TLG 2040 011 :: BASILIUS :: Homilia in aquas [Sp.]

BASILIUS Theol., Episcopus
(Caesariensis (Cappadociae): A.D. 4)

Homilia in aquas [Sp.]

Source: Costanza, S. (ed.), Ps.–Basilii εἰς τὰ ὕδατα καὶ εἰς τὸ ἅγιον βάπτισμα. Messina: Peloritana Editrice, 1967: 39–44.

Citation: (Line)

1tΕΙΣ ΤΑ ΥΔΑΤΑ ΚΑΙ ΕΙΣ ΤΟ ΑΓΙΟΝ ΒΑΠΤΙΣΜΑ
2 Τὸν λόγον χθὲς ἐπὶ τοὺς προφήτας καὶ πατριάρχας ἀπο‐ σχολήσας, παρ’ ὀλίγον κατέλιπον τοῦ θεοῦ τὰ δημιουργήματα *** πάντα γὰρ τοῖς ὕδασι καὶ λούεται καὶ ποτίζεται καὶ
5καθαρίζεται. καὶ μὲν τῶν ὑδάτων ἡ φύσις μία, πολυμερῶς δὲ διὰ τῶν κτισμάτων μερίζεται· ἐν ἀμπέλῳ γίνεται στυφόν, ἐν ἐλαίῳ προσηνόν· ἐν κρίνῳ λευκόν, ἐρυθρὸν ἐν ῥόδῳ· ἐν γενήμασι θρεπτικόν, ἐν ξύλοις αὐξητικόν· τὰ τετράποδα ποτίζεται καὶ τοὺς ἰχθύας ἀνατρέφει· τὰ σώματα τῶν ἀνθρώπων καθαρίζει.
10ὁσάκις ἐὰν ζῶμεν, δι’ ὑδάτων ζῶμεν· ὁσάκις ἐὰν πλουτῶμεν, 〈δι’ ὑδάτων πλουτοῦμεν〉· ὁσάκις ἐὰν ἀναπαυώμεθα, δι’ ὑδάτων ἀναπαυόμεθα. ἄρα μὴ μικρά σοι φαίνεται ἡ τῶν ὑδάτων δύναμις; ἀλλὰ ταῦτα πάντα παρατρέχω διὰ τὸ μῆκος τοῦ λόγου. καὶ γὰρ ὁσάκις ἐὰν ἑρμηνεύσωμεν, τὰ πλείονα παραλιμπάνομεν·39
15οὐ γὰρ ἐπαρκεῖ ὁ λόγος ὁ ἀνθρώπινος τὴν πολυύμνητον τῶν ὑδάτων χάριν ἀκριβῶς ἐξηγήσασθαι, ὡς οὐδ’ ἔστιν θάλασσαν τῷ λόγῳ μετρῆσαι, οὐδ’ ὅσα τῶν θαλασσίων ὑδάτων ἀγαθὰ τοῖς ἀνθρώποις ἐκ τῆς τοῦ θεοῦ σοφίας ἐπινενέμηται. καὶ πάλιν ἐπὶ τὴν καινὴν σπεύσω μὲν διαθήκην—καὶ γὰρ πολλὰ
20ὁμιλήσας περὶ ὑδάτων οὐκ οἶδα πόθεν ἐδίψησα καὶ ὕδασιν τοῦ παρόντος διανηχόμενος πάλιν διψῶ—ἀλλὰ μνημονεύσω τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κηρύσσοντος ἐν εὐαγ‐ γελίοις καὶ λέγοντος· ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέ‐ τω· ὁ γὰρ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ
25ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. οὐκοῦν δράμωμεν πρὸς αὐτὸν καὶ θεραπευθῶμεν ἡμῶν τὴν δίψαν, πνευματικοῖς νάμασι ποτιζόμενοι καὶ ἐπουρανίοις ὕδασιν ἀρδευόμενοι. μή‐ πως ἆρα [καὶ ποταμὸν εὑρεθῶ περιφέρων ἐν ἐμαυτῷ] καὶ ποταμὸν μόνον ἐπιζητῶν ἅπασαν τὴν πηγὴν εὑρεθῶ κεκτημέ‐
30νος; τὸ γὰρ ἀθάνατον κτῆμα τῶν ψυχῶν ἡμῶν Ἰησοῦς Χριστός ἐστιν καὶ ἐπουράνιος πηγή. ἀλλὰ ποῦ δράμω; τίς ὁ χειραγωγῶν; τίς ὁ τὸ ποτήριον τοῦτο ἐπιδεικνύμενος τῆς ζωῆς; χειραγω‐ γήσατέ με, τὸν ξένον, ἐπὶ τὰ ὕδατα, ὁδηγήσατέ με πρὸς τὴν πηγὴν καὶ ποταμὸν καὶ νάματα πρὸς οὐρανὸν [ἀναβαλλόμενα]40
35ἄνω πηγάζοντα κἀκεῖθεν ἀναβρύοντα, καὶ τοὺς πίστει πίνοντας εἰς τὴν τῶν οὐρανῶν βασιλείαν παραπέμποντα· πάνυ γὰρ ἐπιπο‐ θοῦμεν τοιούτων ὑδάτων εὑρεῖν σωτηρίαν. ἐλθέ, μακάριε τῶν ἀποστόλων, Ἰωάννη· κάλεσον ἡμᾶς εἰς τὸν Ἰορδάνην. πολλὰ γὰρ περιελθόντες ὕδατα παρὰ σοῦ τὸν θεϊκὸν ἐκδεχόμεθα
40στέφανον· καὶ γὰρ οἶδα μὲν προφήτας καὶ πατριάρχας δι’ ὑ‐ δάτων [συμβολικῶς] σωζομένους καὶ τὴν κτίσιν ἅπασαν ὕδα‐ σιν λουομένην, θεὸν δὲ τὸν ἀναμάρτητον ὕδατι βαπτιζόμενον. οὗτος παρὰ τὸν Ἰορδάνην παραγίνεται βαπτισθῆναι καὶ τὸ μέγα θαῦμα καὶ παράδοξον ἐκπλαγῆναι, ὁ μονογενὴς θεός,
45ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ὁ ἐν ἀρχῇ πρὸς θεόν, θεός, λόγος καὶ θεοῦ υἱός, ὁ παρὰ τῶν ἀγγέλων προσκυνούμενος καὶ παρὰ τῶν ἀρχαγγέλων δοξαζόμενος, ὃν ὑμνεῖ τὰ Χε‐ ρουβὶμ καὶ δοξάζει τὰ Σεραφίμ· μέγα καθάρσιον καὶ εὐαγγέ‐
λιον ἐκ τοῦ Ἰορδάνου τῷ κόσμῳ ἐφαπλώσας, διδάσκει τὸ41

(50)

γένος τῶν ἀνθρώπων μὴ καταφρονεῖν τῆς ἐπουρανίου ταύτης χάριτος. καὶ βαπτίζεται ὁ ἀναμάρτητος καὶ τὰ τῆς οἰκουμένης ὕδατα ἁγιάζει. Κύριος γὰρ ἐπὶ ὑδάτων πολλῶν, ἀλλὰ πληροφορεῖ τοὺς παρόντας τίς ὁ βαπτιζόμενος· καὶ γὰρ τὸ πνεῦμα τὸ ἅγιον ἐπ’ αὐτὸν κατέβαινεν ἐν εἴδει περιστερᾶς, καὶ ὁ πατὴρ ἄ‐
55νωθεν ἐξ οὐρανῶν ἐβόα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα. ἀληθὴς ἡ προφητεία ἡ λέγουσα· Κύριος ἐπὶ ὑδάτων πολλῶν. ὁ θεὸς τῆς δόξης ἐβρόντησεν. τίς ἄρα μετὰ τοσαύτην δόξαν ἀπιστεῖ; τίς ἀμφιβάλλει περὶ τῆς ἐπουρα‐ νίου ταύτης χάριτος; οὐκ ἔνι τινὰ τὴν τῶν ἐπουρανίων βασι‐
60λείαν ἰδεῖν τοῦ βαπτίσματος μὴ καταξιωθέντα, οὐδὲ ἔστι τέλειον εὑρεθῆναι, κἂν πολιτεύηται κατὰ τοὺς ἀγγέλους, μὴ τῆς δωρε‐ ᾶς ταύτης τὸν στέφανον λαβόντα. αὐτὸς ἀπεφήνατο ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς λέγων ἡμῖν· ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς
65βασιλείαν τῶν οὐρανῶν. κἂν ἀγγελικῶς τὸν βίον κατορθώσῃ καὶ κατὰ τοὺς ἀποστόλους ἑαυτὸν ἀφιερώσῃ τῷ θεῷ, κατα‐ φρονήσῃ δὲ τῆς χάριτος τοῦ βαπτίσματος, οὐ δύναται τέλειος εὑρεθῆναι. οὕτως ἔλεγεν τῷ μακαρίῳ Κορνηλίῳ· Κορνήλιε, αἱ
προσευχαί σου καὶ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον42
70ἐνώπιον τοῦ θεοῦ. ἀλλ’ ἐπὶ τούτοις ὁ τέλειος στέφανος, ἡ διὰ τῶν ὑδάτων πιστὴ δωρεά. διὸ μετεπέμψατο τὸν πρωτοστάτην τῶν ἀποστόλων, Πέτρον, καὶ τὸ λεῖπον ἀνεπλήρωσεν· ἦλθεν, ἐνουθέτησεν, ἐβάπτισεν, ἐστεφάνωσεν. ἵστασο λοιπὸν τῇ πίστει ἑδραῖος, μένε τεθεμελιωμένος ἐπὶ τῇ τῶν ὑδάτων χάριτι. μὴ
75βλέπῃς ὕδατα καὶ πάλιν ἀμφιβάλλῃς· ἰδὲ πῶς δι’ ὑδάτων σοι ὁ θεὸς τὴν τῶν ἁμαρτημάτων ἄφεσιν χαρίζεται. μὴ βλέπῃς ὕδατα, καὶ τὸ τῆς δωρεᾶς εὔκολον εἰς καταφρόνησιν λαμβάνῃς. ὅταν ἴδῃς ὕδατα, δράμε μετὰ πίστεως· ταῦτα γάρ σοι τὰ ὕδατα τὴν γέενναν σβέννυσιν, ταῦτά σε δροσίζουσιν εἰς τὸν
80πύρινον ποταμόν, ταῦτα μόνα δυσωπεῖται τὸ φρόνημα τῆς γεέννης. οὕτως ἔλεγεν ζητῶν ὁ πλούσιος ἐν εὐαγγελίοις καὶ βλέπων τὸν Λάζαρον ἀναπαυόμενον ἐν τοῖς κόλποις τοῦ πα‐ τρὸς ἡμῶν Ἀβραάμ· ἐλέησόν με, πάτερ Ἀβραάμ, καὶ πέμψον τὸν Λάζαρον, ἵνα βάψῃ τὸν δάκτυλον αὐτοῦ ὕδατος καὶ κατα‐
85ψύξῃ μου τὴν γλῶσσαν, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. διὰ τοῦτο, ὅταν ἴδῃς ὕδατα, δράμε μετὰ προθυμίας· ταῦτα γάρ σοι τὰ ὕδατα τὸν οὐρανὸν διανοίγει, ταῦτά σε τὰ ὕδατα ἀπὸ δου‐ λείας εἰς ἐλευθερίαν μεθίστησιν· ταῦτά σοι τὰ ὕδατα τὸν παρά‐ δεισον ἀνοίγει καὶ πνευματικοὺς ὀφθαλμοὺς χαρίζεται· ταῦτά σε43
90τὰ ὕδατα πρὸς ἐπουράνια μυστήρια παραπέμπει, εἰς ἃ ἐπιθυ‐ μοῦσιν ἄγγελοι παρακῦψαι. ἐπτερώθης λοιπὸν τῇ διανοίᾳ εἰς οὐ‐ ρανούς· εἶδες θεὸν τὴν τῶν ὑδάτων ἁγιάζοντα φύσιν· εἶδες ἁγίας τριάδος ἀδιάστατον συμφωνίαν ἐπὶ τῶν ὑδάτων· ἔλαβες παρὰ θεοῦ προφητικὰς ἐπαγγελίας, εὐαγγελιζομένας τὴν σὴν σω‐
95τηρίαν· ὁ τῆς ψυχῆς στέφανος πρόδηλος, ἡ τῶν πολυχρονίων ἁμαρτημάτων ἄφεσις ἐγγύς. πάντα καθαρῶς καὶ βεβαίως πρὸς τὴν ἑτοιμασίαν εὐτρέπισον, πίστιν καθαράν, λογισμὸν ἄτρωτον, θεϊκὸν φόβον, προσκύνησιν ἀληθῆ, ἀγγελικὴν στολήν, πάντα τέλεια τῷ τελείῳ προσκομίζων· μέλλεις γὰρ ὑπὸ τῶν

(100)

λευιτῶν διακονεῖσθαι, ὑπὸ τῶν ἱερέων χειραγωγεῖσθαι, ὑπὸ τῶν ἀγγέλων δορυφορεῖσθαι, ὑπὸ τῶν ὑδάτων καθαρίζεσθαι, παρὰ τοῦ θεοῦ καὶ πατρὸς στεφανοῦσθαι, ὅτι αὐτῷ πρέπει ἡ δόξα ἅμα τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. ἀμήν.44