TLG 2040 013 :: BASILIUS :: De spiritu [Sp.] BASILIUS Theol., Episcopus De spiritu [Sp.] Citation: Page — (line) | ||
185 | Ἐνθυμείσθω μὲν πᾶσα ψυχὴ ζητοῦσα περὶ τῶν θειοτέρων εἰ ὄμμα τοιοῦτον ἔχει, ὥστε τὰ τοιαῦτα ζητεῖν καὶ ὁρᾶν τὰ | |
5 | αἰσθήσει ἀόρατα καὶ εἰ οὕτω ζητοῦσα παρ’ αὐτῷ τῷ ζητου‐ μένῳ κατὰ τὸ γεγραμμένον οἰ‐ κεῖν δύναται· γέγραπται γάρ· ἐὰν ζητῇς, ζήτει καὶ | |
---|---|---|
10 | παρ’ ἐμοὶ οἴκει· οἰκεῖ δὲ τότε, ὅτε μετὰ πίστεως ζητεῖ· | |
κἂν γὰρ γένηται μὴ εὑρεῖν, οὐκ | 185 | |
186 | ἀναχωρεῖ τοῦ οἰκεῖν ἐν τῇ πίστει τοῦ ζητουμένου, ἀλλὰ λέγει κατὰ τὸν μακάριον Δα‐ βίδ· Ἐθαυμαστώθη ἡ | |
5 | γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη· οὐ μὴ δύ‐ νωμαι πρὸς αὐτήν· Καὶ κατὰ τὸν πατέρα τοῦ σεληνιαζομέ‐ νου· Πιστεύω, Κύριε, | |
10 | βοήθει μου τῇ ἀπιστίᾳ. Τοῦτον οὖν ἔχοντες τὸν σκοπόν, ζητήσωμεν μετὰ πίστεως περὶ τῆς τοῦ ἁγίου Πνεύματος φύ‐ σεως, παρ’ αὐτοῦ ζητήσαντες | |
15 | τοῦ ζητουμένου τὴν γνῶσιν. Αὐτὸ γάρ ἐστι τὸ ζητούμενον, καὶ αὐτὸ τὸ παρέχον τὴν περὶ ἑαυτοῦ γνῶσιν. Ὡς δὲ καὶ διὰ τῶν θείων γραφῶν μεμαθήκαμεν | |
20 | παρ’ αὐτοῦ, αὐτό ἐστιν ὁ τοὺς ἁγίους, ἁγίους ἐποίησε καὶ τὴν θείαν ζωὴν παρέχει τοῖς αἰτοῦσι παρ’ αὐτοῦ τὸν θεόν. Τῶν δὲ λαμβανόντων ἀνάγκη εἶναι | |
25 | τιμιωτέραν, γινομένων τούτων | 186 |
187 | ἁγίων ὅταν αὐτὸ ἐπιφοιτήσῃ καὶ φθειρομένων, ὅταν αὐτὸ καταλίπῃ· αὐτὸ δὲ ἔστιν ἀεὶ πηγὴ ὂν τῆς ἀϊδίου ζωῆς. | |
5 | Τίς δὲ ὁ τρόπος τῆς χορηγίας τοῦ εἶναι αὐτὸ ἔν τε τοῖς πᾶσι καὶ ἐν τοῖς καθ’ ἕκαστον σκο‐ πείτω διάνοια ἀξία τοῦ σκοπεῖν γενομένη, ἀπαλλαγεῖσα ἀπάτης | |
10 | καὶ αἱρέσεως καὶ τῶν γοητευ‐ ουσῶν γυναικῶν τὰς ἄλλας. Προσίτω δὲ ἡσύχῳ τῇ κατα‐ στάσει. Ἥσυχον δὲ αὐτῆς ἔστω μὴ μόνον τὸ περικείμενον σῶμα | |
15 | καὶ ὁ τοῦ σώματος κλύδων, | 187 |
188 | ἀλλὰ καὶ πᾶν τὸ περιέχον· οὐρανός, γῆ, θάλασσα καὶ τὰ ἐν τούτοις λογικά. Καὶ νοείτω τὰ πάντα πληρούμενα καὶ | |
5 | παντόθεν εἰς αὐτὰ ἑστὼς τὸ Πνεῦμα οἷον εἰσρέον καὶ εἰσχυθὲν καὶ παντόθεν εἰσιὸν καὶ εἰσλάμπον· πνεῦμα γὰρ κυρίου πεπλήρωκε | |
10 | τὴν οἰκουμένην, καὶ τὸ συνέχον τὰ πάντα γνῶ‐ σιν ἔχει Θεοῦ· εἰσλάμπει δὲ ἐν πᾶσι τοῖς ἀξίοις· καθάπερ γὰρ ἡλίου βολαὶ φωτίσασαι | |
15 | νέφος καὶ λάμπειν ποιοῦσι χρυσοειδῆ ὄψιν ποιοῦσαι, οὕ‐ | |
τω καὶ Πνεῦμα ἅγιον ἐπελθὸν | 188 | |
189 | εἰς ἀνθρώπου σῶμα ἔδωκε μὲν ζωήν, ἔδωκε δὲ ἀθανασίαν, ἔδωκεν ἁγιασμόν, ἤγειρε δὲ κείμενον. Τὸ δὲ κινηθὲν κίνη‐ | |
5 | σιν ἀίδιον ὑπὸ Πνεύματος ἁγίου ζῷον ἅγιον ἐγένετο· ἔσχε δὲ ἀξίαν ἄνθρωπος, Πνεύματος εἰσοικισθέντος προφήτου, ἀπο‐ στόλου, ἀγγέλου Θεοῦ ὢν πρὸ | |
10 | τούτου γῆ καὶ σποδός. Γένοιτο δὲ ἂν φανε‐ ρωτέρα καὶ ἐναργεστέρα τοῦ Πνεύματος ἡ δύναμις καὶ ἡ φύ‐ σις ἥ τις ἐστίν, εἰ ἐνθυμηθείη‐ | |
15 | μεν ὅπως περιέχει καὶ ἄγει τῷ ἑαυτοῦ βουλήματι τοὺς ἁγίους καὶ πᾶσαν τὴν λογικὴν φύσιν. Ἅπαντι μὲν γὰρ τῷ πλήθει τῶν | |
οὐρανίων δυνάμεων καὶ τῷ πλή‐ | 189 | |
190 | θει τῶν δικαίων ἔδωκεν ἑαυτό· καὶ πᾶσα ὑπόστασις δικαίων καὶ μεγάλων καὶ μικρῶν καὶ ἀγγέλων καὶ ἀρχαγγέλων ἡ‐ | |
5 | γίασται· καὶ ἄλλῃ μὲν καὶ ἄλλῃ κειμένων τῶν σωμάτων τοῦ μὲν ὧδε, τοῦ δὲ ὧδε καὶ τῶν ἄλλων δυνάμεων ἀπ’ ἀλλήλων ἐχουσῶν τι | |
10 | μέσον· οὐ τὸ Πνεῦμα οὕτως, | |
οὐδὲ μέρος αὐτοῦ ἑκάστῳ κατα‐ | 190 | |
191 | κερματισθὲν ζῆν ποιεῖ θείως, ἀλλὰ ἅπαντα ζῇ τῇ ὅλῃ αὐ‐ τοῦ δυνάμει καὶ πάρεστι παντα‐ χοῦ τῷ ἐκπέμποντι αὐτὸ Θεῷ | |
5 | ὁμοιούμενον καὶ κατὰ τὸ εἶναι καὶ κατὰ τὸ πανταχοῦ καὶ ἐν πᾶσιν ὁμοίως εἶναι. Καὶ εὐαγγε‐ λιζόμενος τὴν Μαρίαν ὁ Γαβρι‐ ήλ· καὶ ἄλλος ἀλλαχοῦ τινα τῶν | |
10 | ἁγίων· καὶ προφητεύων ἕκαστος τῶν προφητῶν· καὶ Παῦλος ἐν Ῥώμῃ εὐαγγελιζόμενος· καὶ Ἰάκωβος ἐν Ἰερουσαλήμ· καὶ | |
Μάρκος ἐν Ἀλεξανδρείᾳ· καὶ | 191 | |
192 | ἄλλος ἐν ἄλλῃ πόλει ἐπληροῦντο τῷ Πνεύματι, οὐδενὸς διαστή‐ ματος κωλύοντος ἐν τῷ αὐτῷ ἐνεργεῖσθαι τὴν αὐτὴν χάριν καὶ | |
5 | θεός ἐστι διὰ τοῦτο ἕκαστος τῶν ἁγίων· εἴρηται γὰρ πρὸς αὐτοὺς παρὰ τοῦ Θεοῦ· ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίσ‐ του πάντες καὶ Θεὸς θε‐ | |
10 | ῶν, δηλονότι τῶν ἁγίων, κύ‐ ριος ἐλάλησε, καὶ ὀφθή‐ σεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών, δηλονότι τῶν ἁγίων· Ἀνάγκη δὲ τὸ θεοῖς αἴτιον τοῦ | |
15 | θεοὺς εἶναι, θεῖον Πνεῦμα καὶ ἐκ Θεοῦ εἶναι· ὡς γὰρ τὸ τοῖς καυστικοῖς αἴτιον τοῦ καυστι‐ κοὺς εἶναι ἀνάγκη καυστικὸν εἶναι, καὶ τὸ ἁγίοις αἴτιον τοῦ | |
20 | ἁγίους εἶναι, ἀνάγκη ἅγιον εἶναι, | 192 |
193 | οὕτω καὶ τὸ θεοῖς αἴτιον τοῦ θεοὺς εἶναι, ἀνάγκη Θεὸν εἶναι. Οὕτω δὴ τοιούτου ἀγαθοῦ καὶ θειοῦ ὄντος κτήματος τοῦ Πνεύ‐ | |
5 | ματος, πιστεύσας ἤδη τῷ τοι‐ ούτῳ, Χριστὸν τὸν τούτου χορη‐ γὸν ἐπιζητεῖν μὴ δειλία· οὐ‐ δεὶς γὰρ δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν | |
10 | Πνεύματι ἁγίῳ· καὶ ἣν προΐεται δὲ ζωὴν εἰς ἄλλου ὑπόστασιν τὸ Πνεῦμα, οὐ χω‐ ρίζεται αὐτοῦ ἀλλ’ ὥσπερ πυρὸς τὸ μέν ἐστιν ἡ συνοῦσα | |
15 | θερμότης, τὸ δὲ ἣν παρέχει τῷ | |
ὕδατι ἢ ἑτέρῳ τινὶ τῶν τοιού‐ | 193 | |
194 | των, οὕτω καὶ αὐτὸ καὶ ἐν ἑαυτῷ ἔχει τὴν ζωήν, καὶ οἱ με‐ τέχοντες αὐτοῦ ζῶσι θεοπρεπῶς, ζωὴν θείαν καὶ οὐράνιον κεκτη‐ | |
5 | μένοι. Πάντα γὰρ ἐν ἑαυτῷ τὰ ἀθάνατα περιέχει, νοῦν πάντα, ἄγγελον πάντα, ψυχὴν πᾶσαν, καὶ οὐδὲ ζητεῖ μεταβολὴν | |
10 | εὖ ἔχον οὐδὲ μετελθεῖν πάντα παρ’ ἑαυτῷ ἔχον· ἀλλ’ οὐδὲ αὔξησιν ἐπιζητεῖ τελειότατον ὄν. Διὸ καὶ παρ’ αὐτῷ πάντα τέλεια, ἀγάπη, χαρά, εἰρήνη, | |
15 | μακροθυμία, χρηστότης, σο‐ | |
φία, σύνεσις, βουλή, ἀσφάλεια, | 194 | |
195 | εὐσέβεια, γνῶσις, ἁγιασμός, ἀπολύτρωσις, πίστις, ἐνερ‐ γήματα δυνάμεων, χαρίσματα ἰαμάτων καὶ ὅσα τούτοις παρα‐ | |
5 | πλήσια, οὐδὲν ἔχον ἐν ἑαυτῷ ἐπίκτητον, ἀλλ’ ἀϊδίως πάντα ἔχον, ὡς Πνεῦμα Θεοῦ καὶ ἐξ αὐτοῦ πεφηνός, αἴτιον αὐτὸν ἔχον ὡς πηγὴν ἑαυτοῦ κἀκεῖ‐ | |
10 | θεν πηγάζον· πηγὴ δὲ καὶ αὐτὸ τῶν προειρημένων ἀγαθῶν. Ἀλλὰ τὸ μὲν ἐκ Θεοῦ πηγάζον ἐνυπόστατόν ἐστι· τὰ δὲ ἐξ αὐ‐ τοῦ πηγάζοντα ἐνέργειαι αὐτοῦ | |
15 | εἰσι. Τοῦτο τὸ Πνεῦμα τὸ ἅγιον ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως ὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ· ἐξέ‐ χεεν, οὐκ ἔκτισεν· ἐχαρίσατο, οὐκ ἐποίησεν· ἔδωκεν, οὐκ ἐδη‐ | |
20 | μιούργησεν· ἐκ παραλλήλου τὰ αὐτὰ λέγω, ἐπειδή σε πανταχό‐ θεν ἑδραῖον εἶναι δεῖ. Ὁ παρὰ τούτου τοῦ Πνεύματος διδα‐ σκόμενος τί εἴπῃ ἐν τῇ τῶν | |
25 | ἀνακρινόντων ἀπολογίᾳ, δι‐ δακτὸς Θεοῦ ἀκούει παρὰ τοῦ προφήτου φήσαντος· καὶ | |
ἔσονται πάντες διδακ‐ | 195 | |
196 | τοὶ Θεοῦ. Πολὺ οὖν τοῦτο τὸ θεῖον ἐν ψυχῇ λογικῇ ὑπάρχει, εἰ μὴ διὰ ῥᾳθυμίαν ἑαυτῆς ἀποστατεῖν θέλοι· | |
5 | προσπελάσασα δὲ αὐτῷ καὶ οἱονεὶ ἓν γενομένη ἀκούει· ὁ κολλώμενος τῷ κυρίῳ, ἓν πνεῦμά ἐστιν· αὐτῷ | |
ἡ δόξα. Ἀμήν. | 196 |