TLG 2040 003 :: BASILIUS :: De spiritu sancto BASILIUS Theol., Episcopus De spiritu sancto Citation: Chapter — section — (line) | ||
1t | ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ | |
5 | πρὸς τὸν ἐν ἁγίοις Ἀμφιλόχιον ἐπίσκοπον Ἰκονίου. ΚΕΦΑΛΑΙΟΝ Αʹ | |
---|---|---|
1n | Προοίμιον ἐν ᾧ ὅτι ἀναγκαῖαι αἱ περὶ τῶν μικροτάτων μερῶν τῆς θεολογίας ἔρευναι. | |
1.1 | Ἐπῄνεσα τὸ φιλομαθές σου καὶ φιλόπονον τοῦ τρόπου, καὶ ἥσθην γε ὑπερφυῶς τῷ ἐπιστατικῷ καὶ νηφαλίῳ τῆς διανοίας, δι’ ἣν οὐδεμίαν ἀδιερεύνητον οἴει χρῆναι καταλιμ‐ πάνειν φωνήν, τῶν ὅσαι περὶ Θεοῦ κατὰ πᾶσαν χρείαν τοῦ | |
5 | λόγου προφέρονται, ὦ φίλη κεφαλὴ καὶ τιμιωτάτη μοι πασῶν, ἀδελφὲ Ἀμφιλόχιε. Καλῶς γὰρ ἀκούσας τῆς παραινέσεως τοῦ Κυρίου, ὅτι «Πᾶς ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει», τῇ περὶ τὸ αἰτεῖν ἐμμελείᾳ, καὶ τὸν ὀκνηρότατόν μοι δοκεῖς ἂν διαναστῆσαι πρὸς τὴν μετάδοσιν. | |
10 | Ἐκεῖνο δέ σου καὶ πλέον ἄγαμαι, ὅτι οὐ πείρας ἕνεκεν κατὰ | |
τοὺς πολλοὺς τῶν νῦν τὰς ἐρωτήσεις προτείνῃ, ἀλλὰ τοῦθ’ ὅπερ ἐστὶν αὐτὸ τὸ ἀληθὲς ἐξευρεῖν. Τῶν μὲν γὰρ ὠτακουσ‐ τούντων νῦν καὶ διερωτώντων ἡμᾶς εὐθηνία πολλή. Φιλο‐ μαθεῖ δὲ ψυχῇ, καὶ πρὸς ἀγνοίας ἴασιν τὴν ἀλήθειαν ἐκζη‐ | 250 | |
15 | τούσῃ χαλεπώτατον ἐντυχεῖν. Ὡς γὰρ παγὶς θηρατῶν, καὶ πολεμούντων ἐνέδρα, κεκρυμμένον τὸν δόλον καὶ ἐγκατά‐ σκευον ἔχει τὰ τῶν πολλῶν ἐρωτήματα, οἳ προβάλλουσι λόγους, οὐχ ἵνα τι χρήσιμον λάβωσιν ἐξ αὐτῶν, ἀλλ’ ὅπως, ἐὰν μὴ συμβαινούσας τῇ ἑαυτῶν ἐπιθυμίᾳ τὰς ἀποκρίσεις | |
20 | εὕρωσι, ταύτην ἀφορμὴν δικαίαν ἔχειν δόξωσι τοῦ πολέμου. | |
1.2 | Εἰ δὲ τῷ «ἀνοήτῳ ἐπερωτήσαντι σοφία λογισθή‐ σεται», τὸν συνετὸν ἀκροατήν, τὸν ὑπὸ τοῦ προφήτου «τῷ θαυμαστῷ συμβούλῳ» παραζευχθέντα, πόσου ἄξιον λογισόμεθα; Ἦ που δίκαιον, πάσης μὲν ἀποδοχῆς ἀξιοῦν, | |
5 | προάγειν δὲ εἰς τὸ πρόσω, συνεφαπτομένους αὐτῷ τῆς σπουδῆς, καὶ πάντα συνεκπονοῦντας, ἐπειγομένῳ πρὸς τὴν τελείωσιν. Τὸ γὰρ μὴ παρέργως ἀκούειν τῶν θεολογικῶν φωνῶν, ἀλλὰ πειρᾶσθαι τὸν ἐν ἑκάστῃ λέξει καὶ ἐν ἑκάστῃ συλλαβῇ κεκρυμμένον νοῦν ἐξιχνεύειν, οὐκ ἀργῶν εἰς εὐσέ‐ | |
10 | βειαν, ἀλλὰ γνωριζόντων τὸν σκοπὸν τῆς κλήσεως ἡμῶν· ὅτι πρόκειται ἡμῖν ὁμοιωθῆναι Θεῷ, κατὰ τὸ δυνατὸν ἀνθρώπου φύσει. Ὁμοίωσις δέ, οὐκ ἄνευ γνώσεως· ἡ δὲ | |
γνῶσις, ἐκ διδαγμάτων. Λόγος δέ, διδασκαλίας ἀρχή· λόγου δὲ μέρη, συλλαβαὶ καὶ λέξεις. Ὥστε οὐκ ἔξω σκοποῦ γέγονε | 252 | |
15 | τῶν συλλαβῶν ἡ ἐξέτασις. Οὐ μὴν ὅτι μικρά, ὡς ἄν τῳ δόξαι, τὰ ἐρωτήματα, διὰ τοῦτο καὶ παροφθῆναι ἄξια· ἀλλ’ ἐπειδὴ δυσθήρατος ἡ ἀλήθεια, πανταχόθεν ἡμῖν ἐξιχνευτέα. Εἰ γὰρ ὥσπερ αἱ τέχναι, οὕτω καὶ ἡ τῆς εὐσεβείας ἀνάληψις ταῖς κατὰ μικρὸν | |
20 | προσθήκαις αὔξεται, οὐδενὸς ὑπεροπτέον τοῖς εἰς τὴν γνῶσιν εἰσαγομένοις· ὡς εἴ τις τῶν πρώτων στοιχείων ὡς σμικρῶν ὑπερίδοι, οὐδέποτε τῶν τελείων τῆς σοφίας ἐφάψεται. Τὸ ναὶ καὶ τὸ οὔ, συλλαβαὶ δύο· ἀλλ’ ὅμως τὸ κράτιστον | |
25 | τῶν ἀγαθῶν, ἡ ἀλήθεια, καὶ ὁ ἔσχατος ὅρος τῆς πονηρίας, τὸ ψεῦδος, τοῖς μικροῖς τούτοις ῥήμασι πολλάκις ἐμπεριέ‐ χεται. Καὶ τί ταῦτα λέγω; Ἤδη τις καὶ μόνον κατανεύσας τῇ κεφαλῇ ἐν τοῖς ὑπὲρ Χριστοῦ μαρτυρίοις, πάσης πληρωτὴς εὐσεβείας ἐκρίθη. Εἰ δὲ ταῦτα οὕτως ἔχει, τί τῶν θεολογικῶν | |
30 | ῥημάτων οὕτω μικρόν, ὡς ἢ καλῶς ἢ ἐναντίως ἔχον, μὴ μεγάλην παρέχειν τὴν ῥοπὴν ἐφ’ ἑκάτερα; Εἰ γὰρ ἐκ τοῦ νόμου ἰῶτα ἓν ἢ μία κεραία οὐ παρελεύσεται, πῶς ἂν ἡμῖν ἀσφαλὲς ὑπερβαίνειν καὶ τὰ σμικρότατα; Ἅ γε μὴν αὐτὸς διευκρινηθῆναι παρ’ ἡμῶν ἐπεζήτησας, | |
35 | καὶ βραχέα ἐστὶ ταῦτα καὶ μεγάλα· τῷ μὲν συντόμῳ τῆς προφορᾶς βραχέα, καὶ διὰ τοῦτο ἴσως εὐκαταφρόνητα· τῇ δὲ δυνάμει τῶν σημαινομένων μεγάλα, κατὰ τὴν εἰκόνα τοῦ σινάπεως, ὃ μικρότατον ὂν τῶν φρυγανικῶν σπερμάτων, τῆς προσηκούσης ἐπιμελείας ἀξιωθέν, εἰς ὕψος αὔταρκες | |
40 | διανίσταται, τῆς συνεσπαρμένης ἐν αὐτῷ δυνάμεως ἁπλω‐ | |
θείσης. Εἰ δέ τις γελᾷ, βλέπων τὴν περὶ τὰς συλλαβὰς ἡμῶν, ψαλμικῶς εἰπεῖν, ἀδολεσχίαν, αὐτὸς μὲν ἴστω ἀνωφελῆ καρπὸν τοῦ γελοίου δρεπόμενος· ἡμεῖς δὲ μὴ τοῖς ὀνείδεσι | 254 | |
45 | τῶν ἀνθρώπων ἐνδόντες, μηδὲ τῷ φαυλισμῷ αὐτῶν ἡττη‐ θέντες, τὴν ἔρευναν καταλίπωμεν. Τοσοῦτον γὰρ ἀπέχω τούτοις ὡς μικροῖς ἐπαισχύνεσθαι, ὥστε εἰ καὶ πολλοστοῦ μέρους τῆς ἀξίας αὐτῶν ἐφικοίμην, ἐμαυτῷ τε ἂν συνησθείην ὡς μεγάλων ἀξιωθέντι, τῷ τε συνδιερευνῶντι ἡμῖν ἀδελφῷ | |
1.2(50) | οὐ μικρὸν ἂν φαίην ἐντεῦθεν ἀπηντηκέναι τὸ κέρδος. Μέγιστον οὖν ὁρῶν ἐν μικροῖς ῥήμασι τὸ ἀγώνισμα, ἐλπίδι τῶν μισθῶν, τὸν πόνον οὐκ ἀναδύομαι, ἐμαυτῷ τε ἡγούμενος ἔγκαρπον τὸν λόγον ἔσεσθαι, τοῖς τε ἀκούουσι διαρκῆ τὴν ὠφέλειαν ὑπάρξειν. | |
55 | Διόπερ ἤδη σὺν αὐτῷ γε φάναι τῷ ἁγίῳ Πνεύματι βαδιοῦμαι πρὸς τὴν ἐξήγησιν. Καὶ εἰ βούλει ὥστε με εἰς ὁδὸν καταστῆναι τοῦ λόγου, μικρὸν ἐπὶ τὴν ἀρχὴν τοῦ προβλήματος ὑποστρέψω. | |
1.3 | Προσευχομένῳ μοι πρῴην μετὰ τοῦ λαοῦ, καὶ ἀμφο‐ τέρως τὴν δοξολογίαν ἀποπληροῦντι τῷ Θεῷ καὶ Πατρί, νῦν μὲν μετὰ τοῦ Υἱοῦ σὺν τῷ Πνεύματι τῷ ἁγίῳ, νῦν δὲ διὰ | |
τοῦ Υἱοῦ ἐν τῷ ἁγίῳ Πνεύματι, ἐπέσκηψάν τινες τῶν | 256 | |
5 | παρόντων, ξενιζούσαις ἡμᾶς φωναῖς κεχρῆσθαι λέγοντες, καὶ ἅμα πρὸς ἀλλήλας ὑπεναντίως ἐχούσαις. Σὺ δὲ μάλιστα μὲν τῆς αὐτῶν ἐκείνων ἕνεκεν ὠφελείας, εἰ δὲ ἀνιάτως ἔχουσι παντελῶς, διὰ τὸ τῶν ἐντυγχανόντων αὐτοῖς ἀσφαλές, ἠξίωσάς τινα εὐκρινῆ περὶ τῆς ἐν ταῖς συλλαβαῖς ταύταις | |
10 | δυνάμεως διδασκαλίαν ἐκφωνηθῆναι. Λεκτέον δὴ οὖν ἡμῖν διὰ βραχέων, ὡς οἷόν τε ἀρχήν τινα ὁμολογουμένην τῷ | |
λόγῳ δόντας. | 258 | |
2t | ΚΕΦΑΛΑΙΟΝ Βʹ | |
2n | Ποίαν ἔσχεν ἀρχὴν ἡ περὶ τὰς συλλαβὰς τῶν αἱρετικῶν παρατήρησις. | |
2.4 | Ἡ περὶ τὰς συλλαβὰς καὶ τὰς λέξεις τῶν ἀνδρῶν τούτων μικρολογία οὐχ ἁπλῆ τίς ἐστιν, ὡς ἄν τῳ δόξαι, οὐδὲ εἰς μικρὸν τοῦ κακοῦ φέρουσα, ἀλλὰ βαθεῖαν ἔχει καὶ συνεσκιασμένην βουλὴν κατὰ τῆς εὐσεβείας. Φιλονεικοῦσι | |
5 | γὰρ ἀνομοίαν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἐπιδεικ‐ νύναι τὴν προφοράν, ὡς ἐκ τούτου ῥᾳδίαν ἕξοντες καὶ τῆς κατὰ τὴν φύσιν παραλλαγῆς τὴν ἀπόδειξιν. Ἔστι γάρ τι αὐτοῖς παλαιὸν σόφισμα, ὑπὸ Ἀετίου τοῦ προστάτου τῆς αἱρέσεως ταύτης ἐξευρεθέν, ὃς ἔγραψέ που | |
10 | τῶν ἑαυτοῦ ἐπιστολῶν, λέγων· τὰ ἀνόμοια κατὰ τὴν φύσιν, ἀνομοίως προφέρεσθαι· καὶ ἀνάπαλιν· τὰ ἀνομοίως προφερόμενα, ἀνόμοια εἶναι κατὰ τὴν φύσιν. Καὶ εἰς μαρτυ‐ ρίαν τοῦ λόγου τὸν ἀπόστολον ἐπεσπάσατο λέγοντα· «Εἷς Θεὸς καὶ Πατήρ, ἐξ οὗ τὰ πάντα· καὶ εἷς Κύριος Ἰησοῦς | |
15 | Χριστός, δι’ οὗ τὰ πάντα.» Ὡς οὖν ἔχουσιν αἱ φωναὶ πρὸς ἀλλήλας, οὕτως ἕξουσι, φησί, καὶ αἱ δι’ αὐτῶν σημαινόμεναι φύσεις· ἀνόμοιον δὲ τῷ ἐξ οὗ τὸ δι’ οὗ· ἀνόμοιος ἄρα καὶ | |
τῷ Πατρὶ ὁ Υἱός. Ταύτης τοίνυν τῆς νόσου καὶ ἡ περὶ τὰς προκειμένας | 260 | |
20 | λέξεις ἀδολεσχία τῶν ἀνδρῶν τούτων ἤρτηται. Ὅθεν τῷ μὲν Θεῷ καὶ Πατρί, ὥσπερ τινὰ κλῆρον ἐξαίρετον, προσνέμουσι τὸ ἐξ οὗ· τῷ δὲ Υἱῷ καὶ Θεῷ ἀφώρισαν τὸ δι’ οὗ· τῷ δὲ ἁγίῳ Πνεύματι, τὸ ἐν ᾧ· καὶ φασὶ μηδέποτε τὴν χρῆσιν ταύτην τῶν συλλαβῶν ἐπαμείβεσθαι· ἵνα, ὅπερ ἔφην, τῷ | |
25 | παρηλλαγμένῳ τῆς ἐκφωνήσεως καὶ ἡ τῆς φύσεως παραλλαγὴ συνεκφαίνηται. Ἀλλὰ γὰρ οὐ λελήθασιν, ἐν τῇ περὶ τὰς λέξεις λεπτολογίᾳ, τῷ ἀσεβεῖ λόγῳ τὴν ἰσχὺν διασῴζοντες. Τὸ μὲν γὰρ ἐξ οὗ, τὸν δημιουργὸν σημαίνειν βούλονται· τὸ δὲ δι’ οὗ, τὸν ὑπουργὸν ἢ τὸ ὄργανον· τὸ δὲ ἐν ᾧ, τὸν | |
30 | χρόνον δηλοῦν ἢ τὸν τόπον· ἵνα μηδὲν μὲν ὀργάνου σεμνό‐ τερος ὁ δημιουργὸς τῶν ὅλων νοῆται, μηδὲν δὲ τῆς ἀπὸ τόπου ἢ χρόνου συνεισφορᾶς εἰς τὰ ὄντα, πλεῖον φαίνηται | |
τὸ Πνεῦμα τὸ ἅγιον παρεχόμενον. | 262 | |
3t | ΚΕΦΑΛΑΙΟΝ Γʹ | |
3n | Ὅτι ἐκ τῆς ἔξωθεν σοφίας ἡ περὶ τῶν συλλαβῶν τεχνολογία. | |
3.5 | Ὑπηγάγετο μέντοι αὐτοὺς πρὸς τὴν ἀπάτην ταύτην καὶ ἡ τῶν ἔξωθεν παρατήρησις, οἳ τὸ ἐξ οὗ καὶ τὸ δι’ οὗ κεχωρισμένοις κατὰ τὴν φύσιν πράγμασι προσδιένειμαν. Ἐκεῖνοι γὰρ οἴονται, τὸ μὲν ἐξ οὗ τὴν ὕλην δηλοῦν· τὸ δὲ | |
5 | δι’ οὗ τὸ ὄργανον παριστᾶν ἢ ὅλως τὴν ὑπουργίαν. Μᾶλλον δὲ—τί γὰρ κωλύει πάντα τὸν ἐκείνων λόγον ἀναλαβόντας, τό τε πρὸς τὴν ἀλήθειαν ἀσυνάρτητον καὶ τὸ πρὸς ἐκείνους αὐτοὺς ἀσύμφωνον τῶν ἀνδρῶν τούτων ἐν βραχεῖ διελέγξαι; —οἱ περὶ τὴν ματαίαν φιλοσοφίαν ἐσχολακότες, τοῦ αἰτίου | |
10 | τὴν φύσιν πολλαχῶς ἐξηγούμενοι, καὶ τοῦτο εἰς τὰ οἰκεῖα σημαινόμενα διαιροῦντες, τὰ μὲν προκαταρκτικὰ λέγουσι τῶν αἰτίων, τὰ δὲ συνεργὰ ἢ συναίτια, τὰ δὲ τῶν ὧν οὐκ | |
ἄνευ λόγον ἐπέχειν. Ἑκάστῳ μέντοι τούτων ἰδιάζουσαν καὶ τὴν ἐκφώνησιν | 264 | |
15 | ἀφορίζουσιν· ὥστε ἄλλως τὸν δημιουργὸν σημαίνεσθαι καὶ τὸ ὄργανον ἄλλως. Τῷ μὲν γὰρ δημιουργῷ πρέπειν οἴονται τὸ ὑφ’ οὗ· κυρίως γάρ φασι λέγεσθαι ὑπὸ τοῦ τέκτονος γεγενῆσθαι τὸ βάθρον· τῷ δὲ ὀργάνῳ, τὸ δι’ οὗ· διὰ γὰρ σκεπάρνου φασὶ καὶ τερέτρου καὶ τῶν λοιπῶν. Ὁμοίως δὲ καὶ τὸ ἐξ οὗ, τῆς | |
20 | ὕλης ἴδιον τίθενται ἐκεῖνοι· ἐκ ξύλου γὰρ εἶναι τὸ δημιούρ‐ γημα· τὸ δὲ καθ’ ὃ τὸ ἐνθύμιον δηλοῦν ἢ τὸ ἐκκείμενον ὑπόδειγμα τῷ τεχνίτῃ. Ἢ γὰρ προαναζωγραφήσας τῇ διανοίᾳ τὸ κατασκεύασμα, οὕτως εἰς ἔργον τὴν φαντασίαν ἤγαγεν· ἢ πρὸς ἤδη ἐκκείμενον παράδειγμα ἀποβλέπων, | |
25 | καθ’ ὁμοίωσιν ἐκείνου τὴν ἐνέργειαν κατευθύνει. Τὸ δὲ δι’ ὃ τῷ τέλει προσήκειν βούλονται· διὰ γὰρ τὴν χρῆσιν τὴν τῶν ἀνθρώπων γεγονέναι τὸ βάθρον. Τὸ δὲ ἐν ᾧ τὸν χρόνον παριστᾶν ἢ τὸν τόπον. Πότε γὰρ γέγονεν; Ἐν τῷδε τῷ χρόνῳ. Καὶ ποῦ; Ἐν τῷδε τῷ τόπῳ. Ταῦτα δὲ εἰ καὶ | |
30 | μηδὲν τῷ γινομένῳ συμβάλλεται, ἀλλ’ οὖν οὐκ ἄνευ τούτων δυνατόν τι γενέσθαι. Χρεία γὰρ καὶ τόπου καὶ χρόνου τοῖς ἐνεργοῦσι. Ταῦτα μαθόντες καὶ θαυμάσαντες οὗτοι τὰ ἐκ τῆς ματαιό‐ τητος καὶ κενῆς ἀπάτης παρατηρήματα, καὶ ἐπὶ τὴν ἁπλῆν | |
35 | καὶ ἀτεχνολόγητον τοῦ Πνεύματος διδασκαλίαν μετακομί‐ ζουσιν, εἰς ἐλάττωσιν μὲν τοῦ Θεοῦ Λόγου, ἀθέτησιν δὲ τοῦ ἁγίου Πνεύματος· οἵ γε τὴν ἐπὶ ἀψύχων ὀργάνων, ἢ τῆς ὑποχειρίου καὶ ταπεινῆς παντελῶς ὑπηρεσίας φωνὴν ἀφωρισ‐ μένην παρὰ τῶν ἔξωθεν, τὴν δι’ οὗ λέγω, ταύτην ἐπὶ τὸν | |
40 | Δεσπότην τῶν ὅλων οὐκ ὤκνησαν μεταθεῖναι, καὶ οὐκ αἰσχύνονται οἱ Χριστιανοὶ πρίονος ἢ σφύρας τῷ δημιουργῷ | |
τῆς κτίσεως φωνὴν ἀφορίζοντες. | 266 | |
4t | ΚΕΦΑΛΑΙΟΝ Δʹ | |
4n | Ὅτι ἀπαρατήρητος τῇ Γραφῇ τῶν συλλαβῶν τούτων ἡ χρῆσις. | |
4.6 | Ἡμεῖς δὲ κεχρῆσθαι μὲν πολλαχοῦ ταῖς φωναῖς ταύταις καὶ τὸν τῆς ἀληθείας λόγον ὁμολογοῦμεν· οὐ μὴν τήν γε τοῦ Πνεύματος ἐλευθερίαν δουλεύειν πάντως φαμὲν τῇ σμικροπρεπείᾳ τῶν ἔξωθεν, ἀλλὰ κατὰ τὸ ἀεὶ προστυγχά‐ | |
5 | νον, οἰκείως ταῖς χρείαις ὑπαλλάττειν τὰς ἐκφωνήσεις. Οὐ γὰρ πάντως τὸ ἐξ οὗ τὴν ὕλην σημαίνει, καθὼς ἐκείνοις δοκεῖ· ἀλλὰ συνηθέστερον τῇ Γραφῇ ἐπὶ τῆς ἀνωτάτω αἰτίας τὴν φωνὴν ταύτην παραλαμβάνειν. Ὡς ἐπὶ τοῦ· «Εἷς Θεός, ἐξ οὗ τὰ πάντα.» Καὶ πάλιν· «Τὰ δὲ πάντα | |
10 | ἐκ τοῦ Θεοῦ.» Κέχρηται μέντοι καὶ ὁ τῆς ἀληθείας λόγος τῇ λέξει ταύτῃ καὶ ἐπὶ τῆς ὕλης πολλάκις, ὡς ὅταν λέγῃ· «Ποιήσεις τὴν κιβωτὸν ἐκ ξύλων ἀσήπτων.» Καί· «Ποιή‐ σεις τὴν λυχνίαν ἐκ χρυσίου καθαροῦ.» Καί· «Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός.» Καί· «Ἐκ πηλοῦ διήρτισαι σὺ | |
15 | ὡς καὶ ἐγώ.» Ἀλλ’ οὗτοι ἵνα, ὡς ἔφαμεν, τῆς φύσεως τὸ διάφορον | |
παραστήσωσι, τῷ Πατρὶ μόνῳ προσήκειν τὴν λέξιν ταύτην ἐνομοθέτησαν. Τὰς μὲν ἀρχὰς τῆς παρατηρήσεως λαβόντες παρὰ τῶν ἔξωθεν, οὐ πάντα δὲ ἐκείνοις δι’ ἀκριβείας δουλεύ‐ | 268 | |
20 | σαντες· ἀλλὰ τῷ μὲν Υἱῷ, κατὰ τὴν ἐκείνων νομοθεσίαν, τὴν τοῦ ὀργάνου προσηγορίαν ἐπέθηκαν, τῷ δὲ Πνεύματι τὴν τοῦ τόπου. Ἐν Πνεύματι γὰρ λέγουσι· καὶ διὰ Υἱοῦ λέγουσι. Τῷ δὲ Θεῷ τὴν ἐξ οὗ, οὐκέτι ἐνταῦθα κατακολου‐ θοῦντες τοῖς ἀλλοτρίοις, ἀλλ’ ἐπὶ τὰς ἀποστολικάς, ὥς φασι, | |
25 | μεταβαίνοντες χρήσεις, καθὰ εἴρηται· «Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ.» Καί· «Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ.» Τί οὖν ἐκ τῆς τεχνολογίας ταύτης τὸ συναγόμενον; Ἄλλη φύσις αἰτίου, καὶ ἄλλη ὀργάνου, καὶ ἄλλη τόπου· ἀλλότριος ἄρα κατὰ τὴν φύσιν ὁ Υἱὸς τῷ Πατρί, ἐπειδὴ καὶ τὸ ὄργανον | |
30 | τῷ τεχνίτῃ· ἀλλότριον δὲ καὶ τὸ Πνεῦμα, καθόσον κεχώ‐ ρισται τόπος ἢ χρόνος τῆς τῶν ὀργάνων φύσεως ἢ τῆς τῶν | |
μεταχειριζομένων αὐτά. | 270 | |
5t | ΚΕΦΑΛΑΙΟΝ Εʹ | |
5n | Ὅτι καὶ ἐπὶ Πατρὸς λέγεται τὸ δι’ οὗ, καὶ ἐπὶ Υἱοῦ τὸ ἐξ οὗ, καὶ ἐπὶ Πνεύματος. | |
5.7 | Τὰ μὲν δὴ ἐκείνων, τοιαῦτα· ἡμεῖς δὲ δείξομεν ὃ προεθέμεθα, ὅτι οὔτε ὁ Πατὴρ τὸ ἐξ οὗ λαβὼν τῷ Υἱῷ προσέρριψε τὸ δι’ οὗ, οὔτε ὁ Υἱὸς πάλιν τὸ Πνεῦμα τὸ ἅγιον, κατὰ τὴν τούτων νομοθεσίαν, εἰς τὴν τοῦ ἐξ οὗ, ἢ τὴν | |
5 | δι’ οὗ κοινωνίαν οὐ παραδέχεται· ὅπερ ἡ καινὴ τούτων κληροδοσία διώρισεν. «Εἷς Θεὸς καὶ Πατήρ, ἐξ οὗ τὰ πάντα· καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα.» Αὗται οὐκ εἰσὶ νομο‐ θετοῦντος φωναί, ἀλλὰ διευκρινουμένου τὰς ὑποστάσεις. | |
10 | Οὐ γὰρ ἵνα τὸ ἀλλότριον τῆς φύσεως εἰσαγάγῃ, ἀλλ’ ἵνα ἀσύγχυτον Πατρὸς καὶ Υἱοῦ τὴν ἔννοιαν παραστήσῃ, οὕτω προήνεγκεν ὁ ἀπόστολος. Ἐπεὶ ὅτι γε αἱ φωναὶ ἀλλήλαις οὐκ ἀντιτάσσονται, οὐδ’ ὥσπερ ἐν πολέμῳ πρὸς ἀντίπαλον τάξιν ἀποκριθεῖσαι συνεκπολεμοῦσι τὰς φύσεις αἷς προσεχώ‐ | |
15 | ρησαν, ἐκεῖθεν δῆλον. Συνήγαγεν ἀμφοτέρας ἐπὶ ἑνὸς καὶ τοῦ αὐτοῦ ὑποκειμένου ὁ μακάριος Παῦλος εἰπών· «Ὅτι ἐξ αὐτοῦ, καὶ δι’ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα.» Τοῦτο δὲ προδήλως εἰς τὸν Κύριον φέρειν πᾶς τις ἂν εἴποι ὁ καὶ | |
μικρὸν τῷ βουλήματι τῆς λέξεως ἐπιστήσας. Προτάξας | 272 | |
20 | γὰρ ὁ ἀπόστολος ἐκ τῆς προφητείας τοῦ Ἠσαΐου τό· «Τίς ἔγνω νοῦν Κυρίου; καὶ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» ἐπήγαγεν· «Ὅτι ἐξ αὐτοῦ, καὶ δι’ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα». Ἅπερ ὅτι περὶ τοῦ Θεοῦ Λόγου τοῦ δημιουργοῦ πάσης κτίσεως εἴρηται τῷ προφήτῃ, ἐκ τῶν κατόπιν ἂν | |
25 | μάθοις. «Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί; Τίς ἔστησε τὰ ὄρη ἐν σταθμῷ καὶ τὰς νάπας ἐν ζυγῷ; Τίς ἔγνω νοῦν Κυρίου, καὶ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» Τὸ γὰρ τίς ἐνταῦθα οὐχὶ τὸ ἄπορον παντελῶς, ἀλλὰ τὸ σπάνιον δηλοῖ, ὡς ἐπὶ τοῦ· | |
30 | «Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους;» Καί· «Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν;» Καί· «Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου;» Οὕτω δὴ οὖν καὶ ἐνταῦθά ἐστι· «Τίς ὁ εἰδὼς τὸν νοῦν τοῦ Κυρίου, καὶ τῆς βουλῆς αὐτοῦ κοινωνός;» «Ὁ γὰρ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν καὶ πάντα | |
35 | δείκνυσιν αὐτῷ.» Οὗτός ἐστιν ὁ συνέχων τὴν γῆν καὶ περιδεδραγμένος αὐτῆς· ὁ εἰς τάξιν πάντα καὶ διακόσμησιν ἀγαγών· ὁ καὶ ὄρεσιν ἰσορροπίαν, καὶ ὕδασι μέτρα, καὶ πᾶσι τοῖς ἐν τῷ κόσμῳ τὴν οἰκείαν τάξιν ἀποπληρώσας· ὁ τὸν οὐρανὸν ὅλον μικρῷ μέρει τῆς ὅλης ἑαυτοῦ δυνάμεως | |
40 | περιέχων, ἣν σπιθαμὴν τροπικῶς ὁ προφητικὸς ὠνόμασε λόγος. Ὅθεν οἰκείως ἐπήγαγεν ὁ ἀπόστολος τό· «Ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα.» Ἐξ αὐτοῦ γὰρ τοῖς οὖσιν ἡ αἰτία τοῦ εἶναι κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς γίνεται. Δι’ αὐτοῦ τοῖς πᾶσιν ἡ διαμονὴ καὶ ἡ σύστασις· | |
45 | τοῦ κτίσαντος τὰ πάντα καὶ τὰ πρὸς σωτηρίαν ἑκάστῳ τῶν | |
γενομένων ἐπιμετροῦντος. Διὸ δὴ καὶ εἰς αὐτὸν ἐπέστραπται τὰ σύμπαντα, ἀσχέτῳ τινὶ πόθῳ καὶ ἀρρήτῳ στοργῇ πρὸς τὸν ἀρχηγὸν τῆς ζωῆς καὶ χορηγὸν ἀποβλέποντα, κατὰ τὸ γεγραμμένον· «Οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι.» | 274 | |
5.7(50) | Καὶ πάλιν· «Πάντα πρὸς σὲ προσδοκῶσι.» Καί· «Ἀνοίγεις σὺ τὴν χεῖρά σου, καὶ ἐμπιπλᾷς πᾶν ζῷον εὐδοκίας.» | |
5.8 | Εἰ δὲ πρὸς ταύτην ἡμῶν τὴν ἐκδοχὴν ἐνίστανται, τίς αὐτοὺς ἐξαιρήσεται λόγος τοῦ μὴ οὐχὶ φανερῶς ἑαυτοῖς περιπίπτειν; Εἰ γὰρ μὴ ἐπὶ τοῦ Κυρίου δώσουσι τὰς τρεῖς εἰρῆσθαι φωνάς, τήν τε ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς | |
5 | αὐτόν, ἀνάγκη πᾶσα προσοικειοῦν τῷ Θεῷ καὶ Πατρί. Ἐκ δὲ τούτου προδήλως αὐτοῖς διαπεσεῖται τὸ παρατήρημα. Εὑρίσκεται γὰρ οὐ μόνον τὸ ἐξ οὗ, ἀλλὰ καὶ τὸ δι’ οὗ τῷ Πατρὶ προσαγόμενον. Ὅπερ εἰ μὲν οὐδὲν ταπεινὸν ἐμφαίνει, τί δήποτε ὡς ὑποδεέστερον ἀφορίζουσι τῷ Υἱῷ; Εἰ δὲ | |
10 | πάντως ἐστὶ διακονίας δηλωτικὸν, ἀποκρινάσθωσαν ἡμῖν· ὁ Θεὸς τῆς δόξης καὶ Πατὴρ τοῦ Χριστοῦ, τίνος ἐστὶν ἄρχοντος ὑπηρέτης; Ἐκεῖνοι μὲν οὖν οὕτως ὑφ’ ἑαυτῶν περιτρέπονται, ἡμῖν δὲ ἑκατέρωθεν τὸ ἰσχυρὸν φυλαχθήσεται. Ἐάν τε γὰρ νικήσῃ περὶ τοῦ Υἱοῦ εἶναι τὸν λόγον, εὑρεθή‐ | |
15 | σεται τὸ ἐξ οὗ τῷ Υἱῷ προσαρμόζον· ἐάν τέ τις φιλονεικῇ ἐπὶ τὸν Θεὸν ἀναφέρειν τοῦ προφήτου τὴν λέξιν, πάλιν τὴν δι’ οὗ φωνὴν τῷ Θεῷ πρέπειν δώσει, καὶ τὴν ἴσην ἕξει ἀξίαν ἑκατέρα, τῷ κατὰ τὸν ἴσον λόγον ἐπὶ Θεοῦ παρειλῆφθαι. | |
Καὶ οὕτω γε κἀκείνως ὁμότιμοι ἀλλήλαις ἀναφανήσονται, | 276 | |
20 | ἐφ’ ἑνὸς προσώπου καὶ τοῦ αὐτοῦ τεταγμέναι. Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. | |
5.9 | Γράφων ὁ ἀπόστολος πρὸς Ἐφεσίους, φησίν· «Ἀλη‐ θεύοντες δὲ ἐν ἀγάπῃ, αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλὴ Χριστός, ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολο‐ γούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορη‐ | |
5 | γίας, κατ’ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν αὔξησιν τοῦ σώματος ποιεῖται.» Καὶ πάλιν ἐν τῇ πρὸς Κολασσαεῖς πρὸς τοὺς οὐκ ἔχοντας τοῦ Μονογενοῦς τὴν γνῶσιν εἴρηται ὅτι· «Ὁ κρατῶν τὴν κεφαλήν, τουτέστι τὸν Χριστόν, ἐξ οὗ πᾶν τὸ σῶμα, διὰ τῶν ἁφῶν καὶ συνδέ‐ | |
10 | σμων ἐπιχορηγούμενον, αὔξει τὴν αὔξησιν τοῦ Θεοῦ.» Ὅτι γὰρ Χριστὸς κεφαλὴ τῆς Ἐκκλησίας, ἑτέρωθι μεμαθήκαμεν, τοῦ ἀποστόλου λέγοντος· «Καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ Ἐκκλησίᾳ.» Καί· «Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν.» Καὶ αὐτὸς ὁ Κύριος· «Ὅτι ἐκ | |
15 | τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν.» Καὶ ὅλως, τῷ φιλοπόνως ἀναλεγομένῳ πολύτροποι αἱ χρήσεις ἀναφανή‐ σονται τοῦ ἐξ οὗ. Καὶ γὰρ καὶ ὁ Κύριος· «Ἔγνων, φησί, δύναμιν ἐξελθοῦσαν ἐξ ἐμοῦ.» Ὁμοίως δὲ καὶ περὶ τοῦ Πνεύματος τετηρήκαμεν πολλαχοῦ | |
20 | τὸ ἐξ οὗ κείμενον. «Ὁ γὰρ σπείρων, φησίν, εἰς τὸ Πνεῦμα, ἐκ τοῦ Πνεύματος θερίσει ζωὴν αἰώνιον.» Καὶ ὁ Ἰωάννης· «Ἐκ τούτου γινώσκομεν, ὅτι ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ Πνεύ‐ ματος οὗ ἡμῖν ἔδωκε.» Καὶ ὁ ἄγγελος· «Τὸ γὰρ ἐν αὐτῇ | |
γεννηθέν, ἐκ Πνεύματός ἐστιν ἁγίου.» Καὶ ὁ Κύριός φησι· | 278 | |
25 | «Τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος, Πνεῦμά ἐστι.» Τοῦτο μὲν δὴ τοιοῦτον. | |
5.10 | Ὅτι δὲ τὴν δι’ οὗ φωνὴν ὁμοίως ἐπί τε Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἡ Γραφὴ παραδέχεται, ἤδη δεικτέον. Ἐπὶ μὲν δὴ τοῦ Υἱοῦ παρέλκον ἂν εἴη μαρτυρίας κομίζειν, διά τε τὸ γνώριμον καὶ διὰ τὸ παρὰ τῶν ἐναντίων | |
5 | αὐτὸ τοῦτο κατασκευάζεσθαι. Ἡμεῖς δὲ δείκνυμεν ὅτι καὶ ἐπὶ τοῦ Πατρὸς τὸ δι’ οὗ τέτακται. «Πιστός, φησίν, ὁ Θεός, δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ.» Καί· «Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ». Καὶ πάλιν· «Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλὰ υἱός· εἰ δὲ | |
10 | υἱός, καὶ κληρονόμος διὰ Θεοῦ.» Καὶ τό· «Ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρός.» Καὶ ὁ Ἠσαΐας· «Οὐαί, φησίν, οἱ βαθέως βουλὴν ποιοῦντες, καὶ οὐ διὰ Κυρίου.» Πολλὰς δὲ καὶ ἐπὶ τοῦ Πνεύματος τῆς φωνῆς ταύτης μαρτυρίας ἔξεστι παραθέσθαι. «Ἡμῖν δέ, | |
15 | φησίν, ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος.» Καὶ ἑτέρωθι· «Τὴν καλὴν παραθήκην φύλαξον διὰ Πνεύματος ἁγίου.» Καὶ πάλιν· «ᾯ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας.» | |
5.11 | Τὰ αὐτὰ δὲ ταῦτα καὶ περὶ τῆς ἐν συλλαβῆς εἰπεῖν ἔχομεν, ὅτι καὶ ἐπὶ τοῦ Θεοῦ καὶ Πατρὸς τὴν χρῆσιν αὐτῆς ἡ Γραφὴ παραδέδεκται, ὡς ἐπὶ μὲν Παλαιᾶς· «Ἐν τῷ Θεῷ, φησί, ποιήσωμεν δύναμιν.» Καί· «Ἐν σοὶ ἡ ὕμνησίς μου | |
5 | διαπαντός.» Καὶ πάλιν· «Ἐν τῷ ὀνόματί σου ἀγαλλιά‐ σομαι.» Παρὰ δὲ Παύλῳ· «Ἐν τῷ Θεῷ, φησί, τῷ τὰ πάντα κτίσαντι.» Καί· «Παῦλος καί· Σιλουανὸς καὶ Τιμό‐ θεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ Πατρί.» Καί· «Εἰ δήποτε εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ Θεοῦ ἐλθεῖν πρὸς | |
10 | ὑμᾶς.» Καί· «Καυχᾶσαι, φησίν, ἐν Θεῷ.» Καὶ ὅσα οὐδὲ ἀριθμῆσαι ῥᾴδιον. Ἔστι δὲ ἡμῖν οὐ πλήθους μαρτυριῶν ἐπί‐ δειξις, ἀλλ’ ἔλεγχος τοῦ μὴ ὑγιῶς αὐτοῖς τὰς παρατηρήσεις ἔχειν. Τὸ γὰρ περὶ τοῦ Κυρίου ἢ τοῦ ἁγίου Πνεύματος παρειλημμένην τὴν χρῆσιν ταύτην ἐπιδεικνύναι, ὡς γνώρι‐ | 280 |
15 | μον ὑπερβήσομαι. Ἐκεῖνο δὲ ἀναγκαῖον εἰπεῖν, ὅτι συνετῷ ἀκροατῇ ἱκανὸς ἔλεγχος τῶν προταθέντων, ὁ ἀπὸ τοῦ ἐναν‐ τίου. Εἰ γὰρ τὸ διάφορον τῆς ἐκφωνήσεως παρηλλαγμένην ἐδείκνυ τὴν φύσιν κατὰ τὸν τούτων λόγον, ἡ τῶν φωνῶν ταυτότης ἀπαράλλακτον νῦν τὴν οὐσίαν αὐτοὺς ὁμολογεῖν | |
20 | δυσωπείτω. | |
5.12 | Οὐ μόνον δὲ ἐπὶ τῆς θεολογίας αἱ χρήσεις τῶν φωνῶν ἐπαλλάττονται, ἀλλ’ ἤδη καὶ πρὸς τὰ ὑπ’ ἀλλήλων σημαι‐ νόμενα πολλάκις ἀντιμεθίστανται, ὅταν ἑτέρα τὴν τῆς ἑτέρας σημασίαν ἀντιλαμβάνῃ. Οἷον· «Ἐκτησάμην ἄνθρωπον | |
5 | διὰ τοῦ Θεοῦ», φησὶν ὁ Ἀδάμ, ἴσον λέγων τῷ ἐκ τοῦ Θεοῦ. Καὶ ἑτέρωθι· «Ὅσα ἐνετείλατο Μωϋσῆς τῷ Ἰσραὴλ διὰ τοῦ προστάγματος Κυρίου.» Καὶ πάλιν· «Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστιν;» ὁ Ἰωσὴφ περὶ τῶν ἐνυπνίων τοῖς ἐν τῷ δεσμωτηρίῳ διαλεγόμενος, σαφῶς καὶ | |
10 | αὐτὸς ἀντὶ τοῦ ἐκ Θεοῦ εἰπεῖν διὰ τοῦ Θεοῦ εἴρηκε. Καὶ ἀνάπαλιν τῇ ἐξ οὗ προθέσει, ἀντὶ τῆς δι’ οὗ, κέχρηται Παῦλος· ὡς ὅταν λέγῃ· «Γενόμενος ἐκ γυναικός», ἀντὶ τοῦ διὰ γυναικός. Τοῦτο γὰρ ἡμῖν ἑτέρωθι σαφῶς διεστείλατο, γυναικὶ μὲν προσήκειν λέγων τὸ ἐκ τοῦ ἀνδρὸς γεγεννῆσθαι, | |
15 | ἀνδρὶ δὲ τὸ διὰ τῆς γυναικός, ἐν οἷς φησιν ὅτι «Ὥσπερ γυνὴ ἐξ ἀνδρός, οὕτως ἀνὴρ διὰ τῆς γυναικός». Ἀλλ’ ὅμως ἐνταῦθα, ὁμοῦ μὲν τὸ διάφορον τῆς χρήσεως ἐνδεικνύμενος, ὁμοῦ δὲ καὶ τὸ σφάλμα τινῶν ἐν παραδρομῇ διορθούμενος τῶν οἰομένων πνευματικὸν εἶναι τοῦ Κυρίου τὸ σῶμα, ἵνα δείξῃ | 282 |
20 | ὅτι ἐκ τοῦ ἀνθρωπείου φυράματος ἡ θεοφόρος σὰρξ συνεπάγη, τὴν ἐμφατικωτέραν φωνὴν προετίμησε—τὸ μὲν γὰρ διὰ γυναικὸς παροδικὴν ἔμελλε τὴν ἔννοιαν τῆς γεννήσεως ὑποφαίνειν· τὸ δὲ ἐκ τῆς γυναικὸς ἱκανῶς παραδηλοῦν τὴν κοινωνίαν τῆς φύσεως τοῦ τικτομένου πρὸς τὴν γεννήσασαν—, | |
25 | οὐχ ἑαυτῷ που μαχόμενος, ἀλλὰ δεικνὺς ὅτι ῥᾳδίως ἀλλήλαις ἀντεπιχωριάζουσιν αἱ φωναί. Ὁπότε τοίνυν καὶ ἐφ’ ὧν διωρίσθη τὸ δι’ οὗ κυρίως λέγεσθαι, ἐπὶ τῶν αὐτῶν τούτων τὸ ἐξ οὗ μετελήφθη, τίνα λόγον ἔχει ἐπὶ συκοφαντίᾳ τῆς εὐσεβείας, πάντῃ ἀλλήλων | |
30 | ἀφορίζειν τὰς λέξεις; | 284 |
6t | ΚΕΦΑΛΑΙΟΝ ϛʹ | |
6n | Ἀπάντησις πρὸς τοὺς ἀποφαινομένους, μὴ μετὰ Πατρὸς εἶναι τὸν Υἱόν, ἀλλὰ μετὰ τὸν Πατέρα, ἐν ᾧ τὰ περὶ τῆς ὁμοτίμου δόξης. | |
6.13 | Καὶ μὴν οὐδὲ πρὸς τὴν ἐξ ἀγνοίας συγγνώμην δυνατὸν αὐτοὺς καταφυγεῖν, οὕτω τεχνικῶς καὶ κακοήθως τὸν λόγον ὑπολαμβάνοντας. Οἵγε προδήλως ἡμῖν χαλεπαίνουσιν, ὅτι μετὰ Πατρὸς ἀποπληροῦμεν τῷ Μονογενεῖ τὴν δοξολογίαν, | |
5 | καὶ τὸ ἅγιον Πνεῦμα μὴ διιστῶμεν ἀπὸ τοῦ Υἱοῦ. Ὅθεν νεωτεροποιοὺς ἡμᾶς καὶ καινοτόμους καὶ ἐφευρετὰς ῥημάτων, καὶ τί γὰρ οὐχὶ τῶν ἐπονειδίστων ἀποκαλοῦσιν; Ὧν τοσοῦτον ἀπέχω δυσχεραίνειν ταῖς λοιδορίαις, ὥστε εἰ μὴ λύπην ἡμῖν ἐνεποίει καὶ ἀδιάλειπτον ὀδύνην ἡ κατ’ αὐτοὺς ζημία, | |
10 | μικροῦ ἂν εἶπον καὶ χάριν αὐτοῖς τῆς βλασφημίας ἔχειν ὡς μακαρισμοῦ προξένοις. «Μακάριοι γάρ ἐστε, φησίν, ὅταν ὀνειδίσωσιν ὑμᾶς ἕνεκεν ἐμοῦ.» Ἔστι δὲ ἐφ’ οἷς ἀγανακτοῦσι ταῦτα. Οὐ μετὰ Πατρός, φασίν, Υἱός, ἀλλὰ μετὰ τὸν Πατέρα· διόπερ ἀκόλουθον, | |
15 | δι’ αὐτοῦ τὴν δόξαν προσάγειν τῷ Πατρί, ἀλλ’ οὐχὶ μετ’ αὐτοῦ. Τὸ μὲν γὰρ μετ’ αὐτοῦ τὴν ἰσοτιμίαν δηλοῖ· τὸ δὲ δι’ οὗ τὴν ὑπουργίαν παρίστησιν. Οὔτε μὴν σὺν τῷ Πατρί, φασί, καὶ τῷ Υἱῷ τὸ Πνεῦμα τακτέον, ἀλλ’ ὑπὸ τὸν | |
Υἱὸν καὶ τὸν Πατέρα, οὐ συντεταγμένον, ἀλλ’ ὑποτεταγμένον, | 286 | |
20 | οὐδὲ συναριθμούμενον, ἀλλ’ ὑπαριθμούμενον. Καὶ τοιαύταις τισὶ τεχνολογίαις ῥημάτων τὸ ἁπλοῦν καὶ ἀκατάσκευον τῆς πίστεως διαστρέφουσιν. Ὥστε τίνος ἂν δι’ ἀπειρίαν συγγνώ‐ μης τύχοιεν οἱ μηδὲ τοῖς ἄλλοις ἀπείρως ἔχειν ἐκ τῆς αὐτῶν φιλοπραγμοσύνης ἐπιτρέποντες; | |
6.14 | Ἡμεῖς δὲ ἐκεῖνο πρῶτον αὐτοὺς ἐρωτήσωμεν, τὸ μετὰ τὸν Πατέρα πῶς τὸν Υἱὸν λέγουσιν; ὡς χρόνῳ νεώτερον, ἢ ὡς τάξει, ἢ ὡς ἀξίᾳ; Ἀλλὰ χρόνῳ μέν, οὐδεὶς οὕτως ἀνόητος ὡς δευτερεύειν λέγειν τὸν ποιητὴν τῶν αἰώνων, | |
5 | οὐδενὸς διαστήματος μεσιτεύοντος τῇ φυσικῇ πρὸς τὸν Πατέρα τοῦ Υἱοῦ συναφείᾳ. Ἀλλὰ μὴν οὔτε τῇ ἐννοίᾳ τῶν ἀνθρωπίνων συμβαίνει νεώτερον λέγειν τοῦ Πατρὸς τὸν Υἱόν, οὐ μόνον τῷ σὺν ἀλλήλοις νοεῖσθαι κατὰ τὴν σχέσιν, ἀλλ’ ὅτι ἐκεῖνα λέγεται τῷ χρόνῳ δεύτερα, ὅσα τὴν πρὸς τὸ νῦν | |
10 | ἀπόστασιν ἐλάττονα ἔχει· καὶ πάλιν ἐκεῖνα πρότερα, ὅσα | |
περισσότερον ἀπέχει τοῦ νῦν. Οἷον πρότερα τῶν Σοδομιτῶν, τὰ κατὰ Νῶε, ὅτι τοῦ νῦν ἐπὶ πλέον ἀπῴκισται· καὶ ὕστερα ταῦτα ἐκείνων, ὅτι μᾶλλόν πως δοκεῖ προσεγγίζειν τῷ νῦν. Τῆς δὲ πάντα χρόνον καὶ πάντας αἰῶνας ὑπερεχούσης ζωῆς | 288 | |
15 | τῇ πρὸς τὸ νῦν ἀποστάσει τὸ εἶναι καταμετρεῖν, πῶς οὐχὶ πρὸς τῇ ἀσεβείᾳ ἔτι καὶ πᾶσαν ὑπερβολὴν ἀνοίας ἔχει· εἴπερ καθ’ ὃν τρόπον τὰ ἐν γενέσει καὶ φθορᾷ πρότερα εἶναι ἀλλήλων λέγεται, κατὰ τὸν αὐτὸν τρόπον ὁ Θεὸς καὶ Πατὴρ τῷ Υἱῷ καὶ Θεῷ τῷ ὑπάρχοντι πρὸ τῶν αἰώνων παραμετρού‐ | |
20 | μενος ὑπερέχοι; Ἀλλὰ γὰρ ἡ πρὸς τὸ ἄνω ὑπεροχὴ τοῦ Πατρὸς ἀθεώρητος, τῷ ἁπαξαπλῶς μήτε ἐνθύμησιν μήτε τινὰ ἔννοιαν τὴν τοῦ Κυρίου γέννησιν ὑπεραίρειν, καλῶς τοῦ Ἰωάννου διὰ δύο φωνῶν εἴσω περιγράπτων ὅρων τὴν διάνοιαν ἀποκλείσαντος, ἐν τῷ εἰπεῖν· «Ἐν ἀρχῇ ἦν ὁ | |
25 | Λόγος.» Ἀνέκβατον μὲν γὰρ διανοίαις τὸ ἦν· ἀνυπέρβατον δὲ φαντασίαις ἀρχή. Ὅσον γὰρ ἂν ἀναδράμῃς τῇ διανοίᾳ ἐπὶ τὸ ἄνω, οὐκ ἐκβαίνεις τὸ ἦν. Καὶ ὅσον ἂν διαταθῇς ἰδεῖν τοῦ Υἱοῦ τὰ ἐπέκεινα, ὑπεράνω γενέσθαι τῆς οὐ δυνήσῃ. Εὐσεβὲς οὖν κατὰ τοῦτον τὸν τρόπον ἅμα νοεῖν τὸν Υἱὸν | |
30 | τῷ Πατρί. | |
6.15 | Εἰ δ’ ὡς ἐν τόπῳ ὑποκειμένῳ ὑπόβασίν τινα τοῦ Υἱοῦ νοοῦσι πρὸς τὸν Πατέρα, ὥστε ὑπεράνω μὲν τὸν Πατέρα καθῆσθαι, πρὸς δὲ τὸ ἐφεξῆς εἰς τὸ κάτω τὸν Υἱὸν ἀπεῶσθαι, ὁμολογείτωσαν τοῦτο, καὶ ἡμεῖς σιωπήσομεν, τῆς ἐναργείας | |
5 | αὐτόθεν τὸ ἀπεμφαῖνον ἐχούσης. Οὐδὲ γὰρ τὸ ἐν τοῖς | |
λογισμοῖς ἀκόλουθον διασῴζουσιν οἱ διὰ πάντων διήκειν τῷ Πατρὶ μὴ διδόντες, τῆς τῶν ὑγιαινόντων ἐννοίας τὰ πάντα τὸν Θεὸν πεπληρωκέναι πιστευούσης· οὐδὲ μέμνηνται τοῦ προφήτου λέγοντος· «Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ | 290 | |
10 | ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει»· οἱ τὸ ἄνω καὶ κάτω εἰς Πατέρα καὶ Υἱὸν διαιροῦντες. Ἵνα δὲ τῆς ἀμαθείας τὸν ἔλεγχον σιωπήσω, τόπον ἐπὶ τῶν ἀσωμάτων ἀφορι‐ ζόντων, τί τὴν πρὸς τὰς Γραφὰς μάχην καὶ ἐναντίωσιν αὐτῶν οὕτως ἀναίσχυντον οὖσαν παραμυθήσεται, τό· «Κάθου | |
15 | ἐκ δεξιῶν μου», καὶ τό· «Ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλο‐ σύνης τοῦ Θεοῦ»; Τὸ γὰρ δεξιὸν οὐ τὴν κάτω χώραν δηλοῖ —ὡς ὁ τούτων λόγος—, ἀλλὰ τὴν πρὸς τὸ ἴσον σχέσιν· οὐ σωματικῶς τοῦ δεξιοῦ λαμβανομένου—οὕτω γὰρ ἄν τι καὶ σκαιὸν ἐπὶ τοῦ Θεοῦ εἴη—, ἀλλ’ ἐκ τῶν τιμίων τῆς προσε‐ | |
20 | δρείας ὀνομάτων τὸ μεγαλοπρεπὲς τῆς περὶ τὸν Υἱὸν τιμῆς παριστῶντος τοῦ λόγου. Λειπόμενον τοίνυν, αὐτοὺς τὸ τῆς ἀξίας ὑποδεὲς διὰ τῆς φωνῆς ταύτης δηλοῦσθαι λέγειν. Μανθανέτωσαν τοίνυν ὅτι Χριστὸς «Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία», καὶ ὅτι «εἰκὼν τοῦ | |
25 | Θεοῦ τοῦ ἀοράτου», καὶ «ἀπαύγασμα τῆς δόξης», καὶ ὅτι τοῦτον ὁ Πατὴρ ἐσφράγισεν ὁ Θεός, ὅλον αὐτῷ ἑαυτὸν ἐντυπώσας. Ταύτας τοίνυν, καὶ ὅσαι ταύταις συγγενεῖς κατὰ πᾶσάν εἰσι τὴν Γραφὴν μαρτυρίαι, πότερον ταπεινωτικὰς εἶναί φαμεν, ἢ ὥσπερ τινὰς ἀναρρήσεις, τὸ μεγαλοπρεπὲς | |
30 | τοῦ Μονογενοῦς καὶ τὸ πρὸς τὸν Πατέρα ἴσον τῆς δόξης ἀνακηρύττειν; Ἀκουέτωσαν δὲ καὶ αὐτοῦ τοῦ Κυρίου | |
σαφῶς ὁμότιμον ἑαυτοῦ τὴν δόξαν τῷ Πατρὶ παριστῶντος, ἐν τῷ λέγειν· «Ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν Πατέρα.» Καὶ πάλιν· «Ὅταν ἔλθῃ ὁ Υἱὸς ἐν τῇ δόξῃ τοῦ Πατρός.» | 292 | |
35 | Καὶ τό· «Ἵνα τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα.» Καὶ τό· «Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός.» Καὶ τό· «Ὁ μονογενὴς Θεός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός.» Ὧν μηδὲν ὑπολογισάμενοι, τὴν τοῖς ἐχθροῖς ἀφωρισμένην χώραν προστιθέασι τῷ Υἱῷ. Κόλπος | |
40 | μὲν γὰρ πατρικός, Υἱῷ καθέδρα πρέπουσα· ἡ δὲ τοῦ ὑποποδίου χώρα, τοῖς ἐπιδεομένοις τῆς ὑποπτώσεως. Ἡμεῖς μὲν οὖν ἐφ’ ἕτερα τὴν ὁρμὴν ἔχοντες, παρατρε‐ χόντως τῶν μαρτυριῶν ἐφηψάμεθα· ἔξεστι δέ σοι κατὰ σχολὴν συναγαγόντι τὰς ἀποδείξεις, τὸ τῆς δόξης ὕψος καὶ | |
45 | τὸ τῆς δυνάμεως ὑπερέχον τοῦ Μονογενοῦς κατιδεῖν. Καίτοι εὐγνώμονι ἀκροατῇ οὐδὲ ταῦτα μικρά· εἰ μή τις σαρκικῶς καὶ ταπεινῶς ἐξακούοι τοῦ δεξιοῦ καὶ τοῦ κόλπου, ὥστε τόπῳ τε τὸν Θεὸν περιγράφειν καὶ ἀναπλάττειν σχῆμα καὶ τύπον καὶ θέσιν σωματικήν, ἃ παρὰ πολὺ τῆς ἐννοίας τοῦ | |
6.15(50) | ἁπλοῦ καὶ ἀπείρου καὶ ἀσωμάτου διώρισται· πλήν γε δὴ ὅτι τὸ τῆς ἐννοίας αὐτοῦ ταπεινόν, ἐπί τε Πατρὸς καὶ Υἱοῦ παραπλήσιον. Ὥστε οὐ καθαιρεῖ τοῦ Υἱοῦ τὴν ἀξίαν, ἀλλὰ προσλαμβάνει τὸ κρῖμα τῆς εἰς τὸν Θεὸν βλασφημίας ὁ τὰ τοιαῦτα διεξιών. Ἐν οἷς γὰρ ἂν κατατολμήσῃ τοῦ Υἱοῦ, | |
55 | ταῦτα ἀνάγκη αὐτῷ μετατιθέναι πρὸς τὸν Πατέρα. Ὁ γὰρ τῷ Πατρὶ τὴν ἄνω χώραν εἰς προεδρίαν ἀποδιδούς, τὸν δὲ μονογενῆ Υἱὸν ὑποκαθῆσθαι λέγων, πάντα ἀκολουθοῦντα ἕξει τὰ σωματικὰ συμπτώματα τῷ ἑαυτοῦ ἀναπλασμῷ. Εἰ δὲ ταῦτα οἰνοπλήκτων καὶ ἐκ φρενίτιδος παραφόρων τὸν | |
60 | νοῦν τὰ φαντάσματα, πῶς εὐσεβὲς τὸν τῇ φύσει, τῇ δόξῃ, τῷ ἀξιώματι συνημμένον μὴ μετὰ Πατρὸς προσκυνεῖν καὶ δοξάζειν τοὺς παρ’ αὐτοῦ διδαχθέντας ὅτι· «Ὁ μὴ τιμῶν | |
τὸν Υἱὸν οὐ τιμᾷ τὸν Πατέρα»; Τί γὰρ καὶ φήσομεν; τίνα ἕξομεν δικαίαν ἀπολογίαν ἐπὶ | 294 | |
65 | τοῦ φοβεροῦ καὶ κοινοῦ τῆς κτίσεως πάσης δικαστηρίου, εἰ τοῦ Κυρίου σαφῶς ἐπαγγελλομένου ἥξειν ἐν τῇ δόξῃ τοῦ Πατρός, καὶ Στεφάνου θεασαμένου «Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ», καὶ Παύλου ἐν Πνεύματι διαμαρτυρομένου περὶ Χριστοῦ, ὅτι «ἐστὶν ἐν δεξιᾷ τοῦ Θεοῦ», καὶ τοῦ | |
70 | Πατρὸς λέγοντος· «Κάθου ἐκ δεξιῶν μου», καὶ τοῦ ἁγίου Πνεύματος μαρτυροῦντος ὅτι ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγα‐ λοσύνης τοῦ Θεοῦ· ἡμεῖς τὸν σύνθρονον καὶ ὁμότιμον ἀπὸ τῆς πρὸς τὸ ἴσον σχέσεως ἐπὶ τὸ κάτω καταβιβάζοιμεν; Οἶμαι γὰρ τὴν μὲν στάσιν καὶ τὴν καθίδρυσιν τὸ πάγιον | |
75 | τῆς φύσεως καὶ πάντη στάσιμον ὑποφαίνειν, καθὸ καὶ ὁ Βαροὺχ τὸ ἀκίνητον καὶ ἀμετάθετον τῆς τοῦ Θεοῦ διεξαγωγῆς ἐνδεικνύμενος, ἔφη τό· «Σὺ καθήμενος εἰς τὸν αἰῶνα, καὶ ἡμεῖς ἀπολλύμενοι εἰς τὸν αἰῶνα»· τὴν δεξιὰν δὲ χώραν δηλοῦν τὸ τῆς ἀξίας ὁμότιμον. Πῶς οὖν οὐ τολμηρὸν τῆς | |
80 | κατὰ τὴν δοξολογίαν κοινωνίας ἀποστερεῖν τὸν Υἱόν, ὡς ἐν | |
ἐλάττονι χώρᾳ τιμῆς τετάχθαι ἄξιον; | 296 | |
7t | ΚΕΦΑΛΑΙΟΝ Ζʹ | |
7n | Πρὸς τοὺς λέγοντας μὴ ἁρμόζειν ἐπὶ Υἱοῦ λέγεσθαι τὸ μεθ’ οὗ, ἀλλὰ τὸ δι’ οὗ. | |
7.16 | Ἀλλὰ τὸ μετ’ αὐτοῦ λέγειν, φασίν, ἀπεξενωμένον παντελῶς καὶ ἀσύνηθες· τὸ δὲ δι’ αὐτοῦ, τῷ τε λόγῳ τῆς Γραφῆς οἰκειότατον, καὶ ἐν τῇ χρήσει τῆς ἀδελφότητος τετριμμένον. | |
5 | Τί οὖν ἡμεῖς πρὸς ταῦτα; Ὅτι μακάρια τὰ ὦτα τὰ μὴ ἀκούσαντα ὑμῶν, καὶ καρδίαι ὅσαι ἄτρωτοι ἀπὸ τῶν ὑμετέρων λόγων διεφυλάχθησαν. Ἀλλ’ ὑμῖν λέγω τοῖς φιλοχρίστοις, ὅτι ἀμφοτέρας οἶδεν ἡ Ἐκκλησία τὰς χρήσεις, καὶ οὐδετέραν αὐτῶν παραιτεῖται ὡς ἀναιρετικὴν τῆς ἑτέρας. Ὅταν μὲν | |
10 | γὰρ τὸ μεγαλεῖον τῆς φύσεως τοῦ Μονογενοῦς καὶ τὴν τῆς ἀξίας ὑπεροχὴν θεωρῶμεν, μετὰ Πατρὸς εἶναι αὐτῷ μαρτυ‐ ροῦμεν τὴν δόξαν. Ὅταν δὲ τὴν εἰς ἡμᾶς χορηγίαν τῶν ἀγαθῶν ἐννοήσωμεν, ἢ τὴν ἡμῶν αὐτῶν προσαγωγὴν καὶ οἰκείωσιν πρὸς τὸν Θεόν, δι’ αὐτοῦ καὶ ἐν αὐτῷ ἐνεργεῖσθαι | |
15 | ὑμῖν τὴν χάριν ταύτην ὁμολογοῦμεν. Ὥστε ἡ μὲν ἰδία τῶν δοξολογούντων ἐστὶν ἡ μηθ’ οὗ· ἡ δὲ δι’ οὗ τῶν εὐχαρισ‐ τούντων ἐξαίρετος. Ψεῦδος δὲ κἀκεῖνο, ὅτι ἡ μεθ’ οὗ φωνὴ τῆς τῶν εὐλαβῶν χρήσεως ἀπεξένωται. Ὅσοι γὰρ δι’ εὐστάθειαν τρόπων τὸ | |
20 | τῆς ἀρχαιότητος σεμνὸν τοῦ καινοπρεποῦς προετίμησαν, καὶ | |
ἀπαραποίητον τῶν πατέρων διεφύλαξαν τὴν παράδοσιν, κατά τε χώραν καὶ πόλιν ταύτῃ κέχρηνται τῇ φωνῇ. Οἱ δὲ διακορεῖς τῶν συνήθων, καὶ τῶν παλαιῶν ὡς ἑώλων κατεπαιρόμενοι, οὗτοί εἰσιν οἱ τὰς νεωτεροποιίας παραδεχόμενοι, ὥσπερ ἐπὶ | 298 | |
25 | τῆς ἐσθῆτος οἱ φιλόκοσμοι τὴν ἐξηλλαγμένην ἀεὶ τῆς κοινῆς προτιμῶντες· Ἴδοις ἂν οὖν τῶν μὲν ἀγροίκων ἔτι καὶ νῦν ἀρχαιότροπον τὴν φωνήν. Τῶν δὲ ἐντέχνων τούτων καὶ ταῖς λογομαχίαις ἐντετριμμένων, ἐκ τῆς νέας σοφίας κεκαυτηρια‐ σμένα τὰ ῥήματα. Ὅπερ ἔλεγον τοίνυν οἱ πατέρες ἡμῶν, καὶ | |
30 | ἡμεῖς λέγομεν, ὅτι ἡ δόξα κοινὴ Πατρὶ καὶ Υἱῷ, διὸ μετὰ τοῦ Υἱοῦ τὴν δοξολογίαν προσάγομεν τῷ Πατρί. Ἀλλ’ οὐ τοῦτο ἡμῖν ἐξαρκεῖ, ὅτι τῶν πατέρων ἡ παρά‐ δοσις· κἀκεῖνοι γὰρ τῷ βουλήματι τῆς Γραφῆς ἠκολούθησαν, ἐκ τῶν μαρτυριῶν, ἃς μικρῷ πρόσθεν ὑμῖν ἐκ τῆς Γραφῆς | |
35 | παρεθέμεθα, τὰς ἀρχὰς λαβόντες. Τὸ γὰρ ἀπαύγασμα μετὰ τῆς δόξης νοεῖται· καὶ ἡ εἰκὼν μετὰ τοῦ ἀρχετύπου· καὶ ὁ Υἱὸς πάντως σὺν τῷ Πατρί· οὐδὲ τῆς τῶν ὀνομάτων ἀκολουθίας, μή τι γε τῆς τῶν πραγμάτων φύσεως, τὸν | |
χωρισμὸν δεχομένης. | 300 | |
8t | ΚΕΦΑΛΑΙΟΝ Ηʹ | |
8n | Ποσαχῶς τὸ δι’ οὗ, καὶ ἐπὶ ποίας ἐννοίας ἁρμοδιώτερον τὸ μεθ’ οὗ· ἐν ᾧ καὶ ἐξήγησις, πῶς ἐντολὴν λαμβάνει ὁ Υἱὸς καὶ πῶς ἀποστέλλεται. | |
8.17 | Ὅταν οὖν ὁ ἀπόστολος εὐχαριστῇ «τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ», καὶ πάλιν δι’ αὐτοῦ λέγῃ τὴν χάριν εἰληφέναι «καὶ τὴν ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσι τοῖς ἔθνεσιν», ἢ καὶ δι’ αὐτοῦ τὴν προσαγωγὴν | |
5 | ἐσχηκέναι «εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν καὶ καυχώμεθα», τὰς εἰς ἡμᾶς εὐεργεσίας αὐτοῦ παρίστησι, νῦν μὲν ἀπὸ Πατρὸς εἰς ἡμᾶς τῶν ἀγαθῶν τὴν χάριν διαβιβά‐ ζοντος, νῦν δὲ ἡμᾶς δι’ ἑαυτοῦ προσάγοντος τῷ Πατρί. Ἐν μὲν γὰρ τῷ λέγειν· «Δι’ οὗ ἐλάβομεν χάριν καὶ ἀποσ‐ | |
10 | τολήν», τὴν ἐκεῖθεν τῶν ἀγαθῶν χορηγίαν ἐμφαίνει· ἐν δὲ τῷ λέγειν· «Δι’ οὗ τὴν προσαγωγὴν ἐσχήκαμεν», τὴν ἡμετέραν πρόσληψιν καὶ οἰκείωσιν διὰ Χριστοῦ πρὸς τὸν Θεὸν γινομένην παρίστησιν. Ἆρ’ οὖν ἡ ὁμολογία τῆς ἐνεργουμένης παρ’ αὐτοῦ πρὸς | |
15 | ἡμᾶς χάριτος, ὑφαίρεσίς ἐστι τῆς δόξης; ἢ μᾶλλον εἰπεῖν ἀληθέστερον, ὅτι πρέπουσα δοξολογίας ὑπόθεσις ἡ τῶν εὐεργετημάτων διήγησις; Διὰ τοῦτο εὕρομεν τὴν Γραφὴν οὐκ ἐξ ἑνὸς ὀνόματος τὸν Κύριον ἡμῖν παραδιδοῦσαν, οὐδὲ | |
ἐκ τῶν ὅσα τῆς θεότητός ἐστιν αὐτοῦ μόνον καὶ τοῦ μεγέθους | 302 | |
20 | δηλωτικά, ἀλλὰ νῦν μὲν τοῖς τῆς φύσεως χαρακτηριστικοῖς κεχρημένην· οἶδε γὰρ «τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα» τοῦ Υἱοῦ καὶ Υἱὸν ἀληθινὸν λέγειν, καὶ μονογενῆ Θεόν, καὶ δύναμιν Θεοῦ, καὶ σοφίαν, καὶ Λόγον. Καὶ πάλιν μέντοι διὰ τὸ πολύ‐ τροπον τῆς εἰς ἡμᾶς χάριτος, ἣν διὰ τὸν πλοῦτον τῆς ἀγαθό‐ | |
25 | τητος κατὰ τὴν πολυποίκιλον αὐτοῦ σοφίαν τοῖς δεομένοις παρέχεται, μυρίαις αὐτὸν ἑτέραις προσηγορίαις ἀποσημαίνει· ποτὲ μὲν ποιμένα λέγουσα, ποτὲ δὲ βασιλέα, καὶ πάλιν ἰατρόν, καὶ τὸν αὐτὸν νυμφίον, καὶ ὁδόν, καὶ θύραν, καὶ πηγήν, καὶ ἄρτον, καὶ ἀξίνην, καὶ πέτραν. Ταῦτα γὰρ οὐ | |
30 | τὴν φύσιν παρίστησιν, ἀλλά, ὅπερ ἔφην, τὸ τῆς ἐνεργείας παντοδαπόν, ἣν ἐκ τῆς περὶ τὸ ἴδιον πλάσμα εὐσπλαγχνίας κατὰ τὸ τῆς χρείας ἰδίωμα τοῖς δεομένοις παρέχεται. Τοὺς μὲν γὰρ προσπεφευγότας τῇ ἐπιστασίᾳ αὐτοῦ, καὶ τὸ εὐμετάδοτον δι’ ἀνεξικακίας κατωρθωκότας, πρόβατα λέγει, | |
35 | καὶ ποιμὴν εἶναι τῶν τοιούτων ὁμολογεῖ, τῶν κατακουόντων αὐτοῦ τῆς φωνῆς καὶ μὴ προσεχόντων διδαχαῖς ξενιζούσαις. «Τὰ γὰρ ἐμὰ πρόβατα, φησί, τῆς ἐμῆς φωνῆς ἀκούει.» Βασιλεὺς δὲ τῶν ὑπεραναβεβηκότων ἤδη, καὶ τῆς ἐννόμου δεομένων ἐπιστασίας. Καὶ θύρα δέ, τῷ ἐπὶ τὰς σπουδαίας | 304 |
40 | πράξεις διὰ τῆς ὀρθότητος τῶν προσταγμάτων ἐξάγειν, καὶ πάλιν ἀσφαλῶς αὐλίζειν τοὺς ἐπὶ τὸ τῆς γνώσεως ἀγαθὸν διὰ τῆς εἰς αὐτὸν πίστεως καταφεύγοντας. Ὅθεν· «Δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.» Πέτρα δὲ διὰ τὸ ἰσχυρὸν καὶ ἄσειστον καὶ | |
45 | παντὸς ἐρύματος ἀρραγέστερον εἶναι φυλακτήριον τοῖς πιστοῖς. Ἐν τούτοις τὸ δι’ αὐτοῦ ἁρμοδιωτάτην τὴν χρῆσιν καὶ εὔσημον ἀποδίδωσιν, ὅταν ὡς θύρα καὶ ὡς ὁδὸς λέγηται. Ὡς μέντοι Θεὸς καὶ Υἱός, μετὰ Πατρὸς καὶ σὺν Πατρὶ τὴν | |
8.17(50) | δόξαν ἔχει, ὅτι «ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψει, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός». Διόπερ ἀμφοτέραις κεχρήμεθα ταῖς φωναῖς, τῇ μὲν τὴν οἰκείαν αὐτοῦ ἀξίαν, τῇ δὲ τὴν χάριν | |
55 | τὴν πρὸς ἡμᾶς διαγγέλλοντες. | |
8.18 | Δι’ αὐτοῦ γὰρ πᾶσα βοήθεια τῶν ψυχῶν, καὶ καθ’ ἕκαστον εἶδος ἐπιμελείας ἰδιάζουσά τις προσηγορία ἐπινε‐ νόηται. Ὅταν μὲν γὰρ τὴν ἄμωμον ψυχήν, τὴν μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ὡς ἁγνὴν παρθένον ἑαυτῷ παραστήσηται, | |
5 | νυμφίος προσαγορεύεται· ὅταν δὲ κεκακωμένην ὑπὸ τῶν πονηρῶν πληγῶν τοῦ διαβόλου λάβῃ, βαρέως ἐνασθενοῦσαν ταῖς ἁμαρτίαις αὐτὴν ἐξιώμενος, ἰατρὸς ὀνομάζεται. Ἆρ’ οὖν αἱ τοιαῦται ἡμῶν ἐπιμέλειαι εἰς τὸ ταπεινὸν τοὺς λογισμοὺς κατάγουσιν; ἢ τὸ ἐναντίον ἔκπληξιν τῆς μεγάλης δυνάμεως | 306 |
10 | ὁμοῦ καὶ φιλανθρωπίας τοῦ σῴζοντος ἐμποιοῦσιν, ὅτι καὶ ἠνέσχετο συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, καὶ ἐδυνήθη πρὸς τὸ ἡμέτερον ἀσθενὲς καταβῆναι; Οὐ γὰρ τοσοῦτον οὐρανὸς καὶ γῆ καὶ τὰ μεγέθη τῶν πελαγῶν, καὶ τὰ ἐν ὕδασι διαιτώμενα καὶ τὰ χερσαῖα τῶν ζῴων, καὶ τὰ φυτὰ | |
15 | καὶ ἀστέρες καὶ ἀὴρ καὶ ὧραι καὶ ἡ ποικίλη τοῦ παντὸς διακόσμησις τὸ ὑπερέχον τῆς ἰσχύος συνίστησιν, ὅσον τὸ δυνηθῆναι τὸν Θεὸν τὸν ἀχώρητον, ἀπαθῶς διὰ σαρκὸς συμπλακῆναι τῷ θανάτῳ, ἵνα ἡμῖν τῷ ἰδίῳ πάθει τὴν ἀπάθειαν χαρίσηται. Κἂν λέγῃ δὲ ὁ ἀπόστολος ὅτι «Ἐν | |
20 | τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς», οὐχὶ ταπεινήν τινα ὑπηρεσίαν ἐκ τῆς τοιαύτης φωνῆς ὑποβάλλει, ἀλλὰ τὴν ἐν τῷ κράτει τῆς ἰσχύος ἐνεργουμένην βοήθειαν. Αὐτὸς γὰρ δήσας τὸν ἰσχυρόν, διήρπασεν αὐτοῦ τὰ σκεύη, ἡμᾶς, οἷς εἰς πᾶσαν ἐνέργειαν πονηρὰν κατεκέ‐ | |
25 | χρητο· καὶ ἐποίησε σκεύη εὔχρηστα τῷ Δεσπότῃ, τοὺς κατηρτισμένους εἰς πᾶν ἔργον ἀγαθὸν ἐκ τῆς ἑτοιμασίας | |
τοῦ ἐφ’ ἡμῖν. Οὕτω τὴν δι’ αὐτοῦ προσαγωγὴν ἐσχήκαμεν πρὸς τὸν Πατέρα, μεταστάντες ἐκ τῆς ἐξουσίας τοῦ σκότους «εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί». Μὴ | 308 | |
30 | τοίνυν ἐκ δουλικῆς ταπεινότητος ἠναγκασμένην ὑπηρεσίαν νοῶμεν, τὴν διὰ Υἱοῦ οἰκονομίαν, ἀλλὰ τὴν ἑκούσιον ἐπιμέ‐ λειαν, ἀγαθότητι καὶ εὐσπλαγχνίᾳ, κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρός, περὶ τὸ ἴδιον πλάσμα ἐνεργουμένην. Οὕτω γὰρ εὐσεβήσομεν, ἐν πᾶσι τοῖς ἐπιτελουμένοις καὶ τελείαν αὐτῷ | |
35 | μαρτυροῦντες τὴν δύναμιν, καὶ οὐδαμοῦ τοῦ βουλήματος τοῦ πατρικοῦ διιστῶντες. Ὥσπερ οὖν καὶ ὅταν ὁδὸς ὁ Κύριος λέγηται, πρὸς ὑψηλο‐ τέραν ἔννοιαν, ἀλλ’ οὐχὶ πρὸς τὴν ἐκ τοῦ προχείρου λαμβα‐ νομένην ὑποφερόμεθα. Τὴν γὰρ εἱρμῷ καὶ τάξει διὰ τῶν | |
40 | ἔργων τῆς δικαιοσύνης καὶ τοῦ φωτισμοῦ τῆς γνώσεως ἐπὶ τὸ τέλειον προκοπὴν ὁδὸν ἐξακούομεν, ἀεὶ τοῦ πρόσω ἐπορεγόμενοι καὶ τοῖς λειπομένοις ἑαυτοὺς ἐπεκτείνοντες, ἕως ἂν φθάσωμεν ἐπὶ τὸ μακάριον τέλος, τὴν Θεοῦ κατα‐ νόησιν, ἣν ὁ Κύριος δι’ ἑαυτοῦ τοῖς εἰς αὐτὸν πεπιστευκόσι | |
45 | χαρίζεται. Ἀγαθὴ γὰρ ὄντως ὁδός, ἀπαρεξόδευτος καὶ ἀπλανής, ὁ Κύριος ἡμῶν, πρὸς τὸ ὄντως ἀγαθόν, τὸν Πατέρα, φέρων. «Οὐδεὶς γὰρ ἔρχεται, φησί, πρὸς τὸν Πατέρα, εἰ μὴ δι’ ἐμοῦ.» Τοιαύτη μὲν οὖν ἡ ἡμετέρα πρὸς Θεὸν ἄνοδος | |
διὰ τοῦ Υἱοῦ. | 310 | |
8.19 | Ὁποία δὲ πάλιν καὶ ἡ παρὰ τοῦ Πατρὸς εἰς ἡμᾶς δι’ αὐτοῦ χορηγία τῶν ἀγαθῶν, ἑξῆς ἂν εἴη λέγειν. Ὅτι πάσης τῆς φύσεως, τῆς ἐν τῇ κτίσει, τῇ τε ὁρωμένῃ ταύτῃ καὶ τῇ νοουμένῃ, ἐπιμελείας ἐκ τοῦ Θεοῦ πρὸς τὸ συνέχεσθαι | |
5 | δεομένης· ὁ δημιουργὸς Λόγος, ὁ μονογενὴς Θεός, κατὰ τὸ μέτρον τῆς ἑκάστου χρείας, τὴν βοήθειαν ἐπινέμων, ποικίλας μὲν καὶ παντοδαπὰς διὰ τὸ τῶν εὐεργετουμένων πολυειδές, συμμέτρους γε μὴν ἑκάστῳ, κατὰ τὸ τῆς χρείας ἀναγκαῖον, τὰς χορηγίας ἐπιμετρεῖ. Τοὺς ἐν τῷ σκότῳ τῆς ἀγνοίας | |
10 | κατεχομένους φωτίζει· διὰ τοῦτο, φῶς τὸ ἀληθινόν. Κρίνει, κατὰ τὴν τῶν ἔργων ἀξίαν ἀντιμετρῶν τὴν ἀντίδοσιν· διὰ τοῦτο, κριτὴς δίκαιος. «Ὁ γὰρ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ.» Ἀνίστησιν ἐκ τοῦ πτώματος τοὺς ἀπὸ τοῦ ὕψους τῆς ζωῆς πρὸς ἁμαρτίαν | |
15 | ὑπολισθήσαντας· διὰ τοῦτο, ἀνάστασις. Πάντα δὲ ποιεῖ τῇ ἐπαφῇ τῆς δυνάμεως, καὶ τῷ βουλήματι ἀγαθότητος ἐνεργῶν. Ποιμαίνει, φωτίζει, τρέφει, ὁδηγεῖ, ἰατρεύει, ἀνίστησιν. Οὐσιοῖ τὰ μὴ ὄντα, τὰ κτισθέντα συνέχει. Οὕτω τὰ ἐκ τοῦ Θεοῦ ἀγαθὰ διὰ τοῦ Υἱοῦ πρὸς ἡμᾶς | |
20 | ἀφικνεῖται, πλείονι τάχει τὰ καθ’ ἕκαστον ἐνεργοῦντος, ἢ ὡς ἂν λόγος ἐξίκοιτο. Οὔτε γὰρ ἀστραπαί, οὔτε φωτὸς ἐν ἀέρι οὕτω ταχεῖα διαδρομή· οὐκ ὀφθαλμῶν ὀξεῖαι ῥοπαί· οὐκ αὐτοῦ τοῦ ἡμετέρου νοήματος αἱ κινήσεις· ἀλλὰ πλέον τούτων ἕκαστον τῆς θείας ἐνεργείας κατὰ τὸ τάχος λείπεται, | |
25 | ἢ καθόσον τὰ νωθρότατα τῶν παρ’ ἡμῖν ζῴων, οὐκ ἂν εἴποιμι, πτηνῶν, οὐδὲ ἀνέμων, ἢ τῆς τῶν οὐρανίων φορᾶς, ἀλλ’ αὐτοῦ τοῦ ἡμετέρου νοῦ, κατὰ τὴν κίνησιν ὑστερεῖ. Τίνος γὰρ ἂν καὶ παρατάσεως δέοιτο χρονικῆς «ὁ φέρων τὰ σύμπαντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ», καὶ μὴ σωμα‐ | |
30 | τικῶς ἐνεργῶν, μηδὲ χειρουργίας εἰς τὴν δημιουργίαν ἐπιδεόμενος, ἀλλὰ βουλήματι ἀβιάστῳ, ἀκολουθοῦσαν ἔχων τὴν φύσιν τῶν γινομένων; Ὡς ἡ Ἰουδίθ· «Ἐνόησας, φησί, καὶ παρέστησάν σοι πάντα ὅσα ἐνόησας.» Ὅμως μέντοι, ἵνα μή ποτε ἐκ τοῦ μεγέθους τῶν ἐνεργου‐ | 312 |
35 | μένων περισπασθῶμεν εἰς τὸ φαντασθῆναι ἄναρχον εἶναι τὸν Κύριον, τί φησιν ἡ αὐτοζωή; «Ἐγὼ ζῶ διὰ τὸν Πατέρα.» Καὶ ἡ τοῦ Θεοῦ δύναμις· «Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν.» Καὶ ἡ αὐτοτελὴς σοφία· «Ἐντολὴν ἔλαβον, τί εἴπω καὶ τί λαλήσω»· διὰ πάντων τούτων πρὸς | |
40 | τὴν τοῦ Πατρὸς ἡμᾶς σύνεσιν ὁδηγῶν, καὶ τὸ θαῦμα τῶν γινομένων ἐπ’ αὐτὸν ἀναφέρων, ἵνα δι’ αὐτοῦ τὸν Πατέρα γνῶμεν. Οὐ γὰρ ἐκ τῆς τῶν ἔργων διαφορᾶς ὁ Πατὴρ θεω‐ ρεῖται, τῷ ἰδιάζουσαν καὶ κατακεχωρισμένην ἐνέργειαν ἐπι‐ δείκνυσθαι—ὅσα γὰρ βλέπει τὸν Πατέρα ποιοῦντα, ταῦτα | |
45 | καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ—, ἀλλ’ ἐκ τῆς προσαγομένης αὐτῷ παρὰ τοῦ Μονογενοῦς δόξης τὸ θαῦμα τῶν γινομένων καρ‐ ποῦται, πρὸς τῷ μεγέθει τῶν ποιημάτων, καὶ ἐπ’ αὐτῷ τῷ ποιητῇ ἀγαλλόμενος καὶ ὑψούμενος παρὰ τῶν ἐπιγινωσκόν‐ των αὐτὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, «δι’ | |
8.19(50) | οὗ τὰ πάντα, καὶ δι’ ὃν τὰ πάντα». Διὰ τοῦτό φησιν ὁ Κύριος· «Τὰ ἐμὰ πάντα σά ἐστιν»· ὡς ἐπ’ αὐτὸν τῆς ἀρχῆς τῶν δημιουργημάτων ἀναγομένης· «Καὶ τὰ σὰ ἐμά»· ὡς ἐκεῖθεν αὐτῷ τῆς αἰτίας τοῦ δημιουργεῖν καθηκούσης, οὐ βοηθείας χρωμένῳ πρὸς τὴν ἐνέργειαν, οὐδὲ ταῖς κατὰ μέρος | |
55 | ἐπιτροπαῖς· τὴν ἑκάστου ἔργου διακονίαν πιστευομένῳ· λει‐ τουργικὸν γὰρ τοῦτό γε, καὶ τῆς θείας ἀξίας παμπληθὲς ἀπο‐ δέον· ἀλλὰ γὰρ πλήρης ὁ Λόγος τῶν πατρικῶν ἀγαθῶν, τοῦ Πατρὸς ἀπολάμψας, πάντα ποιεῖ κατὰ τὴν τοῦ γεννήσαντος ὁμοιότητα. Εἰ γὰρ κατὰ τὴν οὐσίαν ἀπαραλλάκτως ἔχει, | 314 |
60 | ἀπαραλλάκτως ἕξει καὶ κατὰ τὴν δύναμιν. Ὧν δὲ ἡ δύναμις ἴση, ἴση που πάντως καὶ ἡ ἐνέργεια. Χριστὸς γὰρ «Θεοῦ δύναμις καὶ Θεοῦ σοφία». Καὶ οὕτω «πάντα δι’ αὐτοῦ ἐγένετο», καὶ «πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται», οὐκ ὀργανικήν τινα οὐδὲ δουλικὴν ὑπηρεσίαν πληροῦντος, | |
65 | ἀλλὰ δημιουργικῶς τὸ πατρικὸν ἐπιτελοῦντος θέλημα. | |
8.20 | Ὅταν οὖν λέγῃ· «Ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα», καὶ πάλιν· «Καθὼς εἴρηκέ μοι ὁ Πατήρ, οὕτω λαλῶ», καί· «Ὁ λόγος ὃν ἀκούετε, οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με», καὶ ἑτέρωθι· «Καθὼς ἐνετείλατό μοι ὁ | |
5 | Πατήρ, οὕτω ποιῶ», οὐκ ἀπροαίρετος ὤν, οὐδὲ ἀνόρμητος, οὐδὲ τὸ ἐκ τῶν συνθημάτων ἐνδόσιμον ἀναμένων, ταῖς τοιαύταις χρῆται φωναῖς, ἀλλὰ δηλῶν τὴν οἰκείαν γνώμην ἡνωμένως καὶ ἀδιαστάτως τοῦ Πατρὸς ἐχομένην. Ἆρα οὖν καὶ τὴν λεγομένην ἐντολὴν μὴ λόγον προστακτικὸν διὰ τῶν | |
10 | φωνητικῶν ὀργάνων ἐξαγγελλόμενον ἐκδεχώμεθα, περὶ τῶν ποιητέων τῷ Υἱῷ, ὡς ὑπηκόῳ, νομοθετοῦντα, ἀλλὰ θεοπρε‐ πῶς νοῶμεν θελήματος διάδοσιν οἷόν τινος μορφῆς ἔμφασιν ἐν κατόπτρῳ, ἐκ Πατρὸς εἰς Υἱὸν ἀχρόνως διικνουμένην. «Ὁ γὰρ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν καὶ πάντα δείκνυσιν | |
15 | αὐτῷ.» Ὥστε πάντα ὅσα ἔχει ὁ Πατήρ, τοῦ Υἱοῦ ἐστιν, οὐ κατὰ μικρὸν προσγινόμενα, ἀλλ’ ἀθρόως παρόντα. Οὐ γὰρ | |
δήπου ἐν μὲν ἀνθρώποις ὁ τὴν τέχνην ἐκδιδαχθεὶς καὶ παγίαν αὐτῆς διὰ τῆς χρονίας μελέτης ἔχων τὴν ἕξιν ἐνιδρυμένην, δύναται λοιπὸν κατὰ τοὺς ἐναποκειμένους αὐτῷ τῆς ἐπιστήμης | 316 | |
20 | λόγους καθ’ ἑαυτὸν ἐνεργεῖν· ἡ δὲ τοῦ Θεοῦ σοφία, ὁ δημιουργὸς πάσης κτίσεως, ὁ ἀεὶ τέλειος, ὁ ἀδιδάκτως σοφός, ἡ τοῦ Θεοῦ δύναμις, «ἐν ᾧ πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι», τῆς κατὰ μέρος ἐπιστασίας προσδεῖται, τὸν τρόπον αὐτῷ καὶ τὸ μέτρον τῶν | |
25 | ἐνεργειῶν ὁριζούσης. Ἦπου σύ γε καὶ παιδαγωγεῖον ἀνοίξεις ἐν τῇ ματαιότητί σου τῶν λογισμῶν, καὶ τὸν μὲν προκαθῆσθαι ποιήσεις ἐν διδασκάλου τάξει, τὸν δὲ παρεστάναι ἐν μαθητοῦ ἀπειρίᾳ· εἶτα ταῖς κατὰ μικρὸν προσθήκαις τῶν διδαγμάτων ἐκμαν‐ | |
30 | θάνοντα τὴν σοφίαν καὶ προβιβαζόμενον εἰς τὸ τέλειον. Ἐκ δὲ τούτου, ἐὰν ἄρα εἰδῇς τὸ ἐν λογισμοῖς ἀκόλουθον διασῴζειν, εὑρήσεις ἀεὶ μὲν τὸν Υἱὸν διδασκόμενον, οὐδέ ποτε δὲ φθάσαι πρὸς τὸ τέλειον δυνάμενον, διὰ τὸ ἄπειρον μὲν εἶναι τοῦ Πατρὸς τὴν σοφίαν, ἀπείρου δὲ τέλος κατα‐ | |
35 | ληφθῆναι μὴ δύνασθαι. Ὥστε ὁ μὴ διδοὺς πάντα ἔχειν ἐξ ἀρχῆς τὸν Υἱόν, οὐδέποτε δώσει πρὸς τὸ τέλειον ἥξειν. Ἀλλὰ γὰρ αἰσχύνομαι τὸ ταπεινὸν τῆς ἐννοίας, εἰς ἣν ἐκ τῆς τοῦ λόγου ἀκολουθίας ὑπήχθην. Ἐπὶ οὖν τὰ ὑψηλὰ τοῦ λόγου πάλιν ἐπανέλθωμεν. | |
8.21 | «Ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν Πατέρα», οὐ τὸν χαρακτῆρα, οὐδὲ τὴν μορφήν· καθαρὰ γὰρ συνθέσεως ἡ θεία φύσις· ἀλλὰ τὸ ἀγαθὸν τοῦ θελήματος, ὅπερ σύνδρομον ὂν τῇ οὐσίᾳ, ὅμοιον καὶ ἴσον, μᾶλλον δὲ ταὐτὸν ἐν Πατρὶ | |
5 | καὶ Υἱῷ θεωρεῖται. Τί οὖν τό· «Γενόμενος ὑπήκοος»; καὶ τό· «Ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν»; Ὅτι ἐκ τοῦ Πατρὸς τῷ Υἱῷ τὸ ὑπὲρ ἀνθρώπων ἐνεργῆσαι κατ’ ἀγα‐ | |
θότητα. Σὺ δὲ κἀκείνων ἄκουε ὅτι «Χριστὸς ἡμᾶς ἐξηγό‐ ρασεν ἐκ τῆς κατάρας τοῦ νόμου», καὶ ὅτι «Ἔτι ἁμαρτω‐ | 318 | |
10 | λῶν ὄντων ἡμῶν, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε». Πρόσεχε δὲ ἀκριβῶς καὶ ταῖς φωναῖς τοῦ Κυρίου, ὅτι ὅταν ἡμᾶς περὶ τοῦ Πατρὸς ἐκπαιδεύσῃ, οἶδε ταῖς αὐθεντικαῖς καὶ δεσπο‐ τικαῖς κεχρῆσθαι φωναῖς, λέγων· «Θέλω, καθαρίσθητι», καὶ «Σιώπα, πεφίμωσο», καὶ «Ἐγὼ δὲ λέγω ὑμῖν», | |
15 | καὶ τὸ «Ἄλαλον καὶ κωφὸν δαιμόνιον, ἐγώ σοι ἐπιτάσσω», καὶ ὅσα τοιαῦτα· ἵνα διὰ τούτων μὲν τὸν Δεσπότην ἡμῶν καὶ ποιητὴν γνωρίσωμεν, δι’ ἐκείνων δὲ τὸν Πατέρα τοῦ Δεσπότου ἡμῶν καὶ ποιητοῦ διδαχθῶμεν. Οὕτω πανταχόθεν ὁ λόγος ἀληθὴς ἐπιδείκνυται ὅτι τὸ | |
20 | διὰ τοῦ Υἱοῦ δημιουργεῖν τὸν Πατέρα, οὔτε ἀτελῆ τοῦ Πατρὸς τὴν δημιουργίαν συνίστησιν, οὔτε ἄτονον τοῦ Υἱοῦ παραδηλοῖ τὴν ἐνέργειαν· ἀλλὰ τὸ ἡνωμένον τοῦ θελήματος παριστᾷ. Ὥστε ἡ δι’ οὗ φωνὴ ὁμολογίαν τῆς προκαταρκτικῆς αἰτίας ἔχει, οὐκ ἐπὶ κατηγορίᾳ τοῦ ποιητικοῦ | |
25 | αἰτίου παραλαμβάνεται. | 320 |
9t | ΚΕΦΑΛΑΙΟΝ Θʹ | |
9n | Ἀφοριστικαὶ ἔννοιαι περὶ τοῦ Πνεύματος τῇ τῶν Γραφῶν ἀκολουθοῦσαι διδασκαλίᾳ. | |
9.22 | Ἤδη δὲ καὶ περὶ τοῦ Πνεύματος τὰς κοινὰς ἡμῶν ἐννοίας ὁποῖαί τινές εἰσιν ἐξετάσωμεν, τάς τε ἐκ τῶν Γραφῶν περὶ αὐτοῦ συναχθείσας ἡμῖν καὶ ἃς ἐκ τῆς ἀγράφου παρα‐ δόσεως τῶν πατέρων διεδεξάμεθα. | |
5 | Πρῶτον μὲν οὖν, τίς ἀκούσας τῶν προσηγοριῶν τοῦ Πνεύματος, οὐ διανίσταται τῇ ψυχῇ καὶ πρὸς τὴν ἀνωτάτω φύσιν τὴν ἔννοιαν ὑπεραίρει; Πνεῦμα γὰρ Θεοῦ εἴρηται, καὶ «Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύε‐ ται», «Πνεῦμα εὐθές», «Πνεῦμα ἡγεμονικόν». «Πνεῦμα | |
10 | ἅγιον», ἡ κυρία αὐτοῦ καὶ ἰδιάζουσα κλῆσις· ὅπερ δὴ μάλιστα παντὸς τοῦ ἀσωμάτου καὶ καθαρῶς ἀΰλου τε καὶ ἀμεροῦς ὄνομά ἐστι. Διὸ καὶ ὁ Κύριος τὴν ἐν τόπῳ προσκυ‐ νεῖσθαι τὸν Θεὸν ἡγουμένην διδάσκων, ὅτι ἀπερίληπτον τὸ | |
ἀσώματον, «Πνεῦμα, φησίν, ὁ Θεός». Οὐ τοίνυν δυνατὸν | 322 | |
15 | Πνεῦμα ἀκούσαντα, περιγεγραμμένην φύσιν ἐντυπῶσαι τῇ διανοίᾳ, ἢ τροπαῖς καὶ ἀλλοιώσεσιν ὑποκειμένην, ἢ ὅλως ὁμοίαν τῇ κτίσει· ἀλλὰ πρὸς τὸ ἀνωτάτω ταῖς ἐννοίαις χωροῦντα, νοερὰν οὐσίαν ἐπάναγκες ἐννοεῖν, ἄπειρον κατὰ δύναμιν, μεγέθει ἀπεριόριστον, χρόνοις ἢ αἰῶσιν ἀμέτρητον, | |
20 | ἄφθονον ὧν ἔχει καλῶν. Πρὸς ὃ πάντα ἐπέστραπται τὰ ἁγιασμοῦ προσδεόμενα· οὗ πάντα ἐφίεται τὰ κατ’ ἀρετὴν ζῶντα, οἷον ἐπαρδόμενα τῇ ἐπιπνοίᾳ καὶ βοηθούμενα πρὸς τὸ οἰκεῖον ἑαυτοῖς καὶ κατὰ φύσιν τέλος. Τελειωτικὸν τῶν ἄλλων, αὐτὸ δὲ οὐδαμοῦ ἐλλεῖπον· οὐκ ἐπισκευαστῶς ζῶν, | |
25 | ἀλλὰ ζωῆς χορηγόν· οὐ προσθήκαις αὐξανόμενον, ἀλλὰ πλῆρες εὐθύς, ἐν ἑαυτῷ ἱδρυμένον καὶ πανταχοῦ ὄν. Ἁγια‐ σμοῦ γένεσις, φῶς νοητόν, πάσῃ δυνάμει λογικῇ πρὸς τὴν τῆς ἀληθείας εὕρεσιν οἷόν τινα καταφάνειαν δι’ ἑαυτοῦ παρεχό‐ μενον. Ἀπρόσιτον τῇ φύσει· χωρητὸν δι’ ἀγαθότητα· | |
30 | πάντα μὲν πληροῦν τῇ δυνάμει, μόνοις δὲ ὂν μεθεκτὸν τοῖς ἀξίοις, οὐχ ἑνὶ μέτρῳ μετεχόμενον, ἀλλὰ κατ’ ἀναλογίαν τῆς πίστεως διαιροῦν τὴν ἐνέργειαν. Ἁπλοῦν τῇ οὐσίᾳ, ποικίλον ταῖς δυνάμεσιν· ὅλον ἑκάστῳ παρὸν καὶ ὅλον ἁπανταχοῦ ὄν. Ἀπαθῶς μεριζόμενον, καὶ ὁλοσχερῶς μετε‐ | 324 |
35 | χόμενον· κατὰ τὴν εἰκόνα τῆς ἡλιακῆς ἀκτῖνος, ἧς ἡ χάρις τῷ ἀπολαύοντι ὡς μόνῳ παροῦσα, καὶ γῆν ἐπιλάμπει καὶ θάλασσαν, καὶ τῷ ἀέρι ἐγκέκραται. Οὕτω δὴ καὶ τὸ Πνεῦμα ἑκάστῳ τῶν δεκτικῶν, ὡς μόνῳ παρόν, διαρκῆ τοῖς πᾶσι τὴν χάριν ὁλόκληρον ἐπαφίησιν· οὗ ἀπολαύει τὰ | |
40 | μετέχοντα, ὅσον αὐτὰ πέφυκεν, οὐχ ὅσον ἐκεῖνο δύναται. | |
9.23 | Οἰκείωσις δὲ Πνεύματος πρὸς ψυχὴν οὐχ ὁ διὰ τόπου προσεγγισμὸς—πῶς γὰρ ἂν πλησιάσαι τῷ ἀσωμάτῳ σωμα‐ τικῶς; —ἀλλ’ ὁ χωρισμὸς τῶν παθῶν, ἅπερ ἀπὸ τῆς πρὸς τὴν σάρκα φιλίας ὕστερον ἐπιγινόμενα τῇ ψυχῇ, τῆς ἀπὸ τοῦ | |
5 | Θεοῦ οἰκειότητος ἠλλοτρίωσε. Καθαρθέντα δὴ οὖν ἀπὸ τοῦ αἴσχους ὃ ἀνεμάξατο διὰ τῆς κακίας, καὶ πρὸς τὸ ἐκ φύσεως κάλλος ἐπανελθόντα, καὶ οἷον εἰκόνι βασιλικῇ τὴν ἀρχαίαν μορφὴν διὰ καθαρότητος ἀποδόντα, οὕτως ἐστὶ μόνως προσεγγίσαι τῷ Παρακλήτῳ. Ὁ δέ, ὥσπερ ἥλιος, κεκαθαρ‐ | 326 |
10 | μένον ὄμμα παραλαβών, δείξει σοι ἐν ἑαυτῷ τὴν εἰκόνα τοῦ ἀοράτου. Ἐν δὲ τῷ μακαρίῳ τῆς εἰκόνος θεάματι τὸ ἄρρητον ὄψει τοῦ ἀρχετύπου κάλλος. Διὰ τούτου, καρδιῶν ἀνάβασις, χειραγωγία τῶν ἀσθενούντων, τῶν προκοπτόντων τελείωσις. Τοῦτο τοῖς ἀπὸ πάσης κηλῖδος κεκαθαρμένοις ἐλλάμπον, τῇ | |
15 | πρὸς ἑαυτὸ κοινωνίᾳ πνευματικοὺς ἀποδείκνυσι. Καὶ ὥσπερ τὰ λαμπρὰ καὶ διαφανῆ τῶν σωμάτων, ἀκτῖνος αὐτοῖς ἐμπεσούσης, αὐτά τε γίνεται περιλαμπῆ, καὶ ἑτέραν αὐγὴν ἀφ’ ἑαυτῶν ἀποστίλβει· οὕτως αἱ πνευματοφόροι ψυχαὶ ἐλλαμφθεῖσαι παρὰ τοῦ Πνεύματος, αὐταί τε ἀποτελοῦνται | |
20 | πνευματικαὶ καὶ εἰς ἑτέρους τὴν χάριν ἐξαποστέλλουσιν. Ἐντεῦθεν, μελλόντων πρόγνωσις, μυστηρίων σύνεσις, κεκρυμ‐ μένων κατάληψις, χαρισμάτων διανομαί, τὸ οὐράνιον πολί‐ τευμα, ἡ μετὰ ἀγγέλων χορεία, ἡ ἀτελεύτητος εὐφροσύνη, ἡ ἐν Θεῷ διαμονή, ἡ πρὸς Θεὸν ὁμοίωσις, τὸ ἀκρότατον τῶν | |
25 | ὀρεκτῶν, θεὸν γενέσθαι. Αἱ μὲν οὖν περὶ τοῦ ἁγίου Πνεύματος ἔννοιαι ἡμῶν, ἃς | |
περὶ τοῦ μεγέθους αὐτοῦ καὶ τῆς ἀξίας καὶ τῶν ἐνεργημάτων ὑπ’ αὐτῶν τῶν λογίων τοῦ Πνεύματος φρονεῖν ἐδιδάχθημεν, ὡς ὀλίγα ἀπὸ πολλῶν παραθέσθαι, τοιαῦται. Ἤδη δὲ πρὸς | 328 | |
30 | ἀντιλογικοὺς χωρητέον, πειρωμένους ἐλέγχειν τὰς ἀντιθέσεις, | |
τὰς ἐκ «τῆς ψευδωνύμου γνώσεως» ἡμῖν προβαλλομένας. | 330 | |
10t | ΚΕΦΑΛΑΙΟΝ Ιʹ | |
10n | Πρὸς τοὺς λέγοντας μὴ χρῆναι συντάσσειν Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα. | |
10.24 | Οὐ χρή, φασί, Πατρὶ καὶ Υἱῷ συντετάχθαι τὸ ἅγιον Πνεῦμα, διά τε τὸ τῆς φύσεως ἀλλότριον καὶ τὸ τῆς ἀξίας καταδεές. Πρὸς οὓς δίκαιον τὴν τῶν ἀποστόλων φωνὴν ἀποκρίνασθαι, | |
5 | ὅτι «Πειθαρχεῖν Θεῷ δεῖ μᾶλλον ἢ ἀνθρώποις». Εἰ γὰρ ὁ μὲν Κύριος σαφῶς ἐν τῇ παραδόσει τοῦ σωτηρίου βαπτίσ‐ ματος προσέταξε τοῖς μαθηταῖς βαπτίζειν πάντα τὰ ἔθνη «εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος», οὐκ ἀπαξιῶν τὴν πρὸς αὐτὸ κοινωνίαν, οὗτοι δὲ μὴ χρῆναι αὐτὸ | |
10 | Πατρὶ καὶ Υἱῷ συντάσσειν λέγουσι· πῶς οὐχὶ τῇ τοῦ Θεοῦ διαταγῇ προδήλως ἀνθίστανται; Εἰ μὲν γὰρ οὐκ εἶναί φασι τὴν τοιαύτην σύνταξιν κοινωνίας τινὸς καὶ συναφείας δηλωτικήν, εἰπάτωσαν τί μὲν νομίζειν τοῦτο προσήκει, τίνα δὲ ἕτερον συναφείας τρόπον οἰκειότερον | |
15 | ἔχουσι. Καίτοιγε εἰ μὴ συνῆψεν ὁ Κύριος ἑαυτῷ καὶ τῷ Πατρὶ τὸ Πνεῦμα κατὰ τὸ βάπτισμα, μηδὲ ἡμῖν τὴν συνά‐ φειαν ἐγκαλείτωσαν. Οὐδὲν γὰρ ἡμεῖς ἀλλοιότερον οὔτε | |
φρονοῦμεν, οὔτε φθεγγόμεθα. Εἰ δὲ συνῆπται ἐκεῖ τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ οὐδεὶς οὕτως ἀναιδὴς ὥστε ἄλλο τι | 332 | |
20 | φῆσαι, μηδ’ οὕτως ἡμῖν ἐγκαλείτωσαν, εἰ τοῖς γεγραμμένοις ἀκολουθοῦμεν. | |
10.25 | Ἀλλ’ ἡ μὲν παρασκευὴ τοῦ καθ’ ἡμῶν πολέμου ἐξήρτυται καὶ πᾶσα διάνοια πρὸς ἡμᾶς τέταται, καὶ γλῶσσαι βλασφήμων ὧδε τοξεύουσι σφοδρότερον βάλλουσαι ἢ τὸν Στέφανον τότε τοῖς λίθοις οἱ χριστοφόνοι. Μὴ λανθανέτωσαν | |
5 | δὲ ὅτι πρόσχημα μὲν ἡμᾶς ὁ πόλεμος ἔχει, ἡ δὲ ἀλήθεια τῶν γινομένων πρὸς τὸ ὕψος βλέπει. Ὥστε ἐφ’ ἡμᾶς μὲν δῆθεν τὰς μηχανὰς καὶ τὰς ἐνέδρας διασκευάζονται, καὶ ἀλλήλοις ἐγκελεύονται ἐπιβοηθεῖν, ὡς ἕκαστος ἔχει ἐμπειρίας ἢ ῥώμης. Πίστις δέ ἐστι τὸ πολεμούμενον καὶ κοινὸς σκοπὸς | |
10 | ἅπασι τοῖς ἐναντίοις καὶ ἐχθροῖς τῆς ὑγιαινούσης διδασκαλίας, τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως κατασεῖσαι, ἐκ τοῦ τὴν ἀποστολικὴν παράδοσιν ἐδαφισθεῖσαν ἀφανισθῆναι. Διὰ τοῦτο, ὡς τῶν χρεωφειλετῶν οἱ δῆθεν εὐγνώμονες, τὰς ἐκ τῶν ἐγγράφων ἀποδείξεις ἐπιβοῶνται, τὴν ἄγραφον τῶν | |
15 | πατέρων μαρτυρίαν ὡς οὐδενὸς ἀξίαν ἀποπεμπόμενοι. Ἀλλ’ οὐ γὰρ ὑφησόμεθα τῆς ἀληθείας, οὐδὲ δειλίᾳ τὴν συμμαχίαν προδώσομεν. Εἰ γὰρ ὁ μὲν Κύριος ὡς ἀναγκαῖον καὶ σωτήριον δόγμα τὴν μετὰ Πατρὸς σύνταξιν τοῦ ἁγίου Πνεύματος παραδέδωκε, τοῖς δὲ οὐχ οὕτω δοκεῖ, ἀλλὰ | |
20 | διαιρεῖν καὶ διασπᾷν καὶ ἐπὶ τὴν φύσιν τὴν λειτουργικὴν μετοικίζειν· πῶς οὐκ ἀληθὲς ὅτι τὴν ἑαυτῶν βλασφημίαν κυριωτέραν ποιοῦνται τῆς τοῦ Δεσπότου νομοθεσίας; Φέρε δὴ οὖν πᾶσαν φιλονεικίαν καταβαλόντες, οὕτω περὶ τῶν ἐν | |
χερσὶ πρὸς ἀλλήλους διασκεψώμεθα. | 334 | |
10.26 | Χριστιανοὶ πόθεν ἡμεῖς; Διὰ τῆς πίστεως, πᾶς τις ἂν εἴποι. Σῳζόμεθα δὲ τίνα τρόπον; Ἀναγεννηθέντες δηλονότι διὰ τῆς ἐν τῷ βαπτίσματι χάριτος. Πόθεν γὰρ ἄλλοθεν; Εἶτα τὴν σωτηρίαν ταύτην διὰ Πατρὸς καὶ | |
5 | Υἱοῦ καὶ ἁγίου Πνεύματος βεβαιουμένην γνωρίσαντες, ὃν παρελάβομεν «τύπον διδαχῆς» προησόμεθα; Ἦ μεγάλων ἂν εἴη στεναγμῶν ἄξιον, εἴπερ εὑρισκόμεθα νῦν μακρυνόμενοι μᾶλλον ἀπὸ τῆς σωτηρίας ἡμῶν ἢ ὅτε ἐπιστεύσαμεν· εἴπερ ἃ τότε προσεδεξάμεθα, νῦν ἀπαρνούμεθα. Ἴση ἐστὶν ἡ | |
10 | ζημία, ἢ ἄμοιρόν τινα τοῦ βαπτίσματος ἀπελθεῖν, ἢ ἕν τι τῶν ἐκ τῆς παραδόσεως ἐλλεῖπον δέξασθαι. Τήν τε ὁμολογίαν, ἣν ἐπὶ τῆς πρώτης εἰσαγωγῆς κατεθέμεθα, ὅτε ῥυοθέντες ἀπὸ τῶν εἰδώλων προσήλθομεν Θεῷ ζῶντι, ὁ μὴ ἐπὶ παντὸς φυλάσσων καιροῦ, καὶ διὰ πάσης ἑαυτοῦ τῆς ζωῆς ὡς | |
15 | ἀσφαλοῦς φυλακτηρίου περιεχόμενος, ξένον ἑαυτὸν καθίστησι τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ, τῷ ἰδίῳ χειρογράφῳ μαχόμενος, ὃ ἐπὶ τῆς κατὰ τὴν πίστιν ὁμολογίας κατέθετο. Εἰ γὰρ ἀρχή μοι ζωῆς τὸ βάπτισμα, καὶ πρώτη ἡμερῶν ἐκείνη ἡ τῆς παλιγγενεσίας ἡμέρα, δῆλον ὅτι καὶ φωνὴ τιμιωτάτη πασῶν | |
20 | ἡ ἐν τῇ χάριτι τῆς υἱοθεσίας ἐκφωνηθεῖσα. Τὴν οὖν εἰσά‐ γουσάν με εἰς τὸ φῶς, τὴν γνῶσιν Θεοῦ μοι χαρισαμένην | |
παράδοσιν, δι’ ἧς τέκνον ἀπεδείχθην Θεοῦ, ὁ τέως διὰ τὴν ἁμαρτίαν ἐχθρός, ταύτην προδῶ, ταῖς τούτων πιθανολογίαις παρατραπείς; Ἀλλὰ καὶ ἐμαυτῷ συνεύχομαι μετὰ τῆς | 336 | |
25 | ὁμολογίας ταύτης ἀπελθεῖν πρὸς τὸν Κύριον, καὶ αὐτοῖς παραινῶ, ἄσυλον διατηρῆσαι τὴν πίστιν, εἰς ἡμέραν Χριστοῦ, καὶ ἀχώριστον ἀπὸ Πατρὸς καὶ Υἱοῦ φυλάξαι τὸ Πνεῦμα, τὴν ἐπὶ τοῦ βαπτίσματος διδασκαλίαν ἔν τε τῇ ὁμολογίᾳ | |
τῆς πίστεως διατηροῦντας καὶ ἐν τῇ τῆς δόξης ἀποπληρώσει. | 338 | |
11t | ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ | |
11n | Ὅτι παραβάται οἱ τὸ Πνεῦμα ἀρνούμενοι. | |
11.27 | Τίνι οὐαί; τίνι θλῖψις; τίνι ἀπορία καὶ σκότος; τίνι αἰωνία κατάκρισις; Οὐ τοῖς παραβάταις; οὐ τοῖς τὴν πίστιν ἀρνησαμένοις; Τίς δὲ τῆς ἀρνήσεως ἔλεγχος; Οὐχ ὅτι τὰς οἰκείας ὁμολογίας ἠθέτησαν; Ὡμολόγησαν δὲ τί, | |
5 | ἢ πότε; Πιστεύειν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, ὅτε ἀποταξάμενοι τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, τὴν σωτήριον ἐκείνην ἀφῆκαν φωνήν. Τίς οὖν πρέπουσα τούτοις προσηγορία παρὰ τῶν τέκνων τοῦ φωτὸς ἐξευρέθη; Οὐχὶ παραβάται προσαγορεύονται, ὡς εἰς τὰς τῆς σωτηρίας αὐτῶν | |
10 | συνθήκας παρασπονδήσαντες; Τί οὖν εἴπω τὸν ἀρνησίθεον; τί δὲ τὸν ἀρνησίχριστον; Τί ἄλλο γε ἢ παραβάτην; Τῷ δὲ τὸ Πνεῦμα ἀρνησαμένῳ τίνα με βούλει προσηγορίαν θέσθαι; Οὐ τὴν αὐτὴν ταύτην, ὡς τὰς πρὸς Θεὸν παραβάντι συνθήκας; Οὐκοῦν ὁπότε καὶ ἡ ὁμολογία τῆς εἰς αὐτὸ πίστεως τὸν | |
15 | τῆς εὐσεβείας μακαρισμὸν προξενεῖ, καὶ ἡ ἄρνησις τῇ κατακρίσει τῆς ἀθεότητος ὑποβάλλει, πῶς οὐ φοβερὸν τοῦτο νῦν ἀθετῆσαι, οὐ πῦρ, οὐ ξίφος, οὐ σταυρόν, οὐ μάστιγας, οὐ τροχόν, οὐ στρεβλωτήρια φοβηθέντας, ἀλλὰ σοφίσμασι | |
μόνοις καὶ παραγωγαῖς τῶν πνευματομάχων παρακρου‐ | 340 | |
20 | σθέντας; Μαρτύρομαι παντὶ ἀνθρώπῳ ὁμολογοῦντι Χριστὸν καὶ τὸν Θεὸν ἀρνουμένῳ, ὅτι Χριστὸς αὐτὸν οὐδὲν ὠφελήσει· ἢ Θεὸν ἐπικαλουμένῳ, τὸν δὲ Υἱὸν ἀθετοῦντι, ὅτι ματαία ἐστὶν ἡ πίστις αὐτοῦ· καὶ τῷ τὸ Πνεῦμα παραιτουμένῳ, ὅτι ἡ εἰς Πατέρα καὶ Υἱὸν πίστις αὐτῷ εἰς κενὸν ἀποβήσεται, | |
25 | ἣν οὐδὲ ἔχειν δύναται, μὴ συμπαρόντος τοῦ Πνεύματος. Οὐ πιστεύει μὲν γὰρ εἰς Υἱὸν ὁ μὴ πιστεύων τῷ Πνεύματι· οὐ πιστεύει δὲ εἰς Πατέρα ὁ μὴ πιστεύσας τῷ Υἱῷ. «Οὔτε γὰρ δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ.» Καὶ· «Θεὸν οὐδεὶς ἑώρακε πώποτε, ἀλλ’ ὁ μονογενὴς Υἱός, | |
30 | ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρός, οὗτος ἡμῖν ἐξηγήσατο.» Ἄμοιρός ἐστι καὶ τῆς ἀληθινῆς προσκυνήσεως ὁ τοιοῦτος. Οὔτε γὰρ Υἱὸν προσκυνῆσαι δυνατόν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ, οὔτε ἐπικαλέσασθαι δυνατὸν τὸν Πατέρα, εἰ μὴ ἐν τῷ | |
τῆς υἱοθεσίας Πνεύματι. | 342 | |
12t | ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ | |
12n | Πρὸς τοὺς λέγοντας ἐξαρκεῖν καὶ μόνον τὸ εἰς τὸν Κύριον βάπτισμα. | |
12.28 | Καὶ μηδένα παρακρουέσθω τὸ τοῦ ἀποστόλου, ὡς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος, ἐπὶ τῆς τοῦ βαπτίσματος μνήμης πολλάκις παραλιμπάνοντος, μηδὲ διὰ τοῦτο ἀπαρατήρητον οἰέσθω τὴν ἐπίκλησιν εἶναι τῶν | |
5 | ὀνομάτων. «Ὅσοι, φησίν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.» Καὶ πάλιν· «Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθητε.» Ἡ γὰρ τοῦ Χριστοῦ προσηγορία τοῦ παντός ἐστιν ὁμολογία· δηλοῖ γὰρ τόν τε χρίσαντα Θεὸν καὶ τὸν χρισθέντα Υἱὸν καὶ τὸ χρῖσμα τὸ | |
10 | Πνεῦμα, ὡς παρὰ Πέτρου ἐν ταῖς Πράξεσι μεμαθήκαμεν· «Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὃν ἔχρισεν ὁ Θεὸς τῷ Πνεύ‐ ματι τῷ ἁγίῳ.» Καὶ ἐν τῷ Ἠσαΐᾳ· «Πνεῦμα Κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με.» Καὶ ὁ ψαλμῳδός· «Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως.» | |
15 | Φαίνεται μέντοι ποτὲ καὶ μόνου τοῦ Πνεύματος ἐπὶ τοῦ βαπτίσματος μνημονεύσας. «Πάντες γάρ, φησίν, ἐν ἑνὶ σώματι εἰς ἓν Πνεῦμα ἐβαπτίσθημεν.» Συμφωνεῖ δὲ τούτῳ | |
καὶ τό· «Ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ»· καὶ τό· «Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ.» Ἀλλ’ οὐ | 344 | |
20 | παρὰ τοῦτο τέλειον ἄν τις εἴποι βάπτισμα, ᾧ μόνον τὸ ὄνομα τοῦ Πνεύματος ἐπεκλήθη. Χρὴ γὰρ ἀπαράβατον μένειν ἀεὶ τὴν ἐν τῇ ζωοποιῷ χάριτι δεδομένην παράδοσιν. Ὁ γὰρ λυτρωσάμενος ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν, ἔδωκε δύναμιν ἡμῖν ἀνακαινώσεως, ἄρρητον μὲν ἔχουσαν τὴν αἰτίαν | |
25 | καὶ ἐν μυστηρίῳ κατεχομένην, μεγάλην δὲ ταῖς ψυχαῖς τὴν σωτηρίαν φέρουσαν. Ὥστε τὸ προσθεῖναί τι ἢ ἀφελεῖν, ζωῆς ἐστι τῆς ἀϊδίου προδήλως ἔκπτωσις. Εἰ τοίνυν ἐν τῷ βαπτίσματι ὁ χωρισμὸς τοῦ Πνεύματος ἀπὸ Πατρὸς καὶ Υἱοῦ ἐπικίνδυνος μὲν τῷ βαπτίζοντι, | |
30 | ἀνωφελὴς δὲ τῷ δεχομένῳ, πῶς ἡμῖν ἀσφαλὲς ἀπὸ Πατρὸς καὶ Υἱοῦ διασπᾶν τὸ Πνεῦμα; Πίστις δὲ καὶ βάπτισμα, δύο τρόποι τῆς σωτηρίας, συμφυεῖς ἀλλήλοις καὶ ἀδιαίρετοι. Πίστις μὲν γὰρ τελειοῦται διὰ βαπτίσματος, βάπτισμα δὲ θεμελιοῦται διὰ τῆς πίστεως, καὶ διὰ τῶν αὐτῶν ὀνομάτων | |
35 | ἑκάτερα πληροῦται. Ὡς γὰρ πιστεύομεν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, οὕτω καὶ βαπτιζόμεθα εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Καὶ προάγει μὲν ἡ ὁμολογία πρὸς τὴν σωτηρίαν εἰσάγουσα· ἐπακολουθεῖ δὲ τὸ βάπτισμα ἐπισφραγίζον ἡμῶν τὴν | |
40 | συγκατάθεσιν. | 346 |
13t | ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ | |
13n | Αἰτίας ἀπόδοσις διὰ τὶ οἱ ἄγγελοι Πατρὶ καὶ Υἱῷ παρὰ τῷ Παύλῳ συμπαρελήφθησαν. | |
13.29 | Ἀλλὰ καὶ ἕτερα, φησί, συναριθμούμενα Πατρὶ καὶ Υἱῷ, οὐχὶ καὶ συνδοξάζεται πάντως. Ὡς ὁ ἀπόστολος ἀγγέλους συμπαρελάβετο, εἰς τὴν διαμαρτυρίαν τὴν ἐπὶ Τιμοθέου λέγων· «Διαμαρτύρομαί σοι ἐνώπιον τοῦ Θεοῦ | |
5 | καὶ Χριστοῦ Ἰησοῦ καὶ τῶν ἐκλεκτῶν αὐτοῦ ἀγγέλων»· οὓς οὔτε ἀλλοτριοῦμεν τῆς λοιπῆς κτίσεως, οὔτε Πατρὶ καὶ Υἱῷ συναριθμεῖν ἀνεχόμεθα. Ἐγὼ δὲ εἰ καὶ μηδεμιᾶς ἀποκρίσεως ἄξιος ὁ λόγος, οὕτω πρόχειρον τὴν ἀτοπίαν ἔχων, ὅμως ἐκεῖνο λέγω, ὅτι μάρτυρα | |
10 | μὲν καὶ ὁμόδουλον ἄν τις τυχὸν παραστήσαιτο πράῳ κριτῇ καὶ ἡμέρῳ, καὶ μάλιστα δὴ ἐν τῇ πρὸς τοὺς κρινομένους ἐπι‐ εικείᾳ τὸ ἀναντίρρητον τῆς τῶν κριμάτων δικαιοσύνης ἐπιδει‐ κνύντι. Ἐλεύθερος δὲ εἶναι ἀπὸ δούλου καὶ Υἱὸς κληθῆναι Θεοῦ καὶ ζωοποιηθῆναι ἀπὸ θανάτου, παρ’ οὐδενὸς ἑτέρου | |
15 | δύναται, ἢ παρὰ τοῦ τὴν κατὰ φύσιν οἰκειότητα κεκτημένου, | |
καὶ τῆς δουλικῆς ἀξίας ἀπηλλαγμένου. Πῶς γὰρ οἰκειώσει Θεῷ ὁ ἀλλότριος; πῶς δὲ ἐλευθερώσει, αὐτὸς ἔνοχος ὢν τῷ ζυγῷ τῆς δουλείας; Ὥστε οὐκ ἐφ’ ὁμοίοις Πνεύματός ἐστι καὶ ἀγγέλων ἡ μνήμη, ἀλλὰ τὸ μὲν Πνεῦμα, ὡς ζωῆς κύριον, | 348 | |
20 | οἱ δ’ ἄγγελοι ὡς βοηθοὶ τῶν ὁμοδούλων καὶ πιστοὶ μάρτυρες τῆς ἀληθείας παραλαμβάνονται. Ἔθος γὰρ τοῖς ἁγίοις τὰς ἐντολὰς τοῦ Θεοῦ ἐπὶ μαρτύρων διδόναι· ὡς καὶ αὐτὸς οὗτός φησι Τιμοθέῳ· «Ἃ παρέλαβες παρ’ ἐμοῦ ἐπὶ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις.» Καὶ νῦν | |
25 | τοὺς ἀγγέλους ἐπιμαρτύρεται· οἶδε γὰρ ὅτι συμπαρέσονται ἄγγελοι τῷ κριτῇ, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. «Ὃς γὰρ ἄν, φησίν, ὁμολο‐ γήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ | |
30 | Θεοῦ· ὁ δὲ ἀπαρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ.» Καὶ Παῦλος ἑτέρωθί φησιν· «Ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπ’ οὐρανοῦ μετ’ ἀγγέλων.» Τούτου χάριν ἐντεῦθεν ἤδη διαμαρτύρεται ἐπὶ τῶν ἀγγέλων, εἰς τὸ μέγα κριτήριον | |
35 | εὐπρεπεῖς ἑαυτῷ τὰς ἀποδείξεις παρασκευάζων. | |
13.30 | Καὶ οὐχ οὗτος μόνον, ἀλλὰ καὶ πάντες ἁπλῶς οἱ λόγου τινὰ διακονίαν πεπιστευμένοι, οὐδένα χρόνον διαμαρ‐ τυρόμενοι παύονται, ἀλλὰ καὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐπιβοῶνται· ὡς καὶ νῦν πάσης πράξεως εἴσω αὐτῶν τελου‐ | |
5 | μένης, καὶ ἐν τῇ ἐξετάσει τῶν βεβιωμένων συνεσομένων τοῖς κρινομένοις. «Προσκαλέσεται γάρ, φησί, τὸν οὐρανὸν ἄνω, | |
καὶ τὴν γῆν, τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ.» Ὅθεν Μωϋσῆς παρατίθεσθαι μέλλων τὰ λόγια τῷ λαῷ, «διαμαρτύρομαι ὑμῖν, φησί, σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν». Καὶ πάλιν | 350 | |
10 | τὴν ᾠδὴν λέγων· «Πρόσεχε, οὐρανέ, καὶ λαλήσω, καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου.» Καὶ Ἠσαΐας· «Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ.» Ἰερεμίας δὲ καὶ ἔκστασίν τινα τοῦ οὐρανοῦ ἐπὶ τῇ ἀκοῇ τῶν ἀνοσίων ἔργων τοῦ λαοῦ διηγεῖται· «Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ | |
15 | ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου.» Καὶ ὁ ἀπόστολος τοίνυν ὥσπερ παιδαγωγούς τινας ἢ παιδονόμους ἐπιτεταγμένους τοῖς ἀνθρώποις τοὺς ἀγγέλους εἰδώς, εἰς μαρτυρίαν ἐπεκαλέσατο. Ἰησοῦς δὲ ὁ τοῦ Ναυῆ καὶ λίθον μάρτυρα τῶν λόγων ἔστησεν—ἤδη δέ | |
20 | που καὶ βουνὸς μάρτυς παρὰ τοῦ Ἰακὼβ ὠνομάσθη. — «Ἔσται γάρ, φησίν, ὁ λίθος ἐν ὑμῖν σήμερον εἰς μαρτύριον ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, ἡνίκα ἂν ψεύσησθε Κυρίῳ τῷ Θεῷ ἡμῶν»· τάχα μέν που πιστεύων τῇ δυνάμει τοῦ Θεοῦ καὶ τοὺς λίθους φωνὴν ἀφήσειν, εἰς ἔλεγχον τῶν παραβεβη‐ | |
25 | κότων· εἰ δὲ μή, ἀλλὰ τό γε ἑκάστου συνειδὸς τῇ ἐνεργείᾳ τῆς ὑπομνήσεως πάντως κατατρωθήσεσθαι. Οὕτω μὲν οὖν τοὺς μάρτυρας, οἵτινές ποτ’ ἂν ὦσιν, ὥστε εἰς ὕστερον αὐτοὺς παραστήσεσθαι, οἱ τὴν οἰκονομίαν τῶν ψυχῶν πεπιστευμένοι προετοιμάζονται. Τὸ δὲ Πνεῦμα οὐ | |
30 | διὰ τὴν ἐπὶ καιροῦ χρείαν, ἀλλὰ διὰ τὴν ἐκ φύσεως κοινωνίαν συντέτακται τῷ Θεῷ, οὐχ ὑφ’ ἡμῶν ἑλκυσθέν, ἀλλ’ ὑπὸ τοῦ | |
Κυρίου παραληφθέν. | 352 | |
14t | ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ | |
14n | Ἔνστασις, ὅτι καὶ εἰς Μωϋσῆν τινες ἐβαπτίσθησαν, καὶ ἐπίστευσαν εἰς αὐτόν, καὶ πρὸς ταύτην ἀπάντησις, ἐν οἷς καὶ τὰ περὶ τύπων. | |
14.31 | Ἀλλ’ οὐδὲ εἰ βαπτιζόμεθα, φησίν, εἰς αὐτό, οὐδ’ οὕτω δίκαιον μετὰ Θεοῦ τετάχθαι. Καὶ γὰρ «καὶ εἰς τὸν Μωϋσῆν τινες ἐβαπτίσθησαν, ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ». Ὁμοίως δὲ καὶ ἡ πίστις ὁμολογεῖται ἤδη καὶ εἰς ἀνθρώπους | |
5 | γεγενῆσθαι. «Ἐπίστευσε γὰρ ὁ λαὸς τῷ Θεῷ καὶ Μωϋσεῖ τῷ θεράποντι αὐτοῦ.» Τί οὖν, φησίν, ἐκ τῆς πίστεως καὶ τοῦ βαπτίσματος τὸ ἅγιον Πνεῦμα τοσοῦτον ἀνυψοῖς καὶ μεγαλύνεις ὑπὲρ τὴν κτίσιν, ὁπότε τὰ αὐτὰ καὶ ἀνθρώποις ἤδη προσμεμαρτύρηται; | |
10 | Τί οὖν ἐροῦμεν; Ὅτι εἰς μὲν τὸ Πνεῦμα ἡ πίστις, ὡς εἰς τὸν Πατέρα καὶ εἰς τὸν Υἱόν· ὁμοίως δὲ καὶ τὸ βάπτισμα. Ἡ δὲ εἰς τὸν Μωϋσῆν καὶ τὴν νεφέλην, ὡς εἰς σκιὰν καὶ τύπον. Οὐ δήπου δέ, ἐπειδὴ μικροῖς καὶ ἀνθρωπίνοις προδια‐ μορφοῦται τὰ θεῖα, μικρά τίς ἐστι καὶ ἡ τῶν θείων φύσις, | |
15 | ἣν ἡ τῶν τύπων σκιαγραφία πολλάκις προαπεσήμηνεν. Ἔστι γὰρ ὁ τύπος προσδοκωμένων δήλωσις διὰ μιμήσεως, | |
ἐνδεικτικῶς τὸ μέλλον προϋποφαίνων. Ὡς ὁ Ἀδὰμ τύπος τοῦ μέλλοντος, καὶ ἡ πέτρα τυπικῶς ὁ Χριστός· καὶ τὸ τῆς πέτρας ὕδωρ, τῆς ζωτικῆς τοῦ Λόγου δυνάμεως. «Εἴ τις | 354 | |
20 | γάρ, φησί, διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω.» Καὶ τὸ μάννα τοῦ ζῶντος ἄρτου, τοῦ ἐκ τοῦ οὐρανοῦ καταβάντος· καὶ ὁ ἐπὶ σημείου κείμενος ὄφις, τοῦ σωτηρίου πάθους τοῦ διὰ τοῦ σταυροῦ τελεσθέντος· διὸ καὶ οἱ ἀποβλέποντες εἰς αὐτὸν διεσῴζοντο. Οὕτω δὴ καὶ τὰ περὶ τῆς ἐξαγωγῆς τοῦ | |
25 | Ἰσραὴλ εἰς ἔνδειξιν τῶν διὰ τοῦ βαπτίσματος σῳζομένων ἱστόρηται. Διεσώθη γὰρ τῶν Ἰσραηλιτῶν τὰ πρωτότοκα, ὡς καὶ τῶν βαπτιζομένων τὰ σώματα, διδομένης τῆς χάριτος τοῖς σημειωθεῖσιν ὑπὸ τοῦ αἵματος. Τὸ μὲν γὰρ αἷμα τοῦ προβάτου, τύπος τοῦ αἵματος τοῦ Χριστοῦ· τὰ δὲ | |
30 | πρωτότοκα, τύπος τοῦ πρωτοπλάστου· ὃς ἐπειδὴ ἀναγκαίως ἡμῖν ἐνυπάρχει τῇ ἀκολουθίᾳ τῆς διαδοχῆς μέχρι τέλους παραπεμπόμενος, διὰ τοῦτο ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄ‐ σκομεν, καὶ ἐβασίλευσεν ὁ θάνατος μέχρι τῆς τοῦ νόμου πληρώσεως καὶ τῆς τοῦ Χριστοῦ παρουσίας. Διετηρήθη δὲ | |
35 | ὑπὸ τοῦ Θεοῦ τὰ πρωτότοκα, τοῦ μὴ θίγειν τὸν ὀλοθρεύοντα, εἰς ἔνδειξιν τοῦ μηκέτι ἡμᾶς ἀποθνῄσκειν ἐν τῷ Ἀδάμ, τοὺς ζωοποιηθέντας ἐν τῷ Χριστῷ. Ἡ δὲ θάλασσα καὶ ἡ νεφέλη, πρὸς μὲν τὸ παρόν, εἰς πίστιν ἐνῆγε διὰ τῆς καταπλή‐ ξεως· πρὸς δὲ τὸ μέλλον, ὡς τύπος τὴν ἐσομένην χάριν | |
40 | προϋπεσήμαινε. «Τίς σοφός, καὶ συνήσει ταῦτα;» πῶς ἡ θάλασσα βάπτισμα τυπικῶς, χωρισμὸν ποιοῦσα τοῦ Φαραώ, ὡς καὶ τὸ λουτρὸν τοῦτο τῆς τυραννίδος τοῦ διαβόλου. Ἀπέκτεινεν ἐκείνη ἐν ἑαυτῇ τὸν ἐχθρόν· ἀποθνῄσκει καὶ ὧδε ἡ ἔχθρα ἡμῶν ἡ εἰς Θεόν. Ἐξῆλθεν ἀπ’ ἐκείνης ἀπαθὴς | 356 |
45 | ὁ λαός· ἀναβαίνομεν καὶ ἡμεῖς ὡς ἐκ νεκρῶν ζῶντες ἀπὸ τοῦ ὕδατος, χάριτι σωθέντες τῇ τοῦ καλέσαντος ἡμᾶς. Ἡ δὲ νεφέλη σκιὰ τῆς ἐκ τοῦ Πνεύματος δωρεᾶς, τοῦ τὴν φλόγα τῶν παθῶν διὰ τῆς νεκρώσεως τῶν μελῶν καταψύχοντος. | |
14.32 | Τί οὖν; ἐπειδὴ τυπικῶς εἰς Μωϋσῆν ἐβαπτίσθησαν, διὰ τοῦτο μικρὰ ἡ τοῦ βαπτίσματος χάρις; Οὕτω μὲν οὖν οὐδ’ ἂν ἄλλο τι μέγα εἴη τῶν ἡμετέρων, εἴπερ τὸ ἐν ἑκάστῳ σεμνὸν τοῖς τύποις προδιαβάλλοιμεν. Οὔτε γὰρ ἡ εἰς ἀνθρώ‐ | |
5 | πους τοῦ Θεοῦ ἀγάπη μέγα τι καὶ ὑπερφυές, ὃς τὸν μονογενῆ Υἱὸν ἔδωκεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν· ἐπειδὴ καὶ Ἀβραὰμ τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο. Οὐδὲ τὸ πάθος τοῦ Κυρίου ἔνδοξον· ἐπειδὴ πρόβατον ἀντὶ Ἰσαὰκ τὸν τύπον ἐπλήρου τῆς προσφορᾶς. Οὔτε ἡ εἰς ᾅδου φοβερὰ κάθοδος· ἐπειδὴ | |
10 | Ἰωνᾶς ἐν τρισὶν ἡμέραις καὶ τοσαύταις νυξὶ τοῦ θανάτου τὸν τύπον προεξεπλήρου. Ταὐτὸν τοίνυν ποιεῖ καὶ ἐπὶ τοῦ βαπτίσματος ὁ τῇ σκιᾷ συγκρίνων τὴν ἀλήθειαν, καὶ τοῖς τύποις παραβάλλων τὰ παρ’ αὐτῶν σημαινόμενα, καὶ διὰ Μωϋσέως καὶ τῆς θαλάσσης πᾶσαν ὁμοῦ διασύρειν τὴν | |
15 | εὐαγγελικὴν οἰκονομίαν ἐπιχειρῶν. Ποία γὰρ ἄφεσις παρα‐ πτωμάτων; ποία ζωῆς ἀνανέωσις ἐν θαλάσσῃ; ποῖον χάρι‐ σμα πνευματικὸν διὰ Μωϋσέως; ποία νέκρωσις ἁμαρτη‐ | |
μάτων ἐκεῖ; Οὐ συναπέθανον ἐκεῖνοι Χριστῷ· διόπερ οὐδὲ συνηγέρθησαν. Οὐκ ἐφόρεσαν τὴν εἰκόνα τοῦ ἐπουρανίου, | 358 | |
20 | οὐ τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιήνεγκαν, οὐκ ἀπεδύσαντο τὸν παλαιὸν ἄνθρωπον, οὐκ ἐνεδύσαντο τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν. Τί οὖν συγκρίνεις τὰ βαπτίσματα, ὧν ἡ προσηγορία μόνη κοινή, ἡ δὲ τῶν πραγμάτων διαφορὰ τοσαύτη, ὅση ἂν | |
25 | γένοιτο ὀνείρου πρὸς τὴν ἀλήθειαν καὶ σκιᾶς καὶ εἰκόνων πρὸς τὰ κατ’ οὐσίαν ὑφεστηκότα; | |
14.33 | Ἀλλὰ καὶ ἡ εἰς τὸν Μωϋσέα πίστις οὐ τὴν εἰς τὸ Πνεῦμα πίστιν ὀλίγου τινὸς ἀξίαν δείκνυσιν· ἀλλὰ κατὰ τὸν τούτων λόγον, μᾶλλον τὴν εἰς τὸν Θεὸν τῶν ὅλων ὁμολογίαν κατασμικρύνει. «Ἐπίστευσε γάρ, φησίν, ὁ λαὸς | |
5 | τῷ Θεῷ καὶ Μωϋσεῖ τῷ θεράποντι αὐτοῦ.» Θεῷ τοίνυν συνέζευκται, οὐχὶ τῷ Πνεύματι· καὶ τύπος ἦν οὐχὶ τοῦ Πνεύματος, ἀλλὰ τοῦ Χριστοῦ. Τὸν γὰρ μεσίτην Θεοῦ καὶ ἀνθρώπων δι’ ἑαυτοῦ τότε προαπετύπου ἐν τῇ τοῦ νόμου διακονίᾳ. Οὐ γὰρ τοῦ Πνεύματος τύπος ἦν Μωϋσῆς, τὰ | |
10 | πρὸς τὸν Θεὸν τῷ λαῷ μεσιτεύων. Ἐδόθη γὰρ νόμος «δια‐ ταγεὶς δι’ ἀγγέλων, ἐν χειρὶ μεσίτου»—δηλαδὴ τοῦ Μωϋ‐ σέως—, κατὰ τὴν πρόκλησιν τοῦ λαοῦ λέγοντος· «Λάλησον σύ, φησί, πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεός.» Ὥστε ἡ εἰς αὐτὸν πίστις ἐπὶ τὸν Κύριον ἀναφέρεται, τὸν | |
15 | μεσίτην Θεοῦ καὶ ἀνθρώπων, τὸν εἰπόντα· «Εἰ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί.» Ἆρα οὖν μικρὸν ἡ εἰς τὸν Κύριον πίστις, ἐπειδὴ διὰ Μωϋσέως προεσημάνθη; Οὕτως οὐδὲ εἴ τις εἰς Μωϋσῆν ἐβαπτίσθη, μικρὰ ἡ ἀπὸ τοῦ Πνεύματος ἐπὶ τὸ βάπτισμα | |
20 | χάρις. Καίτοιγε ἔχω λέγειν, ὅτι Μωϋσῆν καὶ τὸν νόμον τῇ | |
Γραφῇ λέγειν σύνηθες, ὡς τό· «Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας.» Τὸ οὖν νομικὸν βάπτισμα λέγων, «ἐβαπτίσ‐ θησαν, εἶπεν, εἰς τὸν Μωϋσῆν». Τί οὖν τὸ καύχημα τῆς ἐλπίδος ἡμῶν, καὶ τὴν πλουσίαν τοῦ Θεοῦ καὶ Σωτῆρος | 360 | |
25 | ἡμῶν δωρεάν, τοῦ διὰ τῆς παλιγγενεσίας ἀνακαινίζοντος ἡμῶν, ὡς ἀετοῦ, τὴν νεότητα, εὐκαταφρόνητον δεικνύουσιν οἱ ἀπὸ τῆς σκιᾶς καὶ τῶν τύπων τὴν ἀλήθειαν διαβάλλοντες; Ἦπου νηπίας φρενὸς παντελῶς τοῦτο, καὶ παιδός τινος ὡς ἀληθῶς γάλακτος δεομένου, ἀγνοεῖν τὸ μέγα τῆς σωτηρίας | |
30 | ἡμῶν μυστήριον, ὅτι κατὰ τὸν εἰσαγωγικὸν τῆς διδασκαλίας τρόπον, ἐν τῇ κατὰ τὴν εὐσέβειαν γυμνασίᾳ πρὸς τὴν τελείωσιν ἐναγόμενοι, τοῖς εὐληπτοτέροις πρῶτον καὶ συμμέτροις ἡμῖν κατὰ τὴν γνῶσιν ἐστοιχειώθημεν· τοῦ οἰκονομοῦντος τὰ ἡμέτερα, ὥσπερ ὀφθαλμοὺς ἐν σκότῳ τραφέντας, τῷ | |
35 | κατ’ ὀλίγον ἐθισμῷ πρὸς τὸ μέγα φῶς τῆς ἀληθείας ἀνά‐ γοντος. Φειδοῖ γὰρ τῆς ἀσθενείας ἡμῶν, ἐν τῷ βάθει τοῦ πλούτου τῆς σοφίας αὐτοῦ καὶ τοῖς ἀνεξιχνιάστοις κρίμασι τῆς συνέσεως τὴν προσηνῆ ταύτην καὶ εὐάρμοστον ἡμῖν ὑπέδειξεν ἀγωγήν, τὰς σκιὰς πρότερον ὁρᾷν τῶν σωμάτων | |
40 | καὶ ἐν ὕδατι βλέπειν τὸν ἥλιον προεθίζων, ὡς μὴ εὐθὺς τῇ θέᾳ τοῦ ἀκράτου φωτὸς προσβαλόντας ἀμαυρωθῆναι. Κατὰ γὰρ τὸν ἴσον λόγον ὅ τε νόμος, «σκιὰν ἔχων τῶν μελλόντων», καὶ ἡ διὰ τῶν προφητῶν προτύπωσις, αἴνιγμα οὖσα τῆς ἀληθείας, γυμναστήρια τῶν ὀφθαλμῶν τῆς καρδίας ἐπινε‐ | |
45 | νόηται· ὡς ἀπὸ τούτων ῥᾳδίας τῆς μεταβάσεως ἡμῖν πρὸς τὴν ἀποκεκρυμμένην ἐν μυστηρίῳ σοφίαν γενησομένης. Τὰ μὲν οὖν περὶ τύπων, ἐπὶ τοσοῦτον. Καὶ γὰρ οὐδὲ δυνατὸν ἐπὶ πλέον προσδιατρίψαι τῷ τόπῳ, ἢ οὕτω γ’ ἂν | |
τὸ ἐπεισόδιον πολλαπλάσιον εἴη τοῦ κεφαλαίου. | 362 | |
15t | ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ | |
15n | Ἀπάντησις πρὸς ἀνθυποφορὰν ὅτι καὶ εἰς ὕδωρ βαπτι‐ ζόμεθα· ἐν ᾧ καὶ τὰ περὶ βαπτίσματος. | |
15.34 | Τί οὖν πρὸς τούτοις ἔτι; Πολλῶν γὰρ διαλύσεων εὐποροῦσιν. Καὶ εἰς ὕδωρ, φασί, βαπτιζόμεθα, καὶ οὐ δήπου τὸ ὕδωρ πάσης ὁμοῦ τῆς κτίσεως προτιμήσομεν, ἢ καὶ αὐτῷ τῆς Πατρὸς καὶ Υἱοῦ τιμῆς μεταδώσαμεν. Οἱ μὲν οὖν | |
5 | ἐκείνων λόγοι τοιοῦτοι, ὁποῖοι ἂν γένοιντο ἀνθρώπων ὠργισμένων, καὶ διὰ τὴν ἐκ τοῦ πάθους τῶν λογισμῶν ἐπισκότησιν, μηδενὸς φειδομένων πρὸς τὴν τοῦ λελυπηκότος ἄμυναν. Ἡμεῖς δὲ οὐδὲ τὸν περὶ τούτων κατοκνήσομεν λόγον. Ἢ γὰρ ἀγνοοῦντας διδάξομεν, ἢ κακουργοῦσιν οὐκ | |
10 | ἐπιτρέψομεν. Μικρὸν δὲ ἄνωθεν. | |
15.35 | Ἡ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν περὶ τὸν ἄνθρωπον οἰκονομία ἀνάκλησίς ἐστιν ἀπὸ τῆς ἐκπτώσεως, καὶ ἐπάνοδος εἰς οἰκείωσιν Θεοῦ ἀπὸ τῆς διὰ τὴν παρακοὴν γενομένης ἀλλοτριώσεως. Διὰ τοῦτο ἡ μετὰ σαρκὸς ἐπιδημία Χριστοῦ· | |
5 | αἱ τῶν εὐαγγελικῶν πολιτευμάτων ὑποτυπώσεις· τὰ πάθη· ὁ σταυρός· ἡ ταφή· ἡ ἀνάστασις· ὥστε τὸν σῳζόμενον ἄνθρωπον διὰ μιμήσεως Χριστοῦ, τὴν ἀρχαίαν ἐκείνην | |
υἱοθεσίαν ἀπολαβεῖν. Ἀναγκαία τοίνυν ἐστὶ πρὸς τελείωσιν ζωῆς, ἡ Χριστοῦ μίμησις, οὐ μόνον ἐν τοῖς κατὰ τὸν βίον | 364 | |
10 | ὑποδείγμασιν ἀοργησίας καὶ ταπεινοφροσύνης καὶ μακρο‐ θυμίας, ἀλλὰ καὶ αὐτοῦ τοῦ θανάτου, ὡς Παῦλός φησιν ὁ μιμητὴς τοῦ Χριστοῦ· «Συμμορφούμενος τῷ θανάτῳ αὐτοῦ, εἴ πως καταντήσω εἰς τὴν ἐκ νεκρῶν ἐξανάστασιν.» Πῶς οὖν γινόμεθα ἐν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ; | |
15 | Συνταφέντες αὐτῷ διὰ τοῦ βαπτίσματος. Τίς οὖν ὁ τρόπος τῆς ταφῆς; καὶ τί τὸ ἐκ τῆς μιμήσεως χρήσιμον; Πρῶτον μὲν ἀναγκαῖον, τὴν ἀκολουθίαν τοῦ προτέρου βίου διακοπῆναι. Τοῦτο δὲ ἀδύνατον, μὴ «ἄνωθεν γεννηθέντα», κατὰ τὴν τοῦ Κυρίου φωνήν. Ἡ γὰρ παλιγγενεσία, ὡς καὶ αὐτὸ δηλοῖ | |
20 | τὸ ὄνομα, δευτέρου βίου ἐστὶν ἀρχή. Ὥστε δὲ ἄρξασθαι τοῦ δευτέρου, πέρας χρὴ δοῦναι τῷ προλαβόντι. Ὡς γὰρ ἐπὶ τῶν τὸν δίαυλον ἀνακαμπτόντων, στάσις τις καὶ ἐπηρέμησις τὰς ἐναντίας κινήσεις διαλαμβάνει· οὕτω καὶ ἐπὶ τῆς τῶν βίων μεταβολῆς ἀναγκαῖον ἐφάνη θάνατον ἀμφοτέροις | |
25 | μεσιτεῦσαι τοῖς βίοις, περατοῦντα μὲν τὰ προάγοντα, ἀρχὴν δὲ διδόντα τοῖς ἐφεξῆς. Πῶς οὖν κατορθοῦμεν τὴν εἰς ᾅδου κατάβασιν; Μιμούμενοι τὴν ταφὴν τοῦ Χριστοῦ διὰ τοῦ βαπτίσματος. Οἱονεὶ γὰρ ἐνθάπτεται τῷ ὕδατι τῶν βαπτι‐ ζομένων τὰ σώματα. Ἀπόθεσιν οὖν τῶν ἔργων τῆς σαρκὸς | |
30 | συμβολικῶς ὑποφαίνει τὸ βάπτισμα, κατὰ τὸν ἀπόστολον λέγοντα, ὅτι «Περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι». Καὶ οἱονεὶ καθάρσιόν ἐστι ψυχῆς τοῦ ἀπὸ τοῦ σαρκικοῦ φρονήματος | |
35 | αὐτῇ προσγενομένου ῥύπου, κατὰ τὸ γεγραμμένον, ὅτι | |
«Πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι». Διὰ τοῦτο οὐχὶ Ἰουδαϊκῶς ἐφ’ ἑκάστῳ μολύσματι ἀπολουόμεθα, ἀλλ’ ἓν οἴδαμεν τὸ σωτήριον βάπτισμα· ἐπειδὴ εἷς ἐστιν ὁ ὑπὲρ τοῦ κόσμου θάνατος, καὶ μία ἡ ἐκ νεκρῶν ἐξανάστασις, | 366 | |
40 | ὧν τύπος ἐστὶ τὸ βάπτισμα. Τούτου χάριν ὁ τὴν ζωὴν ἡμῶν οἰκονομῶν Κύριος τὴν τοῦ βαπτίσματος ἡμῖν ἔθετο διαθήκην, θανάτου τύπον καὶ ζωῆς περιέχουσαν· τὴν μὲν τοῦ θανάτου εἰκόνα τοῦ ὕδατος ἐκπληροῦντος, τὸν δὲ τῆς ζωῆς ἀρραβῶνα παρεχομένου τοῦ Πνεύματος. | |
45 | Ὥστε σαφὲς ἡμῖν ἐντεῦθεν γέγονε τὸ ζητούμενον, διὰ τί τῷ Πνεύματι τὸ ὕδωρ συμπαρελήφθη. Ὅτι δύο σκοπῶν ἐν τῷ βαπτίσματι προκειμένων, καταργῆσαι μὲν τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι αὐτὸ καρποφορεῖν τῷ θανάτῳ, ζῆν δὲ τῷ Πνεύματι, καὶ τὸν καρπὸν ἔχειν ἐν ἁγιασμῷ· τὸ μὲν | |
15.35(50) | ὕδωρ, τοῦ θανάτου τὴν εἰκόνα παρέχει, ὥσπερ ἐν ταφῇ τὸ σῶμα παραδεχόμενον· τὸ δὲ Πνεῦμα τὴν ζωοποιὸν ἐνίησι δύναμιν, ἀπὸ τῆς κατὰ τὴν ἁμαρτίαν νεκρότητος εἰς τὴν ἐξ ἀρχῆς ζωὴν τὰς ψυχὰς ἡμῶν ἀνακαινίζον. Τοῦτο οὖν ἐστι τὸ ἄνωθεν γεννηθῆναι ἐξ ὕδατος καὶ Πνεύματος· ὡς τῆς | |
55 | μὲν νεκρώσεως ἐν τῷ ὕδατι τελουμένης· τῆς δὲ ζωῆς ἡμῶν ἐνεργουμένης διὰ τοῦ Πνεύματος. Ἐν τρισὶν οὖν καταδύσεσι καὶ ἰσαρίθμοις ταῖς ἐπικλήσεσι, τὸ μέγα μυστήριον τοῦ βαπτίσματος τελειοῦται, ἵνα καὶ ὁ τοῦ θανάτου τύπος ἐξει‐ κονισθῇ καὶ τῇ παραδόσει τῆς θεογνωσίας τὰς ψυχὰς φωτι‐ | |
60 | σθῶσιν οἱ βαπτιζόμενοι. Ὥστε εἴ τίς ἐστιν ἐν τῷ ὕδατι χάρις, οὐκ ἐκ τῆς φύσεώς ἐστι τοῦ ὕδατος, ἀλλ’ ἐκ τῆς τοῦ Πνεύ‐ ματος παρουσίας. Οὐ γάρ ἐστι τὸ βάπτισμα «ῥύπου σαρκὸς | |
ἀπόθεσις, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν». Πρὸς οὖν τὸν ἐξ ἀναστάσεως βίον καταρτίζων ἡμᾶς ὁ | 368 | |
65 | Κύριος, τὴν εὐαγγελικὴν πᾶσαν ἐκτίθεται πολιτείαν, τὸ ἀόργητον, τὸ ἀνεξίκακον, τὸ φιληδονίας ἀρρύπωτον, τὸ ἀφιλάργυρον τοῦ τρόπου νομοθετῶν· ὥστε ἅπερ ὁ αἰὼν ἐκεῖνος κατὰ τὴν φύσιν κέκτηται, ταῦτα προλαβόντας ἡμᾶς ἐκ προαιρέσεως κατορθοῦν. Εἰ τοίνυν τις ὁριζόμενος εἴποι | |
70 | τὸ εὐαγγέλιον εἶναι τοῦ ἐξ ἀναστάσεως βίου προδιατύπωσιν, οὐκ ἄν μοι δοκῇ τοῦ προσήκοντος ἁμαρτεῖν. Ἐπὶ οὖν τὸν σκοπὸν ἐπανέλθωμεν. | |
15.36 | Διὰ Πνεύματος ἁγίου ἡ εἰς παράδεισον ἀποκατά‐ στασις· ἡ εἰς βασιλείαν οὐρανῶν ἄνοδος· ἡ εἰς υἱοθεσίαν ἐπάνοδος· ἡ παρρησία τοῦ καλεῖν ἑαυτῶν Πατέρα τὸν Θεόν, κοινωνὸν γενέσθαι τῆς χάριτος τοῦ Χριστοῦ, τέκνον | |
5 | φωτὸς χρηματίζειν, δόξης ἀϊδίου μετέχειν, καὶ ἁπαξαπλῶς ἐν παντὶ πληρώματι εὐλογίας γενέσθαι, ἔν τε τῷ αἰῶνι τούτῳ καὶ ἐν τῷ μέλλοντι· τῶν ἐν ἐπαγγελίαις ἀποκειμένων ἡμῖν ἀγαθῶν, ὧν διὰ πίστεως ἀπεκδεχόμεθα τὴν ἀπόλαυσιν, ὡς ἤδη παρόντων, τὴν χάριν ἐνοπτριζόμενοι. Εἰ γὰρ ὁ | |
10 | ἀρραβὼν τοιοῦτος, ἡλίκον τὸ τέλειον; καὶ εἰ ἡ ἀπαρχὴ τοσαύτη, τίς ἡ τοῦ ὅλου πλήρωσις; Ἔτι κἀκεῖθεν τῆς ἀπὸ τοῦ Πνεύματος χάριτος πρὸς τὸ ἐν ὕδατι βάπτισμα, γνώριμον τὸ διάφορον· ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ἐν ὕδατι· ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς | |
15 | ἐν τῷ Πνεύματι τῷ ἁγίῳ. «Ἐγὼ μὲν γὰρ ὑμᾶς, φησί, βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν· οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί»· τὸ τοῦ πυρὸς βάπτισμα τὴν ἐν τῇ κρίσει δοκιμασίαν | 370 |
20 | λέγων, καθά φησιν ὁ ἀπόστολος· «Ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι, τὸ πῦρ δοκιμάσει.» Καὶ πάλιν· «Ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται.» Ἤδη δέ τινες ἐν τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσιν, ἀληθείᾳ καὶ οὐ μιμήσει τὸν ὑπὲρ Χριστοῦ θάνατον ὑποστάντες, οὐδὲν τῶν | |
25 | ἐκ τοῦ ὕδατος συμβόλων εἰς τὴν σωτηρίαν ἐπεδεήθησαν, ἐν τῷ ἰδίῳ αἵματι βαπτισθέντες. Καὶ οὐκ ἀθετῶν τὸ ἐν τῷ ὕδατι βάπτισμα, ταῦτα λέγω· ἀλλὰ τοὺς λογισμοὺς καθαιρῶν τῶν ἐπαιρομένων κατὰ τοῦ Πνεύματος, καὶ μιγνύντων τὰ | |
ἄμικτα, καὶ παρισαζόντων τὰ ἀσυνείκαστα. | 372 | |
16t | ΚΕΦΑΛΑΙΟΝ Ιϛʹ | |
16n | Ὅτι ἀχώριστον ἐπὶ πάσης ἐννοίας, Πατρὸς καὶ Υἱοῦ τὸ ἅγιον Πνεῦμα, ἐπί τε τῆς τῶν νοητῶν δημιουργίας καὶ ἐπὶ τῆς τῶν ἀνθρώπων οἰκονομίας καὶ ἐπὶ τῆς προσδο‐ κωμένης κρίσεως. | |
16.37 | Ἐπὶ οὖν τὸ ἐξ ἀρχῆς ἐπανίωμεν, ὅπως ἐν πᾶσιν ἀχώριστόν ἐστι καὶ ἀδιάστατον παντελῶς Πατρὸς καὶ Υἱοῦ τὸ ἅγιον Πνεῦμα. Ἐν τῷ περὶ τοῦ χαρίσματος τῶν γλωσσῶν τόπῳ, Κορινθίοις ἐπιστέλλων ὁ Παῦλος, «Ἐὰν πάντες, | |
5 | φησί, προφητεύητε, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· καὶ οὕτω πεσὼν ἐπὶ πρόσωπον, προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι ὁ Θεὸς ὄντως ἐν ὑμῖν ἐστιν.» Εἰ τοίνυν ἐκ τῆς προφητείας, τῆς | |
10 | κατὰ τὴν διαίρεσιν τῶν χαρισμάτων τοῦ Πνεύματος ἐνεργου‐ μένης, ἐπιγινώσκεται ὁ Θεὸς ἐν τοῖς προφήταις εἶναι, βουλευσάσθωσαν οὗτοι ποίαν χώραν ἀποδώσουσι τῷ Πνεύματι τῷ ἁγίῳ· πότερον μετὰ Θεοῦ τάσσειν ἢ πρὸς τὴν κτίσιν ἐξωθεῖν δικαιότερον. Καὶ τὸ πρὸς Σάπφειραν ὑπὸ Πέτρου· | |
15 | «Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ Πνεῦμα τὸ ἅγιον;» «οὐκ ἐψεύσασθε ἀνθρώποις, ἀλλὰ Θεῷ»· δείκνυσιν ὅτι τὰ αὐτὰ εἰς τὸ Πνεῦμα τὸ ἅγιον καὶ εἰς Θεόν ἐστιν τὰ ἁμαρτή‐ ματα. Καὶ οὕτω δ’ ἂν τὸ συναφὲς καὶ ἀδιαίρετον κατὰ πᾶσαν ἐνέργειαν, ἀπὸ Πατρὸς καὶ Υἱοῦ, τοῦ Πνεύματος | |
20 | διδαχθείης. Ἐνεργοῦντος τοῦ Θεοῦ τὰς διαιρέσεις τῶν ἐνεργημάτων καὶ τοῦ Κυρίου τὰς διαιρέσεις τῶν διακονιῶν, συμπάρεστι τὸ ἅγιον Πνεῦμα, τὴν διανομὴν τῶν χαρισμάτων πρὸς τὴν ἀξίαν ἑκάστου αὐτεξουσίως οἰκονομοῦν. «Διαιρέ‐ σεις γάρ, φησί, χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ Πνεῦμα. | 374 |
25 | Καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος. Καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς Θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι.» «Ταῦτα δὲ πάντα, φησίν, ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται.» Οὐ μὴν ἐπειδὴ πρῶτον ἐνταῦθα τοῦ Πνεύματος ὁ ἀπόστολος | |
30 | ἐπεμνήσθη, καὶ δεύτερον τοῦ Υἱοῦ, καὶ τρίτον τοῦ Θεοῦ καὶ Πατρός, ἤδη χρὴ καθόλου νομίζειν ἀντεστράφθαι τὴν τάξιν. Ἀπὸ γὰρ τῆς ἡμετέρας σχέσεως τὴν ἀρχὴν ἔλαβεν· ἐπειδὴ ὑποδεχόμενοι τὰ δῶρα, πρῶτον ἐντυγχάνομεν τῷ διανέμοντι· εἶτα ἐννοοῦμεν τὸν ἀποστείλαντα· εἶτα ἀνάγομεν τὴν | |
35 | ἐνθύμησιν ἐπὶ τὴν πηγὴν καὶ αἰτίαν τῶν ἀγαθῶν. | |
16.38 | Μάθοις δ’ ἂν τὴν πρὸς Πατέρα καὶ Υἱὸν τοῦ Πνεύματος κοινωνίαν καὶ ἐκ τῶν δημιουργημάτων τῶν ἐξ ἀρχῆς. Αἱ γὰρ καθαραὶ καὶ νοεραὶ καὶ ὑπερκόσμιοι δυνάμεις, ἅγιαι καὶ εἰσὶ καὶ ὀνομάζονται, ἐκ τῆς παρὰ τοῦ ἁγίου Πνεύματος | |
5 | ἐνδοθείσης χάριτος τὸν ἁγιασμὸν κεκτημέναι. Ὥστε ἀποσε‐ σιώπηται μὲν ὁ τρόπος τῆς κτίσεως τῶν οὐρανίων δυνάμεων· ἀπὸ γὰρ τῶν αἰσθητῶν μόνον, τὸν δημιουργὸν ἡμῖν ὁ τὴν κοσμογονίαν συγγραψάμενος ἀπεκάλυψε. Σὺ δέ, ἔχων δύνα‐ μιν ἐκ τῶν ὁρατῶν ἀναλογίζεσθαι τὰ ἀόρατα, δόξαζε τὸν | |
10 | ποιητὴν ἐν ᾧ ἐκτίσθη τὰ πάντα, εἴτε ὁρατά, εἴτε ἀόρατα, εἴτε ἀρχαί, εἴτε ἐξουσίαι, εἴτε δυνάμεις, εἴτε θρόνοι, εἴτε κυριό‐ τητες, καὶ εἴ τινές εἰσιν ἕτεραι λογικαὶ φύσεις, ἀκατονόμα‐ | |
στοι. Ἐν δὲ τῇ τούτων κτίσει ἐννόησόν μοι τὴν προκαταρ‐ κτικὴν αἰτίαν τῶν γινομένων, τὸν Πατέρα· τὴν δημιουργικήν, | 376 | |
15 | τὸν Υἱόν· τὴν τελειωτικήν, τὸ Πνεῦμα· ὥστε βουλήματι μὲν τοῦ Πατρὸς τὰ λειτουργικὰ πνεύματα ὑπάρχειν, ἐνεργείᾳ δὲ τοῦ Υἱοῦ εἰς τὸ εἶναι παράγεσθαι, παρουσίᾳ δὲ τοῦ Πνεύματος τελειοῦσθαι. Τελείωσις δὲ ἀγγέλων, ἁγιασμός, καὶ ἡ ἐν τούτῳ διαμονή. | |
20 | Καὶ μηδεὶς οἰέσθω με ἢ τρεῖς εἶναι λέγειν ἀρχικὰς ὑποστά‐ σεις, ἢ ἀτελῆ φάσκειν τοῦ Υἱοῦ τὴν ἐνέργειαν. Ἀρχὴ γὰρ τῶν ὄντων μία, δι’ Υἱοῦ δημιουργοῦσα, καὶ τελειοῦσα ἐν Πνεύματι. Καὶ οὔτε Πατήρ, «ὁ τὰ πάντα ἐν πᾶσιν ἐνεργῶν», ἀτελῆ ἔχει τὴν ἐνέργειαν· οὔτε Υἱὸς ἐλλιπῆ τὴν δημιουργίαν, | |
25 | μὴ τελειουμένην παρὰ τοῦ Πνεύματος. Οὕτω γὰρ ἂν οὔτε Πατὴρ προσδεηθείη Υἱοῦ, μόνῳ τῷ θέλειν δημιουργῶν· ἀλλ’ ὅμως θέλει διὰ Υἱοῦ. Οὔτ’ ἂν Υἱὸς συνεργίας προσδεη‐ θείη, καθ’ ὁμοιότητα τοῦ Πατρὸς ἐνεργῶν· ἀλλὰ καὶ Υἱὸς θέλει διὰ τοῦ Πνεύματος τελειοῦν· «Τῷ λόγῳ γὰρ Κυρίου | |
30 | οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Οὔτε οὖν λόγος, ἀέρος | |
τύπωσις σημαντική, διὰ φωνητικῶν ὀργάνων ἐκφερομένη· οὔτε πνεῦμα, στόματος ἀτμός, ἐκ τῶν ἀναπνευστικῶν μερῶν ἐξωθούμενος· ἀλλὰ Λόγος μὲν ὁ πρὸς Θεὸν ὢν ἐν ἀρχῇ, | 378 | |
35 | καὶ Θεὸς ὤν. Πνεῦμα δὲ στόματος Θεοῦ, «τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται». Τρία τοίνυν νοεῖς, τὸν προστάσσοντα Κύριον, τὸν δημιουρ‐ γοῦντα Λόγον, τὸ στερεοῦν τὸ Πνεῦμα. Τί δ’ ἂν ἄλλο εἴη στερέωσις, ἢ ἡ κατὰ τὸν ἁγιασμὸν τελείωσις, τὸ ἀνένδοτον | |
40 | καὶ ἄτρεπτον καὶ παγίως ἐρηρεισμένον ἐν ἀγαθῷ τῆς στερεώσεως ἐμφαινούσης; Ἁγιασμὸς δέ, οὐκ ἄνευ Πνεύ‐ ματος. Οὐ γὰρ φύσει ἅγιαι αἱ τῶν οὐρανῶν δυνάμεις· ἢ οὕτω γ’ ἂν οὐδεμίαν πρὸς τὸ ἅγιον Πνεῦμα τὴν διαφορὰν ἔχοιεν· ἀλλὰ κατὰ ἀναλογίαν τῆς πρὸς ἀλλήλας ὑπεροχῆς, | |
45 | τοῦ ἁγιασμοῦ τὸ μέτρον παρὰ τοῦ Πνεύματος ἔχουσαι. Ὡς γὰρ ὁ καυτὴρ μετὰ τοῦ πυρὸς νοεῖται, καὶ ἄλλο μέντοι ἡ ὑποκειμένη ὕλη, καὶ ἄλλο τὸ πῦρ· οὕτω καὶ ἐπὶ τῶν οὐρανίων δυνάμεων, ἡ μὲν οὐσία αὐτῶν, ἀέριον πνεῦμα, εἰ τύχοι, ἢ πῦρ ἄϋλον, κατὰ τὸ γεγραμμένον· «Ὁ ποιῶν τοὺς | |
16.38(50) | ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα»· διὸ καὶ ἐν τόπῳ εἰσί, καὶ ὁρατοὶ γίνονται, ἐν τῷ | |
εἴδει τῶν οἰκείων αὐτῶν σωμάτων τοῖς ἀξίοις ἐμφανιζόμενοι. Ὁ μέντοι ἁγιασμὸς ἔξωθεν ὢν τῆς οὐσίας, τὴν τελείωσιν αὐτοῖς ἐπάγει διὰ τῆς κοινωνίας τοῦ Πνεύματος. Φυλάσσουσι | 380 | |
55 | δὲ τὴν ἀξίαν τῇ ἐπιμονῇ τοῦ καλοῦ, ἔχουσαι μὲν ἐν προαιρέσει τὸ αὐτεξούσιον, οὐδέποτε δὲ ἐκ τῆς τοῦ ὄντως ἀγαθοῦ προσεδρείας ἐκπίπτουσαι. Ὡς ἐὰν ὑφέλῃς τῷ λόγῳ τὸ Πνεῦμα, λέλυνται μὲν ἀγγέλων χορεῖαι, ἀνῄρηνται δὲ ἀρχαγγέλων ἐπιστασίαι, συγκέχυται δὲ τὰ πάντα, ἀνομο‐ | |
60 | θέτητος, ἄτακτος, ἀόριστος αὐτῶν ἡ ζωή. Πῶς μὲν γὰρ εἴπωσιν ἄγγελοι· «Δόξα ἐν ὑψίστοις Θεῷ», μὴ δυναμωθέντες ὑπὸ τοῦ Πνεύματος; «Οὐδεὶς γὰρ δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ, καὶ οὐδεὶς ἐν Πνεύματι Θεοῦ λαλῶν λέγει ἀνάθεμα | |
65 | Ἰησοῦν»· ὅπερ εἴποι ἂν τὰ πονηρὰ καὶ ἀντικείμενα πνεύματα, ὧν ἡ ἀπόπτωσις συνίστησι τὸν λόγον, τοῦ αὐτεξουσίους εἶναι τὰς ἀοράτους δυνάμεις, ἰσορρόπως ἐχούσας πρὸς ἀρετὴν καὶ κακίαν, καὶ διὰ τοῦτο δεομένας τῆς τοῦ Πνεύματος βοηθείας. Ἐγὼ καὶ τὸν Γαβριὴλ προλέγειν | |
70 | τὰ μέλλοντα οὐδαμῶς ἄλλως φημί, ἢ τῇ προγνώσει τοῦ Πνεύματος. Διότι ἓν τῶν ἐκ τῆς διαιρέσεως τοῦ Πνεύματος χαρισμάτων ἐστὶν ἡ προφητεία. Ὁ δὲ τὰ μυστήρια τῆς ὀπτασίας «τῷ ἀνδρὶ τῶν ἐπιθυμιῶν» ἐπιταχθεὶς διαγγεῖλαι, πόθεν σοφισθεὶς εἶχε διδάσκειν τὰ κεκρυμμένα, εἰ μὴ τῷ | |
75 | Πνεύματι τῷ ἁγίῳ; τῆς ἀποκαλύψεως τῶν μυστηρίων ἰδίως τῷ Πνεύματι προσηκούσης, κατὰ τὸ γεγραμμένον, ὅτι «Ἡμῖν ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος». Θρόνοι δὲ καὶ κυριότητες, καὶ ἀρχαὶ καὶ ἐξουσίαι, πῶς ἂν τὴν μακαρίαν διεξῆγον ζωήν, εἰ μὴ διὰ παντὸς ἔβλεπον | |
80 | τὸ πρόσωπον τοῦ Πατρὸς τοῦ ἐν οὐρανοῖς. Τὸ δὲ βλέπειν, | |
οὐκ ἄνευ τοῦ Πνεύματος. Ὥσπερ γὰρ ἐν νυκτί, ἐὰν ὑφέλῃς τὸ φῶς ἀπὸ τῆς οἰκίας, τυφλαὶ μὲν αἱ ὄψεις, ἀνενέργητοι δὲ καταλείπονται αἱ δυνάμεις, ἀνεπίγνωστοι δὲ αἱ ἀξίαι, καὶ χρυσοῦ καὶ σιδήρου ὁμοίως πατουμένων διὰ τὴν ἄγνοιαν· | 382 | |
85 | οὕτως ἐπὶ τῆς νοητῆς διακοσμήσεως, ἀμήχανον τὴν ἔνθεσμον ἐκείνην διαμεῖναι ζωὴν ἄνευ τοῦ Πνεύματος· οὐ μᾶλλόν γε ἢ στρατοπέδου τὴν εὐταξίαν, τοῦ ταξιάρχου μὴ παρόντος· ἢ χοροῦ τὴν συμφωνίαν, τοῦ κορυφαίου μὴ συναρμόζοντος. Πῶς εἴπῃ τὰ Σεραφὶμ «Ἅγιος, ἅγιος, ἅγιος», μὴ διδαχθέντα | |
90 | παρὰ τοῦ Πνεύματος ποσάκις ἐστὶν εὐσεβὲς τὴν δοξολογίαν ταύτην ἀναφωνεῖν; Εἴτε οὖν αἰνοῦσι τὸν Θεὸν πάντες οἱ ἄγγελοι αὐτοῦ, καὶ αἰνοῦσιν αὐτὸν πᾶσαι αἱ δυνάμεις αὐτοῦ· διὰ τῆς τοῦ Πνεύματος συνεργείας. Εἴτε παρεστήκασι χίλιαι χιλιάδες ἀγγέλων, καὶ μύριαι μυριάδες λειτουργούντων, ἐν | |
95 | τῇ δυνάμει τοῦ Πνεύματος τὸ οἰκεῖον ἔργον ἀμώμως ἐπιτε‐ λοῦσι. Πᾶσαν οὖν τὴν ὑπερουράνιον ἐκείνην καὶ ἄρρητον ἁρμονίαν ἔν τε τῇ λειτουργίᾳ Θεοῦ καὶ τῇ πρὸς ἀλλήλας τῶν ὑπερκοσμίων δυνάμεων συμφωνίᾳ, ἀδύνατον φυλαχθῆναι μὴ τῇ ἐπιστασίᾳ τοῦ Πνεύματος. Οὕτω μὲν οὖν ἐν δημιουργίᾳ | |
16.38(100) | πάρεστι τὸ Πνεῦμα τὸ ἅγιον τοῖς οὐκ ἐκ προκοπῆς τελειου‐ μένοις, ἀλλ’ ἀπ’ αὐτῆς τῆς κτίσεως εὐθὺς τελείοις, εἰς τὸν ἀπαρτισμὸν καὶ συμπλήρωσιν τῆς ὑποστάσεως αὐτῶν τὴν παρ’ ἑαυτοῦ χάριν συνεισφερόμενον. | |
16.39 | Τὰς δὲ περὶ τὸν ἄνθρωπον οἰκονομίας, τὰς ὑπὸ «τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ» κατὰ τὴν ἀγαθότητα τοῦ Θεοῦ γενομένας, τίς ἀντερεῖ μὴ οὐχὶ | |
διὰ τῆς τοῦ Πνεύματος χάριτος πεπληροῦσθαι; Εἴτε βούλει | 384 | |
5 | τὰ παλαιὰ σκοπεῖν· τὰς τῶν πατριαρχῶν εὐλογίας, τὴν ἐκ τῆς νομοθεσίας δεδομένην βοήθειαν, τοὺς τύπους, τὰς προφητείας, τὰ ἐν πολέμοις ἀνδραγαθήματα, τὰ διὰ τῶν δικαίων σημεῖα· εἴτε τὰ περὶ τὴν ἔνσαρκον τοῦ Κυρίου παρουσίαν οἰκονομηθέντα· διὰ τοῦ Πνεύματος. | |
10 | Πρῶτον μὲν γὰρ αὐτῇ τῇ σαρκὶ τοῦ Κυρίου συνῆν, χρῖσμα γενόμενον, καὶ ἀχωρίστως παρὸν κατὰ τὸ γεγραμμένον· «Ἐφ’ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν, οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός.» Καί· «Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὃν ἔχρισεν ὁ Θεὸς τῷ Πνεύματι τῷ ἁγίῳ». | |
15 | Ἔπειτα πᾶσα ἐνέργεια συμπαρόντος τοῦ Πνεύματος ἐνηργεῖτο. Τοῦτο καὶ ὑπὸ τοῦ διαβόλου πειραζομένῳ παρῆν. «Ἀνήχθη γάρ, φησίν, ὁ Ἰησοῦς ὑπὸ τοῦ Πνεύματος εἰς τὴν ἔρημον, τοῦ πειρασθῆναι.» Καὶ ἐνεργοῦντι τὰς δυνάμεις ἀχωρίστως συνῆν. «Εἰ γὰρ ἐγώ, φησίν, ἐν Πνεύματι | |
20 | Θεοῦ ἐκβάλλω τὰ δαιμόνια.» Καὶ ἐκ νεκρῶν ἀναστάντος οὐκ ἀπελείπετο. Ἀνακαινίζων γὰρ τὸν ἄνθρωπον ὁ Κύριος, καὶ ἣν ἀπώλεσε χάριν ἐκ τοῦ ἐμφυσήματος τοῦ Θεοῦ, ταύτην πάλιν ἀποδιδούς, ἐμφυσήσας εἰς τὸ πρόσωπον τῶν μαθητῶν, τί φησι; «Λάβετε Πνεῦμα ἅγιον. Ἄν τινων ἀφῆτε τὰς | |
25 | ἁμαρτίας, ἀφίενται· καὶ ἄν τινων κρατῆτε, κεκράτηνται.» Ἡ δὲ τῆς Ἐκκλησίας διακόσμησις οὐχὶ σαφῶς καὶ ἀναντιρρήτως διὰ τοῦ Πνεύματος ἐνεργεῖται; Αὐτὸς γὰρ ἔδωκε, φησί, τῇ Ἐκκλησίᾳ «πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα | |
30 | χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσ‐ σῶν». Αὕτη γὰρ ἡ τάξις κατὰ τὴν διαίρεσιν τῶν ἐκ τοῦ Πνεύματος δωρεῶν διατέτακται. | |
16.40 | Εὕροι δὲ ἄν τις ἀκριβῶς λογιζόμενος, καὶ ἐπὶ τοῦ | |
καιροῦ τῆς προσδοκωμένης ἐπιφανείας τῆς ἐξ οὐρανῶν τοῦ Κυρίου, μὴ ἀσυντελὲς τὸ Πνεῦμα τὸ ἅγιον, ὥς τινες οἴονται· ἀλλὰ συμπαρέσται καὶ ἐν τῇ ἡμέρᾳ τῆς ἀποκαλύψεως αὐτοῦ, | 386 | |
5 | καθ’ ἣν κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ ὁ μακάριος καὶ μόνος δυνάστης. Τίς γὰρ οὕτως ἀνήκοος τῶν ἡτοιμασμένων παρὰ Θεοῦ ἀγαθῶν τοῖς ἀξίοις, ὡς ἀγνοεῖν ὅτι καὶ τῶν δικαίων ὁ στέφανος ἡ τοῦ Πνεύματός ἐστι χάρις, δαψιλεστέρα τότε καὶ τελειοτέρα παρεχομένη, κατὰ τὴν ἀναλογίαν τῶν | |
10 | ἀνδραγαθημάτων τῆς πνευματικῆς δόξης διανεμομένης ἑκάστῳ; Ἐν γὰρ ταῖς λαμπρότησι τῶν ἁγίων μοναὶ πολλαὶ παρὰ τῷ Πατρί· τουτέστιν ἀξιωμάτων διαφοραί. «Ὡς γὰρ ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ, οὕτω καὶ ἡ ἀνάστασις τῶν νεκρῶν.» Οἱ τοίνυν σφραγισθέντες τῷ Πνεύματι τῷ | |
15 | ἁγίῳ εἰς ἡμέραν ἀπολυτρώσεως, καὶ ἣν ἔλαβον ἀπαρχὴν τοῦ Πνεύματος ἀκέραιον καὶ ἀμείωτον διασώσαντες, οὗτοί εἰσιν οἱ ἀκούσοντες· «Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω.» Ὁμοίως δὲ καὶ οἱ λυπήσαντες τὸ Πνεῦμα τὸ ἅγιον τῇ πονηρίᾳ τῶν ἐπιτηδευ‐ | |
20 | μάτων αὐτῶν, ἢ οἱ μὴ ἐπεργασάμενοι τῷ δοθέντι, ἀφαιρε‐ θήσονται ὃ εἰλήφασιν, εἰς ἑτέρους μετατιθεμένης τῆς χάριτος· ἤ, κατά τινα τῶν εὐαγγελιστῶν, καὶ διχοτομηθή‐ σονται παντελῶς· τῆς διχοτομίας νοουμένης κατὰ τὴν εἰς τὸ παντελὲς ἀπὸ τοῦ Πνεύματος ἀλλοτρίωσιν. Οὔτε γὰρ | |
25 | σῶμα διαιρεῖται· ὡς τὸ μὲν παραδίδοσθαι τῇ κολάσει· τὸ δὲ ἀφίεσθαι. Μυθικὸν γὰρ τοῦτό γε, καὶ οὐ κατὰ δίκαιον κριτήν, ὅλου ἡμαρτηκότος, ἐξ ἡμισείας εἶναι τὴν κόλασιν. Οὔτε ψυχὴ διχῆ τέμνεται, ὅλη δι’ ὅλου τὸ ἁμαρτωλὸν φρόνημα κεκτημένη, καὶ συγκατεργαζομένη τῷ σώματι τὸ | |
30 | κακόν. Ἀλλὰ διχοτομία, ὥσπερ ἔφην, ἡ ἀπὸ τοῦ Πνεύματος εἰς τὸ διηνεκὲς τῆς ψυχῆς ἀλλοτρίωσις. Νῦν μὲν γάρ, εἰ καὶ μὴ ἀνακέκραται τοῖς ἀναξίοις, ἀλλ’ οὖν παρεῖναι δοκεῖ πως τοῖς ἅπαξ ἐσφραγισμένοις· τὴν ἐκ τῆς ἐπιστροφῆς σωτηρίαν αὐτῶν ἀναμένον· τότε δὲ ἐξ ὅλου τῆς βεβηλωσάσης αὐτοῦ τὴν | 388 |
35 | χάριν ψυχῆς ἀποτμηθήσεται. Διὰ τοῦτο οὐκ ἔστιν ἐν τῷ ᾅδῃ ὁ ἐξομολογούμενος, οὐδὲ ἐν τῷ θανάτῳ ὁ μνημονεύων Θεοῦ, οὐκέτι τῆς βοηθείας τοῦ Πνεύματος συμπαρούσης. Πῶς οὖν δυνατὸν νοῆσαι χωρὶς τοῦ ἁγίου Πνεύματος ἐπιτελεῖσθαι τὴν κρίσιν, ὅπου γε ὁ λόγος δείκνυσιν, ὅτι αὐτό ἐστι καὶ τὸ τῶν | |
40 | δικαίων βραβεῖον, ὅταν ἀντὶ τοῦ ἀρραβῶνος παρασχεθῇ τὸ τέλειον, καὶ ἡ πρώτη τῶν ἁμαρτωλῶν καταδίκη, ὅταν καὶ ὃ δοκοῦσιν ἔχειν ἀφαιρεθῶσι; Τὸ δὲ μέγιστον τεκμήριον τῆς πρὸς Πατέρα καὶ Υἱὸν τοῦ Πνεύματος συναφείας, ὅτι οὕτως ἔχειν λέγεται πρὸς Θεόν, | |
45 | ὡς πρὸς ἕκαστον ἔχει τὸ πνεῦμα τὸ ἐν ἡμῖν. «Τίς γὰρ οἶδε, φησίν, ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνωκεν, εἰ μὴ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ.» | |
Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. | 390 | |
17t | ΚΕΦΑΛΑΙΟΝ ΙΖʹ | |
17n | Πρὸς τοὺς λέγοντας μὴ συναριθμεῖσθαι Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα, ἀλλ’ ὑπαριθμεῖσθαι· ἐν ᾧ καὶ περὶ τῆς εὐσεβοῦς συναριθμήσεως κεφαλαιώδης ἐπιδρομὴ τῆς πίστεως. | |
17.41 | Τὴν δὲ ὑπαρίθμησιν ὃ καὶ λέγουσι, καὶ κατὰ τίνος σημαινομένου τὴν φωνὴν ταύτην ἄγουσιν, οὐδὲ ἐπινοῆσαι ῥᾴδιον. Ὅτι μὲν γὰρ ἐκ τῆς τοῦ κόσμου σοφίας καὶ αὐτὴ ἡμῖν ἐπεισήχθη, παντὶ γνώριμον. Εἰ δὲ ἔχει τινὰ οἰκεῖον | |
5 | λόγον πρὸς τὰ προκείμενα, τοῦτο ἐπισκεψώμεθα. Φασὶ τοίνυν οἱ δεινοὶ τὰ μάταια, τὰ μὲν κοινὰ εἶναι τῶν ὀνομάτων, καὶ ἐπὶ πολὺ διήκειν ταῖς σημασίαις. Τὰ δὲ ἰδικώτερα· καὶ ἄλλα ἄλλων μερικωτέραν ἔχειν τὴν δύναμιν. | |
Οἷον, κοινὸν μὲν ὄνομα ἡ οὐσία, πᾶσιν ἐπιλεγομένη, καὶ | 392 | |
10 | ἀψύχοις καὶ ἐμψύχοις ὁμοίως. Ἰδικώτερον δὲ τὸ ζῷον· ἐπ’ ἔλαττον μὲν τοῦ προτέρου λεγόμενον, ἐπὶ πλέον δὲ τῶν ὑπ’ αὐτὸ θεωρούμενον. Καὶ γὰρ καὶ λογικῶν αὐτῷ καὶ ἀλόγων φύσις ἐμπεριέχεται. Πάλιν ἰδικώτερόν ἐστι τοῦ ζῴου ὁ ἄνθρωπος, καὶ τούτου ὁ ἀνήρ, καὶ τοῦ ἀνδρὸς ὁ | |
15 | καθ’ ἕκαστον, Πέτρος ἢ Παῦλος ἢ Ἰωάννης. Ἆρα οὖν τοῦτο νοοῦσι τὴν ὑπαρίθμησιν, τὴν τοῦ κοινοῦ εἰς τὰ ὑπεσταλμένα διαίρεσιν; Ἀλλ’ οὐκ ἂν πιστεύσαιμι εἰς τοσοῦτον αὐτοὺς παραπληξίας ἐλαύνειν, ὥστε φάναι τὸν Θεὸν τῶν ὅλων, ὥσπερ κοινότητά τινα, λόγῳ μόνῳ θεωρητήν, | |
20 | ἐν οὐδεμιᾷ δὲ ὑποστάσει τὸ εἶναι ἔχουσαν, εἰς τὰ ὑποκείμενα διαιρεῖσθαι· εἶτα τὴν ὑποδιαίρεσιν ταύτην καὶ ὑπαρίθμησιν λέγεσθαι. Ἢ τοῦτο μὲν οὐδ’ ἂν μελαγχολῶντες εἴποιεν. Πρὸς γὰρ τῇ ἀσεβείᾳ, καὶ τὸν ἐναντίον λόγον τῆς οἰκείας ἑαυτῶν προαιρέσεως κατασκευάζουσι. Τὰ γὰρ ὑποδιαιρού‐ | |
25 | μενα τῆς αὐτῆς ἐστιν ἐκείνοις οὐσίας ἀφ’ ὧν διῄρηνται. Ἀλλ’ ἐοίκαμεν διὰ πολλὴν τῆς ἀτοπίας ἐνάργειαν ἀπορεῖν λόγων, καὶ οὐκ ἔχειν πῶς τῆς ἀλογίας αὐτῶν καθαψόμεθα· ὥστε δοκοῦσί μοί τι κερδαίνειν παρὰ τὴν ἄνοιαν. Ὡς γὰρ | |
πρὸς τὰ μαλακὰ καὶ ὑπείκοντα τῶν σωμάτων, τῷ μὴ ἔχειν | 394 | |
30 | ἀντέρεισιν, οὐκ ἔστι γενναίαν τὴν πληγὴν ἐνεγκεῖν· οὕτως οὐδὲ τῶν προδήλων εἰς ἄνοιαν δυνατὸν ἐλέγχῳ νεανικῷ καθικέσθαι. Λείπεται οὖν σιωπῇ τὸ βδελυκτὸν αὐτῶν τῆς ἀσεβείας παραδραμεῖν. Ἀλλ’ οὐκ ἐᾷ τὴν ἡσυχίαν τῶν ἀδελφῶν ἡ ἀγάπη, καὶ ἡ βαρύτης τῶν ἐναντίων. | |
17.42 | Τί γὰρ λέγουσιν; Ὁρᾶτε αὐτῶν τῆς ἀλαζονείας τὰ ῥήματα. Ἡμεῖς τοῖς μὲν ὁμοτίμοις φαμὲν τὴν συναρίθμησιν πρέπειν· τοῖς δὲ πρὸς τὸ χεῖρον παρηλλαγμένοις τὴν ὑπαρίθμησιν. Καὶ τοῦτο τίποτε λέγετε; Οὐ γὰρ συνίημι | |
5 | ὑμῶν τῆς ἀλλοκότου σοφίας. Πότερον ὅτι χρυσὸς μὲν χρυσῷ συναριθμεῖται, ὁ δὲ μόλυβδος οὐκέτι τῆς συναριθμήσεως ἄξιος, ἀλλὰ διὰ τὸ τῆς ὕλης εὔωνον ὑπαριθμηθήσεται τῷ χρυσῷ; Καὶ τοσαύτην δύναμιν τῷ ἀριθμῷ μαρτυρεῖτε, ὡς ἢ τῶν εὐτελῶν τὴν ἀξίαν ὑπεραίρειν, ἢ τῶν πολυτιμήτων τὸ | |
10 | σεμνὸν καταβάλλειν; Οὐκοῦν πάλιν καὶ τὸν χρυσὸν τοῖς βαρυτίμοις τῶν λίθων ὑπαριθμήσεις, κἀκείνων τοῖς εὐανθεσ‐ τέροις καὶ μείζοσι τοὺς ἀλαμπεστέρους καὶ μικροτέρους. Ἀλλὰ τί οὐκ ἂν εἴποιεν οἱ εἰς μηδὲν ἄλλο εὐκαιροῦντες ἢ λέγειν τι καὶ ἀκούειν καινότερον; Ὀνομαζέσθωσαν λοιπὸν | |
15 | μετὰ Στωϊκῶν καὶ Ἐπικουρείων οἱ διαψηφισταὶ τῆς ἀσεβείας. Τίς γὰρ ἂν καὶ γένοιτο πρὸς τὰ πολύτιμα τῶν ἀτιμοτέρων ἡ ὑπαρίθμησις; Ὁ χαλκοῦς ὀβολὸς τῷ χρυσῷ στατῆρι πῶς ὑπαριθμηθήσεται; Ὅτι οὐ λέγομεν, φησί, δύο κεκτῆσθαι νομίσματα· ἀλλ’ ἓν καὶ ἕν. Πότερον οὖν τούτων ποτέρῳ | |
20 | ὑπαριθμεῖται; Ἐκφωνεῖται μὲν γὰρ ὁμοίως ἑκάτερον. Ἐὰν μὲν οὖν καθ’ ἑαυτὸ ἕκαστον ἀριθμήσῃς, ὁμοτιμίαν ποιεῖς ἐν τῷ ὁμοίῳ τρόπῳ τῆς ἀριθμήσεως· ἐὰν δὲ συνάψῃς | |
αὐτά, πάλιν ἑνοῖς τὴν ἀξίαν συναριθμῶν ἀλλήλοις ἀμφότερα. Εἰ δὲ ὅπερ ἂν δεύτερον ἀριθμηθῇ, τοῦτο ἕξει τὴν ὑπαρίθμησιν, | 396 | |
25 | ἐν τῷ ἀριθμοῦντί ἐστιν ἀπὸ τοῦ χαλκοῦ νομίσματος τῆς ἀριθμήσεως ἄρξασθαι. Ἀλλὰ τῆς ἀμαθίας τὸν ἔλεγχον ὑπερθέμενοι, ἐπὶ τὰ συνέχοντα τὸν λόγον τρέψωμεν. | |
17.43 | Καὶ τὸν Υἱὸν ὑπαριθμεῖσθαι τῷ Πατρὶ λέγετε, καὶ τὸ Πνεῦμα τῷ Υἱῷ, ἢ τῷ Πνεύματι μόνῳ τὴν ὑπαρίθμησιν ἀφορίζετε; Εἰ μὲν γὰρ καὶ τὸν Υἱὸν ὑπαριθμεῖτε, πάλιν τὸν αὐτὸν λόγον τῆς ἀσεβείας ἀνακαινίζετε, τὸ ἀνόμοιον τῆς | |
5 | οὐσίας, τὴν τοῦ ἀξιώματος ταπεινότητα, τὴν ἐν ὑστέρῳ γένεσιν, καὶ ἁπαξαπλῶς πάσας ὁμοῦ τὰς εἰς τὸν Μονογενῆ βλασφημίας, δι’ ἑνὸς τούτου ῥήματος ἀνακυκλοῦντες ἐπιδει‐ χθήσεσθε· οἷς ἀντιλέγειν μακρότερον ἢ κατὰ τὴν παροῦσαν ὁρμήν, ἄλλως τε καὶ ἐν ἄλλοις κατὰ δύναμιν ὑφ’ ἡμῶν τῆς | |
10 | ἀσεβείας διελεγχθείσης. Εἰ δὲ τῷ Πνεύματι πρέπειν οἴονται μόνῳ τὴν ὑπαρίθμησιν, μανθανέτωσαν ὅτι κατὰ τὸν αὐτὸν τρόπον συνεκφωνεῖται τῷ Κυρίῳ τὸ Πνεῦμα, καθ’ ὃν καὶ ὁ Υἱὸς τῷ Πατρί. Τὸ γὰρ ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ὁμοίως ἐκδέδοται. Ὡς τοίνυν ἔχει ὁ Υἱὸς πρὸς | |
15 | τὸν Πατέρα, οὕτω πρὸς τὸν Υἱὸν τὸ Πνεῦμα κατὰ τὴν ἐν τῷ βαπτίσματι παραδεδομένην τοῦ λόγου σύνταξιν. Εἰ δὲ τὸ Πνεῦμα τῷ Υἱῷ συντέτακται, ὁ δὲ Υἱὸς τῷ Πατρί, δηλονότι καὶ τὸ Πνεῦμα τῷ Πατρί. Τίνα οὖν ἔχει χώραν, τὸ μὲν συναριθμεῖσθαι, τὸ δὲ ὑπαριθμεῖσθαι λέγειν, ἐν μιᾷ καὶ τῇ | |
20 | αὐτῇ συστοιχίᾳ κατατεταγμένων τῶν ὀνομάτων; Ὅλως δέ, τί τῶν πάντων ἐξέστη ποτὲ τῆς ἑαυτοῦ φύσεως ἀριθμούμενον; Ἀλλ’ οὐχὶ τὰ μὲν ἀριθμητὰ διαμένει οἷα πέφυκεν ἐξ ἀρχῆς, ὁ δὲ ἀριθμὸς σημεῖον γνωριστικὸν τοῦ πλήθους τῶν ὑποκειμένων παρ’ ἡμῶν ἐφαρμόζεται; Τῶν | 398 |
25 | γὰρ σωμάτων τὰ μὲν ἀριθμοῦμεν, τὰ δὲ μετροῦμεν, τὰ δὲ σταθμώμεθα· καὶ ὧν μὲν συνεχὴς ἡ φύσις, μέτρῳ καταλαμ‐ βάνομεν· ὧν δὲ διωρισμένη, τῷ ἀριθμῷ ὑποβάλλομεν, πλὴν ὅσα διὰ λεπτότητα καὶ αὐτὰ πάλιν μετρητὰ γίνεται· τὰ δὲ βάρη ταῖς ἐπὶ τοῦ ζυγοῦ ῥοπαῖς διακρίνομεν. Οὐ τοίνυν | |
30 | ἐπειδὴ ἑαυτοῖς σημεῖα πρὸς τὴν τοῦ ποσοῦ γνῶσιν ἐπενοή‐ σαμεν, ἤδη καὶ τὴν φύσιν τῶν σημειωθέντων ἠλλάξαμεν. Ὥσπερ οὖν οὐχ ὑποσταθμώμεθα ἀλλήλοις τὰ σταθμητά, κἂν τὸ μὲν χρυσός, τὸ δὲ κασσίτερος ᾖ, οὐδὲ ὑπομετροῦμεν τὰ μετρητά· οὕτως οὐδὲ τὰ ἀριθμητὰ πάντως ὑπαριθμή‐ | |
35 | σομεν. Εἰ δὲ οὐδὲν τῶν ἄλλων τὴν ὑπαρίθμησιν δέχεται, πῶς τῷ Πνεύματι φασὶ προσήκειν ὑπαριθμεῖσθαι; Ἀλλὰ τὰ Ἑλλη‐ νικὰ νοσοῦντες οἴονται τὰ κατὰ βαθμὸν ἀξιωμάτων ἢ κατὰ | |
οὐσίας ὕφεσιν ὑποβαίνοντα, ταῦτα προσήκειν ὑπαριθμεῖσθαι. | 400 | |
18t | ΚΕΦΑΛΑΙΟΝ ΙΗʹ | |
18n | Πῶς ἐν τῇ ὁμολογίᾳ τῶν τριῶν ὑποστάσεων τὸ εὐσεβὲς τῆς μοναρχίας δόγμα διατηροῦμεν, ἐν ᾧ καὶ ὁ κατὰ τῶν τὸ Πνεῦμα ὑπαριθμεῖσθαι φασκόντων ἔλεγχος. | |
18.44 | Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα παραδιδοὺς ὁ Κύριος, οὐ μετὰ τοῦ ἀριθμοῦ συνεξέδωκεν. Οὐ γὰρ εἶπεν ὅτι εἰς πρῶτον καὶ δεύτερον καὶ τρίτον· οὐδὲ εἰς ἓν καὶ δύο καὶ τρία· ἀλλὰ δι’ ὀνομάτων ἁγίων τὴν γνῶσιν τῆς πρὸς | |
5 | σωτηρίαν ἀγούσης πίστεως ἐχαρίσατο. Ὥστε τὸ μὲν σῷζον ἡμᾶς ἡ πίστις ἐστίν. Ὁ δὲ ἀριθμὸς σημεῖον γνωριστικὸν τοῦ ποσοῦ τῶν ὑποκειμένων ἐπινενόηται. Ἀλλ’ οἱ πανταχόθεν ἑαυτοῖς τὰς βλάβας ἐπισυνάγοντες, καὶ τῇ τοῦ ἀριθμεῖν δυνάμει κατὰ τῆς πίστεως κέχρηνται· οἵγε οὐδενὸς τῶν | |
10 | ἄλλων ἐκ τῆς τοῦ ἀριθμοῦ προσθήκης ἀλλοιουμένου, οὗτοι | |
ἐπὶ τῆς θείας φύσεως εὐλαβοῦνται τὸν ἀριθμόν, μὴ δι’ αὐτοῦ τῆς ὀφειλομένης τῷ Παρακλήτῳ τιμῆς ὑπερβῶσι τὸ μέτρον. Ἀλλ’ ὦ σοφώτατοι, μάλιστα μὲν ὑπὲρ ἀριθμὸν ἔστω τὰ ἀνέφικτα· ὡς ἡ παλαιὰ τῶν Ἑβραίων εὐλάβεια ἰδίοις | 402 | |
15 | σημείοις τὸ ἀνεκφώνητον ὄνομα τοῦ Θεοῦ διεχάρασσε, καὶ ἐκ τούτου τὴν κατὰ πάντων ὑπεροχὴν παριστῶσα. Εἰ δὲ ἄρα δεῖ καὶ ἀριθμεῖν, μήτοιγε καὶ ἐν τούτῳ κακουργεῖν τὴν ἀλήθειαν. Ἢ γὰρ σιωπῇ τιμάσθω τὰ ἄρρητα, ἢ εὐσεβῶς ἀριθμείσθω τὰ ἅγια. | |
20 | Εἷς Θεὸς καὶ Πατὴρ καὶ εἷς μονογενὴς Υἱὸς καὶ ἓν Πνεῦμα ἅγιον. Ἑκάστην τῶν ὑποστάσεων μοναχῶς ἐξαγγέλ‐ λομεν· ἐπειδὰν δὲ συναριθμῆσαι δέῃ, οὐχὶ ἀπαιδεύτῳ ἀριθμήσει πρὸς πολυθεΐας ἔννοιαν ἐκφερόμεθα. | |
18.45 | Οὐ γὰρ κατὰ σύνθεσιν ἀριθμοῦμεν, ἀφ’ ἑνὸς εἰς πλῆθος ποιούμενοι τὴν παραύξησιν, ἓν καὶ δύο καὶ τρία λέγοντες, οὐδὲ πρῶτον καὶ δεύτερον καὶ τρίτον. «Ἐγὼ γὰρ Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα.» Δεύτερον δὲ Θεὸν οὐδέπω | |
5 | καὶ τήμερον ἀκηκόαμεν· Θεὸν γὰρ ἐκ Θεοῦ προσκυνοῦντες, | |
καὶ τὸ ἰδιάζον τῶν ὑποστάσεων ὁμολογοῦμεν, καὶ μένομεν ἐπὶ τῆς μοναρχίας, εἰς πλῆθος ἀπεσχισμένον τὴν θεολογίαν μὴ σκεδαννύντες· διὰ τὸ μίαν ἐν Θεῷ Πατρὶ καὶ Θεῷ Μονογενεῖ τὴν οἱονεὶ μορφὴν θεωρεῖσθαι, τῷ ἀπαραλλάκτῳ | 404 | |
10 | τῆς θεότητος ἐνεικονιζομένην. Υἱὸς γὰρ ἐν τῷ Πατρί, καὶ Πατὴρ ἐν τῷ Υἱῷ· ἐπειδὴ καὶ οὗτος τοιοῦτος, οἷος ἐκεῖνος, κἀκεῖνος οἱόσπερ οὗτος· καὶ ἐν τούτῳ τὸ ἕν. Ὥστε κατὰ μὲν τὴν ἰδιότητα τῶν προσώπων, εἷς καὶ εἷς· κατὰ δὲ τὸ κοινὸν τῆς φύσεως, ἓν οἱ ἀμφότεροι. Πῶς οὖν, εἴπερ εἷς καὶ | |
15 | εἷς, οὐχὶ δύο θεοί; Ὅτι βασιλεὺς λέγεται καὶ ἡ τοῦ βασιλέως εἰκών, καὶ οὐ δύο βασιλεῖς. Οὔτε γὰρ τὸ κράτος σχίζεται, οὔτε ἡ δόξα διαμερίζεται. Ὡς γὰρ ἡ κρατοῦσα ἡμῶν ἀρχὴ καὶ ἡ ἐξουσία μία, οὕτω καὶ ἡ παρ’ ἡμῶν δοξολογία μία, καὶ οὐ πολλαί· διότι ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον | |
20 | διαβαίνει. Ὃ οὖν ἐστιν ἐνταῦθα μιμητικῶς ἡ εἰκών, τοῦτο ἐκεῖ φυσικῶς ὁ Υἱός. Καὶ ὥσπερ ἐπὶ τῶν τεχνικῶν κατὰ τὴν μορφὴν ἡ ὁμοίωσις, οὕτως ἐπὶ τῆς θείας καὶ ἀσυνθέτου | |
φύσεως, ἐν τῇ κοινωνίᾳ τῆς θεότητός ἐστιν ἡ ἕνωσις. Ἓν δὲ καὶ τὸ ἅγιον Πνεῦμα, καὶ αὐτὸ μοναδικῶς ἐξαγγελ‐ | 406 | |
25 | λόμενον, δι’ ἑνὸς Υἱοῦ τῷ ἑνὶ Πατρὶ συναπτόμενον, καὶ δι’ ἑαυτοῦ συμπληροῦν τὴν πολυύμνητον καὶ μακαρίαν Τριάδα· οὗ τὴν πρὸς Πατέρα καὶ Υἱὸν οἰκείωσιν ἱκανῶς ἐμφαίνει τὸ μὴ ἐν τῷ πλήθει τῆς κτίσεως τετάχθαι, ἀλλὰ μοναχῶς ἐκφωνεῖσθαι. Οὐ γὰρ ἓν τῶν πολλῶν ἐστιν· | |
30 | ἀλλ’ ἕν ἐστιν. Ὡς γὰρ εἷς Πατὴρ καὶ εἷς Υἱός, οὕτω καὶ ἓν Πνεῦμα ἅγιον. Τῆς μὲν οὖν κτιστῆς φύσεως τοσοῦτον ἀποκεχώρηκεν, ὅσον εἰκὸς τὸ μοναδικὸν τῶν συστηματικῶν καὶ πληθυσμὸν ἐχόντων. Πατρὶ δὲ καὶ Υἱῷ κατὰ τοσοῦτον ἥνωται, καθόσον ἔχει μονὰς πρὸς μονάδα τὴν οἰκειότητα. | |
18.46 | Καὶ οὐκ ἐντεῦθεν μόνον τῆς κατὰ τὴν φύσιν κοινωνίας αἱ ἀποδείξεις, ἀλλ’ ὅτι καὶ ἐκ τοῦ Θεοῦ εἶναι λέγεται· οὐχ ὡς τὰ πάντα ἐκ τοῦ Θεοῦ, ἀλλ’ ὡς ἐκ τοῦ Θεοῦ προελθόν· οὐ γεννητῶς ὡς ὁ Υἱός, ἀλλ’ ὡς Πνεῦμα στόματος αὐτοῦ. | |
5 | Πάντως δὲ οὔτε τὸ στόμα μέλος, οὔτε πνοὴ λυομένη τὸ Πνεῦμα· ἀλλὰ καὶ τὸ στόμα θεοπρεπῶς, καὶ τὸ Πνεῦμα οὐσία ζῶσα, ἁγιασμοῦ κυρία· τῆς μὲν οἰκειότητος δηλου‐ μένης ἐντεῦθεν, τοῦ δὲ τρόπου τῆς ὑπάρξεως ἀρρήτου | |
φυλασσομένου. | 408 | |
10 | Ἀλλὰ καὶ Πνεῦμα Χριστοῦ λέγεται, ὡς ᾠκειωμένον κατὰ τὴν φύσιν αὐτῷ. Διὰ τοῦτο «Εἴ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ». Ὅθεν μόνον ἀξίως δοξάζει τὸν Κύριον. «Ἐκεῖνος γὰρ ἐμὲ δοξάσει», φησίν, οὐχ ὡς ἡ κτίσις, ἀλλ’ ὡς Πνεῦμα τῆς ἀληθείας, τρανῶς ἐκφαῖνον ἐν | |
15 | ἑαυτῷ τὴν ἀλήθειαν· καὶ ὡς Πνεῦμα σοφίας, τὸν Χριστόν, τὴν τοῦ Θεοῦ δύναμιν, καὶ τὴν τοῦ Θεοῦ σοφίαν ἐν τῷ ἑαυτοῦ μεγέθει ἀποκάλυπτον. Καὶ ὡς Παράκλητος δὲ ἐν ἑαυτῷ χαρακτηρίζει τοῦ ἀποστείλαντος αὐτὸν Παρακλήτου τὴν ἀγαθότητα· καὶ ἐν τῷ ἑαυτοῦ ἀξιώματι τὴν μεγαλω‐ | |
20 | σύνην ἐμφαίνει τὴν τοῦ ὅθεν προῆλθεν. Ἔστιν οὖν δόξα ἡ μέν τις φυσική· ὡς δόξα ἡλίου τὸ φῶς· ἡ δέ τις ἔξωθεν, ἡ ἐκ προαιρέσεως, κεκριμένως τοῖς ἀξίοις προ‐ σαγομένη. Διπλῆ δὲ καὶ αὕτη. «Υἱὸς γάρ, φησί, δοξάζει Πατέρα, καὶ δοῦλος τὸν Κύριον αὐτοῦ.» Τούτων τοίνυν ἡ | |
25 | μὲν δουλικὴ παρὰ τῆς κτίσεως προσάγεται· ἡ δέ, ἵν’ οὕτως εἴπω, οἰκειακὴ παρὰ τοῦ Πνεύματος ἐκπληροῦται. Ὡς γὰρ περὶ ἑαυτοῦ ἔλεγεν· «Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον ἐτελείωσα ὃ ἔδωκάς μοι ἵνα ποιήσω»· οὕτω καὶ περὶ τοῦ Παρακλήτου· «Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ | |
30 | ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν.» Καὶ ὡς δοξάζεται Υἱὸς παρὰ τοῦ Πατρός, λέγοντος· «Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω»· οὕτω δοξάζεται τὸ Πνεῦμα διὰ τῆς πρὸς Πα‐ τέρα καὶ Υἱὸν κοινωνίας, καὶ διὰ τῆς τοῦ Μονογενοῦς μαρ‐ τυρίας, λέγοντος· «Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθή‐ | |
35 | σεται ὑμῖν τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ Πνεύματος βλασφημία | |
οὐκ ἀφεθήσεται.» | 410 | |
18.47 | Ἐπειδὴ δὲ διὰ δυνάμεως φωτιστικῆς τῷ κάλλει τῆς τοῦ Θεοῦ τοῦ ἀοράτου εἰκόνος ἐνατενίζομεν, καὶ δι’ αὐτῆς ἀναγόμεθα ἐπὶ τὸ ὑπέρκαλον τοῦ ἀρχετύπου θέαμα, αὐτοῦ που πάρεστιν ἀχωρίστως τὸ τῆς γνώσεως Πνεῦμα, τὴν | |
5 | ἐποπτικὴν τῆς εἰκόνος δύναμιν ἐν ἑαυτῷ παρεχόμενον τοῖς τῆς ἀληθείας φιλοθεάμοσιν, οὐκ ἔξωθεν τὴν δεῖξιν ποιούμενον, ἀλλ’ ἐν ἑαυτῷ εἰσάγον πρὸς τὴν ἐπίγνωσιν. Ὡς γὰρ «οὐδεὶς οἶδε τὸν Πατέρα εἰ μὴ ὁ Υἱός», οὕτως «οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ». Οὐ γὰρ | |
10 | διὰ Πνεύματος εἴρηται, ἀλλ’ ἐν Πνεύματι. Καὶ «Πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν Πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν»· καθὼς γέγραπται· «Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς», τουτέστιν ἐν τῷ φωτισμῷ τοῦ Πνεύματος, «φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον | |
15 | ἐρχόμενον εἰς τὸν κόσμον». Ὥστε ἐν ἑαυτῷ δείκνυσι τὴν δόξαν τοῦ Μονογενοῦς, καὶ τοῖς ἀληθινοῖς προσκυνηταῖς ἐν ἑαυτῷ τὴν τοῦ Θεοῦ γνῶσιν παρέχεται. Ἡ τοίνυν ὁδὸς τῆς θεογνωσίας ἐστὶν ἀπὸ ἑνὸς Πνεύματος, διὰ τοῦ ἑνὸς Υἱοῦ, ἐπὶ τὸν ἕνα Πατέρα. Καὶ ἀνάπαλιν, ἡ φυσικὴ ἀγαθότης, καὶ | |
20 | ὁ κατὰ φύσιν ἁγιασμός, καὶ τὸ βασιλικὸν ἀξίωμα, ἐκ Πατρός, διὰ τοῦ Μονογενοῦς, ἐπὶ τὸ Πνεῦμα διήκει. Οὕτω καὶ αἱ ὑποστάσεις ὁμολογοῦνται, καὶ τὸ εὐσεβὲς δόγμα τῆς μοναρ‐ | |
χίας οὐ διαπίπτει. Οἱ δὲ τὴν ὑπαρίθμησιν ἐν τῷ πρῶτον καὶ δεύτερον καὶ | 412 | |
25 | τρίτον λέγειν τιθέμενοι γνωριζέσθωσαν τὸ πολύθεον τῆς Ἑλληνικῆς πλάνης τῇ ἀχράντῳ θεολογίᾳ τῶν Χριστιανῶν ἐπεισάγοντες. Εἰς οὐδὲν γὰρ ἕτερον φέρει τῆς ὑπαριθμήσεως τὸ κακούργημα, ἢ ὥστε πρῶτον καὶ δεύτερον Θεὸν καὶ τρίτον ὁμολογεῖν. Ἀλλ’ ἡμῖν ἀρκοῦσα ἡ παρὰ τοῦ Κυρίου | |
30 | ἐπιτεθεῖσα ἀκολουθία, ἣν ὁ συγχέων οὐκ ἔλαττον τῆς τούτων ἀσεβείας παρανομήσει. Ὅτι μὲν οὖν οὐδέν, ὡς οὗτοι πεπλάνηνται, ἡ κατὰ τὴν φύσιν κοινωνία τῷ τρόπῳ τῆς ὑπαριθμήσεως παραλύεται, ἱκανῶς εἴρηται. Ἀλλὰ συνέλθωμεν τῷ φιλονείκῳ καὶ ματαιόφρονι, καὶ δῶμεν τὸ | |
35 | δεύτερον τινὸς καθ’ ὑπαρίθμησιν ἐκείνου λέγεσθαι. Ἴδωμεν τοίνυν τί τὸ ἐκβαῖνον ἀπὸ τοῦ λόγου. «Ὁ πρῶτος, φησίν, ἄνθρωπος, ἐκ γῆς χοϊκός· ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος, ἐξ οὐρανοῦ.» Καὶ ἐν ἄλλοις· «Οὐ πρῶτον, φησί, τὸ πνευ‐ ματικόν, ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευματικόν.» Εἰ τοίνυν | |
40 | τῷ πρώτῳ ὑπαριθμεῖται τὸ δεύτερον, τὸ δὲ ὑπαριθμούμενον ἀτιμότερόν ἐστι τοῦ πρὸς ὃ ἔχει τὴν ὑπαρίθμησιν· ἀτιμότερος οὖν καθ’ ὑμᾶς τοῦ ψυχικοῦ ὁ πνευματικός, καὶ τοῦ χοϊκοῦ | |
ἀνθρώπου ὁ ἐπουράνιος. | 414 | |
19t | ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ | |
19n | Πρὸς τοὺς λέγοντας μὴ εἶναι δοξαστὸν τὸ Πνεῦμα. | |
19.48 | Ἔστω ταῦτα, φησίν, ἀλλ’ οὐχὶ καὶ δόξα πάντως ὀφειλομένη ἐστὶ τῷ Πνεύματι, ὥστε δοξολογίαις ἀνυψοῦσθαι παρ’ ἡμῶν. Πόθεν ἂν οὖν τῆς ὑπερεχούσης πάντα νοῦν ἀξίας τοῦ Πνεύματος τὰς ἀποδείξεις λάβοιμεν, εἴπερ ἡ | |
5 | Πατρὸς καὶ Υἱοῦ κοινωνία μὴ ἀξιόπιστος αὐτοῖς πρὸς μαρτυρίαν ἀξιώματος ἐνομίσθη; Ἔξεστί γε μὴν πρός τε τὰ ἐκ τῶν ὀνομάτων ἀποβλέψαντας σημαινόμενα, καὶ πρὸς τὰ τῶν ἐνεργειῶν αὐτοῦ μεγέθη, καὶ πρὸς τὰς εἰς ἡμᾶς, μᾶλλον δὲ εἰς πᾶσαν τὴν κτίσιν χορηγουμένας εὐεργεσίας, τῆς | |
10 | μεγαλοφυΐας αὐτοῦ καὶ τῆς ἀνεφίκτου δυνάμεως ἐπὶ ποσὸν γοῦν ἐν περινοίᾳ γενέσθαι. Πνεῦμα ὠνόμασται· ὡς «Πνεῦμα ὁ Θεὸς» καὶ «Πνεῦμα τοῦ προσώπου ἡμῶν, Χριστὸς Κύριος». Ἅγιον· ὡς ἅγιος ὁ Πατὴρ καὶ ἅγιος ὁ Υἱός. Τῇ μὲν γὰρ κτίσει | |
15 | ἑτέρωθεν ἐπεισήχθη ὁ ἁγιασμός· τῷ δὲ Πνεύματι συμπλη‐ ρωτικὴ τῆς φύσεώς ἐστιν ἡ ἁγιότης. Διόπερ οὐχὶ ἁγιαζόμενόν ἐστιν, ἀλλ’ ἁγιάζον. Ἀγαθόν· ὡς ἀγαθὸς ὁ Πατὴρ καὶ ἀγαθὸς ὁ ἐκ τοῦ ἀγαθοῦ γεννηθείς· οὐσίαν ἔχον τὴν ἀγαθό‐ τητα. Εὐθές· ὡς «εὐθὴς Κύριος ὁ Θεός»· τῷ αὐτὸ εἶναι | |
20 | ἀλήθεια καὶ αὐτὸ εἶναι δικαιοσύνη, παρεκτροπὰς ἐπὶ θάτερα καὶ ἐκκλίσεις οὐκ ἔχον, διὰ τὸ ἄτρεπτον τῆς οὐσίας. Παρά‐ κλητος· ὡς ὁ Μονογενής· καθὼς αὐτός φησιν, ὅτι «ἐγὼ ἐρωτήσω τὸν Πατέρα μου, καὶ δώσει ὑμῖν ἄλλον Παρά‐ κλητον». Οὕτω κοινὰ τὰ ὀνόματα πρὸς Πατέρα καὶ Υἱὸν | 416 |
25 | τῷ Πνεύματι, ἐκ τῆς κατὰ τὴν φύσιν οἰκειότητος τῶν προσηγοριῶν τούτων τυχόντι. Πόθεν γὰρ ἄλλοθεν; Πάλιν ἡγεμονικόν, καὶ Πνεῦμα τῆς ἀληθείας, καὶ Πνεῦμα σοφίας ὠνόμασται. «Πνεῦμα θεῖον τὸ ποιῆσάν με.» Καὶ· «Τὸν Βεσελεὴλ δέ, φησίν, ἐνέπλησεν ὁ Θεὸς Πνεῦμα θεῖον | |
30 | σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης.» Τὰ μὲν οὖν ὀνόματα τοιαῦτα, ὑπερφυῆ καὶ μεγάλα· οὐμενοῦν ἔχοντά τινα εἰς δόξαν ὑπερβολήν. | |
19.49 | Αἱ δὲ ἐνέργειαι τίνες; Ἄρρητοι μὲν διὰ τὸ μέγεθος, ἀνεξαρίθμητοι δὲ διὰ τὸ πλῆθος. Πῶς μὲν γὰρ νοήσομεν τὰ τῶν αἰώνων ἐπέκεινα; τίνες ἦσαν αὐτοῦ πρὸ τῆς νοητῆς κτίσεως αἱ ἐνέργειαι; πόσαι δ’ ἀπ’ αὐτοῦ περὶ τὴν κτίσιν | |
5 | χάριτες; τίς δὲ ἡ πρὸς τοὺς αἰῶνας τοὺς ἐπερχομένους δύναμις; Ἦν μὲν γὰρ καὶ προῆν, καὶ συμπαρῆν τῷ Πατρὶ καὶ τῷ Υἱῷ πρὸ τῶν αἰώνων. Ὥστε κἄν τι νοήσῃς τῶν αἰώνων ἐπέκεινα, τοῦτο εὑρήσεις τοῦ Πνεύματος κατωτέρω. Ἐάν τε τὴν κτίσιν ἐνθυμηθῇς, ἐστερεώθησαν αἱ τῶν οὐρανῶν | |
10 | δυνάμεις παρὰ τοῦ Πνεύματος· τῆς στερεώσεως δηλονότι ἐπὶ τὸ δυσμετάπτωτον τῆς ἀπὸ τῶν ἀγαθῶν ἕξεως νοουμένης. Ἡ γὰρ πρὸς Θεὸν οἰκείωσις, καὶ τὸ πρὸς κακίαν ἄτρεπτον, καὶ τὸ ἐν μακαριότητι διαρκὲς, παρὰ τοῦ Πνεύματος ταῖς δυνάμεσι. Χριστοῦ ἐπιδημία· καὶ τὸ Πνεῦμα προτρέχει. | |
15 | Ἔνσαρκος παρουσία· καὶ τὸ Πνεῦμα ἀχώριστον. Ἐνεργή‐ ματα δυνάμεων, χαρίσματα ἰαμάτων, διὰ τοῦ Πνεύματος τοῦ ἁγίου. Δαίμονες ἀπηλαύνοντο ἐν τῷ Πνεύματι τοῦ Θεοῦ. Διάβολος κατηργεῖτο συμπαρόντος τοῦ Πνεύματος. Ἁμαρ‐ τιῶν ἀπολύτρωσις ἐν τῇ χάριτι τοῦ Πνεύματος. «Ἀπελού‐ | 418 |
20 | σασθε γὰρ καὶ ἡγιάσθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ Πνεύματι τῷ ἁγίῳ.» Οἰκείωσις πρὸς Θεόν, διὰ τοῦ Πνεύματος. «Ἐξαπέστειλε γὰρ ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ ἐν ταῖς καρδίαις ἡμῶν, κρᾶζον· Ἀββᾶ ὁ Πατήρ.» Ἡ ἐκ νεκρῶν ἐξανάστασις, | |
25 | τῇ ἐνεργείᾳ τοῦ Πνεύματος. «Ἐξαποστελεῖς γὰρ τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Εἴτε τὴν κτίσιν τις ἐκλαμβάνοι ἐπὶ τῆς τῶν διαλυθέντων ἀναβιώσεως, πῶς οὐ μεγάλη τοῦ Πνεύματος ἡ ἐνέργεια, τοῦ οἰκονομοῦντος ἡμῖν τὸν ἐξ ἀναστάσεως βίον, | |
30 | καὶ πρὸς τὴν πνευματικὴν ἐκείνην ζωὴν τὰς ψυχὰς ἡμῶν μεταρρυθμίζοντος; Εἴτε λέγοιτο κτίσις ἡ ἐνταῦθα τῶν ἐξ ἁμαρτίας διαπεπτωκότων ἐπὶ τὸ βέλτιον μετακόσμησις —λέγεται γὰρ καὶ οὕτω κατὰ τὴν συνήθειαν τῆς Γραφῆς, ὡς ὅταν Παῦλος λέγῃ· «Εἴ τις ἐν Χριστῷ καινὴ κτίσισ»—, | |
35 | καὶ ὁ ἐνταῦθα τοίνυν ἀνακαινισμός, καὶ ἡ ἀπὸ τῆς γηΐνης καὶ ἐμπαθοῦς ζωῆς ἐπὶ τὴν οὐράνιον πολιτείαν μεταβολή, διὰ τοῦ Πνεύματος ἡμῖν γινομένη, ἐπὶ πᾶσαν ὑπερβολὴν θαύματος τὰς ψυχὰς ἡμῶν ἀνάγει. Ἐπὶ τούτοις πότερον φοβηθῶμεν μὴ τὴν ἀξίαν ὑπερβῶμεν ταῖς ὑπερβολαῖς τῶν | |
40 | τιμῶν; ἢ τὸ ἐναντίον, μὴ εἰς ταπεινότητα καταγάγωμεν τὴν περὶ αὐτοῦ ἔννοιαν, κἂν τὰ μέγιστα δόξωμεν ἐπ’ αὐτῷ τῶν ἐξ ἀνθρωπίνης διανοίας καὶ γλώττης προφερομένων φθέγ‐ γεσθαι; Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον, ὡς τάδε λέγει | |
Κύριος· «Κατάβηθι, καὶ πορεύου σὺν αὐτοῖς, μηδὲν | 420 | |
45 | διακρινόμενος, διότι ἐγὼ αὐτοὺς ἀπέσταλκα.» Μὴ ταπεινοῦ ταῦτα καὶ κατεπτηχότος τὰ ῥήματα; «Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.» Μὴ δοῦλος οὕτω φθέγγεται; Καὶ ὁ Ἡσαΐας· «Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ.» Καί· | |
19.49(50) | «Κατέβη Πνεῦμα παρὰ Κυρίου, καὶ ὡδήγησεν αὐτούς.» Καὶ μή μοι τὴν ὁδηγίαν πάλιν εἰς ταπεινὴν διακονίαν ἐκλάβῃς. Τοῦτο γὰρ καὶ Θεοῦ ἔργον εἶναι ὁ λόγος διαμαρτύρεται. «Ὡδήγησας, φησίν, ὡς πρόβατα τὸν λαόν σου.» Καί· «Ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ.» Καί· «Ὡδήγησεν | |
55 | αὐτοὺς ἐπ’ ἐλπίδι, καὶ οὐκ ἐδειλίασαν.» Ὥστε ὅταν ἀκούσῃς ὅτι «Ὅταν ἔλθῃ ὁ Παράκλητος, ἐκεῖνος ὑμᾶς ἀναμνήσει καὶ ὁδηγήσει πρὸς πᾶσαν τὴν ἀλήθειαν», τὴν ὁδηγίαν ὡς ἐδιδάχθης νόει, μὴ συκοφάντει τὴν ἔννοιαν. | |
19.50 | Ἀλλὰ «καὶ ἐντυγχάνει, φησίν, ὑπὲρ ἡμῶν». Ὥστε ὅσον ἱκέτης τοῦ εὐεργέτου λείπεται, τοσοῦτον τὸ Πνεῦμα κατὰ τὴν ἀξίαν ἀποπέπτωκε τοῦ Θεοῦ. Σὺ δὲ οὔπω ἤκουσας περὶ τοῦ Μονογενοῦς, ὅτι «ἐστὶν ἐν δεξιᾷ τοῦ Θεοῦ καὶ | |
5 | ἐντυγχάνει ὑπὲρ ἡμῶν»; Μὴ οὖν ὅτι τὸ Πνεῦμα ἐν σοὶ— εἴπερ δὴ ὅλως ἐν σοί—, μηδ’ ὅτι ἀποτυφλωθέντας ἡμᾶς πρὸς τὴν ἐκλογὴν τοῦ συμφέροντος διδάσκει, καὶ ὁδηγεῖ, τούτου ἕνεκεν τὴν εὐσεβῆ καὶ ὁσίαν περὶ αὐτοῦ δόξαν ζημιωθῇς. Ὑπερβολὴ γὰρ ἀγνωμοσύνης τοῦτό γε, τὴν φιλανθρωπίαν | |
10 | τοῦ εὐεργέτου ἀφορμὴν ἀχαριστίας ποιεῖσθαι. «Μὴ οὖν λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον.» Ἀκούσατε τί φησιν ἡ ἀπαρχὴ τῶν μαρτύρων Στέφανος, τὸ δυσπειθὲς καὶ ἀνυπό‐ | |
τακτον τῷ λαῷ ὀνειδίζων· «Ὑμεῖς, φησίν, ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε.» Καὶ πάλιν ὁ Ἡσαΐας· «Παρώξυναν | 422 | |
15 | τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν.» Καὶ ἑτέρωθι· «Ὁ οἶκος τοῦ Ἰακὼβ παρώργισε τὸ Πνεῦμα Κυρίου»· εἰ μὴ ἐξουσιαστικῆς δυνάμεως παραστατικὰ τὰ τοιαῦτα. Τῇ τῶν ἐντυγχανόντων κρίσει παρίημι, ταῦτα ἀκούοντας ὁποίας τινὰς χρὴ τὰς ὑπολήψεις ἔχειν· ὡς περὶ | |
20 | ὀργάνου, καὶ ὑπηκόου, καὶ ὁμοτίμου τῇ κτίσει καὶ ἡμῖν ὁμοδούλου; ἢ βαρύτατον καὶ ῥήματι μόνῳ τὴν βλασφημίαν ταύτην ὑποδῦναι τοῖς εὐσεβέσι; Δοῦλον λέγεις τὸ Πνεῦμα; Ἀλλ’ «ὁ δοῦλος, φησίν, οὐκ οἶδε τί ποιεῖ ὁ κύριος αὐτοῦ», τὸ δὲ Πνεῦμα οὕτως οἶδε τὰ τοῦ Θεοῦ, ὡς καὶ τὸ πνεῦμα | |
25 | τοῦ ἀνθρώπου τὰ ἐν αὐτῷ. | 424 |
20t | ΚΕΦΑΛΑΙΟΝ Κʹ | |
20n | Πρὸς τοὺς λέγοντας μήτε ἐν δουλικῇ τάξει μήτε ἐν δεσποτικῇ εἶναι τὸ Πνεῦμα, ἀλλ’ ἐν τῇ τῶν ἐλευθέρων. | |
20.51 | Οὔτε δοῦλόν φησιν, οὔτε δεσπότην, ἀλλ’ ἐλεύθερον. Ὢ τῆς δεινῆς ἀναλγησίας, ὢ τῆς ἐλεεινῆς ἀφοβίας τῶν ταῦτα λεγόντων. Τί πλέον αὐτῶν ὀδύρωμαι; τὸ ἀμαθές; ἢ τὸ βλάσφημον; οἵ γε τὰ τῆς θεολογίας δόγματα ἀνθρω‐ | |
5 | πίνοις παραδείγμασι καθυβρίζουσι, καὶ τὴν ὧδε συνήθειαν, παρηλλαγμένην ἔχουσαν τῶν ἀξιωμάτων τὴν διαφοράν, τῇ θείᾳ καὶ ἀρρήτῳ φύσει προσαρμόζειν ἐπιχειροῦσιν· οὐκ ἐννοοῦντες, ὅτι παρὰ μὲν ἀνθρώποις τῇ φύσει δοῦλος οὐδείς. Ἢ γὰρ καταδυναστευθέντες ὑπὸ ζυγὸν δουλείας ἤχθησαν, | |
10 | ὡς ἐν αἰχμαλωσίαις· ἢ διὰ πενίαν κατεδουλώθησαν, ὡς οἱ Αἰγύπτιοι τῷ Φαραώ· ἢ κατά τινα σοφὴν καὶ ἀπόρρητον οἰκονομίαν, οἱ χείρους τῶν παίδων, ἐκ τῆς τῶν πατέρων | |
φωνῆς, τοῖς φρονιμωτέροις καὶ βελτίοσι δουλεύειν κατεδι‐ κάσθησαν· ἣν οὐδὲ καταδίκην, ἀλλ’ εὐεργεσίαν εἴποι τις | 426 | |
15 | ἂν δίκαιος τῶν γινομένων ἐξεταστής. Τὸν γάρ, δι’ ἔνδειαν τοῦ φρονεῖν, οὐκ ἔχοντα ἐν ἑαυτῷ τὸ κατὰ φύσιν ἄρχον, τοῦτον ἑτέρου κτῆμα γενέσθαι λυσιτελέστερον, ἵνα τῷ τοῦ κρατοῦντος λογισμῷ διευθυνόμενος, ὅμοιος ᾖ ἅρματι ἡνίοχον ἀναλαβόντι, καὶ πλοίῳ κυβερνήτην ἔχοντι ἐπὶ οἰάκων | |
20 | καθήμενον. Διὰ τοῦτο Ἰακὼβ κύριος τοῦ Ἠσαῦ ἐκ τῆς εὐλογίας τοῦ πατρός, ἵνα καὶ μὴ βουλόμενος παρὰ τοῦ φρονίμου εὐεργετῆται ὁ ἄφρων, οὐκ ἔχων τὸν οἰκεῖον κηδεμόνα τὸν νοῦν. Καὶ «Χαναὰν παῖς οἰκέτης ἔσται τοῖς ἀδελφοῖς», ἐπειδὴ ἀδίδακτος ἦν τῆς ἀρετῆς, ἀσύνετον ἔχων | |
25 | τὸν ἑαυτοῦ πατέρα τὸν Χάμ. Ὧδε μὲν οὖν οὕτως οἱ δοῦλοι· ἐλεύθεροι δέ, οἱ διαφυγόντες πενίαν, ἢ πόλεμον, ἢ τῆς ἑτέρων κηδεμονίας ἀπροσδεεῖς. Ὥστε κἂν ὁ μὲν δεσπότης, ὁ δὲ οἰκέτης λέγηται, ἀλλ’ οὖν πάντες καὶ κατὰ τὴν πρὸς ἀλλήλους ὁμοτιμίαν, καὶ ὡς κτήματα τοῦ πεποιηκότος ἡμᾶς, | |
30 | ὁμόδουλοι. Ἐκεῖ δέ, τί δύνασαι τῆς δουλείας ὑπεξαγαγεῖν; Ὁμοῦ τε γὰρ ἐκτίσθη, καὶ τὸ δοῦλον εἶναι συγκατεσκεύασται. | |
Ἀλλήλων μὲν γὰρ οὐ κατάρχουσιν, ἐπειδὴ πλεονεξίας ἄμοιρα τὰ οὐράνια, Θεῷ δὲ πάντα ὑποκύπτει, καὶ ὡς δεσπότῃ τὸν ὀφειλόμενον φόβον, καὶ ὡς δημιουργῷ τὴν ἐπιβάλλουσαν | 428 | |
35 | δόξαν ἀποδιδόντα. «υἱὸς γὰρ δοξάζει πατέρα, καὶ δοῦλος τὸν κύριον αὐτοῦ.» Καὶ ἀπαιτεῖ πάντως τῶν δύο τὸ ἕτερον ὁ Θεός. «Εἰ γὰρ Πατήρ εἰμι ἐγώ, ποῦ ἐστι, φησίν, ἡ δόξα μου»; καὶ εἰ Κύριός εἰμι ἐγώ, ποῦ ἐστιν ὁ φόβος μου; Ἢ πάντων ἂν εἴη ἐλεεινοτάτη ζωή, μὴ ὑπὸ τὴν ἐπισκοπὴν | |
40 | τοῦ Δεσπότου κειμένη. Ὁποῖαί εἰσιν αἱ ἀποστατικαὶ δυνάμεις, αἱ διὰ τὸ τραχηλιάσαι κατὰ Θεοῦ παντοκράτορος, ἀφηνιάζουσαι τῆς δουλείας· οὐ τῷ ἑτέρως πεφυκέναι, ἀλλὰ τῷ ἀνυποτάκτως ἔχειν πρὸς τὸν ποιήσαντα. Τίνα οὖν λέγεις ἐλεύθερον; Τὸν ἀβασίλευτον; τὸν μήτε ἄρχειν ἑτέρου | |
45 | δύναμιν ἔχοντα, μήτε ἄρχεσθαι καταδεχόμενον; Ἀλλ’ οὔτε ἔστι τις τοιαύτη φύσις ἐν τοῖς οὖσι, καὶ τοῦτο ἐννοῆσαι κατὰ τοῦ Πνεύματος, ἀσέβεια περιφανής. Ὥστε εἰ μὲν ἔκτισται, δουλεύει δηλαδὴ μετὰ πάντων. «Τὰ γὰρ σύμπαντα, φησί, δοῦλα σά»· εἰ δὲ ὑπὲρ τὴν | |
20.51(50) | κτίσιν ἐστί, τῆς βασιλείας ἐστὶ κοινωνόν. | 430 |
21t | ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ | |
21n | Μαρτυρίαι ἐκ τῶν Γραφῶν τοῦ κυριολογεῖσθαι τὸ Πνεῦμα. | |
21.52 | Καὶ τί δεῖ ἐκ τῶν ταπεινῶν ἀπομαχομένους, αἰσχρῶς τὴν νίκην κατακτᾶσθαι τῷ λόγῳ, ἐξὸν τῇ παραθέσει τῶν σεμνοτέρων ἀναντίρρητον τὴν ὑπερβολὴν τῆς δόξης ἐπιδεικ‐ νύναι; Εἰ δὲ λέγοιμεν ἃ παρὰ τῆς Γραφῆς ἐδιδάχθημεν, | |
5 | τάχα που μέγα καὶ σφοδρὸν ἀνακράξονται, καὶ συσχόντες τὰ ὦτα, ἀράμενοι λίθους, ἢ ὅ τι ἂν τύχοι παραφανέν, τοῦτο τῶν Πνευματομάχων ἕκαστος ὅπλον ποιησάμενος, ἐφ’ ἡμᾶς ἥξουσιν. Οὐ μὴν πρό γε τῆς ἀληθείας τιμητέα ἡμῖν ἡ ἀσφάλεια. | |
10 | Εὕρομεν τοίνυν παρὰ τῷ ἀποστόλῳ· «Ὁ δὲ Κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ ὑπὲρ τῶν Θλίψεων.» Τίς ὁ κατευθύνων Κύριος εἰς τὴν τοῦ Θεοῦ ἀγάπην καὶ εἰς τὴν ὑπὲρ τῶν θλίψεων τοῦ Χριστοῦ ὑπομονήν; Ἀποκρινάσθωσαν | |
15 | ἡμῖν οἱ τὸ Πνεῦμα καταδουλούμενοι. Εἴτε γὰρ περὶ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ λόγος, πάντως ἂν εἴρητο· Ὁ δὲ Κύριος ὑμᾶς κατευθύναι εἰς τὴν ἑαυτοῦ ἀγάπην· εἴτε περὶ τοῦ Υἱοῦ, προσέκειτο ἂν εἰς τὴν ἑαυτοῦ ὑπομονήν. Ζητείτωσαν οὖν τί ἐστιν ἄλλο πρόσωπον, ὃ τῇ προσηγορίᾳ τοῦ Κυρίου | |
20 | τιμᾶσθαι ἄξιον. | |
Παραπλήσιον δὲ τούτῳ καὶ τὸ ἑτέρωθι κείμενον, τό· «Ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι καὶ περισσεύσαι ἐν ἀγάπῃ εἰς ἀλλήλους καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς, εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιασμῷ, | 432 | |
25 | ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων τῶν ἁγίων αὐτοῦ.» Ποῖον Κύριον εὔχεται ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν, ἀμέμπτους τὰς καρδίας ἐστηριγμένας ἐν ἁγιωσύνῃ τῶν ἐν Θεσσαλονίκῃ | |
30 | πιστῶν στηρίξαι; Ἀποκρινάσθωσαν ἡμῖν οἱ μετὰ τῶν λειτουργικῶν πνευμάτων τῶν πρὸς διακονίαν ἀποστελλο‐ μένων τὸ ἅγιον Πνεῦμα τιθέντες. Ἀλλ’ οὐκ ἔχουσι. Διόπερ ἀκουέτωσαν καὶ ἑτέρας μαρτυρίας διαρρήδην καὶ αὐτῆς κυριολογούσης τὸ Πνεῦμα. «Ὁ δὲ Κύριος, φησί, τὸ | |
35 | Πνεῦμά ἐστι.» Καὶ πάλιν· «Καθάπερ ἀπὸ Κυρίου Πνεύ‐ ματος.» Ὥστε δὲ μηδεμίαν ἀντιλογίας ἀφορμὴν καταλιπεῖν, αὐτὴν παραθήσομαι τοῦ ἀποστόλου τὴν λέξιν· «Ἄχρι γὰρ τῆς σήμερον, τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει, μὴ ἀνακαλυπτόμενον ὅτι ἐν | |
40 | Χριστῷ καταργεῖται. Ὅταν δὲ ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστι.» Τί τοῦτο λέγων; Ὅτι ὁ ψιλῇ τῇ διανοίᾳ τοῦ γράμματος προσκαθήμενος καὶ αὐτοῦ που περὶ τὰ νομικὰ παρατηρήματα διατρίβων, οἷόν τινι παραπετάσματι τῇ Ἰουδαϊκῇ τοῦ | |
45 | γράμματος ἐκδοχῇ τὴν καρδίαν ἑαυτοῦ συγκεκάλυπται· καὶ τοῦτο πάσχει παρὰ τὸ ἀγνοεῖν ὅτι ἡ σωματικὴ τοῦ νόμου τήρησις ἐν τῇ ἐπιδημίᾳ τοῦ Χριστοῦ καταργεῖται, τῶν τύπων λοιπὸν μεταληφθέντων εἰς τὴν ἀλήθειαν. Ἀργοῦσι | |
γὰρ λύχνοι τῇ τοῦ ἡλίου παρουσίᾳ· καὶ σχολάζει ὁ νόμος, | 434 | |
21.52(50) | καὶ προφητεῖαι κατασιγάζονται, τῆς ἀληθείας ἀναφανείσης. Ὁ μέντοι δυνηθεὶς ἐπὶ τὸ βάθος διακύψαι τῆς νομικῆς ἐννοίας, καὶ τὴν ἐκ τοῦ γράμματος ἀσάφειαν, οἷόν τι κατα‐ πέτασμα, διασχών, εἴσω γενέσθαι τῶν ἀπορρήτων, οὗτος ἐμιμήσατο τὸν Μωϋσῆν, ἐν τῷ διαλέγεσθαι τῷ Θεῷ, περιαι‐ | |
55 | ροῦντα τὸ κάλυμμα, ἐπιστρέφων καὶ αὐτὸς ἀπὸ τοῦ γράμματος πρὸς τὸ πνεῦμα. Ὥστε ἀναλογεῖν τῷ μὲν ἐπὶ τοῦ προσώπου Μωϋσέως καλύμματι τὴν τῶν νομικῶν διδαγμάτων ἀσά‐ φειαν· τῇ δὲ ἐπιστροφῇ, τῇ πρὸς τὸν Κύριον, τὴν πνευματικὴν θεωρίαν. Ὁ οὖν ἐν τῇ ἀναγνώσει τοῦ νόμου περιελὼν τὸ | |
60 | γράμμα, ἐπιστρέφει πρὸς τὸν Κύριον—ὁ δὲ Κύριος νῦν τὸ Πνεῦμα λέγεται—, καὶ ὅμοιος γίνεται Μωϋσεῖ ἐκ τῆς ἐπιφανείας τοῦ Θεοῦ τὸ πρόσωπον δεδοξασμένον ἔχοντι. Ὡς γὰρ τὰ τοῖς ἀνθηροῖς χρώμασι παρακείμενα, ἐκ τῆς περιρρεούσης αὐγῆς καὶ αὐτὰ καταχρώννυται· οὕτως ὁ | |
65 | ἐναργῶς ἐνατενίσας τῷ Πνεύματι, ἐκ τῆς ἐκείνου δόξης μεταμορφοῦταί πως πρὸς τὸ φανότερον, οἷόν τινι φωτί, τῇ ἐκ τοῦ Πνεύματος ἀληθείᾳ τὴν καρδίαν καταλαμπόμενος. Καὶ τοῦτό ἐστι τὸ ‘μεταμορφοῦσθαι ἀπὸ τῆς δόξης τοῦ Πνεύματος εἰς τὴν οἰκείαν δόξαν‘, οὐ μικρολόγως, οὐδὲ | |
70 | ἀμυδρῶς, ἀλλ’ ἐπὶ τοσοῦτον ἐφ’ ὅσον ἐστὶν εἰκὸς τὸν ἀπὸ τοῦ Πνεύματος φωτιζόμενον. Οὐ δυσωπῇ, ἄνθρωπε, τὸν ἀπόστολον λέγοντα ὅτι «Ναὸς Θεοῦ ἐστε καὶ τὸ Πνεῦμα | |
τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν»; Ἆρα τὸ δουλικὸν οἰκητήριον κατεδέξατο ἄν ποτε τῇ τοῦ ναοῦ προσηγορίᾳ τιμῆσαι; | 436 | |
75 | Τί δὲ ὁ «θεόπνευστον» τὴν Γραφὴν ὀνομάζων, διὰ τῆς ἐπιπνοίας τοῦ ἁγίου Πνεύματος συγγραφεῖσαν, μὴ τοῖς τοῦ καθυβρίζοντος καὶ κατασμικρύνοντος αὐτὸ προσρήμασι | |
κέχρηται; | 438 | |
22t | ΚΕΦΑΛΑΙΟΝ ΚΒʹ | |
22n | Σύστασις τῆς κατὰ τὴν φύσιν κοινωνίας τοῦ Πνεύματος, ἐκ τοῦ ὁμοίως εἶναι Πατρὶ καὶ Υἱῷ πρὸς θεωρίαν δυσέ‐ φικτον. | |
22.53 | Οὐ μόνον δὲ ἐξ ὧν τὰς αὐτὰς προσηγορίας ἔχει καὶ κοινωνόν ἐστι τῶν ἐνεργειῶν Πατρὶ καὶ Υἱῷ, τὸ ὑπερέχον αὐτοῦ τῆς φύσεως γνώριμον, ἀλλὰ καὶ ἐξ ὧν ὁμοίως ἐστὶ πρὸς θεωρίαν δυσέφικτον. | |
5 | Ἃ γὰρ περὶ τοῦ Πατρός φησιν, ὡς ἐπέκεινα ὄντος ἀνθρω‐ πίνης ἐννοίας, καὶ ἃ περὶ τοῦ Υἱοῦ, ταὐτὰ ὁ Κύριος καὶ περὶ τοῦ ἁγίου Πνεύματος λέγει· «Πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω», τὸν κόσμον λέγων νῦν, οὐχὶ τὸ ἐξ οὐρανοῦ καὶ γῆς σύστημα, ἀλλὰ τὴν ἐπίκηρον ταύτην καὶ μυρίαις | |
10 | μεταβολαῖς ὑποκειμένην ζωήν. Καὶ περὶ ἑαυτοῦ διαλεγόμενος· «Ἔτι μικρόν, φησί, καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ· ὑμεῖς δὲ θεωρεῖτέ με.» Πάλιν ἐνταῦθα τοὺς τῇ ὑλικῇ καὶ σαρκικῇ προσδεδεμένους ζωῇ, καὶ μόνοις ὀφθαλμοῖς τὴν ἀλήθειαν ἐπιτρέποντας κόσμον προσαγορεύων, οἳ τῇ ἀπιστίᾳ | |
15 | τῆς ἀναστάσεως οὐκέτι ἔμελλον τοῖς ὀφθαλμοῖς τῆς καρδίας τὸν Κύριον ἡμῶν ὄψεσθαι. Τὰ δὲ αὐτὰ καὶ περὶ τοῦ Πνεύματος εἶπε· «Τὸ Πνεῦμα, φησί, τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτό, οὐδὲ γινώσκει αὐτό. Ὑμεῖς δὲ γινώσκετε αὐτό, | |
20 | ὅτι παρ’ ὑμῖν μένει.» Ὁ μὲν γὰρ σάρκινος ἄνθρωπος, | |
ἀγύμναστον ἔχων πρὸς θεωρίαν τὸν νοῦν, μᾶλλον δὲ ὅλον, ὥσπερ ἐν βορβόρῳ, τῷ φρονήματι τῆς σαρκὸς κατορωρυγ‐ μένον φέρων, ἀδυνατεῖ πρὸς τὸ πνευματικὸν φῶς τῆς ἀληθείας ἀναβλέψαι. Διὸ ὁ κόσμος, τουτέστιν ἡ τοῖς πάθεσι | 440 | |
25 | τῆς σαρκὸς δεδουλωμένη ζωή, οἷον ὀφθαλμὸς ἀσθενὴς φῶς ἡλιακῆς ἀκτῖνος, τὴν τοῦ Πνεύματος χάριν οὐχ ὑποδέχεται. Τοῖς μέντοι μαθηταῖς ἑαυτοῦ καθαρότητα ζωῆς ἐκ τῶν διδαγμάτων αὐτοῦ μαρτυρήσας ὁ Κύριος, τὸ καὶ ἐποπτικοῖς ἤδη εἶναι καὶ θεωρητικοῖς τοῦ Πνεύματος ἀποδίδωσιν. | |
30 | «Ἤδη γάρ, φησίν, ὑμεῖς καθαροί ἐστε, διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν.» Ὅθεν ὁ μὲν κόσμος οὐ δύναται λαβεῖν· οὐ γὰρ θεωρεῖ αὐτό· «Ὑμεῖς δὲ γινώσκετε αὐτό, ὅτι παρ’ ὑμῖν μένει.» Ταὐτὰ λέγει καὶ Ἠσαΐας· «Ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ δοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ’ αὐτῆς, καὶ | |
35 | Πνεῦμα τοῖς πατοῦσιν αὐτήν.» Οἱ γὰρ καταπατοῦντες τὰ γήϊνα καὶ ὑπεράνω αὐτῶν γενόμενοι, ἄξιοι τῆς δωρεᾶς τοῦ ἁγίου Πνεύματος μεμαρτύρηνται. Τὸ οὖν ἀχώρητον μὲν τῷ κόσμῳ, τοῖς ἁγίοις δὲ μόνοις διὰ καθαρότητα τῆς καρδίας θεωρητόν, τί χρὴ νομίζεσθαι, ἢ τὰς ποταπὰς τιμὰς συμμέ‐ | |
40 | τρους ὑπάρχειν αὐτῷ; | 442 |
23t | ΚΕΦΑΛΑΙΟΝ ΚΓʹ | |
23n | Ὅτι δοξολογία Πνεύματός ἐστιν ἡ τῶν προσόντων αὐτῷ ἀπαρίθμησις. | |
23.54 | Τῶν μὲν οὖν ἄλλων ἑκάστη δυνάμεων ἐν περιγραπτῷ τόπῳ τυγχάνειν πεπίστευται. Ὁ γὰρ τῷ Κορνηλίῳ ἐπιστὰς ἄγγελος, οὐκ ἦν ἐν ταὐτῷ καὶ παρὰ τῷ Φιλίππῳ, οὐδὲ ὁ ἀπὸ τοῦ θυσιαστηρίου τῷ Ζαχαρίᾳ διαλεγόμενος, κατὰ τὸν | |
5 | αὐτὸν καιρὸν καὶ ἐν οὐρανῷ τὴν οἰκείαν στάσιν ἐπλήρου. Τὸ μέντοι Πνεῦμα ὁμοῦ τε ἐν Ἀββακοὺμ ἐνεργεῖν καὶ ἐν Δανιὴλ ἐπὶ τῆς Βαβυλωνίας πεπίστευται· καὶ ἐν τῷ καταρ‐ ράκτῃ εἶναι μετὰ Ἰερεμίου καὶ μετὰ Ἰεζεκιὴλ ἐπὶ τοῦ Χοβάρ. «Πνεῦμα γὰρ Κυρίου πεπλήρωκε τὴν οἰκουμένην.» | |
10 | Καί· «Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;» Καὶ ὁ προφήτης· «Διότι ἐγὼ μεθ’ ὑμῶν εἰμι, λέγει Κύριος· καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν.» Τὸ δὲ πανταχοῦ ὂν καὶ Θεῷ συμπαρόν, τῆς ποίας προσήκει νομίζειν φύσεως; τῆς πάντα περιε‐ | |
15 | χούσης, ἢ τῆς μερικοῖς ἐμπεριειλημμένης χωρίοις, ὁποίαν τὴν τῶν ἀγγέλων ὁ λόγος ἔδειξεν; Ἀλλ’ οὐκ ἄν τις εἴποι. Τὸ οὖν θεῖον τῇ φύσει, τὸ ἀχώρητον τῷ μεγέθει, τὸ δυνατὸν ἐν ταῖς ἐνεργείαις, τὸ ἀγαθὸν ἐν ταῖς εὐεργεσίαις μὴ ὑπερυ‐ | |
ψώσομεν; μὴ δοξάσομεν; | 444 | |
20 | Ἐγὼ δὲ οὐδὲ ἄλλο τι τὴν δόξαν τίθεμαι, ἢ τῶν προσόντων αὐτῷ θαυμάτων τὴν ἐξαρίθμησιν. Ὥστε ἢ οὐδὲ μεμνῆσθαι ἡμᾶς τῶν παρ’ αὐτοῦ ἀγαθῶν ἐπιτάξουσιν οὗτοι, ἢ πάντως ἡ τῶν προσόντων διέξοδος τῆς μεγίστης δοξολογίας ἐστὶ πλήρωσις. Οὐδὲ γὰρ τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν | |
25 | Ἰησοῦ Χριστοῦ καὶ τὸν μονογενῆ αὐτοῦ Υἱὸν ἄλλως δοξάζειν ἔχομεν, ἢ τῷ κατὰ τὴν ἡμετέραν δύναμιν διεξιέναι αὐτοῦ τὰ | |
θαύματα. | 446 | |
24t | ΚΕΦΑΛΑΙΟΝ ΚΔʹ | |
24n | Ἔλεγχος τῆς ἀτοπίας τῶν μὴ δοξαζόντων τὸ Πνεῦμα ἐκ τῆς πρὸς τὰ ἐν τῇ κτίσει δοξαστὰ παραθέσεως. | |
24.55 | Εἶτα «δόξῃ μὲν καὶ τιμῇ ἐστεφάνωται» ὁ κοινὸς ἄνθρωπος, καὶ «δόξα καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ποιοῦντι τὸ ἀγαθὸν» ἐν ἐπαγγελίαις ἀπόκειται. Ἔστι δέ τις καὶ ἰδίως τοῦ Ἰσραὴλ δόξα· «ὧν ἡ υἱοθεσία, φησί, καὶ ἡ δόξα | |
5 | καὶ ἡ λατρεία.» Καὶ ἑαυτοῦ τινα δόξαν ὁ ψαλμῳδὸς λέγει· «Ὅταν ψάλῃ σοι ἡ δόξα μου.» Καὶ πάλιν· «Ἐξεγέρθητι ἡ δόξα μου.» Ἔστι δέ τις δόξα ἡλίου καὶ σελήνης καὶ ἀστέρων· κατὰ δὲ τὸν ἀπόστολον καὶ «ἡ διακονία τῆς κατακρίσεως διὰ δόξης». | |
10 | Τοσούτων οὖν δοξαζομένων, τὸ Πνεῦμα μόνον τῶν πάντων ἀδόξαστον εἶναι βούλει; Καίτοιγε «ἡ διακονία τοῦ Πνεύματος, φησίν, ἔστιν ἐν δόξῃ». Πῶς οὖν αὐτὸ ἀνάξιον τοῦ δοξάζεσθαι; Καὶ μεγάλη μὲν ἡ δόξα τοῦ δικαίου, κατὰ τὸν ψαλμῳδόν. Δόξα δὲ τοῦ Πνεύματος, κατὰ | |
15 | σέ, οὐδεμία. Πῶς οὖν οὐ πρόδηλος ὁ κίνδυνος ἐκ τῶν τοιούτων λόγων τὴν ἄφυκτον ἁμαρτίαν ἐφ’ ἑαυτοὺς ἐπισπᾶσθαι; Εἰ ὁ σῳζόμενος ἐκ τῶν τῆς δικαιοσύνης ἔργων ἄνθρωπος καὶ τοὺς φοβουμένους τὸν Κύριον δοξάζει, τοσούτου ἂν δέοι τὸ Πνεῦμα τῆς ὀφειλομένης δόξης ἀποστερεῖν. | 448 |
20 | Ἔστω, φασί, δοξαστόν, ἀλλ’ οὐχὶ μετὰ Πατρὸς καὶ Υἱοῦ. Καὶ τίνα ἔχει λόγον ἑτέραν χώραν ἐπινοεῖν τῷ Πνεύματι, τὴν παρὰ τοῦ Κυρίου τεταγμένην καταλιπόντας, καὶ τῆς κατὰ τὴν δόξαν κοινωνίας ἀποστερεῖν τὸ πανταχοῦ συνα‐ ναληφθὲν τῇ θεότητι, ἐν τῇ ὁμολογίᾳ τῆς πίστεως, ἐν τῷ | |
25 | βαπτίσματι τῆς ἀπολυτρώσεως, ἐν τῇ ἐνεργείᾳ τῶν δυνάμεων, ἐν τῇ ἐνοικήσει τῶν ἁγίων, ἐν ταῖς εἰς τὸ ὑπήκοον χάρισιν; Οὐδὲ γάρ ἐστιν ὅλως δωρεά τις ἄνευ τοῦ ἁγίου Πνεύματος εἰς τὴν κτίσιν ἀφικνουμένη· ὅπου γε οὐδὲ ῥῆμα ψιλὸν ἐν ταῖς ὑπὲρ Χριστοῦ ἀπολογίαις δυνατὸν λαλῆσαι μὴ συνεργου‐ | |
30 | μένους παρὰ τοῦ Πνεύματος, ὡς ἐν Εὐαγγελίοις παρὰ τοῦ Κυρίου καὶ σωτῆρος ἡμῶν μεμαθήκαμεν. Ἅπαντα δὲ ταῦτα παριδόντας καὶ τῆς ἐν πᾶσι κοινωνίας ἐπιλαθομένους, ἀπὸ Πατρὸς καὶ Υἱοῦ διασπᾶν, οὐκ οἶδα εἴ τις μέτοχος Πνεύματος ἁγίου συνθήσεται. Ποῦ τοίνυν φέροντες αὐτὸ τάξομεν, μετὰ | |
35 | τῆς κτίσεως; Ἀλλ’ ἡ κτίσις πᾶσα δουλεύει· τὸ δὲ Πνεῦμα ἐλευθεροῖ. «Οὗ γὰρ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.» Καὶ πολλῶν ἐνόντων εἰπεῖν, ὅπως οὐ προσήκει τῇ κτιστῇ φύσει τὸ Πνεῦμα τὸ ἅγιον συγκαταριθμεῖν, τὸν περὶ τούτων νῦν ὑπερθήσομαι λόγον. Εἰ γὰρ μέλλοιμεν πρὸς ἀξίαν τοῦ | |
40 | προβλήματος τάς τε παρ’ ἑαυτῶν κατασκευὰς ἐπάγειν, καὶ τὰ παρὰ τῶν ἐναντίων προβαλλόμενα διαλύειν, πολλῶν ἡμῖν δεήσει λόγων, καὶ ἀποκναίσαιμεν τῇ πολυφωνίᾳ τῆς βίβλου τοὺς ἐντυγχάνοντας. Διόπερ ἰδίᾳ πραγματείᾳ ἐκεῖνο ταμιευ‐ | |
σάμενοι, τῶν προκειμένων ἐχώμεθα. | 450 | |
24.56 | Σκεψώμεθα οὖν τὰ καθέκαστον. Φύσει ἐστὶν ἀγαθόν, ὡς ἀγαθὸς ὁ Πατὴρ καὶ ἀγαθὸς ὁ Υἱός. Ἡ κτίσις δὲ ἐν τῇ ἐκλογῇ τοῦ ἀγαθοῦ μέτοχός ἐστι τῆς ἀγαθότητος. Οἶδε τὰ βάθη τοῦ Θεοῦ· ἡ κτίσις δὲ λαμβάνει τὴν φανέρωσιν τῶν | |
5 | ἀπορρήτων διὰ τοῦ Πνεύματος. Ζωοποιεῖ μετὰ τοῦ Θεοῦ τοῦ τὰ πάντα ζωογονοῦντος, μετὰ τοῦ Υἱοῦ τοῦ διδόντος ζωήν. «Ὁ γὰρ ἐγείρας Χριστὸν ἐκ νεκρῶν, ζωοποιήσει, φησί, καὶ τὰ θνητὰ ὑμῶν σώματα διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.» Καὶ πάλιν· «Τὰ πρόβατα τὰ ἐμὰ | |
10 | τῆς φωνῆς μου ἀκούει, κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς.» Ἀλλὰ καὶ «τὸ Πνεῦμα, φησί, ζωοποιεῖ». Καὶ πάλιν· «Τὸ δὲ Πνεῦμα, φησί, ζωὴ διὰ δικαιοσύνην.» Καὶ ὁ Κύριος μαρτυρεῖ τὸ Πνεῦμα εἶναι τὸ ζωοποιοῦν· «Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν.» Πῶς οὖν τῆς ζωοποιοῦ δυνάμεως | |
15 | ἀποξενώσαντες τὸ Πνεῦμα, τῇ ἐπιδεομένῃ τῆς ζωῆς φύσει προσοικειώσομεν; Τίς οὕτω δύσερις, τίς οὕτω δωρεᾶς ἐπουρανίου ἀμέτοχος, καὶ τῶν καλῶν τοῦ Θεοῦ ῥημάτων ἄγευστος, τίς οὕτως ἐλπίδων αἰωνίων ἄμοιρος, ὡς τῇ κτίσει συντάξαι τὸ Πνεῦμα, τῆς θεότητος ἀποστήσας; | |
24.57 | Ἐν ἡμῖν, φησί, τὸ Πνεῦμα ὡς δῶρόν ἐστι παρὰ τοῦ Θεοῦ. Οὐ δήπου δὲ τὸ δῶρον ταῖς ἴσαις τιμαῖς τῷ δεδωκότι σεμνύνεται. Δῶρον μὲν οὖν Θεοῦ τὸ Πνεῦμα, ἀλλὰ δῶρον ζωῆς. «Ὁ γὰρ νόμος, φησί, τοῦ Πνεύματος τῆς ζωῆς | |
5 | ἠλευθέρωσεν ἡμᾶς.» Καὶ δῶρον δυνάμεως· «Λήψεσθε γὰρ δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς.» Ἆρ’ οὖν διὰ τοῦτο εὐκαταφρόνητον; ἢ οὐχὶ καὶ τὸν Υἱὸν ἐχαρίσατο τοῖς ἀνθρώποις; «Ὅς γε, φησί, τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, | |
10 | πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται;» Καὶ ἑτέρωθι· «Ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν», περὶ τοῦ μυστηρίου τῆς ἐνανθρωπήσεως λέγων. Ὥστε πῶς οἱ ταῦτα λέγοντες οὐχὶ τὴν Ἰουδαϊκὴν ἀγνω‐ μοσύνην παρεληλύθασι, τὴν ὑπερβολὴν τῆς χρηστότητος | 452 |
15 | ἐφόδιον εἰς βλασφημίαν λαμβάνοντες; Ἐγκαλοῦσι γὰρ τῷ Πνεύματι, ὅτι παρρησίαν ἡμῖν δίδωσι καλεῖν πατέρα ἑαυτῶν τὸν Θεόν. «Ἐξαπέστειλε γὰρ ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν, κρᾶζον· Ἀββᾶ ὁ Πατήρ», | |
ἵνα ἡ ἐκείνου φωνὴ τῶν δεξαμένων ἰδία γένηται. | 454 | |
25t | ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ | |
25n | Ὅτι τῇ ἐν συλλαβῇ ἀντὶ τῆς σὺν ἡ Γραφὴ κέχρηται, ἐν ᾧ καὶ ὅτι ἡ καὶ ἰσοδυναμεῖ τῇ σύν. | |
25.58 | Πῶς οὖν, φησίν, ἡ Γραφὴ οὐδαμοῦ συνδοξαζόμενον Πατρὶ καὶ Υἱῷ τὸ Πνεῦμα παρέδωκεν, ἀλλὰ πεφυλαγμένως ἐξέκλινε τὸ ‘σὺν τῷ Πνεύματι‘ εἰπεῖν; πανταχοῦ δὲ τὸ ἐν αὐτῷ δοξάζειν ὡς ἁρμοδιώτερον προετίμησεν; | |
5 | Ἐγὼ δὲ οὐδ’ ἂν αὐτὸς φαίην ἀτιμοτέρας εἶναι διανοίας παραστατικὴν τὴν ἐν συλλαβήν, ἀλλ’ ὑγιῶς ἐκλαμβανομένην πρὸς τὸ μέγιστον ὕψος ἀνάγειν τὰς διανοίας· ὅπου γε καὶ ἀντὶ τῆς σύν, πολλαχοῦ κειμένην αὐτὴν τετηρήκαμεν. Ὡς τό· «Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώ‐ | |
10 | μασιν», ἀντὶ τοῦ μετὰ ὁλοκαυτωμάτων. Καὶ «ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ», τουτέστι μετὰ ἀργυρίου καὶ χρυσίου. Καὶ τό· «Οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν», ἀντὶ τοῦ σὺν ταῖς δυνάμεσιν ἡμῶν, καὶ μυρία τοιαῦτα. Ὅλως δὲ ἡδέως ἂν μάθοιμι παρὰ τῆς νέας σοφίας, | |
15 | ποίαν δοξολογίαν ὁ ἀπόστολος διὰ τοῦ ἐν ῥήματος ἀπεπλή‐ ρωσε, κατὰ τὸν τύπον ὃν οὗτοι νῦν ὡς ἐκ τῆς Γραφῆς ἀναφέρουσιν. Οὐδαμοῦ γὰρ εὗρον λεγόμενον τό· ‘σοὶ τῷ Πατρὶ ἡ τιμὴ καὶ ἡ δόξα διὰ τοῦ μονογενοῦς σου Υἱοῦ ἐν τῷ ἁγίῳ Πνεύματι‘, ὅπερ τούτοις ἐστὶ νῦν καὶ αὐτῆς, ὡς | |
20 | εἰπεῖν, τῆς ἀναπνοῆς συνηθέστερον. Διεσπασμένως μὲν γὰρ τούτων ἕκαστόν ἐστιν εὑρεῖν· συνημμένως δὲ ἐν τῇ συντάξει ταύτῃ οὐδαμοῦ δεικνύειν ἕξουσιν. Ὥστε εἰ μὲν ἀκριβολο‐ γοῦνται περὶ τὰ ἔγγραφα, δειξάτωσαν πόθεν λέγουσιν. Εἰ δὲ συγχωροῦσι τῇ συνηθείᾳ, μηδὲ ἡμᾶς ἐξειργέτωσαν. | 456 |
25.59 | Ἡμεῖς γὰρ ἀμφοτέρας ἐν τῇ τῶν πιστῶν χρήσει καταλαμβάνοντες τὰς ῥήσεις, ἀμφοτέραις κεχρήμεθα· τὴν μὲν δόξαν τῷ Πνεύματι ὁμοίως ἀφ’ ἑκατέρας πληροῦσθαι πεπιστευκότες· τοὺς δὲ κακουργοῦντας τὴν ἀλήθειαν | |
5 | ἐπιστομίζεσθαι μᾶλλον διὰ τῆς προκειμένης λέξεως, ἥτις τὴν δύναμιν τῶν Γραφῶν παραπλησίαν ἔχουσα, οὐκέτι ἐστὶν ὁμοίως τοῖς ἐναντίοις εὐεπιχείρητος—ἔστι δὲ αὕτη ἡ ἀντι‐ λεγομένη νῦν παρὰ τούτων—ἀντὶ τοῦ καὶ συνδέσμου παρει‐ λημμένη. Ἴσον γάρ ἐστιν εἰπεῖν· ‘Παῦλος καὶ Σιλουανὸς | |
10 | καὶ Τιμόθεοσ‘, καὶ ‘Παῦλος σὺν Τιμοθέῳ καὶ Σιλουανῷ‘. Ἡ γὰρ συμπλοκὴ τῶν ὀνομάτων δι’ ἑκατέρας ὁμοίως τῆς ἐκφωνήσεως σῴζεται. Εἰ τοίνυν, τοῦ Κυρίου εἰπόντος Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, αὐτὸς εἴποιμι Πατέρα καὶ Υἱὸν σὺν τῷ ἁγίῳ Πνεύματι, ἄλλο τι εἰρηκὼς κατὰ τὴν | |
15 | δύναμιν ἔσομαι; Τῆς δὲ διὰ τοῦ καὶ συνδέσμου συμπλοκῆς τῶν ὀνομάτων, πολλὰ τὰ μαρτύρια. «Ἡ χάρις γάρ, φησί, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος.» Καὶ πάλιν· «Παρα‐ καλῶ δὲ ὑμᾶς διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ | |
20 | διὰ τῆς ἀγάπης τοῦ Πνεύματος.» Εἰ τοίνυν ἀντὶ τῆς καὶ τῇ σὺν ἐθελήσαιμεν χρήσασθαι, τί διάφορον πεποιηκότες | |
ἐσόμεθα; Ἐγὼ μὲν οὐχ ὁρῶ, πλὴν εἰ μὴ ψυχραῖς γραμμα‐ τικαῖς τις τὸν μὲν σύνδεσμον ὡς συμπλεκτικὸν καὶ πλείονα ποιοῦντα τὴν ἕνωσιν προτιμῴη, τὴν δὲ πρόθεσιν, ὡς οὐκ | 458 | |
25 | ἔχουσαν τὴν ἴσην δύναμιν, ἀποπέμποιτο. Ἀλλ’ εἴ γε περὶ τούτων τὰς εὐθύνας ὑπείχομεν, ἴσως οὐκ ἂν πολλοῦ λόγου πρὸς τὴν ἀπολογίαν ἐπεδεήθημεν. Νῦν δέ, οὐ περὶ συλλαβῶν οὐδὲ περὶ τοιοῦδε ἢ τοιοῦδε φωνῆς ἤχου ὁ λόγος αὐτοῖς, ἀλλὰ περὶ πραγμάτων ἐν | |
30 | δυνάμει καὶ ἀληθείᾳ μεγίστην ἐχόντων διαφοράν. Ὧν ἕνεκεν, ἀπαρατηρήτου τῆς χρήσεως τῶν συλλαβῶν οὔσης, οὗτοι τὰς μὲν ἐγγράφειν, τὰς δὲ ἀποδιώκειν τῆς Ἐκκλησίας ἐπιχει‐ ροῦσιν. Ἐγὼ δέ, εἰ καὶ ἐκ τῆς πρώτης ἀκοῆς ἐναργὲς ἔχει τὸ χρήσιμον, ἀλλ’ οὖν καὶ τὸν λόγον παρέξομαι καθ’ ὃν οἱ | |
35 | πατέρες ἡμῶν οὐκ ἀργῶς συμπαρέλαβον τὴν χρῆσιν τῆς προθέσεως ταύτης. Πρὸς γὰρ τῷ τὸ τοῦ Σαβελλίου κακὸν ἰσοσθενῶς τῇ καὶ συλλαβῇ διελέγχειν, καὶ παραπλησίως ἐκείνῃ τὸ τῶν ὑποστάσεων ἴδιον παριστᾷν, ὡς τό· «Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα», καὶ τό· «Ἐγὼ καὶ ὁ Πατὴρ | |
40 | ἕν ἐσμεν», ἐξαίρετον ἔχει τῆς ἀϊδίου κοινωνίας καὶ ἀπαύστου συναφείας τὸ μαρτύριον. Ὁ γὰρ εἰπὼν σὺν τῷ Πατρὶ τὸν Υἱὸν εἶναι, ὁμοῦ τήν τε τῶν ὑποστάσεων ἰδιότητα καὶ τὸ ἀχώριστον τῆς κοινωνίας ἔδειξεν. Ὅπερ καὶ ἐπὶ τῶν ἀνθρω‐ πίνων ἐστὶν ἰδεῖν· ὁ μὲν καὶ σύνδεσμος τὸ κοινὸν τῆς | |
45 | ἐνεργείας παρίστησιν· ἡ δὲ σὺν πρόθεσις τὴν κοινωνίαν πως συνενδείκνυται. Οἷον, ἔπλευσαν εἰς Μακεδονίαν Παῦλος | |
καὶ Τιμόθεος· ἀλλὰ καὶ Τυχικὸς καὶ Ὀνήσιμος ἀπεστάλησαν Κολοσσαεῦσιν· ἐκ τούτων, ὅτι μὲν ταὐτὸν ἐνήργησαν, μεμαθήκαμεν. Ἐὰν δὲ ἀκούσωμεν ὅτι συνέπλευσαν καὶ | 460 | |
25.59(50) | συναπεστάλησαν, ὅτι καὶ μετ’ ἀλλήλων τὴν πρᾶξιν ἐπλήρωσαν προσεδιδάχθημεν. Οὕτω τὸ τοῦ Σαβελλίου κακόν, ὡς οὐδεμία τῶν ἄλλων φωνῶν καταλύουσα, προστίθησιν ἐκείνοις καὶ τοὺς κατὰ διάμετρον ἀσεβοῦντας. Λέγω δὴ τούτους οἳ χρονικοῖς διαστήμασι τοῦ μὲν Πατρὸς τὸν Υἱόν, τοῦ δὲ | |
55 | Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον διαιροῦσι. | |
25.60 | Πρὸς δὲ τὴν ἐν συλλαβὴν ἐκεῖνο μάλιστα τὸ διάφορον ἔχει, ὅτι ἡ μὲν σὺν τὴν πρὸς ἀλλήλους συνάφειαν τῶν κοινωνούντων παρίστησιν, οἷον τῶν συμπλεόντων, ἢ συνοι‐ κούντων, ἢ ὁτιοῦν τῶν πάντων κοινῶς ἐκτελούντων· ἡ δὲ | |
5 | ἐν τὴν σχέσιν τὴν πρὸς τὸ ἐν ᾧ τυγχάνουσιν ἐνεργοῦντες δηλοῖ. Ἐμπλέουσι γὰρ καὶ ἐνοικοῦσιν ἀκούσαντες, τὸ σκάφος καὶ τὴν οἰκίαν εὐθὺς ἐννοήσαμεν. Κατὰ μὲν οὖν τὴν κοινὴν χρῆσιν, ἡ πρὸς ἀλλήλας αὐτῶν διαφορὰ τοιαύτη, καὶ ἐπὶ πλεῖον ἂν εὑρεθείη παρὰ τῶν | |
10 | φιλοπόνων. Οὐ γὰρ ἐμοὶ σχολὴ τὰ περὶ τῶν συλλαβῶν ἐξετάζειν. Ἐπεὶ οὖν δέδεικται ἡ σὺν εὐσημότατα ἀποδιδοῦσα τῆς συναφείας τὴν ἔννοιαν, γενέσθω ὑμῖν ἔνσπονδος, εἰ δοκεῖ, καὶ παύσασθε τοῦ χαλεποῦ πρὸς αὐτὴν καὶ ἀκηρύκτου πολέ‐ μου. Ὅμως μέντοι οὕτως εὐφήμου τῆς φωνῆς ὑπαρχούσης, | |
15 | εἴ τῳ φίλον ἐν δοξολογίαις τῇ καὶ συλλαβῇ συνδεῖν τὰ ὀνό‐ ματα καὶ δοξάζειν, ὡς ἐν Εὐαγγελίοις ἐπὶ τοῦ βαπτίσματος μεμαθήκαμεν, Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα· καὶ οὕτω γινέσθω, οὐδεὶς ἀντερεῖ. Ἐπὶ τούτοις, εἰ δοκεῖ, καταθώμεθα. Ἀλλὰ τὰς γλώσσας ἂν πρόοιντο μᾶλλον, ἢ τὴν | |
20 | φωνὴν ταύτην δέξαιντο. Τοῦτο μὲν οὖν ἐστιν, ὃ τὸν ἀκήρυκτον ἡμῖν καὶ ἄσπονδον πόλεμον ἐπεγείρει. Ἐν τῷ Πνεύματι, φησί, τῷ ἁγίῳ τὴν δοξολογίαν ἀποδοτέον τῷ Θεῷ, οὐχὶ δὲ καὶ τῷ Πνεύματι· καὶ ἐκθυμότατα τῆς φωνῆς ταύτης ὡς ταπεινωτικῆς τοῦ | 462 |
25 | Πνεύματος περιέχονται. Περὶ ἧς οὐκ ἄχρηστον καὶ διὰ μακροτέρων εἰπεῖν. Ὧν ἀκούσαντες οὗτοι, θαυμάσαιμεν ἄν, εἰ μὴ ὡς προδότιν αὐτὴν καὶ πρὸς τὴν τοῦ Πνεύματος | |
δόξαν αὐτομολοῦσαν ἀποκηρύξωσιν. | 464 | |
26t | ΚΕΦΑΛΑΙΟΝ Κϛʹ | |
26n | Ὅτι ὁσαχῶς λέγεται τὸ ἐν, τοσαυταχῶς καὶ ἐπὶ τοῦ Πνεύματος λαμβάνεται. | |
26.61 | Ἐμοὶ τοίνυν σκοπουμένῳ δοκεῖ, ἁπλῆς καὶ συντόμου τῆς ἐκφωνήσεως οὔσης, πολλὰ καὶ ποικίλα εἶναι τὰ δι’ αὐτῆς σημαινόμενα. Ὁσαχῶς γὰρ λέγεται τὸ ἐν, τοσαυταχῶς εὑρίσκομεν ταῖς περὶ τοῦ Πνεύματος ἐννοίαις ὑπηρετούμενον. | |
5 | Λέγεται μὲν οὖν τὸ εἶδος ἐν τῇ ὕλῃ εἶναι, καὶ ἡ δύναμις ἐν τῷ δεκτικῷ, καὶ ἡ ἕξις ἐν τῷ κατ’ αὐτὴν διακειμένῳ, καὶ πολλὰ τοιαῦτα. Οὐκοῦν, καθὸ μὲν τελειωτικὸν τὸ ἅγιον Πνεῦμα τῶν λογικῶν, ἀπαρτίζον αὐτῶν τὴν ἀκρότητα, τὸν τοῦ εἴδους λόγον ἐπέχει. Ὁ γὰρ μηκέτι κατὰ σάρκα ζῶν, | |
10 | ἀλλὰ Πνεύματι Θεοῦ ἀγόμενος, καὶ υἱὸς Θεοῦ χρηματίζων, καὶ σύμμορφος τῆς εἰκόνος τοῦ Υἱοῦ τοῦ Θεοῦ γενόμενος, | |
πνευματικὸς ὀνομάζεται. Καὶ ὡς ἡ δύναμις τοῦ ὁρᾷν ἐν τῷ ὑγιαίνοντι ὀφθαλμῷ, οὕτως ἡ ἐνέργεια τοῦ Πνεύματος ἐν τῇ κεκαθαρμένῃ ψυχῇ. | 466 | |
15 | Διὸ καὶ Παῦλος εὔχεται Ἐφεσίοις, πεφωτισμένους ὀφθαλ‐ μοὺς αὐτῶν εἶναι ἐν τῷ Πνεύματι τῆς σοφίας. Καὶ ὡς ἡ τέχνη ἐν τῷ ἀναλαβόντι αὐτήν, οὕτως ἡ χάρις τοῦ Πνεύματος ἐν τῷ ὑποδεξαμένῳ, ἀεὶ μὲν συμπαροῦσα, οὐχὶ δὲ καὶ ἐνεργοῦσα διηνεκῶς. Ἐπεὶ καὶ ἡ τέχνη, δυνάμει μὲν ἐν τῷ | |
20 | τεχνίτῃ ἐστίν· ἐνεργείᾳ δὲ τότε, ὅταν κατ’ αὐτὴν ἐνεργῇ. Οὕτω καὶ τὸ Πνεῦμα, ἀεὶ μὲν συμπάρεστι τοῖς ἀξίοις, ἐνεργεῖ δὲ κατὰ τὴν χρείαν, ἢ ἐν προφητείαις, ἢ ἐν ἰάμασιν, ἢ ἐν ἄλλοις τισὶ δυνάμεων ἐνεργήμασιν. Ἔτι ὡς ἐν σώμασιν ὑγίεια, ἢ θερμότης, ἢ ὅλως αἱ εὐκίνητοι | |
25 | διαθέσεις· οὕτω καὶ ἐν ψυχῇ πολλάκις ὑπάρχει τὸ Πνεῦμα, τοῖς διὰ τὸ τῆς γνώμης ἀνίδρυτον, εὐκόλως, ἣν ἐδέξαντο χάριν ἀπωθουμένοις, μὴ παραμένον· οἷος ἦν ὁ Σαούλ, καὶ οἱ ἑβδομήκοντα πρεσβύτεροι τῶν υἱῶν Ἰσραήλ, πλὴν τοῦ Ἐλδὰδ καὶ Μωδὰδ—τούτοις γὰρ μόνοις ἐκ πάντων | |
30 | φαίνεται παραμεῖναν τὸ Πνεῦμα—, καὶ ὅλως εἴ τις τούτοις τὴν προαίρεσιν παραπλήσιος. Καὶ ὡς ὁ λόγος δὲ ἐν ψυχῇ, ποτὲ μὲν ὡς τὸ ἐγκάρδιον νόημα, ποτὲ δὲ ὡς ὁ προφερόμενος διὰ γλώσσης, οὕτω τὸ Πνεῦμα τὸ ἅγιον· νῦν μὲν ὅταν συμμαρτυρῇ τῷ πνεύματι, καὶ ὅταν κράζῃ ἐν ταῖς καρδίαις | |
35 | ἡμῶν· Ἀββᾶ ὁ Πατήρ, νῦν δὲ ὅταν λαλῇ ὑπὲρ ἡμῶν, κατὰ τὸ εἰρημένον, ὅτι «Οὐχ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς τὸ λαλοῦν ἐν ὑμῖν». Ἤδη δὲ καὶ ὡς ὅλον ἐν μέρεσι νοεῖται τὸ Πνεῦμα κατὰ | |
τὴν τῶν χαρισμάτων διανομήν. Πάντες γὰρ ἀλλήλων ἐσμὲν | 468 | |
40 | μέλη, «ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσαν ἡμῖν διάφορα». Διὰ τοῦτο «οὐ δύναται ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί, χρείαν σου οὐκ ἔχω· ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσί, χρείαν ὑμῶν οὐκ ἔχω». Ἀλλὰ πάντα μὲν ὁμοῦ συμπληροῖ τὸ σῶμα τοῦ Χριστοῦ ἐν τῇ ἑνότητι τοῦ Πνεύ‐ | |
45 | ματος· ἀλλήλοις δὲ ἀναγκαίαν τὴν ἐκ τῶν χαρισμάτων ἀντιδίδωσιν ὠφέλειαν. Ὁ μὲν γὰρ Θεὸς ἔθετο τὰ μέλη ἐν τῷ σώματι, ἓν ἕκαστον αὐτῶν, καθὼς ἠθέλησε. Τὰ μέντοι μέλη τὸ αὐτὸ μεριμνῶσιν ὑπὲρ ἀλλήλων, κατὰ τὴν πνευμα‐ τικὴν κοινωνίαν τῆς συμπαθείας αὐτοῖς ὑπαρχούσης. Διόπερ | |
26.61(50) | «εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη, εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη.» Καὶ ὡς μέρη δὲ ἐν ὅλῳ, οἱ καθ’ ἕνα ἐσμὲν ἐν τῷ Πνεύματι· ὅτι οἱ πάντες ἐν ἑνὶ σώματι, εἰς ἓν Πνεῦμα ἐβαπτίσθημεν. | |
26.62 | Ὃ δὲ παράδοξον μὲν εἰπεῖν, ἀληθὲς δὲ οὐδενὸς ἔλαττον, ὅτι καὶ ὡς χώρα τῶν ἁγιαζομένων πολλάκις τὸ Πνεῦμα λέγεται. Καὶ φανήσεται οὐδὲ οὗτος ὁ τρόπος κατασμικρύνων τὸ Πνεῦμα, ἀλλὰ μᾶλλον δοξάζων. Τὰ γάρ τοι σωματικὰ | |
5 | τῶν ὀνομάτων καὶ ἐπὶ τὰς πνευματικὰς ἐννοίας ἐναργείας ἕνεκεν πολλάκις ὁ λόγος μετακομίζει. Τετηρήκαμεν οὖν καὶ ἐπὶ τοῦ Θεοῦ τὸν ψαλμῳδὸν λέγοντα· «Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν, καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με.» Περὶ δὲ τοῦ Πνεύματος· «Ἰδοὺ τόπος, φησί, παρ’ ἐμοί, καὶ | |
10 | στῆθι ἐπὶ τῆς πέτρας», τί ἄλλο λέγων τὸν τόπον, ἢ τὴν ἐν Πνεύματι θεωρίαν, ἐν ᾗ γενόμενος, ἐδύνατο ἰδεῖν γνωστῶς ἐμφανιζόμενον αὐτῷ τὸν Θεὸν ὁ Μωϋσῆς; Οὗτός ἐστιν ὁ τόπος ὁ τῆς ἀληθινῆς λατρείας ἴδιος. «Πρόσεχε γάρ, φησί, μὴ ἀνενέγκῃς τὰ ὁλοκαυτώματά σου ἐν παντὶ τόπῳ· ἀλλ’ ἐν | 470 |
15 | τῷ τόπῳ, ᾧ ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου.» Ποῖον οὖν ἐστιν ὁλοκαύτωμα πνευματικόν; Ἡ θυσία τῆς αἰνέσεως. Ἐν ποίῳ δὲ τόπῳ ταύτην προσφέρομεν; ἐν τῷ Πνεύματι τῷ ἁγίῳ. Ποῦ τοῦτο μεμαθήκαμεν; Παρ’ αὐτοῦ τοῦ Κυρίου λέγοντος ὅτι «οἱ ἀληθινοὶ προσκυνηταὶ ἐν Πνεύματι καὶ | |
20 | ἀληθείᾳ προσκυνήσουσι τῷ Πατρί». Τοῦτον τὸν τόπον ἰδὼν ὁ Ἰακὼβ ἔφη ὅτι «Κύριος ἐν τῷ τόπῳ τούτῳ». Ὥστε τὸ Πνεῦμα, τόπος ἀληθῶς τῶν ἁγίων. Καὶ ὁ ἅγιος, τόπος οἰκεῖος τῷ Πνεύματι ἐμπαρέχων ἑαυτὸν πρὸς ἐνοίκησιν τὴν μετὰ Θεοῦ, καὶ ναὸς αὐτοῦ χρηματίζων. Ὡς γὰρ ἐν | |
25 | Χριστῷ λαλεῖ Παῦλος· «Κατενώπιον γάρ, φησί, Θεοῦ, ἐν Χριστῷ λαλοῦμεν»· καὶ Χριστὸς ἐν Παύλῳ, ὡς αὐτὸς λέγει· «Ἢ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ;» οὕτω καὶ «ἐν Πνεύματι λαλεῖ τὰ μυστήρια», καὶ τὸ Πνεῦμα πάλιν λαλεῖ ἐν αὐτῷ. | |
26.63 | Ἐν μὲν οὖν τοῖς γεννητοῖς οὕτω πολυμερῶς καὶ πολυτρόπως ἐνεῖναι λέγεται τὸ Πνεῦμα· Πατρὶ δὲ καὶ Υἱῷ οὐχὶ ἐνεῖναι μᾶλλον, ἀλλὰ συνεῖναι εἰπεῖν εὐσεβέστερον. Ἡ μὲν γὰρ παρ’ αὐτοῦ χάρις οἰκοῦντος ἐν τοῖς ἀξίοις καὶ | |
5 | ἐνεργοῦντος τὰ ἑαυτοῦ, καλῶς ἐνυπάρχειν τοῖς δεκτικοῖς αὐτοῦ λέγεται. Ἡ δὲ προαιώνιος ὕπαρξις, καὶ ἄπαυστος διαμονὴ μεθ’ Υἱοῦ καὶ Πατρὸς θεωρουμένη, τὰς τῆς ἀϊδίου συναφείας προσηγορίας ἐπιζητεῖ. Τὸ γὰρ κυρίως καὶ ἀληθῶς συνυπάρχειν ἐπὶ τῶν ἀχωρίστως ἀλλήλοις συνόντων | |
10 | λέγεται. Τὴν γὰρ θερμότητα τῷ μὲν πυρακτωθέντι σιδήρῳ ἐνυπάρχειν φαμέν· αὐτῷ δὲ τῷ πυρὶ συνυπάρχειν. Καὶ τὴν μὲν ὑγίειαν τῷ σώματι ἐνυπάρχειν, τὴν δὲ ζωὴν τῇ ψυχῇ συνυπάρχειν. Ὥστε ὅπου μὲν οἰκεία καὶ συμφυὴς καὶ ἀχώριστος ἡ κοινωνία, σημαντικωτέρα φωνὴ ἡ σύν, τῆς | 472 |
15 | ἀχωρίστου κοινωνίας τὴν διάνοιαν ὑποβάλλουσα. Ὅπου δὲ προσγίνεσθαι ἡ ἀπ’ αὐτοῦ χάρις καὶ πάλιν ἀπογίνεσθαι πέφυκεν, οἰκείως καὶ ἀληθῶς τὸ ἐνυπάρχειν λέγεται, κἂν τοῖς δεξαμένοις πολλάκις διὰ τὸ ἑδραῖον τῆς περὶ τὸ καλὸν διαθέσεως, ἡ ἀπ’ αὐτοῦ χάρις διαρκὴς παραμένῃ. | |
20 | Ὥστε ὅταν μὲν τὴν οἰκείαν ἀξίαν τοῦ Πνεύματος ἐννοῶμεν, μετὰ Πατρὸς καὶ Υἱοῦ αὐτὸ θεωροῦμεν. Ὅταν δὲ τὴν εἰς τοὺς μετόχους ἐνεργουμένην χάριν ἐνθυμηθῶμεν, ἐν ἡμῖν εἶναι τὸ Πνεῦμα λέγομεν. Καὶ ἥ γε προσαγομένη δοξολογία παρ’ ἡμῶν ἐν τῷ Πνεύματι, οὐχὶ τῆς ἐκείνου ἀξίας ὁμολογίαν | |
25 | ἔχει, ἀλλὰ τῆς ἡμετέρας αὐτῶν ἀσθενείας ἐξομολόγησιν· δεικνύντων ὅτι οὔτε δοξάσαι ἀφ’ ἑαυτῶν ἱκανοί ἐσμεν, ἀλλ’ ἡ ἱκανότης ἡμῶν ἐν τῷ Πνεύματι τῷ ἁγίῳ, ἐν ᾧ δυναμωθέντες, τὴν ὑπὲρ ὧν εὐεργετήθημεν, τῷ Θεῷ ἡμῶν εὐχαριστίαν ἀποπληροῦμεν· κατὰ τὸ μέτρον τῆς ἀπὸ κακίας | |
30 | καθαρότητος, ἕτερος ἑτέρου πλέον ἢ ἔλαττον τῆς ἐκ τοῦ Πνεύματος βοηθείας μεταλαμβάνοντες, εἰς τὸ προσφέρειν τὰς θυσίας τῆς αἰνέσεως τῷ Θεῷ. Καθ’ ἕνα μὲν οὖν τρόπον οὕτως εὐσεβῶς ἐν Πνεύματι τὴν εὐχαριστίαν ἀποπληροῦμεν. Καίτοι καὶ τοῦτο οὐκ ἀβαρές, αὐτόν τινα ἑαυτῷ μαρτυρεῖν, | |
35 | ὅτι Πνεῦμα Θεοῦ ἐν ἐμοί, καὶ διὰ τῆς ἀπ’ αὐτοῦ χάριτος σοφισθεὶς ἀναφέρω τὴν δόξαν. Παύλῳ γὰρ πρέπουσα ἡ φωνή· «Δοκῶ γὰρ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν.» Καὶ πάλιν· «Τὴν καλὴν παρακαταθήκην φύλαξον, διὰ Πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν»· καὶ περὶ τοῦ Δανιήλ· ὅτι | |
40 | Πνεῦμα Θεοῦ ἅγιον ἐν αὐτῷ· καὶ εἴ τις ἐκείνοις τὴν ἀρετὴν παραπλήσιος. | |
26.64 | Δεύτερος δὲ νοῦς, οὐδὲ αὐτὸς ἀπόβλητος· ὅτι ὥσπερ ἐν τῷ Υἱῷ ὁρᾶται ὁ Πατήρ, οὕτως ὁ Υἱὸς ἐν τῷ Πνεύματι. Ἡ τοίνυν ἐν τῷ Πνεύματι προσκύνησις, τὴν ὡς ἐν φωτὶ γινομένην τῆς διανοίας ἡμῶν ἐνέργειαν ὑποβάλλει, ὡς ἐκ | 474 |
5 | τῶν πρὸς τὴν Σαμαρεῖτιν εἰρημένων ἂν μάθοις. Ἐν τόπῳ γὰρ εἶναι τὴν προσκύνησιν ἐκ τῆς ἐγχωρίου συνηθείας ἠπατημένην ὁ Κύριος ἡμῶν μεταδιδάσκων, ἐν Πνεύματι καὶ ἀληθείᾳ χρῆναι προσκυνεῖν ἔφησεν, ἑαυτὸν λέγων δηλαδὴ τὴν ἀλήθειαν. Ὥσπερ οὖν ἐν τῷ Υἱῷ προσκύνησιν λέγομεν, | |
10 | τὴν ὡς ἐν εἰκόνι τοῦ Θεοῦ καὶ Πατρός, οὕτω καὶ ἐν τῷ Πνεύματι, ὡς ἐν ἑαυτῷ δεικνύντι τὴν τοῦ Κυρίου θεότητα. Διὸ καὶ ἐν τῇ προσκυνήσει ἀχώριστον ἀπὸ Πατρὸς καὶ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Ἔξω μὲν γὰρ ὑπάρχων αὐτοῦ, οὐδὲ προσκυνήσεις τὸ παράπαν· ἐν αὐτῷ δὲ γενόμενος | |
15 | οὐδενὶ τρόπῳ ἀποχωρίσεις ἀπὸ Θεοῦ· οὐ μᾶλλόν γε, ἢ τῶν ὁρατῶν ἀποστήσεις τὸ φῶς. Ἀδύνατον γὰρ ἰδεῖν τὴν εἰκόνα τοῦ Θεοῦ τοῦ ἀοράτου, μὴ ἐν τῷ φωτισμῷ τοῦ Πνεύματος. Καὶ τὸν ἐνατενίζοντα τῇ εἰκόνι, ἀμήχανον τῆς εἰκόνος ἀποχωρίσαι τὸ φῶς. Τὸ γὰρ τοῦ ὁρᾶν αἴτιον, ἐξ ἀνάγκης | |
20 | συγκαθορᾶται τοῖς ὁρατοῖς. Ὥστε οἰκείως καὶ ἀκολούθως διὰ μὲν τοῦ φωτισμοῦ τοῦ Πνεύματος, τὸ ἀπαύγασμα τῆς δόξης τοῦ Θεοῦ καθορῶμεν· διὰ δὲ τοῦ χαρακτῆρος, ἐπὶ | |
τὸν οὗ ἐστιν ὁ χαρακτὴρ καὶ ἡ ἰσότυπος σφραγὶς ἀναγόμεθα. | 476 | |
27t | ΚΕΦΑΛΑΙΟΝ ΚΖʹ | |
27n | Πόθεν ἡ σὺν ἤρξατο συλλαβὴ καὶ ποίαν δύναμιν ἔχει, ἐν ᾧ καὶ τὰ περὶ τῶν ἀγράφων τῆς Ἐκκλησίας νομίμων. | |
27.65 | Τίνος οὖν ἕνεκεν, φασίν, ἰδίως προσηκούσης τῷ Πνεύματι τῆς ἐν συλλαβῆς, καὶ εἰς πᾶσαν ἡμῖν τὴν περὶ αὐτοῦ ἔννοιαν ἐξαρκούσης, τὴν καινὴν ταύτην ὑμεῖς συλλαβὴν ἐπεισηγάγετε, σὺν τῷ Πνεύματι λέγοντες, καὶ οὐκ ἐν τῷ | |
5 | Πνεύματι τῷ ἁγίῳ, οὔτε ἄλλως ἀναγκαῖα, οὔτε νενομισμένα ταῖς Ἐκκλησίαις φθεγγόμενοι; Ὡς μὲν οὖν οὐχὶ ἀποκληρωτικῶς τῷ ἁγίῳ Πνεύματι ἡ ἐν συλλαβὴ διενήνοχεν, ἀλλὰ κοινὴ Πατρός ἐστι καὶ Υἱοῦ, ἐν τοῖς κατόπιν εἴρηται. Οἶμαι δὲ κἀκεῖνο ἀρκούντως | |
10 | εἰρῆσθαι ὅτι οὐ μόνον οὐκ ἀφαιρεῖται τι τῆς ἀξίας τοῦ Πνεύματος, ἀλλὰ καὶ πρὸς τὸ μέγιστον ὕψος τῶν μὴ πάντη ἐνδιαστρόφων τοὺς λογισμοὺς ἐπανάγει. Λειπόμενον δέ ἐστι περὶ τῆς σύν, ὁπόθεν ἤρξατο, καὶ τίνα δύναμιν ἔχει, καὶ ὅπως σύμφωνός ἐστι τῇ Γραφῇ, διηγήσασθαι. | |
27.66 | Τῶν ἐν τῇ Ἐκκλησίᾳ πεφυλαγμένων δογμάτων καὶ κηρυγμάτων, τὰ μὲν ἐκ τῆς ἐγγράφου διδασκαλίας ἔχομεν, τὰ δὲ ἐκ τῆς τῶν ἀποστόλων παραδόσεως διαδοθέντα ἡμῖν ἐν μυστηρίῳ παρεδεξάμεθα· ἅπερ ἀμφότερα τὴν αὐτὴν | 478 |
5 | ἰσχὺν ἔχει πρὸς τὴν εὐσέβειαν. Καὶ τούτοις οὐδεὶς ἀντερεῖ, οὐκοῦν ὅστις γε κατὰ μικρὸν γοῦν θεσμῶν ἐκκλησιαστικῶν πεπείραται. Εἰ γὰρ ἐπιχειρήσαιμεν τὰ ἄγραφα τῶν ἐθῶν ὡς μὴ μεγάλην ἔχοντα τὴν δύναμιν παραιτεῖσθαι, λάθοιμεν ἂν εἰς αὐτὰ τὰ καίρια ζημιοῦντες τὸ Εὐαγγέλιον· μᾶλλον δὲ | |
10 | εἰς ὄνομα ψιλὸν περιιστῶντες τὸ κήρυγμα. Οἷον—ἵνα τοῦ πρώτου καὶ κοινοτάτου μνησθῶ—τῷ τύπῳ τοῦ σταυροῦ τοὺς εἰς τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἠλπικότας κατασημαίνεσθαι, τίς ὁ διὰ γράμματος διδάξας; Τὸ πρὸς ἀνατολὰς τετράφθαι κατὰ τὴν προσευχήν, ποῖον ἐδίδαξεν | |
15 | ἡμᾶς γράμμα; Τὰ τῆς ἐπικλήσεως ῥήματα ἐπὶ τῇ ἀναδείξει τοῦ ἄρτου τῆς Εὐχαριστίας καὶ τοῦ ποτηρίου τῆς εὐλογίας, τίς τῶν ἁγίων ἐγγράφως ἡμῖν καταλέλοιπεν; Οὐ γὰρ δὴ τούτοις ἀρκούμεθα, ὧν ὁ ἀπόστολος ἢ τὸ εὐαγγέλιον ἐπεμ‐ νήσθη, ἀλλὰ καὶ προλέγομεν καὶ ἐπιλέγομεν ἕτερα, ὡς | |
20 | μεγάλην ἔχοντα πρὸς τὸ μυστήριον τὴν ἰσχύν, ἐκ τῆς ἀγράφου | |
διδασκαλίας παραλαβόντες. Εὐλογοῦμεν δὲ τό τε ὕδωρ τοῦ βαπτίσματος καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ προσέτι αὐτὸν τὸν βαπτιζόμενον. Ἀπὸ ποίων ἐγγράφων; Οὐκ ἀπὸ τῆς σιωπωμένης καὶ μυστικῆς παραδόσεως; Τί δέ; αὐτὴν τοῦ | 480 | |
25 | ἐλαίου τὴν χρῖσιν τίς λόγος γεγραμμένος ἐδίδαξε; Τὸ δὲ τρὶς βαπτίζεσθαι τὸν ἄνθρωπον, πόθεν; Ἄλλα δὲ ὅσα περὶ τὸ βάπτισμα, ἀποτάσσεσθαι τῷ σατανᾷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, ἐκ ποίας ἐστὶ γραφῆς; Οὐκ ἐκ τῆς ἀδημοσιεύτου ταύτης καὶ ἀπορρήτου διδασκαλίας, ἣν ἐν ἀπολυπραγμονήτῳ | |
30 | καὶ ἀπεριεργάστῳ σιγῇ οἱ πατέρες ἡμῶν ἐφύλαξαν, καλῶς ἐκεῖνο δεδιδαγμένοι, τῶν μυστηρίων τὸ σεμνὸν σιωπῇ διασῴζεσθαι; Ἃ γὰρ οὐδὲ ἐποπτεύειν ἔξεστι τοῖς ἀμυήτοις, τούτων πῶς ἂν ἦν εἰκὸς τὴν διδασκαλίαν ἐκθριαμβεύειν ἐν γράμμασιν; | |
35 | Ἢ τίποτε βουλόμενος ὁ μέγας Μωϋσῆς, οὐ πᾶσι βάσιμα εἶναι τὰ τοῦ ἱεροῦ πάντα πεποίηκεν; ἀλλ’ ἔξω μὲν ἁγίων ἔστησε περιβόλων τοὺς βεβήλους, τὰς δὲ πρώτας αὐλὰς τοῖς καθαρωτέροις ἀνείς, τοὺς Λευίτας μόνους ἀξίους ἔκρινε τοῦ θείου θεραπευτάς· σφάγια δὲ καὶ ὁλοκαυτώσεις καὶ τὴν | |
40 | λοιπὴν ἱερουργίαν τοῖς ἱερεῦσιν ἀποκληρώσας, ἕνα τῶν πάντων ἔκκριτον εἰς τὰ ἄδυτα παραδέχεται· καὶ οὐδὲ τοῦτον διὰ παντός, ἀλλὰ κατὰ μίαν μόνην τοῦ ἐνιαυτοῦ ἡμέραν, καὶ ταύτης ὥραν τακτὴν εἰσιτητὸν αὐτῷ καταστήσας, ὥστε διὰ τὸ ἀπεξενωμένον καὶ ἄηθες θαμβούμενον ἐποπτεύειν | |
45 | τὰ ἅγια τῶν ἁγίων· εὖ εἰδὼς ὑπὸ σοφίας, τῷ μὲν πεπατη‐ μένῳ, καὶ αὐτόθεν ληπτῷ, πρόχειρον οὖσαν τὴν καταφρό‐ νησιν· τῷ δὲ ἀνακεχωρηκότι καὶ σπανίῳ, φυσικῶς πως | |
παρεζευγμένον τὸ περισπούδαστον. Κατὰ τὸν αὐτὸν δὴ τρόπον, καὶ οἱ τὰ περὶ τὰς Ἐκκλησίας | 482 | |
27.66(50) | ἐξαρχῆς διαθεσμοθετήσαντες ἀπόστολοι καὶ πατέρες, ἐν τῷ κεκρυμμένῳ καὶ ἀφθέγκτῳ τὸ σεμνὸν τοῖς μυστηρίοις ἐφύλασσον. Οὐδὲ γὰρ ὅλως μυστήριον, τὸ εἰς τὴν δημώδη καὶ εἰκαίαν ἀκοὴν ἔκφορον. Οὗτος ὁ λόγος τῆς τῶν ἀγράφων παραδόσεως, ὡς μὴ καταμεληθεῖσαν τῶν δογμάτων τὴν | |
55 | γνῶσιν εὐκαταφρόνητον τοῖς πολλοῖς γενέσθαι διὰ συνήθειαν. Ἄλλο γὰρ δόγμα, καὶ ἄλλο κήρυγμα. Τὸ μὲν γὰρ σιωπᾶται, τὰ δὲ κηρύγματα δημοσιεύεται. Σιωπῆς δὲ εἶδος καὶ ἡ ἀσάφεια, ᾗ κέχρηται ἡ Γραφή, δυσθεώρητον κατασκευάζουσα τῶν δογμάτων τὸν νοῦν πρὸς τὸ τῶν ἐντυγχανόντων λυσι‐ | |
60 | τελές. Τούτου χάριν πάντες μὲν ὁρῶμεν κατ’ ἀνατολὰς ἐπὶ τῶν προσευχῶν· ὀλίγοι δὲ ἴσμεν ὅτι τὴν ἀρχαίαν ἐπιζητοῦμεν πατρίδα, τὸν παράδεισον, ὃν ἐφύτευσεν ὁ Θεὸς ἐν Ἐδὲμ κατ’ ἀνατολάς. Ὀρθοὶ μὲν πληροῦμεν τὰς εὐχὰς ἐν τῇ μιᾷ τοῦ σαββάτου· τὸν δὲ λόγον οὐ πάντες οἴδαμεν. Οὐ γὰρ | |
65 | μόνον ὡς συναναστάντες Χριστῷ καὶ τὰ ἄνω ζητεῖν ὀφεί‐ λοντες, ἐν τῇ ἀναστασίμῳ ἡμέρᾳ τῆς δεδομένης ἡμῖν χάριτος διὰ τῆς κατὰ τὴν προσευχὴν στάσεως ἑαυτοὺς ὑπομιμνήσ‐ κομεν· ἀλλ’ ὅτι δοκεῖ πως τοῦ προσδοκωμένου αἰῶνος εἶναι εἰκών. Διὸ καὶ ἀρχὴ οὖσα ἡμερῶν, οὐχὶ πρώτη παρὰ | |
70 | Μωϋσέως, ἀλλὰ μία ὠνόμασται. «Ἐγένετο γάρ, φησίν, ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα μία»· ὡς τῆς αὐτῆς ἀνακυκλουμένης πολλάκις. Καὶ μία τοίνυν ἡ αὐτὴ καὶ ὀγδόη | |
τὴν μίαν ὄντως ἐκείνην καὶ ἀληθινὴν ὀγδόην, ἧς καὶ ὁ ψαλμῳδὸς ἔν τισιν ἐπιγραφαῖς τῶν ψαλμῶν ἐπεμνήσθη, | 484 | |
75 | δι’ ἑαυτῆς ἐμφανίζουσα, τὴν μετὰ τὸν χρόνον τοῦτον κατάσ‐ τασιν, τὴν ἄπαυστον ἡμέραν, τὴν ἀνέσπερον, τὴν ἀδιάδοχον, τὸν ἄληκτον ἐκεῖνον καὶ ἀγήρω αἰῶνα. Ἀναγκαίως οὖν τὰς ἐν αὐτῇ προσευχὰς ἑστῶτας ἀποπληροῦν τοὺς ἑαυτῆς τροφίμους ἡ Ἐκκλησία παιδεύει, ἵνα τῇ συνεχεῖ ὑπομνήσει | |
80 | τῆς ἀτελευτήτου ζωῆς, τῶν πρὸς τὴν μετάστασιν ἐκείνην ἐφοδίων μὴ ἀμελῶμεν. Καὶ πᾶσα δὲ ἡ πεντηκοστὴ τῆς ἐν τῷ αἰῶνι προσδοκωμένης ἀναστάσεώς ἐστιν ὑπόμνημα. Ἡ γὰρ μία ἐκείνη καὶ πρώτη ἡμέρα, ἑπτάκις ἑπταπλασιασ‐ θεῖσα, τὰς ἑπτὰ τῆς ἱερᾶς πεντηκοστῆς ἑβδομάδας ἀποτελεῖ. | |
85 | Ἐκ πρώτης γὰρ ἀρχομένη, εἰς τὴν αὐτὴν καταλήγει, δι’ ὁμοίων τῶν ἐν τῷ μέσῳ ἐξελιττομένη πεντηκοντάκις. Διὸ καὶ αἰῶνα μιμεῖται τῇ ὁμοιότητι, ὥσπερ ἐν κυκλικῇ κινήσει ἀπὸ τῶν αὐτῶν ἀρχομένη σημείων, καὶ εἰς τὰ αὐτὰ καταλήγουσα. Ἐν ᾗ τὸ ὄρθιον σχῆμα τῆς προσευχῆς προτιμᾶν | |
90 | οἱ θεσμοὶ τῆς Ἐκκλησίας ἡμᾶς ἐξεπαίδευσαν, ἐκ τῆς ἐναργοῦς ὑπομνήσεως οἱονεὶ μετοικίζοντες ἡμῶν τὸν νοῦν ἀπὸ τῶν παρόντων ἐπὶ τὰ μέλλοντα. Καὶ καθ’ ἑκάστην δὲ γονυκλισίαν καὶ διανάστασιν, ἔργῳ δείκνυμεν, ὅτι διὰ τῆς ἁμαρτίας εἰς γῆν κατερρύημεν, καὶ διὰ τῆς φιλανθρωπίας | |
95 | τοῦ κτίσαντος ἡμᾶς εἰς οὐρανὸν ἀνεκλήθημεν. | |
27.67 | Ἐπιλείψει με ἡ ἡμέρα, τὰ ἄγραφα τῆς Ἐκκλησίας | |
μυστήρια διηγούμενον. Ἐῶ τἄλλα· αὐτὴν δὲ τὴν ὁμολογίαν τῆς πίστεως εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, ἐκ ποίων γραμμάτων ἔχομεν; Εἰ μὲν γὰρ ἐκ τῆς τοῦ βαπτίσ‐ | 486 | |
5 | ματος παραδόσεως, κατὰ τὸ τῆς εὐσεβείας ἀκόλουθον, ὡς βαπτιζόμεθα οὕτω καὶ πιστεύειν ὀφείλοντες, ὁμοίαν τῷ βαπτίσματι τὴν ὁμολογίαν κατατιθέμεθα, συγχωρησάτωσαν καὶ ἡμῖν ἐκ τῆς αὐτῆς ἀκολουθίας ὁμοίαν τῇ πίστει τὴν δόξαν ἀποδιδόναι. Εἰ δὲ τὸν τρόπον τῆς δοξολογίας ὡς | |
10 | ἄγραφον παραιτοῦνται, δότωσαν ἡμῖν τῆς τε κατὰ τὴν πίστιν ὁμολογίας καὶ τῶν λοιπῶν, ὧν ἀπηριθμησάμεθα, ἐγγράφους τὰς ἀποδείξεις. Εἶτα τοσούτων ὄντων ἀγράφων καὶ τοσαύτην ἐχόντων τὴν ἰσχὺν εἰς τὸ τῆς εὐσεβείας μυστήριον, μίαν λέξιν ἡμῖν | |
15 | ἐκ πατέρων εἰς ἡμᾶς ἐλθοῦσαν οὐ συγχωρήσουσιν, ἣν ἡμεῖς ἐκ τῆς ἀνεπιτηδεύτου συνηθείας ταῖς ἀδιαστρόφοις τῶν ἐκκλησιῶν ἐναπομείνασαν εὕρομεν, οὐ μικρὸν τὸν λόγον ἔχουσαν, οὐδὲ βραχεῖαν συντέλειαν εἰς τὴν τοῦ μυστηρίου δύναμιν εἰσφερομένην; | |
27.68 | Εἴρηται μὲν οὖν τίς ἡ δύναμις ἑκατέρας τῆς ἐκφωνή‐ σεως. Εἰρήσεται δὲ καὶ πάλιν, ὅπη τε συμφωνοῦσιν ἀλλήλαις καὶ ὅπη διίστανται· οὐκ ἀπομαχόμεναι πρὸς ἐναντίωσιν, ἀλλ’ ἴδιον ἑκατέρα τὸν νοῦν εἰσφερομένη πρὸς τὴν εὐσέβειαν. | |
5 | Ἡ μὲν γὰρ ἐν τὰ πρὸς ἡμᾶς παρίστησι μᾶλλον· ἡ δὲ σὺν τὴν πρὸς Θεὸν κοινωνίαν τοῦ Πνεύματος ἐξαγγέλλει. Διόπερ ἀμφοτέραις κεχρήμεθα ταῖς φωναῖς· τῇ μὲν τὸ ἀξίωμα τοῦ Πνεύματος παριστῶντες· τῇ δὲ τὴν χάριν τὴν παρ’ ἡμῖν διαγγέλλοντες. Οὕτω καὶ ἐν τῷ Πνεύματι τὴν | |
10 | δόξαν προσάγομεν τῷ Θεῷ καὶ σὺν τῷ Πνεύματι· οὐδὲν ἡμέτερον λέγοντες, ἀλλ’ ὥσπερ ἀπὸ κανόνος, τῆς τοῦ Κυρίου | |
διδασκαλίας, ἐπὶ τὰ προσεχῆ καὶ ἀλλήλων ἐχόμενα καὶ ἀναγκαίαν ἐν τοῖς μυστηρίοις τὴν συνάφειαν ἔχοντα, τὴν φωνὴν μεταφέροντες. Τὸ γὰρ ἐπὶ τοῦ βαπτίσματος συνα‐ | 488 | |
15 | ριθμηθὲν ἀναγκαίως ᾠήθημεν δεῖν καὶ ἐπὶ τῆς πίστεως συναρμόσαι. Τὴν δὲ ὁμολογίαν τῆς πίστεως, οἷον ἀρχήν τινα καὶ μητέρα τῆς δοξολογίας ἐποιησάμεθα. Ἀλλὰ τί χρὴ ποιεῖν; Νῦν γὰρ ἡμᾶς διδασκέτωσαν μὴ βαπτίζειν ὡς παρελάβομεν· ἢ μὴ πιστεύειν ὡς ἐβαπτίσθημεν· ἢ μὴ | |
20 | δοξάζειν ὡς πεπιστεύκαμεν. Δεικνύτω γάρ τις ἢ ὡς οὐκ ἀναγκαία καὶ ἄρρηκτος ἡ πρὸς ἄλληλα τούτων ἀκολουθία, ἢ ὡς οὐχὶ ἡ ἐν τούτοις καινοτομία τοῦ παντός ἐστι κατάλυσις. Ἀλλ’ οὐ παύονται ἄνω καὶ κάτω θρυλλοῦντες τὴν ἀμάρ‐ τυρον καὶ ἄγραφον, καὶ ὅσα τοιαῦτα, τὴν σὺν τῷ Πνεύματι | |
25 | τῷ ἁγίῳ δοξολογίαν. Εἴρηται μὲν οὖν ὅτι ταὐτόν ἐστι πρὸς διάνοιαν εἰπεῖν ‘δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύ‐ ματι‘ καὶ ‘δόξα Πατρὶ καὶ Υἱῷ σὺν τῷ ἁγίῳ Πνεύματι‘. Οὔτε οὖν τὴν καὶ συλλαβὴν ἐξ αὐτῆς τοῦ Κυρίου φωνῆς προελθοῦσαν, ἀθετῆσαί τινι ἢ διαγράφειν οἷόν τε, καὶ τὴν | |
30 | ἰσοδυναμοῦσαν αὐτῇ οὐδὲν τὸ κώλυον καταδεχθῆναι· ἣν ὅπως ἔχει πρὸς ἐκείνην διαφορᾶς τε καὶ ὁμοιότητος, ἐν τοῖς κατόπιν ἐδείξαμεν. Βεβαιοῖ δὲ ἡμῖν τὸν λόγον καὶ ὁ ἀπόστολος ἀδιαφόρως ἑκατέρᾳ τῇ φωνῇ κεχρημένος, νῦν μὲν λέγων· «Ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ | |
35 | Πνεύματι τοῦ Θεοῦ ἡμῶν», πάλιν δέ· «Συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ Πνεύματος σὺν τῇ δυνάμει τοῦ Κυρίου Ἰησοῦ», οὐδὲν διαφέρειν ἡγούμενος τῷ συνδέσμῳ ἢ τῇ | |
προσθέσει πρὸς τὴν τῶν ὀνομάτων συμπλοκὴν ἀποχρήσασθαι. | 490 | |
28t | ΚΕΦΑΛΑΙΟΝ ΚΗʹ | |
28n | Ὅτι ἃ περὶ τῶν ἀνθρώπων λέγει ἡ Γραφὴ ὡς συμβασι‐ λευόντων Χριστῷ, ταῦτα περὶ τοῦ Πνεύματος οὐ συγχω‐ ροῦσιν οἱ ἀντιλέγοντες. | |
28.69 | Ἴδωμεν δὲ καὶ εἴ τινα ἀπολογίαν τοῖς πατράσιν ἡμῶν τῆς χρήσεως ταύτης ἐπινοήσομεν. Οἱ γὰρ τὴν ἀρχὴν παρασχόντες τῷ λόγῳ, μᾶλλον ἡμῶν ὑπόκεινται τοῖς ἐγκλήμασι. | |
5 | Παῦλος τοίνυν Κολοσσαεῦσι γράφων· «Καὶ ὑμᾶς, φησί, νεκροὺς ὄντας τοῖς παραπτώμασι καὶ τῇ ἀκροβυστίᾳ, συνεζωοποίησε τῷ Χριστῷ.» Ἆρα οὖν λαῷ μὲν ὅλῳ καὶ Ἐκκλησίᾳ ἐχαρίσατο ὁ Θεὸς τὴν σὺν Χριστῷ ζωήν· τῷ δὲ ἁγίῳ Πνεύματι οὐχὶ σὺν Χριστῷ ἡ ζωή; Εἰ δὲ τοῦτο καὶ | |
10 | διανοίᾳ λαβεῖν ἀσεβές, πῶς οὐχ ὅσιον ὡς ἔχει φύσεως, οὕτω καὶ τὴν ὁμολογίαν συνημμένως ἀποδιδόναι; Εἶτα, πῶς οὐ τῆς ἐσχάτης ἀναλγησίας, τοὺς μὲν ἁγίους ὁμολογεῖν σὺν Χριστῷ εἶναι—εἴπερ δὴ Παῦλος ἐκδημήσας ἀπὸ τοῦ σώματος ἐνδημεῖ πρὸς τὸν Κύριον, καὶ ἀναλύσας σὺν | |
15 | Χριστῷ ἐστιν ἤδη—, τῷ δὲ Πνεύματι τούτους, μηδὲ τοῖς ἀνθρώποις ἐξ ἴσου, μετὰ Χριστοῦ εἶναι, τόγε εἰς αὐτοὺς | |
ἧκον, μεταδιδόναι; Καὶ Παῦλος Θεοῦ μὲν συνεργὸν ἑαυτὸν ἐν τῇ οἰκονομίᾳ τοῦ εὐαγγελίου καλεῖ· τὸ δὲ Πνεῦμα τὸ ἅγιον, δι’ οὗ ἐν πάσῃ κτίσει τῇ ὑπὸ τὸν οὐρανὸν καρποφορεῖται | 492 | |
20 | τὸ εὐαγγέλιον, ἐὰν συνεργὸν εἴπωμεν, κἂν ἀσεβείας γραφὴν καθ’ ἡμῶν ἀπενέγκαιντο; Καὶ ὡς ἔοικεν, ἡ μὲν ζωὴ τῶν ἠλπικότων ἐπὶ Κύριον «κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ», καὶ «ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ αὐτοὶ σὺν αὐτῷ φανερωθήσονται ἐν δόξῃ»· αὐτὸ δὲ τὸ | |
25 | Πνεῦμα τῆς ζωῆς, τὸ ἐλευθερῶσαν ἡμᾶς ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας, οὐδαμῶς ἐστι σὺν Χριστῷ, οὔτε ἐν λανθανούσῃ καὶ κεκρυμμένῃ σὺν αὐτῷ ζωῇ, οὔτε ἐν τῇ φανερώσει τῆς δόξης, ἣν ἡμεῖς ἐπὶ τοῖς ἁγίοις ἐκφανήσεσθαι προσδοκῶμεν; «Κληρονόμοι Θεοῦ καὶ συγκληρονόμοι Χριστοῦ» ἡμεῖς· | |
30 | τὸ δὲ Πνεῦμα ἀπόκληρον καὶ ἄμοιρον τῆς κοινωνίας τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ; Καὶ «αὐτὸ μὲν τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ», ἡμεῖς δὲ τῷ Πνεύματι οὐδὲ ἣν παρὰ τοῦ Κυρίου μεμαθήκαμεν τῆς πρὸς Θεὸν κοινωνίας τὴν μαρτυρίαν κατατιθέμεθα; | |
35 | Τὸ δὲ κεφάλαιον τῆς ἀνοίας, ἡμεῖς μὲν διὰ τῆς εἰς Χριστὸν πίστεως τῆς ἐν Πνεύματι συνεγερθήσεσθαι αὐτῷ καὶ συγκαθεδεῖσθαι ἐν τοῖς ἐπουρανίοις ἐλπίζομεν, ὅταν μετασ‐ χηματίσῃ τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν ἀπὸ τοῦ ψυχικοῦ πρὸς τὸ πνευματικόν· τῷ δὲ Πνεύματι οὐ συνεδρίας, οὐ | |
40 | δόξης, οὐκ ἄλλου τινός, ὧν ἔχομεν παρ’ αὐτοῦ, μεταδίδομεν; ἀλλ’ ὧν ἑαυτοὺς ἀξίους εἶναι, κατὰ τὴν ἀψευδῆ τοῦ ἐπαγγει‐ λαμένου δωρεάν, πεπιστεύκαμεν, τούτων οὐδενὸς τῷ Πνεύ‐ | |
ματι τῷ ἁγίῳ ὡς ὑπερβαίνοντος αὐτοῦ τὴν ἀξίαν παραχω‐ ροῦμεν; Καὶ σοὶ μὲν κατὰ τὴν ἀξίαν ἐστί, πάντοτε εἶναι | 494 | |
45 | σὺν τῷ Κυρίῳ· καὶ προσδοκᾷς, ἁρπαγεὶς ἐν νεφέλαις εἰς ἀπάντησιν εἰς ἀέρα, πάντοτε συνέσεσθαι τῷ Κυρίῳ· τὸ δὲ Πνεῦμα νῦν ἀντιλέγεις εἶναι σὺν τῷ Χριστῷ; ὅς γε τὸν συναριθμοῦντα αὐτὸ καὶ συντάσσοντα Πατρὶ καὶ Υἱῷ ἐξόριστον τίθεσαι, ὡς ἀφόρητα δυσσεβοῦντα; | |
28.70 | Αἰσχύνομαι ἐπαγαγεῖν τὰ λειπόμενα, ὅτι σὺ μὲν συνδοξασθήσεσθαι Χριστῷ προσδοκᾷς—«εἴπερ γὰρ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν»—, τὸ δὲ Πνεῦμα τῆς ἁγιωσύνης οὐ συνδοξάζεις Χριστῷ, ὡς οὐδὲ σοὶ τῶν | |
5 | ἴσων τυγχάνειν ἄξιον. Καὶ σὺ μὲν ἐλπίζεις συμβασιλεύειν, τὸ δὲ Πνεῦμα τῆς χάριτος ἐνυβρίζεις, τὴν δούλου αὐτῷ καὶ ὑπηρέτου τάξιν ἀποκληρῶν. Καὶ ταῦτα λέγω, οὐχ ἵνα τοσοῦ‐ τον δείξω ὀφειλόμενον εἶναι εἰς δοξολογίαν τῷ Πνεύματι· ἀλλ’ ἵνα τὴν ἀγνωμοσύνην ἐλέγξω τῶν μηδὲ τοσοῦτον | |
10 | διδόντων, ἀλλ’ ὡς ἀσέβειαν φευγόντων τὴν τοῦ Πνεύματος πρὸς Υἱὸν καὶ Πατέρα κοινωνίαν τῆς δόξης. Τίς δύναται ταῦτα ἀστενακτὶ παρελθεῖν; Ἢ γὰρ οὐχὶ προδήλως, ὥστε κἂν παιδὶ γενέσθαι γνώριμον, τὴν ἀπειληθεῖσαν τῆς πίστεως ἔκλειψιν προοιμιάζονται τὰ παρόντα; Ἀμφίβολα γέγονε τὰ | |
15 | ἀναντίρρητα. Πιστεύομεν εἰς τὸ Πνεῦμα· καὶ ταῖς ἡμετέραις αὐτῶν ὁμολογίαις ζυγομαχοῦμεν. Βαπτιζόμεθα· καὶ πάλιν μαχόμεθα. Ὡς ἀρχηγὸν τῆς ζωῆς ἐπικαλούμεθα· καὶ ὡς ὁμοδούλου καταφρονοῦμεν. Μετὰ Πατρὸς καὶ Υἱοῦ παρε‐ λάβομεν· καὶ ὡς μέρος τῆς κτίσεως ἀτιμάζομεν. | |
20 | Οἱ δὲ τί προσεύξονται μὴ εἰδότες, ἐάν τι καὶ φθέγξασθαι σεμνὸν περὶ τοῦ Πνεύματος προαχθῶσιν, ὡς ἐφικνούμενοι | |
τῆς ἀξίας, κολάζουσι τοῦ λόγου τὸ ὑπερπίπτον τὴν συμμε‐ τρίαν. Οὓς ἐχρῆν ὀδύρεσθαι τὴν ἀσθένειαν· ὅτι ὧν ἔργῳ πάσχομεν, λόγοις ἀντιπληροῦν τὴν χάριν οὐκ ἐξαρκοῦμεν. | 496 | |
25 | Ὑπερέχει γὰρ πάντα νοῦν, καὶ λόγου φύσιν ἐλέγχει, οὐδὲ πολλοστῷ μέρει τῆς ἀξίας παρισουμένην, κατὰ τὸν λόγον τῆς ἐπιγραφομένης Σοφίας· «Ὑψώσατε γάρ, φησί, καθόσον ἂν δύνησθε· ὑπερέχει γὰρ καὶ ἔτι· καὶ ὑψοῦντες αὐτὸν πληθύνατε. Μὴ κοπιᾶτε· οὐ γὰρ μὴ ἐφίκησθε.» | |
30 | Ἦ που φοβεραὶ ὑμῖν αἱ ὑπὲρ τῶν τοιούτων λόγων εὔθυναι τοῖς παρὰ τοῦ ἀψευδοῦς ἀκηκοόσι Θεοῦ, ἀσυγχώρητον | |
εἶναι τὴν εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημίαν. | 498 | |
29t | ΚΕΦΑΛΑΙΟΝ ΚΘʹ | |
29n | Ἀπαρίθμησις τῶν ἐν τῇ Ἐκκλησίᾳ διαφανῶν, ὅσοι ἐχρή‐ σαντο ἐν τοῖς συγγράμμασιν ἑαυτῶν τῇ φωνῇ σύν. | |
29.71 | Πρός γε μὴν τὸ ἀμάρτυρον καὶ ἄγραφον εἶναι τὴν σὺν τῷ Πνεύματι δοξολογίαν, ἐκεῖνο λέγομεν· ὅτι εἰ μὲν μηδὲν ἕτερον ἄγραφον, μηδὲ τοῦτο παραδεχθήτω· εἰ δὲ τὰ πλεῖστα τῶν μυστικῶν ἀγράφως ἡμῖν ἐμπολιτεύεται, μετὰ | |
5 | πολλῶν τῶν ἑτέρων καὶ τοῦτο παραδεξόμεθα. Ἀποστολικὸν δὲ οἶμαι καὶ τὸ ταῖς ἀγράφοις παραδόσεσι παραμένειν. «Ἐπαινῶ γάρ, φησίν, ὑμᾶς, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν, τὰς παραδόσεις κατέχετε.» Καὶ τό· «Κρατεῖτε τὰς παραδόσεις ἃς παρελάβετε, εἴτε διὰ λόγου, | |
10 | εἴτε δι’ ἐπιστολῆς»· ὧν μία ἐστὶ καὶ ἡ παροῦσα αὕτη, ἣν οἱ ἐξ ἀρχῆς διαταξάμενοι παραδιδόντες τοῖς ἐφεξῆς, συμ‐ προϊούσης ἀεὶ τῷ χρόνῳ τῆς χρήσεως, διὰ μακρᾶς τῆς συνηθείας ταῖς ἐκκλησίαις ἐγκατερρίζωσαν. Ἆρ’ οὖν εἰ ὡς ἐν δικαστηρίῳ τῆς διὰ τῶν ἐγγράφων | |
15 | ἀποδείξεως ἀποροῦντες, μαρτύρων ὑμῖν πλῆθος παραστησαί‐ μεθα, οὐκ ἂν τῆς ἀφιείσης παρ’ ὑμῶν ψήφου τύχοιμεν; Ἐγὼ μὲν οὕτως οἶμαι· «Ἐπὶ στόματος γὰρ δύο καὶ τριῶν | |
μαρτύρων σταθήσεται πᾶν ῥῆμα.» Εἰ δὲ καὶ τὸν πολὺν χρόνον πρὸς ἡμῶν ὄντα ἐναργῶς ὑμῖν ἐπεδείκνυμεν, οὐκ ἂν | 500 | |
20 | ἐδόξαμεν ὑμῖν εἰκότα λέγειν, μὴ εἶναι καθ’ ἡμῶν τὴν δίκην εἰσαγώγιμον ταύτην; Δυσωπητικὰ γάρ πως τὰ παλαιὰ τῶν δογμάτων, οἱονεὶ πολιᾷ τινι τῇ ἀρχαιότητι τὸ αἰδέσιμον ἔχοντα. Ἀπαριθμήσομαι οὖν ὑμῖν τοὺς προστάτας τοῦ λόγου —συμπαραμετρεῖται δὲ πάντως κατὰ τὸ σιωπώμενον καὶ ὁ | |
25 | χρόνος—· οὐ γὰρ ἐξ ἡμῶν ὥρμηται πρῶτον. Πόθεν; χθιζοί τινες ὄντως ἡμεῖς, κατὰ τὸν τοῦ Ἰὼβ λόγον, πρός γε τοσοῦ‐ τον χρόνον, τὸν τῆς συνηθείας ταύτης ἡλικιώτην. Ἐγὼ μὲν οὖν αὐτός, εἰ χρή με τοὐμὸν ἴδιον εἰπεῖν, ὥσπερ τινὰ κλῆρον πατρῷον τὴν φωνὴν ταύτην διαφυλάττω, | |
30 | παραλαβὼν παρὰ ἀνδρὸς μακρὸν ἐν τῇ λειτουργίᾳ τοῦ Θεοῦ διαζήσαντος χρόνον, δι’ οὗ καὶ ἐβαπτίσθην, καὶ τῇ ὑπηρεσίᾳ τῆς Ἐκκλησίας προσήχθην. Ἀναζητῶν δὲ κατ’ ἐμαυτὸν εἴ τις ἄρα τῶν παλαιῶν καὶ μακαρίων ἀνδρῶν ἐχρήσατο ταύταις ταῖς νῦν ἀντιλεγομέναις φωναῖς, πολλοὺς εὗρον καὶ | |
35 | τῇ ἀρχαιότητι τὸ ἀξιόπιστον ἔχοντας, καὶ τῇ τῆς γνώσεως ἀκριβείᾳ οὐ κατὰ τοὺς νῦν ὄντας· ὧν οἱ μὲν τῇ προθέσει, οἱ δὲ τῷ συνδέσμῳ κατὰ τὴν δοξολογίαν τὸν λόγον ἑνώσαντες, οὐδὲν διάφορον δρᾶν, ὥς γε πρὸς τὴν ὀρθὴν τῆς εὐσεβείας ἔννοιαν, ἐνομίσθησαν. | |
29.72 | Εἰρηναῖος ἐκεῖνος, καὶ Κλήμης ὁ Ῥωμαῖος, καὶ Διονύσιος ὁ Ῥωμαῖος, καὶ ὁ Ἀλεξανδρεὺς Διονύσιος, ὃ καὶ παράδοξον ἀκοῦσαι, ἐν τῇ δευτέρᾳ πρὸς τὸν ὁμώνυμον ἑαυτοῦ ἐπιστολῇ περὶ ἐλέγχου καὶ ἀπολογίας οὕτω τὸν | 502 |
5 | λόγον ἀνέπαυσε. Γράψω δὲ ὑμῖν αὐτὰ τοῦ ἀνδρὸς τὰ ῥήματα. «Τούτοις, φησί, πᾶσιν ἀκολούθως καὶ ἡμεῖς, καὶ δὴ παρὰ τῶν πρὸ ἡμῶν πρεσβυτέρων τύπον καὶ κανόνα παρειληφότες, ὁμοφώνως αὐτοῖς προσευχαριστοῦντες· καὶ δὴ καὶ νῦν ὑμῖν ἐπιστέλλοντες καταπαύομεν. Τῷ δὲ Θεῷ Πατρὶ καὶ Υἱῷ τῷ | |
10 | Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.» Καὶ ταῦτα οὐκ ἄν τις εἴποι μεταγεγράφθαι. Οὐ γὰρ ἂν οὕτω διετείνατο, τύπον καὶ κανόνα παρειληφέναι λέγων, εἴπερ ἐν τῷ Πνεύματι εἰρηκὼς ἦν· ταύτης γὰρ τῆς φωνῆς ἡ χρῆσις πολλή. | |
15 | Ἀλλ’ ἐκεῖνο ἦν τὸ τῆς ἀπολογίας δεόμενον. Ὅς γε καὶ κατὰ μέσον που τῆς γραφῆς, οὕτως εἴρηκε πρὸς τοὺς Σαβελλια‐ νούς· «Εἰ τῷ τρεῖς εἶναι τὰς ὑποστάσεις, μεμερισμένας εἶναι λέγουσι, τρεῖς εἰσι κἂν μὴ θέλωσιν· ἢ τὴν θείαν Τριάδα παντελῶς ἀνελέτωσαν.» Καὶ πάλιν· «Θειοτάτη | |
20 | γάρ, διὰ τοῦτο, μετὰ τὴν μονάδα καὶ ἡ Τριάς.» Ἀλλὰ καὶ ὁ Κλήμης ἀρχαϊκώτερον· «Ζῇ, φησίν, ὁ Θεός, καὶ ὁ Κύριος Ἰησοῦς Χριστός, καὶ τὸ Πνεῦμα τὸ ἅγιον». | |
Εἰρηναῖος δέ, ὁ ἐγγὺς τῶν ἀποστόλων γενόμενος, πῶς ἐμνήσθη τοῦ Πνεύματος ἐν τῷ πρὸς τὰς αἱρέσεις λόγῳ, | 504 | |
25 | ἀκούσωμεν. «Τοὺς δὲ ἀχαλιναγωγήτους, φησί, καὶ κατα‐ φερομένους εἰς τὰς ἑαυτῶν ἐπιθυμίας, μηδεμίαν ἔχοντας ἐπιθυμίαν θείου Πνεύματος, δικαίως ὁ ἀπόστολος σαρκικοὺς καλεῖ.» Καὶ ἐν ἄλλοις ὁ αὐτός φησιν· «Ἵνα μὴ ἄμοιροι θείου Πνεύματος γενόμενοι, ἀποτύχωμεν τῆς βασιλείας τῶν | |
30 | οὐρανῶν, ἐπεβόησεν ὁ ἀπόστολος μὴ δύνασθαι τὴν σάρκα βασιλείαν οὐρανῶν κληρονομῆσαι.» Εἰ δὲ τῷ καὶ ὁ Παλαιστινὸς Εὐσέβιος ἀξιόπιστος διὰ πολυπειρίαν, κἀκείνου τὰς αὐτὰς φωνὰς ἐπιδείκνυμεν ἐν τοῖς ἐπαπορήμασι περὶ τῆς τῶν ἀρχαίων πολυγαμίας. Λέγει | |
35 | γὰρ οὕτω παρορμῶν ἑαυτὸν ἐπὶ τὸν λόγον· «Τὸν τῶν προφητῶν ἅγιον Θεὸν φωταγωγὸν διὰ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ σὺν ἁγίῳ Πνεύματι καλέσαντες.» | |
29.73 | Ἤδη δὲ καὶ Ὠριγένην ἐν πολλαῖς τῶν εἰς τοὺς ψαλμοὺς διαλέξεων εὕρομεν, σὺν τῷ ἁγίῳ Πνεύματι τὴν δόξαν ἀποδιδόντα, ἄνδρα οὐδὲ πάνυ τι ὑγιεῖς περὶ τοῦ Πνεύματος τὰς ὑπολήψεις ἐν πᾶσιν ἔχοντα· πλὴν ἀλλὰ | |
5 | πολλαχοῦ καὶ αὐτὸς τῆς συνηθείας τὸ ἰσχυρὸν δυσωπούμενος, τὰς εὐσεβεῖς φωνὰς ἀφῆκε περὶ τοῦ Πνεύματος. Ὅς γε κατὰ τὸ ἕκτον οἶμαι τῶν εἰς τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον ἐξηγητικῶν, καὶ προσκυνητὸν αὐτὸ φανερῶς ἀπεφήνατο, οὑτωσὶ γράφων κατὰ λέξιν· «Ὅτι τὸ τοῦ ὕδατος λουτρὸν | |
10 | σύμβολον τυγχάνει καθαρσίου ψυχῆς, πάντα ῥύπον τὸν ἀπὸ κακίας ἀποπλυνομένης· οὐδὲν δὲ ἧττον καὶ καθ’ ἑαυτὸ τῷ ἐμπαρέχοντι ἑαυτὸν τῇ θεότητι τῆς προσκυνητῆς Τριάδος, διὰ τῆς δυνάμεως τῶν ἐπικλήσεων, χαρισμάτων ἀρχὴν ἔχει καὶ πηγήν.» Καὶ πάλιν ἐν τοῖς εἰς τὴν πρὸς Ῥωμαίους | |
15 | ἐπιστολὴν ἐξηγητικοῖς· «Αἱ ἱεραί, φησί, δυνάμεις χωρη‐ | |
τικαὶ τοῦ Μονογενοῦς καὶ τῆς τοῦ ἁγίου Πνεύματος θεότητος». Οὕτως, οἶμαι, τὸ τῆς παραδόσεως ἰσχυρὸν ἐνῆγε πολλάκις τοὺς ἄνδρας καὶ τοῖς οἰκείοις αὐτῶν δόγμασιν ἀντιλέγειν. | 506 | |
20 | Ἀλλ’ οὐδὲ Ἀφρικανὸν τὸν ἱστοριογράφον τὸ τοιοῦτον εἶδος τῆς δοξολογίας παρέλαθε. Φαίνεται γὰρ ἐν τῷ πέμπτῳ τῆς τῶν χρόνων Ἐπιτομῆς, οὕτω καὶ αὐτὸς λέγων· «Ἡμεῖς γὰρ οἱ κἀκείνων τῶν ῥημάτων τὸ μέτρον ἐπιστάμενοι καὶ τῆς πίστεως οὐκ ἀγνοοῦντες τὴν χάριν, εὐχαριστοῦμεν τῷ | |
25 | παρασχομένῳ τοῖς ἰδίοις ἡμῖν Πατρὶ τὸν τῶν ὅλων Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· ᾧ ἡ δόξα, μεγαλωσύνη σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας.» Τὰ μὲν οὖν ἄλλα τυχὸν καὶ ἀπιστηθῆναι δύναται, ἢ καὶ μεταγραφέντα δυσφώρατον ἔχειν τὴν κακουργίαν, ἐν μιᾷ | |
30 | συλλαβῇ τῆς διαφορᾶς ὑπαρχούσης· ἃ δὲ διὰ μακροτέρας τῆς λέξεως παρεθέμεθα, καὶ τὴν ἐπιβουλὴν διαφεύγει, καὶ τὴν μαρτυρίαν ἀπ’ αὐτῶν τῶν συγγραμμάτων εὐαπόδεικτον ἔχει. Ὃ δὲ ἄλλως μὲν ἴσως μικροπρεπὲς ἦν εἰς μέσον ἄγεσθαι, | |
35 | τῷ δὲ καινοτομίαν ἐγκαλουμένῳ ἀναγκαῖον εἰς μαρτυρίαν διὰ τοῦ χρόνου τὴν ἀρχαιότητα, τοῦτο δὴ καὶ προσθήσω. Ἔδοξε τοῖς πατράσιν ἡμῶν μὴ σιωπῇ τὴν χάριν τοῦ ἑσπε‐ ρινοῦ φωτὸς δέχεσθαι· ἀλλ’ εὐθὺς φανέντος εὐχαριστεῖν. | |
Καὶ ὅστις μὲν ὁ πατὴρ τῶν ῥημάτων ἐκείνων τῆς ἐπιλυχνίου | 508 | |
40 | εὐχαριστίας, εἰπεῖν οὐκ ἔχομεν· ὁ μέντοι λαὸς ἀρχαίαν ἀφίησι τὴν φωνὴν, καὶ οὐδενὶ πώποτε ἀσεβεῖν ἐνομίσθησαν οἱ λέγοντες· «Αἰνοῦμεν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα Θεοῦ.» Εἰ δέ τις καὶ τὸν ὕμνον Ἀθηνογένους ἔγνω, ὃν ὥσπερ | |
45 | ἄλλο τι ἐξιτήριον τοῖς συνοῦσιν αὐτῷ καταλέλοιπεν, ὁρμῶν ἤδη πρὸς τὴν διὰ πυρὸς τελείωσιν, οἶδε καὶ τὴν τῶν μαρτύρων γνώμην ὅπως εἶχον περὶ τοῦ Πνεύματος. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. | |
29.74 | Γρηγόριον δὲ τὸν μέγαν καὶ τὰς ἐκείνου φωνὰς ποῦ θήσομεν; ἆρ’ οὐχὶ μετὰ τῶν ἀποστόλων καὶ προφητῶν; ἄνδρα τῷ αὐτῷ πνεύματι ἐκείνοις περιπατήσαντα, καὶ τοῖς τῶν ἁγίων ἴχνεσι διὰ παντὸς τοῦ βίου στοιχήσαντα, καὶ | |
5 | τῆς εὐαγγελικῆς πολιτείας τὸ ἀκριβὲς διὰ πάσης αὐτοῦ τῆς ζωῆς κατορθώσαντα. Ἐγὼ μὲν τοῦτό φημι, ἦ ἀδικήσομεν τὴν ἀλήθειαν, μὴ τοῖς ᾠκειωμένοις Θεῷ τὴν ψυχὴν ἐκείνην συναριθμοῦντες, οἷόν τινα λαμπτῆρα περιφανῆ μέγαν ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ διαλάμψαντα· ὃς φοβερὸν μὲν εἶχεν ἐκ | |
10 | τῆς τοῦ Πνεύματος συνεργίας κατὰ δαιμόνων τὸ κράτος· τοσαύτην δὲ ἔλαβε τοῦ λόγου τὴν χάριν εἰς ὑπακοὴν πίστεως ἐν τοῖς ἔθνεσιν, ὥστε ἑπτακαίδεκα μόνους Χριστιανοὺς παραλαβών, ὅλον τὸν λαὸν τόν τε ἀστικὸν καὶ τὸν χωριτικὸν διὰ τῆς ἐπιγνώσεως προσήγαγε τῷ Θεῷ. Ἐκεῖνος καὶ | |
15 | ποταμῶν ῥεῖθρα μετέστησεν, ἐπιτάξας αὐτοῖς ἐν τῷ ὀνόματι | |
τῷ μεγάλῳ τοῦ Χριστοῦ· καὶ λίμνην ἐξήρανεν ὑπόθεσιν πολέμου φέρουσαν ἀδελφοῖς πλεονέκταις. Αἱ δὲ τῶν μελλόν‐ των προαγορεύσεις τοιαῦται, ὡς μηδὲν τῶν μεγάλων προφητῶν ἀποδεῖν. Καὶ ὅλως μακρὸν ἂν εἴη τοῦ ἀνδρὸς | 510 | |
20 | διηγεῖσθαι τὰ θαύματα, ὃς τῇ ὑπερβολῇ τῶν ἐν αὐτῷ χαρισ‐ μάτων, τῶν ἐνεργουμένων ὑπὸ τοῦ Πνεύματος ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι, δεύτερος Μωϋσῆς παρ’ αὐτῶν τῶν ἐχθρῶν τῆς Ἐκκλησίας ἀνηγορεύετο. Οὕτως αὐτῷ ἐν παντὶ λόγῳ καὶ ἔργῳ τῶν ἐπιτελουμένων διὰ τῆς χάριτος | |
25 | οἷόν τι φῶς ἐπέλαμπε, μήνυμα τῆς οὐρανίου δυνάμεως, τῆς ἐκ τοῦ ἀφανοῦς παρεπομένης αὐτῷ. Τούτου μέγα ἔτι καὶ νῦν τοῖς ἐγχωρίοις τὸ θαῦμα, καὶ νεαρὰ καὶ ἀεὶ πρόσφατος ἡ μνήμη ταῖς ἐκκλησίαις ἐνίδρυται, οὐδενὶ χρόνῳ ἀμαυρου‐ μένη. Οὐκοῦν οὐ πρᾶξίν τινα, οὐ λόγον, οὐ τύπον τινὰ | |
30 | μυστικόν, παρ’ ὃν ἐκεῖνος κατέλιπε τῇ ἐκκλησίᾳ, προσέθηκαν. Ταύτῃ τοι καὶ πολλὰ τῶν παρ’ αὐτοῖς τελουμένων ἐλλειπῶς ἔχειν δοκεῖ, διὰ τὸ τῆς καταστάσεως ἀρχαιότροπον. Οὐδὲν γὰρ ἠνέσχοντο οἱ κατὰ διαδοχὴν τὰς ἐκκλησίας οἰκονομή‐ σαντες τῶν μετ’ ἐκεῖνον ἐφευρεθέντων παραδέξασθαι εἰς | |
35 | προσθήκην. Ἓν τοίνυν τῶν Γρηγορίου καὶ ὁ νῦν ἀντιλεγό‐ μενος τρόπος τῆς δοξολογίας ἐστίν, ἐκ τῆς ἐκείνου παραδό‐ σεως τῇ Ἐκκλησίᾳ πεφυλαγμένος. Καὶ οὐ πολὺς ὁ πόνος μικρὸν κινηθέντι τὴν ἐπὶ τούτοις πληροφορίαν λαβεῖν. Ταύτην καὶ Φιρμιλιανῷ τῷ ἡμετέρῳ μαρτυροῦσι τὴν | |
40 | πίστιν οἱ λόγοι οὓς καταλέλοιπε. Καὶ Μελέτιον τὸν πάνυ | |
ἐπὶ ταύτης εἶναι τῆς γνώμης οἱ συγγεγονότες φασί. Καὶ τί δεῖ τὰ παλαιὰ λέγειν; ἀλλὰ νῦν ἐπὶ τῆς ἑῴας οὐχ ἑνὶ μάλιστα τούτῳ τοὺς εὐσεβοῦντας γνωρίζουσιν, οἷόν τινι σημείῳ τῇ φωνῇ ταύτῃ φιλοκρινοῦντες; Ὡς δὲ ἐγώ τινος | 512 | |
45 | τῶν ἐκ Μεσοποταμίας ἤκουσα, ἀνδρὸς καὶ τῆς γλώσσης ἐμπείρως ἔχοντος, καὶ ἀδιαστρόφου τὴν γνώμην, οὐδὲ δυνατὸν ἑτέρως εἰπεῖν τῇ ἐγχωρίῳ φωνῇ, κἂν ἐθέλωσιν, ἀλλὰ διὰ τῆς καὶ συλλαβῆς, μᾶλλον δὲ τῶν ἰσοδυναμουσῶν αὐτῇ φωνῶν, κατά τι ἰδίωμα πάτριον, ἀνάγκην αὐτοῖς | |
29.74(50) | εἶναι τὴν δοξολογίαν προφέρειν. Καὶ Καππαδόκαι δὲ οὕτω λέγομεν ἐγχωρίως, ἔτι τότε ἐν τῇ τῶν γλωσσῶν διαιρέσει τὸ ἐκ τῆς λέξεως χρήσιμον προβλεψαμένου τοῦ Πνεύματος. Τί δὲ ἡ δύσις ἅπασα, μικροῦ δεῖν, ἀπὸ τοῦ Ἰλλυρικοῦ μέχρι τῶν ὅρων τῆς καθ’ ἡμᾶς οἰκουμένης, οὐχὶ τὴν φωνὴν | |
55 | ταύτην πρεσβεύει; | |
29.75 | Πῶς οὖν καινοτόμος ἐγώ, καὶ νεωτέρων ῥημάτων δημιουργός, ἔθνη ὅλα καὶ πόλεις, καὶ ἔθος πάσης μνήμης ἀνθρωπίνης πρεσβύτερον, καὶ ἄνδρας στύλους τῆς Ἐκκλη‐ σίας, ἐν πάσῃ γνώσει καὶ δυνάμει Πνεύματος διαπρεπεῖς, | |
5 | ἀρχηγοὺς καὶ προστάτας τῆς φωνῆς παρεχόμενος; Ἐπὶ τούτοις τὸ πολεμικὸν τοῦτο καθ’ ἡμῶν συγκεκίνηται στῖφος. Πᾶσα δὲ πόλις καὶ κώμη, καὶ ἐσχατιαὶ πᾶσαι, πλήρεις τῶν ἡμετέρων διαβολῶν. Λυπηρὰ μὲν οὖν ταῦτα καὶ ὀδυνηρὰ ταῖς καρδίαις τῶν ζητούντων τὴν εἰρήνην· | |
10 | ἀλλ’ ἐπειδὴ μεγάλοι τῆς ὑπομονῆς οἱ μισθοὶ τῶν ὑπὲρ τῆς πίστεως παθημάτων εἰσί, πρὸς τούτοις καὶ ξίφος στιλβούσθω, καὶ πέλεκυς ἀκονάσθω, καὶ πῦρ καιέσθω τοῦ Βαβυλωνίου σφοδρότερον, καὶ πᾶν κινείσθω ἐφ’ ἡμᾶς ὄργανον κολασ‐ | |
τήριον· ὡς ἔμοιγε οὐδὲν φοβερώτερον, τοῦ μὴ φοβεῖσθαι | 514 | |
15 | τὰς ἀπειλάς, ἃς ὁ Κύριος τοῖς τὸ Πνεῦμα βλασφημοῦσιν ἐπανετείνατο. Πρὸς μὲν οὖν τοὺς εὐγνώμονας τῶν ἀνθρώπων ἱκανὴ ἀπολογία τὰ εἰρημένα, ὅτι δεχόμεθα φωνήν, οὕτω μὲν φίλην καὶ προσήγορον τοῖς ἁγίοις, τοσούτῳ δὲ ἔθει βεβαιωθεῖσαν· | |
20 | διότι ἀφ’ οὗ κατηγγέλη τὸ εὐαγγέλιον μέχρι τοῦ νῦν, ἐμπο‐ λιτευομένη ταῖς ἐκκλησίαις δείκνυται· καὶ τὸ μέγιστον, εὐσεβῶς καὶ ὁσίως κατὰ τὴν ἔννοιαν ἔχουσα. Πρὸς δὲ τὸ μέγα κριτήριον, τίνα τὴν ἀπολογίαν ἑαυτοῖς εὐτρεπίσαμεν; Ὅτι ἐνῆγεν ἡμᾶς πρὸς τὴν δόξαν τοῦ Πνεύματος πρῶτον | |
25 | μὲν ἡ παρὰ τοῦ Κυρίου τιμή, συμπαραλαβόντος ἑαυτῷ καὶ τῷ Πατρὶ πρὸς τὸ βάπτισμα· ἔπειτα, ἡ ἑκάστου ἡμῶν διὰ τῆς τοιαύτης μυσταγωγίας πρὸς τὴν θεογνωσίαν εἰσαγωγή· ἐφ’ ἅπασι δέ, ὁ φόβος τῶν ἀπειληθέντων, ἀπείργων τὴν ἔννοιαν πάσης ἀναξίας καὶ ταπεινῆς ὑπολήψεως. | |
30 | Οἱ δὲ ἐναντίοι τί καὶ ἐροῦσι; ποίαν ἀπολογίαν τῆς βλασ‐ φημίας ἕξουσι; μήτε τὰς τιμὰς τοῦ Κυρίου καταιδεσθέντες, μήτε τὰς ἀπειλὰς αὐτοῦ φοβηθέντες. Οὗτοι μὲν οὖν κύριοι βουλεύσασθαι περὶ τῶν κατ’ αὐτούς, ἢ καὶ μεταβουλεύσασθαι ἤδη. Αὐτὸς δ’ ἂν εὐξαίμην, μάλιστα μὲν δοῦναι τὸν ἀγαθὸν | |
35 | Θεὸν τὴν ἑαυτοῦ εἰρήνην βραβεύουσαν ἐν ταῖς καρδίαις ἁπάντων· ὥστε τοὺς σφριγῶντας καθ’ ἡμῶν τούτους, καὶ συντεταγμένους σφοδρῶς, ἐν Πνεύματι πραότητος καὶ ἀγάπης κατασταλῆναι· εἰ δ’ ἄρα παντελῶς ἐξηγρίωνται καὶ ἀτιθασσεύτως ἔχουσιν, ἀλλ’ ἡμῖν γε δοῦναι μακροθύμως | |
40 | φέρειν τὰ παρ’ αὐτῶν. Πάντως δέ, τοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐν ἑαυτοῖς ἔχουσιν, οὐ τὸ παθεῖν ὑπὲρ τῆς πίστεως | |
ἀλγεινόν, ἀλλὰ τὸ μὴ ἐναθλῆσαι αὐτῇ δυσφορώτατον· ἐπεὶ καὶ τοῖς ἀθληταῖς οὐ τοσοῦτον πληγὰς λαβεῖν ἀγωνιζομένοις βαρὺ, ὅσον μηδὲ παραδεχθῆναι τὴν ἀρχὴν εἰς τὸ στάδιον. | 516 | |
45 | Ἢ τάχα οὗτος ἦν «ὁ καιρὸς τοῦ σιγᾶν», κατὰ τὸν σοφὸν Σολομῶντα. Τί γὰρ ὄφελος τῷ ὄντι κεκραγέναι πρὸς ἄνεμον, οὕτω βιαίας ζάλης κατεχούσης τὸν βίον, ὑφ’ ἧς πᾶσα μὲν διάνοια τῶν τὸν λόγον κατηχουμένων, οἷον ὀφθαλμὸς κονιορτοῦ τινος, τῆς ἐκ τῶν παραλογισμῶν ἀπάτης ἀναπλη‐ | |
29.75(50) | σθεῖσα συγκέχυται· πᾶσα δὲ ἀκοὴ βαρυτάτοις καὶ ἀήθεσι ψόφοις κατακτυπεῖται· δονεῖται δὲ πάντα καὶ ἐν κινδύνῳ | |
ἐστὶ τοῦ πτώματος. | 518 | |
30t | ΚΕΦΑΛΑΙΟΝ Λʹ | |
30n | Διήγησις τῆς παρούσης τῶν ἐκκλησιῶν καταστάσεως. | |
30.76 | Τίνι οὖν ὁμοιώσομεν τὴν παροῦσαν κατάστασιν; Ἦ που ὁμοία ἐστὶ πολέμῳ τινὶ ναυτικῷ, ὃν ἐκ παλαιῶν προσκρουσμάτων, πολὺν κατ’ ἀλλήλων τὸν θυμὸν θρέψαντες, ναύμαχοί τινες ἄνδρες καὶ φιλοπόλεμοι συνεστήσαντο. | |
5 | Ὅρα δὴ οὖν μοι ἐν τῇ εἰκόνι ταύτῃ φοβερῶς ἑκατέρωθεν ἀντεφορμῶντα τὸν στόλον, εἶτα εἰς τὸ ἀνήκεστον τῆς ὀργῆς ἐκραγείσης, συμπεσόντας διαγωνίζεσθαι. Ὑπόθου, εἰ βούλει, καὶ λαίλαπι βιαίᾳ κλονεῖσθαι τὸ ναυτικόν, καὶ ζόφον ἀθρόως ἐκ νεφῶν ἐπισχόντα μελαίνειν πᾶν τὸ ὁρώμενον, ὡς μηδεμίαν | |
10 | ἔτι εἶναι φίλων καὶ πολεμίων διάκρισιν, τῶν συμβόλων αὐτοῖς ἀγνοηθέντων διὰ τὴν σύγχυσιν. Ἔτι προσθήσωμεν δι’ ἐνάργειαν τῇ εἰκόνι καὶ θάλασσαν οἰδοῦσαν καὶ ἄνω στρεφομένην ἐκ τῶν βυθῶν, καὶ λάβρον ἐκ νεφῶν ὕδωρ καταρρηγνύμενον, καὶ φοβερὸν ἐπανιστάμενον ἐκ τρικυμίας | |
15 | τὸν κλύδωνα· εἶτα πανταχόθεν τῶν πνευμάτων εἰς ταὐτὸν συμπεσόντων, πάντα τὸν στόλον συναρασσόμενον, καὶ τῶν ἐπὶ παρατάξεως τοὺς μὲν καταπροδιδόντας, καὶ παρ’ αὐτὴν τὴν ἀγωνίαν αὐτομολοῦντας· τοὺς δὲ ἀνάγκην ἔχειν, ὁμοῦ τε διωθεῖσθαι τὰ σκάφη ἐκ τῶν ἀνέμων ἐπιφερόμενα, καὶ | |
20 | ἀντεπιέναι τοῖς ἐφορμῶσι, καὶ ἀλλήλους καταφονεύειν ὑπὸ τῆς στάσεως, ἣν ὁ πρὸς τὸ ὑπερέχον φθόνος καὶ ἡ ἐπιθυμία | |
τοῦ αὐτὸν ἕκαστον κρατεῖν ἐνεποίησεν. Ἐνθυμήθητι ἐπὶ τούτοις συμμιγῆ τινα καὶ ἄσημον ἦχον πᾶσαν ἐπέχοντα τὴν ἐκεῖ θάλασσαν, ἐκ τῶν περιηχούντων | 520 | |
25 | ἀνέμων, καὶ τοῦ πατάγου τῶν πλοίων, καὶ τοῦ ῥοθίου ζέοντος, καὶ ἐκ τῆς βοῆς τῶν πολεμούντων, παντοδαπὰς φωνὰς ἐπὶ τοῖς πάθεσιν ἀφιέντων· ὡς μήτε ναυάρχου μήτε κυβερνήτου φωνὴν εἰσακούεσθαι, ἀλλὰ δεινήν τινα εἶναι ἀταξίαν καὶ σύγχυσιν, τῆς τῶν κακῶν ὑπερβολῆς, διὰ | |
30 | τὴν πρὸς τὸ ζῆν ἀπόγνωσιν, ἅπασαν αὐτοῖς τοῦ ἁμαρτάνειν ἄδειαν ἐμποιούσης. Πρόσθες αὐτοῖς καὶ ἀμήχανόν τινα νόσον δοξομανίας· ὥστε τῆς νεὼς ἤδη εἰς βυθὸν φερομένης, τοὺς ἐπιβάτας ἀλλήλοις τῆς τῶν πρωτείων ἔριδος μὴ ὑφίεσθαι. | |
30.77 | Μετάβα δή μοι ἀπὸ τῆς εἰκόνος ἐπ’ αὐτὸ τοῦ κακοῦ τὸ ἀρχέτυπον. Οὐχὶ πάλαι μέν πως ἐδόκει τὸ Ἀρειανὸν σχίσμα εἰς ἀντίπαλον μοῖραν ἀποκριθὲν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, ἐν πολεμίων τάξει αὐτὸ καθ’ ἑαυτὸ μόνον ἀντικαθέ‐ | |
5 | ζεσθαι; Ὅτε δὲ ἐκ τῆς μακρᾶς καὶ χαλεπῆς ἔριδος εἰς προφανῆ ἡμῖν ἀγῶνα ἀντικατέστησαν, τότε δὴ εἰς πολλὰ μέρη κατὰ μυρίους τρόπους ὁ πόλεμος διεσχίσθη· ὥστε καὶ διὰ τὸ κοινὸν ἔχθος, καὶ διὰ τὸ ἰδίως ὕποπτον, ἀδιάλλακτον πᾶσιν ὑπάρχειν τὸ μῖσος. Ὁ δὲ σάλος οὗτος τῶν ἐκκλησιῶν | |
10 | τίνος οὐκ ἔστι θαλασσίου κλύδωνος ἀγριώτερος; ἐν ᾧ πᾶν μὲν ὅριον πατέρων κεκίνηται· πᾶς δὲ θεμέλιος, καὶ εἴ τι ὀχύρωμα δογμάτων διασεσάλευται. Κλονεῖται δὲ πάντα καὶ κατασείεται σαθρᾷ τῇ βάσει ἐπαιωρούμενα· ἀλλήλοις δὲ ἐμπίπτοντες, ὑπ’ ἀλλήλων ἀνατρεπόμεθα. Κἂν μὴ φθάσῃ | |
15 | βαλὼν ὁ πολέμιος, ὁ παραστάτης ἔτρωσε. Κἂν πέσῃ βληθείς, ὁ συνασπιστὴς ἐπενέβη. Τοσοῦτον ἀλλήλοις κοινωνοῦμεν, ὅσον κοινῇ τοὺς ἐναντίους μισεῖν. Ἐπειδὰν δὲ παρέλθωσιν οἱ πολέμιοι, ἀλλήλους ἤδη βλέπομεν πολεμίους. Ἐπὶ τούτοις, τῶν ναυαγίων τὸ πλῆθος | |
20 | τίς ἂν ἐξαριθμήσαιτο; τῶν μὲν ἐκ τῆς τῶν πολεμίων προσβολῆς καταδύντων, τῶν δὲ ἐκ τῆς λαθραίας τῶν συμμα‐ χούντων ἐπιβουλῆς, ἄλλων ἐκ τῆς ἀπειρίας τῶν εὐθυνόντων· ὅπου γε αὔτανδροι ἐκκλησίαι, οἷον ὑφάλοις τισὶ τοῖς αἱρε‐ τικοῖς δόλοις προσαραχθεῖσαι διεφθάρησαν, ἄλλοι δὲ τῶν | 522 |
25 | ἐχθρῶν τοῦ σωτηρίου πάθους, παραλαβόντες τοὺς οἴακας, περὶ τὴν πίστιν ἐναυάγησαν. Αἱ δὲ ἐκ τῶν ἀρχόντων τοῦ κόσμου τούτου ἐπαγόμεναι ταραχαὶ ποίας οὐχὶ θυέλλης καὶ καταιγίδος σφοδρότερον τοὺς λαοὺς ἀνατρέπουσι; Κατηφὴς δέ τις ὄντως καὶ στυγνὴ | |
30 | σκοτόμαινα τὰς ἐκκλησίας ἐπέχει, τῶν λαμπτήρων τοῦ κόσμου, οὓς ἔθετο ὁ Θεὸς τὰς ψυχὰς τῶν λαῶν φωτίζειν, ἐξοικισθέντων. Τὸ δὲ ὑπερβάλλον αὐτοῖς τῆς πρὸς ἀλλήλους φιλονεικίας, ἐπικρεμαμένου ἤδη τοῦ φόβου τῆς τοῦ παντὸς διαλύσεως, παραιτεῖται τὴν αἴσθησιν. Τοῦ γὰρ κοινοῦ καὶ | |
35 | δημοσίου πολέμου πλεῖόν ἐστι τὸ ἴδιον δυσμενές, τῆς ἐκ τοῦ κρατῆσαι τῶν ἐναντίων δόξης τοῦ κοινῶς πᾶσι λυσιτελοῦντος προτιθεμένης, οἷς τὸ παραυτίκα τῆς φιλοτιμίας τερπνὸν τῶν εἰς ὕστερον ἀποκειμένων μισθῶν προτιμότερον. Διόπερ πάντες ὁμοίως, καθ’ ὃν ἂν ἕκαστος δύνηται τρόπον, τὰς | |
40 | φονικὰς χεῖρας ἀλλήλοις ἀντεπιφέρουσι. Τραχεῖα δέ τις κραυγὴ τῶν ἐξ ἀντιλογίας παρατριβομένων ἀλλήλοις, καὶ βοὴ ἄσημος, καὶ δύσκριτος ἦχος ἐκ τῶν ἀσιγήτων θορύβων, πᾶσαν ἤδη σχεδὸν Ἐκκλησίαν πεπλή‐ ρωκεν, ἐπὶ ὑπερβολὰς καὶ ἐλλείψεις τὸ εὐθὲς δόγμα τῆς | |
45 | εὐσεβείας παρατρεπόντων. Οἱ μὲν γὰρ ἐπὶ Ἰουδαϊσμὸν διὰ τῆς συγχύσεως τῶν προσώπων, οἱ δὲ ἐπὶ Ἑλληνισμὸν διὰ τῆς τῶν φύσεων ἐναντιότητος παραφέρονται· οὔτε τῆς θεοπνεύστου Γραφῆς μεσιτεύειν αὐτοῖς ἐξαρκούσης, οὔτε τῶν ἀποστολικῶν παραδόσεων τὰς πρὸς ἀλλήλους αὐτοῖς | |
30.77(50) | διαλλαγὰς βραβευουσῶν. Εἷς δὲ ὅρος φιλίας, τὸ καθ’ ἡδονὴν εἰπεῖν· καὶ ἔχθρας ἀρκοῦσα πρόφασις, τὸ μὴ συμβῆναι ταῖς δόξαις. Πάσης δὲ συνωμοσίας πιστότερον πρὸς κοινωνίαν | |
στάσεως ἡ τοῦ σφάλματος ὁμοιότης. Θεολόγος δὲ πᾶς, καὶ ὁ μυρίαις κηλῖσι τὴν ψυχὴν στιγματίας. Ἐντεῦθεν τοῖς | 524 | |
55 | νεωτεροποιοῖς εὐπορία τῶν συστασιαζόντων πολλή. Τοιγα‐ ροῦν αὐτοχειροτόνητοι καὶ σπουδαρχίδαι τῶν ἐκκλησιῶν τὰς προστασίας διαλαγχάνουσι, τὴν οἰκονομίαν τοῦ ἁγίου Πνεύματος παρωσάμενοι. Καὶ παντελῶς ἤδη τῶν εὐαγγε‐ λικῶν θεσμῶν ἐξ ἀκοσμίας συγκεχυμένων, ἀμύθητος ὠθι‐ | |
60 | σμὸς ἐπὶ τὰς προεδρίας ἐστί, τῶν φανητιώντων ἑκάστου ἑαυτὸν εἰσποιεῖν τῇ προστασίᾳ βιαζομένου. Ἀναρχία δέ τις δεινὴ ἀπὸ τῆς φιλαρχίας ταύτης τοῖς λαοῖς ἐπεκώμασεν· ὅθεν ἄπρακτοι παντελῶς καὶ ἀργαὶ τῶν ἐπιστατούντων αἱ παρακλήσεις, οὐ μᾶλλον ἀκούειν τινὸς ἢ αὐτῷ ἄρχειν | |
65 | ἑτέρων ὀφειλόμενον εἶναι ἑκάστου διὰ τὸν ἐξ ἀμαθίας τῦφον λογιζομένου. | |
30.78 | Διὰ ταῦτα λυσιτελεστέραν τοῦ λόγου τὴν σιωπὴν ἐτιθέμην, ὡς οὐ δυναμένης φωνῆς ἀνθρώπου διὰ τοσούτων θορύβων εἰσακουσθῆναι. Εἰ γὰρ ἀληθῆ τὰ τοῦ Ἐκκλησιαστοῦ ῥήματα, ὅτι «Λόγοι σοφῶν ἐν ἀναπαύσει ἀκούονται», | |
5 | πολλοῦ ἂν δέοι πρέπειν τῇ νῦν καταστάσει τὸ περὶ τούτων λέγειν. Ἐμὲ δὲ καὶ τὸ προφητικὸν ἐκεῖνο κατέχει λόγιον, ὅτι «Ὁ συνιὼν ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, διότι ὁ καιρὸς πονηρός ἐστιν», ἐν ᾧ οἱ μὲν ὑποσκελίζουσι νῦν, οἱ δὲ ἐνάλλονται τῷ πεσόντι, ἄλλοι δὲ ἐπικροτοῦσιν· ὁ δὲ τῷ | |
10 | ὀκλάσαντι χεῖρα ὀρέγων ἐκ συμπαθείας οὐκ ἔστι· καίτοιγε, κατὰ τὸν παλαιὸν νόμον, οὐδ’ ὁ τὸ ὑποζύγιον τοῦ ἐχθροῦ πεπτωκὸς ὑπὸ τὸν γόμον παραδραμών, ἀκατάγνωστος. Ἀλλ’ οὐχὶ τανῦν τοιαῦτα. Πόθεν; ὅπου γε διὰ πάντων τῆς ἀγάπης ψυγείσης, ἀνῄρηται μὲν ἀδελφῶν σύμπνοια· ὁμονοίας | |
15 | δὲ ἀγνοεῖται καὶ τοὔνομα· ἀνῄρηνται δὲ ἀγαπητικαὶ νουθεσίαι· οὐδαμοῦ σπλάγχνον χριστιανόν, οὐδαμοῦ δάκρυον συμπαθές. Οὐκ ἔστιν ὁ τὸν ἀσθενοῦντα τῇ πίστει προσλαμ‐ βανόμενος, ἀλλὰ τοσοῦτον μῖσος τοῖς ὁμοφύλοις πρὸς ἀλλήλους ἐκκέκαυται, ὥστε μᾶλλον τοῖς πλησίον πτώμασιν, | 526 |
20 | ἢ τοῖς οἰκείοις ἕκαστος κατορθώμασιν ἐπαγάλλονται. Ὥσπερ δὲ ἐν ταῖς λοιμικαῖς συμπαθείαις καὶ οἱ κατὰ πᾶσαν ἀκρίβειαν διαιτώμενοι τὰ ἴσα τοῖς ἄλλοις κάμνουσιν, ἐκ τῆς πρὸς τοὺς διεφθαρμένους ὁμιλίας τῆς ἀρρωστίας ἀναπιμπλά‐ μενοι· οὕτω καὶ νῦν πάντες ἀλλήλοις γεγόναμεν ὅμοιοι, ὑπὸ | |
25 | τῆς κατασχούσης τὰς ψυχὰς ἡμῶν φιλονεικίας πρὸς τὸν τῶν κακῶν ζῆλον ὑπενεχθέντες. Ἐντεῦθεν ἀσύγγνωστοι μὲν καὶ πικροὶ κάθηνται τῶν ἀποτυγχανομένων ἐξετασταί· ἀγνώ‐ μονες δὲ καὶ δυσμενεῖς τῶν κατορθουμένων κριταί· καὶ τοσοῦτον, ὡς ἔοικε, τὸ κακὸν ἡμῖν ἐνίδρυται, ὥστε καὶ τῶν | |
30 | ἀλόγων γεγόναμεν ἀλογώτεροι· εἴ γε ἐκεῖνα μὲν τὰ ὁμόφυλα ἀλλήλοις συναγελάζεται· ἡμῖν δὲ ὁ χαλεπώτατος πόλεμος πρὸς τοὺς οἰκείους ἐστί. | |
30.79 | Τούτων μὲν οὖν πάντων ἕνεκεν σιωπᾶν ἔδει, ἀλλ’ ἀνθεῖλκε γὰρ ἑτέρωθεν ἡ ἀγάπη, οὐ ζητοῦσα τὸ ἑαυτῆς, καὶ νικᾶν ἀξιοῦσα πᾶσαν καιρῶν καὶ πραγμάτων δυσχέρειαν. Ἐδίδαξαν δὲ ἡμᾶς καὶ οἱ ἐπὶ τῆς Βαβυλωνίας παῖδες, καὶ | |
5 | μηδενὸς ὄντος τοῦ συντιθεμένου τῇ εὐσεβείᾳ, καθ’ ἑαυτοὺς τὸ ἐπιβάλλον ἐκτελεῖν· οἵ γε ἐκ μέσης τῆς φλογὸς τὸν Θεὸν ἀνύμνουν, μὴ λογιζόμενοι τὸ πλῆθος τῶν τὴν ἀλήθειαν ἀθετούντων, ἀλλ’ ἀλλήλοις ἀρκούμενοι, τρεῖς ὄντες. Διόπερ οὐδὲ ἡμῖν ὄκνον ἐνεποίησε τῶν πολεμίων τὸ νέφος, ἀλλὰ τὴν | |
10 | ἐλπίδα θέμενοι ἐπὶ τὴν βοήθειαν τοῦ Πνεύματος, ἐν πάσῃ παρρησίᾳ κατηγγείλαμεν τὴν ἀλήθειαν. Ἢ πάντων ἂν ἦν σχετλιώτατον, τοὺς μὲν βλασφημοῦντας τὸ Πνεῦμα, οὕτως εὐκόλως πρὸς τὸν εὐσεβῆ λόγον ἀποθρασύνεσθαι· ἡμᾶς δὲ τηλικοῦτον ἔχοντας συνασπιστὴν καὶ συνήγορον, ὀκνεῖν τὸν | |
15 | λόγον διακονεῖν, τὸν ἐκ τῆς τῶν πατέρων παραδόσεως πρὸς | |
ἡμᾶς ἀκολουθίᾳ μνήμης διασωθέντα. Ἐπὶ πλεῖον δὲ ἡμῶν ἐπήγειρε τὴν ὁρμὴν τῆς τε ἀνυπο‐ κρίτου σου ἀγάπης τὸ διάπυρον, καὶ τὸ τοῦ τρόπου ἐμβριθὲς καὶ ἡσύχιον, ἐγγυώμενον μὴ εἰς πολλοὺς ἐξοίσειν τὰ ῥηθη‐ | 528 | |
20 | σόμενα· οὐχ ὡς ἄξια κατακρύπτεσθαι· ἀλλ’ ὥστε μὴ ῥίπτεσθαι τοῖς χοίροις τοὺς μαργαρίτας. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Σοὶ δέ, εἰ μὲν ἀρκούντως ἔχει τὰ εἰρημένα, τοῦτο πέρας ἔστω τοῦ περὶ τούτων λόγου. Εἰ δὲ ἐλλιπῶς ἔχειν δόξει, φθόνος οὐδεὶς φιλοπόνως προσεδρεύοντα τῇ ζητήσει, | |
25 | δι’ ἐρωτήσεως ἀφιλονείκου προστιθέναι τῇ γνώσει. Δώσει γὰρ ὁ Κύριος ἢ δι’ ἡμῶν, ἢ δι’ ἑτέρων, τῶν λειπόντων τὴν πλήρωσιν κατὰ τὴν ἐπιχορηγουμένην τοῖς ἀξίοις αὐτοῦ | |
γνῶσιν ὑπὸ τοῦ Πνεύματος. | 530 |