TLG 2038 003 :: ACTA THOMAE :: Carmen animae (De margarita) (paraphrasis Nicetae) ACTA THOMAE Hagiogr.
Acta
Apocryph. Carmen animae (De margarita) (paraphrasis Nicetae) Dup. partim 2038 001 Citation: (Line) | ||
t1 | E codice parisino graeco 1516, collatis codicibus | |
---|---|---|
t2 | Collegii novi oxoniensis C. 149, Bibliothecae publicae | |
t3 | leningradensis 95 et athonense Pantocratoris 21. | |
1 | Οἵ τε ἐν τῇ φρουρᾷ * ἅπαντες προσπεσόντες ἐδέοντο εὔξασθαι καὶ ὑπὲρ αὐτῶν· ὁ δὲ καθάπερ ἔνθους γενόμενος· καὶ οἷα τραγῳδίαν τινὰ ἐξυφαίνων τοιοῖσδε λόγοις ἐξέθετο παραβολικῶς καὶ διέγραψε τὴν ἀνθρωπίνην | |
5 | εὐγένειαν· τὸν πλοῦτον τῶν χαρισμάτων ὃν ἐν θεοῦ εἴληφεν· τὴν ἐκ ῥᾳθυμίας αὐτῶν καὶ παραβάσεως ἔκπτωσιν· τὰς διὰ τῶν θείων γραφῶν παραινέσεις· τὴν ἐκ δαιμόνων ἐπίθεσιν· τὴν διὰ μετανοίας ἀνάκλησιν· τὴν τοῦ βαπτίσματος χά*ριν· καὶ αὖθις ἀποκατάστασιν. ἑαυτὸν * ὑποθεὶς * τῆς ἀνθρωπό‐ | |
10 | τητος πρόσωπον καὶ φησίν· υἱὸς γέγονα βασιλέως· στολῇ κεκόσμημαι χρυσοπάστῳ· θησαυρὸς ἐπεδόθη μοι θαυμαστὸς οἷον προσῆκεν βασιλέας τοῖς τέκνοις χαρίζεσθαι· | |
15 | χρυσὸς ἦν καὶ ἄργυρος οὗτος· καὶ λίθοι τῶν διαφανῶν καὶ τιμίων· ἡ δὲ τούτων ὁλκὴ κούφη καὶ ἀβαρὴς καὶ ῥᾴστη μόνῳ κουφίζεσθαι τῷ λαβόντι· [...] ᾦ πᾶς ἄλλος ὑπείκει καὶ διαπέφευγε | |
20 | σίδηρος· ἐφ’ οἷς συνθέσθαι διησφαλίσατό μοι μὴ ἐκλαθέσθαι τῶν δωρεῶν καὶ τοῦ φύσαντος· Αἴγυπτον διϊόντα ποιητικῶς φάναι δολιχὴν ὁδὸν ἀργαλέην τε· ἀφ’ ἧς κεκομικέναι ἀπέσταλμαι | |
25 | τὸν πολύτιμον μαργαρίτην δράκοντι κατ’ αὐτὴν δεινῷ καλυπτόμενον· ὡς ἂν κἀκεῖνον ἔχων τῆς πρώτης στολῆς ἐπικόσ‐ | |
μησιν τῆς προτέρας αὖθις ἀξιωθείην υἱότητος· τούτοις συνθέμενος καὶ δυσὶ συντα*χθεὶς | 366 | |
30 | ὁδηγοῖς τὴν ἐξ ἀνατολῶν ἡλίου πρὸς δύσιν ἰοῦσαν πορείαν ἐστάλην· ἀφικόμενος δὲ διὰ τῆς Βαβυλωνίων καὶ Λαβυ*ρίνθου εἰς Αἴγυπτον πρὸς τῷ φωλεῷ τοῦ δράκοντος καταλέλυκα ὃς τὸν | |
35 | ἐπιζητούμενον μαργαρίτην περιεκάθητο· τοῦτον παρεφύλασσον ἀφυπνῶσαι ὅπως αὐτὸς ἀκονιτὶ τοῦτον ἀφέλωμαι ὃν αὐτὸς φθόνῳ κατέχωσεν· εἶχον δ’ ἐκεῖ καὶ τὸν ἐξ ἀνατολῶν *μοι κατὰ γένος * προσήκοντα τοῦ ἔργου συλλήπτορα | |
40 | ὅς μοι ἀεὶ συμπαρῆν καὶ συνεβούλευεν τοὺς Αἰγυπ‐ τίους παραφυλάττεσθαι καὶ τῆς αὐτῶν ζύμης καὶ τοῦ φυράματος· ἀλλ’ οἱ δεινοὶ τῷ ὄντι Αἰγύπτιοι καὶ πέρα δεινό‐ τητος δόλῳ συνέμειξαν καὶ τέχνῃ παρέκλιναν καὶ | |
45 | τῆς τροφῆς αὐτῶν ἀπογεύσασθαι ὑπηγάγοντο· καὶ γευσάμενος φεῦ μοι τῆς ἄνωθεν εὐγενείας ἠλόγησα καὶ τὴν βασιλέως ἐπελαθόμην υἱότητα καὶ τῷ αὐτῶν ἐδούλευσα βασιλεῖ μακρὰ χαίρειν εἰπὼν τῇ φροντίδι τοῦ μαργαρίτου | |
(50) | *ὃν ἀνελέσθαι ἀπέσταλμαι· τῷ βάρει γὰρ τῆς βρώσεως ἐκείνης κατενεχθεὶς καὶ ὕπνῳ καρωθεὶς θανάτου γείτονι * τὸν τῆς Ἀνατολῆς ἄρχοντα καὶ τοὺς ὑπασπιστὰς αὐτοῦ οἱ τῆς Παρθίας κατάρχουσι | |
55 | παρελύπησα· οἵ γε καὶ δι’ ἐπιστολῆς τὰ δόξαντα διεσήμηναν ὧδέ πως ἔχοντα· πατὴρ καὶ βασιλεὺς βασιλέων καὶ μήτηρ ἡ τὴν Ἀνατολὴν κατέχουσα | |
60 | καὶ ἀδελφοὶ οἱ ἐξ αὐτῶν τὴν γένεσιν ἔχοντες τῷ ἐν Αἰγύπτῳ υἱῷ ἡμῶν καὶ ἀδελφῷ εἰρήνη· ἀνάνηψον ἀνάστηθι πόρρω στῆθι τῆς Αἰγυπτίων σκαιότητος καὶ σωτηρίων ῥημάτων ἐπάκουσον· υἱὸς ὢν μνήσθητι βασιλέως καὶ δούλειον ἕλκειν | |
65 | αἰδέσθητι ζυγὸν ἐπαυχένιον· | |
μνήσθητι τοῦ πολυτίμου ὃν ἀπώλεσας μαρ*γαρίτου δι’ ὃν παροδεῦσαι τὴν Αἴγυπτον κατελήλυθας· ἀντιποιήθητι τῆς πατρικῆς ἐσθῆτος τῆς χρυσοπάστου· καὶ τὴν εἰδεχθῆ ταύτην καὶ ἄμορφον τῶν Αἰγυπτίων | 367 | |
70 | ἀπόρριψον· καὶ τὸν μαργαρίτην ἀναληψάμενος δεῦρ’ ἀνάβηθι καὶ τοῖς ἀδελφοῖς τῶν ἄνω βασιλείων συμμέτοχος γένοιο· αὕτη ἡ ἐπιστολὴ φῶς *γέγονεν ἐν ἐμοὶ καὶ | |
75 | πῦρ· καὶ τὸ ἐνόν μοι ζώπυρον ὥσπερ ἀνάψασα εἰς ὕψος ἦρεν καὶ ἀετοῦ δίκην ἀνῇξεν ὥσπερ ὑπόπτερον· *ἐγκολπωσάμενος δὲ ταύτην καὶ ἀσπασάμενος ἐν μνήμη γέγονα τῶν προτέρων ἁπάντων· τοῦ γένους· | |
80 | τῆς υἱότητος· τῶν κόσμων· τῶν θησαυρῶν· τοῦ πολυτίμου καὶ ἀπαραβλήτου ἐκείνου μαργαρίτου δι’ ὃν ἡ ἀποδημία· καὶ μνησθεὶς ἐπεστράφην· καὶ ἐπιστραφεὶς ἀντῆρα καὶ ἀντεπῆλθον τῷ πονηρῷ ἐκείνῳ δράκοντι· ἐπῳ‐ | |
85 | δαῖς τε καὶ θείοις κατακηλήσας ἐπᾴσμασι καταδαρ‐ θεῖν πέπεικα· καὶ οὕτω τὸν μαργαρίτην ὑφήρπασα καὶ πρὸς τὸν πατέρα ὑπέστρεφον· (§112) ὁ δὲ ἡσθεὶς ὡς οὐκ ἄλλοτε οὔτε τὴν | |
90 | βραδυτῆτα προέφερεν καὶ τῇ πρώτῃ στολῇ κατημ‐ φίασε· καὶ τοῖς βασιλείοις αὐτοῖς ἀποδέδωκεν ταῖς ἐν αὐτοῖς ἀγλαΐαις καὶ ταῖς δωρεαῖς ἀϊδίως εὐφραίνε*σ‐ θαι. | |
95 | Οὕτως τοῖς παραβολικοῖς τούτοις ῥήμασιν εἴπερ ἔφθην * ὁ θεοφόρος ἀπόστολος τὸ εὖ γεγονὸς * τοῦ κατ’ εἰκόνα γένους διαγραψάμενος· τὸν ἄφθονον πλοῦτον τῶν ὧν προσείληφε χαρισμάτων· τὰ νοητὰ ὅπλα οἷς πρὸς τοὺς νοητοὺς Αἰγυπτίους παρατετάγμεθα· καὶ πρὸς τὸν ἐκείνων | |
(100) | ἀρχηγόν τε καὶ πρόμαχον δράκοντα· τὰς ἐπιθέσεις αὐτῶν· τοὺς δόλους· τὰ φάρμακα· *τὴν ἐκεῖθεν πτῶσιν τῶν αὐτοῖς πειθομένων· τὴν δι’ αὐτὴν ἔκπτωσιν τοῦ θείου πλούτου· τὴν χρόνιον ὑπὸ τῶν ἁμαρτιῶν κάκωσιν· ἢν ὁ ὕπνος καὶ | |
κάρος αἰνίττεται· τὴν εὐσπλαγχνίαν τὴν ἄνωθεν· τὴν διὰ | 368 | |
105 | τῶν θείων γραφῶν ὥσπερ ἐξ ἐπιστολῆς χορηγουμένην ἀντί‐ ληψιν· ἀφ’ ἧς ἡ ἐπιστροφή· ἡ ἀνάνηψις· ὁ τοῦ βαπτίσματος φωτισμός· δι’ οὗ καὶ τὸν πολύτιμον μαργαρίτην ἀπολαμ‐ βάνομεν· πρὸς τούτοις καὶ τὴν εὐφροσύνην τοῦ θεοῦ καὶ πατρός· καὶ τῶν περὶ αὐτὸν θείων δυνάμεων· ἣν τῇ ἐπισ‐ | |
110 | τροφῇ καὶ τῇ ἀνακλήσει τῶν πεπτωκότων πεποίηται δηλαδὴ *καθϋπέδειξε· τέλος τὴν ἐπίτευξιν τῶν αἰωνίων γερῶν ἃ ἡτοίμα*σεν ὁ θεὸς τοῖς πρὸς αὐτὸν ὁλοσχερῶς ἐπιστρέ‐ φουσι· τούτοις τὸ περιδεὲς καὶ ἀμφίγνωμον τῶν ἡμετέρων ἀναρρώσας ψυχῶν καὶ διδάξας ὡς οἷόν τε καὶ ἡμᾶς τοῖς | |
115 | τρόποις τούτοις ἀναβιώσκειν τοὺς νεκροὺς ἤδη γε*γενημέ‐ νους τοῖς ἁμαρτήμασιν αἰωνίαν παράκλησιν οὐ μόνον τοῖς ἐν τῇ εἱρκτῇ τότε ἀλλὰ καὶ πᾶσι τοῖς δι’ αἰῶνος ὀλιγο‐ ψύχοις κατέλιπεν. Ἀλλὰ περὶ μὲν οὖν τῆς ἀποστολικῆς θεωρίας ἅλις· ἐπανιτέον δὲ πάλιν ἐπὶ τὴν ἱστορίαν τῶν | |
120 | πράξεων. | 369 |