TLG 2040 012 :: BASILIUS :: Homilia de virginitate [Sp.]

BASILIUS Theol., Episcopus
(Caesariensis (Cappadociae): A.D. 4)

Homilia de virginitate [Sp.]

Source: Amand, D., Moons, M.C. (eds.), “Une curieuse homélie grecque inédite sur la virginité adressée aux pères de famille” [Revue Bénédictine 63] 1953: 35–69.

Citation: Chapter — section — (line)

t

1

ΟΜΙΛΙΑ ΠΕΡΙ ΠΑΡΘΕΝΙΑΣ.

1

.

1

Ἕκαστος ἡμῶν τὸ αὐτεξούσιον λαβὼν παρὰ τοῦ θεοῦ, ὡς ὁ ἅγιος Παῦλός φησιν ἐν τῇ πρώτῃ πρὸς Κορινθίους, ἐξουσίαν ἔχει ἕκα‐ στος τοῦ ἰδίου θελήματος.

1

.

2

Καὶ ὃς μὲν κέκρικε τῇ ἑαυ‐ τοῦ καρδίᾳ τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς ποι‐ ήσει, ὥστε καὶ ὁ γαμίζων, φησί, καλῶς ποιε, καὶ ὁ μὴ γαμίζων, φησί, κρεῖσσον ποιεῖ.

1

.

3

Καὶ ἵνα λαμπρότερον εἴπω, ταῦτα γάρ με ἐκίνησαν, τὸ καλὸν καὶ τὸ κρεῖσσον διηγήσασθαι οὐκ ὀκνήσω, μάλιστα τοῖς τῷ ἐπουρανίῳ καὶ πνευματικῷ ἔρωτι πρὸς θεὸν πτερουμένοις.

1

.

4

Καλὸν γὰρ ὁ σεμνὸς γάμος, ὡς ἀπὸ θεοῦ ἁρμοζόμενος· κρεῖσσον δὲ ἡ ἄχραντος παρθενία διὰ τὸ τοῦ καλοῦ κρεῖττον, οὐδ’ ἕτερον δὲ ἑτέρου ἀλλότριον.
35

1

.

5

Ὥσπερ γὰρ ἐκ τῶν φυτῶν οἱ καρποὶ εὑρίσκονται. ἀλλ’ ὅμως ὁ γλυκὺς καρπὸς τὴν ἀξίνην ἀποστρέφει· ἡ δὲ ἀξίνη, φησὶν ὁ σωτὴρ ἡμῶν, πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται.

1

.

6

Πᾶν οὖν δένδρον, μὴ ποιοῦν καρπὸν καλόν, ἐκκόπτεται.

1

.

7

Παράβασιν γὰρ κατηγορεῖ ὁ Παῦλος τῆς γυναικὸς κατὰ τὴν πρωτό‐ πλαστον Ἔυαν, σωτηρίαν δὲ ἔσεσθαι ἐπαγγέλλεται διὰ τῆς τεκνογονίας.

1

.

8

Ἀλλ’ οὐκ ἀσαφὲς κατέλιπε τὸ ῥῆμα· ἐὰν γάρ, φησί, μείνωσιν ἐν πίστει καὶ ἀληθείᾳ καὶ ἀγάπῃ καὶ ἁγιασμῷ καὶ σωφροσύν.

1

.

9

Ἔνθεν οὖν ἤδη φανερὸν ὡς ἐὰν μὲν μείνωσιν· ἐὰν δὲ μὴ μείνωσιν, ἐν ἐγκλήματι παραβατικῷ ἔσονται ὑπεύθυνοι.

2

.

10

Πειθέτω δὲ πατὴρ υἱὸν καὶ μήτηρ θυγατέρα ἁγνεύειν Χριστῷ· κοινὸν γὰρ τὸ γέννημα.

2

.

11

Εἰ δέ τις κολακεύειν οὐδὲ πείθειν θέλει τῇ εἰς θεὸν σπουδῇ, μὴ θαρρεῖν τοῦ κωλύειν τοὺς σπεύδοντας ἁγνεύειν, κἂν υἱὸς κἂν θυγάτηρ, κἂν δοῦλος ἢ δούλη τυγχάνῃ.

2

.

12

Τὴν γὰρ ποθοῦσαν ἁγνεύειν, μὴ σπεῦδε κωλύειν, ἵνα μὴ ἔχθραν τινὰ σπείρῃς μετὰ τοῦ ἀληθινοῦ Χριστοῦ νυμφίου.

2

.

13

Εἶτα, ἐὰν μὲν ἡ φύσις ἐκτίκτῃ ψυχήν, μετὰ σώματος καθαρῶς ἐξανθοῦσαν πρὸς δόξαν Χριστοῦ,
〈καὶ〉 πρὸς αὐτὸν τρεπομένην, πατὴρ δὲ ἅμα μητρὶ κατὰ γῆν ἡλούμενος, μὴ συγκάμνων τῷ ἐξανθήσαντι τέκνῳ πρὸς δόξαν Χριστοῦ, ἀλλ’ ὅμως37
5τὸ τέκνον, τῷ καθαρῷ ἀέρι τῆς ἁγνείας τρεφόμενον καὶ τῇ δρόσῳ τῆς ἀγαθῆς ἐπαγγελίας ποτιζόμενον, φανεῖ μετὰ ἀληθείας τῷ δεσπότῃ ἄφθορον καὶ καθαρὸν καὶ ἀμίαντον αὐτὸ μὲν ὑπὲρ τιμὴν δοξασθήσεται, ὅτι ἐξ ἀκανθῶν καὶ τριβόλων σταφυλὴ γεγένηται· οἱ φύσαντες δὲ ἀντὶ δόξης κατάκρισιν ἑαυτοῖς κομίζονται.

2

.

14

Διὰ τοῦτο οὖν θέλει σου ἡ θυγάτηρ Χριστῷ μένειν παρθένος.

2

.

15

Χαίρειν ὀφείλεις· μὴ εὐθὺς δὲ συγκατατίθεσθαι.

2

.

16

Μὴ τὰ ἀπὸ καρ‐ δίας, ἀλλὰ τὰ ἀπὸ χειλέων πρόφερε.

2

.

17

Μὴ τῷ φθόνῳ τηκόμενοι, ἀλλὰ τὴν πτῶσιν φοβούμενοι, τοῦτο γάρ ἐστι καθαρὸν μετὰ τῆς ἀρχῆς τὸ ζητούμενον· μὴ τὸν νυμφίον ἐπαισχυνόμενοι.

2

.

18

Εἶτα ἐὰν ἴδητε καλὰ τὰ ἴχνη, εὔτακτα τὰ κινήματα, αἰδέσιμον τὸ ὄμμα, τίς ἡ διάνοια, ποῖος ὁ πόθος ἢ ἀνθρώπι‐ νος ἢ ἐπουράνιος, ποῖοι τόνοι τῆς νηστείας καὶ πάσης ἐν Χριστῷ εὐσεβείας, ἐὰν ἐπουράνιον ἴδῃς κινούμενον ἔρωτα ἄδολον, παντοίως θαλάμευε
5λοιπὸν αὐτὴν τῷ παιδὶ κυρίου τοῦ θεοῦ, τῷ ἀσπίλῳ καὶ ἀμιάντῳ νυμφίῳ.

2

.

19

Τηρείτω λοιπὸν ὁ πατὴρ τὸν ναὸν τοῦ θεοῦ.

2

.

20

Γενοῦ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου.

2

.

21

Μηδὲν ἄφιε τῷ καθαρῷ ναῷ προσεγγίζειν φαῦλον· μή, ὅτι ἐγέννησας, καταφρόνει, ἀλλ’ ὅτι παραθήκην δεσποτικὴν ἔχων, ἀμεριμνεῖν οὐκ ὀφείλεις.
39

2

.

22

Φοβοῦ σαυτόν, μὴ νυστάζῃς, ἵνα μὴ τὴν παραθήκην τοῦ ἐπουρανίου βασιλέως ἀπολέσῃς.

2

.

23

Μὴ ῥᾳθυμήσῃς φυλάσσων, ἵνα μὴ ἀθυμήσῃς ἀπολέσας· μὴ προσγελάσῃς, ἵνα μὴ προσκλαύ‐ σῃς.

2

.

24

Κἂν ἀλγῇ, κάλλιον δὲ διὰ Χριστὸν ἀλγεῖν.

2

.

25

Οὐδὲ γὰρ εἴ τις μὴ θλίβων τὸν παῖδα διδάξει τὰ βέλτιστα, μὴ ὀργῇ κινούμενος, ἀλλὰ στοργῇ πατρικῇ καὶ φιλοτέκνῳ ἁπτόμενος.

2

.

26

Μὴ καταφρόνει, ὅτι ἔχεις, ἀλλὰ φυλάσσων φοβοῦ, ἵνα ἔχῃς.

2

.

27

Μὴ πάντα ἄνθρωπον εἰσάγαγε εἰς τὸν οἶκόν σου· πολλαὶ γὰρ αἱ ἔνεδραι τοῦ διαβόλου.

2

.

28

Μὴ παντὶ ἀνθρώπῳ ἐπιδείξῃς τὴν παραθήκην σου· ὁ φθόνος γὰρ πανταχοῦ.

2

.

29

Ἐκτενῶς κώλυε τὴν πρὸς ἄνδρας ὁμιλίαν· ἐκ γὰρ τῆς ὁμιλίας ἐν τῇ Γενέσει ὁ πρωτόπλαστος μετὰ τῆς Ἔυας ἔπεσε.

2

.

30

Κἂν χρηστὴ ᾖ ἡ ὁμιλία, ἀλλ’ ὁ ἄχρηστος προσπαίζει.

2

.

31

Φρόνιμος γάρ ἐστιν ἐν κακίᾳ· οὐκ εὐθέως ἐπιφέρει τὰ φάρμακα, ἀλλὰ μέλιτι μίξας τὴν χολὴν λανθάνει.

2

.

32

Ὥσπερ γὰρ ἀπὸ χειλέων γυ‐ ναικὸς πόρνης παγιδεύεται. τῷ αὐτῷ ἤδη καὶ ἀπὸ ἀνδρὸς ἀκολάστου οἱ λόγοι ἐν ἀρχῇ μέλιτος δίκην λιπαίνουσι φάρυγγα, τὰ δὲ τέλη χολῆς πικρότερον καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου 〈καὶ〉 δεινότερον.

2

.

33

Κἂν τὸ σχῆμα σεμνόν, κἂν οἱ λόγοι θεοφιλεῖς, μὴ ἐμπιστεύσῃς φοβούμενος· ἑκάτερα γὰρ ἄμφω τὰ μέρη τοῖς ἴσοις σπέρμασιν ἔφυσαν, καὶ ἀδύνατον ἐκριζῶσαι τὸ τῆς ἐπιθυμίας φυτόν, εἰ μὴ σώφρων λο‐ γισμὸς τοῦτο σβέσοι.

2

.

34

Μὴ προφάσει παννυχισμοῦ, ὡς ἐπὶ ἐκκλησίαν ἀπολύσας, ἀποστείλῃς αἰχμάλωτον.
41

2

.

35

Μηδὲ πάλιν λαμπαδεύουσα ἀγρυπνίας χάριν, σβέσῃ τὴν λαμπάδα τῆς ἁγνείας.

2

.

36

Μηδὲ προφάσει συνόδων συληθεῖσα, ὑπὸ τῶν συνόδων συληθῇς, καὶ μείνῃς ἀσυνόδευ‐ τος τῶν ἁγίων.

2

.

37

Μηδέ τινων τελευτησάντων ἕνεκεν ἐξελθοῦσα, αὐτὴ εὑρεθῇ νεκρά.

2

.

38

Καὶ τὴν ἔσω κοίτην ἀκριβῶς πρόσεχε, πανταχοῦ γὰρ ὁ βάσκανος, γέλωτα δὲ καὶ θυμὸν καὶ ὀργὴν καὶ ὅρκον καὶ λόγον ἀργὸν καὶ τὰ λοιπὰ τῆς σαρκὸς πάθη.

2

.

39

Μὴ δ’ ὅλως συγχώρει, ὅπως μηδεὶς μῶμος τῷ ἀμώμῳ προσγίνηται.

2

.

40

Ἐπιμελοῦ τῶν χλωρῶν, ἵνα ἄρῃς τὰ δράγματα.

2

.

41

Μάθε τί ἔχεις, ἵνα γνῷς καὶ φυλάσσειν ἁγιαστήριον θεῷ ναὸν Χριστοῦ, θυσιαστήριον καθαρὸν βασιλεῖ, πνεῦμα ἅγιον σεσαρκω‐
μένον, μέλη καθαρὰ Χριστοῦ, νόμου φυλακτήριον, εὐαγγελίων μαθή‐ τριαν, ἐκκλησίας θεοῦ σεμνολόγημα, παραβάσεως Ἔυας κατόρθωμα,43
5ἐξορισμοῦ ἀνάκλησιν, διαλλαγὴν πρὸς ἀνθρώπους, νύμφην ἐπουρανίου βασιλέως, ἀρραβῶνα ζωῆς.

2

.

42

Αὕτη ἡ παραθήκη τοσαύτων παραθηκῶν αἴτιός ἐστι· μὴ οὖν ἀμελῶς πρόσεχε, ἵνα κοινωνὸς γενῇ τοῦ κατορθώματος.

2

.

43

Ὑποφώνει ἐκ τῶν θείων γραφῶν τό· κρεῖσσον ἀτεκνία μετὰ ἀρετῆς, καὶ τὸ τῇ ἁγίᾳ Μαρίᾳ ῥηθὲν ὑπὸ τοῦ ἀγγέλου· Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ σο.

2

.

44

Καὶ τὰ τούτων ἀδελφὰ ἀνθολογῶν ἐκ τῶν σπερμάτων καὶ ὠφελημάτων τῶν θείων γραφῶν, τὰ τὴν ἁγνείαν δοξολογοῦντα ἐντάλματα, στέφανον καθαρὸν λόγοις ἁγνείας συμπλέκων προστίθει, ἵνα ἐκεῖνα ποθοῦσα προθύμως ἐπιβαίνῃ εἰς τὸν
5ἄχραντον τοῦ Χριστοῦ νυμφῶνα, ταῖς φρονίμοις παρθένοις συντρέχουσα, ὅπως καὶ σὺ ὁ γεννήσας παστὸν βασιλείας τρυγήσῃς, καὶ αὐτὴ ἀφθαρσίας στέφανον δέξηται.

3

.

45

Εἰ δὲ οὐ θέλει οὕτω μένειν, οὐδεὶς ἀναγκάζει, οὐδεὶς μέμφε‐ ται.

3

.

46

Μέμψεται δὲ ἑαυτήν, ὅταν οἱ πόνοι αὐτῇ παραστῶσι καὶ οἱ πρόσκαι‐ ροι*** διαφύγωσιν, ὅταν ὠδῖνες συνέλθωσιν, ὅταν ποιήσῃ κοπετὸν ὡς δρακόντων καὶ πένθος ὡς θυγατέρων σειρή‐ νων.

3

.

47

Εἵλκυσε γὰρ ἐφ’ ἑαυτῆς τὴν τοῦ κυρίου ἀπόφασιν, ἣν πρὸς τὴν Ἔυαν ἐλάλησεν ἐν τῇ Γενέσει· πληθύνων πληθυνῶ τοὺς πόνους σου καὶ τὰς ὠδῖνας σου, καὶ τό· ἐν λύπαις τέξῃ τέκνα.
45

3

.

48

Τὸ γὰρ χαῖρε κεχαριτωμένη παρέβλεψε.

3

.

49

Κἂν μετὰ χεῖρας κρατῇ, ὃν προσέφυγε πρόσκαιρον ἄνδρα, μακρὰν ἀπ’ αὐτῆς καὶ ἡ παρὰ τούτου βοήθεια γίνεται.

3

.

50

Μέμψεται ἑαυτήν, ὅταν ἡ θυγάτηρ ἀποθάνῃ καὶ ὁ υἱὸς νοσῇ, ὅταν τῷ προηγησαμένῳ πένθει αὐτῆς ἕτερον πένθος ἀπειλῇ καὶ τὸν στεναγμὸν αὐτῆς στεναγμὸς διαδέξηται.

3

.

51

Μέμψεται ἑαυτήν, ὅταν ὁ ἀνὴρ ἀπόδημος καὶ αἱ λύπαι αὐτῆς ἐνδημῶσι, καὶ τὰ πρὸς τὰς χρείας μὴ παρῶσιν, ὅταν ὁ ἀνὴρ ἀποδημίᾳ βραδύνῃ καὶ αἱ λύπαι ἐνριζώσωσιν, ὅταν πολλὰς στράτας σκοπεύσασα, κρουνηδὸν καταβῇ τὰ δάκρυα, ὅταν θάνατον τοῦ ποθουμένου αὐτῆς ἀνδρὸς ἄγγελος
5τοῦ θανάτου αὐτῆς προλάβῃ, ὅταν πενθήφωνος καὶ λυσίκομος ἄλλην καὶ ἄλλην ὁδὸν τρέχῃ, κἂν τρυφερά, κἂν ἀνυπόδετος, κἂν ποταμοὶ συναν‐ τήσωσιν, ἡ σπουδὴ τοῦ πένθους ταῦτα παρορᾷ, ὅταν ἕλκουσα τοὺς βό‐ στρυχας τύπτῃ τὸ ἑαυτῆς στῆθος, ὅταν πλέξῃ δακτύλους καὶ περιθῇ τοῖς γόνασι καὶ πέσῃ εἰς τὸ ἔδαφος, ὅταν τὸ πνεῦμα αὐτῆς κλαιούσης διαλείψῃ
10καὶ τὸ φῶς τῶν ὀφθαλμῶν διανοιγῇ, ὅταν τὴν ἡμέραν ἀράσηται καὶ
τὴν κόνιν ἐπὶ τῆς κεφαλῆς μετρήσῃ, ὅταν τὴν στεφθεῖσαν κεφαλὴν αὐτῆς τοῖς ἀκροδρύοις καὶ τοῖς κρίνοις ῥανθεῖσαν, τῇ ἐκ τῆς ἑστίας τέφρᾳ μολύνασα καταπάσῃ.47

3

.

52

Καὶ μέμψεται ἑαυτήν, ὅταν τὴν νυμφικὴν στολὴν πενθήρης διαδέ‐ ξηται.

3

.

53

Καὶ τάχα τῷ πένθει αὐτῆς δεύτερον πένθος μνηστευθήσεται, δευτερογαμίας χάριν.

3

.

54

Κἂν τοῦτο παρέλθῃ, ἀρκέσει αὐτῇ καὶ περισσεύσει τὸ θολερὸν καὶ πολυστένακτον τῆς χηρείας πνεῦμα.

3

.

55

Εἶτα πάντα τελέσασα ἡ ἀθλία, μᾶλλον δὲ προπάντων τελεσθεῖσα, ἀπέρχεται τοῦ τῇδε βίου πολυωδύνου ὄντος.

3

.

56

Κἀκεῖ αὐτῇ συναντήσουσι τάχα ἄλλαι ὀδύναι καὶ δεύτεροι στεναγ‐ μοί· ὅταν ἴδῃ παρθένους ἁγίας ἐνδεδυμένας ἐνδύματα ἀφθαρσίας, κρατοῦσας μετὰ χεῖρας τὸ ψαλτήριον ἐν ταῖς καρδίαις ἐγγεγραμμένον, τὸν ἐπινίκιον ὕμνον ᾀδούσας τῆς παρθενίας, στέμματα τοῖς κροτάφοις ἀφθαρσίας φορούσας,
5ἀνθ’ ὧν κατέλιπον τὸν ὧδε ἀνθρώπινον στεναγμόν, ἔμπροσθεν τοῦ Χριστοῦ χορεύουσαι ὑπὸ ἀγγέλων ἐν εὐφροσύνῃ τέρψιν γινομένην.

3

.

57

Ὅταν Χρι‐ στὸς ὁ νυμφίος τὴν στοργὴν ἐνδείξηται, ὅταν στεναγμῷ στενάξῃ, τότε πάλιν μέμψεται ἑαυτήν, τότε πολλὰ μεταμεληθήσεται καὶ ἀνωφελὴς ἡ μετάνοια αὐτῆς ἔσται.

4

.

58

Ἀλλὰ μὴ μόνον τὸ τῶν θηλείων γένος πειθέτωσαν ἁγνεύειν, ἀλλὰ καὶ οἱ ἄνδρες μὴ ῥᾳθυμείτωσαν πείθεσθαι πρὸς τὸ ἁγιάζειν τὰ ἑαυτῶν σώματα, οὕτως ἐκ τῶν θείων γραφῶν παραψάλλοντες τό· Μακά‐ ριος ἀνὴρ οὗ ἐστι τὸ ὄνομα κυρίου ἐλπὶς αὐτο, καὶ
5τό· Μακάριοι οἱ ἄμωμοι, καὶ τό· Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, καὶ τό· Μακάριοι οἱ ἐγκρατεῖς, ὅτι αὐτοῖς λαλήσει
ὁ θεός, καὶ ὅτι· ἡ φθορὰ οὐ κληρονομήσει τὴν ἀφθαρ‐ σίαν, καὶ ὅτι· ὁ σπείρων εἰς τὸ πνεῦμα θερίσει ζωὴν αἰώνιον, καὶ ὅτι· οἱ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι49
10οὐ δύνανται, καὶ ὅτι· εὔσχημον καὶ ὅτι· εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπάστως, καὶ ὅτι· καλὸν τὸ οὕτως εἶναι ἀνθρώπ, καὶ τὸ τῷ προφήτῃ Ἱερεμίᾳ ὑπὸ τοῦ κυρίου λεχθέν, ὅτι· μὴ λάβῃς γυναῖκα καὶ οὐ γεννηθήσεταί σοι υἱὸς οὐδὲ θυγάτηρ ἐν τῷ τόπῳ τούτ, καὶ τὸ ἐν τῷ προ‐
15φήτῃ Ἡσαΐᾳ λεχθὲν ὑπὸ κυρίου λέγοντος, ὅτι· μὴ λεγέτω ὁ εὐ‐ νοῦχος, ὅτι ἐγώ εἰμι ξύλον ξηρόν. Τάδε γάρ, φησι, λέγει κύριος τοῖς εὐνούχοις· ὅσοι ἐὰν ἐκλέξων‐ ται ἃ ἐγὼ θέλω εἰς τὸ διαφυλάσσειν τὰς χεῖρας ἑαυτῶν μὴ ποιεῖν ἄδικον, καὶ μὴ ἐνθυμηθῶσι κατὰ τοῦ κυρίου πονηρά, καὶ
20δώσω, φησίν, αὐτοῖς ἐν τῷ οἴκῳ μου τόπον ὀνο‐ μαστὸν καὶ ἐν τῷ τειχισμῷ κρεῖσσον υἱῶν καὶ θυγατέρων, ταῦτα καὶ τὰ ἐν τοῖς εὐαγγελίοις ὑπ’ αὐτοῦ πάλιν τοῦ κυρίου βοώμενα, ὅτι· εἰσιν εὐνοῦχοι οἵτινες εὐνού‐ χισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν.

4

.

59

Τὸ πλεῖον γοῦν ἐκ τῶν ἁγίων γραφῶν στηριζέσθω τοῦ νέου παιδὸς ἡ ψυχή.

4

.

60

Εἰ δὲ καὶ τὰς τοῦ γάμου κακοπαθείας διηγούμενοι πρὸς αὐτοὺς πρὸς ἀποτροπὴν τῶν τῆς σαρκὸς παθῶν, οὕτω τὸν πρόσκαιρον καὶ μαινό‐ μενον καὶ ὡσεὶ ἄνθος χόρτου παρερχόμενον τῆς σαρκὸς πόθον τῷ ἐπου‐ ρανίῳ πόθῳ καταπαλαίσαντας ἀποσβέσουσι τὸ τῆς γλυκύτητος πικρόν,
51
5σώφρονι λογισμῷ νικήσαντες.

5

.

61

Οὕτως οὖν παρομιλείτω πατὴρ υἱῷ ὡς ἐκμαλάσσων τοῦ νέου τὴν ἀκμήν· εἶτα ἐὰν ἴδῃς ἀρραγῆ τὴν πίστιν αὐτοῦ, μηδὲν κεκλονημένον ἢ μαλθακὸν ἢ τῇ σαρκὶ ἀτάκτως ἐν ἀσελγείᾳ ἐπανθοῦν τὸ σχῆμα, ἀλλ’ ἐνεργοῦσαν τῷ θείῳ φόβῳ τὴν πίστιν, μιμῆσαι τὸν πατριάρχην, γενοῦ
5νέος Ἀβραὰμ τὸν νέον προσφέρων Ἰσαάκ· ἄφες τὴν ὄνον καὶ τὰ παιδάρια, τουτέστι τοῦ κόσμου τούτου τὴν πρόσκαιρον ἐργασίαν, ἐπίθες δὲ αὐτῷ τὰ ξύλα, τουτέστι τὸν σταυρόν.

5

.

62

Κατὰ τὴν εἰκόνα ἐκείνην, ἄγε καὶ σὺ αὐτὸς τὸν σεαυτοῦ νέον Ἰσαὰκ εἰς τὸ ὄρος, θυσίαν ζῶσαν ζῶντι θεῷ προσάγων, ἵνα γένῃ καὶ σὺ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, προσάγων αἶνον τῷ θεῷ· τοσαύταις γὰρ θυσίαις εὐαρε‐
5στεῖται ὁ θεός, τοιοῦτοι ἱερεῖς θεὸν θεραπεύουσι.

5

.

63

Κἂν συμποδίσῃς, κἂν μὴ δῷς τροφὴν ἔχειν ἐν προχείρῳ, πρὸς τὸ μὴ παχυνθεῖσαν αὐτοῦ τὴν σάρκα ἀπολακτίσαι, ἵνα μὴ ἐκ τῆς περιττῆς τροφῆς καὶ ποτοῦ, φθοριμαίων ὄντων, ἰσχὺν σώματος καὶ οὐ ψυχῆς τραφείς, προσκιρτήσας ἀπολακτίσῃ καὶ μὴ ὑποδέξηται τὰ τοῦ σταυροῦ
5ξύλα, ἢ μήποτε σκορπίσῃ τὸ θυσιαστήριον, ἵνα ἔχῃς καὶ μετ’ ἐλπίδος ἑτέρας ἐλπίδας, ἵνα ᾖς καὶ πατὴρ καὶ ἱερεὺς τοῦ ὑψίστου· κἂν εὐχὰς προσ‐ φέρητε περὶ αὐτοῦ, δείξεις τὸ φίλτρον.53

5

.

64

Τοῦτο γὰρ ἐποίει ὁ τοῦ θεοῦ θεράπων Ἰώβ, ὃν ἀκούεις περὶ ἐνθυμήσεως τῶν υἱῶν αὐτοῦ μόσχον σφα‐ γιάζοντα κατ’ ἐνιαυτόν, μήποτε οἱ υἱοί μου, λέγων, κακὰ ἐνε‐ νόησαν πρὸς τὸν θεόν.

5

.

65

Κἂν ἡ μήτηρ ποιῇ χιτῶνας τῷ υἱῷ, μηδὲν ἀγανακτείτω· ἐποίει γὰρ τῷ ἁγίῳ Σαμουὴλ κατ’ ἐνιαυτὸν διπλοΐδας ὡς υἱῷ ἡ Ἄννα ὑπηρετου‐ μένη τῷ θεῷ, ὡς ἐν τῇ πρώτῃ τῶν Βασιλέων γέγραπται.

5

.

66

Καὶ πάντως οὐ καμεῖ ὁ βασιλεὺς μὴ ἀντιτιμῆσαι τοὺς τιμήσαντας τοὺς ἐκείνου στρα‐ τιώτας.

6

.

67

Ὅτι δὲ καὶ οἱ γονεῖς θησαυρίζουσι τοῖς τέκνοις, ὁ Παῦλος ἐδίδαξε.

6

.

68

Τίς ὁ θησαυρός; τὸ ἐκθρέψαι αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου.

6

.

69

Οὕτως γὰρ ὄντως ὁ θησαυρὸς ὁ ἀγαθὸς καὶ ἴδιος τῷ κεκτημένῳ, ᾧ κλέπτης οὐκ ἐγγίζει, οὔτε σὴς διαφθείρει, οὔτε πρόσκαιρος τοῦ κόσμου πλοῦτος, λέσχη ἀνθρώποις καὶ ἀσχολία καὶ πόλεμος.

6

.

70

Πολλάκις γὰρ ὁ κεκτημένος καὶ τὸ ζῆν δι’ αὐτοῦ προσαπώλεσεν, ὡς πολλάκις καὶ ἀκοῇ ἐδεξάμεθα καὶ ὄψει τὸ ἔργον παρελάβομεν ταῦτα οὕτως ἔχειν.

6

.

71

Οὕτως οὖν καὶ οἱ γονεῖς τοῖς ἑαυτῶν τέκνοις θησαυριζέτωσαν, τὰ φιλὰ θεῷ ἐφοδιάζοντες.

6

.

72

Κἂν ἄλλος τις τοῦτο ποιεῖν διὰ θεὸν σπουδάζοι μόνον εἰς ὄνομα μαθητοῦ, κἂν ψυχροῦ ὕδατος ποτήριον ἀρυσάμενός τις καὶ ἐναντλήσας τῷ μαθήτῃ τοῦ Χριστοῦ παράσχοιτο, θείας βασιλείας ἔσται κληρονόμος.

6

.

73

Σπευδέτωσαν οὖν πάντες οἱ φιλόχριστοι πορίζειν τὰ χρήσιμα.

6

.

74

Χρη‐ σιμώτερον δὲ σωτηρίας ψυχῆς μηδὲν νομιζέσθω παρὰ τῶν εὐφρονούντων.

6

.

75

Πολλὰ δέ ἐστι τὰ τὴν σωτηρίαν τῇ ψυχῇ περιποιούμενα, καὶ γὰρ ἕως δύο λεπτῶν καὶ ἕως λόγου ἀγαθοῦ ὑπὲρ δόμα τυγχάνοντος.

6

.

76

Αὕτη γὰρ ἡ ἀπὸ ἀληθινῆς διανοίας ἄδολος προαίρεσις προσδεκτέα τῷ φιλαν‐ θρώπῳ θεῷ ἢ θυσιῶν αἷμα.
55

6

.

77

Πολλάκις γὰρ κατήχησεν ἡμῖν τὸ μαρτυρηθὲν ὑπὸ τοῦ πανσόφου θεοῦ τῷ Δαυὶδ ἐν πρώτοις διὰ τοῦ ἁγίου Σαμουήλ, ὅτι ἄνθρωποι εἰς πρόσωπον, ὁ δὲ θεὸς ἐν καρδίαις, μάλιστα ταῖς τελείου πόθου ἐπουρανίου πτερῷ μετεωριζομέναις.

7

.

78

Ἐρχέσθωσαν οὖν παρθένοι· χρεία γὰρ αὐτῶν ἐν τῇ βασιλείᾳ, ἀλλὰ φρονίμων χρεία.

7

.

79

Οὐ γὰρ ἀδίκως ἐξέκλεισεν, ἃς ἀκούεις παρθένους, ἀλλ’ ἐλαίου αὐταῖς οὐχ ὑπάρχοντος διὰ τὴν ἑαυτῶν ἀμέλειαν, τὸ καλὸν εἰσελθεῖν ἀσπάσασθαι οὐ δεδύνηνται, οὐδὲ τὸ κρεῖττον ἐν τῷ γρηγορεῖν ἐσπούδασαν· καὶ διὰ τοῦτο νύμφαι οὐκ ἤκουσαν, καὶ εἰς ἄφθαρτον
5νυμφῶνα οὐκ ἔφθασαν καὶ παστὸν αὐτῶν οὐκ ἐξέτειναν, καὶ διὰ τοῦτο βασιλείας οὐρανῶν στέφανον οὐκ ἐδέξαντο, καὶ τῷ ἀθανάτῳ νυμφίῳ οὐχ ὡμίλησαν· πρὸς αὐτὸν γὰρ οὐκ ἔφθασαν.

7

.

80

Διὰ τοῦτο εἶπε· φρονίμων χρεία.

7

.

81

Εἰ παρθενεύεις Χριστῷ, μὴ ὡς θέλεις σύ, ἀλλ’ ὡς θέλει ὁ παρθενευό‐ μενος.

7

.

82

Μὴ τὰ ἴσα θέλε τοῖς τὰ κόσμου φρονοῦσι.

7

.

83

Πῶς γὰρ ὁ
νεκρώσας τὰ ἐπὶ γῆς μέλη ὄντα τῆς ἁμαρτίας ἔσται [τὰ] τῶν μὴ εἰξάντων τῇ ἀληθείᾳ;57

7

.

84

Τί ζητεῖς ὁ σταυρωθεὶς τῷ κόσμῳ μετὰ τῶν κατὰ κόσμον καὶ ἐν κόσμῳ φιληδονούντων;

7

.

85

Οὐδείς, φησι, στρατευό‐ μενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσ, καὶ οὐδεὶς στε‐ φανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσ.

7

.

86

Τῷ Χριστῷ συνετάφης ἐν τῷ βαπτίσματι· τί ὡς ζῶν ἐν κόσμῳ δογματίζεις;

7

.

87

Διέβης τὸν Ἰορδάνην· μὴ στρεφοῦ εἰς Αἴγυπτον.

7

.

88

Τουτέστιν ἐξῆλθες ἐκ τοῦ κόσμου τῷ φρονήματι· μὴ πάλιν τοῖς γηΐνοις σκότιζε τὸ φθάσαν εἰς οὐρανὸν φωτισθῆναι σὸν φρόνημα.

7

.

89

Μὴ τὸ σχῆμα Ἱερουσαλήμ, οἱ δὲ τρόποι Αἰγύπτιοι.

7

.

90

Βλέπε μὴ δορᾷ προβάτων τὸν ἔνδον λύκον σκεπάζῃς, μηδὲ ἄνθεσι ῥόας τὸν τρίβολον στέφῃς.

7

.

91

Αἴρεται τὸ ἔνδυμα, ζητεῖται ὁ τοῦ προβάτου τρόπος.

7

.

92

Πίπτει τὰ φύλλα, ζητεῖται ὁ βότρυς.

7

.

93

Ἀπορρεῖ τὰ ἔξωθεν ἄνθη, φαίνεται ὁ τρόπος· τοῦ γὰρ τριβόλου ἡ φύσις ἑαυτὴν δηλοῖ.

7

.

94

Οὕτω τῶν παρθένων, οὐ τοῦ σώματος, χρεία, ἀλλὰ τῶν ἀδόλων τρόπων χρεία.

7

.

95

Οὕτω τὸν γεωργὸν οὐ τὰ φύλλα τρέφει, ἀλλ’ ὁ καρπὸς εὐφραίνει.

7

.

96

Οὕτω μοι νόει καὶ ἐπὶ πάντων· οὐ γὰρ ταῦτα δεῖ λεπτῶς διαλέγεσθαι.

7

.

97

Τῶν γὰρ σοφῶν αἱ διάνοιαι τῷ νῷ προσπηδῶσαι ἄχθος ἡγοῦνται τὴν λεπτότητα τῶν λόγων.

7

.

98

Μηδὲν οὖν σχῆμα γενέσθαι παρακαλῶ, ἀλλὰ τὸ ἔργον τοῦ σχήματος προηγείσθω, ἵνα μὴ ἄλλως τῶν ἔργων εὐσχημονούντων τινὲς ἡμῖν ἀσχήμονες τῶν ἔργων εὑρεθεῖεν.

8

.

99

Πολλάκις οὖν καὶ θυγατρὸς ποθούσης σπεύδειν τὰ κρείττονα, μήτηρ κηδομένη τῶν νέων ἢ κάλλει προσκαίρῳ τῷ νομιζομένῳ πλανωμένη,
τάχα δὲ καὶ φθόνῳ τηκομένη, σπεύδει ποιῆσαι τὴν θυγατέρα τέκνον τοῦ αἰῶνος τούτου καὶ οὐ θεῷ νυμφευθῆναι.59

8

.

100

Ἀλλ’ ἐνεδρεύει πᾶν ὅ τι νομιζόμενον δεινόν· ἀλλὰ μὴ ἀποδειλιάσῃς, ὦ τέκνον· ἄνω τὸ ὄμμα ὅπου ὁ ποθούμενος· τήρει τὰ ἴχνη τῆς προλαβούσης ἐκείνης, ἧς ἀκούεις Θέκλης.

8

.

101

Εἰ καὶ παρεκβατικὸν τὸ λεγόμενον· κἂν Θεόκλεια ταράσσηται, κἂν Θάμυρις πενθῇ, κἂν Ἀλέξανδρος διαδέχηται, κἂν ὁ δικαστὴς ἀπειλῇ, μὴ σβεννύσθω τὸ φίλτρον.

8

.

102

Τοῖς γὰρ νέοις ὠφέλιμον τὸ πρὸς Ἰησοῦν Χριστὸν ἀνασταυροῦσθαι.

8

.

103

Τίς χωρίσει τοὺς αὐτὸν ἐρωμένους ἀπὸ τῆς ἀγάπης τοῦ Χριστο;

8

.

104

Οὐ θλίψις, οὐ στενοχωρία, οὐ δίκασται, οὐ ῥήτορες, οὐ ξίφος, οὔτε τις ἑτέρα κτίσις δυνήσεται χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Χριστο.
61

8

.

105

Ἀλλὰ κἂν ἔρημος γένῃ γονέων, ἀλλ’ οὐκ ἔρημος θεοῦ.

8

.

106

Κἂν ἐπιλάθῃ τοῦ οἴκου τοῦ πατρός σου, ἀλλ’ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου

8

.

107

Δεῦρο δὴ οὖν, κἂν πολύολβος, κἂν δύσοπτος, κἂν πένης ὑπάρχῃς, κἂν χερνήτης.

8

.

108

Θάρσει, ἐλθέ· ὁ γὰρ νυμφίος Ἰησοῦς Χριστὸς οὐ τοῦ μαραινομένου κάλλους ἐράσκεται, οὐδὲ τὴν πενίαν ἀποστρέφεται.

8

.

109

Μικρὸν γὰρ καὶ μέγαν ἡ αὐτὴ χάρις προσκαλεῖται, ἀλλὰ τὰς προαιρέσεις δοκιμάζει, καὶ οὕτως ἀποδέχεται τοὺς σώφρονι λογισμῷ καθοπλισμένους τὴν ἀρετήν.

8

.

110

Ταῦτα δὲ καὶ ἐπὶ υἱοῦ σπεύδοντος παραστῆσαι τὸ σῶμα· ὁ πατὴρ ἔχθραν ἐγείρει πρὸς τὸν ἴδιον παῖδα, μὴ δυνάμενος γνῶναι τὸ κατόρθωμα τὸ τοιοῦτον.

8

.

111

Μωρίαν ἡγεῖται, κατὰ τὸ θεῖον γράμμα, τὸ σοφὸν παρὰ θεῷ.

8

.

112

Ἀλλὰ μὴ ὀκλάσῃς, ὦ νεανίσκε, μὴ προτιμήσῃς θνητὸν πατέρα ἢ μητέρα ἢ ἕτερόν τινα.

8

.

113

Ἀξίους ἑαυτοῦ ἀπεφήνατο, ὡς ἐν τῷ εὐαγγελίῳ γέγραπται, οὓς φωνήσας Ἰησοῦς· ἄφες τὸ πλοῖον, ἄφες τὸν πατέρα καὶ τὰ δίκτυα εἰς ἄγραν, κἂν ἐλπίδες τοῦ βίου πολλαί, κἂν Ζεβεδαῖος ταράσσηται.

8

.

114

Μηδὲν ὅλως θεοῦ προτιμήσῃς, μᾶλλον δὲ τῆς ἑαυτοῦ σωτηρίας, ἵνα ᾖς καὶ μετὰ Ἰωάννου, ὁμόθρονον αὐτοῦ ἀξίαν φορῶν.

8

.

115

Οὕτω γὰρ ἐπηγγείλατο ὁ θεὸς τοὺς καταλείψαντας πατέρα ἢ μητέρα ἢ ἀδελφοὺς ἢ ἀγροὺς ἢ οἰκίας ἐπὶ δεκαδύο θρόνους καθίσεσθαι ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

9

.

116

Ταῦτα εἶπε πρὸς παρθένους, ταῦτα εἶπε πρὸς τοὺς ἀκούοντας· τοὺς γὰρ πάντας αὐτὸς συνέκλεισε, καὶ οἱ πάντες εἰς αὐτὸν ἵνα συν‐ τρέχωσιν.

9

.

117

Οὐ μόνον δὲ [ἐν] τοῖς παρθενεύουσι ταῦτα ἐνετείλατο, ἀλλὰ καί· ὅστις ἀφῆκε γυναῖκα καὶ τέκνα καὶ τὰ λοιπά, πολυ‐ πλασίονα καὶ ζωὴν αἰώνιον κληρονομήσει.
63

9

.

118

Οὐ χωρίζων εἶπεν, ἀλλὰ τοὺς ἔχοντας, ἵνα μὴ ὡς ἔχοντες ὦσι διὰ τὸ τὸν καιρὸν συνεσταλμένον εἶναι, οὐ τὴν δέσιν λύων, ἀλλὰ τὴν σωφρο‐ σύνην σπείρων, ἵνα τὴν ἀκρασίαν πνίξῃ.

9

.

119

Καὶ ἐπεὶ τὰ στίγματα τοῦ Χριστοῦ 〈οὐ〉 βαστάζομεν καὶ τὰς λύσεις οὐκ ἀποστρεφόμεθα, πλὴν τῷ λόγῳ, τάχα εἰκῇ τινες ἐν τῇ ἐκκλη‐ σίᾳ συναγόμεθα.

9

.

120

Καὶ τοῦτο οὐκ ἀφήσω ἀμάρτυρον.

9

.

121

Φέρε, ἀπὸ τοῦ εὐαγγελίου παραθήσομαι.

9

.

122

Σαγήνῃ παρέβαλε τὴν ἑαυτοῦ βασιλείαν χαλασθείσῃ ἐν τῷ κόσμῳ καὶ πάμπολλα ἐκ παντὸς πλήθους συναγαγούσῃ.

9

.

123

Ὅτε εἰς τὸν αἰγιαλόν, φησί, τὰ καλὰ ἐπιλέγεσθε, τὰ δὲ σαπρὰ ἔξω βάλλετε.

9

.

124

Αὐτός φησι· Πολλοὶ κλητο, ὀλίγοι δὲ ἐκλεκτο, οὐ διὰ τὸν ἐκλεγόμενον ὀλίγοι, ἀλλὰ διὰ τὸ μὴ εὑρίσκεσθαι ἐκλεκτούς.

9

.

125

Ὥσπερ γὰρ ἐν τῇ ἅλωνι πολλὰ συστρέφεται, ἐν δὲ τῇ ἀποθήκῃ ὀλίγα εἰσφέρεται, οὕτως ἐν τῇ Ἐκκλησίᾳ πολλοὶ συστρεφόμεθα, ἐν δὲ τῇ βασιλείᾳ ὀλίγοι εἰσαχθήσονται.

9

.

126

Τὸ γὰρ πλοῖον τῆς βασιλείας χωρεῖ καὶ ἐπιθύνει ἐπὶ βατῶν, καὶ οἱ βορεῖς οὐ παίζονται.

9

.

127

Οὔτε τὸ πλοῖον φθονεῖ, ἀλλὰ τὸ κοῦφον ἀποφέρεται.

9

.

128

Μηδεὶς οὖν κοῦφος, ἵνα μὴ ὡς ἄχυρα γένηται ἔξω διαχωριζόμενα.

9

.

129

Οὐδεὶς γὰρ λανθάνειν εὑρίσκεται.

9

.

130

Τὸ γὰρ πτύον ἐν τῇ χειρ, ὂν τοῦ τὴν ἅλωνα καθαίροντος θεοῦ, τὸ ἔγκαρπον τοῖς ἐγκάρποις μίγνυται· τὸ ἄχυρον δια‐ χωρίζεται τῇ τοῦ πνεύματος διακρίσει, καὶ πυρί, ὡς ἀκούεις, παραδίδοται.
65

9

.

131

Καὶ ἄλλως δὲ ἐμανθάνομεν ἀκριβὲς τῆς ἐρευνήσεως ἡμῶν ἐν τῷ εὐαγγελίῳ.

9

.

132

Εἰσῆλθε γὰρ ὁ βασιλεύς, φησιν, ἰδεῖν τοὺς ἀνακει‐ μένους καὶ εὗρε τὸν δοκοῦντα λανθάνειν.

9

.

133

Εἶπεν ὁ βασιλεύς.

9

.

134

Ἔπα‐ θεν, ὡς ἤκουσε· τὸ γὰρ αὐτῷ λεχθὲν σκυθρωπόν.

9

.

135

Ὀκνῶ καὶ διὰ γλώττης φθέγξασθαι, καὶ διὰ τοῦτο λόγῳ οὐ καραπέμψω.

9

.

136

Οἱ γὰρ φιλομαθεῖς ἐπίστανται τὸν φοβερὸν λόγον τὸν πρὸς ἐκεῖνον καὶ τοὺς ὁμοιοτρόπους αὐτοῦ γεγενημένους.

9

.

137

Οὐ τὸ ἄριστον ἐλλείπει, ἀλλ’ ὁ ἀνακείμενος ἀνάξιος ἦν τοῦ ἀρίστου.

9

.

138

Οὐχ ὁ βασιλεὺς φθονερός, ἀλλ’ ὁ εἰσελθὼν οὐκ ἄξιον ἑαυτὸν παρεσκεύασεν, ἐπειδὴ πονηρὸς ὢν ἀνέκειτο.

9

.

139

Μηδεὶς οὖν αὐτὸ πάθοι, μηδεὶς πονηρός, ἵνα μὴ φιμωθῇ.

9

.

140

Οὕτω φιμώσατε τὰς τῆς σαρκὸς ὀρέξεις οἱ θέλοντες εὐσεβῶς ζῆν.

9

.

141

Τὰς γὰρ νεωτερικὰς ἐπιθυμίας φεύγειν ὁ Παῦ‐ λος βοᾷ.

10

.

142

Οὐκ ἐπόθουν οὕτω φθέγξασθαι, ἀλλ’ ἠναγκάσθην οὕτως εἰπεῖν, ἵνα σὺ ἀκούσας τὸ σκυθρωπὸν φύγῃς τὸ δεινόν.

10

.

143

Καὶ πότε φεύγειν χρή;

10

.

144

Νῦν ἡμέρα σωτηρίας.

10

.

145

Ὁποῖος θέλει εἶναι παρὰ Χριστῷ, οἶδας ὅτι ἔρχεται καιρὸς ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι.

10

.

146

Ἔρχεται νὺξ ὅτε ἕκαστος κομίσηται τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν.

10

.

147

Ἔρχεται ἡμέρα ὅτε οὐδεὶς δύναται ἀναβαλέσθαι εἰς τὴν αὔριον.

10

.

148

Οὐ γάρ ἐστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου καὶ ἐν τῷ ᾄδῃ τίς ἐξομολογήσεταί σοι;

10

.

149

Εἰ οὖν οὕτως ὁ ὅρος, ἀδελφοί, καὶ οὐ δυνάμεθα παρελθεῖν ἢ παρελθόντας λανθάνειν οὐκ ἔστι, προφθάσωμεν τὸ πρόσω‐ πον αὐτοῦ ἐν ἐξομολογήσει.

10

.

150

Προφθάσωμεν, ἵνα μὴ προφθασθῶμεν.

10

.

151

Νικήσωμεν τὰ κακὰ ἐν τοῖς καλοῖς, ἵνα μὴ εὑρε‐ θῶμεν ἐν τοῖς κακοῖς.
67

10

.

152

Καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἵνα καθαροὶ καθαρῷ φανέντες, καθαρὸν στέφανον κομισώμεθα διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, δι’ οὗ τῷ πατρὶ δόξα εἰς τοὺς αἰῶνας
5τῶν αἰώνων. Ἀμήν.69