TLG 2040 007 :: BASILIUS :: Homilia in illud: Destruam horrea mea

BASILIUS Theol., Episcopus
(Caesariensis (Cappadociae): A.D. 4)

Homilia in illud: Destruam horrea mea

Source: Courtonne, Y. (ed.), Saint Basile. Homélies sur la richesse. Paris: Didot, 1935: 15–37.

Citation: Section — (line)

t

ΤΟΥ ΑΥΤΟΥ ΟΜΙΛΙΑ ΕΙΣ ΤΟ ΡΗΤΟΝ ΤΟΥ ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΥ· «ΚΑΘΕΛΩ ΜΟΥ ΤΑΣ ΑΠΟΘΗΚΑΣ, ΚΑΙ ΜΕΙΖΟΝΑΣ ΟΙΚΟΔΟΜΗΣΩ» ΚΑΙ ΠΕΡΙ ΠΛΕΟΝΕΞΙΑΣ

1

—Διπλοῦν τὸ εἶδος τῶν πειρασμῶν. Ἢ γὰρ αἱ θλίψεις βασανίζουσι τὰς καρδίας, ὥσπερ χρυσὸν ἐν καμίνῳ, διὰ τῆς ὑπομονῆς τὸ δόκιμον αὐτῶν ἀπελέγχουσαι· ἢ καὶ πολλάκις αὐταὶ αἱ εὐθηνίαι τοῦ βίου ἀντὶ πειρατηρίου γίνονται τοῖς πολλοῖς. Ὁμοίως γάρ ἐστι χαλεπὸν ἔν τε δυσκολίαις πραγ‐
5μάτων ἀταπείνωτον τὴν ψυχὴν διασώσασθαι, καὶ ἐν ταῖς περιφανείαις μὴ ἐπαρθῆναι πρὸς ὕβριν. Παράδειγμα δὲ τοῦ μὲν προτέρου εἴδους τῶν πειρασ‐ μῶν ὁ μέγας Ἰὼβ, ὁ ἀκαταγώνιστος ἀθλητής· ὃς, πᾶσαν τοῦ διαβόλου τὴν βίαν, ὥσπερ χειμάῤῥου φορὰν, ἀσείστῳ καρδίᾳ καὶ λογισμοῖς ἀτρέπτοις ὑποδεξάμενος, τοσούτῳ μείζων ἐκ τῶν πειρασμῶν ἀνεφάνη, ὅσῳ μεγάλα
10αὐτῷ καὶ δυσέκλυτα ἐδόκει παρὰ τοῦ ἐχθροῦ προβεβλῆσθαι τὰ παλαίσματα. Τῶν δὲ κατὰ τὴν εὐημερίαν τοῦ βίου πειρασμῶν ὑποδείγματα ἄλλα τε τινὰ, καὶ οὗτος ὁ νῦν ἡμῖν ἀναγνωσθεὶς πλούσιος· ὃς τὸν μὲν εἶχε πλοῦτον, τὸν δὲ ἤλπιζε· τοῦ φιλανθρώπου Θεοῦ ἐξ ἀρχῆς αὐτὸν ἐπὶ τῇ ἀγνωμοσύνῃ τῶν τρόπων μὴ κατακρίναντος, ἀλλ’ ἀεὶ τῷ προϋπάρχοντι πλούτῳ πλοῦτον
15ἕτερον προστιθέντος, εἴ πως αὐτῷ κόρον ἐμποιήσας ποτὲ, πρὸς τὸ κοινωνι‐ κὸν καὶ ἥμερον τὴν ψυχὴν αὐτοῦ ἐκκαλέσαιτο· Ἀνθρώπου, γάρ φησίν, πλουσίου εὐφόρησεν ἡ χώρα, καὶ διελογίζετο καθ’ ἑαυτόν· Τί ποιήσω; Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω· Διὰ τί οὖν ηὐφόρη‐ σεν ἡ χώρα τοῦ ἀνθρώπου μηδὲν ἀγαθὸν ἐκ τῆς εὐφορίας ποιήσειν μέλλον‐
20τος; Ἵνα μᾶλλον ἡ τοῦ Θεοῦ μακροθυμία φανῇ, καὶ μέχρι τῶν τοιούτων ἐκτεινομένης αὐτοῦ τῆς χρηστότητος· Βρέχει γὰρ ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ ἀνατέλλει τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθούς· Ἡ δὲ τοιαύτη τοῦ Θεοῦ ἀγαθότης μείζονα συνάγει τοῖς πονηρευομένοις τὴν κόλασιν. Ἤνεγκε τοὺς ὄμβρους ἐπὶ τὴν ὑπὸ τῶν πλεονεκτικῶν χειρῶν15
25γεωργουμένην γῆν· ἔδωκε τὸν ἥλιον ἐκθάλπειν τὰ σπέρματα, καὶ πολυπ‐ λασιάζειν τοὺς καρποὺς διὰ τῆς εὐφορίας. Καὶ τὰ μὲν παρὰ Θεοῦ τοιαῦτα, γῆς ἐπιτηδειότης, ἀέρων εὔκρατοι καταστάσεις, σπερμάτων ἀφθονίαι, βοῶν συνεργίαι, τὰ ἄλλα, οἷς γεωργία πέφυκεν εὐθηνεῖσθαι· τὰ δὲ παρὰ τοῦ ἀνθρώπου οἷα; Τὸ πικρὸν τοῦ ἤθους, ἡ μισανθρωπία, τὸ δυσμετάδοτον.
30Ταῦτα τῷ εὐεργέτῃ ἀντεπεδείκνυτο. Οὐκ ἐμνήσθη τῆς κοινῆς φύσεως· οὐχ ἡγήσατο χρῆναι τὸ περιττεῦον τοῖς ἐνδεέσι καταμερίσαι· οὐκ ἔσχε τινὰ λόγον τῆς ἐντολῆς· Μὴ ἀπόσχῃ εὖ ποιεῖν ἐνδεῆ· καὶ, Ἐλεημοσύναι καὶ πίστις μὴ ἐκλειπέτωσάν σε· καὶ, Διάθρυπτε πεινῶντι τὸν ἄρτον σου· Καὶ πάντες προφῆται, καὶ πάντες διδάσκαλοι ἐμβοῶντες, οὐκ εἰσηκούοντο·
35ἀλλ’ αἱ μὲν ἀποθῆκαι διεῤῥήγνυντο τῷ πλήθει τῶν ἀποκειμένων στενοχω‐ ρούμεναι, ἡ φειδωλὸς δὲ καρδία οὐκ ἐνεπίμπλατο. Ἀεὶ γὰρ τὰ νέα τοῖς παλαιοῖς προστιθεὶς, καὶ ταῖς κατ’ ἔτος προσθήκαις τὴν εὐπορίαν προσαύ‐ ξων, εἰς τὴν ἀδιέξοδον ταύτην ἀμηχανίαν ἐνέπεσεν, ὑποχωρεῖν μὲν τοῖς παλαιοῖς διὰ τὴν πλεονεξίαν μὴ συγχωρῶν, ὑποδέχεσθαι δὲ τὰ νέα διὰ τὸ
40πλῆθος μὴ ἐξαρκῶν. Διὰ τοῦτο ἀνήνυτα μὲν αὐτῷ τὰ βουλεύματα, ἄποροι δὲ αἱ φροντίδες. Τί ποιήσω; Τίς οὐκ ἂν ἐλεήσειεν τὸν οὕτω πολιορκούμε‐ νον; Δείλαιος τῆς εὐφορίας, ἐλεεινὸς τῶν παρόντων ἀγαθῶν, ἐλεεινότερος τῶν προσδοκωμένων. Μὴ γὰρ προσόδους αὐτῷ φέρει ἡ γῆ, στεναγμοὺς αὐτῷ φύει· μὴ γὰρ καρπῶν εὐφορίαν συνάγει, φροντίδας καὶ λύπας καὶ
45ἀμηχανίαν δεινήν. Ὅμοια τοῖς πενομένοις ὀδύρεται. Ἢ οὐχὶ ταύτην ἀφίησι
τὴν φωνὴν καὶ ὁ διὰ πτωχείαν στενοχωρούμενος; Τί ποιήσω; πόθεν τροφαί; πόθεν ἐνδύματα; Ταῦτα καὶ ὁ πλούσιος φθέγγεται. Ὀδυνᾶται τὴν καρδίαν ὑπὸ τῆς μερίμνης διεσθιόμενος. Ὃ γὰρ τοὺς ἄλλους εὐφραίνει, τοῦτο τήκει τὸν πλεονέκτην. Οὐ γὰρ χαίρει πάντων αὐτῷ πεπληρωμένων τῶν ἔνδον,17

1

(50)

ἀλλὰ νύσσει τὴν ψυχὴν αὐτοῦ περιῤῥέων ὁ πλοῦτος, καὶ τῶν ταμιείων ὑπερχεόμενος, μή που, καὶ πρὸς τοὺς ἔξωθεν παρακύψας, ἀγαθοῦ τινος ἀφορμὴ τοῖς ἐνδεέσι γένηται.

2

—Καί μοι δοκεῖ τὸ πάθος αὐτοῦ τῆς ψυχῆς τῷ τῶν γαστριμάργων προσεοικέναι· οἳ διαῤῥαγῆναι μᾶλλον ὑπὸ λαιμαργίας αἱροῦνται, ἢ τῶν λειψάνων μεταδοῦναι τοῖς ἐνδεέσι. Σύνες, ἄνθρωπε, τοῦ δεδωκότος. Μνήσ‐ θητι σεαυτοῦ, τίς εἶ, τί οἰκονομεῖς, παρὰ τίνος ἔλαβες, διὰ τί τῶν πολλῶν
5προεκρίθης. Ἀγαθοῦ Θεοῦ γέγονας ὑπηρέτης, οἰκονόμος τῶν ὁμοδούλων· μὴ πάντα οἴου τῇ γαστρὶ τῇ σῇ παρεσκευάσθαι. Ὡς περὶ ἀλλοτρίων βου‐ λεύου τῶν ἐν χερσίν· μικρὸν εὐφραίνει σε χρόνον, εἶτα διαῤῥυέντα οἰχήσε‐ ται, τὸν δὲ ἐπ’ αὐτοῖς λόγον ἀπαιτηθήσῃ μετὰ ἀκριβείας. Σὺ δὲ πάντα ὁμοῦ θύραις καὶ μοχλοῖς ἐναποκλείσας ἔχεις· καὶ καταδήσας σφραγῖσιν,
10ἐπαγρυπνεῖς ταῖς μερίμναις, καὶ βουλεύῃ κατὰ σαυτὸν, ἄφρονι συμβούλῳ σεαυτῷ κεχρημένος. Τί ποιήσω; Ἕτοιμον ἦν εἰπεῖν ὅτι Ἐμπλήσω τὰς ψυχὰς τῶν πεινώντων, ἀνοίξω τὰς ἀποθήκας, καὶ πάντας καλέσω τοὺς ἐνδεεῖς. Μιμήσομαι τὸν Ἰωσὴφ τῷ τῆς φιλανθρωπίας κηρύγματι, φθέγξο‐ μαι φωνὴν μεγαλόψυχον· Ὅσοι ὑστερεῖσθε ἄρτων, ἔλθετε πρὸς μέ· τῆς
15παρὰ Θεοῦ δεδομένης χάριτος τὸ ἀρκοῦν ἕκαστος, οἷον ἐκ κοινῶν πηγῶν, συμμεθέξοντες. Ἀλλ’ οὐ τοιοῦτος σύ· πόθεν; Ὅς γε βασκαίνεις μὲν τοῖς ἀνθρώποις τῆς ἀπολαύσεως, πονηρὸν δὲ βουλευτήριον ἐν τῇ ψυχῇ συγκρο‐
τήσας, φροντίζεις, οὐχ ὅπως διαδῷς ἑκάστῳ τὰ πρὸς τὴν χρείαν, ἀλλ’ ὅπως, πάντα ὑποδεξάμενος, πάντας τῆς ἀπ’ αὐτῶν ὠφελείας ἀποστερήσῃς.19
20Παρέστησαν οἱ τὴν ψυχὴν ἀπαιτοῦντες, κἀκεῖνος περὶ βρωμάτων τῇ ψυχῇ διελέγετο. Ταύτῃ τῇ νυκτὶ παρελαμβάνετο, καὶ εἰς ἔτη πολλὰ τὴν ἀπόλαυ‐ σιν ἐφαντάζετο. Συνεχωρήθη πάντα βουλεύσασθαι, καὶ φανερὰν ἑαυτοῦ ποιῆσαι τὴν γνώμην, ἵνα ἀξίαν τῆς προαιρέσεως δέξηται τὴν ἀπόφασιν.

3

—Ὃ μὴ πάθῃς σύ. Διὰ τοῦτο γὰρ γέγραπται, ἵνα φύγωμεν τὴν ὁμοίωσιν. Μίμησαι τὴν γῆν, ἄνθρωπε· καρποφόρησον ὡς ἐκείνη, μὴ χεί‐ ρων φανῇς τῆς ἀψύχου. Ἐκείνη μὲν οὖν τοὺς καρποὺς οὐκ εἰς ἑαυτῆς ἀπόλαυσιν, ἀλλ’ εἰς τὴν σὴν ὑπηρεσίαν ἐξέθρεψε· σὺ δὲ ὃν ἂν ἐπιδείξῃ τῆς
5εὐποιΐας καρπὸν, σεαυτῷ τοῦτον συνάγεις, διότι τῶν ἀγαθῶν ἔργων αἱ χάριτες ἐπὶ τοὺς διδόντας ἐπαναστρέφουσιν. Ἔδωκας τῷ πεινῶντι, καὶ σὸν γίνεται τὸ δοθὲν μετὰ προσθήκης ἐπανελθόν. Ὣσπερ γὰρ ὁ σῖτος, εἰς τὴν γῆν πεσὼν, κέρδος τῷ προεμένῳ γίνεται· οὕτως ὁ ἄρτος, εἰς τὸν πεινῶντα καταβληθεὶς, πολύχουν τὴν ὠφέλειαν εἰς ὕστερον ἀναδίδωσιν. Ἔστω οὖν
10σοι τὸ πέρας τῆς γεωργίας ἀρχὴ τῆς ἐπουρανίου σπορᾶς· Σπείρατε γὰρ, φησὶν, ἑαυτοῖς εἰς δικαιοσύνην· Τί οὖν ἀδημονεῖς, τί κόπτεις σεαυτὸν, πηλῷ καὶ πλίνθοις τὸν πλοῦτον ἐναποκλεῖσαι φιλονεικῶν; Χρεῖσσον ὄνομα καλὸν ὑπὲρ πλοῦτον πολύν· Εἰ δὲ θαυμάζεις τὰ χρήματα διὰ τὴν ἀπ’ αὐτῶν τιμὴν, σκόπει πόσῳ πρὸς δόξαν λυσιτελέστερον, μυρίων παίδων
15πατέρα προσαγορεύεσθαι, ἢ μυρίους ἔχειν στατῆρας ἐν βαλλαντίῳ. Τὰ μέν γε χρήματα καταλείψεις ἐνταῦθα, καὶ μὴ βουλόμενος· τὴν δὲ ἐπὶ τοῖς ἀγα‐ θοῖς ἔργοις φιλοτιμίαν ἀποκομίσεις πρὸς τὸν Δεσπότην, ὅταν δῆμος ὅλος, ἐπὶ τοῦ κοινοῦ κριτοῦ περιστάντες σε, τροφέα καὶ εὐεργέτην καὶ πάντα τὰ
τῆς φιλανθρωπίας ἀποκαλῶσιν ὀνόματα. Οὐχ ὁρᾷς τοὺς ἐν τοῖς θεάτροις,21
20παγκρατιασταῖς, καὶ μίμοις, καὶ θηριομάχοις τισὶν ἀνθρώποις, οὓς κἂν βδελύξαιτό τις προσιδεῖν, ὑπὲρ τῆς ἐν ὀλίγῳ τιμῆς, καὶ τῶν παρὰ τοῦ δήμου θορύβων καὶ κρότων τὸν πλοῦτον προϊεμένους; Σὺ δὲ μικροπρεπὴς εἶ περὶ τὰς δαπάνας, τηλικαύτης μέλλων ἐπιβήσεσθαι δόξης; Θεὸς ἔσται ὁ ἀποδεχόμενος· ἄγγελοι εὐφημοῦντες· οἱ ἀπὸ κτίσεως ἄνθρωποι μακαρί‐
25ζοντες· δόξα αἰώνιος, στέφανος δικαιοσύνης, βασιλεία τῶν οὐρανῶν, ἆθλά σοι ἔσται τῆς τῶν φθαρτῶν τούτων οἰκονομίας ὧν οὐδενὸς τούτων φροντί‐ ζεις, τῇ περὶ τὰ παρόντα σπουδῇ τῶν ἐλπιζομένων ὑπερορῶν. Δεῦρο δὴ οὖν ποικίλως διάθου τὸν πλοῦτον, φιλότιμος καὶ λαμπρὸς περὶ τὰς δαπάνας τῶν δεομένων γενόμενος. Λεγέσθω καὶ περὶ σοῦ· Ἐσκόρπισεν, ἔδωκε τοῖς
30πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα· Μὴ βαρύτιμος ἔσο ταῖς χρείαις ἐπιτιθέμενος. Μὴ ἀνάμενε σιτοδείαν, ἵνα ἀνοίξῃς σιτοδοχεῖα· Ὁ γὰρ τιμιουλκῶν σῖτον δημοκατάρατος· Μὴ λιμὸν ἐκδέχου διὰ χρυσὸν, μὴ κοινὴν ἔνδειαν δι’ εὐπορίαν ἰδίαν. Μὴ γίνου κάπηλος συμφορῶν ἀνθρωπί‐ νων· μὴ τὴν ὀργὴν τοῦ Θεοῦ καιρὸν ποιήσῃς περιουσίας χρημάτων. Μὴ
35ἐπιξάνῃς τραύματα κεκακωμένων ταῖς μάστιξι. Σὺ δὲ πρὸς μὲν τὸν χρυσὸν ἀποβλέπεις, τὸν δὲ ἀδελφὸν οὐ προσβλέπεις· καὶ τοῦ μὲν νομίσματος ἐπι‐ γινώσκεις τὸ χάραγμα, καὶ τοῦ δοκίμου διακρίνεις τὸ κίβδηλον, τὸν δὲ
ἀδελφὸν παρὰ τὴν χρείαν παντελῶς ἀγνοεῖς.23

4

—Καὶ ἡ μὲν εὔχροιά σε τοῦ χρυσοῦ ὑπερήδει· ὅσος δέ σοι ἀκολου‐ θεῖ τοῦ ἐνδεοῦς ὁ στεναγμὸς, οὐ λογίζῃ. Πῶς σοι ὑπ’ ὄψιν ἀγάγω τὰ πάθη τοῦ πένητος; Ἐκεῖνος, περισκεψάμενος τὰ ἔνδον, ὁρᾷ, ὅτι χρυσὸς μὲν αὐτῷ οὔτε ἐστὶν, οὔτε γενήσεται πώποτε· σκεύη δὲ καὶ ἐσθὴς, τοιαῦτα, οἷα
5ἂν γένηται πτωχῶν κτήματα, ὀλίγων τὰ πάντα ὀβολῶν ἄξια. Τί οὖν; Ἐπὶ τοὺς παῖδας λοιπὸν ἄγει τὸν ὀφθαλμὸν, ὥστε, αὐτοὺς ἀγαγὼν εἰς τὸ πρα‐ τήριον, ἐντεῦθεν εὑράσθαι τοῦ θανάτου παραμυθίαν. Νόησον ἐνταῦθα μάχην ἀνάγκης λιμοῦ, καὶ διαθέσεως πατρικῆς. Ἡ μὲν τὸν οἴκτιστον θάνατον ἀπειλεῖ, ἡ δὲ φύσις ἀνθέλκει, συναποθανεῖν τοῖς τέκνοις πείθουσα·
10καὶ πολλάκις ὁρμήσας, καὶ πολλάκις ἀνακοπεὶς, τελευταῖον ἐκρατήθη, ὑπὸ τῆς ἀναγκαίας καὶ ἀπαραιτήτου χρείας ἐκβιασθείς. Καὶ οἷα βουλεύεται ὁ πατήρ; Τίνα πρῶτον τούτων ἀπεμπολήσω; Τίνα δὲ ἡδέως ὁ σιτοπώλης ὄψεται; Ἐπὶ τὸν πρεσβύτατον ἔλθω; Ἀλλὰ δυσωποῦμαι αὐτοῦ τὰ πρεσ‐ βεῖα. Ἀλλὰ τὸν νεώτατον; Ἀλλ’ ἐλεῶ αὐτοῦ τὴν ἡλικίαν ἀναισθητοῦσαν
15τῶν συμφορῶν. Οὗτος ἐναργεῖς σώζει τῶν γονέων τοὺς χαρακτῆρας· ἐκεῖ‐ νος ἐπιτηδείως ἔχει πρὸς τὰ μαθήματα. Φεῦ τῆς ἀμηχανίας! Τίς γένω‐ μαι; Τίνι τούτων προσκρούσω; Ποίαν θηρίου ψυχὴν ἀναλάβω; Πῶς τῆς φύσεως ἐπιλάθωμαι; Ἐὰν πάντων ἀντίσχωμαι, πάντας ὄψομαι δαπανωμέ‐ νους τῷ πάθει. Ἐὰν ἕνα προῶμαι, ποίοις ὀφθαλμοῖς τοὺς λειπομένους
20προσίδω, ὕποπτος αὐτοῖς ἤδη γεγενημένος εἰς ἀπιστίαν; Πῶς οἰκήσω τὴν οἰκίαν, ἐμαυτῷ κατασκευάσας τὴν ἀπαιδίαν; Πῶς ἐπὶ τὴν τράπεζαν ἔλθω, ἐκ τοιαύτης προφάσεως τὴν εὐπορίαν ἔχουσαν; Καὶ ὁ μὲν μετὰ μυρίων δακρύων τὸν φίλτατον τῶν παίδων ἀπεμπολήσων ἔρχεται· σὲ δὲ οὐ κάμπτει τὸ πάθος, οὐ λογισμὸν λαμβάνεις τῆς φύσεως. Ἀλλ’ ὁ μὲν λιμὸς συνέχει
25τὸν ἄθλιον, σὺ δὲ ἀναβάλλῃ, καὶ εἰρωνεύῃ, μακροτέραν αὐτῷ κατασκευάζων τὴν συμφοράν. Καὶ ὁ μὲν τὰ σπλάγχνα προτείνεται τιμὴν τῶν τροφῶν, σοῦ δὲ οὐ μόνον οὐκ ἀποναρκᾷ ἡ χεὶρ ἐκ τοιούτων συμφορῶν ὑποδεχομένη τιμήματα, ἀλλὰ καὶ ζυγομαχεῖς περὶ τοῦ πλείονος, καὶ ὅπως ἂν πολὺ λαβὼν ἔλαττον δῴης φιλονεικεῖς, πανταχόθεν βαρύνων τὴν συμφορὰν τῷ
30ἀθλίῳ. Οὐ δάκρυόν σοι ἐλεεινὸν, οὐ στεναγμὸς καρδίαν μαλάσσει· ἀλλ’ ἄκαμπτος εἶ καὶ ἀμείλικτος. Πάντα χρυσὸν βλέπεις, χρυσὸν φαντάζῃ· τοῦτό σοι καὶ καθεύδοντι ἐνύπνιον, καὶ ἐγρηγορότι ἐνθύμιον. Ὥσπερ γὰρ οἱ ὑπὸ μανίας παράφοροι οὐ τὰ πράγματα βλέπουσιν, ἀλλὰ τὰ ἐκ τοῦ πάθους φαντάζονται· οὕτως σοι ἡ ψυχὴ, τῇ φιλοχρηματίᾳ κατασχεθεῖσα,25
35πάντα χρυσὸν, πάντα ἄργυρον βλέπει. Ἥδιον ἂν ἴδοις τὸν χρυσὸν ἢ τὸν ἥλιον. Εὔχῃ τὰ πάντα πρὸς τὴν τοῦ χρυσοῦ φύσιν μεταβληθῆναι, καὶ ἐπινοεῖς μέντοι καθ’ ὅσον οἷόν τε.

5

—Ποίαν γὰρ μηχανὴν διὰ χρυσὸν οὐ κινεῖς; Ὁ σῖτος χρυσός σοι γίνεται, ὁ οἶνος εἰς χρυσὸν μεταπήγνυται, τὰ ἔριά σοι ἀποχρυσοῦται· πᾶσα ἐμπορία, πᾶσα ἐπίνοια χρυσόν σοι προσάγει. Αὐτὸς ἑαυτὸν ὁ χρυσὸς ἀπογεννᾷ πολυπλασιαζόμενος ἐν δανείσμασι· καὶ κόρος οὐκ ἔστι, καὶ τέλος
5τῆς ἐπιθυμίας οὐκ ἐξευρίσκεται. Τῶν μὲν γὰρ παίδων τοῖς λίχνοις ἀφειδῶς πολλάκις ἐνδίδομεν τῶν περισπουδάστων ὑπερεμπίπλασθαι, ὥστε τῷ ὑπερ‐ βάλλοντι κόρῳ τὴν ἀποστροφὴν ἐμποιῆσαι· ὁ δὲ πλεονέκτης οὐχ οὕτως· ἀλλ’ ὅσῳ πλειόνων ἐμφορεῖται, πλειόνων ἐφίεται· Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίᾳ· Σὺ δὲ κατέχεις τὸν παραῤῥέοντα, καὶ περιφράσσεις τὰς
10διεξόδους. Εἶτα κατεχόμενος καὶ ἐνλιμνάζων, οἷα ποιεῖ σοι; Ῥήγνυσι τὰ κωλύματα, ἀμέλει καὶ νῦν βιαίως ἐναποληφθεὶς καὶ πλημμυρῶν, καθαιρεῖ τοῦ πλουσίου τὰς ἀποθήκας, ἐδαφίζει αὐτοῦ τὰ ταμιεῖα, ὥσπερ πολέμιός τις ἐπεισελθών. Ἀλλὰ μείζονας οἰκοδομήσει; Ἄδηλον εἰ μὴ καθῃρη‐ μένας παραδώσει τῷ μετ’ αὐτόν. Ὀξύτερον γὰρ ἂν αὐτὸς ἀπέλθοι ἀνασ‐
15πασθεὶς, ἢ ἐκεῖνα κατὰ τὴν πλεονεκτικὴν ἐπίνοιαν ἐγερθείη. Ἀλλ’ ὁ μὲν ἐχέτω τῶν κακῶν βουλευμάτων τὸ τέλος ἀκόλουθον· ὑμεῖς δὲ, ἂν ἐμοὶ πείθησθε, πάσας θύρας ταμιείων ἀναπετάσαντες, ἀφθόνους παρέξετε τὰς διεξόδους τῷ πλούτῳ· ὥσπερ ποταμῷ μεγάλῳ πολύκαρπον γῆν δι’ ὀχετῶν μυρίων ἐπερχομένῳ, οὕτως αὐτοὶ, τῷ πλούτῳ διδόντες διὰ ποικίλων ὁδῶν27
20εἰς τὰς τῶν πενήτων οἰκίας κατασχίζεσθαι. Τὰ φρέατα ἐξαντλούμενα εὐροώ‐ τερα γίνεται· ἐναφιέμενα δὲ, κατασήπεται· καὶ πλούτου τὸ μὲν στάσιμον ἄχρηστον, τὸ δὲ κινούμενον καὶ μεταβαῖνον κοινωφελὲς καὶ ἔγκαρπον. Ὢ πόσος μὲν ὁ παρὰ τῶν εὐεργετουμένων ἔπαινος, οὗ σὺ μὴ καταφρονήσῃς! πηλίκος δὲ ὁ παρὰ τοῦ δικαίου κριτοῦ μισθὸς, ᾧ σὺ μὴ ἀπιστήσῃς!
25Πανταχοῦ σοι τὸ ὑπόδειγμα τοῦ κατηγορουμένου πλουσίου προσαπαντάτω· ὃς, τὰ μὲν ἤδη παρόντα φυλάσσων, περὶ δὲ τῶν ἐλπιζομένων ἀγωνιῶν, καὶ ἄδηλον ἔχων εἰ βιώσεται τὴν αὔριον, τὸ αὔριον σήμερον προημάρτανεν. Οὔπω ἦλθεν ὁ ἱκέτης, καὶ προλαβὼν ἐδείκνυε τὴν ἀγριότητα· οὐ συνήγαγε τοὺς καρποὺς, καὶ τῆς πλεονεξίας εἶχεν ἤδη τὸ κρῖμα. Ἡ μὲν γῆ ἐδεξιοῦτο
30τοῖς ἐκφορίοις αὐτῆς· βαθὺ μὲν ἐν ταῖς ἀρούραις προδεικνῦσα τὸ λήϊον· πολὺν δὲ τὸν βότρυν ὑπὲρ κλημάτων φαίνουσα· βρύουσαν δὲ τῷ καρπῷ τὴν ἐλαίαν παρεχομένη, καὶ πᾶσαν ἐπαγγελλομένη τὴν ἐξ ἀκροδρύων τρυφήν· ὁ δὲ ἀδέξιος ἦν καὶ ἄκαρπος, οὔπω ἔχων, καὶ ἤδη βασκαίνων τοῖς δεομέ‐ νοις. Καίτοι πόσοι κίνδυνοι πρὸ τῆς συγκομιδῆς τῶν καρπῶν! Καὶ γὰρ καὶ
35χάλαζα κατέκλασε, καὶ καύσων ἐκ μέσων ἥρπασεν τῶν χειρῶν, καὶ ὕδωρ, παρὰ καιρὸν ἐκ νεφῶν ἐπιῤῥυὲν, ἠχρείωσε τοὺς καρπούς. Οὐ προσεύχῃ οὖν τῷ Κυρίῳ τελειωθῆναι τὴν χάριν; Ἀλλὰ προλαμβάνων, σεαυτὸν ἀνάξιον ποιεῖς τῆς ὑποδοχῆς τῶν δειχθέντων.

6

—Καὶ σὺ μὲν ἐν τῷ κρυπτῷ λαλεῖς σεαυτῷ, τὰ δὲ ῥήματά σου ἐν οὐρανῷ δοκιμάζεται. Διὰ τοῦτό σοι ἐκεῖθεν αἱ ἀποκρίσεις ἔρχονται. Τίνα δέ ἐστι καὶ ἃ λέγεις; ψυχὴ, ἔχεις πολλὰ ἀγαθὰ ἀποκείμενα· φάγε, πίε, εὐφραίνου καθ’ ἡμέραν· Ὢ τῆς ἀλογίας! Εἰ δὲ χοιρείαν εἶχες ψυχὴν, τί29
5ἂν ἄλλο ἢ τοῦτο αὐτῇ εὐηγγελίσω; Οὕτω κτηνώδης εἶ, οὕτως ἀσύνετος τῶν τῆς ψυχῆς ἀγαθῶν, τοῖς τῆς σαρκὸς αὐτὴν βρώμασιν δεξιούμενος· καὶ ὅσα ὁ ἀφεδρὼν ὑποδέχεται, ταῦτα τῇ ψυχῇ παραπέμπεις; Εἰ μὲν ἀρετὴν ἔχει, εἰ πλήρης ἐστὶν ἀγαθῶν ἔργων, εἰ Θεῷ προσῳκείωται, ἔχει πολλὰ ἀγαθὰ, καὶ εὐφραινέσθω τὴν καλὴν τῆς ψυχῆς εὐφροσύνην. Ἐπεὶ δὲ τὰ ἐπίγεια
10φρονεῖς, καὶ θεὸν ἔχεις τὴν κοιλίαν, καὶ ὅλος σάρκινος εἶ, δεδουλωμένος τοῖς πάθεσιν, ἄκουε τῆς σοὶ πρεπούσης προσηγορίας, ἣν οὐδεὶς ἀνθρώπων ἔθετό σοι, ἀλλ’ αὐτὸς ὁ Κύριος· Ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; Μείζων τῆς αἰωνίου κολά‐ σεως ὁ γέλως τῆς ἀβουλίας. Ὁ γὰρ μετ’ ὀλίγον μέλλων ἀνάρπαστος
15ἄγεσθαι, οἷα βουλεύεται; Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδο‐ μήσω· Καλῶς σὺ ποιῶν, φαίην ἂν ἔγωγε πρὸς αὐτόν. Ἄξια γὰρ καθαιρέ‐ σεως τὰ ταμιεῖα τῆς ἀδικίας. Κατάσκαπτε ταῖς ἑαυτοῦ χερσὶν, ἃ κακῶς ᾠκοδόμησας. Λύε τὰ σιτοδοχεῖα, ὅθεν οὐδεὶς ἀπῆλθέ ποτε παραμυθίας τυχών. Ἀφάνισον πάντα οἶκον πλεονεξίας φύλακα, ἀποσκεύασον ὀρόφους,
20περίελε τοίχους, δεῖξον ἡλίῳ τὸν εὐρωτιῶντα σῖτον, ἐξάγαγε ἐκ φυλακῆς τὸν δέσμιον πλοῦτον, θριάμβευσον τὰ σκοτεινὰ τοῦ μαμωνᾶ καταγώγια· Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω· Ἐὰν δὲ καὶ ταύτας ἐμπλήσῃς, τί ποτε ἆρα διανοηθήσῃ; Ἦ που πάλιν καθαιρήσεις, καὶ πάλιν οἰκοδομήσεις; Καὶ τί τούτων ἀνοητότερον, ἀπέραντα μοχθεῖν, οἰκοδομεῖν
25μετὰ σπουδῆς, καὶ μετὰ σπουδῆς καθαιρεῖν; Ἔχεις ἀποθήκας, ἐὰν θέλῃς, τὰς κοιλίας τῶν πενήτων. Θησαύρισον σεαυτῷ θησαυρὸν ἐν οὐρανῷ. Τὰ
ἐκεῖ ἀποτιθέμενα οὐ σῆτες καταβόσκονται, οὐ σηπεδὼν ἐπινέμεται, οὐ λῃσταὶ διακλέπτουσιν. Ἀλλὰ τότε μεταδώσω τοῖς δεομένοις ὅταν τὰς δευτέρας ἀποθήκας ἐμπλήσω. Μακροὺς σεαυτῷ τοὺς χρόνους τῆς ζωῆς31
30ἔπηξας. Σκόπει μή σε προλάβῃ ὁ κατὰ προθεσμίαν ἐπείγων. Καὶ γὰρ ἡ ἐπαγγελία οὐ χρηστότητος ἐστιν, ἀλλὰ πονηρίας ἀπόδειξις. Ἐπαγγέλλῃ γὰρ, οὐχ ἵνα δῷς μετὰ ταῦτα, ἀλλ’ ἵνα τὸ παρὸν διακρούσῃ. Ἐπεὶ νῦν τί τὸ κωλύον πρὸς τὴν μετάδοσιν; Οὐ πάρεστιν ὁ ἐνδεής; οὐχὶ πλήρεις αἱ ἀποθῆκαι; οὐχ ὁ μισθὸς ἕτοιμος; οὐχ ἡ ἐντολὴ τηλαυγής; Ὁ πεινῶν
35τήκεται· ὁ γυμνητεύων πήγνυται· ὁ ἀπαιτούμενος ἄγχεται· καὶ σὺ τὴν ἐλεημοσύνην εἰς τὴν αὔριον ἀναβάλλῃ; Ἄκουε Σολομῶντος· Μὴ εἴπῃς· Ἐπανελθὼν ἐπάνηκε, καὶ αὔριον δώσω· οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα· Οἵων παραγγελμάτων ὑπερορᾷς, τῇ φιλαργυρίᾳ τὰ ὦτα προαποβύσας! Πόσην ἔδει σε χάριν ἔχειν τῷ εὐεργέτῃ, καὶ φαιδρὸν εἶναι, καὶ λαμ‐
40πρύνεσθαι τῇ τιμῇ, ὅτι οὐκ αὐτὸς διοχλεῖς θύρας ἑτέρων, ἀλλὰ τὰς σὰς ἄλλοι καταλαμβάνουσι! Νῦν δὲ κατηφὴς εἶ καὶ δυσέντευκτος, ἐκκλίνων τὰς ἀπαντήσεις, μή πού τι καὶ μικρὸν ἀναγκασθῇς τῶν χειρῶν ἐκβαλεῖν. Μίαν οἶδας φωνήν· Οὐκ ἔχω· οὐδὲ δώσω· πένης γάρ εἰμι. Πένης εἶ τῷ ὄντι, καὶ ἐνδεὴς παντὸς ἀγαθοῦ· πένης ἀγάπης· πένης φιλανθρωπίας,
45πένης πίστεως εἰς Θεὸν, πένης ἐλπίδος αἰωνίου. Συμμεριστὰς ποίησον τῶν σητῶν τοὺς ἀδελφούς· τὸ αὔριον σηπόμενον σήμερον μετάδος τῷ δεομένῳ. Πλεονεξίας εἶδος τὸ χαλεπώτατον, μηδὲ τῶν φθειρομένων μεταδιδόναι τοῖς ἐνδεέσι.

7

—Τίνα, φησὶν, ἀδικῶ συνέχων τὰ ἐμαυτοῦ; Ποῖα, εἰπέ μοι, σαυτοῦ; πόθεν λαβὼν εἰς τὸν βίον εἰσήνεγκας; Ὥσπερ ἂν εἴ τις, ἐν θεάτρῳ θέαν καταλαβὼν, εἶτα ἐξείργοι τοὺς ἐπεισιόντας, ἴδιον ἑαυτοῦ κρίνων τὸ κοινῶς πᾶσι κατὰ τὴν χρῆσιν προκείμενον· τοιοῦτοί εἰσι καὶ οἱ πλούσιοι. Τὰ γὰρ33
5κοινὰ προκατασχόντες, ἴδια ποιοῦνται διὰ τὴν πρόληψιν. Ἐπεὶ εἰ τὸ πρὸς παραμυθίαν τῆς ἑαυτοῦ χρείας ἕκαστος κομιζόμενος, τὸ περιττὸν ἠφίει τῷ δεομένῳ, οὐδεὶς μὲν ἂν ἦν πλούσιος, οὐδεὶς δὲ πένης, οὐδεὶς ἐνδεής. Οὐχὶ γυμνὸς ἐξέπεσας τῆς γαστρός; οὐ γυμνὸς πάλιν εἰς τὴν γῆν ὑποστρέψεις; Τὰ δὲ παρόντα σοι πόθεν; Εἰ μὲν ἀπὸ ταυτομάτου λέγεις, ἄθεος εἶ, μὴ
10γνωρίζων τὸν κτίσαντα, μηδὲ χάριν ἔχων τῷ δεδωκότι· εἰ δὲ ὁμολογεῖς εἶναι παρὰ Θεοῦ, εἰπὲ τὸν λόγον ἡμῖν δι’ ὃν ἔλαβες. Μὴ ἄδικος ὁ Θεὸς, ὁ ἀνίσως ἡμῖν διαιρῶν τὰ τοῦ βίου; Διὰ τί σὺ μὲν πλουτεῖς, ἐκεῖνος δὲ πένεται; Ἢ πάντως, ἵνα καὶ σὺ χρηστότητος καὶ πιστῆς οἰκονομίας μισθὸν ὑποδέξῃ, κἀκεῖνος τοῖς μεγάλοις ἄθλοις τῆς ὑπομονῆς τιμηθῇ; Σὺ δὲ,
15πάντα τοῖς ἀπληρώτοις τῆς πλεονεξίας κόλποις περιλαβὼν, οὐδένα οἴει ἀδικεῖν τοσούτους ἀποστερῶν; Τίς ἐστιν ὁ πλεονέκτης; Ὁ μὴ ἐμμένων τῇ αὐταρκείᾳ. Τίς δέ ἐστιν ὁ ἀποστερητής; Ὁ ἀφαιρούμενος τὰ ἑκάστου. Σὺ δὲ οὐ πλεονέκτης; σὺ δὲ οὐκ ἀποστερητής; ἃ πρὸς οἰκονομίαν ἐδέξω, ταῦτα ἴδια σεαυτοῦ ποιούμενος; Ἢ ὁ μὲν ἐνδεδυμένον ἀπογυμνῶν λωπο‐
20δύτης ὀνομασθήσεται· ὁ δὲ τὸν γυμνὸν μὴ ἐνδύων, δυνάμενος τοῦτο ποιεῖν, ἄλλης τινός ἐστι προσηγορίας ἄξιος; Τοῦ πεινῶντός ἐστιν ὁ ἄρτος, ὃν σὺ κατέχεις· τοῦ γυμνητεύοντος τὸ ἱμάτιον, ὃ σὺ φυλάσσεις ἐν ἀποθήκαις· τοῦ ἀνυποδέτου τὸ ὑπόδημα, ὃ παρὰ σοὶ κατασήπεται· τοῦ χρῄζοντος τὸ ἀργύριον, ὃ κατορύξας ἔχεις. Ὥστε τοσούτους ἀδικεῖς,
25ὅσοις παρέχειν ἠδύνασο.

8

—Καλοὶ μὲν, φησὶν, οἱ λόγοι, ἀλλὰ καλλίων ὁ χρυσός. Ὥσπερ οἱ τοῖς ἀκολάστοις περὶ σωφροσύνης διαλεγόμενοι. Καὶ γὰρ ἐκεῖνοι, δια‐ βαλλομένης τῆς ἑταίρας, ἀπὸ τῆς ὑπομνήσεως πρὸς τὰς ἐπιθυμίας ἐκκαίο‐ νται. Πῶς σοι ὑπ’ ὄψιν ἀγάγω τὰ πάθη τοῦ πένητος, ἵνα γνῷς ἀπὸ ποταπῶν35
5στεναγμῶν σεαυτῷ θησαυρίζεις; Ὢ πόσου ἄξιόν σοι φανεῖται ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως τὸ ῥῆμα ἐκεῖνο· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατε με· γυμ‐ νὸς ἤμην, καὶ περιεβάλετέ με· Ποταπὴ δέ σοι φρίκη, καὶ ἱδρὼς, καὶ
10σκότος περιχυθήσεται, ἀκούοντι τῆς καταδίκης· Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ σκότος τὸ ἐξώτερον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἐπείνασα γὰρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με· γυμνὸς ἤμην, καὶ οὐ περιεβάλετε με· Οὐδὲ γὰρ ἐκεῖ ὁ ἅρπαξ ἐγκαλεῖται, ἀλλ’ ὁ ἀκοινώνητος κατακρίνεται. Ἐγὼ μὲν
15εἶπον, ἃ συμφέρειν ἐνόμιζον, σοὶ δὲ πεισθέντι μὲν πρόδηλα τὰ ἐν ἐπαγγε‐ λίαις ἀποκείμενα ἀγαθά· παρακούσαντι δὲ γεγραμμένη ἐστὶν ἡ ἀπειλὴ, ἧς εὔχομαί σε τὴν πεῖραν διαφυγεῖν, βελτίονα γνώμην μεταλαβόντα, ἵνα λύτρον σοι γένηται ὁ ἴδιος πλοῦτος, καὶ ἐφ’ ἕτοιμα βαδίσῃς τὰ οὐράνια ἀγαθά· χάριτι τοῦ πάντας ἡμᾶς καλέσαντος εἰς τὴν ἑαυτοῦ βασιλείαν, ᾧ
20ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.37