῆσις, εἰς τὰ ἅγια τῶν ἁγίων εἰσενεχθήσεται, καὶ ἐξουσίαν ἕξει τῆς εἰς τὰ ἄδυτα παρόδου, ὅπου βέ‐ βηλοι πόδες οὐ περιπατήσουσιν. Ἡλίκον δέ ἐστι τὸ ἀχθῆναι εἰς ναὸν βασιλέως, ὁ Προφήτης δείκνυσιν, ὑπὲρ
10ἑαυτοῦ προσευχόμενος καὶ λέγων· Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ζητήσω· τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ. Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησαν οἱ υἱοί σου· καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ
15πᾶσαν τὴν γῆν. Ἐπειδὴ ἄνω προσετάχθη ἐπιλαθέσθαι τοῦ λαοῦ, καὶ τοῦ οἴκου τοῦ πατρὸς, εἰς ἀντίδοσιν τῆς ὑπακοῆς νῦν ἀντὶ τῶν πατέρων λαμβάνει υἱοὺς, ἐν τηλικούτοις ἀξιώμασι διαπρέποντας, ὥστε κα‐ ταστῆναι αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν
20γῆν. Τίνες οὖν οἱ υἱοὶ τῆς Ἐκκλησίας; Ἤτοι οἱ υἱοὶ τοῦ Εὐαγγελίου, οἱ πάσης τῆς γῆς ἄρξαντες. Εἰς πᾶσαν γὰρ, φησὶ, τὴν οἰκουμένην ἐξῆλθεν ὁ φθόγγος αὐτῶν· καὶ, Καθεσθήσονται ἐπὶ δώδεκα θρόνους, καὶ κρινοῦσι τὰς δώδεκα φυλὰς τοῦ
25Ἰσραήλ. Ἐὰν δέ τις πατέρας τῆς νύμφης λάβῃ τοὺς πατριάρχας, καὶ οὕτως ὁ λόγος τῶν ἀποστόλων οὐ διαπίπτει. Ἀντὶ γὰρ ἐκείνων ἐγεννήθησαν αὐτῇ υἱοὶ διὰ τοῦ Χριστοῦ, οἱ ποιοῦντες τὰ ἔργα τοῦ Ἀβραάμ· καὶ διὰ τοῦτο ἰσότιμοι αὐτοῖς χρηματί‐
30ζοντες, ἐκ τοῦ πεποιηκέναι τὰ αὐτὰ ἐκείνοις, ἀφ’ ὧν τῶν μεγάλων τιμῶν ἠξιώθησαν οἱ πατέρες. Ἄρχοντες μέντοι εἰσὶν ἁπάσης τῆς γῆς οἱ ἅγιοι διὰ τὴν πρὸς τὸ καλὸν οἰκείωσιν, αὐτῆς τῆς τοῦ καλοῦ φύσεως περιτιθείσης αὐτοῖς τὸ πρωτεῖον, ὡς περι‐
35έθηκε τῷ Ἰακὼβ τὴν κατὰ τοῦ Ἡσαῦ ἐξουσίαν. Γί‐ νου γὰρ, φησὶ, κύριος τοῦ ἀδελφοῦ σου. Οἱ τοί‐ νυν ἰσότιμοι τοῖς πατράσι γενόμενοι, καὶ τὴν κατὰ πάντων ὑπεροχὴν διὰ τὴν τῆς ἀρετῆς ἄσκησιν προσλαβόντες, καὶ υἱοὶ τῆς Χριστοῦ νύμφης εἰσὶ,
40καὶ παρὰ τῆς ἰδίας μητρὸς καθίστανται ἄρχοντες ἐπὶ πᾶσαν τὴν γῆν. Σκόπει δέ μοι τὴν ἐξουσίαν τῆς βασιλίδος, ὅση τις ἐπ’ αὐτῆς ἐστι· χειροτονεῖν ἄρ‐ χοντας ἐπὶ πᾶσαν τὴν γῆν. Μνησθήσομαι τοῦ ὀνό‐ ματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Διὰ τοῦτο
45λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἐπὶ πᾶσιν ὡς ἐκ προσώπου τῆς Ἐκκλησίας ὁ λόγος εἴρηται, ὅτι Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Τίς δέ ἐστιν ἡ τῆς Ἐκκλησίας μνήμη; Ἡ ἐξομολόγησις
τῶν λαῶν.413

29

.

416

(1t)

ΕΙΣ ΤΟΝ ΜΕʹ ΨΑΛΜΟΝ.
2tΕἰς τὸ τέλος ὑπὲρ τῶν υἱῶν Κορέ· ὑπὲρ τῶν
3tκρυφίων ψαλμός.
4Προφητείαν μοι δοκεῖ περιέχειν ὁ ψαλμὸς περὶ
5τῶν κατὰ τὸ τέλος. Ὅπερ τέλος εἰδὼς καὶ ὁ Παῦλος, φησίν· Εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί. Ἢ ἐπειδὴ αἱ πράξεις ἡμῶν ἀπάγουσιν ἡμᾶς πρὸς τὸ τέλος, ἑκάστη τὸ οἰκεῖον ἑαυτῇ, ἡ μὲν ἀγαθὴ πρὸς τὴν μακαριότητα,
10ἡ δὲ φαύλη πρὸς τὴν αἰωνίαν κατάκρισιν· αἱ δὲ παρὰ τοῦ Πνεύματος ἐν τῷ ψαλμῷ τούτῳ παραδι‐ δόμεναι συμβουλαὶ πρὸς τὸ ἀγαθὸν τέλος ἀπ‐ άγουσι τοὺς πειθομένους· τούτου ἕνεκεν ἐπιγέγρα‐ πται Εἰς τὸ τέλος· ὡς τῆς ἀναφορᾶς τῶν διδαγμά‐
15των ἐπὶ τὸ μακάριον τέλος τῆς ἀνθρωπίνης ζωῆς ὑπαρχούσης. Ὑπὲρ τῶν υἱῶν Κορέ. Τοῖς δὲ υἱοῖς Κορὲ καὶ οὗτος εἴρηται ὁ ψαλμὸς, οὓς οὐ διαιρεῖ τὸ Πνεῦμα τὸ ἅγιον, διότι ὥσπερ μιᾷ ψυχῇ καὶ μιᾷ φωνῇ μετὰ πάσης τῆς πρὸς ἀλλήλους συμφωνίας
20τοὺς προφητικοὺς λόγους προΐεντο· μηδὲν τοῦ ἑτέρου αὐτῶν παρὰ τοὺς λοιποὺς προφητεύσαντος, ἀλλ’ ἴσου αὐτοῖς τοῦ προφητικοῦ χαρίσματος δωρη‐ θέντος διὰ τὸ ἴσον αὐτῶν τῆς πρὸς ἀλλήλους εἰς τὰ καλὰ διαθέσεως. Ὑπὲρ δὲ τῶν κρυφίων εἴρη‐
25ται ὁ ψαλμός· τουτέστιν, ὑπὲρ ἀποῤῥήτων, καὶ τῶν ἐν μυστηρίῳ κεκρυμμένων. Γενόμενος δὲ ἐν τοῖς κατὰ μέρος ῥητοῖς τοῦ ψαλμοῦ, μαθήσῃ τὸ κεκρυμ‐ μένον τῶν λόγων· καὶ ὅτι οὐ τοῦ τυχόντος ἐστὶν ἐν‐ ιδεῖν τοῖς θείοις μυστηρίοις, ἢ μόνου τοῦ δυνα‐
30μένου γενέσθαι τῆς ἐπαγγελίας ἐναρμόνιον ὄργανον, ὥστε ἀντὶ ψαλτηρίου κινεῖσθαι αὐτοῦ τὴν ψυχὴν ὑπὸ τοῦ ἐνεργοῦντος αὐτῇ ἁγίου Πνεύματος. Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. Πολλῆς
35βοηθείας δέεται πᾶς ἄνθρωπος, διὰ τὴν ἐκ φύσεως προσοῦσαν αὐτῷ ἀσθένειαν, πολλῶν αὐτῷ προσπι‐ πτόντων ἀνιαρῶν καὶ ἐπιπόνων. Τὴν οὖν ἐκ πάντων τῶν περιστατικῶν καταφυγὴν ἐπιζητῶν, ὥσπερ ἐπὶ ἄσυλον φεύγων χωρίον, ἢ ἐπί τινα
40κορυφὴν ὀξεῖαν καρτερῷ τείχει περιειλημμένην κα‐ ταφεύγων, διὰ τὴν τῶν πολεμίων ἐπιδρομήν· οὕτως ἐπὶ τὸν Θεὸν καταφεύγει, μόνην εἶναι ἡγούμενος ἀνάπαυσιν τὴν ἐν αὐτῷ διαμονήν. Ὅτι μὲν οὖν ἐπὶ τὸν Θεὸν ἡ καταφυγὴ παρὰ πᾶσιν ὡμολόγηται,
45πολλὴν δὲ πλάνην καὶ σύγχυσιν ὁ ἐχθρὸς ἐνεποίησε περὶ τὴν τοῦ σώζοντος ἐκλογήν. Ἐπιβουλεύων γὰρ ὡς πολέμιος, πάλιν τοὺς ἐπιβουλευθέντας ἐξαπατᾷ, αὐτῷ προσφεύγειν ὡς φύλακι, ὥστε διπλοῦν αὐτοῖς περιίστασθαι τὸ κακόν· ἢ βιαίως ληφθεῖσιν, ἢ ἐξ

29

.

416

(50)

ἀπάτης ἀπολομένοις. Διὰ τοῦτο πρὸς δαίμονας καὶ415

29

.

417

εἴδωλα καταφεύγουσιν οἱ ἄπιστοι τοῦ ὄντως Θεοῦ τὴν γνῶσιν ὑπὸ τῆς παρὰ τοῦ διαβόλου γενο‐ μένης αὐτοῖς συγχύσεως ἀφαιρεθέντες. Καὶ οἱ ἐπι‐ γινώσκοντες δὲ τὸν Θεὸν περὶ τὴν τῶν πραγμάτων
5διάκρισιν σφάλλονται, ἀπαιδεύτως τὰς αἰτήσεις τῶν συμφερόντων ποιούμενοι, καὶ αἰτοῦντές τινα ὡς ἀγαθὰ, οὐκ ἐπὶ συμφέροντι πολλάκις αὐτῶν, καὶ φεύγοντες ἄλλα ὡς πονηρὰ, πολλὴν αὐτοῖς ἐνίοτε τὴν ὠφέλειαν φέροντα. Οἷον, νοσεῖ τις; Φεύ‐
10γων τὸ ἐκ τῆς νόσου ἐπίπονον, εὔχεται τὴν ὑγίειαν. Ἀπέβαλε χρήματα; Περιώδυνός ἐστι τῇ ζημίᾳ. Ἔστι δὲ πολλάκις καὶ ἡ νόσος ὠφέλιμος, ὅταν παι‐ δαγωγεῖν μέλλῃ τὸν ἁμαρτάνοντα· καὶ ἡ ὑγίεια βλαβερὰ, ὅταν ἐφόδιον γίνηται πρὸς ἁμαρτίαν τῷ
15ἔχοντι. Οὕτω καὶ χρήματα ἤδη τισὶν ὑπηρεσία πρὸς ἀκολασίαν ἐγένετο· καὶ πενία πολλοὺς ἐσωφρόνισε τῶν ὡρμημένων κακῶς. Μήτε οὖν φύγῃς ἃ μὴ δεῖ, μήτε προσφύγῃς ᾧ μὴ δεῖ. Ἀλλ’ ἕν σοι φευκτὸν ἤτω, ἡ ἁμαρτία, καὶ μία καταφυγὴ ἐκ τῶν κα‐
20κῶν, ὁ Θεός. Μὴ πεποίθετε ἐπ’ ἄρχοντας· μὴ ἐπαίρεσθε ἐπὶ πλούτου ἀδηλότητι· μὴ φρονεῖτε ἐπὶ δυνάμει σώματος· μὴ τῆς ἀνθρωπίνης δόξης τὸ περιφανὲς διώκετε. Οὐδὲν τούτων σώζει· πάντα πρόσκαιρα, πάντα ἀπατηλά. Μία καταφυγὴ, ὁ Θεός. Ἐπικατάρατος ἄνθρωπος ὁ τὴν ἐλπίδα ἔχων ἐπ’ ἄνθρωπον, ἢ ἐπί τι τῶν ἀνθρωπίνων.
25 Ὁ Θεὸς οὖν ἡμῶν καταφυγὴ καὶ δύναμις. Τῷ δυναμένῳ λέγειν, Πάντα ἰσχύω ἐν τῷ ἐνδυνα‐ μοῦντί με Χριστῷ, δύναμίς ἐστιν ὁ Θεός. Πολλῶν μὲν οὖν ἐστιν εἰπεῖν, Ὁ Θεὸς ἡμῶν καταφυγή· καὶ τὸ, Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν· τὸ δὲ
30ἀπὸ τῆς αὐτῆς διαθέσεως εἰπεῖν τῷ Προφήτῃ πάνυ ὀλίγων. Ὀλίγοι γὰρ οἱ μὴ τεθαυμακότες τὰ ἀνθρώ‐ πινα, ἀλλ’ ὅλοι ἠρτημένοι τοῦ Θεοῦ, καὶ αὐτὸν ἀνα‐ πνέοντες, καὶ πᾶσαν ἐλπίδα καὶ πεποίθησιν ἔχοντες. Καὶ ἐλέγχει γε ἡμᾶς τὰ πράγματα, ὅταν ἐν ταῖς
35θλίψεσιν ἐπὶ πάντα μᾶλλον ἢ ἐπὶ τὸν Θεὸν τρέχω‐ μεν. Νοσεῖ τὸ παιδίον; Καὶ σὺ τὸν ἐπαοιδὸν περι‐ σκοπεῖς, ἢ τὸν τοὺς περιέργους χαρακτῆρας τοῖς τραχήλοις τῶν ἀναιτίων νηπίων περιτιθέντα· ἢ τό γε τελευταῖον ἐπὶ τὸν ἰατρὸν ἔρχῃ καὶ τὰ φάρμακα,
40τοῦ δυναμένου σώζειν καταμελήσας. Κἂν ἐνύπνιόν σε ἐκταράξῃ, πρὸς τὸν ὀνειροσκόπον τρέχεις. Κἂν φοβηθῇς ἐχθρὸν, προστάτην ἕνα τῶν ἀνθρώπων πε‐ ρινοεῖς. Καὶ ὅλως ἐφ’ ἑκάστης χρείας ἐλέγχῃ, ῥή‐ ματι μὲν τὸν Θεὸν ὀνομάζων καταφυγὴν, ἔργῳ δὲ
45τὴν ἐκ τῶν ἀνωφελῶν καὶ ματαίων βοήθειαν ἐπι‐ σπώμενος. Ἔστι δὲ τῷ δικαίῳ ἀληθινὴ βοήθεια ὁ Θεός. Ὥσπερ τις στρατηγὸς ὁπλιτικὸν γενναῖον ἐξηρτημένος ἕτοιμος ἀεὶ βοηθεῖν τῷ καταπονου‐
μένῳ μέρει· οὕτως ὁ Θεὸς βοηθὸς ἡμῶν ἐστι, καὶ417

29

.

420

σύμμαχος παντὶ τῷ στρατευομένῳ κατὰ τῆς μεθ‐ οδείας τοῦ διαβόλου, ἀποστέλλων τὰ λειτουργικὰ πνεύματα πρὸς τὴν σωτηρίαν τῶν δεομένων. Εὑ‐ ρίσκει δὲ ἡ θλίψις πάντα τὸν δίκαιον διὰ τὴν τοῦ
5βίου ἐπιτήδευσιν. Ὁ γὰρ ἐκκλίνων μὲν τὴν πλα‐ τεῖαν καὶ εὐρύχωρον ὁδὸν, ὁδεύων δὲ τὴν στενὴν καὶ τεθλιμμένην, εὑρίσκεται ὑπὸ τῶν θλίψεων. Ἐμψύχως τὸν λόγον ἐσχημάτισεν ὁ Προφήτης εἰπών· Ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα.
10Ὥσπερ γὰρ ζῶα ἔμψυχα καταλαμβάνουσιν ἡμᾶς, ἐργαζόμεναι ὑπομονὴν, καὶ διὰ τῆς ὑπομονῆς δοκι‐ μὴν, καὶ διὰ τῆς δοκιμῆς ἐλπίδα. Ὅθεν καὶ ὁ Ἀπό‐ στολός φησι· Διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελ‐ θεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ· καὶ, Πολ‐
15λαὶ αἱ θλίψεις τῶν δικαίων. Ἀλλ’ ὁ γενναίως καὶ ἀταράχως τὸν ἐκ τῆς θλίψεως πειρασμὸν ὑπομείνας ἐρεῖ, ὅτι Ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Καὶ τοσοῦτον ἀπέχει ἀπαυδᾷν καὶ ἀποκνεῖν ἐν ταῖς θλίψεσιν, ὅτι καὶ καυχήματος
20ἀφορμὴν τὸ ὑπερβάλλον τῶν κακῶν ποιεῖται λέγων, ὅτι Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν ταῖς θλίψεσι. Διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσ‐ σεσθαι τὴν γῆν, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις
25θαλασσῶν. Μέγα ἐπιδείκνυται τὸ στερέωμα τῆς εἰς Χριστὸν πεποιθήσεως ὁ Προφήτης, ὅτι κἂν πάντα ἄνω καὶ κάτω γίνηται, κἂν ἡ γῆ στρέφηται ταρασσομένη, κἂν τὰ ὄρη τὴν οἰκείαν ἕδραν καταλι‐ πόντα, πρὸς τὰ μέσα μεθίσταται τῆς θαλάσσης· Οὐ
30φοβηθησόμεθα, διὰ τὸ ἔχειν τὸν Θεὸν καταφυγὴν καὶ δύναμιν καὶ βοηθὸν ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. Τίνος οὕτως ἀπτόητος ἡ καρδία, τίνος οὕ‐ τως ἀτάραχοι οἱ λογισμοὶ, ὥστε ἐν τῇ τηλικαύτῃ συγχύσει τετάσθαι τῇ διανοίᾳ πρὸς τὸν Θεὸν, καὶ
35διὰ τὴν πρὸς αὐτὸν ἐλπίδα, ἐπὶ μηδενὶ τῶν γινομέ‐ νων ἐκπλήττεσθαι; Ἡμεῖς δὲ ἀνθρώπου ὀργὴν οὐχ ὑπομένομεν· ἢ κυνὸς ἐπιδραμόντος, ἢ ἄλλου τινὸς θηρίου, οὐ πρὸς Θεὸν ἀποβλέπομεν τὸν βοηθὸν ἡμῶν ἐν ταῖς θλίψεσιν, ἀλλὰ διαπτοηθέντες πρὸς ἑαυτοὺς
40ἐπιστρεφόμεθα. Ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν. Εἶπε γῆς ταραχὴν, καὶ ὀρῶν μετάθε‐ σιν· λέγει καὶ θαλάσσης σάλον καὶ ἀνατροπὴν, μέσον τῶν ὀρέων τοῖς πελάγεσιν ἐμπιπτόντων. Ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν· τῶν θαλασσῶν
45δηλονότι. Ἐπὶ πλέον δὲ ποιεῖται τὴν ἐν τοῖς ὕδασι ταραχὴν αὐτὰ τὰ ὄρη μὴ ἐνιδρυμένα τῇ θα‐ λάσσῃ, ἀλλὰ τῷ οἰκείῳ σάλῳ πολὺν ἐμποιοῦντα τὸν κλόνον τοῖς ὕδασιν. Ὅτε τοίνυν ἡ μὲν γῆ ταράσσε‐ ται, ὕδατα δὲ θαλασσῶν ἠχήσει καὶ ἀναβρασθήσεται

29

.

420

(50)

ἐκ βυθῶν, ὄρη δὲ μετατίθεται καὶ πολὺν ὑπομένει τὸν τάραχον, διὰ τὸ ὑπερβάλλον τῆς δυνάμεως τοῦ Κυ‐
ρίου· τότε, φησὶν, ἀπτόητος ἡμῶν ἡ καρδία τοῦ ἀσ‐419

29

.

421

φαλεῖς καὶ βεβαίας ἔχειν ἐπὶ Θεὸν τὰς ἐλπίδας. Ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ. Δύνασαι καὶ τροπικῶς ἐκλαβεῖν τὴν διάνοιαν τοῦ ῥη‐ τοῦ, ὄρη ὀνομάζων τοὺς μεγαλοφρονοῦντας ἐπὶ τῷ
5ἑαυτῶν μεγέθει, ἀγνοοῦντας δὲ τὴν τοῦ Θεοῦ κρα‐ ταιότητα, καὶ ὑπερυψουμένους κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, εἶτα νικωμένους ὑπὸ τῶν μετὰ δυνάμεως καὶ σοφίας πρεσβευόντων τὸν τῆς σοφίας λόγον, καὶ μετὰ τὴν συναίσθησιν τῆς ἑαυτῶν πτωχείας φοβουμένους
10τὸν Κύριον, καὶ ὑποταπεινουμένους τῇ κραταιότητι αὐτοῦ. Ἢ τάχα καὶ οἱ ἄρχοντες τοῦ αἰῶνος τούτου, καὶ πατέρες τῆς ἀπολλυμένης σοφίας, ὄρη καὶ αὐτοὶ λέγονται, ταρασσόμενοι ἐν τῇ τοῦ Χριστοῦ κραταιό‐ τητι, ἣν ἐν τῷ ἀγῶνι διὰ τοῦ σταυροῦ πρὸς τὸν
15τὸ κράτος ἔχοντα τοῦ θανάτου ἐπεδείξατο. Ἀπεκδυ‐ σάμενος γὰρ, ὥσπερ τις γενναῖος ἀγωνιστὴς, κατ‐ επάλαισε τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ Ἐδειγ‐ μάτισεν ἐν παῤῥησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν τῷ ξύλῳ.
20 Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. Τὰ μὲν ἁλμυρὰ ὕδατα σφο‐ δρῶς ὑπὸ τῶν πνευμάτων ἐκταρασσόμενα ἤχησαν καὶ ἐταράχθησαν· τὰ δὲ τοῦ ποταμοῦ ὁρμήματα ἀψοφητὶ προϊόντα, καὶ ἡσυχῆ τοῖς ἀξίοις τῆς ὑποδοχῆς ἐπιῤ‐
25ῥέοντα, εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. Καὶ νῦν ὁ δίκαιος πίνει τὸ ζῶν ὕδωρ, καὶ ὕστερον δὲ πίεται ἀφθονώτερον, ἡνίκα ἂν πολιτογραφηθῇ ἐν τῇ πόλει τοῦ Θεοῦ. Ἀλλὰ νῦν μὲν δι’ ἐσόπτρου καὶ ἐν αἰνίγ‐ ματι πίνει, διὰ τὴν κατὰ βραχὺ κατάληψιν τῶν
30θείων θεωρημάτων· τότε δὲ ὁμοῦ πλημμυροῦντα τὸν ποταμὸν ὑποδέξεται, πᾶσαν δι’ εὐφροσύνης ἐπικλύ‐ ζειν δυνάμενον τὴν πόλιν τοῦ Θεοῦ. Τίς δ’ ἂν εἴη ὁ ποταμὸς τοῦ Θεοῦ ἢ τὸ Πνεῦμα τὸ ἅγιον, ἐκ τῆς πίστεως τῶν εἰς Χριστὸν πεπιστευκότων ἐγγινόμενον
35τοῖς ἀξίοις; Ὁ γὰρ πιστεύων, φησὶν, εἰς ἐμὲ, πο‐ ταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσι· καὶ πάλιν· Ἐάν τις πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δίδωμι, γενή‐ σεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Οὗτος τοίνυν ὁ ποταμὸς εὐφραίνει πᾶσαν
40ὁμοῦ τὴν πόλιν τοῦ Θεοῦ, ἤτοι τὴν Ἐκκλησίαν τῶν τὸ πολίτευμα ἐχόντων ἐν οὐρανοῖς· ἢ πᾶσαν τὴν νοη‐ τὴν κτίσιν ἀπὸ τῶν ὑπερκοσμίων δυνάμεων μέχρι τῶν ἀνθρωπίνων ψυχῶν πόλιν χρὴ νοεῖν εὐφραινομέ‐ νην ὑπὸ τῆς ἐπιῤῥοῆς τοῦ ἁγίου Πνεύματος. Ὁρί‐
45ζονται γάρ τινες πόλιν εἶναι σύστημα ἱδρυμένον, κατὰ νόμον διοικούμενον. Ἐφαρμόζει δὲ καὶ τῇ ἄνω Ἱερουσαλὴμ τῇ ἐπουρανίῳ πόλει ὁ ἀποδοθεὶς ὅρος τῆς πόλεως. Σύστημα γὰρ κἀκεῖ τῶν πρωτοτόκων, τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς· καὶ ἱδρυμένον

29

.

421

(50)

τοῦτο διὰ τὸ ἀμετακίνητον τῆς διαγωγῆς τῶν ἁγίων, καὶ κατὰ νόμον τὸν οὐράνιον διοικούμενον. Τὴν τοίνυν διάταξιν ἐκείνης τῆς πολιτείας, καὶ πᾶσαν τὴν
διακόσμησιν καταμαθεῖν, οὐδεμιᾶς ἐστιν ἀνθρωπίνης421

29

.

424

φύσεως. Ἐκεῖνα γάρ ἐστιν, Ἃ ὀφθαλμὸς οὐκ εἶ‐ δεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώ‐ που ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· πλὴν ὅτι μυριάδες ἀγγέλων ἐκεῖ, καὶ παν‐
5ήγυρις ἁγίων, καὶ Ἐκκλησία πρωτοτόκων ἀπογεγραμ‐ μένων ἐν οὐρανοῖς. Περὶ ἐκείνης φησὶν ὁ Δαβίδ· Δε‐ δοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ. Ἐκείνῃ τῇ πόλει διὰ τοῦ Ἡσαΐου ἐπαγγέλλεται ὁ Θεὸς, ὅτι Θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύ‐
10νην γενεῶν γενεαῖς· καὶ οὐκ ἔσται σύντριμμα οὐδὲ ταλαιπωρία ἐν τοῖς ὁρίοις σου· ἀλλὰ κλη‐ θήσεται σωτήριον τὰ τείχη σου. Ἐπάρας οὖν τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς, ἀξίως τῶν ἄνω ζήτει τὰ περὶ τῆς πόλεως τοῦ Θεοῦ. Τί δ’ ἂν τῆς ἐκεῖ μακαριότη‐
15τος ἐπάξιόν τις ἐννοηθείη, ἣν εὐφραίνει μὲν ὁ ποτα‐ μὸς τοῦ Θεοῦ, τεχνίτης δὲ καὶ δημιουργός ἐστιν ὁ Θεός; Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Τάχα τὴν σάρκα λέγει τὴν θεοφόρον, ἁγιασθεῖσαν διὰ τῆς πρὸς τὸν Θεὸν συναφείας. Ὥστε νοήσεις
20σκήνωμα τοῦ Ὑψίστου τὴν διὰ σαρκὸς ἐπιφάνειαν τοῦ Θεοῦ. Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς, καὶ οὐ σαλευθήσε‐ ται. Βοηθήσει αὐτῇ ὁ Θεὸς, τὸ πρὸς πρωὶ πρωί. Καὶ ἐπειδὴ ὁ Θεὸς ἐν μέσῳ τῆς πόλεώς ἐστι, τὸ ἀσά‐
25λευτον χαριεῖται αὐτῇ, τὴν βοήθειαν αὐτῇ παρεχό‐ μενος ἐν ταῖς πρώταις ἀνατολαῖς τοῦ φωτός. Εἴτε οὖν τῇ ἄνω Ἱερουσαλὴμ, εἴτε τῇ κάτω Ἐκκλησίᾳ τὸ τῆς πόλεως ἐφαρμόσει ὄνομα, Ἡγίασεν ἐν αὐτῇ τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Καὶ διὰ τοῦ σκηνώ‐
30ματος τούτου, ᾧ κατεσκήνωσεν ὁ Θεὸς, ἐν μέσῳ αὐ‐ τῆς ἐγένετο, χαριζόμενος αὐτῇ τὸ μὴ σαλεύεσθαι. Ἐν μέσῳ δέ ἐστι τῆς πόλεως ὁ Θεὸς, ἴσας πανταχό‐ θεν ἐπὶ τὰ πέρατα τοῦ κύκλου τῆς ἑαυτοῦ προνοίας τὰς ἀκτῖνας ἐκπέμπων. Οὕτω γὰρ τὸ δίκαιον τοῦ
35Θεοῦ διασώζεται, τὸ αὐτὸ μέτρον τῆς ἀγαθότητος διανέμοντος ἅπασι. Βοηθήσει αὐτῇ ὁ Θεὸς τὸ πρὸς πρωὶ πρωί. Τὴν μὲν οὖν παρ’ ἡμῖν πρωίαν ὁ αἰσθητὸς ἥλιος ποιεῖ, ἐπειδὰν τὸν καθ’ ἡμᾶς ὁρίζοντα ὑπερκύψῃ· τὴν δὲ ἐν τῇ ψυχῇ πρωίαν ὁ τῆς δικαιοσύ‐
40νης Ἥλιος ἀποτελεῖ τῇ ἀνατολῇ τοῦ φωτὸς τοῦ νοητοῦ ποιῶν ἡμέραν ἐν τῷ παραδεξαμένῳ αὐτόν. Ἐν νυκτὶ γάρ ἐσμεν παρὰ τὸν καιρὸν τῆς ἀγνωσίας οἱ ἄνθρω‐ ποι. Ἐπειδὰν οὖν, ἀναπετάσαντες ἑαυτῶν τὸ ἡγεμο‐ νικὸν, ὑποδεξώμεθα τὸ ἀπαύγασμα τῆς δόξης, καὶ
45περιλαμφθῶμεν τῷ φωτὶ τῷ ἀϊδίῳ, Βοηθήσει αὐτῇ ὁ Θεὸς τὸ πρὸς πρωὶ πρωί. Ἐπειδὰν γενώμεθα τέκνα φωτὸς, καὶ ἡ νὺξ μὲν ἡμῖν προκόψῃ, ἡ δὲ ἡμέρα ἐγγίσῃ, τότε ἄξιοι τῆς τοῦ Θεοῦ βοηθείας γι‐ νόμεθα. Βοηθεῖ οὖν τῇ πόλει ὁ Θεὸς, διὰ τῆς ἰδίας

29

.

424

(50)

ἀνατολῆς καὶ ἐπιφανείας πρωίαν αὐτῇ ἐμποιῶν. Ἰδοὺ γὰρ ἄνθρωπος, φησὶν, Ἀνατολὴ ὄνομα αὐτῷ.
Οἷς ἂν οὖν ἐπανατείλῃ τὸ νοητὸν φῶς, λυο‐423

29

.

425

μένου τοῦ ἐκ τῆς ἀγνοίας καὶ πονηρίας σκότους, πρωία τούτοις ἐγγίνεται. Ἐπεὶ οὖν φῶς εἰς τὸν κόσμον ἐλήλυθεν, ἵνα ὁ περιπατῶν ἐν αὐτῷ μὴ προσ‐ κόπτῃ, ἡ βοήθεια αὐτοῦ πρωίας ἐστὶ παρεκτική. Ἢ
5τάχα ἐπειδὴ ὄρθρου βαθέος ἡ ἀνάστασις ἦν, βοηθήσει ὁ Θεὸς τῇ πόλει τὸ πρὸς πρωὶ πρωὶ, ὁ τὴν κατὰ τοῦ θανάτου νίκην πρωία τῇ τρίτῃ ἡμέρᾳ τῆς ἀνα‐ στάσεως ἐργασάμενος. Ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι,
10ἔδωκε φωνὴν αὐτοῦ ὁ Ὕψιστος, ἐσαλεύθη ἡ γῆ. Νόησόν μοι τινὰ πόλιν ἐπιβουλευομένην παρὰ τῶν ἐπιστρατευόντων αὐτῇ πολεμίων, τέως μὲν περικαθ‐ εζομένων αὐτὴν ἐθνῶν πολλῶν καὶ βασιλέων τῶν καθ’ ἕκαστον ἔθνος τὰ σκῆπτρα διαλαχόντων·
15εἶτά τινα στρατηγὸν, ἄμαχον τὴν ῥώμην, ἀθρόως ἐπιφανέντα εἰς βοήθειαν τῇ πόλει ταύτῃ, λύοντα μὲν τὴν πολιορκίαν, σκεδαννύντα δὲ τὴν συστρο‐ φὴν τῶν ἐθνῶν, εἰς φυγὴν δὲ τοὺς βασιλεῖς συν‐ ελαύνοντα ἐκ μόνου τοῦ ἐμβοῆσαι αὐτοῖς μετὰ
20δυνάμεως, καταπλῆξαί τε αὐτῶν τὰς καρδίας τῇ στεῤῥότητι τῆς φωνῆς. Πόσην οὖν εἰκὸς ταραχὴν συστῆναι, τῶν ἐθνῶν διωκομένων, καὶ τῶν βασι‐ λέων εἰς φυγὴν ἐκκλινάντων· θροῦν δέ τινα ἄσημον καὶ ἦχον ἀκατάπαυστον ἐκ τῆς τεθορυβημένης αὐ‐
25τῶν φυγῆς ἀναπέμπεσθαι, πάντα δὲ τόπον πλήρη εἶναι τῶν ὑπὸ δειλίας φυγαδευθέντων, ὥστε σάλον ἐγγίνεσθαι πανταχοῦ ταῖς ὑποδεχομέναις αὐτοὺς πό‐ λεσιν ἢ κώμαις; Τὴν τοιαύτην οὖν παρίστησι τῇ πό‐ λει τοῦ Θεοῦ παρὰ τοῦ Σωτῆρος ἀντίληψιν ἐν τῷ λέ‐
30γειν· Ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι, ἔδωκε φωνὴν αὐτοῦ ὁ Ὕψιστος, ἐσαλεύθη ἡ γῆ. Κύριος τῶν δυνάμεων μεθ’ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ. Εἶδε τὸν ἐνανθρωπήσαντα Θεὸν, εἶδε τὸν ἐκ Παρθένου ἁγίας γεννηθέντα Ἐμ‐
35μανουήλ· ὅ ἐστι μεθερμηνευόμενον Μεθ’ ἡμῶν ὁ Θεός· καὶ διὰ τοῦτο προφητικῶς ἐκβοᾷ· Κύριος τῶν δυνάμεων μεθ’ ἡμῶν· δεικνὺς, ὅτι οὗτός ἐστιν ὁ τοῖς ἁγίοις προφήταις καὶ πατριάρχαις ἐμφανισθείς. Ἀντιλήπτωρ ἡμῶν, φησὶν, οὐχὶ ἄλλος Θεὸς παρὰ
40τὸν ὑπὸ τῶν προφητῶν παραδιδόμενον· ἀλλ’ ὁ Θεὸς Ἰακὼβ, ὁ ἐν τῷ χρηματισμῷ πρὸς τὸν ἑαυτοῦ θεράποντα διαλεχθείς· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ἃ ἔθετο τέ‐
45ρατα ἐπὶ τῆς γῆς, ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς. Τοὺς μακρὰν ὄντας τοῦ λό‐
γου τῆς ἀληθείας εἰς τὴν διὰ τῆς ἐπιγνώσεως ἐγγύ‐425

29

.

428

τητα προσκαλεῖται ὁ λόγος λέγων· Δεῦτε καὶ ἴδετε. Ὥσπερ γὰρ ἐπὶ τῶν σωματικῶν ὀφθαλμῶν αἱ μὲν ἐπὶ πολὺ ἀποστάσεις ἀμυδρὰν ποιοῦσι τὴν τῶν ὁρω‐ μένων κατάληψιν, οἱ δὲ προσεγγισμοὶ τῶν θεωρούν‐
5των ἐναργῆ παρέχονται τῶν βλεπομένων τὴν ἐπίγνωσιν· οὕτω καὶ ἐπὶ τῶν κατὰ νοῦν θεωρημά‐ των, ὁ μὴ διὰ τῶν ἔργων οἰκειωθεὶς καὶ πλησιάσας Θεῷ ἰδεῖν τὰ ἔργα αὐτοῦ καθαροῖς τοῖς διανοίας ὀφθαλ‐ μοῖς οὐ δύναται. Διὰ τοῦτο, Δεῦτε, προσεγγίσατε
10πρότερον, εἶτα ἴδετε τὰ ἔργα Κυρίου τεράστια ὄντα καὶ παράδοξα· ὑφ’ ὧν καταπλαγέντα τὰ πρό‐ τερον πολέμια καὶ στασιώδη ἔθνη πρὸς ἡσυχίαν μετ‐ έβαλε. Δεῦτε, τέκνα, ἀκούσατέ μου· καὶ, Δεῦτε πάντες οἱ κοπιῶντες, καὶ πεφορτισμένοι. Πατρικὴ
15ἡ φωνὴ, ἡπλωμέναις ἀγκάλαις πρὸς ἑαυτὸν καλοῦν‐ τος τοὺς τέως ἀφηνιάζοντας. Ὁ οὖν ἀκούσας τῆς κλή‐ σεως, καὶ ἐγγίσας, καὶ κολληθεὶς τῷ προστάξαντι, ὄψεται τὸν εἰρηνοποιήσαντα τὰ πάντα διὰ τοῦ σταυ‐ ροῦ, Εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς.
20Τόξον συντρίψει, καὶ συνθλάσει ὅπλον, καὶ θυρεοὺς κατακαύσει ἐν πυρί. Ὁρᾷς τὸ εἰρηνικὸν Κυρίου τῶν δυνάμεων, ὅτι ἔχων μεθ’ ἑαυτοῦ ἀορά‐ τους δυνάμεις ἀγγελικῶν καταλόγων; Ὁρᾷς τὸ ἀν‐ δρεῖον ὁμοῦ καὶ φιλάνθρωπον τοῦ ἀρχιστρατήγου
25τῶν δυνάμεων; ὅς γε, Κύριος ὢν τῶν δυνάμεων, καὶ πάντα ἔχων τὰ συστήματα τῶν ἀγγελικῶν καταλό‐ γων, οὐδαμοῦ τινα τιτρώσκει τῶν πολεμίων, οὐδένα καταβάλλει, οὐδενὸς ἅπτεται· ἀλλὰ τόξα συντρί‐ βει, καὶ ὅπλα, καὶ θυρεοὺς κατακαίει ἐν πυρί. Τόξον
30μὲν συντρίβει, ὥστε μηκέτι τὰ πεπυρωμένα βέλη ἐκπέμπεσθαι δι’ αὐτῶν· ὅπλα δὲ συνθλάσει τὰ ἀγχέμαχα, ὡς μὴ δύνασθαι τοὺς σύνεγγυς τραύματα δέχεσθαι ἐπιβουλευομένους. Καὶ θυρεοὺς κατακαύσει ἐν πυρὶ, γυμνῶν τοὺς ἀντικειμένους ἀπὸ τῶν προ‐
35βλημάτων, καὶ πάντα ἐπ’ εὐεργεσίᾳ τῶν ἐχθρῶν ἐνεργῶν. Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός. Ἐφ’ ὅσον μὲν τοῖς ἔξω Θεοῦ σχολάζομεν πράγμασιν, οὐ δυνάμεθα χωρῆσαι γνῶσιν Θεοῦ. Τίς γὰρ μεριμνῶν
40τὰ τοῦ κόσμου, καὶ ἐμβαθύνων τοῖς περισπασμοῖς τῆς σαρκὸς, δύναται τοῖς περὶ Θεοῦ λόγοις προσέχειν, καὶ τῇ ἀκριβείᾳ τῶν τηλικούτων θεωρημάτων ἀρκεῖν; Οὐχ ὁρᾷς, ὅτι ὁ εἰς τὰς ἀκάνθας ἐμπεσὼν λόγος ὑπὸ τῶν ἀκανθῶν συμπνίγεται; Ἄκανθαι δέ εἰσιν ἡδοναὶ
45σαρκὸς, καὶ πλοῦτος καὶ δόξα, καὶ βιωτικαὶ μέριμναι. Πάντα δὲ τούτων ἔξω δεήσει γενέσθαι τὸν ἐπι‐ δεόμενον τῆς γνώσεως τοῦ Θεοῦ, καὶ σχολάσαντα ἀπὸ τῶν παθῶν, οὕτως ἀναλαβεῖν τὴν ἐπίγνωσιν τοῦ Θεοῦ. Πῶς γὰρ εἰσέλθῃ εἰς ψυχὴν στενοχωρουμένην ὑπὸ

29

.

428

(50)

τῶν προκαταλαβόντων αὐτὴν διαλογισμῶν ἡ περὶ427

29

.

429

Θεοῦ ἔννοια; Οἶδε δὲ καὶ Φαραὼ, ὅτι ἴδιόν ἐστι τοῦ σχολάζοντος ἐκζητεῖν τὸν Θεὸν, καὶ διὰ τοῦτο ὀνειδίζει τὸν Ἰσραήλ· Σχολάζετε, σχολασταί ἐστε, καὶ λέγετε· Κυρίῳ τῷ Θεῷ ἡμῶν προσευξόμεθα. Αὕτη
5μὲν οὖν ἡ σχολὴ ἀγαθὴ τῷ σχολάζοντι καὶ ὠφέλιμος, ἡσυχίαν ἐμποιοῦσα πρὸς τὴν τῶν σωτηρίων διδαγμά‐ των ἀνάληψιν· πονηρὰ δὲ σχολὴ ἡ τῶν Ἀθηναίων, οἷς Εἰς οὐδὲν ἄλλο εὐκαίρουν ἢ λέγειν τι καὶ ἀκούειν καινότερον· ἣν καὶ νῦν τινες μιμοῦνται,
10τῇ τοῦ βίου σχολῇ πρὸς τὴν ἀεί τινος καινοτέρου δόγμα‐ τος εὕρεσιν ἀποχρώμενοι. Ἡ τοιαύτη σχολὴ φίλη ἐστὶν ἀκαθάρτοις καὶ πονηροῖς πνεύμασιν. Ὅταν ἐξέλθῃ, φησὶ, τὸ ἀκάθαρτον πνεῦμα ἀπὸ τοῦ ἀνθρώπου, λέγει, Πορεύσομαι εἰς τὸν τόπον ὅθεν ἐξῆλθον.
15Καὶ ἐλθὸν εὑρίσκει τὸν οἶκον ἐκεῖνον σχολάζοντα καὶ σεσαρωμένον. Μὴ γένοιτο οὖν ἡμᾶς σχολὴν ποιῆσαι τῷ ἀντικειμένῳ πρὸς τὴν εἴσοδον, ἀλλὰ ἀσχολήσωμεν ἡμῶν τὸν ἔσω οἶκον, προενοικίσαν‐ τες ἐν ἑαυτοῖς διὰ τοῦ Πνεύματος τὸν Χριστόν.
20Μετὰ γοῦν τὸ χαρίσασθαι τὴν εἰρήνην τοῖς τέως ταρασσομένοις ὑπὸ τῶν πολεμίων, τότε λέγει τὸ, Σχολάσατε ἀπὸ τῶν περισπώντων ὑμᾶς ἐχθρῶν, ἵνα ἐν ἡσυχίᾳ τοὺς περὶ τῆς ἀληθείας θεωρήσητε λόγους. Διὰ τοῦτο καὶ ὁ Κύριος, Πᾶς ὅστις οὐκ ἀποτάσσε‐
25ται, φησὶ, πᾶσι τοῖς ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής. Σχολάσαι οὖν δεῖ ἀπὸ τῶν γαμικῶν ἔργων, ἵνα σχολάσωμεν τῇ προσευχῇ· σχολάσαι ἀπὸ τῶν περὶ τὸν πλοῦτον σπουδῶν, ἀπὸ τῆς περὶ τὸ δοξά‐ ριον τοῦτο ἐπιθυμίας, ἀπὸ τῶν πρὸς ἀπόλαυσιν ἡδο‐
30νῶν, ἀπὸ φθόνου καὶ πάσης τῆς εἰς τὸν πλησίον ἡμῶν πονηρίας, ἵνα, γαληνιώσης ἡμῶν τῆς ψυχῆς καὶ ὑπ’ οὐδενὸς πάθους ταρασσομένης, οἷον ἐν κατόπτρῳ τινὶ καθαρὰ γένηται καὶ ἀνεπισκότητος ἡ ἔλ‐ λαμψις τοῦ Θεοῦ. Ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν,
35ὑψωθήσομαι ἐν τῇ γῇ. Σαφῶς ταῦτα λέγει περὶ τοῦ καθ’ ἑαυτὸν πάθους ὁ Κύριος, καθὼς ἐν τῷ Εὐαγ‐ γελίῳ γέγραπται· Κἀγὼ, ὅταν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Καὶ ὅτι ὥσπερ Μωϋ‐ σῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτω δεῖ ὑψω‐
40θῆναι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς. Ἐπεὶ οὖν ὑπὲρ τῶν ἐθνῶν ἔμελλεν ὑψοῦσθαι πρὸς τὸν σταυ‐ ρὸν, καὶ ὑπὲρ πάσης τῆς γῆς τὴν ὕψωσιν καταδέχε‐ σθαι, διὰ τοῦτό φησιν· Ὑψωθήσομαι ἐν τοῖς ἔθνε‐ σιν, ὑψωθήσομαι ἐν τῇ γῇ. Κύριος τῶν δυνάμεων
45μεθ’ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ. Ἐπαγαλλόμενος τῇ τοῦ Θεοῦ βοηθείᾳ, δὶς τὴν αὐτὴν φωνὴν ἐξεβόησε· Κύριος τῶν δυνάμεων μεθ’ ἡμῶν· οἱονεὶ ἐπεμβαίνων καὶ ἐναλλόμενος τῷ ἐχθρῷ, διὰ τὴν τελείαν ἐπὶ τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν πεποί‐

29

.

429

(50)

θησιν, ὡς οὐδὲν πεισόμενος παρ’ αὐτοῦ. Εἰ γὰρ
ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν; Ὁ τῷ Ἰακὼβ429

29

.

432

τὴν νίκην χαρισάμενος, καὶ μετὰ τὴν πάλην ἀποδεί‐ ξας αὐτὸν Ἰσραὴλ, οὗτός ἐστιν ἀντιλήπτωρ ἡμῶν· αὐτὸς πολεμεῖ ὑπὲρ ἡμῶν. Ἡμεῖς δὲ ἡσυχάσωμεν, ὅτι Αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον.
5tΕΙΣ ΤΟΝ ΜΗʹ ΨΑΛΜΟΝ.
6tΕἰς τὸ τέλος, τοῖς υἱοῖς Κορὲ ψαλμός.
7 Ἐφαντάσθησαν μέν τινες καὶ τῶν ἔξω περὶ τοῦ ἀνθρωπείου τέλους, καὶ διαφόρως ἠνέχθησαν εἰς τὴν περὶ τοῦ τέλους ἔννοιαν. Οἱ μὲν γὰρ ἀπεφή‐
10ναντο τέλος εἶναι τὴν ἐπιστήμην, οἱ δὲ τὴν πρακτι‐ κὴν ἐνέργειαν· ἄλλοι τὸ διαφόρως χρῆσθαι τῷ βίῳ καὶ τῷ σώματι· οἱ δὲ βοσκηματώδεις ἡδονὴν ἀπεφή‐ ναντο εἶναι τὸ τέλος. Ἡμῖν δὲ τέλος, οὗ ἕνεκεν πάντα πράττομεν, καὶ πρὸς ὃ ἐπειγόμεθα, ἡ μακαρία δια‐
15γωγὴ ἐν τῷ μέλλοντι αἰῶνι. Αὕτη δὲ συμπληροῦται ἐν τῷ βασιλεύεσθαι ὑπὸ τοῦ Θεοῦ. Τούτου γὰρ οὐδὲ μέχρις ἐπινοίας βέλτιόν τι ἐξευρεθείη τῇ λογικῇ φύσει· καὶ πρὸς ταύτην κινεῖ ἡμᾶς ὁ Ἀπόστολος, λέγων· Εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βα‐
20σιλείαν τῷ Θεῷ καὶ Πατρί. Ὅπερ καὶ ὁ Σοφονίας ἐν τῇ προφητείᾳ παρίστησι, λέγων ἐκ προσώπου τοῦ Θεοῦ· Ὅτι τὸ κρῖμά μου εἰς συναγωγὰς ἐθνῶν, τοῦ εἰσδέξασθαι βασιλεῖς, τοῦ ἐκχέαι ἐπ’ αὐτοὺς τὴν ὀργήν μου. Ἐν γὰρ πυρὶ ζήλου μου κατ‐
25αναλωθήσεται πᾶσα ἡ γῆ· ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς πολλοὺς γλῶσσαν εἰς γενεὰν αὐτῆς, τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα Κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα. Εἰς τοῦτο οὖν οἶ‐ μαι τὸ τέλος ἀναφέρεσθαι τὰς ἀπὸ τῶν Ψαλμῶν ὠφε‐
30λείας, τῶν ταύτην ἐχόντων τὴν προγραφήν. Συνᾴδου‐ σι δὲ τῇ ἐννοίᾳ ταύτῃ καὶ οἱ ἐπιγράψαντες, Εἰς νῖ‐ κος,Ἐπινίκιον,Τῷ νικοποιῷ· Ἐπειδὴ γὰρ Κατεπόθη ὁ θάνατος εἰς νῖκος, καὶ ἐξαναλώθη ὑπὸ τοῦ εἰπόντος· Ἐγὼ νενίκηκα τὸν κόσμον· καὶ
35ἐπειδὴ πάντα νενίκηται ὑπὸ τοῦ Χριστοῦ, καὶ Ἐν τῷ ὀνόματι αὐτοῦ πᾶν γόνυ κάμψει, ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, εἰκότως τὸ Πνεῦμα τὸ ἅγιον ἐν ἐπινικίοις ᾠδαῖς τὰ ἀποκείμενα προαναφωνεῖ. Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε,
40πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην· οἵ τε γη‐ γενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων, ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης. Τὸ μὲν ἀκροατήριον μέγιστον, πάντα τὰ ἔθνη συγκαλοῦντος εἰς τὴν ἀκρόασιν τοῦ ψαλμοῦ, καὶ πάντας τοὺς τὴν οἰκουμένην ταῖς οἰκή‐
45σεσιν ἐκπληροῦντας. Ἕλκει δὲ, οἶμαι, καὶ γηγενεῖς, καὶ υἱοὺς ἀνθρώπων, καὶ πλουσίους, καὶ πένητας, καὶ τῷ ὑψηλῷ κηρύγματι τούτῳ πρὸς τὴν ἀκρόα‐
σιν συγκαλεῖται. Ποία σκοπιὰ τῆς γῆς τοσοῦτον ἁπά‐431

29

.

433

σης ὑπερανέστηκεν, ὥστε ἐξ ἀπόπτου πάντα ἰδεῖν τὰ ἔθνη, καὶ πᾶσαν τὴν οἰκουμένην ὀφθαλμῷ περιλα‐ βεῖν; Τίς οὕτω μεγαλοφωνότατος κῆρυξ, ὥστε τοσαύ‐ ταις ὁμοῦ ἀκοαῖς ἐξάκουστον ἐμβοῆσαι; Τίς ὁ δέχε‐
5σθαι δυνάμενος χῶρος τοὺς ἐκκλησιάζοντας; Πηλίκος δὲ ὁ διδάσκαλος καὶ ποταπὸς τὴν σοφίαν, ὥστε ἄξια τῆς τηλικαύτης Ἐκκλησίας ἐξευρεῖν τὰ διδάγμα‐ τα; Μικρὸν ἀνάμεινον, καὶ μαθήσῃ, ὅτι ἄξια τοῦ ἐπ‐ αγγέλματός ἐστι τὰ ἐφεξῆς. Ὁ μὲν γὰρ ἐκκλησιάζων
10καὶ πάντα συγκαλῶν τῷ κηρύγματι ὁ Παράκλητός ἐστι, τὸ Πνεῦμα τῆς ἀληθείας, διὰ προφητῶν καὶ ἀπο‐ στόλων συνάγων τοὺς σωζομένους· ὧν ἐπειδὴ Εἰς ἅπασαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐ‐
15τῶν· διὰ τοῦτό φησιν· Ἀκούσατε, πάντα τὰ ἔθνη, καὶ πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Διὸ καὶ ἡ Ἐκκλησία ἐκ παντοδαπῶν ἐπιτηδευμάτων συν‐ είλεκται, ἵνα μηδεὶς ἔξω τῆς ὠφελείας ἀπολειφθῇ. Τρεῖς γάρ εἰσι συζυγίαι τῶν κεκλημένων, ἐν αἷς
20ἅπαν τὸ τῶν ἀνθρώπων περιέχεται γένος· ἔθνη γὰρ οἱ κατοικοῦντες τὴν οἰκουμένην· γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων· πλούσιοι καὶ πένητες. Τίνα τοίνυν ἔξω καταλέλοιπε τῆς ἀκροάσεως; Οἱ ἀλλότριοι τῆς πίστεως διὰ τῶν ἐθνῶν ἐκλήθησαν. Οἳ ἐν τῇ
25Ἐκκλησίᾳ εἰσὶν, οἱ κατοικοῦντες τὴν οἰκουμένην. Γηγενεῖς οἱ τὰ γήινα φρονοῦντες, καὶ τῶν θελημάτων τῆς σαρκὸς ἀντεχόμενοι. Υἱοὶ τῶν ἀνθρώπων οἱ ἐπι‐ μέλειάν τινα καὶ ἄσκησιν τοῦ λόγου ποιούμενοι· ἴδιον γὰρ τοῦ ἀνθρώπου τὸ λογικόν. Πλούσιοι καὶ πέ‐
30νητες αὐτόθεν ἔχουσι γνωριζομένην τὴν ἰδιότητα· οἱ μὲν ὑπερβαίνοντες τὴν κτῆσιν τῶν ἀναγκαίων, οἱ δὲ ἐν ἐνδείᾳ τούτων καθεστηκότες. Ἐπειδὴ δὲ ὁ ἰατρὸς τῶν ψυχῶν οὐκ ἦλθε καλέσαι δικαίους, ἀλλὰ ἁμαρτω‐ λοὺς εἰς μετάνοιαν, πρῶτον ἔταξεν ἐν τῇ κλήσει ἐν
35ἑκάστῃ συζυγίᾳ τὸ κατεγνωσμένον. Χείρονα γὰρ τὰ ἔθνη τῶν κατοικούντων τὴν οἰκουμένην· ἀλλ’ ὅμως προτετίμηται εἰς τὴν κλῆσιν, ἵνα οἱ κακῶς ἔχον‐ τες πρότερον μεταλάβωσι τῆς ἐκ τοῦ ἰατροῦ ὠφε‐ λείας. Πάλιν οἱ γηγενεῖς πρὸ τῶν υἱῶν τῶν ἀνθρώ‐
40πων ἐτάχθησαν· καὶ πλούσιοι πρὸ τῶν πενήτων. Τὸ ἀπεγνωσμένον τάγμα, καὶ δύσκολον ἔχον τὴν σωτη‐ ρίαν, πρότερον κέκληται τῶν πτωχῶν. Τοιαύτη γὰρ ἡ τοῦ ἰατροῦ φιλανθρωπία τοῖς ἀσθενεστέροις· προτέ‐ ροις μεταδίδωσι τῆς ὠφελείας. Ὁμοῦ δὲ καὶ εἰ‐
45ρήνης ἐστὶ συναγωγὸν ἡ κοινωνία τῆς κλήσεως, ὥστε τοὺς ἔχοντας τέως ἐκ τῶν ἐπιτηδευμάτων πρὸς ἀλλή‐ λους ὑπεναντίως, τούτους διὰ τῆς Ἐκκλησίας προσ‐ εθισθῆναι ἀλλήλοις εἰς τὴν ἀγάπην. Γινωσκέτω γὰρ ὁ πλούσιος, ὅτι ὁμοτίμῳ κηρύγματι κέκληται πρὸς τὸν

29

.

433

(50)

πένητα. Ἐπὶ τὸ αὐτὸ γὰρ, φησὶ, πλούσιος καὶ πένης. Ἔξω καταλιπὼν τὴν πρὸς τοὺς καταδεεστέ‐
ρους ὑπεροχὴν, καὶ τὸ ἐκ τοῦ πλούτου φρύαγμα, οὕ‐433

29

.

436

τως εἰσέρχου εἰς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Μήτε οὖν ὁ πλούσιος τὸν πένητα ὑπερηφανείτω, μήτε ὁ πένης τὴν δυναστείαν τῶν εὐπορούντων ὑποπτησσέτω· μήτε οἱ υἱοὶ τῶν ἀνθρώπων τοὺς γηγενεῖς ἐξου‐ θενείτωσαν, μήτε οἱ γηγενεῖς τούτων πάλιν ἀπαλλοτριούσθωσαν. Καὶ τὰ ἔθνη ἐθιζέσθω πρὸς τοὺς κατοι‐
5κοῦντας τὴν οἰκουμένην, καὶ οἱ τὴν οἰκουμένην οἰκοῦντες τοὺς ξένους τῶν διαθηκῶν διὰ τῆς ἀγάπης προσλαμβανέσθωσαν. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Ἐπειδὴ, κατὰ τὸν Ἀπό‐ στολον, Καρδίᾳ πιστεύεται εἰς δικαιοσύνην, στό‐
10ματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν, καὶ ἡ ἀμφοτέρων ἐν τούτοις ἐνέργεια ὑποβάλλει τὴν τελειότητα· διὰ τοῦτο ἀμφότερα ὁ λόγος ἐν τῷ αὐτῷ συνείληφε, τήν τε τοῦ στόματος ἐνέργειαν, καὶ τὴν τῆς καρδίας μελέ‐ την. Ἐάν τε γὰρ μὴ ᾖ τὸ ἀγαθὸν ἐν τῇ καρδίᾳ προ‐
15αποκείμενον, πῶς προενέγκῃ τὸν θησαυρὸν διὰ τοῦ στόματος ὁ μὴ κεκτημένος ἐν τῷ κρυπτῷ; ἐάν τε ἔχων τὰ τῆς καρδίας ἀγαθὰ μὴ δημοσιεύῃ τῷ λόγῳ, λεχθήσεται αὐτῷ· Σοφία κεκρυμμένη, καὶ θησαυ‐ ρὸς ἀφανὴς, τίς ὠφέλεια ἐν ἀμφοτέροις; Διόπερ
20εἰς μὲν τῶν ἑτέρων ὠφέλιμον τὸ στόμα μου λα‐ λείτω σοφίαν, εἰς δὲ τὴν ἡμέτεραν αὐτῶν προκοπὴν ἡ καρδία μελετάτω σύνεσιν. Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου. Ἔτι τὸ ἑαυτοῦ πρόσωπον συνίστησιν ὁ Προφήτης, ἵνα μὴ
25εὐκαταφρόνητοι ὦσιν οἱ λόγοι ὡς ἀπὸ ἀνθρωπίνης εὑ‐ ρέσεως προφερόμενοι. Ἃ διδάσκομαι, φησὶ, παρὰ τοῦ Πνεύματος, ταῦτα ὑμῖν ἀναγγέλλω, οὐδὲν ἐμὸν, οὐδὲν ἀνθρώπινον λέγων· ἀλλ’ ἐπειδὴ κατήκοος ἐγε‐ νόμην τῶν προβλημάτων τοῦ Πνεύματος, ἐν μυστη‐
30ρίῳ παραδιδόντος ἡμῖν τὴν τοῦ Θεοῦ σοφίαν, ἀνοίγω ἡμῖν καὶ φανερὸν καθίστημι τὸ πρόβλημα, ἀνοίγω δὲ οὐχ ἑτέρως ἢ διὰ ψαλτηρίου. Ἔστι δὲ τὸ ψαλτήριον ὄργανον μουσικὸν, ἐναρμονίως τοὺς φθόγγους ἀποδι‐ δὸν πρὸς τὴν ἐκ φωνῆς μελῳδίαν. Τὸ τοίνυν λογικὸν
35ψαλτήριον τότε ἀνοίγεται μάλιστα, ὅταν αἱ πράξεις ὦσι συμφώνως τοῖς λόγοις ἀποδιδόμεναι. Κἀκεῖνός ἐστι πνευματικὸν ψαλτήριον, ὁ ποιήσας καὶ διδάξας. Οὗτος ἐν ψαλμοῖς ἀνοίγει τὸ πρόβλημα, τὸ δυνατὸν τῶν διδαγμάτων ἐκ τοῦ καθ’ ἑαυτὸν ὑποδείγματος
40προτιθείς. Ὡς οὖν μηδὲν ἀνάρμοστον, μηδὲ ἐκμελὲς ἑαυτῷ συνειδὼς κατὰ τὸν βίον, οὕτως ἐν πεποιθήσει ποιεῖται τοὺς λόγους τοὺς ἐφεξῆς· Ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ; Ἡ ἀνομία τῆς πτέρνης μου
οὐ κυκλώσει με. Πονηρὰν ἡμέραν τὴν τῆς κρί‐435

29

.

437

σεως λέγει, περὶ ἧς εἴρηται· Ἡμέρα Κυρίου ἀνία‐ τος ἐπὶ πάντα τὰ ἔθνη, ἐν ᾗ, φησὶν ὁ προφήτης, ὅτι κυκλώσει ἕκαστον τὰ διαβούλια αὐτοῦ. Τότε οὖν, διὰ τὸ μηδέν μοι πεπράχθαι ἄνομον ἐν τῇ ὁδῷ τῇ κατὰ
5τὸν βίον, οὐ φοβοῦμαι τὴν ἡμέραν τὴν πονηράν. Οὐ γὰρ περιστήσεταί μοι τὰ ἴχνη τῶν ἡμαρτημένων, οὐ‐ δὲ κυκλώσει με, ἐν τῇ σιωπώσῃ κατηγορίᾳ τὸν ἔλεγχόν μοι ἐπάγοντα. Οὐδεὶς γάρ σου ἕτερος κατ‐ ήγορος στήσεται ἢ αὐταὶ αἱ πράξεις μετὰ τῆς ἰδίας
10μορφῆς ἑκάστη παρισταμένη· ἡ μοιχεία, ἡ κλοπὴ, ἡ πορνεία, μετὰ τῆς νυκτὸς, μετὰ τοῦ τρόπου, μετὰ τῶν χαρακτηριζόντων αὐτὴν ἰδιωμάτων, καὶ ἁπαξ‐ απλῶς, ἑκάστη ἁμαρτία μετὰ τοῦ ἰδίου χαρακτῆρος ἐναργῆ φέρουσα τὴν ὑπόμνησιν παραστήσεται. Ἐμὲ
15οὖν οὐ κυκλώσει τὰ ἴχνη τῶν ἡμαρτημένων· διότι ἔκλινον εἰς παραβολὴν τὸ οὖς μου, ἤνοιξα ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου. Οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν, καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχώμενοι. Πρὸς δύο πρόσωπα τῷ Προφήτῃ ὁ λόγος ἐστί· πρός τε γη‐
20γενεῖς καὶ πρὸς τοὺς πλουσίους. Τοῖς μὲν γὰρ διαλέ‐ γεται, καθαιρῶν τὴν ἐπὶ τῇ δυνάμει αὐτῶν οἴησιν, τοῖς δὲ τὴν ἐπὶ τῇ περιουσίᾳ τῶν κτημάτων ἔπ‐ αρσιν. Ὑμεῖς, φησὶν, οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν. Οὗτοι γὰρ οἱ γηγενεῖς, οἱ ἰσχύϊ σώματος ἐπ‐
25ελπίζοντες, καὶ οἰόμενοι αὐτάρκη εἶναι τὴν ἀνθρωπί‐ νην φύσιν πρὸς τὸ δυνατῶς ἐπιτελεῖν ἃ βούλεται. Καὶ ὑμεῖς, φησὶν, οἱ πεποιθότες ἐπὶ πλούτου ἀδηλότητι, ἀκούσατε. Λύτρων ὑμῖν χρεία πρὸς τὸ εἰς τὴν ἐλευ‐ θερίαν ἐξαιρεθῆναι, ἣν ἀφῃρέθητε νικηθέντες τῇ βίᾳ
30τοῦ διαβόλου, ὃς, ὑποχειρίους ὑμᾶς λαβὼν, οὐ πρότε‐ ρον τῆς ἑαυτοῦ τυραννίδος ἀφίησι, πρὶν ἄν τινι λύ‐ τρῳ ἀξιολόγῳ πεισθεὶς ἀνταλλάξασθαι ὑμᾶς ἕληται. Δεῖ οὖν τὸ λύτρον μὴ ὁμογενὲς εἶναι τοῖς κατεχομέ‐ νοις, ἀλλὰ πολλῷ διαφέρειν τῷ μέτρῳ, εἰ μέλλοι ἑκὼν
35ἀφήσειν τῆς δουλείας τοὺς αἰχμαλώτους. Διόπερ ἀδελφὸς ὑμᾶς λυτρώσασθαι οὐ δύναται. Ἄνθρω‐ πος γὰρ οὐδεὶς δυνατός ἐστι· πεῖσαι τὸν διάβολον πρὸς τὸ τὸν ἅπαξ αὐτῷ ὑποπεσόντα ἐξελέσθαι ἀπὸ τῆς ἐξουσίας· ὅς γε οὐδὲ περὶ τῶν ἰδίων ἁμαρτημά‐
40των οἷός τέ ἐστι ἐξίλασμα δοῦναι τῷ Θεῷ. Πῶς οὖν ἰσχύσει τοῦτο ὑπὲρ ἑτέρου πρᾶξαι; Τί δ’ ἂν καὶ το‐ σοῦτον κτήσαιτο ἐν τῷ αἰῶνι τούτῳ, ὡς αὔταρκες ἔχειν τῆς ψυχῆς ἀντάλλαγμα τῆς φύσει τιμίας, διότι κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτὴν ἐγένετο; Ποῖος δὲ
45κάματος τοῦ ἐνεστῶτος αἰῶνος αὔταρκες ἐφόδιον τοῦ μέλλοντος αἰῶνος τῇ ἀνθρωπίνῃ ψυχῇ; Τοσοῦτον μὲν οὖν ἁπλούστερον ταῦτα νενοήκαμεν. Κἂν τῶν μέγα τις δυναμένων ἐν τῷ βίῳ τούτῳ εἶναι δοκῇ, κἂν πλῆ‐ θος κτήσεως περιβεβλημένος ᾖ, διδάσκει καθεῖναι τῆς

29

.

437

(50)

οἰήσεως ὁ λόγος, καὶ ταπεινωθῆναι ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, καὶ μήτε ἐπὶ νομιζομένῃ δυνάμει πεποιθέναι, μήτε ἐπὶ τῷ πλήθει τοῦ πλούτου καυ‐ χᾶσθαι. Δυνατὸν μέντοι καὶ μικρόν τι προσαναβῆναι
τῇ διανοίᾳ, καὶ τοὺς πεποιθότας ἐπὶ τῇ δυνάμει αὐ‐437

29

.

440

τῶν, καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχω‐ μένους νοῆσαι ἐπὶ τῶν δυνάμεων τῆς ψυχῆς, ὡς οὐκ αὐτοτελοῦς οὔσης οὐδ’ αὐτῆς πρὸς σωτηρίαν. Καὶ γὰρ ἐὰν τέλειός τις ᾖ ἐν υἱοῖς ἀνθρώπων, τῆς ἀπὸ τοῦ
5Θεοῦ σοφίας ἀπούσης, εἰς οὐδὲν λογισθήσεται. Κἂν πλῆθος ᾖ περιπεποιημένος ἑαυτῷ θεωρημάτων ἐκ τῆς τοῦ κόσμου σοφίας, καὶ πλοῦτόν τινα γνώσεως συνειληχὼς, ἀκουέτω πᾶσαν τοῦ πράγματος τὴν ἀλήθειαν· ὅτι πᾶσα ἀνθρωπίνη ψυχὴ ὑπέκυψε τῷ πο‐
10νηρῷ τῆς δουλείας ζυγῷ τοῦ κοινοῦ πάντων ἐχθροῦ· καὶ τὴν παρὰ τοῦ κτίσαντος αὐτὴν ἐλευθερίαν ἀφαι‐ ρεθεῖσα, αἰχμάλωτος ἤχθη διὰ τῆς ἁμαρτίας. Παντὶ δὲ αἰχμαλώτῳ λύτρων χρεία πρὸς τὴν ἐλευθερίαν. Οὔτε οὖν ἀδελφὸς τὸν ἑαυτοῦ ἀδελφὸν δύναται λυτρώ‐
15σασθαι, οὔτε αὐτὸς ἕκαστος ἑαυτόν· διότι πολλῷ βελ‐ τίονα δεῖ εἶναι τὸν λυτρούμενον τοῦ κεκρατημένου καὶ δουλεύοντος ἤδη. Ἀλλὰ καὶ οὐδὲ ὅλως ἄνθρωπος ἐξουσίαν ἔχει πρὸς Θεὸν, ὡς καὶ ἐξιλᾶσθαι περὶ ἡμαρτηκότος, ἐπεὶ καὶ αὐτὸς ἁμαρτίας ὑπόδικος.
20Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
25 Οὐ δώσει οὖν τῷ Θεῷ ἐξίλασμα ἑαυτοῦ, καὶ τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ. Μήτε οὖν τὸν ἀδελφὸν ζήτει εἰς ἀπολύτρωσιν, ἀλλὰ τὸν ὑπερβαίνοντά σου τὴν φύσιν· μήτε ἄνθρωπον ψιλὸν, ἀλλ’ ἄνθρωπον Θεὸν Ἰησοῦν Χριστὸν, ὃς καὶ μόνος
30δύναται δοῦναι ἐξίλασμα τῷ Θεῷ ὑπὲρ πάντων ἡμῶν, ὅτι αὐτὸν Προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ τῆς πίστεως ἐν τῷ αὐτοῦ αἵματι. Ἀδελφὸς ἦν τοῦ Ἰσραὴλ ὁ Μωϋσῆς· καὶ ὅμως λυτρώσασθαι αὐτὸν οὐκ ἠδυνήθη. Πῶς οὖν ὁ τυχὼν λυτρώσεται ἄνθρω‐
35πος; Διὸ τὸ μὲν ἀποφαίνεται· Ἀδελφὸς οὐ λυτροῦ‐ ται· τὸ δὲ ἐρωτηματικῶς μετὰ βαρύτητος ἐπιφέρει· Λυτρώσεται ἄνθρωπος; Οὐ γὰρ τῆς ἁμαρτίας ἠλευ‐ θέρωσε τὸν λαὸν, ἀλλὰ τοῦ Θεοῦ τὴν ἐπὶ τῇ ἁμαρτίᾳ παρῃτήσατο κίνησιν. Οὗτος δὲ οὐδὲ δοῦναι ἠδυνήθη
40ἐξίλασμα ἑαυτοῦ, γενόμενος ἐν παραπτώματι· ὅτι μετὰ τοσαῦτα καὶ τηλικαῦτα τέρατα καὶ σημεῖα ἃ εἶδε, τὴν διστακτικὴν ἐκείνην ἀφῆκε φωνήν· Ἀκού‐ σατέ μου, οἱ ἀπειθεῖς. Μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ; Διόπερ καὶ ὁ Κύριος ἐπὶ
45τῷ ῥήματι τούτῳ εἶπε πρὸς Μωϋσῆν καὶ Ἀαρών· Ὅτι οὐκ ἐπιστεύσατε ἐν ἐμοὶ, τοῦ ἁγιάσαι με ἐναντίον υἱῶν Ἰσραὴλ, διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν ἣν ἔδωκα αὐτοῖς. Οὐ δώσει οὖν τῷ Θεῷ ἐξίλασμα ἑαυ‐

29

.

440

(50)

τοῦ. Τί γὰρ δύναται ἄνθρωπος εὑρεῖν τηλικοῦτον, ἵνα δῷ ὑπὲρ λυτρώσεως τῆς ψυχῆς αὐτοῦ; Ἀλλ’ εὑρέθη
ἓν ὁμοῦ πάντων ἀνθρώπων ἀντάξιον, ὃ ἐδόθη εἰς439

29

.

441

τιμὴν λυτρώσεως τῆς ψυχῆς ἡμῶν, τὸ ἅγιον καὶ πο‐ λυτίμητον αἷμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃ ὑπὲρ ἡμῶν ἐξέχεε πάντων· διόπερ καὶ τιμῆς ἠγο‐ ράσθημεν. Εἰ οὖν ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται
5ἄνθρωπος; Εἰ δὲ ἄνθρωπος λυτρώσασθαι ἡμᾶς οὐ δύναται, ὁ λυτρωσάμενος ἡμᾶς οὐκ ἄνθρωπος. Μὴ οὖν, διὰ τὸ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ἐπι‐ δεδημηκέναι ἡμῖν, ἄνθρωπον μόνον ὑπολάβῃς τὸν Κύριον ἡμῶν, τὴν τῆς θεότητος δύναμιν ἀγνοήσας·
10ὃς οὐ χρείαν ἔσχε δοῦναι τῷ Θεῷ ἐξίλασμα ἑαυ‐ τοῦ, οὐδὲ τὴν ἰδίαν ἀπολυτρώσασθαι ψυχὴν, διότι Ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ἐξωνήσασθαι μὲν οὖν ἑαυτὸν οὐδεὶς ἱκανὸς, ἐὰν μὴ ἔλθῃ ὁ τὴν αἰχμαλωσίαν τοῦ
15λαοῦ ἐπιστρέφων, οὐ μετὰ λύτρων, οὐδὲ μετὰ δώρων, ὡς ἐν Ἡσαΐᾳ γέγραπται, ἀλλ’ ἐν τῷ ἑαυτοῦ αἵματι. Οὗτος δὲ οὐχὶ ἀδελφοὺς ἡμᾶς ὄντας, ἀλλ’ ἐχθροὺς ἡμᾶς γενομένους τοῖς παραπτώμασιν, οὔτε ἄνθρωπος ψιλὸς ὢν, ἀλλὰ Θεὸς, μετὰ τὴν ἐλευθερίαν
20ἣν χαρίζεται ἡμῖν, καὶ ἀδελφοὺς ἡμᾶς ἑαυτοῦ προσ‐ αγορεύει. Ἀπαγγελῶ γὰρ, φησὶ, τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. Ὁ οὖν λυτρωσάμενος ἡμᾶς, ἐὰν μὲν τὴν φύσιν αὐτοῦ σκοπῇς, οὔτε ἀδελφὸς, οὔτε ἄνθρωπος· ἐὰν δὲ τὴν ἐκ χάριτος αὐτοῦ πρὸς ἡμᾶς
25συγκατάβασιν, καὶ ἀδελφοὺς ἡμᾶς ὀνομάζει, καὶ πρὸς τὸν ἀνθρώπινον καταβαίνει, ὃς Οὐ δώσει τῷ Θεῷ ἐξίλασμα ἑαυτοῦ, ἀλλὰ τοῦ κόσμου παντός. Οὐ γὰρ ἱλασμοῦ δεῖται, ἀλλ’ αὐτός ἐστιν ἱλαστήριον. Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεὺς ὅσιος, ἄκα‐
30κος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτω‐ λῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος· ὃς οὐκ ἔχει καθ’ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιε‐ ρεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν προσφέ‐ ρειν θυσίας, ἔπειτα τῶν τοῦ λαοῦ ἀγνοημάτων.
35Εἶτά φησι· Καὶ ἐκοπίασεν εἰς τὸν αἰῶνα, καὶ ζήσε‐ ται εἰς τέλος. Ἡ αὐτοζωὴ, ἡ δύναμις, ἡ ἀκάματος φύσις, ἐκοπίασεν ἐν τῷ αἰῶνι τούτῳ, ἡνίκα Κεκο‐ πιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο ἐπὶ τῆς πηγῆς. Ὃς οὐκ ὄψεται καταφθορὰν, ὅταν ἴδῃ σοφοὺς ἀποθνήσκοντας (οὐ δώσει γὰρ τὸν ὅσιον αὐτοῦ ὁ
40Πατὴρ ἰδεῖν διαφθορὰν), ὅταν οἱ τὴν καταργουμένην σοφίαν αὐχοῦντες ἀποθνήσκωσιν. Εἰ δὲ βούλει καὶ ἐπὶ ἀνθρώπων δικαίων λαβεῖν τὰ εἰρημένα, μνήσθητι τοῦ Ἰὼβ λέγοντος· Ἄνθρωπος γεννᾶται κόπῳ· καὶ πάλιν τοῦ Ἀποστόλου, ὅτι Περισσότερον αὐτῶν
45πάντων ἐκοπίασα· καὶ τὸ, Ἐν κόποις περισσοτέ‐ ρως. Ὁ οὖν κοπιάσας ἐν τῷ αἰῶνι τούτῳ, οὗτος ζήσεται εἰς τέλος· ὁ δὲ ἐν τρυφῇ καὶ πάσῃ ἐκλύσει διάγων, διὰ τὸ ἁβροδίαιτον πορφύραν καὶ βύσσον ἐνδυόμενος, καὶ εὐφραινόμενος καθ’ ἡμέραν λαμπρῶς,

29

.

441

(50)

καὶ φεύγων τοὺς ὑπὲρ τῆς ἀρετῆς καμάτους, οὔτε ἐκοπίασεν ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ζήσεται ἐν τῷ μέλλοντι, ἀλλὰ μακρὰν ὄψεται τὴν ζωὴν, βασανιζό‐
μενος ἐν τῇ φλογὶ τῆς καμίνου. Ὁ δὲ μυρίοις τοῖς441

29

.

444

ὑπὲρ τῆς ἀρετῆς ἀγῶσιν ἐνιδρώσας, καὶ ὑπὲρ τοῦ ἀναλαβεῖν αὐτὴν ἐν κόποις περισσοτέρως ἐξετασθεὶς, οὗτός ἐστιν ὁ ζήσειν μέλλων εἰς τέλος, ὡς ὁ πολλὰ κοπιάσας ἐν θλίψεσι Λάζαρος· ὡς ὁ κατάκοπος γενό‐
5μενος ἐν τοῖς πρὸς τὸν ἐναντίον ἀγῶσιν Ἰώβ· Ἐκεῖ, γὰρ, φησὶ, κατάκοποι ἀνεπαύσαντο. Διὸ καὶ ὁ Κύ‐ ριος καλεῖ πρὸς τὴν ἀνάπαυσιν τοὺς κοπιῶντας καὶ πεφορτισμένους. Πῶς οὖν οἱ κοπιῶντες ἐν ἔργοις ἀγαθοῖς πεφορτισμένοι λέγονται; Ὅτι Πορευόμενοι
10ἐπορεύοντο καὶ ἔκλαιον, βάλλοντες τὰ σπέρματα αὐτῶν ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει, αἴρον‐ τες τὰ δράγματα αὐτῶν πεπληρωμένα καρπῶν, τῶν κατὰ τὴν ἀναλογίαν ἐσπαρμένων ἀποδοθέντων αὐ‐ τοῖς. Πεφορτισμένοι οὖν λέγονται οἱ, διὰ τὸ σπεῖραι
15ἐπ’ εὐλογίαις, ἐπ’ εὐλογίαις καὶ θερίζοντες, καὶ μετ’ εὐφροσύνης αἰωνίου τὰ τῶν πνευματικῶν καρ‐ πῶν ἑαυτοῖς ἐπαναθέμενοι δράγματα. Ὁ οὖν λυτρω‐ θεὶς διὰ τοῦ δεδωκότος Θεοῦ ὑπὲρ αὐτοῦ ἐξίλασμα, οὗτος ἐκοπίασε μὲν εἰς τὸν αἰῶνα τοῦτον, μετὰ δὲ
20ταῦτα ζήσεται εἰς τέλος. Οὗτος καὶ Οὐκ ὄψεται κα‐ ταφθορὰν, ὅταν ἴδῃ σοφοὺς ἀποθνήσκοντας. Ὁ τὴν στενὴν καὶ ἔγκοπον ὁδὸν πρὸ τῆς λείας καὶ ἀνει‐ μένης ἐκλεξάμενος, ἐν τῷ καιρῷ τῆς ἐπισκοπῆς τοῦ Θεοῦ, ἀπαγομένων εἰς τὴν αἰωνίαν κόλασιν τῶν ἀπι‐
25στησάντων μὲν τοῖς λόγοις τοῦ Θεοῦ, πορευθέντων δὲ ὀπίσω τῶν θελημάτων τῆς καρδίας αὐτῶν τῆς μα‐ ταίας, οὗτος τὴν αἰώνιον καταφθορὰν, τὴν εἰς τὸ διηνεκὲς κακοπάθειαν οὐκ ὄψεται. Σοφοὺς δὲ λέγει ἤτοι τοὺς δεινοὺς ἐν πανουργίᾳ, περὶ ὧν φησι Ἱερε‐
30μίας, ὅτι Σοφοί εἰσι τοῦ κακοποιῆσαι, τὸ δὲ καλὸν ποιῆσαι οὐ γινώσκουσιν· ἢ σοφοὺς λέγει καὶ τοὺς μαθητὰς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων, οἵτινες, Φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν. Διότι Ἡ σοφία τοῦ κόσμου τούτου
35μωρία παρὰ τῷ Θεῷ. Καὶ διὰ τὸ εἶναι μωροποιὸν τὴν σοφίαν ταύτην, ἀπολέσειν φησὶν ὁ Θεὸς τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσειν. Αἱ οὖν πιθανότητες τῆς ψευδωνύμου γνώ‐ σεως, θανάτου αἰτίαν τοῖς παραδεξαμένοις παρέχον‐
40ται· ὅντινα θάνατον οὐκ ὄψεται ὁ λυτρωθεὶς ὑπὸ τοῦ εὐδοκήσαντος ἐν τῇ μωρίᾳ τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. Ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται, καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐ‐ τῶν. Καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν
45αἰῶνα. Σκηνώματα αὐτῶν εἰς γενεὰν καὶ γενεάν. Ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν. Ἄνω ἑνὶ ὀνόματι τῷ γενικῷ προσηγόρευσε σοφοὺς, οὓς νῦν ὑποδιαιρῶν, ἄφρονας καὶ ἄνους λέγει. Δῆλον ὅτι σοφοὺς μὲν αὐτοὺς εἶπεν, ἀπὸ τῆς οἰήσεως

29

.

444

(50)

τῆς ἐκείνων συγχρησάμενος τῷ ὀνόματι. Ὡς καὶ443

29

.

445

θεοὺς ὀνομάζει τοὺς μὴ φύσει ὄντας, τῇ συνηθείᾳ τῶν ἠπατημένων ἑπόμενος, οὕτω καὶ σοφοὺς εἶπε τοὺς ἄφρονας καὶ ἀνοήτους. Δυνατὸν οὖν τῇ ἐπινοίᾳ διελεῖν τὸν ἄφρονα ἀπὸ τοῦ ἀνοήτου. Ἄφρων μὲν γάρ
5ἐστιν ὁ ἐστερημένος φρονήσεως, καὶ ὁ πρὸς τὰ κοινὰ καὶ ἀνθρώπινα διορατικῶς μὴ ἔχων. Οὕτω καὶ ἡ συνήθεια φρονίμους καλεῖ τοὺς ἐν τοῖς κατὰ τὸν βίον πράγμασι τὸ ὠφέλιμον καὶ βλαβερὸν διακρίνον‐ τας· καθὸ εἴρηται καὶ ἐν τῷ Εὐαγγελίῳ· Ὅτι οἱ υἱοὶ
10τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσιν. Οὐ γὰρ ἁπλῶς φρονιμώτεροι, ἀλλ’ εἰς τὴν διεξαγωγὴν τῆς ζωῆς ταύτης τῆς ἐν τῇ σαρκί. Οὗτοι δὲ καὶ οἰκονόμοι ἀδικίας λέγονται, διὰ τὸ φρό‐
15νιμον τῆς περὶ τὸν ἑαυτῶν βίον οἰκονομίας. Κατὰ τοῦτο τὸ σημαινόμενον, φρόνιμοί εἰσιν καὶ οἱ ὄφεις, καταδύσεις ἑαυτοῖς εὐτρεπίζοντες, καὶ ἐν τοῖς κινδύ‐ νοις παντὶ τρόπῳ τὰς ἐπὶ τὴν κεφαλὴν πληγὰς ἀπο‐ φεύγοντες. Ἄνους δὲ λέγεται ὁ οὐκ ἔχων τὰ τοῦ ἀν‐
20θρώπου ἐξαίρετα. Ταῦτα δέ ἐστι Θεοῦ Πατρὸς κατα‐ νόησις, καὶ ἡ τοῦ ἐν ἀρχῇ ὄντος πρὸς τὸν Θεὸν Λόγου παραδοχή· καὶ ὁ παρὰ τοῦ ἁγίου Πνεύματος ἐγγινόμενος φωτισμός· ὅντινα νοῦν ἔχουσιν οἱ δυνά‐ μενοι μετὰ Παύλου λέγειν· Ἡμεῖς δὲ νοῦν Χρι‐
25στοῦ ἔχομεν. Κέχρηται μέντοι καὶ ἐνηλλαγμέ‐ νως τοῖς ῥήμασι τούτοις ἡ συνήθεια τῆς Γραφῆς, τὸν μὲν ἄθεον ἄφρονα λέγουσα ἐν τῷ, Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός· καὶ πάλιν τὸ περὶ τὴν ζωὴν βλαβερὸν ἀνόητον ὀνομάζουσα·
30ὡς ὁ Ἀπόστολος περὶ τῶν ἐμπιπτόντων εἰς ἐπιθυ‐ μίας ἀνοήτους καὶ βλαβεράς. Οὕτω μέντοι ὁ ἄφρων καὶ ὁ ἄνους πρὸς ἓν κοινὸν τέλος τὴν ἀπώ‐ λειαν καταφέρονται. Δύναται δέ τις εἰπεῖν ἄφρονα μὲν ὠνομάσθαι τὸν ἐθνικῶς ζῶντα, ἄνουν δὲ τὸν
35Ἰουδαϊκῶς κατὰ τὴν ψιλὴν τοῦ νόμου τήρησιν πολι‐ τευόμενον. Τούτῳ γὰρ τῷ ἄφρονι εἶπεν ὁ Θεὸς διὰ τὴν ἐνυπάρχουσαν αὐτῷ ἀθεότητα· Ἄφρον, ἐν ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀφαιροῦσιν ἀπὸ σοῦ. Ἄνους δὲ ὁ κατὰ σάρκα Ἰσραὴλ ὠνόμα‐
40σται κατὰ τὸν προφήτην, ὅς φησι· Καὶ ἦν Ἐφραῒμ ὡς περιστερὰ ἄνους· Αἴγυπτον ἐπεκαλεῖτο, καὶ εἰς Ἀσσυρίους ἐπορεύετο. Τούτων οὖν κοινῇ ὑπὸ τῆς ἰδίας ἀγνοίας συντριβομένων, ἡμεῖς οἱ ἀλ‐ λότριοι αὐτῶν κληρονόμοι τοῦ πλούτου γινόμεθα.
45Ἡμῶν γὰρ αἱ ἐντολαὶ, ἡμέτεροι οἱ προφῆται,445

29

.

448

ἡμῶν οἱ πατριάρχαι· ἡμῶν οἱ ἀπ’ αἰῶνος δίκαιοι. Ἡμῖν κατέλιπον τὸν πλοῦτον ἑαυτῶν οἱ ἐν τῇ ἀφροσύνῃ ἑαυτῶν ἀπολλύμενοι. Τούτων δὲ αἱ οἱ‐ κίαι, τοῦ ἄφρονος καὶ τοῦ ἀνοήτου, τάφοι εἰσὶν
5εἰς τὸν αἰῶνα. Ὧν γὰρ ὁ βίος νεκρῶν ἔργων τῶν ἀπὸ πάσης ἁμαρτίας πεπλήρωται, τούτων τάφοι εἰσὶν αἱ οἰκίαι εἰς τὸν αἰῶνα. Ὁ γὰρ νεκρὸς γενό‐ μενος τοῖς παραπτώμασιν οὐκ οἰκίαν οἰκεῖ, ἀλλὰ τάφον, τῆς ἑαυτοῦ ψυχῆς νενεκρωμένης. Οἰκίαν μὲν
10γὰρ οἰκεῖ ὁ ἄδολος τὸ ἦθος καὶ ἁπλοῦς Ἰακὼβ, περὶ οὗ γέγραπται, ὅτι ἦν Ἄνθρωπος ἄπλαστος καὶ ἀγαθὸς, οἰκῶν οἰκίαν· τάφον δὲ οἰκεῖ ὁ παμπό‐ νηρος, μηδὲ θεμέλιον μετανοίας καταβαλλόμενος ἀπὸ νεκρῶν ἔργων, ἀλλὰ παροιμοιάζων τάφῳ κεκο‐
15νιαμένῳ· ὃς ἔξωθεν μὲν ἐμφανὴς ὢν, ἔσωθεν δὲ γέμων ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας. Διόπερ ὁ τοιοῦτος φθεγγόμενος οὐχὶ στόμα ἀνοίγει λόγῳ Θεοῦ, ἀλλὰ τάφον ἔχει ἀνεῳγμένον τὸν λάρυγγα αὐτοῦ. Εἴ τις οὖν εἰς Χριστὸν πιστεύων, μὴ ἀκολού‐
20θως τῇ πίστει τὰς πράξεις ἀποδίδωσιν, οὗτος διὰ τὸ μοχθηροῖς δόγμασι προσεσχηκέναι, καὶ διὰ τὸ παρ‐ εκδέχεσθαι τὸ βούλημα τῆς Γραφῆς, λατομεῖ ἑαυτῷ ἐν τῇ πέτρᾳ μνημεῖον. Σκηνώματα αὐτῶν εἰς γενεὰν καὶ γενεάν· τουτέστιν, οἱ τάφοι οἰκίαι αὐτῶν εἰσιν εἰς τὸν αἰῶνα.
25Εἶτα ἑρμηνεύων τίνας βούλεται εἶναι τάφους, ἵνα δείξῃ, ὅτι περὶ τῶν σωμάτων λέγει, οἷς αἱ διὰ τὴν πονηρίαν ἐναπονεκρωθεῖσαι ψυχαὶ ἐνοικοῦσι, προσ‐ έθηκεν αὐτοῖς· Σκηνώματα αὐτῶν εἰς γενεὰν καὶ γενεὰν, κατὰ τὴν συνήθειαν, σκηνωμάτων τῶν ἀν‐
30θρωπίνων σωμάτων ἀεὶ λεγομένων. Οὗτοι δὲ καὶ ἐπικαλοῦνται τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν. Οὐ γὰρ ἐγγράφεται ἀσεβοῦς ὄνομα ἐν βίβλῳ ζώντων, οὐδὲ ἀριθμεῖται μετὰ τῆς Ἐκκλησίας τῶν πρωτο‐ τόκων τῶν ἀριθμουμένων ἐν οὐρανοῖς· ἀλλὰ τῇ γῇ
35αὐτῶν ἐναπομένει τὰ ὀνόματα, διότι τὴν παροδικὴν ταύτην ζωὴν καὶ ὀλιγοχρόνιον τῶν αἰωνίων σκηνῶν προετίμησαν. Οὐχ ὁρᾷς τοὺς οἰκοδομοῦντας ἐν ταῖς πόλεσιν ἀγορὰς καὶ γυμνάσια, τείχη ἀνιστῶντας, ὑδραγωγοὺς ἐπισκευάζοντας, πῶς τὰ ὀνόματα αὐτῶν
40τούτοις ἐπικέκληται τοῖς γηίνοις κατασκευάσμασιν;
Ἤδη δέ τινες, καὶ ἀγέλαις ἵππων τὰς ἑαυτῶν προσ‐447

29

.

449

ηγορίας ἐνσημηνάμενοι, ἐπὶ πολὺ συμπαραταθῆναι τῷ βίῳ τὴν μνήμην ἑαυτῶν ἐπενόησαν· καὶ ἐν τά‐ φοις δὲ μεγαλουργίαν ἐπιδειξάμενοι, τοῖς μνήμασιν ἑαυτῶν ἐναφῆκαν τὰ ὀνόματα. Οὗτοί εἰσιν οἱ τὰ
5γήϊνα φρονοῦντες, καὶ τὴν ἐνταῦθα δόξαν, καὶ τὸ παρὰ τοῖς ἀνθρώποις μνημονεύεσθαι αὔταρκες ἑαυ‐ τοῖς εἰς μακαριότητα λογιζόμενοι. Κἂν ἴδῃς δέ τινα τῶν ἐπὶ ψευδωνύμῳ γνώσει μέγα φρονούντων, καὶ προσνεμόντων ἑαυτοὺς μοχθηρῶν τινων δογμά‐
10των συγκαταθέσεσι, καὶ ἀντὶ τοῦ ὀνόματος τῶν Χριστιανῶν, ἀφ’ ἑνός τινος τῶν αἱρεσιαρχησάντων ἑαυτοὺς ὀνομάζοντας, Μαρκίωνος, ἢ Οὐαλεντίνου, ἢ τῶν νῦν ἐπιπολαζόντων τινὸς, γίνωσκε, ὅτι καὶ οὗτοι ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν,
15φθαρτοῖς ἀνθρώποις καὶ τὸ ὅλον γηΐνοις ἑαυτοὺς προσνείμαντες. Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν, οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Αὕτη ἡ ὁδὸς αὐτῶν σκάνδαλον
20αὐτοῖς· καὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσι. Μέγα ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων, τὸ τίμιον ἐν τῇ φυσικῇ κατασκευῇ ἔχων. Τί γὰρ τῶν ἐπὶ γῆς ἄλλο κατ’ εἰκόνα τοῦ κτίσαντος γέγονε; Τίνι ἡ κατὰ πάντων ἀρχὴ καὶ ἐξουσία
25τῶν τε χερσαίων καὶ ἐνύδρων καὶ ἐναερίων ζώων κεχάρισται; Βραχὺ μὲν ὑποβέβηκε τὴν τῶν ἀγγέλων ἀξίαν διὰ τὴν πρὸς τὸ γεῶδες σῶμα συνάφειαν· τὸν μὲν οὖν ἄνθρωπον ἐποίησεν ἀπὸ τῆς γῆς, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· ἀλλ’ ὅμως ἥ γε
30τοῦ νοεῖν καὶ συνιέναι τὸν ἑαυτῶν Κτίστην καὶ Δη‐ μιουργὸν δύναμις καὶ ἐν τοῖς ἀνθρώποις ὑπάρχει. Ἐνεφύσησε γὰρ εἰς τὸ πρόσωπον· τουτέστι, μοῖράν τινα τῆς ἰδίας χάριτος ἐναπέθετο τῷ ἀν‐ θρώπῳ, ἵνα τῷ ὁμοίῳ ἐπιγινώσκῃ τὸ ὅμοιον. Ἀλλ’
35ὅμως ἐν τιμῇ ὢν τηλικαύτῃ, ἐκ τοῦ δεδημιουργῆ‐ σθαι κατ’ εἰκόνα τοῦ κτίσαντος, ὑπὲρ οὐρανὸν, ὑπὲρ ἥλιον, ὑπὲρ τὰς τῶν ἀστέρων χορείας τετιμημένος (τίς γὰρ τῶν οὐρανῶν εἰκὼν εἴρηται τοῦ Θεοῦ τοῦ ὑψίστου; ποίαν δὲ ἥλιος εἰκόνα σώζει τοῦ κτί‐
40σαντος; τί ἡ σελήνη; τί οἱ λοιποὶ ἀστέρες; ἄψυχα μὲν καὶ ὑλικὰ, διαφανῆ δὲ μόνον τὰ σώματα κεκτη‐ μένοι, ἐν οἷς οὐδαμοῦ διάνοια, οὐ προαιρετικαὶ κινήσεις, οὐκ αὐτεξουσιότητος ἐλευθερία· ἀλλὰ δοῦλά ἐστι τῆς ἐπικειμένης ἀνάγκης, καθ’ ἣν ἀπαραλλά‐
45κτως ἀεὶ περὶ τὰ αὐτὰ ἀναστρέφεται)· ὑπὲρ οὖν ταῦτα ταῖς τιμαῖς προηγμένος ὁ ἄνθρωπος, οὐ συν‐ ῆκεν, ἀλλὰ καταλιπὼν τὸ ἕπεσθαι Θεῷ, καὶ ὁμοιοῦ‐ σθαι τῷ κτίσαντι, δοῦλος γενόμενος τῶν παθῶν τῆς
σαρκὸς, Παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοή‐449

29

.

452

τοις, καὶ ὡμοιώθη αὐτοῖς· νῦν μὲν ὡς ἵππος θη‐ λυμανὴς χρεμετίζων ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ· νῦν δὲ ὡς λύκος ἅρπαξ ἐφεδρεύων τοῖς ἀλ‐ λοτρίοις· ἄλλοτε δὲ διὰ τοῦ πρὸς τὸν ἀδελφὸν
5δόλου τῇ πανουργίᾳ τῆς ἀλώπεκος εἰκαζόμενος. Ὑπερβολὴ δὲ τῆς ἀνοίας καὶ τῆς κτηνώδους ἀλογίας τῷ ὄντι μήτε τῆς ἐξ ἀρχῆς ἑαυτοῦ κατασκευῆς ἐπαι‐ σθάνεσθαι, δημιουργηθέντα κατ’ εἰκόνα τοῦ κτίσαν‐ τος, μήτε τὰς τηλικαύτας ὑπὲρ αὐτοῦ γενομένας
10οἰκονομίας νοεῖν βούλεσθαι, καὶ ἀπ’ ἐκείνων γοῦν ἑαυτοῦ γνωρίζειν τὸ τίμιον· ἀλλ’ ἀμνημονεῖν, ὅτι ἀποβαλὼν τὴν εἰκόνα τοῦ ἐπουρανίου, ἀνέλαβε τὴν εἰκόνα τοῦ χοϊκοῦ. Καὶ ἵνα μὴ ἐναπομείνῃ τῇ ἁμαρτίᾳ, δι’ αὐτὸν Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ
15ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐπὶ τοσοῦτον ἑαυτὸν ἐτα‐ πείνωσεν, ὥστε γενέσθαι Ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Εἰ μὴ τῆς πρώτης σεαυτοῦ γενέσεως μέμνησαι, ἐκ τῆς καταβληθείσης ὑπὲρ σοῦ τιμῆς λάβε τοῦ ἀξιώματος ἔννοιαν· ἀπόβλεψόν σου
20πρὸς τὸ ἀντάλλαγμα, καὶ γνῶθι σεαυτοῦ τὴν ἀξίαν. Τῷ πολυτιμήτῳ αἵματι τοῦ Χριστοῦ ἠγοράσθης· μὴ γίνου δοῦλος τῆς ἁμαρτίας. Σύνες σεαυτοῦ τῆς τιμῆς, ἵνα μὴ παρεικασθῇς τοῖς ἀνοήτοις κτή‐ νεσιν. Αὕτη ἡ ὁδὸς αὐτῶν σκάνδαλον αὐτοῖς.
25οἰκονομῶν τὰ ἡμέτερα Θεὸς ἐμποδίζει ἡμῖν διὰ τῆς κακίας βαδίζουσιν, προσκόμματα ἡμῖν καὶ κωλύ‐ ματα τιθεὶς, ἵνα, ἀποστάντες τῆς κατὰ ἀλογίαν ζωῆς, μετὰ ταῦτα ἐν τῷ στόματι ἡμῶν εὐδοκήσω‐ μεν, καρδίᾳ μὲν πιστευσάντων εἰς δικαιοσύνην,
30στόματι δὲ ὁμολογησάντων εἰς σωτηρίαν. Ἐδίωκε Παῦλος, ἐπόρθει τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, ἐν‐ ῆκεν αὐτοῦ τὸν δρόμον τὸν ἐπὶ τὴν πονηρίαν· μετὰ ταῦτα ἐν τῷ στόματι αὐτοῦ εὐδόκησε, καταγ‐ γέλλων ἐν ταῖς συναγωγαῖς, Ὅτι οὗτός ἐστιν ὁ
35Χριστός. Ὡς πρόβατα ἐν ᾅδῃ ἔθετο, θάνατος ποιμανεῖ αὐτούς. Τοὺς δὲ κτηνώδεις καὶ παρασυμ‐ βληθέντας τοῖς κτήνεσι τοῖς ἀνοήτοις, ὡς πρόβατα οὔτε σύνεσιν ἔχοντα, οὔτε τὴν πρὸς τὸ ἀμύνασθαι
40δύναμιν, ὁ διαρπάζων εἰς τὴν αἰχμαλωσίαν, ἐχθρὸς ὢν, ἤδη κατέβαλεν εἰς τὸ ἴδιον αὐτοῦ ὀχύρωμα, καὶ παρέδωκε τῷ θανάτῳ ποιμαίνειν. Ἐποί‐ μαινε γὰρ ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι τῆς κατὰ Μωϋσέα πολιτείας, ἕως οὗ ἦλθεν ὁ ἀληθινὸς ποιμὴν,
45ὁ θεὶς τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ τῶν προβάτων, καὶ
οὕτως ἑαυτῷ συναναστήσας καὶ ἐξαγαγὼν ἐκ τῆς451

29

.

453

φυλακῆς τοῦ ᾅδου εἰς τὴν τῆς ἀναστάσεως πρωΐαν, παρέδωκε τοῖς εὐθέσι, τουτέστι, τοῖς ἁγίοις αὐτοῦ ἀγγέλοις, εἰς τὸ ποιμαίνειν αὐτούς. Καὶ κατακυριεύ‐ σουσιν αὐτῶν οἱ εὐθεῖς τὸ πρωΐ. Ἑκάστῳ γὰρ
5τῶν πιστῶν ἐστιν ἄγγελος παρεζευγμένος, ἄξιος τοῦ βλέπειν τὸν Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς. Οὗτοι οὖν οἱ εὐθεῖς κατακυριεύσουσιν αὐτῶν ἐκ τῆς πικρο‐ τάτης δουλείας ἐλευθερωθέντων, καὶ κατακυριεύ‐ σουσι τῶν γενομένων ἐν τῇ πρωΐᾳ, τουτέστι,
10τῶν ὑπελθόντων τὴν ἀνατολὴν τοῦ φωτός. Θέασαι πάντα τὸν εἱρμὸν τῶν γραφικῶν ῥημάτων. Ἄνθρω‐ πος, ἐν τιμῇ ὢν, οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις. Ὁ διὰ μὲν τὴν κατασκευὴν ἔχων τὸ τίμιον, διὰ δὲ τὴν ἐνοικοῦσαν ἐν αὐτῷ ἁμαρ‐
15τίαν οὐκ αἰσθανόμενος ἑαυτοῦ, οὗτος παρασυνεβλήθη τοῖς κτήνεσιν. Εἶτα διὰ τὸ ἀλλοτριῶσαι ἑαυτὸν τοῦ Θεοῦ λόγου, γενόμενον ἄλογον, ὡς πρόβατον ἀποίμαντον ὁ ἐχθρὸς διαρπάσας ἐν τῷ ᾅδῃ ἔθετο, καὶ παρέδωκε τῷ θανάτῳ ποιμαίνειν. Διὰ τοῦτο ὁ ἐκεῖθεν
20ῥυσθεὶς, καὶ τοῦ πονηροῦ ποιμένος ἀπαλλαγεὶς, λέ‐ γει τὸ, Κύριος ποιμαίνει με. Καὶ οὐκέτι θάνατος, ἀλλὰ ζωή· οὐκέτι πτῶσις, ἀλλ’ ἀνάστασις· οὐκέτι τὸ ψεῦδος, ἀλλ’ ἡ ἀλήθεια. Καὶ ἡ βοήθεια αὐτῶν πα‐ λαιωθήσεται ἐν τῷ ᾅδῃ. Ἤτοι περὶ τοῦ θανάτου
25λέγει, τοῦ μὴ δυνηθέντος μετὰ πάσης αὐτοῦ τῆς βοηθείας ἀντισχέσθαι τῶν ὑπ’ αὐτοῦ ποιμαινομένων διὰ τὸν καταλύοντα τὸν τὸ κράτος ἔχοντα τοῦ θανά‐ του· ὧν πᾶσα ἡ βοήθεια παλαιὰ καὶ ἀσθενής. Καὶ τότε ἐξελεγχθήσεται ἡ βοήθεια τῶν ἀνθρώπων τῶν
30ἠπατημένων τῇ διανοίᾳ, τῷ πλούτῳ, καὶ δόξῃ, καὶ δυναστείᾳ μέγα φρονούντων. Ἐν τῷ ᾅδῃ πα‐ λαιωθήσεται, ἐλεγχομένης αὐτῶν τῆς ἀσθενείας. Ἢ μήποτε ἡ βοήθεια τῶν δικαίων τῶν λυτρωθέντων παρὰ Κυρίου παραταθήσεται ἐν τῷ ᾅδῃ. Οὔπω γὰρ
35ἐκομίσαντο τὰς ἐπαγγελίας, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τε‐ λειωθῶσιν οἱ προειληφότες. Πλὴν ὁ Θεὸς λυτρώσε‐ ται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμ‐ βάνῃ με. Σαφῶς προφητεύει τὴν τοῦ Κυρίου κάθοδον εἰς ᾅδου, ὃς μετὰ τῶν ἄλλων καὶ αὐτοῦ λυ‐
40τρώσεται τοῦ Προφήτου τὴν ψυχὴν, ὡς μὴ ἐναπομεῖναι ἐκεῖ. Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ. Μὴ φο‐ βοῦ, φησὶν, ὅταν πλουτήσῃ ἄνθρωπος. Ἀναγ‐ καῖον καὶ τοῦτο τὸ κήρυγμα τοῖς τὴν οἰκουμένην κατ‐
45οικοῦσι, τοῖς τε γηγενέσι καὶ τοῖς υἱοῖς τῶν ἀνθρώ‐ πων, πλουσίοις τε ὁμοῦ καὶ πένησι. Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος. Ὅταν ἴδῃς, φησὶν, ἄδι‐ κον μὲν πλουτοῦντα, δίκαιον δὲ πενόμενον, μὴ φοβη‐
θῇς κατὰ σεαυτόν· μὴ πτοηθῇς τῇ διανοίᾳ, ὡς ἄρα453

29

.

456

οὐδαμοῦ ἔστι πρόνοια Θεοῦ ἐπισκοποῦσα τὰ ἀνθρώ‐ πινα· ἤ ἐστι μέν που τάχα ἡ θεία ἐπισκοπὴ, οὐ μὴν καὶ πρὸς τὸν περίγειον τόπον φθάνει, ὥστε καὶ τὰ ἡμέτερα ἐφορᾷν. Εἰ γὰρ πρόνοια ἦν, ἑκάστῳ μερί‐
5ζουσα τὰ οἰκεῖα, ὥστε πλουτεῖν μὲν τοὺς δικαίους, τοὺς ἐπισταμένους τῷ πλούτῳ χρήσασθαι, πένεσθαι δὲ τοὺς πονηροὺς τοὺς ἔχοντας ὄργανον τῆς οἰ‐ κείας πονηρίας τὸν πλοῦτον. Ἐπεὶ οὖν πολλοί εἰσιν ἐν τοῖς ἔθνεσι καὶ τοῖς γηγενέσιν οἱ τὰ τοιαῦτα φρο‐
10νοῦντες, καὶ διὰ τὴν φαινομένην ἀνωμαλίαν τοῦ ἐπι‐ μερισμοῦ τῶν βιωτικῶν πραγμάτων ἀπρονόητον εἶ‐ ναι τὸν κόσμον ὑπολαμβάνοντες· τούτοις διαλέγεται ὁ λόγος, καταστέλλων αὐτῶν τὴν ἀπαίδευτον κίνησιν· οὓς καὶ ἐν προοιμίοις ἐπὶ τὴν ἀκρόασιν τῶν διδαγμά‐
15των ἐκάλει. Ἤ που καὶ πρὸς μόνον ἰδίως τὸ πρόσ‐ ωπον τοῦ πένητος ἀποτείνεται λέγων· Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος. Οὗτοι γὰρ καὶ μάλιστα παρα‐ μυθίας δέονται πρὸς τὸ μὴ ὑποπτήσσειν τοὺς ὑπερ‐ έχοντας. Οὐδὲν γὰρ, φησὶν, ὄφελος τῷ πλουσίῳ ἀπο‐
20θνήσκοντι, μὴ δυναμένῳ λαβεῖν τὸν πλοῦτον σὺν ἑαυτῷ· ὅς γε τοσοῦτον ἀπὸ τῆς ἀπολαύσεως ἐκέρ‐ δαινε μόνον, ὅσον τὴν ψυχὴν αὐτοῦ ἐν τῇ ζωῇ ταύτῃ παρὰ τῶν κολάκων μακαρισθῆναι. Ἐν δὲ τῷ ἀποθνήσκειν, οὐ λήψεται, φησὶ, πᾶσαν ταύτην
25τὴν περιβολήν· μόλις ἔνδυμα λήψεται καλῦπτον αὐ‐ τοῦ τὰ ἀσχήμονα· καὶ τοῦτο, ἐὰν δόξῃ τῶν οἰκετῶν τοῖς περιστέλλουσιν. Ἀγαπητὸν αὐτῷ γῆς ὀλίγης λαχεῖν· καὶ ταύτης δι’ οἶκτον διδομένης αὐτῷ παρὰ τῶν κηδευόντων, οἵτινες αὐτῷ παρέχονται ταῦτα αἰ‐
30δοῖ τῆς κοινῆς καὶ ἀνθρωπίνης φύσεως, οὐκ αὐτῷ χαριζόμενοι, ἀλλὰ τιμῶντες τὴν ἀνθρωπότητα. Μὴ μικροψύχει οὖν περὶ τὰ παρόντα, ἀλλὰ ἀνάμενε τὴν μακαρίαν ἐκείνην ζωὴν καὶ ἀπέραντον. Ὄψει γὰρ τότε, ὅτι πρὸς καλοῦ γίνεται τῷ δικαίῳ ἡ πενία,
35καὶ ἡ ἀδοξία, καὶ ἡ στέρησις τῆς τρυφῆς. Καὶ μὴ ταραχθῇς νῦν ἐπὶ τοῖς νομιζομένοις ἀγαθοῖς, ὡς ἀδί‐ κως μεριζομένοις. Ἀκούσῃ γὰρ πῶς τῷ μὲν πλου‐ σίῳ λεχθήσεται· Ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου· τῷ δὲ πένητι, ὅτι ἀπέχει τὰ κακὰ ἐν τῇ
40ζωῇ αὐτοῦ. Διόπερ ἀκολούθως ὁ μὲν παρακαλεῖται. ὁ δὲ ὀδυνᾶται. Ἐξομολογήσεταί σοι, ὅταν ἀγαθύ‐ νῃς αὐτῷ. Περὶ τοῦ χοϊκοῦ ἀνθρώπου καὶ ἀγαθὰ νομίζοντος εἶναι μόνα τὰ τοῦ βίου τούτου προτερή‐ ματα, πλοῦτον, καὶ ὑγίειαν, καὶ δυναστείαν, περὶ
45τούτου φησὶν, ὅτι ἐξομολογήσεται τῷ Θεῷ, ὅταν ἀγα‐ θύνηται· ἐν δὲ τοῖς περιστατικοῖς πᾶσαν ἀφίησι δυσφημίαν. Καταλιπὼν γὰρ τὸν πένητα, πρὸς τὸν Θεὸν ἤδη ποιεῖται τὸν λόγον· ἐν κατηγορίᾳ τῇ τοῦ
πλούτου παραλαμβάνων καὶ τὸ ἐν τῇ εὐθηνίᾳ455

29

.

457

μόνῃ εὐχαριστεῖν τῷ Θεῷ, σκυθρωποτέρων δέ τινων περιστάντων, μηκέτι τὸν αὐτὸν διαμένειν. Τοιοῦτον γάρ ἐστι καὶ τὸ τοῦ διαβόλου εἰς κατηγορίαν προσφε‐ ρόμενον τῷ Ἰὼβ, ὅτι οὐ δωρεὰν σέβεται Ἰὼβ
5τὸν Κύριον, ἀλλὰ μισθὸν ἔχει τῆς εὐσεβείας τὸν πλοῦ‐ τον, καὶ τὰ λοιπά. Διὸ καὶ εἰς ἀπόδειξιν τῆς τοῦ ἀν‐ δρὸς ἀρετῆς ἐγύμνωσεν αὐτὸν ὁ Θεὸς ὧν εἶχεν, ἵνα διὰ πάντων διαφανῇ τὸ πρὸς Θεὸν εὐχάριστον τοῦ ἀνθρώπου.
10 Εἰσελεύσῃ ἕως γενεᾶς πατέρων αὐτοῦ. Οἶμαι λέγειν περὶ τοῦ ἁμαρτωλοῦ, ὅτι τοσοῦτον ἐπι‐ γινώσκει Θεὸν, ὅσον ἡ τῶν πατέρων αὐτοῦ συν‐ ήθεια παραδέδωκε· τῇ δὲ οἰκείᾳ τοῦ φρονεῖν δυνάμει οὐδὲν πλέον προσκτᾶται, οὐδὲ προστίθησιν ἑαυτῷ εἰς
15τὴν τῆς ἀληθείας ἐπίγνωσιν. Τοσοῦτον οὖν, φησὶ, παραγίνῃ σὺ, ὁ Θεὸς, καὶ τοσαύτη ἐστὶν ἐν αὐτῷ ἡ περὶ σοῦ ἔννοια, ὅση ἐν τῇ γενεᾷ τῶν πατέρων αὐτοῦ ὑπῆρχε. Καὶ ἐνταῦθα τὸ ἀργὸν πολὺ τῆς διανοίας καὶ ὅλον γήϊνον καὶ φιλόσαρκον τοῦ ἐν πλούτῳ καὶ
20τρυφῇ κυλιομένου παρίστησι, καὶ τοῦ ὑπὲρ τῶν βιω‐ τικῶν μεριμνῶν καταπεπνιγμένον τὸν νοῦν ἔχοντος. Διὰ τοῦτο ἕως αἰῶνος οὐκ ὄψεται φῶς. Οἱ γὰρ τυ‐ φλοῖς διδασκάλοις τὴν ὁδηγίαν ἑαυτῶν ἐπιτρέψαντες ἐστέρησαν ἑαυτοὺς τῆς τοῦ φωτὸς ἀπολαύσεως.
25Ἔχει δὲ καί τινα τοιοῦτον νοῦν τὸ, Εἰσελεύσῃ ἕως γενεᾶς πατέρων αὐτοῦ. Τουτέστι, τοὺς ἐν πο‐ νηρῷ βίῳ καὶ δόγμασι πατρίοις μὲν, ἀλλοτρίως δὲ ἔχουσι πρὸς τὴν εὐσέβειαν, καταληφθέντας, οὐκ αὐτοὺς ἐκδικεῖς μόνον, ἀλλὰ καὶ τοὺς ἀρχηγοὺς τῶν
30μοχθηρῶν διδαγμάτων ἐπιζητεῖς. Καὶ τοῦτό ἐστι τὸ λεγόμενον· Εἰσελεύσῃ ἕως γενεᾶς πατέρων αὐτοῦ. Οὐ γὰρ μόνον ὁ πονηρὰς ἔχων περὶ Θεοῦ ἐν‐ νοίας ὑπαίτιος, ἀλλὰ καὶ ὁ τούτων πρὸς τὴν ἀπώλειαν ταύτην καθηγησάμενος. Τοιοῦτοι δὲ οἱ καὶ τὴν προ‐
35γόνων κακίαν διαδεξάμενοι, καὶ δυσέκνιπτον ἔχοντες, διὰ τὸ χρονίῳ ἔθει βεβαιωθῆναι. Ἕως αἰῶνος οὐκ ὄψεται φῶς. Πέμπονται γὰρ Εἰς τὸ σκότος τὸ ἐξώ‐ τερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· καὶ τοῦτο κατὰ τὴν δικαίαν κρίσιν τοῦ
40Θεοῦ ὑπομένουσιν, ἐπειδὴ ἐν τῷ βίῳ τούτῳ, διὰ τοῦ τὰ φαῦλα πράσσειν, ἐμίσουν τὸ φῶς. Ἄνθρω‐ πος, ἐν τιμῇ ὢν, οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Σχε‐
τλιαστικὴ ἡ φωνή. Ἄνθρωπος, ὁ βραχύ τι παρ’ ἀγ‐457

29

.

460

γέλους ἐλαττωθεὶς, περὶ οὗ καὶ ὁ Σολομών φησι· Μέγα ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων· οὗτος διὰ τὸ μὴ αἰσθανθῆναι τοῦ οἰκείου ἀξιώματος, ἀλλ’ ὑποκῦψαι τοῖς πάθεσι τῆς σαρκὸς, Παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς.
5tΕΙΣ ΤΟΝ ΝΘʹ ΨΑΛΜΟΝ.
6 Πρὸς τὸ πρόθυμον ἀφορῶντα τῆς ὑμετέρας ἀκοῆς, καὶ τὸ τῆς ἐμαυτοῦ δυνάμεως ἀσθενὲς, ὑπῆλθέ μέ τις εἰκὼν παιδίου νεανικωτέρου λοιπὸν, οὔπω μέντοι ἀπο‐ γεγαλακτισμένου, διοχλοῦντος δὲ τὴν μητρῴαν
10θηλὴν ὑπ’ ἀῤῥωστίας κατεψυγμένην· ᾧ κἂν αἰσθά‐ νηται ἡ μήτηρ ξηρὰς ἔχουσα τὰς πηγὰς τοῦ γάλα‐ κτος, ἑλκομένη καὶ σπαρασσομένη παρ’ αὐτοῦ τὸν μαζὸν ἐπιδίδωσιν· οὐχ ἵνα θρέψῃ τὸ νήπιον, ἀλλ’ ἵνα παύσῃ κλαυθμυριζόμενον. Καὶ τοίνυν εἰ
15καὶ τὰ ἡμέτερα κατεξηραμμένα τῇ μακρᾷ ταύτῃ καὶ ποικίλῃ τοῦ σώματος ἀῤῥωστίᾳ, ὅμως πρόκειται ὑμῖν, οὐκ ἀπόλαυσιν ἀξιόλογον, ἀλλὰ πληροφορίαν τινὰ παρεχόμενα, διότι τῆς ἀγάπης ὑμῶν τὸ ὑπερ‐ βάλλον ἀρκεῖται καὶ μόνῃ τῇ φωνῇ τὸν ἐφ’ ἡμῖν πό‐
20θον καταπραῧναι. Προσειρήσθω τοίνυν ἡ τοῦ Θεοῦ Ἐκκλησία, καὶ διδασκέσθω λέγειν ὅπερ ἀρτίως ἐλέγομεν· Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ μα‐ ταία σωτηρία ἀνθρώπου. Ὥστε τάχα οὐδὲ τὸ προφα‐ σίζεσθαι ἀῤῥωστίαν ἡμῖν ἡ τοῦ ψαλμοῦ διάνοια συγ‐
25χωρεῖ, εἴπερ ἡ θλίψις βοηθείας πρόξενος, ἀλλ’ οὐκ ἀσθενείας ἐστὶν ἀφορμή. Τοῖς οὖν ἀπωσμένοις διὰ τὰς ἁμαρτίας, εἶτα διὰ φιλανθρωπίαν Θεοῦ πάλιν προσδεχθεῖσιν εὔκαιρον λέγειν· Ὁ Θεὸς, ἀπώσω ἡμᾶς, καὶ καθεῖλες ἡμᾶς· ὠργίσθης, καὶ ᾠκτεί‐
30ρησας ἡμᾶς. Μᾶλλον δὲ, ἐπειδὴ εἰς ἀκολουθίαν ὁ λό‐ γος τῆς τοῦ ψαλμοῦ διανοίας ἐνέπεσε, δεῦρο μετρίως ἁψώμεθα αὐτοῦ τῆς ἐξηγήσεως. Ἡ ἱστορία τοῦ προκειμένου ψαλμοῦ αὐτολεξεὶ μὲν, κατὰ τὴν ἐπιγραφὴν, οὐδέπω καὶ νῦν εὕρηταί
35που κειμένη τῶν θεοπνεύστων ἱστοριῶν· τὰ μέντοι ἰσοδυναμοῦντα αὐτῇ τοῖς φιλοπόνως ἐρευνῶσιν ἐν τῇ δευτέρᾳ βίβλῳ τῶν Βασιλειῶν εὑρεθήσεται, ἐν ᾗ γέγραπται· Καὶ ἐπάταξε Δαβὶδ τὸν Ἀδραζὰρ υἱὸν Ῥαὰβ, βασιλέα Σωβᾶ, πορευομένου αὐτοῦ
40ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν Εὐ‐ φράτην. Καὶ προκατελάβετο Δαβὶδ τῶν αὐτοῦ χί‐ λια ἅρματα, καὶ ἑπτὰ χιλιάδας ἱππέων, καὶ εἴκο‐ σι χιλιάδας ἀνδρῶν πεζῶν. Καὶ παρέλυσε Δαβὶδ
πάντα τὰ ἅρματα, καὶ ὑπελείπετο ἐξ αὐτῶν ἑκα‐459

29

.

461

τὸν ἅρματα. Καὶ μετὰ βραχέα λέγει· Καὶ ἐβασί‐ λευσε Δαβὶδ ἐπὶ Ἰσραὴλ, καὶ ἦν Δαβὶδ ποιῶν κρίμα καὶ δικαιοσύνην, καὶ Ἰωὰβ υἱὸς Σαρουΐας ἐπὶ τῆς στρατιᾶς. Καὶ μετ’ ὀλίγα· Καὶ ἀπέστειλαν
5οἱ υἱοὶ Ἀμμὼν, καὶ ἐμισθώσαντο τὴν Συρίαν Ῥοὼβ, καὶ τὴν Συρίαν Σωβᾶ εἴκοσι χιλιάδας ἀνδρῶν· καὶ εἶδεν Ἰωὰβ, ὅτι ἐγενήθη πρὸς αὐτὸν ἀντιπρόσωπον τοῦ πολέμου, καὶ ἐπέλεξεν ἐκ πάντων τῶν υἱῶν Ἰσραὴλ, καὶ παρετάξαντο
10ἐξεναντίας Συρίας. Καὶ εἶδον οἱ δοῦλοι Ἀδρα‐ ζὰρ, ὅτι ἔπταισαν ἀπέναντι Ἰσραὴλ, καὶ ηὐτο‐ μόλησαν ἐπὶ Ἰσραὴλ, καὶ ἐδούλευσαν αὐτοῖς. Ταύτῃ τῇ περικοπῇ τῆς ἱστορίας εὑρίσκομεν τὴν ἐπιγραφὴν τοῦ ψαλμοῦ συμβαίνουσαν· πλήν γε
15ὅτι ὁ χρόνος ἐστὶ τῆς στηλογραφίας ταύτης, καθ’ ὃν λαμπρότατος ἑαυτοῦ καὶ περιφανέστατος ἦν ἐν τοῖς κατὰ πόλεμον ἀνδραγαθήμασιν ὁ Δαβίδ. Ὥστε ζητή‐ σεως ἄξιον, πῶς ἀπὸ ὀδυρμῶν καὶ θρήνων ἄρχεται, δέον περιχαρῆ εἶναι καὶ εὔθυμον ἐπὶ τοῖς κατορθώ‐
20μασιν. Ἄλλαι γὰρ ἑορταζόντων φωναὶ, καὶ ἄλλαι σκυθρωπαζόντων. Ἐπινίκια δὲ ἑορτῆς ὑπόθεσις παν‐ δήμου, οὐ στρατιώταις μόνον, ἀλλὰ καὶ γεωργοῖς, καὶ ἐμπόροις, καὶ χειροτέχναις, καὶ πᾶσι τοῖς μετ‐ έχουσι τῶν ἀγαθῶν τῆς εἰρήνης. Πῶς οὖν,
25Θεὸς, ἀπώσω ἡμᾶς, καὶ καθεῖλες ἡμᾶς; Καὶ μὴν προσελάβετο τοὺς νενικηκότας. Πῶς δὲ καθεῖλεν οὓς τοσοῦτον ηὔξησε, προσθεὶς αὐτοῖς ὅπλα, καὶ ἅρματα, καὶ ἵππους, καὶ ὑπηκόους καὶ χώραν ὑπόφορον, τὴν Ἀραβίαν πᾶσαν, τὴν Φοινικὴν, τὴν Μέσην τῶν
30ποταμῶν; Ἄξιον ἐπιστῆσαι, μή τινα ἀχαριστίαν ἔχει τὰ ῥήματα. Ὁ γὰρ ἀνελὼν μὲν πρότερον τὸν Ἀδρα‐ ζὰρ βασιλέα Σωβᾶ, λαβὼν δὲ παρ’ αὐτοῦ χίλια ἅρμα‐ τα, καὶ ἑπτὰ χιλιάδας ἱππέων, καὶ εἴκοσι χιλιάδας πεζῶν, πάλιν δὲ τὸν Συρίας βασιλέα ἐπιβοηθοῦντα
35τῷ ἐπταικότι δουλωσάμενος, καὶ ὑπόφορον καταστή‐ σας, καὶ ἐν μιᾷ καιροῦ ῥοπῇ εἴκοσι καὶ δύο χιλιά‐ δας αὐτοῦ καταφονεύσας, καὶ τρίτην νίκην τοὺς υἱοὺς Ἀμμὼν νικήσας παραταξαμένους παρὰ τὴν θύραν τῆς πόλεως διὰ Ἰωὰβ τοῦ ἀρχιστρατήγου, ὃς
40διελὼν δίχα τὴν δύναμιν, τοῖς μὲν ἀπήντα κατὰ πρόσωπον, τοὺς δὲ κατὰ νότου περιελθὼν ἐχειρώ‐ σατο· πῶς ἐπὶ τοῖς τοιούτοις ἀνδραγαθήμασι στυγνὰ οὕτω καὶ κατηφῆ φθέγγεται, λέγων· Ὁ Θεὸς, ἀπ‐ ώσω ἡμᾶς, καὶ καθεῖλες ἡμᾶς· ὠργίσθης, καὶ
45ᾠκτείρησας ἡμᾶς; Ἀλλ’ ὁ μὲν καιρὸς τῆς στηλο‐ γραφίας οὗτος ἦν ὁ τῶν κατορθωμάτων· ἡ δὲ δύναμις
τῶν γεγραμμένων εἰς τὸ τέλος ἔχει τὴν ἀναφοράν·461

29

.

464

τέλος δὲ λέγει τὸ ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐκβήσε‐ σθαι μέλλον. Διὸ καὶ τοῖς ἀλλοιωθησομένοις γεγράφθαι φησὶ τὸν ψαλμόν. Ἔστι δὲ ἁπαξαπλῶς περὶ παντὸς τοῦ γένους τῶν ἀνθρώπων νοῆσαι, ὡς εἰς πάντας τῆς
5ἀπὸ τοῦ ψαλμοῦ διαβαινούσης ὠφελείας. Ἀλλοιούμε‐ νοι γὰρ καὶ ἀλλοιωθησόμενοι οἱ μήτε τὴν τοῦ σώμα‐ τος ἕξιν τὴν αὐτὴν διασώζοντες, μήτε ἐπὶ τῆς γνώ‐ μης ἀεὶ τῆς αὐτῆς βεβηκότες, ἀλλὰ τὸ μὲν σῶμα κα‐ τὰ τὰς τῶν ἡλικιῶν μεταβολὰς ἀλλοιούμενοι, τὴν δὲ
10διάνοιαν πρὸς τὰς ποικιλίας τῶν συμπτωμάτων με‐ τατιθέμενοι. Ἄλλοι μὲν γάρ ἐσμεν παῖδες, καὶ ἄλλοι ἔφηβοι, καὶ ἀνδρωθέντες ἕτεροι, καὶ ἀπογηράσαντες πάλιν παντελῶς ἀλλοιούμεθα. Καὶ ἄλλοι μὲν ἐν ταῖς φαιδροτέραις ἐσμὲν καταστάσεσι τῶν πραγμά‐
15των· ἄλλοι δὲ ἐξ ἄλλων γινόμεθα τραχυτέρᾳ συντυ‐ χίᾳ καιρῶν κεχρημένοι· ἄλλοι νοσοῦντες, καὶ ἄλ‐ λοι εὐπαθοῦντες· ἄλλοι ἐν γάμοις, καὶ ἄλλοι ἐν πένθεσιν. Ἢ διὰ τὸ μὴ εἰρῆσθαι, Τοῖς ἀλλοιουμέ‐ νοις, ἀλλὰ, Τοῖς ἀλλοιωθησομένοις, καὶ τὴν φωνὴν
20ἔνδειξιν ἔχειν προφητείας, τῷ εἰς τὸ μέλλον ἐκ‐ κεκλίσθαι τὸν χρόνον, ἀκολουθότερον ἐννοεῖν τοὺς ἀλ‐ λοιωθησομένους τοὺς μέλλοντας, τὴν πρὸς τὰ μάταια τῶν πατέρων συνήθειαν ἀφέντας, τῇ κατὰ τὸ Εὐαγγέλιον ἀκριβείᾳ κανονίζειν τὴν πολιτείαν. Οὐ
25τοίνυν τοῖς τότε Ἰουδαίοις ὁ ψαλμὸς γέγραπται, ἀλλ’ ἡμῖν τοῖς ἀλλοιωθησομένοις, τοῖς τὴν πολυθεΐαν εἰς εὐσέβειαν διαμείβουσι, τὴν περὶ τὰ εἴδωλα πλά‐ νην εἰς τὴν τοῦ ποιήσαντος ἡμᾶς ἐπίγνωσιν· τοῖς ἀντὶ ἡδονῆς παρανόμου σωφροσύνην ἔννομον αἱ‐
30ρουμένοις· ἀντὶ αὐλῶν, καὶ χορῶν, καὶ μέθης, ψαλ‐ μὸν, καὶ νηστείαν, καὶ προσευχὴν μεταλαμβάνουσιν. Ἡμῖν οὖν γεγράφθαι τὸν ψαλμὸν εἰπών τις, οὐκ ἂν ἁμάρτοι τῆς ἀληθείας. Διὸ καὶ ἡμέτερά ἐστι τὰ θεῖα λόγια, καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, ὡς θεό‐
35πεμπτα δῶρα, καθ’ ἕκαστον σύλλογον ὑπαναγινώ‐ σκεται, οἷόν τις τροφὴ ψυχῶν χορηγουμένη διὰ τοῦ Πνεύματος. Ἀλλὰ καὶ εἰς στηλογραφίαν γέγραπται ὁ ψαλμός· τουτέστι, μὴ πάρεργος ἔστω αὐτοῦ ἡ ἀκρόασις· μηδὲ, ὥσπερ τὰ ἐν τῇ εὐφθάρτῳ ὕλῃ γρα‐
40φόμενα ταχὺν λαμβάνει τὸν ἀφανισμὸν, οὕτως ἐν τῇ σεαυτοῦ διανοίᾳ πρὸς ὀλίγον ἐγχαράξας τῇ μνή‐ μῃ, εἶτα συγχωρήσῃς αὐτὰ συγχυθῆναι καὶ ἀφανισθῆναι· ἀλλ’ ἔχε ἐνεστηλιτευμένα σου τῇ ψυχῇ· τουτέστιν ἀκίνητα καὶ πάγια εἰς πάντα τὸν χρόνον
45ἐνιδρυμένα τῇ μνήμῃ. Ἐὰν δὲ παρωθῆται ἡμᾶς ὁ Ἰουδαῖος ὡς ἀλλοτρίους τῶν γεγραμμένων, ἐκ τῶν γεγραμμένων αὐτὸν δυσωπήσωμεν· δηλοῦντες τὸ σύμμικτον τῆς κλήσεως· ὅπως τὰ διεστῶτα συνάγει, τὰ μακρὰν συγκαλεῖ, ἕνα ποιεῖ τοὺς πολλοὺς διὰ τῆς

29

.

464

(50)

εἰς Χριστὸν πίστεως. Ἐμός ἐστι, φησὶ, Γαλαάδ· καὶ ἐμός ἐστι Μανασσῆς. Καὶ τὸν Ἐφραῒμ463

29

.

465

εἶπε, καὶ τὸν Ἰούδαν προσελάβετο· καὶ συνηρίθμησε τὸν Μωάβ. Καὶ τῆς Ἰδουμαίας ἐπιβήσεσθαι ἀπειλεῖ· καὶ πάντων ὁμοῦ τὴν ὑποταγὴν εὐαγγελίζεται· Ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. Ὁ Θεὸς οὖν ἀπώσω ἡμᾶς. Τοὺς μακρύνοντας ἑαυτοὺς ἀπὸ σοῦ κατὰ τὴν ἀναλογίαν τῶν ἁμαρτη‐
5μάτων ἀπώσω. Τὰ συστήματα τῆς πονηρίας ἡμῶν καθεῖλες, [εὐεργετῶν ἡμᾶς διὰ τῆς ἀσθενείας.] Ὠρ‐ γίσθης, ὅτε ἦμεν φύσει τέκνα ὀργῆς, ἐλπίδα μὴ ἔχον‐ τες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ. ᾨκτείρησας ἡμᾶς, ὅτε τὸν Μονογενῆ σου προέθου ἱλαστήριον ὑπὲρ τῶν
10ἁμαρτιῶν ἡμῶν, ἵνα ἐν τῷ αἵματι αὐτοῦ τὴν ἀπολύ‐ τρωσιν εὕρωμεν. Ἃ οὐκ ἂν ἐγνωρίσαμεν εὐεργετού‐ μενοι, εἰ μὴ ἐπότισας ἡμᾶς Οἶνον κατανύξεως. Οἶνον λέγει τὸν λόγον τὸν τὴν πεπωρωμένην καρδίαν εἰς συναίσθησιν ἄγοντα. Ἔδωκας τοῖς φοβου‐
15μένοις σε σημείωσιν, τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου. Μωϋσῆς μὲν τὰς φλιὰς τῶν Ἰσραηλι‐ τῶν τῷ αἵματι τοῦ προβάτου κατεσημήνατο· σὺ δὲ ἔδωκας ἡμῖν σημείωσιν, αὐτὸ τὸ αἷμα τοῦ ἀμώμου ἀμνοῦ τοῦ σφαγιασθέντος ὑπὲρ τῆς ἁμαρ‐
20τίας τοῦ κόσμου. Καὶ Ἰεζεκιὴλ ἐπὶ τὰ μέτωπα τῶν προσώπων δίδοσθαι λέγει τὸ σημεῖον. Πορεύε‐ σθε γὰρ, φησὶν, ὀπίσω αὐτοῦ, καὶ κόπτετε· μὴ φείσησθε· μηδὲ ἐλεήσητε. Πρεσβύτερον, καὶ νεανίσκον, καὶ νήπιον, καὶ παρθένον, καὶ γυναῖ‐
25κας ἀποκτείνατε εἰς ἐξάλειψιν· ἐπὶ δὲ πάντας, ἐφ’ οὕς ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε. Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ, Ἀγαλλιάσομαι, καὶ διαμεριῶ Σίκιμα. Σίκιμα τὸ ἐξαίρετον χωρίον, τῷ Ἰωσὴφ παρὰ τοῦ Ἰακὼβ δεδομένον, τύπος τῆς
30διαθήκης τῆς μόνῳ δοκούσης τῷ Ἰσραὴλ δεδωρῆσθαι. Τὴν τοίνυν ἐξαίρετον διαθήκην καὶ κληρονομίαν τοῦ λαοῦ ταύτην εἰς μερισμὸν ἄξω, καὶ κοινὴν ποιήσω πρὸς τοὺς λοιπούς. Διαμερισθείσης οὖν τῆς διαθήκης εἰς πάντας, καὶ τοῦ ἀπ’ αὐτῆς ὠφελίμου κοινοῦ πᾶ‐
35σι τοῖς εὐεργετουμένοις παρὰ Θεοῦ γινομένου, τότε καὶ ἡ κοιλὰς τῶν σκηνῶν διαμετρηθήσεται· τουτ‐ έστιν, ἡ οἰκουμένη πᾶσα, οἱονεὶ κλήροις τισὶ, ταῖς καθ’ ἕκαστον τόπον παροικίαις διαιρεθήσεται. Τότε καὶ τὰ διεστῶτα συνάψει, Ὁ εἰρηνοποιῶν εἴτε τὰ
40ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς· Καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὰ ἀμφό‐ τερα ποιήσει ἕν. Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μανασ‐ σῆς. Ἔγγονος τοῦ Μανασσῆ ὁ Γαλαάδ· ἵνα δείξῃ
45τὴν τῶν πατριαρχῶν ἀκολουθίαν παρὰ Θεοῦ καθή‐ κουσαν, ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα. Καὶ Ἐφραῒμ ἀντίληψις τῆς κεφαλῆς μου· Ἰούδας βασιλεύς
μου. Τὰ ἀποῤῥαγέντα μέρη συνάπτει διὰ τῆς ὁμο‐465

29

.

468

νοίας. Ὁ Μωὰβ τῆς ἐλπίδος λέβης. Ἢ, Λέβης, φησὶ, λουτροῦ, ἄλλος τις τῶν ἑρμηνευσάντων· ἢ, Λέβης ἀμεριμνίας· τουτέστιν, ὁ ἀπόβλητος ἄν‐ θρωπος, ὁ ἀπειλὴν ἔχων μὴ εἰσελεύσεσθαι εἰς Ἐκ‐
5κλησίαν Κυρίου. Οὐκ εἰσελεύσεται γὰρ Μωαβίτης καὶ Ἀμμανίτης ἕως τρίτης καὶ ἕως δεκάτης γενεᾶς, καὶ εἰς τὸν αἰῶνα χρόνον. Ὅμως ἐπειδὴ τὸ βάπτισμα ἄφεσιν ἔχει ἁμαρτημάτων, καὶ ἀμεριμνίας πρόξενον γίνεται τοῖς καταχρέοις, τὴν διὰ τοῦ βαπτίσματος
10ἀπολύτρωσιν καὶ πρὸς Θεὸν οἰκείωσιν ἐνδεικνύμενος, Μωὰβ, φησὶ, λέβης ἐστὶ λουτροῦ, ἢ, Λέβης ἀμερι‐ μνίας. Πάντες οὖν ἀλλόφυλοι ὑπετάγησαν τῷ ζυ‐ γῷ τοῦ Χριστοῦ ὑποκύψαντες· διὰ τοῦτο ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβαλεῖ τὸ ἑαυτοῦ ὑπόδημα. Ὑπόδημα
15δὲ τῆς θεότητος ἡ σὰρξ ἡ θεοφόρος, δι’ ἧς ἐπέβη τοῖς ἀνθρώποις. Ἐπὶ ταύτῃ τῇ ἐλπίδι μακαρίζων τὸν καιρὸν τῆς τοῦ Κυρίου ἀποδημίας ὁ Προφήτης φησί· Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; Τάχα τὴν Ἐκ‐ κλησίαν λέγει· πόλιν μὲν, διὰ τὸ σύστημα εἶναι νο‐
20μίμως οἰκούμενον· περιοχῆς δὲ διὰ τὴν τῆς πί‐ στεως περιβολήν. Ὅθεν εὐσημότατά τις τῶν ἑρμη‐ νευσάντων ἐκδέδωκεν, Εἰς πόλιν περιπεφραγμένην. Τίς οὖν δώσει μοι τὸ μέγα τοῦτο θέαμα ἰδεῖν, Θεὸν ἀνθρώποις ἐπιδημοῦντα; Τοῦτό ἐστι τὸ εἰρημέ‐
25νον παρὰ τοῦ Κυρίου· ὅτι Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον. Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως. Μὴ ἀπὸ ἰσχύος ζητήσωμεν τὴν βοήθειαν· μὴ ἀπὸ εὐπα‐
30θείας σαρκός· ἀπὸ μηδενὸς τῶν παρὰ ἀνθρώ‐ ποις νενομισμένων περιφανῶν ἀξιώσωμεν τυχεῖν τῆς ἀντιλήψεως. Οὐκ ἐν περιβολῇ χρημάτων, οὐκ ἐν δυνάμεως ὄγκῳ, οὐκ ἐν ὑψώματι δόξης τὸ κρατεῖν περιγίνεται, ἀλλ’ ἐκ τῆς καθ’ ὑπερβολὴν θλίψεως
35χαρίζεται Κύριος τοῖς ἐκζητοῦσιν αὐτὸν τὴν βοήθειαν. Τοιοῦτος ἦν καὶ ὁ Παῦλος, καυχήματα ἑαυτοῦ τὰς θλίψεις ποιούμενος. Διὰ τοῦτο ἠδύνατο λέγειν· Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι. Δὸς οὖν ἡμῖν, Κύριε, βοήθειαν ἐκ θλίψεως· ἐπειδὴ ἡ θλίψις ὑπομονὴν
40κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλ‐ πίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Ὁρᾷς ποῦ ἀνάγει σε ἡ θλίψις; Εἰς τὴν ἀκαταίσχυντον ἐλπίδα. Νοσεῖς;
εὐθύμει, ὅτι Ὃν ἀγαπᾷ Κύριος, παιδεύει. Πτω‐467

29

.

469

χεύεις; εὐφραίνου, ὅτι Λαζάρου σε τὰ ἀγαθὰ διαδέξεται. Ἀτιμάζῃ διὰ τὸ ὄνομα τοῦ Χριστοῦ; Μακάριος εἶ, ὅτι σου ἡ αἰσχύνη εἰς ἀγγέλου δό‐ ξαν μεταβληθήσεται. Πείσωμεν ἑαυτοὺς, ἀδελφοὶ, ἐν
5καιρῷ πειρασμοῦ, μὴ πρὸς ἀνθρωπίνας ἐλπίδας ἀπο‐ τρέχειν, μηδὲ ἐκεῖθεν ἑαυτοῖς τὰς βοηθείας θηρᾶσθαι, ἀλλ’ ἐν δάκρυσι καὶ στεναγμοῖς, καὶ φιλοπόνῳ προσ‐ ευχῇ, καὶ ἀγρυπνίᾳ εὐτόνῳ τὰς δεήσεις ποιεῖσθαι. Οὗτος γὰρ λαμβάνει βοήθειαν ἐκ θλίψεως, ὁ τῆς ἀν‐
10θρωπίνης βοηθείας ὡς ματαίας καταφρονῶν, καὶ τῇ ἐπὶ τὸν σώζειν δυνάμενον ἡμᾶς ἐλπίδι στηριζόμενος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
14tΕΙΣ ΤΟΝ ΞΑʹ ΨΑΛΜΟΝ.
15tΕἰς τὸ τέλος ὑπὲρ Ἰδιθοὺμ, ψαλμὸς τῷ Δαβίδ.
16 Δύο ψαλμοὺς ἔγνωμεν Ὑπὲρ Ἰδιθοὺμ ἔχοντας τὴν ἐπιγραφήν· τόν τε τριακοστὸν ὄγδοον καὶ τὸν ἐν χερσί. Καὶ λογιζόμεθα μὲν Δαβὶδ εἶναι τὴν σύνταξιν τῆς πραγματείας· τῷ μέντοι Ἰδι‐
20θοὺμ δεδόσθαι εἰς ὠφέλειαν αὐτοῦ, ἐπὶ διορθώσει τῶν ἐν τῇ ψυχῇ παθημάτων, καὶ εἰς μελῳδίαν τὴν ἐπὶ τοῦ λαοῦ· δι’ ἧς καὶ ὁ Θεὸς ἐδοξάζετο, καὶ οἱ ἀκούοντες τῆς ἁρμονίας ἐπανωρθοῦντο τὰ ἤθη. Ἦν γὰρ καὶ ὁ Ἰδιθοὺμ ἱεροψάλτης, ὡς μαρτυρεῖ ἡμῖν ἡ
25ἱστορία τῶν Παραλειπομένων, λέγουσα· Καὶ μετ’ αὐ‐ τῶν Αἰμὰν καὶ Ἰδιθοὺμ, σάλπιγγές τε καὶ κύμβαλα τοῦ ἀναφωνεῖν, καὶ ὄργανα τῶν ᾠδῶν τοῦ Θεοῦ. Καὶ μετ’ ὀλίγα φησί· Καὶ ἔστησε Δαβὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως
30εἰς τὰ ἔργα τοὺς υἱοὺς Ἀσὰφ, καὶ Αἰμὰν, καὶ Ἰδιθοὺμ, τοὺς ἀποφθεγγομένους ἐν κινύραις, καὶ ἐν νάβλαις, καὶ ἐν τυμπάνοις. Περὶ ὑπομονῆς τοί‐ νυν ἑκάτερος ψαλμὸς τὴν πλείστην ποιεῖται πρα‐ γματείαν, δι’ ἧς καταστέλλεται μὲν τῆς ψυχῆς τὸ
35θυμούμενον, ὑπερηφανίας δὲ πάσης ἐξορισθείσης, κατορθοῦται ταπείνωσις. Ἀμήχανον γὰρ τὸν μὴ κα‐ ταδεξάμενον τὸ πρὸς πάντας ὑποδεὲς καὶ ἔσχατον δυνηθῆναί ποτε ἢ λοιδορούμενον θυμοῦ κρατῆσαι, ἢ θλιβόμενον διὰ μακροθυμίας περιγενέσθαι τῶν πει‐
40ρασμῶν. Ὁ γὰρ τὴν ἄκραν ταπείνωσιν κατορθώ‐ σας, ἐν μὲν ταῖς λοιδορίαις πλείονα ἑαυτοῦ προκατα‐ γνοὺς τὴν εὐτέλειαν, οὐ κινηθήσεται τὴν ψυχὴν ὑπὸ τῶν ῥημάτων τῆς ἀτιμίας· ἀλλ’ ἐὰν μὲν ἀκούσῃ πένης, οἶδεν ἑαυτὸν πτωχὸν ὄντα, καὶ πάντων ἐνδεῆ,
45καὶ τῆς καθ’ ἡμέραν παρὰ τοῦ Κυρίου χορηγίας ἐπι‐
δεόμενον· ἐὰν δὲ ἀκούσῃ δυσγενὴς καὶ ἐξ ἀφανῶν,469

29

.

472

προειλημμένον ἔχει ἐν τῇ ἑαυτοῦ καρδίᾳ τὸ ἐκ πηλοῦ γεγενῆσθαι. Διὰ τοῦτο ἐκεῖ μέν φησιν, Εἶπα, Φυλάξω τὰς ὁδούς μου, καὶ διηγεῖται τοῦ ἁμαρτωλοῦ τὴν ἐπισύστασιν, καὶ τὴν οἰκείαν μακροθυμίαν· Ἐν τῷ
5συστῆναι γὰρ, φησὶ, τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐκωφώθην καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγα‐ θῶν· εἶτα προϊὼν λέγει· Πλὴν τὰ σύμπαντα μα‐ ταιότης, πᾶς ἄνθρωπος ζῶν· εἶτα, Θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά. Ἐν δὲ τῷ
10προκειμένῳ ψαλμῷ ἄρχεται διαπορητικῶς, οἱονεὶ τῇ ἑαυτοῦ ψυχῇ διαλεγόμενος, ὡς ἐξ ἀκολουθίας τῶν προειρημένων. Ἵνα γὰρ μὴ τῷ φρονήματι τῆς σαρκὸς ἡ ψυχὴ ὑποταγεῖσα, πρὸς ὀργὰς καὶ λύπας διερεθίζηται, ἵνα τί, φησὶ, δούλην ποιοῦμαι
15πονηρῶν παθῶν τὴν ψυχὴν, παρὰ τοῦ κτίσαντος αὐ‐ τὴν Θεοῦ τὴν ἡγεμονίαν τοῦ σώματος καὶ τῶν ἐν αὐτῷ παθημάτων πεπιστευμένην; Δεῖ τοίνυν ἄρχειν μὲν τῶν παθῶν, δουλεύειν δὲ τῷ Θεῷ. Ἀμήχανον γὰρ αὐτὴν καὶ ὑπὸ τῆς ἁμαρτίας βασιλεύεσθαι, καὶ ὑπὸ
20τοῦ Θεοῦ· ἀλλὰ δεῖ κακίας μὲν ἐπικρατεῖν, τῷ Δε‐ σπότῃ δὲ τῶν ὅλων ὑποτετάχθαι. Διὰ τοῦτο ἀποτει‐ νόμενος ὁ Προφήτης τῷ ἐπάγοντι τοὺς πειρασμοὺς, καὶ τὸν πολὺν ὄχλον αὐτῷ τῶν κακῶν ἐπεγεί‐ ροντι, καὶ σπουδὴν ἔχοντι δουλαγωγῆσαι τὸ φρόνημα
25τοῦ πνεύματος, καὶ ὑποῤῥῖψαι αὐτὸ τῇ σαρκὶ, οἷον ἐλέγχων αὐτοῦ ματαίαν οὖσαν τὴν κατ’ αὐτοῦ ἐπί‐ νοιαν, ταῦτά φησι· Τί με βιάζῃ δουλεύειν οἷς μὴ θέμις; Ἔχω Δεσπότην, γνωρίζω τὸν ἀληθῶς Βασιλέα. Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρ’ αὐτοῦ γὰρ τὸ σωτήριόν μου. Τὴν αἰτίαν εἶπε τῆς περὶ τὴν ὑποταγὴν σπουδῆς· ὅτι τὸ σωτήριον
30παρὰ τοῦ Θεοῦ. Ἴδιον γὰρ Δημιουργοῦ τὸ τῶν ἑαυτοῦ ποιημάτων τῆς ἀσφαλείας φροντίζειν. Ἢ, Παρ’ αὐτοῦ τὸ σωτήριον· ἐπειδὴ προφητικῶς προορώμε‐ νος τὴν μέλλουσαν ἔσεσθαι χάριν τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου, ταῦτά φησιν· ὅτι δουλεύειν δεῖ τῷ Θεῷ,
35καὶ ἀγαπᾷν αὐτὸν, ὃς τηλικαύτην εὐεργεσίαν εἰς τὸ γένος τῶν ἀνθρώπων προκατεβάλετο, ὡς μηδὲ τοῦ ἰδίου Υἱοῦ φείσασθαι, ἀλλ’ ὑπὲρ πάντων ἡμῶν παρα‐ δοῦναι. Σωτήριον γὰρ ἔθος ὀνομάζειν τῇ Γραφῇ τὸν Χριστὸν τοῦ Θεοῦ· ὥς που καὶ Συμεών φησι· Νῦν
40ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου. Ὑποταγησώ‐ μεθα οὖν τῷ Θεῷ, διότι παρ’ αὐτοῦ τὸ σωτήριον. Τί δέ ἐστι τὸ σωτήριον, ἑρμηνεύει. Οὐκ ἐνέργειά τις ψιλὴ, χάριν τινὰ ἡμῖν παρεχομένη εἰς ἀπαλ‐
45λαγὴν ἀσθενείας, καὶ σώματος εὐεξίαν. Ἀλλὰ τί ἐστι τὸ σωτήριον; Καὶ γὰρ αὐτὸς Θεός μου καὶ Σωτήρ μου, ἀντιλήπτωρ μου οὐ μὴ σα‐ λευθῶ ἐπὶ πλεῖον. Θεὸς ἡμῶν ἐστιν ὁ ἐκ τοῦ
Θεοῦ Υἱός. Ὁ αὐτὸς καὶ Σωτὴρ τοῦ γένους τῶν471

29

.

473

ἀνθρώπων, ὁ τὸ ἀσθενὲς ἡμῶν ὑπερείδων, ὁ τὸν ἐκ τῶν πειρασμῶν ἐγγινόμενον ταῖς ψυχαῖς ἡμῶν σάλον ἐπανορθούμενος. Οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον· ἀνθρωπίνως ὁμολογεῖ τὸν σάλον. Ἐπὶ πλεῖον,
5Ἀμήχανον γὰρ ἐν ἀνθρώπου ψυχῇ μὴ γενέσθαι τινὰ σάλον ἀπὸ τῶν πειρασμῶν. Ἕως μὲν οὖν μι‐ κρὰ ἁμαρτάνομεν καὶ ὀλίγα, ὥσπερ τὰ φυτὰ ὑπὸ πραείας αὔρας περιδονούμενοι, ἠρέμα πως σα‐ λευόμεθα· ἐπειδὰν δὲ πλείω καὶ μείζονα ᾖ τὰ κακὰ,
10κατὰ τὴν ἀναλογίαν τῆς τῶν ἁμαρτημάτων αὐξήσεως καὶ ὁ σάλος ἐπιτείνεσθαι πέφυκε. Καὶ οἱ μὲν ἐπὶ πλεῖον σαλεύονται· οἱ δὲ μέχρι τοῦ καὶ αὐτόῤῥιζοι ἀνατραπέντες καταβληθῆναι, ὅταν λαίλαπος πάσης βιαιότερον τὰ πνευματικὰ τῆς πονηρίας τὰς οἱονεὶ
15ῥίζας τῆς ψυχῆς, αἷς ἐπεστήρικτο τῇ πίστει τῇ κατὰ Θεὸν, ἀποῤῥήξῃ. Ἐγὼ τοίνυν, φησὶν, ἐσαλεύθην μὲν ὡς ἄνθρωπος· ἐπὶ πλεῖον δὲ οὐ μὴ σαλευθῶ, διὰ τὸ ἀντιστηρίζεσθαι τῇ δεξιᾷ χειρὶ τοῦ Σωτῆρος. Ἕως πότε ἐπιτίθεσθε ἐπ’ ἄνθρωπον; φονεύετε
20πάντες ὑμεῖς, ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ; Πάλιν τοῖς πονηροῖς ὑπηρέταις τοῦ δια‐ βόλου μάχεται, τὴν ἀμετρίαν αἰτιώμενος ὁ λόγος τῆς παρ’ αὐτῶν ἐπαγομένης ἐπιβουλῆς. Ὅτι οἱ μὲν ἅν‐ θρωποί εἰσι ζῶον ἀσθενές· ὑμεῖς δὲ ἐπιτίθεσθε, οὐκ
25ἀρκούμενοι τῇ πρώτῃ προσβολῇ· ἀλλὰ καὶ δευτέραν καὶ τρίτην ἐπάγετε, ἕως ἂν οὕτω τὴν ψυχὴν τοῦ πα‐ ραπεσόντος ὑμῖν καταστρέψητε, ὥστε γενέσθαι παραπλησίαν τοίχῳ κλιθέντι καὶ φραγμῷ ἀνατραπέν‐ τι. Τοῖχος δὲ, ἕως μὲν ὅτε τὴν ὀρθὴν διαφυλάσσει στά‐
30σιν, πάγιος μένει· ἐπειδὰν δὲ κλιθῇ, ἀνάγκη πᾶσα αὐτὸν διαλυθέντα πεσεῖν. Τὰ μὲν γὰρ ἡνωμένα βάρη μετὰ τὴν κλίσιν ὀρθοῦται, τὰ δὲ ἐκ πλειόνων συγκείμενα, ἐπειδὰν ἐφ’ ἓν τὴν ῥοπὴν πάθῃ, οὐκέτι δέχεται τὴν ἐπανόρθωσιν. Ἐνδείκνυται τοίνυν ὁ λόγος,
35ὅτι ἡ φύσις ἡ τοῦ ἀνθρώπου, σύνθετος οὖσα, ἐκλίθη μὲν ὑπὸ τῆς ἁμαρτίας, λυθῆναι δὲ πάντως αὐτὴν χρή· ὥστε, ὑπὸ τοῦ ἐξ ἀρχῆς οἰκοδομήσαντος αὐτὴν τεχνίτου πά‐ λιν ἀνασκευασθεῖσαν, τὸ ἀσφαλὲς καὶ ἀκατάλυτον καὶ πρὸς δευτέραν πτῶσιν ἀνεπιβούλευτον ἀπολαβεῖν.
40Θεοῦ γεώργιον, φησὶ, Θεοῦ οἰκοδομή ἐστε. Τὴν οἰκοδομὴν ταύτην κατέσεισεν ὁ ἐχθρός· τὰ γενόμενα ἐν αὐτῇ ῥήγματα ἀνεσκεύασεν ὁ Δημιουργός. Οὕ‐ τως ἀναγκαία μὲν ἡ πτῶσις διὰ τὴν ἁμαρτίαν, με‐ γάλη δὲ ἡ ἀνάστασις διὰ τὴν ἀθανασίαν. Πλὴν τὴν
45τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι· ἔδραμον473

29

.

476

ἐν δίψει, τῷ στόματι αὐτῶν εὐλόγουν, καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο. Τιμὴ ἀνθρώπου τὸ αἷμα τοῦ Χριστοῦ· Τιμῆς γὰρ, φησὶν, ἠγοράσθητε· μὴ γί‐ νεσθε δοῦλοι ἀνθρώπων. Ταύτην οὖν τὴν τιμὴν
5ἐβουλεύσαντο ἄχρηστον ἡμῖν καταστῆσαι, τοὺς ἅπαξ ἐλευθερωθέντας πάλιν εἰς δουλείαν ἐνάγοντες, οἱ στρατιῶται τοῦ πονηροῦ. Ἔδραμον ἐν δίψει. Τὸ σύντονον λέγει τῆς τῶν δαιμόνων ἐπιβουλῆς, ὅτι τρέχουσι καθ’ ἡμῶν, διψῶντες ἡμῶν τὴν ἀπώλειαν.
10Τῷ στόματι αὐτῶν εὐλόγουν, καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο. Πολλοί εἰσι τὰς πονηρὰς πράξεις ἀποδεχόμενοι, καὶ χαρίεντα μὲν τὸν εὐτράπελον λέ‐ γοντες, τὸν δὲ αἰσχρολόγον πολιτικόν· τὸν πικρὸν καὶ ὀργίλον ἀκαταφρόνητον ὀνομάζουσι· τὸν φειδω‐
15λὸν καὶ ἀκοινώνητον ὡς οἰκονομικὸν ἐπαινοῦσι, τὸν ἄσωτον ὡς ἐλευθέριον, τὸν πόρνον καὶ ἀσελγῆ ἀπολαυστικόν τινα καὶ ἀνειμένον· καὶ ἁπαξαπλῶς πᾶσαν κακίαν ἐκ τῆς παρακειμένης ἀρετῆς ὑποκο‐ ρίζονται. Οἱ τοιοῦτοι τῷ στόματι μὲν εὐλογοῦσι, τῇ
20δὲ καρδίᾳ καταρῶνται. Ἐν γὰρ τῇ τῶν ῥημάτων εὐφημίᾳ πᾶσαν κατάραν ἐπάγουσιν αὐτῶν τῇ ζωῇ, ὑποδίκους αὐτοὺς τῇ αἰωνίᾳ κατακρίσει δι’ ὧν ἀποδέχονται καθιστῶντες. Πάλιν τῇ ψυχῇ διαλέ‐ γεται, τὴν ὑποταγὴν αὐτῆς τὴν πρὸς τὸν Θεὸν ἐπι‐
25τείνων. Πλὴν τῷ Θεῷ, φησὶν, ὑποτάγηθι, ἡ ψυχή μου, ὅτι παρ’ αὐτοῦ ἡ ὑπομονή μου. Ἐνδεί‐ κνυται τὸ μέγεθος τῶν πειρασμῶν, καὶ τὸ τοῦ Ἀπο‐ στόλου λέγει· ὅτι οὐκ ἐάσει ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα ὑπενεγκεῖν. Παρ’ αὐτοῦ γὰρ
30ὑπομονή μου. Ἐπὶ τῷ Θεῷ τὸ σωτήριόν μου καὶ ἡ δόξα μου· ὁ Θεὸς τῆς βοηθείας μου, καὶ ἡ ἐλπίς μου ἐπὶ τῷ Θεῷ. Μακάριος ὁ μηδενὶ τῶν κατὰ τὸν βίον ὑψη‐ λῶν ἐπαγαλλόμενος, ἀλλὰ Θεὸν ἔχων τὴν ἑαυτοῦ
35δόξαν· ὁ καύχημα ἔχων ἑαυτοῦ τὸν Χριστόν· ὁ δυ‐ νάμενος λέγειν κατὰ τὸν Ἀπόστολον· Ἐμοὶ δὲ μὴ γέ‐ νοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ. Νῦν δὲ πολλοὶ μὲν ἐνδοξάζονται σώματι, οἱ περὶ τοὺς γυμνικοὺς ἐσχολακότες ἀγῶνας, ἢ ὅλως οἱ ἐπὶ τῇ
40ἀκμῇ τῆς ἡλικίας σφριγῶντες· πολλοὶ δὲ τῇ κατὰ τοὺς πολέμους ἀνδρίᾳ, οἱ καὶ τὸ φονεύειν τοὺς ὁμο‐ φύλους ἀρετὴν τιθέμενοι. Ἡ γὰρ ἐν τοῖς πολέμοις ἀριστεία καὶ τὰ τρόπαια ὑπὸ στρατηγοῦ καὶ πόλεων ἐγειρόμενα κατὰ τὴν τοῦ φονεύειν περιουσίαν γίνε‐
45ται. Ἄλλοι δοξάζονται, τείχη πόλεσι περιβάλλοντες·475

29

.

477

καὶ ἄλλοι ἐν ὑδραγωγῶν κατασκευαῖς, καὶ γυμνασίων μεγάλων οἰκοδομήμασιν. Ὁ δεῖνα δὲ τὸν πλοῦτον ἑαυτοῦ θηριομάχοις προσαναλίσκων, καὶ ταῖς ματαίαις τῶν δήμων φωναῖς ἐπαγαλλόμενος, φυσᾶται τοῖς ἐπαί‐
5νοις, καὶ μέγα φρονεῖ, τὴν δόξαν ἔχων ἐν τῇ αἰσχύνῃ αὐτοῦ· ὅς γε καὶ ἔγγραφον ἐν τοῖς περιφανέσι τῆς πόλεως τὴν ἑαυτοῦ ἁμαρτίαν ἐπὶ τῶν πινάκων δείκνυ‐ σιν. Ἄλλος ἐπὶ πλούτῳ δοξάζεται· καὶ ἄλλος, ὅτι ῥήτωρ ἐστὶ δεινός τις καὶ ἄμαχος, ἢ τῆς κατὰ τὸν
10κόσμον σοφίας ἔμπειρος. Ὧν πάντων ἐλεεῖν τὴν δόξαν προσῆκε· μακαρίζειν δὲ τοὺς τὸν Θεὸν ἑαυτῶν δόξαν ποιουμένους. Εἰ γὰρ ὁ δεῖνα μέγα φρονεῖ, ὅτι δοῦλός ἐστι βασιλέως, τιμώμενος παρ’ αὐτοῦ τὰ με‐ γάλα· πόσον σοι προσῆκεν ἐπὶ σαυτῷ μεγαλύνεσθαι,
15ὅτι δοῦλος εἶ τοῦ μεγάλου Βασιλέως, προσκληθεὶς παρ’ αὐτοῦ εἰς τὴν ἄκραν οἰκείωσιν, λαβὼν τὸ Πνεῦμα τῆς ἐπαγγελίας, ὥστε σφραγισθεὶς ἐν αὐτῷ υἱὸς ἀποδει‐ χθῆναι Θεοῦ; Ἐν ἑαυτῷ δὲ γνοὺς τὸ ὄφελος τῆς γνη‐ σίας ἐπὶ Θεὸν ἐλπίδος, ἐπὶ τὸν ἴσον ἑαυτοῦ ζῆλον παρα‐
20καλεῖ τὸν λαὸν, λέγων· Ἐλπίσατε ἐπ’ αὐτὸν, πᾶσα συναγωγὴ λαῶν, ἐκχέατε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν. Ἀμήχανόν ἐστι χωρητικοὺς ἡμᾶς γενέ‐ σθαι τῆς θείας χάριτος μὴ τὰ ἀπὸ κακίας πάθη προ‐ κατασχόντα τὰς ψυχὰς ἡμῶν ἐξελάσαντας. Εἶδον
25ἰατροὺς ἐγὼ μὴ πρότερον διδόντας τὰ σωτήρια φάρ‐ μακα, πρὶν ἐμετοῖς ἀποκενῶσαι τὴν νοσοποιὸν ὕλην, ἣν ἐκ πονηρᾶς διαίτης ἑαυτοῖς οἱ ἀκόλαστοι ἐναπ‐ έθεντο. Ἀλλὰ καὶ ἀγγεῖον προκατειλημμένον ὑπό τινος δυσώδους ὑγροῦ, μὴ ἐκπλυνθὲν, οὐ μὴ δέξηται
30τοῦ μύρου τὴν ἐπιῤῥοήν. Δεῖ τοίνυν ἐκχυθῆναι τὰ προϋπάρχοντα, ἵνα δυνηθῇ χωρηθῆναι τὰ ἐπαγό‐ μενα. Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων. Εἶδε μὴ πάντας ἀκολουθοῦντας αὐτοῦ τῷ παραγγέλματι, μηδὲ καταδεχομένους ἐλπίζειν ἐπὶ τὸν Θεὸν, ἀλλ’
35ἔχοντας τὴν ἐλπίδα ἐπὶ τὰ μάταια τοῦ βίου. Διὰ τοῦτό φησι· Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων. Διὰ τί μάταιοι; Ἐπειδὴ ψευδεῖς. Ποῦ μάλιστα αὐτῶν τὸ ψεῦδος ἐλέγχεται; Ἐν ζυγοῖς, φησὶ, τοῦ ἀδικῆσαι. Ποίοις
40φησὶ ζυγοῖς; Μὴ γὰρ πάντες ἄνθρωποι ζυγοστατοῦ‐ σι; μὴ πάντες ἐριοπῶλαι, ἢ κρεωπῶλαι, ἢ χρυσὸν ἢ ἄργυρον διατίθενται, ἢ ὅλως περὶ ταύτας τὰς ὕλας τὴν σπουδὴν ἔχουσιν, ἃς ζυγοῖς καὶ σταθμοῖς πεφύ‐ κασιν οἱ ἔμποροι διαμείβειν; Ἀλλὰ πολὺ μὲν τὸ
45τῶν βαναύσων γένος, ζυγῶν οὐδὲν εἰς τὴν ἐργασίαν αὐτῶν προσδεόμενον· πολλοὶ δὲ οἱ ναυτιλλόμενοι· πολλοὶ δὲ οἱ περὶ τὰ δικαστήρια καὶ τὸ ἄρχειν στρε‐ φόμενοι, παρ’ οἷς μὲν τὸ ψεῦδός ἐστιν, ὁ δὲ διὰ τῶν ζυγῶν δόλος οὐκ ἐπιτηδεύεται. Τί οὖν ἐστιν ὃ λέγει;

29

.

477

(50)

Ὅτι ἑκάστου ἡμῶν ἐν τῷ κρυπτῷ ζυγός τις ἐστὶ477

29

.

480

παρὰ τοῦ κτίσαντος ἡμᾶς ἐγκατασκευασθεὶς, ἐφ’ οὗ τὴν φύσιν τῶν πραγμάτων δυνατόν ἐστι διακρίνε‐ σθαι. Ἔθηκα πρὸ προσώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον, τὸ ἀγαθὸν καὶ τὸ κακόν· δύο φύσεις ἀντι‐
5κειμένας ἀλλήλαις· ἀντιστάθμησον αὐτὰς ἐπὶ τοῦ οἰκείου σεαυτοῦ κριτηρίου· ζυγοστάτησον ἀκριβῶς, τί σοι λυσιτελέστερον, τὴν πρόσκαιρον ἑλέσθαι ἡδο‐ νὴν, καὶ δι’ αὐτῆς τὸν αἰώνιον λαβεῖν θάνατον, ἢ τὴν ἐν τῇ ἀσκήσει τῆς ἀρετῆς ἑλόμενον κακοπά‐
10θειαν, ταύτῃ προξένῳ χρήσασθαι τῆς αἰωνίου τρυ‐ φῆς. Ψευδεῖς οὖν οἱ ἄνθρωποι, διεφθαρμένα ἔχον‐ τες τῆς ψυχῆς τὰ κριτήρια· οὓς καὶ ταλανίζει ὁ Προφήτης λέγων· Οὐαὶ οἱ λέγοντες τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος· οἱ λέγοντες τὸ πικρὸν γλυκὺ,
15καὶ τὸ γλυκὺ πικρόν. Ἐμοὶ, φησὶ, τὰ παρόντα· τίς δὲ οἶδε τὰ μέλλοντα; Κακῶς ζυγοστατεῖς, πονηρὰ τῶν ἀγαθῶν ἀνθαιρούμενος, τὰ μάταια τῶν ἀληθι‐ νῶν προτιμῶν, τὰ πρόσκαιρα τῶν αἰωνίων προ‐ τάσσων, τὴν παρερχομένην ἡδονὴν ἀντὶ τῆς ἀπαύ‐
20στου εὐφροσύνης καὶ διηνεκοῦς ἐκλεγόμενος. Ψευ‐ δεῖς οὖν οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι. Ἀδικοῦσι δὲ προηγουμένως μὲν ἑαυτοὺς, ἔπειτα δὲ καὶ τοὺς πλησιάζοντας, οἱ καὶ ἑαυτοῖς πονηροὶ σύμβουλοι ἐπὶ τῶν πράξεων γινόμενοι, καὶ
25ἑτέροις μοχθηρὸν ὄντες ὑπόδειγμα. Οὐκ ἔστι σοι εἰ‐ πεῖν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως· Οὐκ ᾔδειν τὸ ἀγαθόν. Προφέρεταί σοι τὰ ἴδιά σου ζυγὰ ἱκανὴν παρ‐ εχόμενα διάκρισιν ἀγαθοῦ καὶ κακοῦ. Τὰ μὲν γὰρ τοῦ σώματος βάρη ταῖς ἐπὶ τῆς τρυτάνης ῥοπαῖς δοκιμάζομεν, τὰ δὲ τοῦ βίου ἐκλεκτὰ τῷ αὐτεξουσίῳ τῆς
30ψυχῆς διακρίνομεν· ὃ καὶ ζυγὸν ὠνόμασε, διὰ τὸ ἴσην δύνασθαι λαμβάνειν τὴν ῥοπὴν ἐφ’ ἑκάτερα. Μὴ ἐλπίζετε ἐπ’ ἀδικίαν καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε. Ἄνω εἶπεν· Ἐλπίσατε ἐπ’ αὐτὸν, πᾶσα συναγωγὴ λαῶν. Εἶδε τὸ ὀκνηρὸν τῆς ὑπ‐ ακοῆς, καὶ ἀπεφήνατο, ὅτι Πλὴν μάταιοι οἱ υἱοὶ τῶν
35ἀνθρώπων. Πάλιν ἀπαγορεύει μὴ ἐλπίζειν ἐπ’ ἀδι‐ κίαν. Ὁ τὸν ἐξ ἀδικίας ἠθροισμένον πλοῦτον ἱκανὴν ἑαυτῷ πρὸς τὸ ἰσχύειν καὶ κρατεῖν ἀφορμὴν εἶναι κρίνων ὅμοιός ἐστιν ἀῤῥώστῳ ἐν τῇ περιουσίᾳ τῆς νόσου τὴν εὐεξίαν τιθεμένῳ. Μὴ ἐλπίζετε ἐπ’ ἀδι‐
40κίαν. Αὕτη σοι ἐμποδίζει πρὸς πᾶσαν ἐνέργειαν. Καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε. Μὴ εἶναι τῶν ἀλλοτρίων ἐπιθυμητὰς παραινεῖ. Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίᾳ. Ἐὰν ἴδῃς τινὰ τῶν ὑπερπλουτούντων, μὴ μακαρίσῃς αὐτοῦ τὴν
45ζωήν. Ἐάν σοι πολλαχόθεν καὶ ἐξ ἀφθόνων πηγῶν περιῤῥέῃ τὰ χρήματα, μὴ προσδέξῃ αὐτῶν τὴν πε‐ ριουσίαν. Πλοῦτος ἐὰν ῥέῃ. Θαύμασον τὴν φωνήν. Ῥευστὴ ἡ φύσις τοῦ πλούτου· χειμάῤῥου ὀξύτερον
τοὺς ἔχοντας παρατρέχει· ἄλλοτε ἄλλον πέφυκε πα‐479

29

.

481

ραμείβεσθαι. Ὥσπερ ποταμὸς ἀφ’ ὑψηλοῦ φερόμε‐ νος ἐγγίζει μὲν τοῖς παρεστῶσι τῇ ὄχθῃ, ὁμοῦ δὲ ἥψατο, καὶ εὐθὺς ἀνεχώρησεν· οὕτω καὶ ἡ τοῦ πλού‐ του εὐκολία ὀξυτάτην ἔχει καὶ ὀλισθηρὰν τὴν παρου‐
5σίαν, ἄλλους ἐξ ἄλλων παραμείβεσθαι πεφυκυῖα. Σήμερον τοῦδε ὁ ἀγρὸς, καὶ αὔριον ἑτέρου, καὶ μετ’ ὀλίγον ἄλλου. Ἀπόβλεψον πρὸς τὰς ἐν τῇ πόλει οἰκίας, πόσα ἤδη, ἀφ’ οὗ γεγόνα‐ σιν, ὀνόματα μετειλήφασιν, ἄλλοτε ἀπ’ ἄλλου τῶν
10κεκτημένων ὀνομαζόμεναι. Καὶ χρυσὸς ἀεὶ τὰς τοῦ ἔχοντος χεῖρας διαῤῥέων, ἐφ’ ἕτερον μεταβαίνει, καὶ ἀπ’ ἐκείνου πρὸς ἄλλον. Μᾶλλον δύνασαι ὕδωρ τῇ χειρὶ περιλαβὼν κατασχεῖν, ἢ πλοῦτον σεαυτῷ διαρ‐ κῶς συντηρῆσαι. Καλῶς οὖν εἴρηται τὸ, Πλοῦτος
15ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίᾳ. Μὴ τῇ ψυχῇ σου προσπάθῃς· ἀλλὰ τὸ ἀπ’ αὐτοῦ χρήσιμον καταδέχου, μὴ ὡς ἕν τι τῶν ἀγαθῶν ὑπεραγαπῶν καὶ θαυμά‐ ζων, ἀλλ’ ὡς ὀργανικὴν αὐτοῦ τὴν ὑπηρεσίαν αἱρού‐ μενος. Εἶτα ἐπάγει πᾶσι τοῖς εἰρημένοις ἀπόφασιν,
20οὐκέτι ἰδίων ῥημάτων, ἀλλ’ ἣν παρ’ αὐτοῦ ἤκουσε τοῦ Θεοῦ. Ἅπαξ γὰρ, φησὶν, ἐλάλησεν ὁ Θεὸς, δύο ταῦτα ἤκουσα. Καὶ μηδένα ταρασσέτω ὡς πα‐ ράδοξον τὸ εἰρημένον, πῶς ὁ μὲν Θεὸς ἅπαξ ἐλάλη‐ σεν, ὁ δὲ Προφήτης δύο ἤκουσε. Δυνατὸν γὰρ ἅπαξ
25μέν τινα λαλῆσαι, ἐν δὲ τῷ ἅπαξ πολλὰ εἶναι τὰ λα‐ ληθέντα. Ἄνθρωπος γάρ τις, συντυχών τινι ἅπαξ, περὶ πολλῶν διελέχθη· καὶ δύναται ὁ ἀκούσας αὐτοῦ τῶν ῥημάτων εἰπεῖν ὅτι, Ἅπαξ μέν μοι ἐφθέγξατο, περὶ πολλῶν δὲ ἐλάλησε. Τοῦτό ἐστι τὸ εἰρημένον
30νῦν· Ἡ μὲν Θεοῦ ἐπιφάνεια ἅπαξ μοι γέγονε, δύο δὲ πράγματά ἐστιν ἃ ἐλάλησεν. Οὐκ εἶπεν· Ἓν ἐλάλη‐ σεν ὁ Θεὸς, δύο δὲ ταῦτα ἤκουσα· οὕτω γὰρ ἂν ἔδοξέ τινα ἔχειν ὁ λόγος πρὸς ἑαυτὸν ἐναντίωσιν. Τίνα οὖν ἦν τὰ δύο ἃ ἤκουσεν; Ὅτι, Τὸ κράτος τοῦ Θεοῦ,
35καὶ σοῦ, Κύριε, τὸ ἔλεος. Ὅτι δυνατὸς, φησὶν, ὁ Θεὸς ἐν τῇ κρίσει, καὶ ὁ αὐτὸς ἐλεήμων. Μήτε οὖν ἐλπίζετε ἐπ’ ἀδικίαν, μήτε πλούτῳ προστίθεσθε, μή‐ τε αἱρεῖσθε ματαιότητα, μήτε τὸ τῆς ψυχῆς κριτή‐ ριον διεφθαρμένον περιφέρετε. Εἰδότες, ὅτι κρα‐
40ταιὸς ἡμῶν ὁ Δεσπότης, φοβήθητε αὐτοῦ τὸ ἰσχυρὸν, καὶ μὴ ἀπογνῶτε αὐτοῦ τῆς φιλανθρωπίας. Πρὸς μὲν οὖν τὸ μὴ ἀδικεῖν, ἀγαθὸς ὁ φόβος· πρὸς δὲ τὸν ἅπαξ εἰς ἁμαρτίαν ὀλισθήσαντα μὴ ἑαυτὸν προέσθαι διὰ τῆς ἀνελπιστίας, ἀγαθὴ ἡ ἐλπὶς τοῦ ἐλέους. Τὸ
45γὰρ κράτος τοῦ Θεοῦ, καὶ παρ’ αὐτοῦ τὸ ἔλεος. Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. ᾯ γὰρ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. Ἔθλιψας τὸν ἀδελφόν; ἐκδέχου τὸ ἴσον. Ἥρπασας τὰ τῶν ὑποδεεστέρων, κατεκονδύλισας πένητας,

29

.

481

(50)

κατῄσχυνας ἐν λοιδορίαις, ἐσυκοφάντησας, κατεψεύ‐ σω, ἀλλοτρίοις ἐπεβούλευσας γάμοις, ἐπιώρκησας, ὅρια πατέρων μετέθηκας, κτήμασιν ὀρφανῶν ἐπῆλθες, χήρας ἐξέθλιψας, τὴν παροῦσαν ἡδονὴν τῶν
ἐν ἐπαγγελίαις ἀγαθῶν προετίμησας; ἐκδέχου τού‐481

29

.

484

των τὴν ἀντιμέτρησιν. Οἷα γὰρ σπείρει ἕκαστος, τοι‐ αῦτα καὶ θερίσει. Καὶ μέντοι καὶ εἴ τι τῶν ἀγα‐ θῶν πέπρακταί σοι, κἀκείνων ἐκδέχου πολλαπλασίους τὰς ἀντιδόσεις. Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ
5τὰ ἔργα αὐτοῦ. Ταύτης μεμνημένος παρὰ πάντα σου τὸν βίον τῆς ἀποφάσεως, δυνήσῃ τὰ πολλὰ τῶν ἁμαρτημάτων διαφυγεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
9tΕΙΣ ΤΟΝ ΡΙΔʹ ΨΑΛΜΟΝ.
10 Πάλαι προκαταλαβόντες τὸν ἱερὸν τοῦτον τῶν Μαρτύρων σηκὸν, ἐκ μέσης νυκτὸς τὸν Θεὸν τῶν μαρ‐ τύρων διὰ τῶν ὕμνων ἐξιλεούμενοι, διεκαρτερήσατε μέχρι τῆς μεσημβρίας ταύτης, τὴν ἡμετέραν ἄφιξιν ἀναμένοντες. Ὑμῖν μὲν οὖν καὶ ὕπνου καὶ ἀναπαύ‐
15σεως τὴν εἰς τοὺς μάρτυρας τιμὴν καὶ τὴν τοῦ Θεοῦ λατρείαν προτιμῶσιν, ἕτοιμος ὁ μισθός. Εἰ δὲ δεῖ καὶ ἡμᾶς ὑπὲρ ἡμῶν αὐτῶν ἀπολογήσασθαι, τῆς διατρι‐ βῆς ἕνεκεν καὶ τῆς ἐπὶ πλεῖστον ἀπολείψεως ὑμῶν, ἐροῦμεν τὴν αἰτίαν, ὅτι ἄλλην ὁμότιμον ταύτῃ τοῦ
20Θεοῦ ἐκκλησίαν οἰκονομοῦντες, οὐκ ὀλίγῳ πρὸς ὑμᾶς διειργομένην τῷ διαστήματι, τὸν χρόνον τοῦτον τῆς ἡμέρας καταναλώσαμεν. Ἐπεὶ οὖν ἔδωκεν ὁ Κύ‐ ριος κἀκείνοις πληρῶσαι τὴν λειτουργίαν, καὶ μὴ διαμαρτεῖν τῆς ὑμετέρας ἀγάπης, ἀπόδοτε μεθ’ ἡμῶν
25τὴν εὐχαριστίαν τῷ εὐεργέτῃ, τῷ τὴν ὁρωμένην ταύ‐ την τοῦ σώματος ἡμῶν ἀσθένειαν τῇ ἀοράτῳ αὐτοῦ δυνάμει χειραγωγοῦντι. Ὡς ἂν δὲ μὴ ἐπὶ πλεῖον παρα‐ κατέχοντες ὑμᾶς ἀνιῶμεν, βραχέα ἐξ οὗ κατελάβομεν ᾀδομένου ὑμῖν ψαλμοῦ διαλεχθέντες, καὶ τῷ λόγῳ τῆς
30παρακλήσεως κατὰ τὴν προσοῦσαν ἡμῖν δύναμιν τὰς ψυχὰς ὑμῶν θρέψαντες, ἐπὶ τὴν τοῦ σώματος ἐπιμέ‐ λειαν ἕκαστον διαφήσομεν. Τί τοίνυν ἦν τὸ ᾀδό‐ μενον; Ἠγάπησα, φησὶν, ὅτι εἰσακούσεται Κύ‐ ριος τῆς φωνῆς τῆς δεήσεώς μου. Οὐ παντός
35ἐστιν εἰπεῖν τὸ, Ἠγάπησα, ἀλλὰ τοῦ τελειουμένου ἤδη καὶ ὑπερβαίνοντος τὸν τῆς δουλείας φόβον, καὶ ἐν τῷ πνεύματι γενομένου τῆς υἱοθεσίας. Οὐ πρόσκειται μὲν οὖν τῷ, Ἠγάπησα, τὸ, τινά· προσ‐ υπακούεται δὲ παρ’ ἡμῶν ὅτι, τὸν Θεὸν τῶν ὅλων.
40Τὸ γὰρ κυρίως ἀγαπητὸν, ὁ Θεός· ἐπειδήπερ ἀγαπη‐ τὸν ὁρίζονται εἶναι, οὗ πάντα ἐφίεται. Ἀγαθὸν δὲ ὁ Θεὸς, καὶ πρῶτον καὶ τελειότατον τῶν ἀγαθῶν. Αὐτόν τε οὖν ἠγάπησα τὸν Θεὸν, τῶν ὀρεκτῶν ὄντα
τὸ ἔσχατον, καὶ τὰ ὑπὲρ αὐτοῦ παθήματα μετὰ χα‐483

29

.

485

ρᾶς ὑπεδεξάμην. Τίνα δέ ἐστι ταῦτα, μικρὸν ὕστε‐ ρον διεξέρχεται, τὰς ὠδῖνας τοῦ θανάτου, τοὺς κιν‐ δύνους τοῦ ᾅδου, τὴν θλίψιν, τὴν ὀδύνην, ἅπερ πάντα αὐτῷ ἀγαπητὰ διὰ τὴν πρὸς Θεὸν ἀγάπην, καὶ τὴν
5ἐλπίδα, τὴν ἀποκειμένην τοῖς τὰ ὑπὲρ τῆς εὐσεβείας πάθη καταδεχομένοις, ἐφαίνετο. Οὐ γὰρ παρὰ προ‐ αίρεσιν, οὐδὲ βιαίως καὶ κατηναγκασμένως ὑπέμεινα, φησὶ, τοὺς ἀγῶνας, ἀλλὰ στοργῇ τινι καὶ διαθέσει ὑπεδεξάμην τὰ ἐπίπονα· ὥστε ἔχειν με λέγειν· Ὅτι
10ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν. Καὶ ἔοικε ταῦτα ἰσοδυναμεῖν τοῖς τοῦ Ἀποστόλου, καὶ ἀπὸ τῆς αὐτῆς αὐτῷ διαθέσεως λέγεσθαι τὸ, Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις; ἢ στενοχωρία; ἢ διωγμός; ἢ λιμός; ἢ
15γυμνότης; ἢ κίνδυνος; ἢ μάχαιρα; Ἠγάπησα οὖν ταῦτα πάντα, εἰδὼς, ὅτι ὑπὸ θεατῇ καὶ ἀθλοθέτῃ τῷ Δεσπότῃ τῶν ὅλων τοὺς ὑπὲρ τῆς εὐσεβείας διαφέρω κινδύνους. Ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου. Οὕτω γὰρ καὶ ἕκαστος ἡμῶν δύναται
20τὸ ἐν ταῖς ἐντολαῖς ἐπίπονον διανύειν, ὅταν οἱονεὶ θεατῇ τῷ Θεῷ τῶν ὅλων ἐπιδεικνύμενος ᾖ τὴν ἑαυτοῦ πολιτείαν. Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί. Ἔκλινεν, εἶ‐ πεν, οὐχ ἵνα σωματικήν τινα ἔννοιαν λάβῃς περὶ Θεοῦ ὦτα ἔχοντος, καὶ ταῦτα πρὸς τὸ ἠρεμαῖον τῆς
25φωνῆς ἐπικλίνοντος, ὅπερ ἡμεῖς ποιοῦμεν πρὸς τοὺς μικρὸν φθεγγομένους· προσεγγίζοντες ἡμῶν τὴν ἀκοὴν, ἵνα ἐκ τοῦ σύνεγγυς τῇ αἰσθήσει παραδεξώ‐ μεθα τὸ λαλούμενον, ἀλλ’ Ἔκλινεν, εἶπεν, ἵνα τὸ ἑαυτοῦ ἀσθενὲς ἐπιδείξηται. Ὅτι χαμαὶ κειμένῳ μοι
30συγκατέβη διὰ φιλανθρωπίαν· οἱονεὶ, ἀῤῥώστου τι‐ νὸς ἐκ πολλῆς ἀσθενείας οὐδὲ φθέγγεσθαι τρανῶς δυ‐ ναμένου, φιλάνθρωπος ἰατρὸς προσαγαγὼν ἑαυτοῦ τὴν ἀκοὴν ἐκ τοῦ σύνεγγυς μανθάνοι τὰ ἀναγ‐ καῖα τῷ κάμνοντι. Ἔκλινεν οὖν τὸ οὖς αὐτοῦ
35ἐμοί. Ἡ γὰρ θεία ἀκοὴ οὐ φωνῆς δεῖται πρὸς αἴσθη‐ σιν· οἶδε γὰρ καὶ ἐν τῷ κινήματι τῆς καρδίας γνω‐ ρίσας τὰ ἐπιζητούμενα. Ἢ οὐκ ἀκούεις, ὅτι Μωϋσῆς μηδὲν φθεγγόμενος, ἀλλὰ τοῖς ἀλαλήτοις ἑαυτοῦ στε‐ ναγμοῖς ἐντυγχάνων τῷ Κυρίῳ, ἠκούετο παρὰ
40τοῦ Κυρίου λέγοντος· Τί βοᾷς πρὸς μέ; Οἶδεν ὁ Θεὸς καὶ αἵματος ἀκοῦσαι δικαίου, ᾧ γλῶσσα οὐ πρόσεστιν, οὐδὲ φωνὴ τὸν ἀέρα περῶσα. Ἔργων δὲ δικαίων παρουσία μεγαλοφωνία ἐστὶ παρὰ Θεῷ. Καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. Ἡμεῖς μὲν, ἐν
45μιᾷ προσευξάμενοι ἡμέρᾳ, ἢ ἐν μιᾷ ὥρᾳ βραχύ τι ταῖς ἁμαρτίαις ἡμῶν ἐπιστυγνάσαντες, ἀμεριμνῶ‐ μεν ὡς ἤδη τι ποιήσαντες ἐφάμιλλον τῇ κακίᾳ ἡμῶν. Ὁ μέντοι ἅγιος παντὶ τῷ χρόνῳ τῆς ζωῆς ἑαυτοῦ παραμετρουμένην ἐπιδείκνυσθαι λέγει

29

.

485

(50)

τὴν ἐξομολόγησιν· Ἐν ταῖς ἡμέραις γάρ μου,485

29

.

488

φησὶ, πάσαις ἐπικαλέσομαι. Εἶτα ἵνα μὴ οἰηθῇς, ὅτι ἐνευημερῶν τῷ βίῳ τούτῳ, καὶ πάντων αὐτῷ τῶν πραγμάτων κατὰ ῥοῦν προϊόντων, ἐπεκαλεῖτο τὸν Θεὸν, διηγεῖται τὸ μέγεθος τῶν περιστάσεων, ἐν αἷς
5ὢν οὐκ ἐπελάθετο τοῦ ὀνόματος τοῦ Θεοῦ. Περι‐ έσχον γάρ με, φησὶν, ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με. Κυρίως μὲν αἱ ὠδῖνες ἐπὶ τῶν κατὰ τὰς κυήσεις ὀδυνῶν εἰσι τεταγμέναι, ὅταν, πρὸς ὄγκον ἡ γαστὴρ διεγειρομένη, ὠθῇ τὸ ἔμβρυον πρὸς
10τὸ ἔξω· εἶτα θλιβόμενα τὰ γεννητικὰ μέρη, καὶ περιτεινόμενα τῷ κυήματι σπασμοῖς καὶ συνολκαῖς τῶν ἰνῶν, ὀξυτάτας ἀλγηδόνας καὶ δριμείας ὀδύνας ἐμποιεῖ ταῖς τικτούσαις. Μετήνεγκε δὲ τὰς ὠδῖνας καὶ ἐπὶ τοῦ θανάτου, τὰς περιϊσταμένας τὸ ζῶον ἐν
15τῷ μερισμῷ τῆς ψυχῆς καὶ τοῦ σώματος. Οὐδὲν οὖν φησι μέτριον πεπονθέναι, ἀλλὰ μέχρι καὶ αὐτῶν πε‐ πειρᾶσθαι τῶν ὠδίνων τοῦ θανάτου, καὶ εἰς κίνδυνον τῆς καταβάσεως τοῦ ᾅδου ἀφῖχθαι. Ἆρ’ οὖν καὶ μόνα ταῦτα πέπονθεν ἐφ’ οἷς σεμνύνεται, ἢ ταῦτα μὲν
20πολλάκις καὶ ἀκούσια; Οὐδὲν δὲ τῶν ἠναγκασμένων ἐπαινετόν. Ἀλλὰ βλέπε τὸ μεγαλοφυὲς τοῦ ἀθλητοῦ. Ἐπειδὴ γὰρ Περιέσχον με ὠδῖνες θανάτου, καὶ κίνδυνοι ᾅδου εὕροσάν με, τοσοῦτον ἀπέσχον τοῖς πειρασμοῖς τούτοις ὑποπεσεῖν, ὅτι καὶ πολλῷ τούτων
25πλείοσι κατὰ τὸ ἑκούσιον πειρασμοῖς ἐμαυτὸν προ‐ εθέμην. Θλίψιν καὶ ὀδύνην ὥσπερ ἑκὼν ἐμαυτῷ ἐπεξεῦρον, οὐκ ἀκουσίως ὑπ’ αὐτῶν κατελήφθην. Ἐν μὲν γὰρ τοῖς κατόπιν Κίνδυνοι ᾅδου εὕροσάν με· ἐνταῦθα δὲ Θλίψιν καὶ ὀδύνην εὗρον. Ἐπειδὴ γὰρ
30ἐκεῖ ἀνενδότως ἔχων εὑρέθην πρὸς τὰ παρὰ τοῦ πειράζοντος ἐπαχθέντα, ἵνα δείξω τὴν περιουσίαν τῆς πρὸς Θεὸν ἀγάπης, προσέθηκα θλίψιν ἐπὶ τῇ θλί‐ ψει, καὶ ὀδύνην ἐπὶ τῇ ὀδύνῃ· οὐ τῇ ἐμαυτοῦ δυνά‐ μει τῶν ἀλγεινῶν κατεπανιστάμενος, ἀλλὰ διότι τὸ
35ὄνομα Κυρίου ἐπεκαλεσάμην. Τοιοῦτόν ἐστι καὶ τὸ τοῦ Ἀποστόλου λέγοντος· Ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Νικᾷ μὲν γὰρ ὁ μὴ ἐνδιδοὺς τοῖς πρὸς ἀνάγκην ἐπαγομέ‐ νοις· ὑπερνικᾷ δὲ ὁ καὶ αὐθαιρέτως ὀδύνας εἰς ἐπί‐
40δειξιν τῆς ὑπομονῆς ἐπισπώμενος. Ὁ γενόμενος ἐν ἁμαρτίᾳ τινὶ τῇ πρὸς θάνατον λεγέτω· Περιέσχον με ὠδῖνες θανάτου. Πᾶς γὰρ, φησὶν, ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέννηται. Ὅτε οὖν ἤμην, φησὶν, ἐργάτης τῆς ἁμαρτίας, καὶ ἐκυοφο‐
45ρούμην ὑπὸ τοῦ θανάτου, τότε καὶ εὑρέθην ὑπὸ τῶν τοῦ ᾅδου κινδύνων. Πῶς οὖν ἐξιασάμην ἐμαυτόν; Ἐπειδὴ θλίψιν καὶ ὀδύνην εὗρον τὴν διὰ τῆς
μετανοίας. Ἀναλογοῦσαν γὰρ τῷ μεγέθει τῆς ἁμαρ‐487

29

.

489

τίας τὴν ἐκ τῆς μετανοίας κάκωσιν ἐμαυτῷ ἑπ‐ ενόησα, καὶ οὕτως ἐτόλμησα τὸ ὄνομα Κυρίου ἐπικα‐ λέσασθαι. Τίνα δὲ ἦν ἃ εἶπον; Ὦ Κύριε, ῥῦσαι τὴν ψυχήν μου. Κατέχομαι ἐν τῇ αἰχμαλωσίᾳ
5ταύτῃ, σὺ δὸς τὸ ὑπὲρ ἐμοῦ λύτρον, καὶ ῥῦσαι τὴν ψυχήν μου.
8 Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος. Πανταχοῦ συνάπτει ἡ Γραφὴ τοῖς οἰκτιρμοῖς τοῦ Θεοῦ τὴν δι‐
10καιοσύνην, διδάσκουσα ἡμᾶς, ὅτι οὔτε ὁ ἔλεος τοῦ Θεοῦ ἄκριτος, οὔτε ἡ κρίσις ἀνελεήμων. Ἀλλὰ καὶ ἐλεῶν, κεκριμένως τοῖς ἀξίοις ἐπιμετρεῖ τοὺς οἰ‐ κτιρμούς· καὶ κρίνων, ἐστοχασμένως τῆς ἀσθενείας ἡμῶν ἐπάγει τὴν κρίσιν, φιλανθρωπίᾳ μᾶλλον ἢ τῇ
15τοῦ ἴσου ἀντιμετρήσει ἀμυνόμενος ἡμᾶς. Καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ. Ἔλεός ἐστι πάθος ἐπὶ τοὺς παρ’ ἀξίαν τεταπεινωμένους, παρὰ τῶν συμπαθῶς διατιθεμένων γινόμενον. Ἐλεοῦμεν τὸν ἐκ μεγάλου πλούτου πρὸς τὴν ἐσχάτην πενίαν μεταπεσόντα, τὸν ἐκ τῆς ἄκρας
20εὐεξίας τοῦ σώματος εἰς τὴν ἐσχάτην ἀσθένειαν κα‐ ταβληθέντα, τὸν ἐπὶ κάλλει καὶ ὥρᾳ σώματος ἀγαλ‐ λόμενον, καὶ ὑπὸ τῶν αἰσχίστων παθῶν διαφθαρέντα. Ἐπεὶ οὖν καὶ ἡμεῖς ἦμέν ποτε ἔνδοξοι ἐπὶ τῆς τοῦ παραδείσου διαγωγῆς, ἐγενόμεθα δὲ ἄδοξοι καὶ ταπει‐
25νοὶ διὰ τὴν ἔκπτωσιν, Ὁ Θεὸς ἡμῶν ἐλεεῖ, ὁρῶν ἡμᾶς οἷοι ἀνθ’ οἵων γεγόναμεν. Διὰ τοῦτο καὶ τὸν Ἀδὰμ ἀνεκαλεῖτο τῇ τοῦ ἐλέου φωνῇ, λέγων· Ἀδὰμ, ποῦ εἶ; Οὐ γὰρ διδαχθῆναι ἐζήτει ὁ πάντα εἰδὼς, ἀλλὰ νοῆσαι αὐτὸν ἐβούλετο οἷος ἀνθ’ οἵου
30γέγονε. Ποῦ εἶ; ἀντὶ τοῦ, Εἰς οἷον πτῶμα κατελήλυ‐ θας ἀπὸ τηλικούτου ὕψους;
34Φυλάσσων τὰ νήπια ὁ Κύριος· ἐταπεινώ‐
35θην, καὶ ἔσωσέ με. Εἴτε κατὰ τὸν φυσικὸν λόγον, οὐκ ἂν συνέστη ἡ ἀνθρωπίνη φύσις, μὴ τῶν κομιδῆ νηπίων καὶ ἔτι βρεφῶν ὑπὸ τοῦ Κυρίου φυλασσομένων. Πῶς γὰρ ἢ τὰ ἐν τῇ μήτρᾳ κυοφορούμενα ἠδύ‐ νατο τρέφεσθαι ἢ κινεῖσθαι ἐν οὕτω στενοῖς χωρίοις,
40καὶ μηδεμίαν ἔχουσιν ἀναστροφὴν, ἀλλ’ ἐν σκοτει‐ νοῖς τόποις καὶ ἐνύγροις τὴν ζωὴν ἔχοντα, καὶ οὔτε ἀναπνεῖν δυνάμενα, οὔτε ζῇν τὴν τῶν ἀνθρώπων ζωὴν, ἀλλὰ δίκην ἰχθύων τοῖς ὑγροῖς ἐμφερόμενα, εἰ μὴ τῇ παρὰ τοῦ Θεοῦ φυλακῇ διεκρατεῖτο; Πῶς δ’ ἂν εἰς
45τὸν ἀήθη τοῦτον ἐκπεσόντα τόπον, καὶ ἀπὸ τῆς ἐν τῇ μήτρᾳ θερμότητος τῷ ἀέρι περιψυχόμενα κἂν πρὸς τὸ βραχὺ διήρκεσεν, εἰ μὴ παρὰ Θεοῦ διεσώζετο; Φυλάσσων οὖν τὰ νήπια ὁ Κύριος· ἐταπεινώθην, καὶ ἔσωσέ με. Ἢ καὶ οὕτω νοήσεις τὸν λόγον· Ὅτι

29

.

489

(50)

ἐπειδὴ ἐστράφην, καὶ ἐγενόμην ὡς τὸ νήπιον, καὶ ἐδεξάμην τὴν βασιλείαν τῶν οὐρανῶν ὡς παιδίον, καὶ
διὰ τῆς ἀκακίας ἐμαυτὸν εἰς τὴν τῶν παιδίων ταπεί‐489

29

.

492

νωσιν κατήγαγον· Ὁ φυλάσσων τὰ νήπια Κύριος, ἐπειδὴ ἐταπεινώθην, ἔσωσέ με.
4Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυ‐
5σιν σου, ὅτι Κύριος εὐηργέτησέ σε. Ἑαυτῷ προσ‐ άγει τοὺς παρακλητικοὺς λόγους ὁ καλὸς ἀγωνιστὴς, παραπλησίως τῷ Παύλῳ λέγων· Τὸν ἀγῶνα τὸν κα‐ λὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύ‐
10νης στέφανος. Ταῦτα λέγει καὶ πρὸς ἑαυτὸν ὁ Προφήτης· Ἐπειδὴ ἱκανῶς τοῦ βίου τούτου τὸν δο‐ λιχὸν ἐξεπλήρωσας, Ἐπίστρεψον λοιπὸν εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε. Πρό‐ κειται γὰρ ἀνάπαυσις αἰωνία τοῖς νομίμως τὸν ἐν‐
15ταῦθα διαθλήσασι βίον, οὐ κατὰ ὀφείλημα τῶν ἔργων ἀποδιδομένη, ἀλλὰ κατὰ χάριν τοῦ μεγαλοδώ‐ ρου Θεοῦ τοῖς εἰς αὐτὸν ἠλπικόσι παρεχομένη. Εἶτα, πρὶν τὰ ἐκεῖ ἀγαθὰ διηγήσασθαι, τὴν ἀποφυγὴν τῶν τοῦ κόσμου ὀχληρῶν διηγούμενος, ἐπὶ τούτοις εὐχα‐
20ριστεῖ τῷ ἐλευθερωτῇ τῶν ψυχῶν, τῷ τῆς ποικίλης αὐτὸν καὶ ἀπαραιτήτου δουλείας τῶν παθημά‐ των ἐξαιρουμένῳ. Τίνα δέ ἐστι ταῦτα; Ὅτι ἐξ‐ είλετο τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλ‐ μούς μου ἀπὸ δακρύων, καὶ τοὺς πόδας μου ἀπὸ
25ὀλισθήματος. Συγκρίσει τῶν ὧδε τὴν μέλλουσαν ἀνάπαυσιν διαγράφει. Ἐνταῦθα γάρ με, φησὶ, πε‐ ριέσχον ὠδῖνες θανάτου· ἐκεῖ δὲ ἐξείλετο τὴν ψυχήν μου ἐκ θανάτου. Ἐνταῦθα οἱ ὀφθαλμοὶ τὸ ἐκ τῆς θλίψεως προχέουσι δάκρυον· ἐκεῖ δὲ οὐκέτι δά‐
30κρυον ἐπισκοτοῦν ταῖς κόραις τῶν εὐφραινομένων τῇ θεωρίᾳ τοῦ κάλλους τῆς δόξης τοῦ Θεοῦ. Ἀφεῖλε γὰρ ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου. Ἐνταῦθα πολὺς ὁ κίνδυνος τοῦ ὀλισθήματος· διὸ καὶ Παῦλος ἔλεγεν· Ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ
35πέσῃ. Ἐκεῖ δὲ πάγιοι αἱ βάσεις· ἀπερίτρεπτος ἡ ζωή· οὐκέτι κίνδυνος πρὸς ἁμαρτίαν ὑπενεχθῆναι. Οὔτε γὰρ σαρκὸς ἐπανάστασις, οὔτε γυναικὸς συνεργία πρὸς ἁμαρτίαν. Διότι οὐκ ἔνι ἄρσεν καὶ θῆλυ ἐν τῇ ἀναστά‐ σει, ἀλλὰ μία τίς ἐστι ζωὴ καὶ μονότροπος, εὐ‐
40αρεστούντων τῷ ἑαυτῶν Δεσπότῃ τῶν κατοικούντων ἐν τῇ χώρᾳ τῶν ζώντων. Ὁ κόσμος οὗτος αὐτός τέ ἐστι θνητὸς, καὶ χωρίον ἀποθνησκόντων. Ἐπειδὴ γὰρ σύνθετός ἐστι τῶν ὁρωμένων ἡ σύστασις, τὸ δὲ σύνθετον ἅπαν διαλύεσθαι πέφυκεν, οἱ ἐν τῷ κόσμῳ
45ὄντες, μέρη ὄντες τοῦ κόσμου, ἀναγκαίως τῆς τοῦ παντὸς φύσεως ἀπολαύομεν. Διὰ τοῦτο καὶ πρὶν θα‐ νάτῳ τὴν ψυχὴν διαζευχθῆναι τοῦ σώματος, ἀπο‐
θνήσκομεν πολλάκις οἱ ἄνθρωποι. Καὶ μὴ παράδοξον491

29

.

493

φανῇ σοι τὸ λεγόμενον, ἀλλὰ σκόπει τοῦ πράγμα‐ τος τὴν ἀλήθειαν. Ἐν τρισὶ γὰρ ἑβδομάσιν ἐτῶν τρεῖς ὑφίστασθαι πέφυκεν ἀλλοιώσεις καὶ μεταβολὰς ἡλικιῶν καὶ βίων ὁ ἄνθρωπος, καὶ καθ’ ἑκάστην
5ἑβδομάδα ἴδιος ὅρος περιγράφων τὰ παρελθόντα, καὶ ἐναργῆ παρέχων τὴν μεταποίησιν. Τοῦ παιδίου ἡ ἡλι‐ κία ἐν τῇ τῶν ὀδόντων ἀποβολῇ κατὰ τὴν πρώ‐ την ἑβδομάδα περιορίζεται. Τοῦ παιδὸς λοιπὸν τοῦ πρὸς τὰς μαθήσεις ἐπιτηδείου ἡ προθεσμία ἐστὶ
10μέχρι τῆς ἐφηβείας. Ὁ ἔφηβος, μέχρι πρώτου καὶ εἰκοστοῦ ἕτους συμπληρωθεὶς, ὅταν ἰούλοις ἄρξηται κατασκιάζειν τὰς παρειὰς, ἀφανίζεται λεληθότως, πρὸς τὸν ἄνδρα ἤδη τοῦ νεανίσκου μεθισταμένου. Ὅταν τοίνυν ἴδῃς ἄνδρα ἀποθέμενον μὲν τὴν ἐπίδο‐
15σιν τῆς καθ’ ἡλικίαν αὐξήσεως, βεβηκότα δὲ ἤδη τοῖς λογισμοῖς, καὶ μηδὲν ἴχνος τῆς νεότητος φέροντα, οὐχὶ τεθνηκέναι ἐν αὐτῷ λογίσῃ τὰ παρελθόντα; Πάλιν ὁ πρεσβύτης, πρὸς ἕτερον σχῆμα καὶ ψυχῆς διάθεσιν μεθαρμοσθεὶς, ἕτερός ἐστι προδήλως παρὰ
20τοὺς προτέρους. Ὥστε καὶ ἡ ζωὴ τῶν ἀνθρώπων διὰ πολλῶν θανάτων συμπληροῦσθαι πέφυκεν, οὐ μόνον ἐν τῇ κατὰ τὰς μεθηλικιώσεις μεταβολῇ, ἀλλὰ καὶ ἐν τοῖς καθ’ ἁμαρτίαν πτώμασι τῶν ψυχῶν. Ὅπου δὲ οὐκ ἔστιν ἀλλοίωσις οὔτε σώματος οὔτε ψυχῆς
25(οὐδὲ γάρ ἐστι λογισμοῦ παρατροπὴ, οὐδὲ μετάθεσις γνώμης, οὐδεμιᾶς περιστάσεως τὸ εὐσταθὲς καὶ ἀτά‐ ραχον τῶν λογισμῶν ἀφαιρουμένης), χώρα ἐστὶν ἐκείνη τῷ ὄντι ζώντων, ὁμοίων ὄντων ἀεὶ αὐτῶν ἑαυτοῖς. Ἐν ᾗ μάλιστα εὐαρεστήσειν τῷ Θεῷ τῶν
30ὅλων ὁ Προφήτης κατεπαγγέλλεται, ὡς ὑπ’ οὐδενὸς μέλλων τῶν ἔξωθεν διακόπτεσθαι πρὸς τὸν σκοπὸν τῆς ἀληθινῆς καὶ ὁμοτίμου τοῖς ἀγγέλοις δουλείας. Φιλο‐ τιμούμεθα, φησὶν, εἴτε ἐνδημοῦντες ἐν τῷ σώματι, εἴτε ἐκδημοῦντες ἀπὸ τοῦ σώματος, εὐάρεστοι
35αὐτῷ εἶναι. Ζώντων ἐκείνη χώρα, ἐν ᾗ οὐκ ἔνι νὺξ, οὐκ ἔνι ὕπνος τὸ τοῦ θανάτου μίμημα· ἐν ᾗ οὐκ ἔνι βρῶσις, οὐκ ἔνι πόσις, τὰ τῆς ἀσθενείας ἡμῶν ὑπ‐ ερείσματα, οὐκ ἔνι νόσος, οὐκ ἔνι ἀλγήματα, οὐκ ἰατρεία, οὐ δικαστήρια, οὐκ ἐμπορίαι, οὐ τέχναι, οὐ
40χρήματα, τῶν κακῶν ἡ ἀρχὴ, ἡ τῶν πολέμων ὑπό‐ θεσις, ἡ ῥίζα τῆς ἔχθρας· ἀλλὰ χώρα ζώντων, οὐκ ἀποθνησκόντων διὰ τῆς ἁμαρτίας, ἀλλὰ ζώντων τὴν
ἀληθῆ ζωὴν τὴν ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.493