TLG 2038 004 :: ACTA THOMAE :: Acta Thomae (recensio)

ACTA THOMAE Hagiogr. Acta Apocryph.
(A.D. 3)

Acta Thomae (recensio)

Source: Bonnet, M. (ed.), Acta apostolorum apocrypha, vol. 2.2. Leipzig: Mendelssohn, 1903 (repr. Hildesheim: Olms, 1972): 108–109, 111–145, 251–258, 269–288.

Citation: Section — (line)

5

ἦν δὲ ἐκεῖ ἡ αὐλήτρια περιερχομένη πάντας τοὺς ἑστιάτορας, ἥτις πλησίον τοῦ ἀποστόλου ἐλθοῦσα ἔστη αὐλοῦσα πρὸς τὴν τούτου κεφαλήν.

6

Αὐτοῦ δὲ εἰς τὴν γῆν ἀφορῶντος εἷς τῶν οἰνοχόων ἐκτείνας τὴν χεῖρα ἐράπισεν αὐτόν. ἐμβλέψας δὲ εἰς αὐτὸν
λέγει· Ὁ κύριός μου ἀφήσει σοι τὴν ἁμαρτίαν εἰς τὸν μέλλοντα αἰῶνα, εἰς τὸν νῦν δὲ κόσμον δείξει θαυμάσια εἰς ἐκείνην τὴν108
5χεῖρα τὴν τύψασάν με, καὶ ἴδω αὐτὴν ὑπὸ κυνὸς συρομένην.
Καὶ ἤρξατο ψάλλειν ἑβραϊστὶ ἐπὶ ὥραν μίαν.109

8

Καὶ ὅτε ἐπαύσατο πάντες οἱ ἐκεῖ παρόντες ἠτένιζον εἰς αὐτόν, μὴ εἰδόντες ἅπερ ἐλάλει· καὶ ἔβλεπον τὸ εἶδος αὐτοῦ ἐνηλλαγμένον ἐν ἑτέρᾳ μορφῇ. ἡ δὲ αὐλήτρια Ἑβραία οὖσα τῷ
γένει πάντα ἤκουεν· καὶ ἀποστᾶσα ἀπ’ αὐτοῦ ἄλλοις ηὔλει. ὁ111
5δὲ οἰνοχόος ἐκεῖνος ὁ ῥαπίσας αὐτὸν ἐξῆλθεν εἰς τὴν πηγὴν ἀντλῆσαι ὕδωρ· καὶ συνέβη ἐκεῖ λέοντα εἶναι, ὅστις ἐκπηδήσας καὶ πατάξας αὐτὸν μέλη μέλη κατέκοψεν αὐτὸν καὶ ἀνεχώρησεν. τότε ἦλθεν κύων μέλας καὶ τὴν δεξιὰν αὐτοῦ χεῖρα λαβὼν μέσον τοῦ συμποσίου εἰσήνεγκεν.

9

Οἳ δὲ ἰδόντες ἐφοβήθησαν λέγοντες τίς ἄρα ἐστὶν ὁ ἀπολειφθεὶς ἐξ αὐτῶν· καὶ φανερὸν πᾶσιν τοῦτο ἐγένετο ὅτι τοῦ
οἰνοχόου ἐστὶν τοῦ τύψαντος τὸν ἀπόστολον. ἡ δὲ αὐλήτρια τοὺς αὐλοὺς αὐτῆς κατεάξασα ἔρριψεν ἑαυτὴν πρὸς τοὺς πόδας τοῦ112
5ἀποστόλου λέγουσα πᾶσιν· Οὗτος ὁ ἄνθρωπος ἀδελφοὶ ἢ προφήτης ἐστὶν ἢ ἀπόστολος θεοῦ. ἐγὼ γὰρ αὐτοῦ ἤκουσα εἰπόντος τῷ οἰνοχόῳ ὅτι Ἴδω τὴν χεῖρά σου ὑπὸ κυνὸς συρομένην. Καὶ ὅπερ εἶπεν εὐθέως ἐγένετο· καθ’ ὅ τι καὶ ὑμεῖς ἐθεάσασθε ὑπὸ κυνὸς συρομένην. Καὶ οἳ μὲν ἐπίστευσαν τῇ αὐληστρίᾳ, τινὲς δὲ οὐκ
10ἐπίστευσαν. ὁ δὲ βασιλεὺς ταῦτα ἀκούσας παραγενάμενος λέγει
τῷ Θωμᾷ· Ἐλθὲ μετ’ ἐμοῦ ἵνα εὔξῃ ὑπὲρ τῆς θυγατρός μου, ὅτι μονογενής μοί ἐστιν καὶ σήμερον αὐτὴν δίδωμι ἀνδρί. Καὶ λαβὼν αὐτὸν εἰσήγαγεν εἰς τὸν νυμφῶνα.113

10

Ὁ δὲ ἀπόστολος ἐπευξάμενος αὐτοῖς καὶ στηρίξας παρέθετο αὐτοὺς τῷ κυρίῳ· καὶ ἐξῆλθεν πορευθεὶς τὴν ὁδὸν αὐτοῦ σὺν τῷ ἐμπόρῳ.114

11

Νυκτὸς δὲ καταλαβούσης καὶ τῶν θυρῶν κλεισθεισῶν
ὁ νυμφίος τὸ καταπέτασμα ἐπῆρεν, ἵνα τὴν νύμφην πρὸς ἑαυτὸν ἀγάγῃ· καὶ εἶδεν καὶ ἰδοὺ ὅμοιον τοῦ Θωμᾶ ἑστῶτα ἐν τῷ κοιτῶνι καὶ ὁμιλοῦντα τῇ νύμφῃ. καὶ λέγει πρὸς αὐτόν· Οὐχὶ115
5πρῶτος πάντων ἐξῆλθες; πῶς οὖν εὑρέθης ὧδε; Καὶ ὁ κύριος ἀπεκρίνατο λέγων· Οὐκ εἰμὶ ἐγὼ Θωμᾶς, ἀδελφὸς δὲ αὐτοῦ εἰμι. Καὶ καθίσας ἐπὶ τῆς κλίνης ἤρξατο διδάσκειν αὐτοὺς λέγων·

12

Μνημονεύετε τέκνα ἅπερ ὁ ἀδελφός μου ἐλάλησεν
μεθ’ ὑμῶν καὶ τίνι ὑμᾶς παρέθετο. καὶ γνῶτε ὅτιπερ εἰ τη‐ ρήσητε ἑαυτοὺς ἀμέμπτους, καὶ τὸ λοιπὸν ἐν ἁγνείᾳ βιώσητε, ἔσεσθε ἅγιοι καὶ ἀκέραιοι, ῥυσθέντες ἀπὸ τῆς προσκαίρου116
5φθορᾶς καὶ φροντίδων τοῦ βίου τῶν ἀνωφελῶν. ἐὰν γὰρ γέ‐ νωνται ὑμῖν παῖδες, ἕνεκεν αὐτῶν μέλλετε τύπτειν καὶ ἁρπάζειν ὀρφανοὺς καὶ καταπονεῖν χήρας, καὶ ταῦτα ποιοῦντες ὑποβάλ‐ λετε ἑαυτοὺς εἰς δεινὰς τιμωρίας καὶ κριτήρια πυρός, διότι μετὰ τὴν ἐνταῦθα ἀποβίωσιν καταλιμπάνονται τὰ πλεονεκτη‐
10θέντα πρὸς αἰωνίαν ποινὴν τοῦ πλεονεκτήσαντος. ἐὰν δὲ οἱ βιοῦντες ἁγνῶς καὶ σωφρόνως βιοτεύσωσι, μετὰ τὴν ἐνταῦθα ἀπαλλαγὴν δέχονται αὐτοὺς τόποι φωτὸς καὶ ἀνέσεως καὶ αἰω‐ νίας ἀπολαύσεως. ἀλλὰ μείνατε τὸ λοιπὸν τοῦ βίου ἐν παρθενίᾳ καὶ σωφροσύνῃ καὶ ταπεινοφροσύνῃ διάγοντες. ταῦτα δὲ τὰ117
15πρόσκαιρα ἀγαθά, εἰ βούλεσθε, αἰώνια καὶ ἀτελεύτητα ἔσονται ὑμῖν· καὶ λήψεσθε ἐκεῖ τὸν ἀληθινὸν γάμον καὶ ἄφθαρτον στέφανον καὶ νυμφῶνα ἀτελεύτητον ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ ἐκείνῃ τῇ μεγάλη.

13

Οἱ δὲ νέοι ἀκούσαντες ἐπείσθησαν τῇ διδαχῇ τοῦ κυρίου
καὶ ἔμειναν ἅπασαν τὴν νύκτα ἐν ἀγρυπνίᾳ διάγοντες καὶ σω‐ φροσύνῃ. ὄρθρου δὲ γενομένου ὁ βασιλεὺς πληρώσας τράπεζαν εἰσήγαγεν ἔμπροσθεν αὐτῶν εἰς χαρμονήν· καὶ εὗρεν αὐτοὺς118
5ἄντικρυς ἀλλήλων καθημένους καὶ ὁμιλοῦντας ἐν πολλῇ παρ‐ ρησίᾳ ὡς ἤδη προβεβηκότας ἐν πολλῇ ἐπιστήμῃ· καὶ ἐκπλα‐ γεὶς ἐπὶ τῇ αὐστηρίᾳ αὐτῶν καὶ ἡσυχίᾳ λέγει αὐτοῖς· Τέκνα τί οὕτως ἐστὲ ἀπ’ ἀλλήλων διεζευγμένοι, μὴ ἀγαπῶντες ἑαυτοὺς ἐν φιλίᾳ, ἀλλ’ ὡς ἤδη χρόνον πολὺν βιώσαντες σωφρονεῖτε;

14

Οἳ δὲ ἀποκριθέντες ὁμοθυμαδὸν λέγουσιν αὐτῷ·
Ἀληθῶς πάτερ ἐν πολλῇ ἀγάπῃ ἐσμέν, καὶ τῷ κυρίῳ πεισθέν‐ τες τῷ ὁδηγῷ τῆς ζωῆς ἐρρύσθημεν τῆς προσκαίρου μείξεως119
καὶ φθορᾶς· διὸ στερρῷ καὶ ἀληθινῷ γάμῳ συνεζεύχθημεν καὶ120
5τὸ ἔνδυμα τῆς αἰσχύνης ἀφ’ ἡμῶν ἀφῄρηται. μὴ οὖν τοῦ λοι‐
ποῦ ἐλπίσῃς ὅτι βιώσομεν ἐν μείξει αἰσχρᾷ· ἐπείσθημεν γὰρ τῷ ἀθανάτῳ βασιλεῖ· ἔγνωμεν τὴν ὁδὸν τὴν ἀπάγουσαν εἰς τὴν ἀπώλειαν.121

16

Ταῦτα ἀκούσας ὁ βασιλεὺς διέρρηξεν τὴν ἐσθῆτα αὐτοῦ κράζων καὶ λέγων τοῖς περὶ αὐτοῦ στρατιώταις· Ἐξελθόντες ταχέως καὶ ζητήσαντες φέρετέ μοι τὸν πλάνον ἐκεῖνον, διότι ἐγὼ ἰδίαις μου χερσὶν εἰσήγαγον αὐτὸν ἐνταῦθα. ὅστις δὲ
5αὐτὸν εὑρὼν ἀγάγῃ μοι, οὗτος καὶ τὴν θυγατέρα μου σῴσει καὶ εἴ τι ἄν με αἰτήσῃ δώσω αὐτῷ. Ἐξελθόντες οὖν ἐν σπουδῇ περιῆλθον πᾶσαν τὴν περίχωρον ζητοῦντες· καὶ μὴ εὑρόντες αὐτὸν ἐκεῖ τὴν αὐλήστριαν μόνην εὗρον κλαίουσαν περὶ αὐτοῦ. καὶ ἀναστᾶσα ἠκολούθησεν πάλιν ἐλθοῦσα πρὸς τοὺς νέους·122
10καὶ οἴκει σὺν αὐτοῖς καὶ ἐξυπηρετοῦσα διηγεῖτο περὶ τοῦ ἀπο‐ στόλου καὶ τῶν θαυμάτων αὐτοῦ ὧν ἐποίησεν ἐν τῇ πόλει.
ἐπὶ πολὺ οὖν ἀγόμενοι οἱ νέοι κατήχησαν καὶ τὸν βασιλέα πεί‐ σαντες τὴν ὁδὸν τοῦ κυρίου πορεύεσθαι. μετὰ δὲ χρόνον ἤκου‐ σαν περὶ τοῦ ἀποστόλου ὅτι ἐν Ἰνδίᾳ ἐστὶν καὶ διδάσκει· καὶ123
15ἀπελθόντες ἐβαπτίσθησαν ἀμφότεροι.
16tΠράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ ὅτε εἰσῆλθεν ἐν τῇ
17tἸνδίᾳ καὶ τὸ ἐν οὐρανοῖς παλάτιον ᾠκοδόμησεν.

17

Ὅτε δὲ εἰσῆλθεν ὁ ἀπόστολος ἐν τῇ Ἰνδίᾳ μετὰ Ἀβ‐ βάνη τοῦ ἐμπόρου, εὐθέως ἀνήγαγεν τῷ βασιλεῖ περὶ τοῦ οἰκο‐ δόμου· ὁ δὲ βασιλεὺς χαρᾶς πλησθεὶς ἐκέλευσεν εἰσελθεῖν τὸν
Θωμᾶν. καὶ εἰσελθόντος αὐτοῦ λέγει αὐτῷ ὁ βασιλεύς· Ποίαν124
5ἐργασίαν οἶδας ἐν ξύλοις καὶ ποίαν ἐν λίθοις; Ὁ δὲ ἀπόστολος ἀπεκρίθη· Ἐν μὲν ξύλοις ἄροτρα καὶ ζυγοὺς καὶ πλοῖα καὶ τροχιλέας καὶ κώπας καὶ ἱστούς, ἐν δὲ λίθοις στήλας, ναοὺς καὶ πραιτώρια βασιλικά. Ὁ δὲ βασιλεὺς εἶπεν· Κἀγὼ τοιού‐ του χρείαν ἔχω τεχνίτου· ἀλλ’ οἰκοδόμησόν μοι παλάτιον. Καὶ
10ὁ Θωμᾶς εἶπεν αὐτῷ· Διὰ τοῦτο γὰρ ἦλθον, τοῦ οἰκοδομῆσαι καὶ τεκτονεῦσαι.

18

Καὶ λαβὼν αὐτὸν ἔξω τῆς πόλεως διελέγετο περὶ τῆς
οἰκοδομῆς τοῦ παλατίου τὸ πῶς τεθῶσιν οἱ θεμέλιοι. καὶ ὅτε ἦλθον πλησίον τοῦ τόπου ἔνθα ἐβούλετο τὴν οἰκοδομὴν ποιῆσαι ὁ βασιλεὺς λέγει αὐτῷ· Ὧδε βούλομαι ποιῆσαι παλάτιον. Καὶ125
5ὁ ἀπόστολος· Καὶ γὰρ ὁ τόπος ἐπιτήδειός ἐστιν πρὸς τὴν οἰκοδομήν. Ἦν δὲ ἀλσώδης, ὕδατα πολλὰ ἔχων. Καὶ λέγει αὐτῷ· Ἄπαρξαι κτίζειν. Καὶ ὁ ἀπόστολος λέγει· Ἐν τῷ καιρῷ τούτῳ οὐ δύναμαι κτίσαι. Καὶ ὁ βασιλεὺς εἶπεν· Ἄρχομαι
ἀπὸ ὑπερβερεταίου καὶ τελειῶ ξανθικῷ. Ὁ δὲ βασιλεὺς ἐκ‐126
10πλαγεὶς λέγει· Πᾶσα οἰκοδομὴ θέρους οἰκοδομεῖται· σὺ δὲ χειμῶνος κτίζεις; Καὶ ὁ ἀπόστολος λέγει· Οὕτως ὀφείλει γενέ‐ σθαι. Καὶ ὁ βασιλεὺς εἶπεν· Εἰ τοῦτό σοι ἔδοξεν, κἂν δια‐ χάραξόν μοι αὐτὸ ἵνα ἴδω, ἐπειδὴ διὰ χρόνου ἔρχομαι ἐνθάδε. Ὁ δὲ ἀπόστολος λαβὼν κάλαμον διεχάραξεν μετρῶν· τὰς μὲν
15θυρίδας πρὸς ἀνατολὰς ἤνοιξεν πρὸς τὸ φῶς, τὰς δὲ θύρας πρὸς δύσιν, τὸ δὲ ἀρτοποιεῖον πρὸς μεσημβρίαν, τὸν δὲ ἀγωγὸν τοῦ ὕδατος εἰς τὸ ἀρκτῷον. Ἰδὼν δὲ ὁ βασιλεὺς τὸν τύπον
λέγει· Ἀληθῶς ἄνθρωπε τεχνίτης εἶ καὶ πρέπει σοι βασι‐ λεῦσιν ἐξυπηρετεῖν. Καὶ καταλείψας αὐτῷ χρυσίον ἱκανὸν ἀπε‐127
20δήμησεν.

19

Καὶ κατὰ καιρὸν ἀπέστελλεν αὐτῷ δαπάνας καὶ ἄλλα ἐπιτήδεια· ὁ δὲ ἀπόστολος περιήρχετο τὰς πόλεις καὶ τὰς κώμας οἰκονομῶν τοῖς δεομένοις καὶ εὐσεβείας παρέχων τοῖς πτωχοῖς ἔλεγεν· Τὰ τοῦ βασιλέως τῷ βασιλεῖ δοθήσεται. Καὶ
5ἦν ἄνεσις τότε τοῖς πτωχοῖς. μετὰ δὲ χρόνον ἀπέστειλεν πρὸς αὐτὸν ὁ βασιλεὺς μαθεῖν εἰ ἐκτίσθη τὸ παλάτιον· καὶ δηλοῖ αὐτῷ ὁ Θωμᾶς· Τὸ μὲν παλάτιον ἔκτισται, ἡ δὲ στέγη περι‐ λείπεται. Τότε ὁ βασιλεὺς ἀπέστειλεν αὐτῷ χρυσίον καὶ ἄση‐ μον πολὺν γράψας αὐτῷ· Τελεσθήτω τὸ παλάτιον. Ὁ δὲ ἀπό‐128
10στολος πρὸς τὸν κύριον εἶπεν· Εὐχαριστῶ σοι κύριε Ἰησοῦ Χριστέ· ἀπέθανες γὰρ ἵνα ζωώσῃς με καὶ πέπρακάς με ἵνα
πολλοὺς ἐλευθερώσω. Οὐκ ἐπαύετο δὲ ἀναψύχων τοὺς θλιβο‐ μένους λέγων· Ὁ κύριος ἡμῶν οἰκονόμησεν ταῦτα· αὐτοῦ γὰρ μόνου ἐστὶν ἡ ἔντιμος δόξα· ὅτι αὐτός ἐστιν πατὴρ τῶν ὀρφα‐129
15νῶν καὶ τῶν χηρῶν προστάτης καὶ τοῖς ἐν θλίψει αὐτὸς γίνεται ἀντιλήπτωρ.

20

Μετὰ δὲ χρόνον ἦλθεν ὁ βασιλεὺς ἐν τῇ πόλει καὶ ἐπερώτησε τοὺς φίλους αὐτοῦ περὶ τοῦ παλατίου ὃ ἔκτισεν ὁ Θωμᾶς· καὶ λέγουσιν αὐτῷ ἐκεῖνοι· Οὐδὲν παλάτιον ἔκτισεν, οὐδὲ ἕτερόν τι ἐποίησεν· ἀλλὰ περιέρχεται τὰς πόλεις καὶ τὰς
5κώμας χορηγῶν τοῖς πένησιν, καὶ διδάσκει ἕνα θεὸν εἶναι. καὶ πολλά εἰσιν παράδοξα ἃ ποιεῖ· νεκροὺς ἐγείρει· τυφλοὺς ποιεῖ βλέπειν, χωλοὺς περιπατεῖν· δαιμονιῶντας καθαρίζει· ὅτι τὸ ἐπιεικὲς αὐ‐ τοῦ καὶ ἁπλοῦν καὶ130
10αἱ ἰάσεις αἱ παρ’ αὐτοῦ γινόμεναι τοῦ‐ το δηλοῖ ὅτι δίκαιός ἐστιν καὶ ἀπόστολος νέου θεοῦ· φορεῖ
15γὰρ καὶ ἓν ἱμάτιον καὶ τὸ βρῶμα αὐτοῦ ἄρτος καὶ ὕδωρ ἐστίν· καὶ παρά τινος οὐδὲν λαμβάνει. δι‐
20δάσκει καὶ νέαν δι‐ δαχὴν περὶ ἐγκρα‐ τείας καὶ παρθενίας καὶ κηρύσσει ἕνα θεὸν ἀληθινὸν Ἰη‐
25σοῦν Χριστὸν εἶναι· ἐν γὰρ τῇ τούτου ἐπικλήσει πάντα ἀσθενῆ ἐγείρει. Ταῦτα ἀκούσας ὁ βασιλεὺς ταῖς χερσὶν αὐτοῦ τὴν ὄψιν προσέ‐
30τριψεν.

20 col2

(8)

καὶ φορεῖ ἓν ἱμά‐ τιον· τὸ δὲ βρῶμα
10αὐτοῦ ἐστιν ἄρτος καὶ ὕδωρ· ἢ ὅτι μάγος ἐστίν· ἀλλὰ αἱ ἰάσεις αὐτοῦ ἃς ποιεῖ καὶ τὸ ἁπλὸν αὐτοῦ καὶ
15ἐπιεικὲς τοῦτο ση‐ μαίνει ὅτι δίκαιός ἐστιν ἢ ἀπόστολος νέου θεοῦ· πυκνο‐ τέρως γὰρ νηστεύει.

20 col3

(8)

καὶ φορεῖ ἓν ἱμά‐ τιον· τὸ δὲ βρῶμα
10αὐτοῦ ἐστιν ἄρτος καὶ ὕδωρ. καὶ νομί‐ ζει ὅτι μάγος ἐστὶν ἢ ὅτι ἀπόστολος νέου θεοῦ. ἀλλὰ
15καὶ ἰάσεις ποιεῖ, καὶ τοῦ ἁπλοῦν αὐτοῦ ἐπιεικές ἐστιν· πυ‐ κνοτέρως γὰρ νη‐
στεύει.131

21

Καὶ πέμψας μετὰ σπου‐ δῆς ἐκάλεσεν τὸν Θωμᾶν καὶ λέγει αὐτῷ ἐν θυμῷ· Ἔκτισάς μοι τὸ παλάτιον; Καὶ ὁ ἀπόστολος λέγει· Ναί, ἔκτισα.
5Καὶ ὁ βασιλεὺς εἶπεν· Πότε οὖν βλέπομεν αὐτό; Καὶ ὁ ἀπό‐ στολος λέγει· Νῦν αὐτὸ ἰδεῖν οὐ δύνασαι, ἀλλ’ ὅτε ἐξέλθῃς τοῦ
προσκαίρου βίου τούτου. Ὁ δὲ βασιλεὺς ὀργισθεὶς ἐκέλευσεν τὸν Θωμᾶν καὶ τὸν ἔμπορον βληθῆναι εἰς τὸ δεσμωτήριον ἕως ἂν σκέψηται περὶ αὐτοῦ τίνι ἐδόθη τὰ τοῦ βασιλέως, καὶ οὕτως132
10αὐτὸν ἀπολέσῃ σὺν τῷ ἐμπόρῳ. ὁ δὲ ἀπόστολος χαίρων ἀπῄει, καὶ λέγει τῷ ἐμπόρῳ· Μὴ λυποῦ, ἀλλὰ μόνον πίστευσον, καὶ ἀπὸ μὲν τοῦ κόσμου τούτου ἐλευθερωθήσῃ, εἰς δὲ τὸν μέλ‐ λοντα αἰῶνα ζωὴν αἰώνιον κληρονομήσεις. Ἐν δὲ τῇ νυκτὶ ἐκείνῃ ὁ τοῦ βασιλέως ἀδελφὸς κατείχετο ἐν πυρετῷ δεινῶς
15βασανιζόμενος· καὶ μεταστειλάμενος τὸν ἴδιον ἀδελφὸν λέγει αὐτῷ· Ἰδοὺ ἀδελφὲ πάντα σοι παρατίθημι, τὴν οἰκίαν καὶ τὰ πράγματά μου· ἐγὼ γὰρ διὰ τὴν συμβᾶσάν σοι θλῖψιν ἀθυμίᾳ ληφθεὶς ἰδοὺ ἀποθνῄσκω. ἀλλὰ ἀνάπαυσόν μου τὴν ψυχὴν καὶ ἐπέξελθε δεινῇ τιμωρίᾳ τὸν μάγον ἐκεῖνον. Ὁ δὲ βασιλεὺς133
20εἶπεν· Ἐνεθυμήθην ἐν πυρὶ αὐτοὺς κατακαῦσαι ἐκδαρμένους.134

21 col2

Καὶ θυμοῦ πλησθεὶς ἤνεγ‐ κεν τὸν Θωμᾶν καὶ λέγει αὐτῷ·

22

Ὃ δὲ ἀπέδωκεν παρ’ αὐτὰ τὴν ψυχὴν αὐτοῦ. ὁ δὲ βα‐ σιλεὺς ἐπένθει τὸν ἴδιον ἀδελφόν, καὶ ἐβούλετο ἐν πολυτίμῳ πορφύρᾳ κατατεθῆναι αὐτόν. οἱ δὲ ἄγγελοι παραλαβόντες τὴν ψυχὴν τοῦ Γεθὰν ἀπήγαγον ἐν τῷ παραδείσῳ, δεικνύντες αὐτῇ
5τοὺς ἐκεῖσε τόπους καὶ οἰκήσεις καὶ ὅσα ἀγαθὰ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. καὶ ὅτε ἦλθεν εἰς τὴν οἰκοδομὴν τοῦ Θωμᾶ ἐπερώτησαν αὐτὸν οἱ ἄγγελοι· Ποῦ βούλει οἰκῆσαι;
Καὶ ἀποκριθεὶς εἶπεν· Δέομαι ὑμῶν κύριοί μου, εἰς ἓν τῶν κατωγείων τούτων ἐάσατέ με οἰκῆσαι. Καὶ εἶπαν αὐτῷ οἱ ἄγ‐135
10γελοι· Οὐ δύνασαι, διότι τοῦ ἀδελφοῦ σού ἐστιν ὃ οἰκοδόμησεν ὁ χριστιανὸς ἐκεῖνος. Καὶ ἀπεκρίθη αὐτοῖς ἐκεῖνος λέγων· Δέομαι ὑμῶν κύριοί μου συγχωρήσατέ μοι ἀπελθεῖν εἰς αὐτόν, ἵνα ἀγοράσω αὐτὰ παρ’ αὐτοῦ· οὐ γὰρ οἶδεν αὐτὰ ὁ ἀδελ‐ φός μου.

23

Καὶ ἀφῆκαν τὴν ψυχὴν αὐτοῦ οἱ ἄγγελοι. ἐν δὲ τῷ ἐνδιδύσκειν αὐτὸν τὴν ἐντάφιον στολὴν εἰσῆλθεν εἰς τὸ σκήνωμα αὐτοῦ καὶ ἀναστὰς λέγει τοῖς περὶ αὐτόν· Φέρετέ μοι τὸν
ἀδελφόν μου. Οἳ δὲ ἐν σπουδῇ εὐηγγελίσαντο αὐτῷ ὅτι Ὁ136
5ἀδελφός σου ἀνέζησεν. Κἀκεῖνος δρομαῖος ἐκπηδήσας μετὰ τοῦ ἰδίου στρατοῦ ἐλθὼν κατεφίλει αὐτόν. Ὃ δὲ λέγει αὐτῷ· Οἶδα ἀδελφὲ ὅτι εἴ τι ᾐτησάμην σε ἕως ἡμίσους τῆς βασιλείας σου ἔδωκάς μοι καὶ οὐ παρεῖδές μέ ποτε. Τότε λέγει αὐτῷ· Ὅρκῳ με πεῖσον. Καὶ ὤμοσεν αὐτὸν ὅτι Ἐάν με αἰτήσῃς ἕως
10τῆς κεφαλῆς μου, οὐ μή σε παρέλθω. Κἀκεῖνος ἔφη· Τὸ πα‐ λάτιον ἀδελφὲ ὃ ἔχεις ἐν τοῖς οὐρανοῖς πώλησόν μοι. Καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· Ἐμοὶ παλάτιον ἐν τοῖς οὐρανοῖς πόθεν ὑπάρ‐ χει; Καὶ εἶπεν αὐτῷ· Ναὶ ἀδελφέ, ὃ ᾠκοδόμησέν σοι ἐν ἀλη‐ θείᾳ ὁ Θωμᾶς.137

24

Τότε ὁ βασιλεὺς περιχαρὴς γενάμενος λέγει· Ἐκεῖνο τὸ παλάτιον πωλῆσαι οὐ δύναμαι· ἀόρατον γάρ ἐστιν· ἀλλ’ εὔχομαι
κἀγὼ ἐπιτυχεῖν αὐτοῦ. ἔχομεν δὲ τὸν οἰκοδόμον καὶ κτίζει σοι. Καὶ πέμψας ἐν πολλῇ σπουδῇ ἐξέβαλον τὸν Θωμᾶν. Καὶ138
5λέγει αὐτῷ· Συγχώρησον δοῦλε τοῦ θεοῦ εἴ τι ἐν ἀγνοίᾳ ἐπρά‐ ξαμεν εἰς σέ, καὶ ποίησον ἡμᾶς κοινωνοὺς γενέσθαι τῆς βασι‐
λείας ἐκείνου οὗ κηρύσσεις·139

25, 26, 27

καὶ δὸς ἡμῖν τὸν ἀρραβῶνα τῆς κλήσεως αὐτοῦ.
Καὶ ὁ ἀπόστολος κατηχήσας ἐβάπτισεν αὐτοὺς τῷ λουτρῷ τῆς140
χάριτος ἐν ὀνόματι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου141
πνεύματος· καὶ ἀναβάντες ἐκ τοῦ ὕδατος ἐφάνη αὐτοῖς ὁ142
5σωτὴρ λέγων· ὥστε καὶ τὸν ἀπόστολον Θωμᾶν θαυμάσαι· καὶ φῶς μέγα ἔλαμψεν αὐτοῖς.

28

Καὶ παρήγγειλεν αὐτοῖς λέγων· Βλέπετε τὴν κλῆσιν ἡμῶν ἀδελφοί, ὁποίῳ ἐστρατεύθητε βασιλεῖ. βιώσατε οὖν τὸ λοιπὸν ἐν ταπεινοφροσύνῃ, ἐν φιλοξενίᾳ, ἐν ἀγάπῃ· οὐ γὰρ ὁ143
πλοῦτος ὑμᾶς ἤ τι τῶν ἐν τῷ βίῳ σῴσει. ἡ γὰρ κρίσις ἀνή‐144
5λεος τῷ μὴ πράξαντι ἔλεος ἐπὶ τῆς γῆς. φεύγετε οὖν τὴν ὁδὸν τοῦ σκότους καὶ ἀκάρπου, ἥτις ἐστὶν πορνεία, πλεονεξία, γαστρι‐ μαργία· ἐν γὰρ τοῖς τρισὶ κεφαλαίοις ὁ νόμος πληροῦται ὅλος.

29, 30

Καὶ εἰπὼν αὐτοῖς ἅπαντα τὸν λόγον τῆς ἀληθείας
ἐξῆλθεν ἐν κυρίῳ.145

144

κύριε καὶ θεέ μου, ἡ ἐλπίς μου καὶ ἡ πεποίθησίς μου καὶ ὁ διδάσκαλός μου, ὁ τὸ θάρσος ἐνθείς μοι, σὺ ἐδί‐ δαξάς με οὕτως προσεύχεσθαι· ἰδοὺ τὴν σὴν εὐχὴν εὔχομαι καὶ τὸ θέλημά σου εἰς πέρας ἄγω· σὺ ἔσο μετ’ ἐμοῦ ἕως
5τέλους· σὺ εἶ ὁ ἐκ νεότητός μου ὑπομονὴν ἐν πειρασμοῖς διδούς μοι ζωήν, καὶ ἀπὸ τῆς φθορᾶς με διαφυλάξας. σὺ εἶ ὁ εἰς τὴν πείναν τοῦ κόσμου ἀγαγών με καὶ τοῦ πλούτου με τοῦ ἀληθινοῦ πλήσας· σὺ εἶ ὁ μηνύσας με σὸν ὄντα· διὸ γυναικὶ οὐδ’ ὅλως συνήφθη, ἵνα ὁ ναὸς σοῦ ἄξιος ἐν μολυσμῷ
10μὴ εὑρεθῇ.251

145

οὐκ ἐξαρκεῖ μου τὸ στόμα ἐξομολογήσασθαί σοι οὐδὲ ἐνθυμηθῆναι δύναμαι τὴν σπουδὴν καὶ ἐπιμέλειαν τὴν ἐκ σοῦ γενομένην περὶ ἐμοῦ. ἐβουλόμην γὰρ κτήσασθαι πλοῦτον· σὺ δὲ δι’ ὁράματος ἔδειξάς μοι ὅτι ἐπιζήμιος καὶ
5ἐπιβλαβὴς γίνεται τοῖς κτωμένοις αὐτόν· καὶ ἐπίστευσα τῇ φανερώσει σου καὶ παρέμεινα τῇ πτωχείᾳ τοῦ κόσμου ἕως ὅτε σὺ ὁ πλοῦτος τῆς ἀληθείας ἀπεκαλύφθης, ὁ κἀμὲ καὶ τοὺς ἄλλους τοὺς σοῦ ἀξίους ἀπὸ τοῦ ἰδίου πλούτου πληρώσας, καὶ ἀπὸ μερίμνης καὶ φροντίδος τοὺς σοὺς ἀπαλλάξας. πε‐
10πλήρωκα οὖν κύριε τὰς ἐντολάς σου καὶ ἐτέλεσα τὸ βούλημά σου· καὶ ἐγενόμην πένης καὶ ἐνδεὴς καὶ ξένος καὶ δοῦλος καὶ
ἐξουδενωμένος καὶ δέσμιος καὶ πειναλέος καὶ διψαλέος καὶ γυμνὸς καὶ ἀνυπόδετος καὶ ἐμόχθησα διὰ σέ, ἵνα μὴ ἀπό‐ ληται ἡ πεποίθησίς μου καὶ ἡ ἐλπίς μου ἡ ἐν σοὶ μὴ καται‐252
15σχυνθῇ, καὶ ὁ πολύς μου κάματος μὴ γένηται διὰ κενῆς, καὶ ὁ κόπος μου μὴ ἐξουδενωθῇ· μὴ ἀπόλωνταί μου αἱ εὐχαὶ καὶ αἱ νηστεῖαί μου αἱ συνεχεῖς καὶ ἡ πολλή μου σπουδὴ ἡ εἰς σέ· μὴ ἀνταλλαγῇ μου ὁ σπόρος τοῦ σίτου ἀπὸ τῆς σῆς γῆς· μὴ ἁρπάσῃ αὐτὸν ὁ ἐχθρὸς καὶ τὰ αὐτοῦ ζιζάνια συμμείξῃ·
20ἡ γὰρ σὴ γῆ ἀληθῶς οὐ δέχεται αὐτοῦ τὰ ζιζάνια, ἀλλ’ οὐδὲ τεθῆναι δύναται εἰς τοὺς σοὺς οἴκους.

146

τὴν ἄμπελόν σου ἐφύτευσα ἐν τῇ γῇ· τὰς ῥίζας καθῆκεν εἰς τὸ βάθος, ἡ δὲ βλάστησις αὐτῆς ἐν τῷ ὕψει ἐξηπλώθη, οἱ δὲ ταύτης καρποὶ ἐπὶ γῆς ἐξετάθησαν καὶ ἐκ τούτων εὐφραίνονται οἱ σοῦ ἄξιοι οὓς καὶ ἐκτήσω. τὸ ἀργύ‐
5ριον ὃ δέδωκάς μοι κατέβαλον ἐν τῇ τραπέζῃ· τοῦτο ἀπαι‐ τήσας ἀποδίδου μοι ἐν τόκοις ὥσπερ ἐπηγγείλω. τὴν μίαν σου μνᾶν πραγματευσάμενος δέκα πεποίηκα· προσέθηκάς μοι ἐφ’ οἷς εἶχον ὥσπερ συνέθου. τῷ ὀφειλέτῃ μου ἀφῆκα τὴν μνᾶν· μὴ εἰς χεῖράς μου ἐπιζητήσῃς· εἰς δεῖπνον ἐκλήθην καὶ253
10ἦλθον· ἀπὸ δὲ τοῦ χωρίου καὶ τοῦ ζευκτοῦ καὶ τῆς γυναικὸς ἐγὼ ἔξαρνος γέγονα, ἴνα μὴ διὰ ταῦτα ἀποδοκιμασθῶ. εἰς τὸν γάμον ἐκλήθην καὶ λευκὴν ἐσθῆτα ἐνεδυσάμην, ἵνα ἄξιος αὐτοῦ γένωμαι καὶ μὴ δεθεὶς χεῖρας καὶ πόδας εἰς τὸ ἐξώτερον σκότος ἐκβληθῶ. ὁ λύχνος μου τῷ φωτὶ αὐτοῦ τῷ διαυγεῖ
15προσδέχεται τὸν δεσπότην τὸν ἀναλύοντα ἐκ τῶν γάμων, ἵνα δέξηται αὐτὸν καὶ μὴ ἴδω αὐτὸν ἀμαυρωθέντα τοῦ ἐλαίου δαπανηθέντος. οἱ ὀφθαλμοί μου Χριστὲ σὲ καθορῶσιν καὶ ἡ καρδία μου ἐν χαρᾷ ἀγαλλιᾶται τελέσαντός μου τὸ θέλημά σου καὶ τὰς ἐντολάς σου τελειώσαντος, ἵνα ἐξομοιωθῶ δούλῳ254
20γοργῷ καὶ εὐλαβεῖ ὃς διὰ τῆς ἑαυτοῦ προθυμίας οὐκ ἀμελεῖ τῆς ἀγρυπνίας. πᾶσαν τὴν νύκτα ἔκαμον τοῦ φυλάξαι τὸν οἶκόν μου ἀπὸ τῶν λῃστῶν ἵνα μὴ διορυγῇ.

147

τὴν ὀσφύν μου ἐν ἀληθείᾳ περιέσφιγξα καὶ τοῖς ποσί μου τὰ ὑποδήματα ἔδησα, ἵνα μὴ δι’ ὅλου χαυνωθέντα ἴδω αὐτά. τὰς χεῖράς μου ἐπέθηκα τῷ ἀρότρῳ τῷ ζευκτῷ καὶ εἰς τὰ ὀπίσω οὐκ ἀπεστράφην, ἵνα οἱ αὔλακες μὴ σκαμ‐
5βασθῶσιν. ἐλεύκανεν ἡ ἄρουρα καὶ ἐπέστη ὁ θερισμός, ἵνα τὸν
μισθόν μου ἀπολάβω. τὸ ἔνδυμά μου τὸ παλαιούμενον ἐπα‐ λαίωσα καὶ τὸν κάματον τῶν καμάτων τὸν ἀγαγόντα με εἰς τὴν ἀνάπαυσιν ἐτέλεσα. ἐτήρησα τὴν πρώτην φυλακὴν καὶ τὴν δευτέραν καὶ τὴν τρίτην, ἵνα τὸ πρόσωπόν σου θεάσω‐255
10μαι καὶ προσκυνήσω τὸ ἅγιόν σου ἀπαύγασμα. ἐξερίζωσα τοὺς χειρίστους καὶ ἐρήμους κατέλιπον ἐπὶ τῆς γῆς, ἵνα ἀπὸ τῶν σῶν θησαυρῶν ἐμπλησθῶ. τὴν ἐν ἐμοὶ πηγὴν κάθυγρον ἐξήρανα, ἵνα τὴν ἀνέκλειπτόν σου πηγὴν ζήσας ἀναπαῶ. τὸν δέσμιον ὅν μοι παρέδωκας ἐφόνευσα, ἵνα ὁ ἐν ἐμοὶ λελυμένος
15μὴ ἐκπέσῃ τῆς πεποιθήσεως αὐτοῦ. τὸν ἐντὸς ἐκτὸς πε‐ ποίηκα καὶ τὸ ἐκτός, καὶ πᾶν σου τὸ πλήρωμα ἐν ἐμοὶ ἐπλη‐ ρώθη. εἰς τὰ ὀπίσω οὐχ ὑπέστρεψα, εἰς δὲ τὰ ἔμπροσθεν προέβην, ἵνα μὴ ὄνειδος γένωμαι. τὸν νεκρὸν ἐζωοποίησα καὶ
τὸν ζῶντα ἐνίκησα καὶ τὸ ὑστερούμενον ἐπλήρωσα, ἵνα δέξω‐256
20μαι τῆς νίκης τὸν στέφανον καὶ ἡ ἐξουσία τοῦ Χριστοῦ ἐν ἐμοὶ τελεσθῇ. ὀνειδισμὸν ἐδεξάμην ἐπὶ τῆς γῆς, τὴν δὲ ἀμοι‐ βὴν καὶ τὴν ἀντιμισθίαν δίδου μοι ἐν οὐρανοῖς.

148

μὴ αἴσθωνταί μου αἱ δυνάμεις καὶ οἱ ἐξουσιασταί, καὶ μηδὲν περὶ ἐμοῦ ἐνθυμηθῶσιν· μὴ ἰδόντες με οἱ τελῶναι καὶ οἱ ἀπαιτηταὶ ἐν ἐμοὶ πραγματεύσωνται. μή μου κατα‐ βοήσωσιν οἱ ἥττονες καὶ πονηροὶ καὶ ἀνδρείου καὶ ἐπιεικοῦς·
5καὶ ἀναβιβαζομένου μὴ ἀνανεύσωσιν ἔμπροσθέν μου στῆναι διὰ τὴν σὴν δύναμιν Ἰησοῦ τὴν περιστεφανοῦσάν με· φεύ‐ γουσιν γὰρ καὶ κρύπτονται· ἀντιβλέψαι σε οὐ δύνανται. αἰφνιδίως γὰρ ἐμπίπτουσιν τοῖς ὑπηκόοις αὐτῶν· ἡ δὲ μερὶς
τῶν υἱῶν τοῦ πονηροῦ αὐτὴ βοᾷ καὶ ἐλέγχει αὐτούς.257
10ἀλλ’ οὔτε κρύπτεται ἐξ αὐτῶν· ἡ γὰρ φύσις αὐτῶν γνωρίζεται· ἀποχωρίζουσιν οἱ τοῦ πονηροῦ παῖδες. παράσχου οὖν μοι κύριε ἵνα ἐν ἡσυχίᾳ παρέλθω καὶ χαρᾷ καὶ εἰρήνη ὑπερβήσο‐ μαι καὶ στῶ ἔμπροσθεν τοῦ δικαστοῦ. καὶ ὁ διάβολός με μὴ ἐπίδῃ· οἱ ὀφθαλμοὶ αὐτοῦ πηρωθῶσιν διὰ τοῦ σοῦ φωτὸς
15οὗ ἐν ἐμοὶ κατεσκήνωσας· φιμώσῃς αὐτοῦ τὸ στόμα· οὐδὲν
γὰρ κατ’ ἐμοῦ εὗρεν.258

159

(t)

Μαρτύριον τοῦ ἁγίου καὶ ἐνδόξου ἀποστόλου Θωμᾶ.
1Ἐν ταῖς ἡμέραις ἐκείναις ἀνῄει ὁ ἀπόστολος Θωμᾶς
ἐπὶ τὸ ἐγκλεισθῆναι· καὶ Τερτία σὺν Μυγδονίᾳ καὶ Ναρκίᾳ ἀπῄεσαν ἐπὶ τὸ ἐγκλεισθῆναι. ὁ δὲ ἀπόστολος Θωμᾶς εἶπεν πρὸς αὐτάς, τοῦ πλήθους τῶν πεπιστευκότων παρόντος· Θυγα‐269
5τέρες καὶ ἀδελφαὶ καὶ σύνδουλοι αἱ εἰς τὸν κύριον καὶ θεόν μου πιστεύσασαι, τοῦ Ἰησοῦ μου ὑπηρέτριαι, ἀκούσατέ μου ἐν ταύτῃ τῇ ἡμέρᾳ· τὸν γὰρ ἐμὸν λόγον παραδίδωμι ὑμῖν καὶ οὐκέτι διαλεχθήσομαι ὑμῖν ἐν τῇ σαρκὶ ταύτῃ οὐδὲ ἐν τῷ κόσμῳ τούτῳ· ἀνάγομαι γὰρ πρὸς τὸν κύριον καὶ θεόν
10μου Ἰησοῦν Χριστόν, πρὸς ἐκεῖνον τὸν πωλήσαντά με, πρὸς ἐκεῖνον τὸν ἑαυτὸν ταπεινώσαντα ἕως ἐμοῦ τοῦ μικροῦ κύριον καὶ ἀνάξαντά με εἰς μεγαλωσύνην αἰώνιον, τὸν καταξιώσαντά με λάτρην αὐτοῦ γενέσθαι ἐν ἀληθείᾳ καὶ βεβαιότητι. ἀπέρ‐ χομαι πρὸς αὐτὸν ἐπιστάμενος ὅτι ὁ καιρὸς συμπεπλήρωται
15καὶ ἤγγικεν ἡ προθεσμία ἵνα ἀπελθὼν ἀπολάβω τοὺς μισθούς
μου παρὰ τοῦ κυρίου μου καὶ θεοῦ· δίκαιος γάρ ἐστιν ὁ μισθαποδότης μου ὁ εἰδώς με πῶς δεῖ με λαβεῖν τὸν μισθόν· οὔτε γὰρ πονηρός ἐστιν οὔτε φθονερός· πλούσιος δέ ἐστιν ἐν τοῖς αὐτοῦ χαρίσμασιν· οὐκ ἔστιν φιλόδολος ἐν οἷς δίδω‐270
20σιν· τεθάρρηκε γὰρ τῇ ἀνυστερήτῳ αὐτοῦ κτήσει.

160

οὐκ εἰμὶ ἐγὼ Ἰησοῦς, δοῦλος δὲ αὐτοῦ εἰμι· οὐκ εἰμὶ ἐγὼ Χριστός, διάκονος δὲ αὐτοῦ ὑπάρχω· οὐκ εἰμὶ ἐγὼ ὁ υἱὸς τοῦ θεοῦ, δέομαι δὲ ἄξιος τοῦ θεοῦ γενέσθαι. ἐμμείνατε τῇ πίστει τοῦ Χριστοῦ· ἐμμείνατε τῇ ἐλπίδι τοῦ υἱοῦ τοῦ
5θεοῦ· μὴ ἐκκακήσητε πρὸς τὰς θλίψεις μηδὲ διαιρεθῆτε ἐπὰν ἴδητέ με ὑβριζόμενον ἢ ὅτι ἐγκέκλεισμαι· αὐτοῦ γὰρ τὸ θέ‐ λημα εἰς πέρας ἄγω· εἰ γὰρ καὶ ἠβουλήθην μὴ ἀποθανεῖν, ἐν Χριστῷ οἶδα ὅτι δύναμαι· οὗτος δὲ ὁ νομιζόμενος θάνατος οὐκ ἕστιν θάνατος, ἀλλὰ λύσις ἀπὸ τοῦ σώματός ἐστιν. διὸ
10χαίρων δέχομαι τὴν τοιαύτην λύσιν τοῦ σώματος, ἵνα ἀπελ‐ θὼν ἴδω ἐκεῖνον τὸν εὐπρεπῆ καὶ εὔσπλαγχνον, τὸν ἐπέραστον. πολὺν γὰρ κάματον ὑπέστην ἐν τῇ αὐτοῦ ἐργασίᾳ, καὶ ἐμόχθησα διὰ τὴν αὐτοῦ χάριν τὴν ἐπελθοῦσάν μοι, ἥτις οὐκ ἀπέστη ἀπ’ ἐμοῦ. μὴ οὖν ὑποδύῃ ὑμῖν ὁ Σατανᾶς καὶ271
15τὰς ἐνθυμήσεις ὑμῶν διαρπάσῃ· μὴ γένοιτο ἐν ὑμῖν ἐκείνῳ χώρα· ἰσχυρός ἐστιν ὃν ὑμεῖς ὑπεδέξασθε. τὴν τοῦ Χριστοῦ παρουσίαν προσδέχεσθε· ἐλθὼν γὰρ ὑποδέξεται ὑμᾶς· οὗτός ἐστιν ὃν ὄψεσθε ἐρχόμενον.

161

Ταῦτα τελέσαντος τοῦ ἀποστόλου εἰσῄεσαν εἰς τὸν οἶκον· εἶπεν δὲ ὁ ἀπόστολος Θωμᾶς· Ὁ σωτὴρ ἡμῶν ὁ πολλὰ
παθὼν δι’ ἡμᾶς, γινέσθωσαν αἱ θύραι αὗται ὥσπερ ἦσαν, καὶ σφραγῖδες ἐπιτιθῶσιν αὐταῖς. Καὶ καταλείψας αὐτὰς272
5ἀπῄει ἐπὶ τὸ ἐγκλεισθῆναι· αὐταὶ δὲ ἀθυμοῦσαι ἔκλαιον, μὴ εἰδυῖαι ὅτι Μισδαῖος ἀπολύει αὐτόν.

162

Εὗρεν δὲ ὁ ἀπόστολος τοὺς φύλακας διαμαχομένους καὶ λέγοντας· Τί ἡμάρτομεν εἰς τοῦτον τὸν μάγον; ἠνέῳξεν γὰρ τὰς θύρας τῇ τέχνῃ αὐτοῦ τῇ μαγικῇ, καὶ ἠβουλήθη πάντας τοὺς κατακλείστους φυγαδεῦσαι. ἀλλ’ ἀπελθόντες
5ἀνενέγκωμεν τῷ βασιλεῖ, εἴπωμεν δὲ αὐτῷ περὶ τῆς γυναικὸς αὐτοῦ καὶ τοῦ υἱοῦ αὐτοῦ. Ταῦτα δὲ διαλογιζομένων αὐτῶν
ὁ Θωμᾶς ἡσύχαζεν. ὀρθρίσαντες οὖν ἀπῄεσαν πρὸς τὸν βασιλέα καὶ ἔλεγον αὐτῷ· Κύριε ἡμῶν βασιλεῦ, τὸν φαρμακὸν ἐκεῖνον ἔκβαλε καὶ ἀλλαχοῦ αὐτὸν κατάκλειστον ποίησον. οὐ273
10δυνάμεθα γὰρ αὐτὸν τηρεῖν· εἰ μὴ γὰρ ἡ σὴ τύχη τὸ δεσμω‐ τήριον ἐφύλαξεν, ἐπεὶ πάντες ἂν οἱ κατάδικοι ἔφυγον. ἤδη γὰρ δεύτερον εὕρομεν τὰς θύρας ἀνεῳγμένας. ἀλλὰ καὶ ἡ γυνή σου ὦ βασιλεῦ καὶ ὁ υἱὸς καὶ οἱ λοιποὶ οὐκ ἀφίστανται ἀπ’ αὐτοῦ. Ταῦτα ἀκούσας ὁ βασιλεὺς ἀπελθὼν εὗρεν τὰς
15ἐπικειμένας σφραγῖδας σῴας· κατεμάνθανε δὲ καὶ τὰς θύρας, καὶ ἔλεγεν τοῖς φύλαξι· Διὰ τί ψεύδεσθε; αἱ γὰρ σφραγῖδες σῷαί εἰσιν· πῶς εἴπατε ὅτι Τερτία καὶ Μυγδονία ἔρχονται πρὸς αὐτὸν εἰς τὸ δεσμωτήριον; Οἱ δὲ φύλακες εἶπον· Ἡμεῖς
τὴν ἀλήθειαν εἴπομέν σοι.274

163

Ὁ δὲ Μισδαῖος ἀπελθὼν εἰς τὸ δεσμωτήριον ἐκα‐ θέσθη· μεταπεμψάμενος δὲ τὸν ἀπόστολον Θωμᾶν ἐκδύσας αὐτὸν ἔστησεν ἔμπροσθεν αὐτοῦ, καὶ λέγει αὐτῷ· Δοῦλος εἶ ἢ ἐλεύθερος; Θωμᾶς εἶπεν· Δοῦλός εἰμι ἑνὸς μόνου, οὗ σὺ
5ἐξουσίαν οὐκ ἔχεις. Ὁ δὲ Μισδαῖος λέγει αὐτῷ· Εἰς ταύτην τὴν χώραν πῶς φυγὼν ἐλήλυθας; Ὁ δὲ Θωμᾶς εἶπεν· Ἐπράθην παρὰ τοῦ δεσπότου μου ἐνθάδε, ἵνα πολλοὺς σῴσω καὶ διὰ
τῶν σῶν χειρῶν μεταστῶ τοῦτον τὸν κόσμον. Ὁ δὲ Μισδαῖος εἶπεν· Τίς ἐστιν ὁ κύριός σου; καὶ τί τὸ ὄνομα αὐτοῦ; καὶ275
10ποίας χώρας ἐστίν; Ὁ δὲ Θωμᾶς εἶπεν; Ὁ ἐμὸς κύριος δεσπό‐ της σού ἐστιν καὶ κύριός ἐστιν οὐρανοῦ καὶ γῆς. Ὁ δὲ Μισδαῖος λέγει· Τί τούτου τὸ ὄνομα; Λέγει ὁ Θωμᾶς· Οὐ δύνασαι τὸ ἀληθινὸν ὄνομα αὐτοῦ ἀκοῦσαι ἐν τῷ καιρῷ τούτῳ· τὸ δὲ δοθὲν αὐτῷ ὄνομα Ἰησοῦς Χριστός. Ὁ δὲ Μισδαῖος λέγει
15αὐτῷ· Ἐγὼ οὐκ ἐτάχυνα τοῦ ἀπολέσαι σε, ἀλλὰ μακροθυμίαν πρὸς σὲ πεποίηκα· σὺ δὲ τοῖς ἔργοις σου τοῖς πονηροῖς προσ‐ θήκην πεποίηκας, καὶ τὰ σὰ φάρμακα εἰς πᾶσαν τὴν χώραν
διεδόθη καὶ ἠκούσθη. ἀλλὰ τοῦτο ποιῶ ἵνα τὰ φάρμακά σου σὺν σοὶ ἀπέλθῃ καὶ ἡ ἡμετέρα πατρὶς τούτων καθαρισθῇ.276
20Λέγει πρὸς αὐτὸν ὁ Θωμᾶς· Ταῦτα τὰ φάρμακα καὶ σὺν ἐμοὶ ἀπέρχεται ἐμοῦ ἐντεῦθεν ἐξορμῶντος, καὶ τοῦτο γίνωσκε ὅτι οὐδὲ τῶν ἐνθάδε ἀπολιμπάνομαι.

164

Ταῦτα εἰπόντος τοῦ ἀποστόλου ἐσκέπτετο ὁ Μισδαῖος πῶς αὐτὸν θανατώσῃ· διὰ γὰρ τὸν πολὺν ὄχλον τῶν ὑπη‐ κόων αὐτοῦ ἐφοβεῖτο· πολλοὶ γὰρ καὶ τῶν ἐξάρχων καὶ τῶν ἐν ὑπεροχῇ ὄντων ἐπίστευσαν εἰς αὐτόν. παραλαβὼν οὖν
5αὐτὸν ἐξῄει ἔξω τῆς πόλεως· συναπῄεσαν δὲ αὐτῷ καὶ στρα‐
τιῶται ἔνοπλοι· οἱ δὲ ὄχλοι ἐνόμιζον ὅτι ὁ βασιλεὺς μαθεῖν τι θέλει παρ’ αὐτοῦ, καὶ ἐστῶτες προσεῖχον. περιπατησάντων δὲ μίλιον ἓν παρέδωκεν αὐτὸν τέσσαρσι στρατιώταις καὶ ἑνὶ ἐξάρχῳ παραγγείλας αὐτοὺς277
10ἀγαγεῖν αὐτὸν εἰς τὸ ὄρος κἀκεῖ τοῦτον λογχεύσαντας τελειῶσαι, καὶ πάλιν αὐτοὺς εἰς τὴν πόλιν ὑποστρέψαι. ἅμα δὲ τοῦτο τοῖς στρατιώταις
15εἰπεῖν ὑπέστρεψεν καὶ αὐτὸς εἰς τὴν πόλιν.

164 col2

(10)

Ἀπελθόντες ἀναγάγετε αὐτὸν εἰς τὸ ὄρος καὶ ἀνέλετε αὐτὸν ξίφει. Ὁ δὲ βασιλεὺς ὑπέ‐ στρεψεν εἰς Ἀξούμην τὴν πόλιν.

165

Οἱ δὲ ἄνθρωποι ἔτρεχον ὀπίσω τοῦ Θωμᾶ, θέλοντες αὐτὸν λυτρώσασθαι τοῦ θανάτου. ἀπῄεσαν δὲ δύο ἐκ δεξιῶν
τοῦ ἀποστόλου καὶ δύο ἐξ εὐωνύμων δόρυ κρατοῦντες, ὁ δὲ ἔξαρχος κατεῖχεν τῆς χειρὸς αὐτοῦ ὑποβαστάζων αὐτόν.278
5ἔλεγεν δὲ ὁ ἀπόστολος Θωμᾶς· Ὢ μυστήρια ἀπόκρυφα, ἅτινα ἕως τῆς ἐξόδου ἡμῶν ἐν ἡμῖν τελεῖται· ὢ πλοῦτος τῆς αὐτοῦ δόξης, ὃς οὐ συγχωρήσει ἡμῖν καταποθῆναι ἐν τῷ πάθει τοῦ σώματος. τέσσαρες εἰσιν οἱ καταβάλλοντες· ἐκ τεσσάρων γὰρ γεγένημαι· εἶς δὲ ὁ ἕλκων με· ἑνὸς γάρ εἰμι καὶ πρὸς
10αὐτὸν ἀπέρχομαι. καὶ τοῦτο νῦν μανθάνω, ὅτι ὁ κύριός μου καὶ θεὸς Ἰησοῦς Χριστὸς ἐξ ἑνὸς ὢν ἐξ ἑνὸς ἐνύγη, ἐγὼ
δὲ ἐκ τεσσάρων ὑπάρχων ἐκ τεσσάρων νύσσομαι.279

166

Ἀνελθὼν δὲ εἰς τὸ ὄρος ἐν ᾧ τόπῳ ἔμελλεν ἀναι‐ ρεῖσθαι εἶπεν τοῖς κατέχουσιν αὐτὸν καὶ τοῖς λοιποῖς· Ἀδελ‐ φοί, καὶ νῦν μου ἀκούσατε ἐν τέλει· πρὸς γὰρ τὴν ἔξοδον τὴν ἀπὸ τοῦ σώματος ἕστηκα. μὴ οὖν πηρωθῶσιν οἱ ὀφθαλ‐
5μοὶ τῆς καρδίας ὑμῶν, μηδὲ τὰ ὦτα ὑμῶν κωφωθῶσιν. πιστεύσατε εἰς τὸν θεὸν ὃν κηρύσσω, καὶ μὴ ἑαυτοὺς ὁδηγή‐ σητε ἐν τῇ σκληροκαρδίᾳ ὑμῶν, ἀλλὰ πολιτεύσατε ἐν πάσῃ ἐλευθερίᾳ ὑμῶν καὶ τῇ δόξῃ τῇ πρὸς τοὺς ἀνθρώπους καὶ
τῇ ζωῇ τῇ πρὸς τὸν θεόν.280

167

Εἶπεν δὲ τῷ Ἰουζάνῃ τῷ υἱῷ τοῦ βασιλέως Μισ‐ δαίου, διακόνῳ δὲ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· Δὸς τοῖς ὑπηρέταις τοῦ Μισδαίου οὗ εἶσιν ἄξιοι ἵνα μοι συγχωρήσωσιν ἀπελθεῖν καὶ εὔξασθαι. Ὁ δὲ Ἰουζάνης ἔπεισεν τοὺς στρα‐
5τιώτας ἵνα ἀφήσωσιν αὐτὸν προσεύξασθαι· ὁ δὲ μακάριος Θωμᾶς ἀπῄει ἐπὶ τὸ εὔξασθαι, καὶ θεὶς τὰ γόνατα καὶ ἀνα‐ στὰς καὶ ἐκτείνας τὰς χεῖρας εἰς τὸν οὐρανὸν εἶπεν ταῦτα· ....................... .......................281

168

Καὶ ταῦτα εὐξαμένου εἶπεν τοῖς στρατιώταις· Δεῦτε, τελέσατε τὰς ἐντολὰς τοῦ πέμψαντος ὑμᾶς. Καὶ ἐλθόντες οἱ τέσσαρες ἔνυξαν αὐτὸν τοῖς δόρασιν· καὶ πεσὼν ἐτελεύτα.
οἱ δὲ ἀδελφοὶ πάντες ἔκλαιον. ἤνεγκαν οὖν ἐνδύματα κάλλιστα282
5καὶ ὀθόνην πάνυ πολλὴν καὶ καλήν, καὶ ἔθαψαν αὐτὸν ἐν μνημείῳ βασιλικῷ ἐν ᾧ οἱ βασιλεῖς οἱ πρῶτοι ἐτέθησαν.

169

Σιφὼρ δὲ καὶ Ἰουζάνης οὐκ ἐβούλοντο κατιέναι εἰς τὴν πόλιν, ἀλλ’ ἐπαρεκαθέζοντο ὅλην τὴν ἡμέραν. ἐφάνη δὲ αὐτοῖς ὁ ἀπόστολος Θωμᾶς καὶ εἶπεν· Τί καθέζεσθε τηροῦν‐ τές με; οὐκ εἰμὶ ἐνθάδε, ἀλλ’ ἀνῆλθον καὶ ἀπέλαβον πάντα
5ἃ εὐηγγελίσθην. ἀλλ’ ἀναστάντες κατέλθετε ἐντεῦθεν· μετ’ ὀλίγον γὰρ χρόνον καὶ ὑμεῖς παρ’ ἐμοὶ συνάγεσθε. Μισ‐
δαῖος δὲ καὶ Χαρίσιος ἀπήνεγκαν Μυγδονίαν καὶ Τερτίαν, καὶ πάνυ αὐτὰς ἔθλιψαν· αἳ δὲ οὐ συνεδόκησαν τῇ θελήσει αὐτῶν. ὁ δὲ ἀπόστολος ἀποκαλυφθεὶς αὐταῖς εἶπεν· Μὴ283
10πλανηθῆτε· Ἰησοῦς ὁ ἅγιος, ὁ ζῶν, ἐν τάχει ὑμῖν τὴν βοή‐ θειαν ἐξαποστελεῖ. Ὁ δὲ Μισδαῖος καὶ ὁ Χαρίσιος γνόντες ὅτι οὐ πείθονται αὐτοῖς ἥ τε Μυγδονία καὶ ἡ Τερτία συνε‐ χώρησαν αὐτὰς τῷ ἰδίῳ θελήματι ζῆν. συνήγοντο δὲ οἱ ἀδελ‐ φοὶ καὶ ἠγαλλιῶντο ἐν τῇ χάριτι τοῦ ἁγίου πνεύματος. ὁ δὲ
15ἀπόστολος Θωμᾶς ἀπαλλαττόμενος τοῦ κόσμου τὸν μὲν Σιφόρα
ἐποίησεν πρεσβύτερον, Ἰουζάνην δὲ διάκονον, ὅτε ἦλθεν ἐπὶ τὸ ὄρος ἐπὶ τὸ ἀποθανεῖν. ὁ δὲ κύριος συνήργει αὐτοῖς καὶ τῆς πίστεως αὐτῶν πρόθεσιν ἐποιεῖτο.284

170

Συνέβη δὲ μετὰ πολὺν χρόνον ἓν τῶν τέκνων Μισ‐ δαίου τοῦ βασιλέως κρουσθῆναι ὑπὸ δαίμονος, καὶ οὐδεὶς αὐτὸν ἠδυνήθη θεραπεῦσαι· πάνυ γὰρ ἦν χαλεπὸς ὁ δαίμων. ἐνεθυμήθη δὲ Μισδαῖος ὁ βασιλεὺς καὶ εἶπεν· Ἀπελθὼν
5ἀνοίξω τὸν τάφον, καὶ ἄρας ὀστοῦν ἀπὸ τοῦ ἀποστόλου τοῦ θεοῦ κρεμάσω ἐπὶ τὸν υἱόν μου, καὶ θεραπευθήσεται. Ἐν
ὅσῳ δὲ τοῦτο ὁ Μισδαῖος ἐνεθυμήθη, φανεὶς αὐτῷ ὁ ἀπό‐ στολος Θωμᾶς εἶπεν αὐτῷ· Εἰς ζῶντα οὐκ ἐπίστευσας, καὶ εἰς νεκρὸν πιστεύεις; πλὴν μὴ φοβοῦ· σπλαγχνίζεται γὰρ εἰς285
10σὲ καὶ ἐλεεῖ σε ὁ κύριός μου Ἰησοῦς Χριστὸς διὰ τὴν ἑαυτοῦ χρηστότητα. Ἀπελθὼν δὲ καὶ ἀνοίξας οὐχ εὗρεν ἐκεῖ τὸν ἀπόστολον· εἷς γὰρ τῶν ἀδελφῶν κλέψας αὐτὸν εἰς Μεσοπο‐ ταμίαν ἀπήγαγεν. ἀπὸ δὲ τοῦ τόπου ἐκείνου ἔνθα τὰ ὀστᾶ τοῦ ἀποστόλου ἔκειτο χοῦν ὁ Μισδαῖος λαβὼν περιέθηκεν
15τῷ υἱῷ αὐτοῦ λέγων· Πιστεύω εἰς σὲ Ἰησοῦ Χριστὲ νῦν ὅτε κα ..... νος ὁ ταράσσων τοὺς ἀνθρώπους καὶ ἀντικείμενος αὐτοῖς ἵνα μὴ ἴδωσίν σε. Καὶ κρεμάσαντος αὐτοῦ τῷ παιδὶ ὑγιὴς ὁ παῖς ἐγένετο. συνηθροίζετο οὖν καὶ Μισδαῖος ὁ βασιλεὺς μετὰ τῶν ἀδελφῶν καὶ ὑπέκλινεν τὴν κεφαλὴν αὐτοῦ286
20ὑπὸ τὰς χεῖρας Σιφόρου τοῦ πρεσβυτέρου· ἔλεγεν δὲ τοῖς ἀδελφοῖς ὁ Σιφώρ· Εὔχεσθε ὑπὲρ Μισδαίου τοῦ βασιλέως ἵνα παρὰ Ἰησοῦ Χριστοῦ εὐσπλαγχνίαν δέξηται, καὶ ἀμνησι‐ κακήσῃ αὐτῷ. Πάντες οὖν ἐν συμφωνίᾳ χαίροντες εὐχὰς
ἐποιοῦντο ὑπὲρ αὐτοῦ· ὁ δὲ φιλάνθρωπος δεσπότης ὁ βασι‐287
25λεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευ... ἔδωκεν καὶ Μισδαίῳ τὴν εἰς αὐτὸν ἐλπίδα· καὶ συνήγετο μετὰ τοῦ πλή‐ θους τῶν πεπιστευκότων τῷ Χριστῷ, δοξάζων πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, οὗ τὸ κράτος καὶ ἡ προσκύνησις νῦν
καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.288