TLG 2038 005 :: ACTA THOMAE :: Actorum Thomae consummatio ACTA THOMAE Hagiogr.
Acta
Apocryph. Actorum Thomae consummatio Citation: Page — (line) | ||
289(1t) | Ἡ τελείωσις Θωμᾶ τοῦ ἀποστόλου. | |
2 | Προστάξη.ντος Μισδαίου τοῦ βασιλέως ἐβλήθη εἰς τὸ δεσμω‐ τήριον ὁ μακάριος Θωμᾶς ὁ ἀπόστολος, καὶ εἶπεν· Δοξάζω τὸν θεόν, καὶ τὸν λόγον καταγγέλλω τοῖς κατακλείστοις· Ὡς πάντας | |
---|---|---|
5 | ἀγαλλιᾶν ἐπὶ τῇ παρουσίᾳ αὐτοῦ. ἐπεὶ οὖν Ἰουζάνης ὁ υἱὸς τοῦ βασιλέως καὶ Τερτία ἡ αὐτοῦ μήτηρ καὶ Μυγδονία καὶ Ναρκία πιστοὶ μὲν γέγοναν, οὔπω δὲ τοῦ λουτροῦ ἠξιώθησαν, πάνυ ἐδυσφόρουν ἐπὶ τᾷ συγκλεισθῆναι τὸν μακάριον, καὶ ἐλθοῦσαι εἰς τὸ δεσμωτήριον καὶ χρήματα πλείονα δοῦσαι τῷ | |
10 | δεσμοφύλακι εἰσῆλθον πρὸς αὐτόν. ὃ δὲ ἰδὼν αὐτὰς ἐχάρη, καὶ δοξάσας τὸν κύριον εὐλόγησεν αὐτάς· αἳ δὲ παρεκάλουν καὶ ᾐτοῦντο τὴν ἐν κυρίῳ σφραγῖδα, ἐμφανισθέντος αὐταῖς νεα‐ νίσκου εὐμόρφου κατ’ ὄναρ καὶ λέγει τὸν ἀπόστολον εἰς τὸν Ἰουζάνου οἶκον κελεύσαντος. | |
15 | Αὐτὸς δὲ πάλιν ὁ καλὸς νεανίας προλαβὼν αὐτὰς καὶ τῷ Θωμᾶν τοῦτο ποιεῖν διεκελεύετο τῆς νυκτὸς ἐπελθούσης· ὅστις καὶ προτρέχων ἐν φωτοποιεῖ αὐτάς, καὶ τὰς ἠσφαλισμένας θύρας ἀψοφητὶ διήνοιγεν, ἕως οὗ τὸ πᾶν ἐτελέσθη μυστήριον, καὶ κοινωνήσας αὐτὰς τῆς εὐχαριστίας, πλεῖστά τε προσομιλή‐ | |
20 | σας καὶ στηρίξας αὐτὰς εἰς τὴν πίστιν καὶ παραθέμενος τᾷ κυρίῳ, ἐξῆλθεν ἐκεῖθεν καταλείψας τὰς γυναῖκας, καὶ πάλιν | |
ἦλθεν συγκλεισθησόμενος· | 289 | |
290(1t) | Μαρτύριον τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Θωμᾶ. | |
2 | Ἐξελθόντος δὲ τοῦ ἀποστόλου κατὰ τὴν πρόσταξιν τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὤφθη αὐτᾷ ὁ κύριος εἰρηκὼς αὐτῷ· Εἰρήνη σοι μαθητά μου καὶ ἀπόστολε. | |
5 | Πεσὼν δὲ ὁ ἀπόστολος κατὰ πρόσωπον ἐπὶ τὴν γῆν ἐδέετο τοῦ κυρίου ὅπως ἀποκαλύψῃ αὐτῷ τὰ περὶ τῆς τιμίας αὐτοῦ ἐξόδου. εἰρήκει δὲ αὐτῷ ὁ κύριος ὅτι Μισδαῖος ποιεῖται κατὰ σοῦ σκέψιν τοῦ τάχιόν σε ἀπολέσαι· ἀλλ’ ἰδοὺ ἔρχεται πρός με. Καὶ κατασφραγίσας αὐτὸν ἀνῆλθεν εἰς τοὺς οὐρανούς. ὁ | |
10 | δὲ ἀπόστολος ἐδίδασκεν τῷ λαῷ καὶ προσετίθετο ἡ ποίμνη τοῦ Χριστοῦ. τινὲς δὲ μισόχριστοι ἄνδρες διέβαλον αὐτὸν πρὸς τὸν βασιλέα Μισδαῖον λέγοντες ὅτι Ἀπόλεσον τὸν μάγον τοῦτον τὸν καταλυμηνάμενον καὶ ἀπατῶντα τὸν λαὸν ἐπὶ νέῳ θεῷ ἑνὶ ὃν κηρύσσει, ἔτι δὲ καὶ τῇ σῇ δεσποίνῃ καὶ τῷ σῷ υἱῷ. Ταῦτα | |
15 | ἀκούσας Μισδαῖος ἀνεξετάστως ἐκέλευσεν συλλαβέσθαι αὐτὸν καὶ ἐν τῇ φυλακῇ ἐγκλεῖσαι. οἳ δὲ τάχιον ποιήσαντες τὸ προσ‐ ταχθὲν αὐτοῖς ἔβαλον αὐτὸν ἐν φυλακῇ σφραγίσαντες. ἀκού‐ σασαι δὲ αἱ πιστεύσασαι γυναῖκες τῷ θεῷ ὅτι Ἰούδας συνεκλείσθη, δώσασαι τοὺς τηρῶντας φύλακας χρήματα πολλὰ εἰσῄεσαν | |
20 | πρὸς αὐτὸν ἐν τῇ εἱρκτῇ. ὁ δὲ ἀπόστολος λέγει αὐτάς· | |
21t | Μαρτύριον τοῦ ἁγίου ἀποστόλου Θωμᾶ. | |
22 | Μισδαίου τοῦ βασιλέως ἡ γυνὴ ἦν πάνυ εὐπρεπεστάτη τῇ ψυχῇ καὶ τῷ σώματι· ἥτις γνοῦσα τὰ περὶ τοῦ μακαρίου | |
Θωμᾶ τοῦ ἀποστόλου λάθρα τοῦ ἀνδρὸς αὐτῆς μετεστείλατο | 290 | |
291 | τὸν ἀπόστολον καὶ ἤκουσεν τὸν λόγον τοῦ θεοῦ· ἦν δὲ ὄνομα αὐτῇ Μυγδονία· ὁμοίως δὲ καὶ Χαρίσιος ὁ ἐπὶ πάσης τῆς θεραπείας τοῦ βασιλέως, ἔχων καὶ αὐτὸς γυναῖκα ὀνόματι Τερ‐ τιανήν, ἥτις καὶ αὐτὴ σὺν τῇ βασιλίσσῃ ἤκουσεν παρὰ τοῦ | |
5 | Θωμᾶ τὸν λόγον τῆς ἁγνείας· καὶ ἐπίστευσαν τῷ Χριστῷ. καὶ συνέθεντο ἀλλήλαις ἐν ἁγνότητι δουλεύειν τῷ κυρίῳ· ἔδωκεν γὰρ αὐταῖς ὁ ἀπόστολος τὸ λουτρὸν καὶ τὴν ἐν Χριστῷ σφρα‐ γῖδα· καὶ οὐκέτι ἤρχοντο οὔτε ἐπὶ βρώσει οὔτε ἐπὶ κοίτῃ τῶν ἰδίων ἀνδρῶν. ὁ δὲ βασιλεὺς ἤρξατο τιμωρεῖσθαι τὴν ἑαυτοῦ | |
10 | γυναῖκα μανίᾳ τῆς ἀκολασίας φερόμενος. ὁ δὲ Χαρίσιος γνοὺς τὰ κατὰ τὸν μακάριον Θωμᾶν ἐμήνυσεν τῷ βασιλεῖ λέγων· Τὰς γυναῖκας ἡμῶν ἀνέπεισεν ὁ Θωμᾶς ὥστε μὴ κοινωνεῖν ἡμῖν. ἀλλὰ καὶ τὸν υἱόν σου καὶ πᾶσαν τὴν θεραπείαν σου μεταπείσας ἠπάτησεν. Ἀκούσας δὲ ταῦτα ὁ βασιλεὺς μεταπεμ‐ | |
15 | ψάμενος τὸν ἀπόστολον Θωμᾶν ἐκέλευσεν ἐκδυθῆναι αὐτὸν καὶ | |
στῆναι γυμνόν, καὶ λέγει αὐτῷ· | 291 |