TLG 2038 001 :: ACTA THOMAE :: Acta Thomae ACTA THOMAE Hagiogr.
Acta
Apocryph. Acta Thomae Citation: Section — (line) | ||
t | Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ. | |
1 | Κατ’ ἐκεῖνον τὸν καιρὸν ἦμεν πάντες οἱ ἀπόστολοι ἐν Ἱεροσολύμοις, Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ | |
5 | Ματθαῖος ὁ τελώνης, Ἰάκωβος Ἀλφαίου καὶ Σίμων ὁ Κανα‐ ναῖος, καὶ Ἰούδας Ἰακώβου, καὶ διείλαμεν τὰ κλίματα τῆς οἰκουμένης, ὅπως εἷς ἕκαστος ἡμῶν ἐν τῷ κλίματι τῷ λαχόντι αὐτῷ καὶ εἰς τὸ ἔθνος ἐν ᾧ ὁ κύριος αὐτὸν ἀπέστειλεν πο‐ ρευθῇ. κατὰ κλῆρον οὖν ἔλαχεν ἡ Ἰνδία Ἰούδᾳ Θωμᾷ τῷ καὶ | 99 |
---|---|---|
10 | Διδύμῳ· οὐκ ἐβούλετο δὲ ἀπελθεῖν, λέγων μὴ δύνασθαι μήτε χωρεῖν διὰ τὴν ἀσθένειαν τῆς σαρκός, καὶ ὅτι Ἄνθρωπος ὢν Ἑβραῖος πῶς δύναμαι πορευθῆναι ἐν τοῖς Ἰνδοῖς κηρύξαι τὴν ἀλήθειαν; Καὶ ταῦτα αὐτοῦ διαλογιζομένου καὶ λέγοντος ὤφθη αὐτῷ ὁ σωτὴρ διὰ τῆς νυκτός, καὶ λέγει αὐτῷ· Μὴ | |
15 | φοβοῦ Θωμᾶ, ἄπελθε εἰς τὴν Ἰνδίαν καὶ κήρυξον ἐκεῖ τὸν | |
λόγον· ἡ γὰρ χάρις μού ἐστιν μετὰ σοῦ. Ὃ δὲ οὐκ ἐπείθετο, λέγων· Ὅπου βούλει με ἀποστεῖλαι ἀπόστειλον ἀλλαχοῦ· εἰς Ἰνδοὺς γὰρ οὐκ ἀπέρχομαι. | 100 | |
2 | Καὶ ταῦτα αὐτοῦ λέγοντος καὶ ἐνθυμουμένου ἔτυχεν ἔμπορόν τινα εἶναι ἐκεῖ ἀπὸ τῆς Ἰνδίας ἐλθόντα ᾧ ὄνομα Ἀββάνης, ἀπὸ τοῦ βασιλέως Γουνδαφόρου ἀποσταλέντα καὶ ἐντολὴν παρ’ αὐτοῦ εἰληφότα τέκτονα πριάμενον ἀγαγεῖν | |
5 | αὐτῷ. ὁ δὲ κύριος ἰδὼν αὐτὸν ἐν τῇ ἀγορᾷ περιπατοῦντα τὸ μεσημβρινὸν εἶπεν αὐτῷ· Βούλει τέκτονα πρίασθαι; Ὃ δὲ εἶπεν αὐτῷ· Ναί. Καὶ ὁ κύριος ἔφη αὐτῷ· Ἔχω δοῦλον τέκτονα καὶ βούλομαι αὐτὸν πωλῆσαι. Καὶ ταῦτα εἰπὼν ὑπέ‐ | |
δειξεν αὐτῷ τὸν Θωμᾶν ἀπὸ μακρόθεν, καὶ συνεφώνησεν | 101 | |
10 | μετ’ αὐτοῦ τριῶν λιτρῶν ἀσήμου, καὶ ἔγραψεν ὠνὴν λέγων· Ἐγὼ Ἰησοῦς υἱὸς Ἰωσὴφ τοῦ τέκτονος ὁμολογῶ πεπρακέναι ἐμὸν δοῦλον Ἰούδαν ὀνόματι σοὶ τῷ Ἀββάνῃ ἐμπόρῳ Γουνδα‐ φόρου τοῦ βασιλέως τῶν Ἰνδῶν. Τῆς δὲ ὠνῆς τελεσθείσης ὁ σωτὴρ παραλαβὼν Ἰούδαν τὸν καὶ Θωμᾶν ἀπήγαγεν πρὸς | |
15 | Ἀββάνην τὸν ἔμπορον· καὶ ἰδὼν αὐτὸν ὁ Ἀββάνης εἶπεν πρὸς αὐτόν· Οὗτός ἐστιν ὁ δεσπότης σου; Καὶ ἀποκριθεὶς ὁ ἀπόστολος εἶπεν· Ναί, κύριός μού ἐστιν. Ὃ δέ φησιν· Ἠγό‐ ρασά σε παρ’ αὐτοῦ. Καὶ ὁ ἀπόστολος ἡσύχαζεν. | |
3 | Τῇ δὲ ἑξῆς ὄρθρου εὐξάμενος καὶ δεηθεὶς τοῦ κυρίου | |
εἶπεν ὁ ἀπόστολος· Πορεύομαι ὅπου βούλει κύριε Ἰησοῦ· τὸ θέλημα τὸ σὸν γενέσθω. Ἀπῆλθεν δὲ πρὸς Ἀββάνην τὸν ἔμπορον μηδὲν ὅλως τι μεθ’ ἑαυτοῦ κομισάμενος ἀλλ’ ἢ τὸ | 102 | |
5 | τίμημα αὐτοῦ μόνον. δεδώκει γὰρ αὐτῷ ὁ κύριος λέγων· Ἤτω μετὰ σοῦ καὶ ἡ τιμή σου μετὰ τῆς χάριτός μου ὅπου ἂν ἀπ‐ έρχῃ. Κατέλαβεν δὲ ὁ ἀπόστολος τὸν Ἀββάνην ἴσως τὰ σκεύη αὐτοῦ ἀναφέροντα εἰς τὸ πλοῖον· ἤρξατο οὖν καὶ αὐτὸς συνα‐ ναφέρειν αὐτῷ. ἐμβάντων δὲ αὐτῶν εἰς τὸ πλοῖον καὶ καθε‐ | |
10 | σθέντων ἐξήταζεν ὁ Ἀββάνης τὸν ἀπόστολον λέγων· Ποίαν ἐργασίαν οἶδας; Ὃ δὲ ἔφη· Ἐν μὲν ξύλοις ἄροτρα καὶ ζυγοὺς καὶ τρυτάνας καὶ πλοῖα καὶ κώπας πλοίων καὶ ἱστοὺς καὶ | |
τροχίσκους, ἐν δὲ λίθοις στήλας τε καὶ ναοὺς καὶ πραιτώρια βασιλικά. Εἶπεν δὲ αὐτῷ ὁ Ἀββάνης ὁ ἔμπορος· Τοιούτου | 103 | |
15 | γὰρ καὶ χρείαν ἔχομεν τεχνίτου. Ἤρξαντο οὖν καταπλέειν· ἔσχον δὲ ἐπιτήδειον ἄνεμον, καὶ προθύμως ἔπλεον ἕως ὅτε κατήντησαν εἰς Ἀνδράπολιν, πόλιν βασιλικήν. | |
4 | Ἐξελθόντες δὲ ἀπὸ τοῦ πλοίου εἰσῄεσαν εἰς τὴν πόλιν. καὶ ἰδοὺ φωναὶ αὐλητῶν καὶ ὑδραύλεων καὶ σάλπιγγες περιη‐ χοῦσαι αὐτούς· ἐξήταζεν δὲ ὁ ἀπόστολος λέγων· Τίς ἐστιν | |
αὕτη ἡ ἑορτὴ ἡ ἐν τῇ πόλει ταύτῃ; Ἔλεγον δὲ αὐτῷ οἱ ἐκεῖ | 104 | |
5 | ὅτι Καὶ σὲ οἱ θεοὶ ἤγαγον ἵνα εὐωχηθῇς ἐν τῇ πόλει ταύτῃ. ὁ γὰρ βασιλεὺς θυγατέρα μονογενῆ ἔχει, καὶ νῦν αὐτὴν ἐκ‐ δίδωσιν ἀνδρὶ πρὸς γάμον· τῶν οὖν γάμων ἡ χαρὰ καὶ ἡ πανήγυρίς ἐστιν αὕτη σήμερον ἣν εἶδες ἑορτήν. ὁ δὲ βασιλεὺς κήρυκας ἀπέστειλεν κηρύξαι πανταχοῦ πάντας παρατυχεῖν εἰς | |
10 | τοὺς γάμους, πλουσίους τε καὶ πένητας, δούλους τε καὶ ἐλευ‐ θέρους, ξένους τε καὶ πολίτας· εἴ τις δὲ παραιτήσηται καὶ μὴ παρατύχῃ εἰς τοὺς γάμους, ὑπεύθυνος ἔσται τῷ βασιλεῖ. Ἀββάνης δὲ ἀκούσας εἶπεν τῷ ἀποστόλῳ· Ἀπέλθωμεν οὖν καὶ ἡμεῖς, ἵνα μὴ προσκρούσωμεν τῷ βασιλεῖ, καὶ μάλιστα | |
15 | ξένοι ὄντες. Ὃ δὲ εἶπεν· Ἀπέλθωμεν. Καταλύσαντες δὲ ἐν | |
τῷ ξενοδοχείῳ καὶ ὀλίγον ἀναπαέντες ἀπῆλθον εἰς τοὺς γάμους. καὶ ἰδὼν ὁ ἀπόστολος ἀνακεκλιμένους πάντας ἀνεκλίθη καὶ αὐτὸς ἐν τῷ μέσῳ· ἀπέβλεπον δὲ εἰς αὐτὸν πάντες ὡς εἰς ξένον καὶ ἐξ ἀλλοδαπῆς ἐλθόντα γῆς· Ἀββάνης δὲ ὁ ἔμπορος | 105 | |
20 | ὡς ἅτε δεσπότης εἰς ἄλλον τόπον ἀνεκλίθη. | |
5 | Δειπνησάντων δὲ αὐτῶν καὶ πιόντων ὁ ἀπόστολος οὐδενὸς ἐγεύσατο· οἱ οὖν περὶ αὐτὸν ὄντες ἔλεγον αὐτῷ· Τί ἦλθες ἐνθάδε μήτε ἐσθίων μήτε πίνων; Ὃ δὲ ἀπεκρίνατο αὐτοῖς λέγων· Διὰ μεῖζόν τι τῆς βρώσεως ἢ καὶ τοῦ πότου | |
5 | ἦλθον ἐνθάδε, καὶ ἵνα τὸ θέλημα τοῦ βασιλέως τελέσω. οἱ | |
γὰρ κήρυκες τὰ τοῦ βασιλέως κηρύσσουσιν, καὶ ὃς ἂν μὴ ἀκούσῃ τῶν κηρύκων ὑπόδικος ἔσται τῇ τοῦ βασιλέως κρίσει. Δειπνησάντων οὖν αὐτῶν καὶ πιόντων, καὶ στεφάνων καὶ μύρων προσενεχθέντων, λαβόντες μύρον ἕκαστος, ὃς μὲν τὴν | 106 | |
10 | ὄψιν αὐτοῦ κατήλειφεν, ὃς δὲ τὸ γένειον, ὃς δὲ καὶ ἄλλους τόπους τοῦ σώματος αὐτοῦ· ὁ δὲ ἀπόστολος τὴν κορυφὴν ἤλειψεν τῆς ἑαυτοῦ κεφαλῆς, καὶ ὀλίγον τι εἰς τοὺς μυκτῆρας ἐπέχρισεν ἑαυτοῦ, κατέσταξεν δὲ καὶ εἰς τὰς ἀκοὰς τὰς ἑαυτοῦ, προσῆπτε δὲ καὶ τοῖς ὀδοῦσιν αὐτοῦ, καὶ τὰ περὶ τὴν καρδίαν | |
15 | αὐτοῦ συνέχρισεν ἐπιμελῶς· καὶ τὸν στέφανον δὲ τὸν προ‐ σενεχθέντα αὐτῷ ἐκ μυρσίνης καὶ ἄλλων ἀνθέων πεπλεγμένον | |
λαβὼν ἐπέθετο τῇ ἑαυτοῦ κεφαλῇ, κλάδον δὲ καλάμου ἔλαβεν ἐν τῇ χειρὶ αὐτοῦ καὶ κατεῖχεν. ἡ δὲ αὐλήτρια κατέχουσα ἐν τῇ χειρὶ αὐτῆς τοὺς αὐλοὺς περιήρχετο πάντας καὶ ηὔλει· ὅτε | 107 | |
20 | δὲ ἦλθεν καθ’ ὃν τόπον ἦν ὁ ἀπόστολος, ἔστη ἐπάνω αὐτοῦ καταυλοῦσα πρὸς τὴν κεφαλὴν αὐτοῦ ὥραν πολλήν. ἦν δὲ Ἑβραία τῷ γένει ἡ αὐλήτρια ἐκείνη. | |
6 | Τοῦ δὲ ἀποστόλου εἰς τὴν γῆν ἀφορῶντος εἷς τις τῶν οἰνοχόων ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐράπισεν αὐτόν. ἐπάρας δὲ ὁ ἀπόστολος τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ προσσχὼν τῷ τύψαντι αὐτὸν εἶπεν· Ὁ θεός μου ἀφήσει σοι εἰς τὸν μέλλοντα | |
5 | αἰῶνα τὴν ἀδικίαν ταύτην, εἰς δὲ τὸν κόσμον τοῦτον δείξει αὐτοῦ τὰ θαυμάσια, καὶ θεάσομαι ἤδη τὴν χεῖρα ἐκείνην τὴν τύψασάν με ὑπὸ κυνῶν συρομένην. Καὶ εἰπὼν ταῦτα ἤρξατο | |
ψάλλειν καὶ λέγειν τὴν ᾠδὴν ταύτην· Η κόρη τοῦ φωτὸς θυγάτηρ, ᾗ ἐνέστηκε καὶ ἔγκειται τὸ | 108 | |
10 | ἀπαύγασμα τῶν βασιλέων τὸ γαῦρον, καὶ ἐπιτερπὲς ταύτης τὸ θέαμα, φαιδρῷ κάλλει καταυγάζουσα· ἧς τὰ ἐνδύματα ἔοικεν ἐαρινοῖς ἄνθεσιν, ἀποφορὰ δὲ εὐωδίας ἐξ αὐτῶν διαδίδοται· καὶ ἐν τῇ κορυφῇ ἵδρυται ὁ βασιλεύς, τρέφων τῇ ἑαυτοῦ ἀμ‐ βροσίᾳ τοὺς ἐπ’ αὐτὸν ἱδρυμένους· ἔγκειται δὲ ταύτης τῇ κε‐ | |
15 | φαλῇ ἀλήθεια, χαρὰν δὲ τοῖς ποσὶν αὐτῆς ἐμφαίνει· ἧς τὸ στόμα ἀνέῳκται καὶ πρεπόντως αὐτῇ· τριάκοντα καὶ δύο εἰσὶν οἱ ταύτην ὑμνολογοῦντες· ἧς ἡ γλῶττα παραπετάσματι ἔοικεν τῆς θύρας ὃ ἐκτινάσσεται τοῖς εἰσιοῦσιν· ἧς ὁ αὐχὴν εἰς τύπον βαθμῶν ἔγκειται ὧν ὁ πρῶτος δημιουργὸς ἐδημιούργησεν, αἱ | |
20 | δὲ δύο αὐτῆς χεῖρες σημαίνουσιν καὶ ὑποδεικνύουσιν τὸν χορὸν τῶν εὐδαιμόνων αἰώνων κηρύσσοντες, οἱ δὲ δάκτυλοι αὐτῆς τὰς πύλας τῆς πόλεως ὑποδεικνύουσιν· ἧς ὁ παστὸς φωτεινός, | |
ἀποφορὰν ἀπὸ βαλσάμου καὶ παντὸς ἀρώματος διαπνέων, ἀναδιδούς τε ὀσμὴν ἡδεῖαν σμύρνης τε καὶ φύλλου, ὑπέστρων‐ | 109 | |
25 | ται δὲ ἐντὸς μυρσίναι καὶ ἀνθέων παμπόλλων ἡδυπνόων, αἱ δὲ κλειστάδες ἐν καλάμοις κεκόσμηνται. | |
7 | περιεστοιχισμένην δὲ αὐτὴν ἔχουσιν οἱ ταύτης νυμφίοι, ὧν ὁ ἀριθμὸς ἕβδομός ἐστιν, οὓς αὐτὴ ἐξελέξατο· αἱ δὲ ταύτης παράνυμφοί εἰσιν ἑπτά, οἳ ἔμπροσθεν αὐτῆς χορεύουσιν· δώδεκα δέ εἰσιν τὸν | |
5 | ἀριθμὸν οἱ ἔμπροσθεν αὐτῆς ὑπηρετοῦντες καὶ αὐτῇ ὑποκεί‐ μενοι, τὸν σκοπὸν καὶ τὸ θέαμα εἰς τὸν νυμφίον ἔχοντες, ἵνα διὰ τοῦ θεάματος αὐτοῦ φωτισθῶσιν· καὶ εἰς τὸν αἰῶνα σὺν αὐτῷ ἔσονται εἰς ἐκείνην τὴν χαρὰν τὴν αἰώνιον, καὶ ἔσονται ἐν τῷ γάμῳ ἐκείνῳ ἐν ᾧ οἱ μεγιστᾶνες συναθροίζονται, | |
10 | καὶ παραμενοῦσιν τῇ εὐωχίᾳ ἧς οἱ αἰώνιοι καταξιοῦνται, καὶ ἐνδύσονται βασιλικὰ ἐνδύματα καὶ ἀμφιάσονται στολὰς λαμ‐ πράς, καὶ ἐν χαρᾷ καὶ ἀγαλλιάσει ἔσονται ἀμφότεροι, καὶ δοξάσουσι τὸν πατέρα τῶν ὅλων· οὗ τὸ φῶς τὸ γαῦρον ἐδέ‐ ξαντο, καὶ ἐφωτίσθησαν ἐν τῇ θέᾳ τοῦ δεσπότου αὐτῶν, οὗ | |
15 | τὴν ἀμβροσίαν βρῶσιν ἐδέξαντο μηδὲν ὅλως ἀπουσίαν ἔχουσαν, ἔπιον δὲ καὶ ἀπὸ τοῦ οἴνου τοῦ μὴ δίψαν αὐτοῖς παρέχοντος καὶ ἐπιθυμίαν· ἐδόξασαν δὲ καὶ ὕμνησαν σὺν τῷ ζῶντι πνεύ‐ | |
ματι τὸν πατέρα τῆς ἀληθείας καὶ τὴν μητέρα τῆς σοφίας. | 110 | |
8 | Καὶ ὅτε ὕμνησεν καὶ ἐτέλεσεν τὴν ᾠδὴν ταύτην, πάντες οἱ ἐκεῖ παρόντες εἰς αὐτὸν ἀπέβλεπον· καὶ ἡσύχαζεν· ἀπέβλεπον δὲ καὶ τὸ εἶδος αὐτοῦ ἐναλλαγέν, τὰ δὲ ὑπ’ αὐτοῦ λεχθέντα οὐκ ἐνόουν, ἐπειδὴ αὐτὸς Ἑβραῖος ἦν καὶ τὰ λεχθέντα ὑπ’ αὐτοῦ | |
5 | ἑβραϊστὶ ἐλέχθη· ἡ δὲ αὐλήτρια πάντα ἤκουσεν μόνη, Ἑβραία γὰρ ἦν τῷ γένει· καὶ ἀποστᾶσα ἀπ’ αὐτοῦ ηὔλει τοῖς ἄλλοις, εἰς αὐτὸν δὲ τὰ πολλὰ ἀφεώρα καὶ ἀπέβλεπεν· πάνυ γὰρ ἠγάπησεν αὐτὸν ὡς ἄνθρωπον ὁμόεθνον αὐτῆς· ἦν δὲ καὶ τῇ ἰδέᾳ ὡραῖος ὑπὲρ πάντας τοὺς ἐκεῖσε ὄντας. καὶ ὅτε ἐτέλεσεν | |
10 | ἡ αὐλήτρια πάντας καὶ αὐλήσασα, ἄντικρυς αὐτοῦ ἐκαθέσθη, ἀφορῶσα καὶ ἀτενίζουσα εἰς αὐτόν· αὐτὸς δὲ ὅλως εἰς οὐδένα ἀφεώρα οὐδὲ προσεῖχέν τινι, εἰ μὴ μόνον εἰς τὴν γῆν ἔχων | |
τοὺς ὀφθαλμοὺς αὐτοῦ προσεῖχεν, προσδεχόμενος πότε ἀνα‐ λύσῃ ἐκεῖθεν. ὁ δὲ οἰνοχόος ἐκεῖνος ὁ ῥαπίσας αὐτὸν κα‐ | 111 | |
15 | τῆλθεν εἰς τὴν πηγὴν ἀντλῆσαι ὕδωρ· ἔτυχεν δὲ ἐκεῖ εἶναι λέοντα, καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἀφῆκεν κεῖσθαι ἐν τῷ τόπῳ κατακόψας τὰ μέλη αὐτοῦ· κύνες δὲ εὐθὺς ἔλαβον τὰ μέλη αὐτοῦ, ἐν οἷς καὶ εἷς μέλας κύων τὴν δεξιὰν αὐτοῦ χεῖρα τῷ στόματι κρατῶν εἰς τὸν τόπον τοῦ συμποσίου εἰσήνεγκεν. | |
9 | Ἰδόντες δὲ ἐξεπλάγησαν πάντες, ἐξετάζοντες ὅτι τίς ἐστιν ὁ ἐξ αὐτῶν ἀπολειφθείς. ὡς δὲ φανερὸν ἐγένετο ὅτι | |
τοῦ οἰνοχόου ἐστὶν ἡ χεὶρ τοῦ πατάξαντος τὸν ἀπόστολον, ἡ αὐλήτρια τοὺς αὐλοὺς αὐτῆς κατεάξασα ἔρριψεν, καὶ πρὸς | 112 | |
5 | τοὺς πόδας τοῦ ἀποστόλου ἀπελθοῦσα ἐκαθέσθη λέγουσα ὅτι Οὗτος ὁ ἄνθρωπος ἢ θεός ἐστιν ἢ ἀπόστολος τοῦ θεοῦ· ἐγὼ γὰρ ἤκουσα ἑβραϊστὶ εἰπόντος τῷ οἰνοχόῳ ὅτι Ἤδη θεάσομαι τὴν χεῖρα τὴν τύψασάν με ὑπὸ κυνῶν συρομένην· Ὅπερ καὶ ὑμεῖς ἐθεάσασθε νῦν· ὡς γὰρ εἶπεν οὕτως καὶ συνέβη. Καὶ | |
10 | τινὲς μὲν ἐπίστευον αὐτῇ, τινὲς δὲ οὔ. ὁ δὲ βασιλεὺς ἀκούσας ταῦτα προσελθὼν εἶπεν τῷ ἀποστόλῳ· Ἀναστὰς ἐλθὲ μετ’ ἐμοῦ καὶ εὖξαι ὑπὲρ τῆς θυγατρός μου· μονογενῆ γὰρ αὐτὴν ἔχω, | |
καὶ σήμερον αὐτὴν ἐκδίδωμι. Ὁ δὲ ἀπόστολος οὐκ ἐβούλετο συναπελθεῖν αὐτῷ· οὐδέπω γὰρ ἦν ἐκεῖ αὐτῷ ὁ κύριος ἀπο‐ | 113 | |
15 | καλυφθείς· ὁ δὲ βασιλεὺς ἄκοντα αὐτὸν ἀπήγαγεν εἰς τὸν νυμφῶνα, ὅπως εὔξηται ὑπὲρ αὐτῶν. | |
10 | Στὰς δὲ ὁ ἀπόστολος ἤρξατο εὔχεσθαι καὶ λέγειν οὕτως· Ὁ κύριός μου καὶ ὁ θεός μου, ὁ συνοδοιπόρος τῶν αὐτοῦ δούλων, ὁ ὁδηγῶν καὶ εὐθύνων τοὺς εἰς αὐτὸν πιστεύ‐ οντας, ἡ καταφυγὴ καὶ ἡ ἀνάπαυσις τῶν τεθλιμμένων, ἡ | |
5 | ἐλπὶς τῶν πενήτων καὶ λυτρωτὴς τῶν αἰχμαλώτων, ὁ ἰατρὸς τῶν ἐν νόσω κατακειμένων ψυχῶν καὶ σωτὴρ πάσης κτίσεως, ὁ τὸν κόσμον ζωοποιῶν καὶ τὰς ψυχὰς ἐνδυναμῶν, σὺ ἐπί‐ στασαι τὰ μέλλοντα, ὃς καὶ δι’ ἡμῶν τελειοῖς αὐτά· σὺ κύριε ὁ ἀποκαλύπτων μυστήρια ἀπόκρυφα καὶ ἐκφαίνων λόγους ἀπορ‐ | |
10 | ρήτους ὄντας· σὺ εἶ κύριε ὁ φυτουργὸς τοῦ ἀγαθοῦ δένδρου, καὶ διὰ τῶν σῶν χειρῶν πάντα τὰ ἀγαθὰ ἔργα ἀπογεννᾶται· σὺ εἶ κύριε ὁ ἐν πᾶσιν ὢν καὶ διερχόμενος διὰ πάντων καὶ ἐγκείμενος πᾶσι τοῖς ἔργοις σου καὶ διὰ τῆς πάντων ἐνεργείας | |
φανερούμενος· Ἰησοῦ Χριστὲ ὁ τῆς εὐσπλαγχνίας υἱὸς καὶ | 114 | |
15 | τέλειος σωτήρ, Χριστὲ υἱὲ τοῦ θεοῦ τοῦ ζῶντος, ἡ δύναμις ἡ ἀπτόητος ἡ τὸν ἐχθρὸν καταστρέψασα, καὶ ἡ φωνὴ ἡ ἀκου‐ σθεῖσα τοῖς ἄρχουσιν, ἡ σαλεύσασα τὰς ἐξουσίας αὐτῶν ἁπάσας, ὁ πρεσβευτὴς ὁ ἀπὸ τοῦ ὕψους ἀποσταλεὶς καὶ ἕως τοῦ ᾅδου καταντήσας, ὃς καὶ τὰς θύρας ἀνοίξας ἀνήγαγες | |
20 | ἐκεῖθεν τοὺς ἐγκεκλεισμένους πολλοῖς χρόνοις ἐν τῷ τοῦ σκότους ταμιείῳ, καὶ τούτοις τὴν ἄνοδον ὑποδείξας τὴν εἰς τὸ ὕψος ἀνάγουσαν· δέομαί σου κύριε Ἰησοῦ, ἱκετηρίαν σοι προσφέρων ὑπὲρ τῶν νεωτέρων τούτων, ἵνα τὰ βοηθοῦντα αὐτοῖς καὶ συμβαλλόμενα καὶ συμφέροντα ποιήσῃς. Καὶ ἐπιθεὶς αὐτοῖς | |
25 | τὰς χεῖρας αὐτοῦ καὶ εἰπὼν Ὁ κύριος ἔσται μεθ’ ὑμῶν, κατέ‐ λιπεν αὐτοὺς ἐν τῷ τόπῳ καὶ ἀπῆλθεν. | |
11 | Ὁ δὲ βασιλεὺς ἠξίου τοὺς παρανύμφους ἐξέρχεσθαι ἀπὸ τοῦ νυμφῶνος. πάντων δὲ ἐξελθόντων καὶ τῶν θυρῶν | |
κλεισθεισῶν ὁ νυμφίος τὸ καταπέτασμα τοῦ νυμφῶνος ἐπῆρεν, ἵνα τὴν νύμφην πρὸς ἑαυτὸν ἀγάγῃ. καὶ εἶδεν τὸν κύριον | 115 | |
5 | Ἰησοῦν τὴν ἀπεικασίαν Ἰούδα Θωμᾶ ἔχοντα καὶ ὁμιλοῦντα τῇ νύμφῃ, τοῦ πρὸ βραχέως εὐλογήσαντος αὐτοὺς καὶ ἐξελθόντος ἀπ’ αὐτῶν, τοῦ ἀποστόλου, καί φησιν αὐτῷ· Οὐχὶ πρὸ πάντων ἐξῆλθες; πῶς νῦν εὑρέθης ὧδε; Ὁ δὲ κύριος εἶπεν αὐτῷ· Ἐγὼ οὐκ εἰμὶ Ἰούδας ὁ καὶ Θωμᾶς, ἀδελφὸς δὲ αὐτοῦ εἰμι. | |
10 | Καὶ ἐκαθέσθη ὁ κύριος ἐπὶ τῆς κλίνης, ἐκέλευσεν δὲ καὶ αὐτοῖς καθεσθῆναι ἐπὶ τοῖς δίφροις, καὶ ἤρξατο αὐτοῖς λέγειν· | |
12 | Μνημονεύετε τέκνα μου ὧν ὁ ἀδελφός μου ἐλάλησεν | |
ὑμῖν καὶ τίνι ὑμᾶς παρέθετο· καὶ τοῦτο γνῶτε, ὅτι ἐὰν ἀπαλ‐ λαγῆτε τῆς ῥυπαρᾶς κοινωνίας ταύτης, γίνεσθε ναοὶ ἅγιοι, καθαροί, ἀπαλλαγέντες πλήξεων καὶ ὀδυνῶν φανερῶν τε καὶ | 116 | |
5 | ἀφανῶν, καὶ φροντίδας οὐ περιθήσεσθε βίου καὶ τέκνων, ὧν τὸ τέλος ἀπώλεια ὑπάρχει. ἐὰν δὲ καὶ κτήσησθε παῖδας πολλούς, διὰ τούτους γίνεσθε ἅρπαγες καὶ πλεονέκται, ὀρφα‐ νοὺς δέροντες καὶ χήρας πλεονεκτοῦντες, καὶ ταῦτα ποιοῦντες ὑποβάλλετε ἑαυτοὺς εἰς τιμωρίας κακίστας. οἱ γὰρ πολλοὶ | |
10 | παῖδες ἄχρηστοι γίνονται, ὑπὸ δαιμονίων ὀχλούμενοι, οἳ μὲν φανερῶς, οἳ δὲ καὶ ἀφανῶς· γίνονται γὰρ ἢ σεληνιαζόμενοι ἢ ἡμίξηροι ἢ πηροὶ ἢ κωφοὶ ἢ ἄλαλοι ἢ παραλυτικοὶ ἢ μωροί· | |
ἐὰν δὲ καὶ ὦσιν ὑγιαίνοντες, ἔσονται πάλιν ἀποίητοι, ἄχρηστα καὶ βδελυκτὰ ἔργα διαπραττόμενοι· εὑρίσκονται γὰρ ἢ ἐν | 117 | |
15 | μοιχείᾳ ἢ ἐν φόνῳ ἢ ἐν κλοπῇ ἢ ἐν πορνείᾳ, καὶ ἐν τούτοις πᾶσιν ὑμεῖς συντριβήσεσθε. ἐὰν δὲ πεισθῆτε καὶ τηρήσητε τὰς ψυχὰς ὑμῶν ἁγνὰς τῷ θεῷ, γενήσονται ὑμῖν παῖδες ζῶντες, ὧν αἱ βλάβαι αὗται οὐ θιγγάνουσιν, καὶ ἔσεσθε ἀμέ‐ ριμνοι, ἄσκυλτον διάγοντες βίον χωρὶς λύπης καὶ μερίμνης, | |
20 | προσδοκῶντες ἀπολήψεσθαι ἐκεῖνον τὸν γάμον τὸν ἄφθορον καὶ ἀληθινόν, καὶ ἔσεσθε ἐν αὐτῷ παράνυμφοι συνεισερχό‐ μενοι εἰς τὸν νυμφῶνα ἐκεῖνον τὸν τῆς ἀθανασίας καὶ φωτὸς πλήρης. | |
13 | Ὡς δὲ ἤκουσαν ταῦτα οἱ νεώτεροι, ἐπίστευσαν τῷ | |
κυρίῳ καὶ ἑαυτοὺς ἐκδότους ἔδωκαν αὐτῷ, καὶ ἀπέσχοντο τῆς ῥυπαρᾶς ἐπιθυμίας, καὶ ἔμειναν οὕτως ἐν τῷ τόπῳ διανυκτε‐ ρεύοντες. ὁ δὲ κύριος ἐξῆλθεν ἀπ’ ἔμπροσθεν αὐτῶν λέξας | 118 | |
5 | αὐτοῖς· Ἡ χάρις τοῦ κυρίου ἔσται μεθ’ ὑμῶν. Ὄρθρου δὲ ἐπιστάντος ἀπήντησεν ὁ βασιλεύς, καὶ πληρώσας τὴν τράπεζαν εἰσήγαγεν ἔμπροσθεν τοῦ νυμφίου καὶ τῆς νύμφης· εὗρεν δὲ αὐτοὺς ἀντικρὺ ἀλλήλων καθεζομένους, τῆς δὲ νύμφης τὴν ὄψιν ἀσκέπαστον εὗρεν, καὶ ὁ νυμφίος πάνυ ἱλαρὸς ὑπῆρχεν. | |
10 | ἡ δὲ μήτηρ προσελθοῦσα τῇ νύμφῃ εἶπεν· Διὰ τί οὕτως καθέζῃ τέκνον, καὶ οὐκ αἰδῇ, ἀλλ’ οὕτως εἶ ὡς πολὺν χρόνον συμβιώσασα τῷ ἰδίῳ ἀνδρί; Καὶ ὁ πατὴρ αὐτῆς εἶπεν· Διὰ τὴν πολλὴν ἀγάπην τὴν πρὸς τὸν ἄνδρα σου οὐδὲ σκεπάζῃ; | |
14 | Ἀποκριθεῖσα δὲ ἡ νύμφη εἶπεν· Ἀληθῶς πάτερ ἐν | |
πολλῇ ἀγάπῃ ὑπάρχω, καὶ τῷ κυρίῳ μου εὔχομαι παραμεῖναί μοι τὴν ἀγάπην ἧς ᾐσθόμην ταύτῃ τῇ νυκτί, καὶ αἰτήσομαι τοῦτον τὸν ἄνδρα οὗ ᾐσθόμην σήμερον. διὸ δὴ οὐκέτι σκε‐ | 119 | |
5 | πάσομαι, ἐπειδὴ τὸ ἔσοπτρον τῆς αἰσχύνης ἀπ’ ἐμοῦ ἀφῄρηται· καὶ οὐκέτι αἰσχύνομαι ἢ αἰδοῦμαι, ἐπειδὴ τὸ ἔργον τῆς αἰσχύ‐ νης καὶ τῆς αἰδοῦς ἐξ ἐμοῦ μακρὰν ἀπέστη· καὶ ὅτι οὐκ ἐκ‐ πλήσσομαι, ἐπειδὴ ἡ ἔκπληξις ἐμοὶ οὐ παρέμεινεν· καὶ ὅτι ἐν ἱλαρότητι καὶ χαρᾷ ὑπάρχω, ἐπειδὴ ἡ ἡμέρα τῆς χαρᾶς οὐκ | |
10 | ἐταράχθη· καὶ ὅτι ἐξουθένισα τὸν ἄνδρα τοῦτον καὶ τοὺς γάμους τούτους τοὺς παρερχομένους ἀπ’ ἔμπροσθεν τῶν ὀφθαλ‐ μῶν μου, ἐπειδὴ ἑτέρῳ γάμῳ ἡρμόσθην· καὶ ὅτι οὐ συνεμίγην ἀνδρὶ προσκαίρῳ, οὗ τὸ τέλος μετὰ λαγνείας καὶ πικρίας ψυχῆς ὑπάρχει, ἐπειδὴ ἀνδρὶ ἀληθινῷ συνεζεύχθην. | |
15 | Καὶ ἔτι πλείονα τούτων λεγούσης τῆς νύμφης ἀπο‐ | |
κρίνεται ὁ νυμφίος καὶ λέγει· Εὐχαριστῶ σοι κύριε ὁ διὰ τοῦ ξένου ἀνδρὸς κηρυχθεὶς καὶ ἐν ἡμῖν εὑρεθείς· ὁ μακράν με τῆς φθορᾶς ποιήσας καὶ σπείρας ἐν ἐμοὶ τὴν ζωήν· ὁ τῆς | 120 | |
5 | νόσου με ἀπαλλάξας ταύτης τῆς δυσιάτου καὶ δυσθεραπεύτου καὶ παραμενούσης εἰς τὸν αἰῶνα καὶ ὑγείαν σώφρονα ἐγκατα‐ θέμενός μοι· ὁ σαυτόν μοι ὑποδείξας καὶ πάντα τὰ κατ’ ἐμὲ ἐν οἷς εἰμι ἀποκαλύψας μοι· ὁ λυτρωσάμενός με ἀπὸ τῆς πτώσεως καὶ εἰς τὸ κρεῖττόν με παραγαγών, καὶ τῶν μὲν | |
10 | προσκαίρων ἀπαλλάξας, καταξιώσας δέ με τῶν ἀθανάτων καὶ ἀεὶ ὄντων· ὁ σεαυτὸν κατευτελίσας ἕως ἐμοῦ καὶ τῆς ἐμῆς σμικρότητος, ἵνα ἐμὲ τῇ μεγαλωσύνῃ παραστήσας ἑνώσῃς σεαυτῷ· ὁ τὰ ἴδια σπλάγχνα μὴ ἐπισχὼν ἐξ ἐμοῦ τοῦ ἀπολ‐ λυμένου, ἀλλὰ ὑποδείξας μοι ζητῆσαι ἐμαυτὸν καὶ γνῶναι τίς | |
15 | ἤμην καὶ τίς καὶ πῶς ὑπάρχω νῦν, ἵνα πάλιν γένωμαι ὃ ἤμην· ὃν ἐγὼ μὲν οὐκ ᾔδειν, αὐτὸς δὲ ἐπεζήτησας· ὃν μὴ ἐπιστάμην, | |
αὐτὸς δέ με προσελάβου· οὗ ᾐσθόμην καὶ νῦν οὐ δύναμαι ἀμνημονεῖν τούτου· οὗ ἡ ἀγάπη ἐν ἐμοὶ βράσσει, καὶ εἰπεῖν μὲν ὡς δεῖ οὐ δύναμαι, ἃ δὲ χωρῶ λέγειν περὶ αὐτοῦ βραχεῖα | 121 | |
20 | καὶ πάνυ ὀλίγα, καὶ ἀνάλογα οὐ τυγχάνει πρὸς τὴν ἐκείνου δόξαν· οὐκ αἰτιᾶται δέ με ἀναιδευόμενον πρὸς αὐτὸν λέγειν καὶ ἃ μὴ οἶδα· διὰ γὰρ τὴν αὐτοῦ ἀγάπην καὶ ταῦτα λέγω. | |
16 | Ἀκούσας δὲ ὁ βασιλεὺς παρὰ τοῦ νυμφίου καὶ τῆς νύμφης ταῦτα, τὴν ἐσθῆτα αὐτοῦ διέρρηξεν καὶ τοῖς παρε‐ στῶσιν αὐτῷ ἐγγὺς αὐτοῦ ἔλεγεν· Ἐξέλθατε ταχέως καὶ περιέλ‐ θατε ὅλην τὴν πόλιν, καὶ συλλαβόντες φέρετέ μοι ἐκεῖνον | |
5 | τὸν ἄνδρα τὸν φαρμακὸν τὸν κακῶς παρατυχόντα ἐν τῇ πόλει ταύτη· ἐγὼ γὰρ εἰσήγαγον αὐτὸν ἰδίαις χερσὶν εἰς τὸν οἶκόν μου, καὶ ἐγὼ εἶπον αὐτῷ ἵνα εὔξηται ἐπὶ τῇ ἀτυχεστάτῃ μου | |
θυγατρί· ὃς δ’ ἂν εὑρὼν αὐτὸν προσαγάγῃ μοι, πᾶν εἴ τι ἂν αἰτήσηταί μοι, δίδωμι αὐτῷ. Ἀπελθόντες οὖν περιῆλθον | 122 | |
10 | ζητοῦντες αὐτόν, καὶ οὐχ εὗρον αὐτόν· πλεύσας γὰρ ἦν. ἀπῆλ‐ θον δὲ καὶ εἰς τὸ ξενοδοχεῖον ὅπου ἦν καταλύσας, καὶ εὗρον ἐκεῖ τὴν αὐλήτριαν κλαίουσαν καὶ ἀνιωμένην, ἐπειδὴ μὴ παρέ‐ λαβεν αὐτὴν μεθ’ ἑαυτοῦ. ἐξηγησαμένων δὲ αὐτῇ τὸ πρᾶγμα τὸ γεγονὸς ἐπὶ τῶν νεωτέρων ἐχάρη πάνυ ἀκούσασα, καὶ | |
15 | ἀποθεμένη τὴν λύπην εἶπεν· Νῦν εὗρον κἀγὼ ὧδε ἀνάπαυσιν. Καὶ ἀναστᾶσα ἀπῆλθεν πρὸς αὐτούς, καὶ ἦν σὺν αὐτοῖς χρόνον ἱκανόν, ἕως οὗ κατήχησαν καὶ τὸν βασιλέα. πολλοὶ δὲ | |
καὶ τῶν ἀδελφῶν συνηθροίζοντο ἐκεῖ, ἕως ὅτε φήμης ἤκουσαν τοῦ ἀποστόλου, ὅτι ἐν ταῖς πόλεσιν τῆς Ἰνδίας κατήχθη καὶ | 123 | |
20 | ἐκεῖ διδάσκει. καὶ ἀπελθόντες κατεμίγησαν αὐτῷ. | |
21t | πράξεις Θωμᾶ ἀποστόλου. περὶ τῆς πρὸς τὸν βασιλέα | |
22t | Γουνδαφόρον εἰσελεύσεως αὐτοῦ. | |
17 | Ὅτε δὲ εἰσῆλθεν ὁ ἀπόστολος εἰς τὰς πόλεις τῆς Ἰν‐ δίας μετὰ Ἀββάνη τοῦ ἐμπόρου, ἀπῆλθεν ὁ Ἀββάνης εἰς ἀσπασμὸν Γουνδαφόρου τοῦ βασιλέως, προσανήνεγκεν δὲ αὐτῷ περὶ τοῦ τέκτονος ὃν μετ’ αὐτοῦ ἤγαγεν. ἐχάρη δὲ ὁ | |
5 | βασιλεὺς καὶ πρὸς αὐτὸν εἰσελθεῖν αὐτὸν προσέταξεν. εἰσελ‐ θόντος οὖν αὐτοῦ εἶπεν αὐτῷ ὁ βασιλεύς· Ποίαν τέχνην ἐπί‐ στασαι; Λέγει αὐτῷ ὁ ἀπόστολος· Τὴν τεκτονικὴν καὶ τὴν οἰκοδομικήν. Λέγει αὐτῷ ὁ βασιλεύς· Τίνα οὖν οἶδας ἐν ξύλοις ἐργασίαν, καὶ τίνα ἐν λίθοις; Λέγει ὁ ἀπόστολος· Ἐν | 124 |
10 | μὲν ξύλοις ἄροτρα ζυγοὺς τρυτάνας τροχιλέας καὶ πλοῖα καὶ κώπας καὶ ἱστούς, ἐν δὲ λίθοις στήλας ναοὺς καὶ πραιτώρια βασιλικά. Καὶ ὁ βασιλεὺς εἶπεν· Οἰκοδομεῖς μοι παλάτιον; Ὃ δὲ ἀπεκρίθη· Ναί, οἰκοδομῶ καὶ τελίσκω· διὰ τοῦτο γὰρ ἦλθον, οἰκοδομῆσαι καὶ τεκτονεῦσαι. | |
18 | Καὶ παραλαβὼν αὐτὸν ὁ βασιλεὺς ἐξῆλθεν ἔξω τῶν | |
πυλῶν τῆς πόλεως, καὶ ἤρξατο διαλέγεσθαι αὐτῷ ἐν τῇ ὁδῷ περὶ τῆς οἰκοδομῆς τοῦ πραιτωρίου καὶ περὶ τῶν θεμελίων τὸ πῶς τεθῶσιν, ἕως ὅτε ἦλθον εἰς τὸν τόπον ἐκεῖνον ἐν ᾧ | 125 | |
5 | ἐβούλετο τὴν οἰκοδομὴν γενέσθαι· καὶ εἶπεν· Ὧδε βούλομαι τὴν οἰκοδομὴν γενέσθαι. Καὶ ὁ ἀπόστολος Ναί φησιν· καὶ γὰρ ὁ τόπος οὗτος ἐπιτήδειός ἐστιν πρὸς τὴν οἰκοδομήν. Ἦν δὲ ὁ τόπος ἀλσώδης, καὶ ὕδατα πολλὰ ἦν ἐκεῖ. λέγει οὖν ὁ βασιλεύς· Ἄρξαι κτίζειν. Ὃ δὲ ἔφη· Νῦν οὐ δύναμαι | |
10 | ἄρξασθαι κτίζειν ἐν τῷ καιρῷ τούτῳ. Καὶ ὁ βασιλεὺς Πότε | |
φησὶν δύνῃ; Ὃ δὲ ἔφη· Ἄρχομαι ἀπὸ δίου καὶ τελίσκω ξαν‐ θικῷ. Ὁ δὲ βασιλεὺς θαυμάσας εἶπεν· Πᾶσα οἰκοδομὴ θέρους οἰκοδομεῖται· σὺ δὲ αὐτῷ τῷ χειμῶνι δύνασαι οἰκοδομῆσαι καὶ κτίσαι παλάτιον; Καὶ ὁ ἀπόστολος εἶπεν· Οὕτως ὀφείλει | 126 | |
15 | γενέσθαι, καὶ ἄλλως οὐκ ἔχει. Καὶ ὁ βασιλεὺς εἶπεν· Εἰ τοίνυν τοῦτο ἔδοξέν σοι, διαχάραξόν μοι πῶς γίνεται τὸ ἔργον, ἐπειδὴ διὰ χρόνου ἔρχομαι ἐνθάδε. Καὶ ὁ ἀπόστολος κάλαμον λαβὼν διεχάρασσεν μετρῶν τὸν τόπον, καὶ τὰς μὲν θύρας ἔτασσεν κατὰ τὴν ἀνατολὴν τοῦ ἡλίου βλέπειν πρὸς τὸ φῶς, | |
20 | τὰς δὲ θυρίδας κατὰ δύσιν πρὸς τοὺς ἀνέμους, τὸ δὲ ἀρτο‐ ποιεῖον πρὸς μεσημβρίαν ἐποίησεν εἶναι, τὸν δὲ ἀγωγὸν τοῦ ὕδατος τὸν εἰς τὴν ὑπηρεσίαν εἰς τὸ ἀρκτῷον. ὁ δὲ βασιλεὺς | |
ἰδὼν εἶπεν τῷ ἀποστόλῳ· Ἀληθῶς τεχνίτης εἶ, καὶ πρέπει σοι βασιλεῦσιν ἐξυπηρετεῖν. Καὶ πολλὰ αὐτῷ καταλείψας | 127 | |
25 | ἀπῆλθεν ἀπ’ αὐτοῦ. | |
19 | Καὶ κατὰ καιρὸν ἀπέστελλεν ἀργύρια καὶ τὰ ἐπιτή‐ δεια, τά τε πρὸς τὴν ζωὴν αὐτοῦ τε καὶ τῶν λοιπῶν ἐργατῶν. ὃ δὲ λαμβάνων πάντα οἰκονόμει περιερχόμενος τὰ ἄστη καὶ τὰ πέριξ χωρία, διαδίδων καὶ εὐσεβείας παρέχων τοῖς πένησιν | |
5 | καὶ τεθλιμμένοις, καὶ ἄνεσιν παρεῖχεν αὐτοῖς, λέγων· Οἶδεν ὁ βασιλεὺς βασιλικῶν τεύξασθαι ἀμοιβῶν, πένητας δὲ πρὸς | |
τὸ παρὸν ἀναπαύεσθαι χρή. Μετὰ δὲ ταῦτα ὁ βασιλεὺς πρὸς τὸν ἀπόστολον ἀπέστειλεν πρεσβευτήν, γράψας αὐτῷ τάδε· Σήμανόν μοι τί πεποίηκας, ἢ τίνα σοι ἀποστείλω, ἢ τίνος | 128 | |
10 | χρῄζεις. Ἀποστέλλει αὐτῷ ὁ ἀπόστολος λέγων ὅτι Τὸ πραι‐ τώριον ἔκτισται, μόνη δὲ ἡ στέγη περιλείπεται. Ὁ δὲ βασιλεὺς ἀκούσας ἔπεμψεν αὐτῷ πάλιν χρυσίον καὶ ἄσημον, γράψας αὐτῷ ὅτι Τὸ πραιτώριον εἴ γε γέγονεν στεγασθήτω. Ὁ δὲ ἀπόστολος πρὸς τὸν κύριον εἶπεν· Εὐχαριστῶ σοι κύριε κατὰ | |
15 | πάντα, ὅτι ἀπέθανες πρὸς ὀλίγον ἵνα ἐγὼ ζήσω ἀιδίως ἐν σοί, καὶ πέπρακάς με ἵνα πολλοὺς ἐλευθερώσῃς δι’ ἐμοῦ. Καὶ | |
οὐκ ἐπαύετο τοῦ διδάσκειν καὶ ἀναψύχειν τοὺς τεθλιμμένους, λέγων ὅτι Ταῦτα ὁ κύριος οἰκονόμησεν ὑμῖν, καὶ αὐτὸς παρέχει ἑκάστῳ τὴν τροφήν· αὐτὸς γάρ ἐστιν ὁ τροφεὺς τῶν ὀρφανῶν | 129 | |
20 | καὶ οἰκονόμος τῶν χηρῶν, καὶ πᾶσι τοῖς τεθλιμμένοις αὐτὸς γίνεται ἄνεσις καὶ ἀνάπαυσις. | |
20 | Ὅτε δὲ παρεγένετο ὁ βασιλεὺς εἰς τὴν πόλιν, ἐξήταζεν τοὺς φίλους αὐτοῦ περὶ τοῦ πραιτωρίου οὗ ἔκτιζεν αὐτῷ Ἰούδας ὁ καὶ Θωμᾶς· ἔλεγον δὲ αὐτῷ ὅτι Οὔτε παλάτιον ἔκτισεν οὔτε ἄλλο τι ἐποίησεν ὧν ἐπηγγείλατο ποιῆσαι, ἀλλὰ | |
5 | περιέρχεται τὰς πόλεις καὶ τὰς χώρας, καὶ εἴ τι ἔχει πάντα | |
δίδωσι τοῖς πένησι, καὶ διδάσκει θεὸν νέον ἕνα, καὶ νοσοῦντας θεραπεύει καὶ δαίμονας ἀπελαύνει καὶ ἄλλα πολλὰ ποιεῖ παρά‐ δοξα· καὶ νομίζομεν ἡμεῖς ὅτι μάγος ἐστίν. ἀλλ’ αἱ εὐσπλαγ‐ χνίαι αὐτοῦ καὶ αἱ ἰάσεις αἱ δωρεὰν ἐξ αὐτοῦ γινόμεναι, ἔτι | 130 | |
10 | δὲ τὸ ἁπλοῦν αὐτοῦ καὶ ἐπιεικὲς καὶ τὸ τῆς πίστεως αὐτοῦ σημαίνει ὅτι δίκαιός ἐστιν ἢ ἀπόστολος τοῦ θεοῦ τοῦ νέου ὃν αὐτὸς καταγγέλλει· συνεχῶς γὰρ νηστεύει καὶ εὔχεται, καὶ ἄρτον ἐσθίει μόνον μετὰ ἅλατος, καὶ τὸ ποτὸν αὐτοῦ ὕδωρ, καὶ φορεῖ ἐν ἱμάτιον εἴτε ἐν εὐδίᾳ εἴτε ἐν χειμῶνι, καὶ οὐδὲν | |
15 | παρά τινος λαμβάνει, καὶ ἃ ἔχει ἄλλοις δίδωσιν. Ταῦτα ἀκούσας ὁ βασιλεὺς ταῖς χερσὶν αὑτοῦ τὴν ὄψιν προσέτριψεν, τὴν κεφαλὴν αὐτοῦ κινῶν ἐπὶ ὥραν πολλήν. | 131 |
21 | Καὶ μετεπέμψατο τὸν ἔμπορον τὸν ἀγαγόντα αὐτὸν καὶ τὸν ἀπόστολον, καὶ εἶπεν αὐτῷ· Ἔκτισάς μοι τὸ παλάτιον; Ὃ δὲ ἔφη· Ναί, ἔκτισα. Ὁ δὲ βασιλεὺς εἶπεν· Πότε οὖν ὑπάγομεν καὶ βλέπομεν αὐτό; Ὃ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· | |
5 | Νῦν αὐτὸ ἰδεῖν οὐ δύνασαι, ἀλλ’ ὅταν τοῦ βίου τούτου ἐξέλ‐ | |
θῃς βλέπεις αὐτό. Ὁ δὲ βασιλεὺς πάνυ ὀργισθεὶς ἐκέλευσεν ὑπὸ δεσμὸν γενέσθαι τόν τε ἔμπορον καὶ Ἰούδαν τὸν καὶ Θωμᾶν καὶ εἰς φυλακὴν βληθῆναι, ἕως ἂν ἀνακρίνας μάθῃ τίνι ἐδόθη τὰ τοῦ βασιλέως, καὶ οὕτως αὐτὸν ἀπολέσῃ μετὰ | 132 | |
10 | τοῦ ἐμπόρου. ὁ δὲ ἀπόστολος χαίρων ἀπῄει ἐν τῷ δεσμωτηρίῳ, καὶ ἔλεγεν τῷ ἐμπόρῳ· Μὴ φοβοῦ μηδέν, ἀλλὰ μόνον πίστευσον τῷ δι’ ἐμοῦ κηρυσσομένῳ θεῷ, καὶ ἀπὸ μὲν τούτου τοῦ κόσμου ἐλευθερωθήσῃ, ἀπὸ δὲ τοῦ μέλλοντος αἰῶνος ζωὴν | |
κομίσῃ. Ὁ δὲ βασιλεὺς ἐσκέπτετο ποίῳ θανάτῳ αὐτοὺς ἀνα‐ | 133 | |
15 | λώσῃ. ὡς δὲ ἔδοξεν πυρὶ αὐτοὺς καῦσαι ἐκδεδαρμένους, αὐτῇ τῇ νυκτὶ Γὰδ ὁ τοῦ βασιλέως ἀδελφὸς ἐκακοῦτο, καὶ διὰ τὴν λύπην καὶ ἐπίθεσιν ἣν ὁ βασιλεὺς ἔπαθεν ἐβαρήθη σφόδρα· καὶ μεταπεμψάμενος τὸν βασιλέα εἶπεν αὐτῷ· Ἀδελφὲ βασιλεῦ, τὸν οἶκόν μου καὶ τὰ τέκνα μου παρατίθημί σοι· ἐγὼ γὰρ | |
20 | διὰ τὴν ἐπήρειαν τὴν συμβᾶσάν σοι ἐλυπήθην καὶ ἰδοὺ ἀπο‐ θνῄσκω, καὶ ἐὰν μὴ ἐπέλθῃς τῇ τιμωρίᾳ κατὰ τῆς κεφαλῆς ἐκείνου τοῦ μάγου, οὐκ ἀναπαύσεις μου τὴν ψυχὴν εἰς ᾅδου. Ὁ δὲ βασιλεὺς τῷ ἑαυτοῦ ἀδελφῷ εἶπεν· Δι’ ὅλης τῆς νυκτὸς τοῦτο ἐσκεπτόμην, τὸ πῶς αὐτὸν θανατώσω· τοῦτο δὲ ἔδοξέν | |
25 | μοι, ἐν πυρὶ αὐτὸν κατακαῦσαι ἐκδαρέντα, καὶ αὐτὸν καὶ τὸν | |
ἔμπορον μετ’ αὐτοῦ τὸν ἀγαγόντα αὐτόν. | 134 | |
22 | Καὶ ὡς ὡμίλουν, ἐξῆλθεν ἡ ψυχὴ Γὰδ τοῦ ἀδελφοῦ αὐτοῦ. ὁ δὲ βασιλεὺς ἐπένθει τὸν Γὰδ σφόδρα, πάνυ γὰρ ἠγάπα αὐτόν, καὶ προσέταξεν εἰς βασιλικὴν ἐσθῆτα καὶ πολύ‐ τιμον κηδευθῆναι αὐτόν. τούτων δὲ γενομένων τὴν ψυχὴν | |
5 | Γὰδ τοῦ ἀδελφοῦ τοῦ βασιλέως ἄγγελοι παραλαβόντες εἰς τὸν οὐρανὸν ἀνήγαγον, ὑποδεικνύοντες αὐτῷ τοὺς ἐκεῖ τόπους καὶ οἰκήσεις, ἐξετάζοντες αὐτόν· Εἰς ποῖον τόπον βούλει οἰκῆσαι; Ὅτε δὲ ἤγγισαν εἰς τὴν οἰκοδομὴν Θωμᾶ τοῦ ἀπο‐ στόλου, ἣν ἔκτισεν τῷ βασιλεῖ, ἰδὼν αὐτὴν ὁ Γὰδ εἶπεν τοῖς | |
10 | ἀγγέλοις· Δέομαι ὑμῶν κύριοί μου, εἰς ἕνα τῶν κατώγεων | |
οἴκων τούτων συγχωρήσατέ μοι οἰκῆσαι. Οἳ δὲ ἔφησαν αὐτῷ· Οὐ δύνασαι οἰκῆσαι ἐν ταύτῃ τῇ οἰκοδομῇ. Ὃ δὲ εἶπεν· Διὰ τί; Λέγουσιν αὐτῷ· Τοῦτο τὸ παλάτιον ἐκεῖνό ἐστιν ὃ οἰκο‐ δόμησεν ὁ χριστιανὸς ἐκεῖνος τῷ ἀδελφῷ σου. Ὃ δὲ εἶπεν· | 135 | |
15 | Δέομαι ὑμῶν κύριοί μου, συγχωρήσατέ μοι ἀπελθεῖν πρὸς τὸν ἀδελφόν μου, ἵνα ἀγοράσω παρ’ αὐτοῦ τὸ παλάτιον τοῦτο· οὐ γὰρ οἶδεν ὁ ἀδελφός μου ὁποῖόν ἐστιν, καὶ πιπράσκει μοι αὐτό. | |
23 | Τότε οἱ ἄγγελοι ἀφῆκαν τὴν ψυχὴν τοῦ Γάδ· καὶ ἐν τῷ ἐνδύειν αὐτοὺς αὐτὸν τὴν ἐντάφιον στολὴν ἐπεισῆλθεν αὐτῷ ἡ ψυχὴ αὐτοῦ· καὶ ἔλεγεν τοῖς περὶ αὐτὸν ἑστῶσιν· Καλέσατέ μοι τὸν ἀδελφόν μου, ἵνα αἰτήσωμαι παρ’ αὐτοῦ | |
5 | μίαν αἴτησιν. Εὐθέως οὖν εὐηγγελίσαντο τῷ βασιλεῖ αὐτῶν λέγοντες ὅτι Ὁ ἀδελφός σου ἀνέζησεν. Ὁ δὲ βασιλεὺς ἐκπη‐ δήσας σὺν πλήθει πολλῷ ἤρχετο πρὸς τὸν ἴδιον ἀδελφόν, καὶ εἰσελθὼν ἔστη πρὸς τὴν κλίνην αὐτοῦ ὥσπερ ἔκπληκτος, μὴ δυνάμενος λαλῆσαι αὐτῷ. εἶπεν δὲ ὁ ἀδελφὸς αὐτοῦ· Οἶδα καὶ | 136 |
10 | πέπεισμαι ἀδελφὲ ὅτι εἴ τις ᾔτησέν σε τὸ ἥμισυ τῆς βασιλείας σου, δέδωκας ἂν ὑπὲρ ἐμοῦ· διὸ ἀξιῶ σε παρασχεῖν μοι χάριτα μίαν ἣν αἰτοῦμαί σε ἵνα πωλήσῃς μοι ὃ αἰτοῦμαι παρὰ σοῦ. Ὁ δὲ βασιλεὺς ἀποκριθεὶς εἶπεν· Καὶ τί ἐστιν ὃ αἰτεῖς με πωλῆ‐ σαί σοι; Ὃ δὲ ἔφη· Ὅρκῳ με πεῖσον ὅτι μοι παρέχεις. Καὶ ὤμο‐ | |
15 | σεν αὐτῷ ὁ βασιλεὺς ὅτι Ἓν τῶν ὑπαρχόντων μοι εἴ τι ἐὰν αἰτήσῃ δίδωμί σοι. Καὶ λέγει αὐτῷ· Τὸ παλάτιον ἐκεῖνο τὸ ἐν τοῖς οὐρανοῖς ἔχεις πώλησόν μοι. Καὶ ὁ βασιλεὺς εἶπεν· Ἐμοὶ παλάτιον ἐν τοῖς οὐρανοῖς πόθεν ὑπάρχει; Ὃ δὲ ἔφη· Ἐκεῖνο ὃ οἰκοδόμησέν σοι ἐκεῖνος ὁ χριστιανὸς ὁ ὢν νῦν ἐν τῷ δεσμω‐ | 137 |
20 | τηρίῳ, ὃν ἤγαγέν σοι ὁ ἔμπορος ἀγοράσας παρὰ Ἰησοῦ τινος· τὸν δοῦλον λέγω ἐκεῖνον τὸν Ἑβραῖον, ὃν ἐβούλου κολάσαι ὡς ἐπίθεσίν τινα παρ’ αὐτοῦ παθών, ἐφ’ ὃν κἀγὼ λυπηθεὶς ἀπέ‐ θανον καὶ ἀνέζησα νῦν. | |
24 | Τότε ὁ βασιλεὺς εἰς ἐπίστασιν ἐλθὼν συνῆκεν περὶ τῶν διαφερόντων αὐτῷ καὶ μελλόντων αἰωνίων ἀγαθῶν, καὶ εἶπεν· Ἐκεῖνο τὸ παλάτιον πωλῆσαί σοι οὐ δύναμαι, εὔχομαι δὲ εἰσελθεῖν εἰς αὐτὸ καὶ οἰκῆσαι καὶ καταξιωθῆναι τῶν | |
5 | οἰκητόρων αὐτοῦ· σὺ δὲ ἀληθῶς εἰ βούλει πρίασθαι τοιοῦτον | |
παλάτιον, ἰδοὺ ὁ ἄνθρωπος ζῇ καὶ κτίζει σοι ἐκείνου βέλτιον. Καὶ εὐθέως πέμψας ἐξήγαγεν ἐκ τοῦ δεσμωτηρίου τὸν ἀπό‐ στολον καὶ τὸν ἔμπορον τὸν ἐγκλεισθέντα σὺν αὐτῷ, λέγων· Δέομαί σου ὡς ἄνθρωπος δεόμενος τοῦ διακόνου τοῦ θεοῦ | 138 | |
10 | ἵνα εὔξῃ ὑπὲρ ἐμοῦ καὶ δεηθῇς ἐκείνου οὗ διάκονος ὑπάρχεις ἵνα μοι ἀφήσῃ καὶ παρίδῃ ἃ εἰς σὲ διεπραξάμην ἢ καὶ ἐνε‐ θυμήθην διαπράξασθαι, καὶ ἄξιόν με γενέσθαι οἰκήτορα ἐκείνης τῆς οἰκήσεως ἧσπερ ἐγὼ μὲν οὐδὲν ἔκαμον, σὺ δέ μοι ἔκτισας μόνος καμών, συνεργούσης σοι τῆς χάριτος τοῦ θεοῦ | |
15 | σου, καὶ ἵνα γένωμαι ὑπηρέτης κἀγὼ καὶ δουλεύσω τῷ θεῷ τούτῳ ᾧ σὺ κηρύττεις. Καὶ ὁ ἀδελφὸς δὲ αὐτοῦ προσπεσὼν τῷ ἀποστόλῳ ἔλεγεν· Δέομαί σου καὶ ἱκετεύω ἔμπροσθεν τοῦ θεοῦ σου ἵνα ἄξιος γένωμαι τῆς τούτου διακονίας καὶ ὑπη‐ ρεσίας, καὶ κληρωθῶ ἄξιος γενέσθαι τῶν ὀφθέντων μοι ὑπὸ | |
20 | τῶν ἀγγέλων αὐτοῦ. | 139 |
25 | Ὁ δὲ ἀπόστολος χαρᾶς ληφθεὶς εἶπεν· Ἐξομολογοῦμαί σοι κύριε Ἰησοῦ ὅτι ἀπεκάλυψάς σου τὴν ἀλήθειαν ἐν τοῖς ἀνθρώποις τούτοις· σὺ γὰρ εἶ μόνος θεὸς τῆς ἀληθείας, καὶ οὐχ ἕτερος· καὶ σὺ εἶ ὁ τὰ πάντα εἰδὼς τὰ τοῖς πολλοῖς | |
5 | ἄγνωστα· σὺ εἶ κύριε ὁ ἐν πᾶσι εὐσπλαγχνία καὶ φειδὼ ποιούμενος τοὺς ἀνθρώπους· οἱ γὰρ ἄνθρωποι διὰ τὴν πλάνην τὴν οὖσαν ἐν αὐτοῖς παρεῖδάν σε, σὺ δὲ οὐ παρεῖδες αὐτούς. καὶ νῦν αἰτουμένου μου καὶ ἱκετεύοντός σε δέξαι τὸν βασιλέα καὶ τὸν τούτου ἀδελφόν, καὶ κατάμειξον αὐτοὺς εἰς τὴν σὴν | |
10 | ποίμνην, καθαρίσας αὐτοὺς τῷ σῷ λουτρῷ καὶ ἀλείψας αὐτοὺς τῷ σῷ ἐλαίῳ ἀπὸ τῆς περιεχούσης αὐτοὺς πλάνης· φύλαξον δὲ αὐτοὺς καὶ ἀπὸ τῶν λύκων, φέρων αὐτοὺς ἐν τοῖς σοῖς λειμῶσι· πότισον δὲ αὐτοὺς ἀπὸ τῆς ἀμβροσιώδους σου πηγῆς τῆς μὴ τεθολωμένης μήτε ληγούσης· δέονται γάρ σου καὶ | |
15 | ἱκετεύουσιν καὶ βούλονται ὑπηρέται καὶ διάκονοί σου γενέσθαι, | |
καὶ ἕνεκεν τούτου εὐδοκοῦσιν καὶ διωχθῆναι ὑπὸ τῶν ἐχθρῶν σου καὶ διὰ σὲ ὑπ’ αὐτῶν μισηθῆναι καὶ ὑβρισθῆναι καὶ ἀποθανεῖν, ὡς καὶ σὺ ὑπὲρ ἡμῶν ταῦτα πάντα ἔπαθες, ἵνα ἡμᾶς περιποιήσῃ, κύριος ὢν καὶ ἀληθῶς ποιμὴν ἀγαθός. σὺ | 140 | |
20 | δὲ δὸς αὐτοῖς ἵνα ἔχωσιν ἐν σοὶ μόνω τὴν παρρησίαν καὶ τὴν παρὰ σοῦ βοήθειάν τε καὶ ἐλπίδα τῆς σωτηρίας αὐτῶν, ἧς ἐκδέχονται παρὰ σοῦ μόνου, καὶ ἵνα βεβαιωθῶσιν εἰς τὰ σὰ μυστήρια, καὶ δέξονται τῶν σῶν χαρισμάτων καὶ δομάτων τὰ τέλεια ἀγαθά, καὶ ἀνθήσουσιν ἐν τῇ σῇ διακονίᾳ, καὶ | |
25 | τελεσφορήσουσιν ἐν τῷ πατρί σου. | |
26 | Πάνυ οὖν διατεθέντες ἐν τῷ ἀποστόλῳ ὅ τε βασι‐ λεὺς Γουνδαφόρος καὶ ὁ τούτου ἀδελφὸς Γὰδ εἵποντο αὐτῷ μηδ’ ὅλως ἀναχωροῦντες, καὶ αὐτοὶ ἐπαρκοῦντες τοῖς δεομένοις, πᾶσιν διδόντες καὶ ἀναπαύοντες πάντας· ἐδεήθησαν δὲ αὐτοῦ | |
5 | ἵνα καὶ τὴν σφραγῖδα τοῦ λόγου δέξωνται λοιπὸν καὶ αὐτοί, λέγοντες αὐτῷ· Σχολαζουσῶν τῶν ψυχῶν ἡμῶν καὶ προ‐ θύμων ἡμῶν ὄντων περὶ τὸν θεόν, δὸς ἡμῖν τὴν σφραγῖδα· ἠκούσαμεν γάρ σου λέγοντος ὅτι ὁ θεὸς ὃν κηρύσσεις διὰ τῆς αὐτοῦ σφραγῖδος ἐπιγινώσκει τὰ ἴδια πρόβατα. Ὁ δὲ ἀπό‐ | |
10 | στολος ἔφη αὐτοῖς· Καὶ χαίρω καὶ δέομαι ὑμῶν λαβεῖν τὴν | |
σφραγῖδα ταύτην, καὶ κοινωνῆσαί μοι εἰς τὴν εὐχαριστίαν ταύτην καὶ εὐλογίαν τοῦ κυρίου, καὶ τελειωθῆναι ἐν αὐτῇ οὗτος γάρ ἐστιν κύριος καὶ θεὸς πάντων. Ἰησοῦς Χριστὸς ὃν κηρύσσω, καὶ αὐτὸς πατὴρ ἀληθείας, εἰς ὃν ὑμᾶς πιστεύειν | 141 | |
15 | ἐδίδαξα. Καὶ ἐκέλευσεν προσενεγκεῖν αὐτοὺς ἔλαιον, ἵνα διὰ τοῦ ἐλαίου δέξωνται τὴν σφραγῖδα. ἤνεγκαν οὖν τὸ ἔλαιον, καὶ λύχνους ἀνῆψαν πολλούς· νὺξ γὰρ ἦν· | |
27 | Καὶ ἀναστὰς ὁ ἀπόστολος ἐσφράγισεν αὐτούς· ἀπε‐ καλύφθη δὲ αὐτοῖς ὁ κύριος διὰ φωνῆς λέγων· Εἰρήνη ὑμῖν ἀδελφοί. Οἳ δὲ φωνῆς μόνον ἤκουσαν αὐτοῦ, τὸ δὲ εἶδος αὐτοῦ οὐκ εἶδον· οὐδέπω γὰρ ἦσαν δεξάμενοι τὸ ἐπισφράγισμα | |
5 | τῆς σφραγῖδος. λαβὼν δὲ ὁ ἀπόστολος τὸ ἔλαιον καὶ κατα‐ χέας ἐπὶ τῆς κεφαλῆς αὐτῶν καὶ ἀλείψας καὶ χρίσας αὐτοὺς ἤρξατο λέγειν· Ἐλθὲ τὸ ἅγιον ὄνομα τοῦ Χριστοῦ τὸ ὑπὲρ πᾶν ὄνομα· ἐλθὲ ἡ δύναμις τοῦ ὑψίστου καὶ ἡ εὐσπλαγχνία ἡ τελεία· ἐλθὲ τὸ χάρισμα τὸ ὕψιστον· ἐλθὲ ἡ μήτηρ ἡ | |
10 | εὔσπλαγχνος· ἐλθὲ ἡ κοινωνία τοῦ ἄρρενος· ἐλθὲ ἡ τὰ μυ‐ στήρια ἀποκαλύπτουσα τὰ ἀπόκρυφα· ἐλθὲ ἡ μήτηρ τῶν ἑπτὰ οἴκων, ἵνα ἡ ἀνάπαυσίς σου εἰς τὸν ὄγδοον οἶκον γένηται. | |
ἐλθὲ ὁ πρεσβύτερος τῶν πέντε μελῶν, νοὸς ἐννοίας φρονήσεως ἐνθυμήσεως λογισμοῦ, κοινώνησον μετὰ τούτων τῶν νεωτέρων· | 142 | |
15 | ἐλθὲ τὸ ἅγιον πνεῦμα καὶ καθάρισον τοὺς νεφροὺς αὐτῶν καὶ τὴν καρδίαν, καὶ ἐπισφράγισον αὐτοὺς εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Καὶ σφραγισθέντων αὐτῶν ὤφθη αὐτοῖς νεανίας λαμπάδα ἀνημμένην κατέχων, ὡς καὶ τοὺς λύχνους αὐτοὺς τῇ τοῦ φωτὸς αὐτῆς προσβολῇ ἀμαυρω‐ | |
20 | θῆναι. καὶ ἐξελθὼν ἀφανὴς αὐτοῖς ἐγένετο. εἶπεν δὲ ὁ ἀπόστολος πρὸς τὸν κύριον· Ἀχώρητον ἡμῖν κύριε τὸ φῶς σού ἐστιν, καὶ οὐ δυνάμεθα φέρειν αὐτό· μεῖζον γάρ ἐστιν τῆς ἡμετέρας ὄψεως. Αὔγους δὲ γεναμένου καὶ διαφαύσαντος κλάσας ἄρτον κοινωνοὺς αὐτοὺς κατέστησεν τῆς εὐχαριστίας | |
25 | τοῦ Χριστοῦ. ἔχαιρον δὲ καὶ ἠγαλλιῶντο· πολλοὶ δὲ καὶ ἕτεροι πιστεύοντες προσετίθεντο καὶ ἤρχοντο εἰς τὸ κατα‐ φύγιον τοῦ σωτῆρος. | |
28 | Ὁ δὲ ἀπόστολος οὐκ ἐπαύετο κηρύσσων καὶ λέγων αὐτοῖς· Ἄνδρες καὶ γυναῖκες, παῖδες καὶ κόραι, νεανίσκοι καὶ παρθένοι, ἀκμαῖοι καὶ γηραλέοι, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, ἀπέχεσθε τῆς πορνείας καὶ τῆς πλεονεξίας καὶ τῆς ἐργασίας | 143 |
5 | τῆς γαστρός· ἐν γὰρ τούτοις τοῖς τρισὶν κεφαλαίοις γίνεται πᾶσα ἀνομία. ἡ γὰρ πορνεία πηροῖ τὸν νοῦν καὶ τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς σκοτίζει, καὶ ἐμπόδιον γίνεται τῆς τοῦ σώματος πολιτείας, εἰς ἀσθένειαν μετατιθεῖσα ὅλον τὸν ἄν‐ θρωπον καὶ εἰς νόσον ἐμβάλλουσα ὅλον τὸ σῶμα. ἡ δὲ | |
10 | ἀπληστία εἰς φόβον καὶ αἰσχύνην καθίστησι τὴν ψυχήν, ἐντὸς τοῦ σώματος ὑπάρχουσα καὶ διαρπάζουσα τὰ ἀλλότρια καὶ ταύτην τὴν ὑποψίαν ἔχουσα, ἡ ἀποδιδοῦσα τὰ ἀλλότρια τοῖς δεσπόταις ᾐσχύνθη. ἡ δὲ ἐργασία τῆς κοιλίας εἰς φροντίδας καὶ μερίμνας καὶ λύπας ἐμβάλλει τὴν ψυχήν, τοῦτο μεριμνῶσα | |
15 | μὴ ἄρα ἐνδεὴς αὐτῶν γένηται καὶ τῶν πόρρωθεν τούτων ὄντων θεαθῇ. ἐπὰν οὖν ἀπαλλαγῆτε τούτων, γίνεσθε ἀφρόν‐ τιδες καὶ ἄλυποι καὶ ἄφοβοι, καὶ παραμένει ὑμῖν ἐκεῖνο τὸ λεχθὲν ὑπὸ τοῦ σωτῆρος· Μὴ μεριμνήσητε εἰς τὴν αὔριον, ἡ γὰρ αὔριον μεριμνήσει ἑαυτῆς. Μνημονεύσατε κἀκείνου τοῦ | |
20 | λόγου τοῦ προειρημένου· Ἐμβλέψατε εἰς τοὺς κόρακας καὶ ἀφίδετε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὔτε σπείρει οὔτε θερίζει οὔτε συνάγει εἰς τὰς ἀποθήκας, καὶ ὁ θεὸς οἰκονομεῖ αὐτά· πόσῳ μᾶλλον ὑμᾶς ὀλιγόπιστοι; Ἀλλὰ προσδέξασθε τὴν τούτου παρουσίαν, καὶ εἰς αὐτὸν τὰς ἐλπίδας ἔχετε, καὶ | 144 |
25 | πιστεύετε τῷ ὀνόματι αὐτοῦ· οὗτος γάρ ἐστιν ὁ κριτὴς ζών‐ των καὶ νεκρῶν, καὶ αὐτὸς ἀποδίδωσιν ἑνὶ ἑκάστῳ πρὸς τὰς πράξεις αὐτοῦ, καὶ ἐν τῇ ἐλεύσει αὐτοῦ καὶ ἐπιφανείᾳ τῇ ὑστέρᾳ οὐκ ἔχει τις λόγον ἀπολογίας, μέλλων παρ’ αὐτοῦ κρί‐ νεσθαι, ὡς μὴ ἀκούσας. οἱ γὰρ κήρυκες αὐτοῦ εἰς τὰ τέσ‐ | |
30 | σαρα κλίματα τῆς οἰκουμένης κηρύσσουσιν. μετάγνωτε οὖν καὶ πιστεύσατε τῇ ἐπαγγελίᾳ, καὶ δέξασθε ζυγὸν πρᾳότητος καὶ φορτίον ἐλαφρόν, ἵνα ζήσητε καὶ μὴ ἀποθάνητε. ταῦτα κτήσασθε, ταῦτα φυλάξατε· ἐξέλθετε ἀπὸ τοῦ σκότους, ἵνα τὸ φῶς ὑμᾶς προσδέξηται· ἔλθετε πρὸς τὸν ὄντως ἀγαθόν, | |
35 | ἵνα παρ’ αὐτοῦ τὴν χάριν δέξησθε, καὶ τὸ αὐτοῦ σημεῖον ἐγκαταθήσεσθε ταῖς ὑμετέραις ψυχαῖς. | |
29 | Ταῦτα εἰπόντος αὐτοῦ τινὲς τῶν παρεστώτων εἶπον αὐτῷ· Καιρός ἐστιν τοῦ τὸν χρεώστην ἀπολαβεῖν τὸ χρέος. | |
Ὃ δὲ εἶπεν αὐτοῖς· Ὁ μὲν κύριος τοῦ χρέους ἀεὶ τὸ περισσὸν ἀπολαβεῖν βούλεται, ἡμεῖς δὲ τὸ δέον αὐτῷ δῶμεν. Καὶ εὐλο‐ | 145 | |
5 | γήσας αὐτοὺς ἔλαβεν ἄρτον καὶ ἔλαιον καὶ λάχανον καὶ ἅλας, καὶ εὐλογήσας ἔδωκεν αὐτοῖς· αὐτὸς δὲ παρέμεινεν τῇ ἑαυτοῦ νηστείᾳ, ἔμελλεν γὰρ ἡ κυριακὴ ἐπιφέειν. τῆς δὲ νυκτὸς ἐπιούσης καὶ καθεύδοντος αὐτοῦ ἐλθὼν ὁ κύριος ἔστη πρὸς τῇ κεφαλῇ αὐτοῦ λέγων· Θωμᾶ, ἀναστὰς ὄρθρου, εὐλογήσας | |
10 | πάντας μετὰ τὴν εὐχὴν καὶ διακονίαν ἄπελθε κατὰ τὴν ἀνα‐ τολικὴν ὁδὸν μίλια δύο, καὶ ἐκεῖ δείξω ἐν σοὶ τὴν ἐμὴν δόξαν· δι’ ὃ γὰρ ἀπέρχει πολλοὶ πρόσφυγές μοι γενήσονται, καὶ ἐλέγξεις τὴν φύσιν καὶ τὴν δύναμιν τοῦ ἐχθροῦ. Ἀναστὰς δὲ ἀπὸ τοῦ ὕπνου ἔλεγεν τοῖς ἀδελφοῖς τοῖς οὖσιν μετ’ αὐτοῦ· | |
15 | Τέκνα καὶ ἀδελφοί, ὁ κύριος βούλεταί τί ποτε σήμερον δι’ ἐμοῦ διαπράξασθαι· ἀλλ’ εὐξώμεθα καὶ δεηθῶμεν αὐτοῦ ἵνα μηδέν τί ποτε ἐμπόδιον γένηται ἡμῖν πρὸς αὐτόν, ἀλλὰ ὡς πάντοτε καὶ νῦν κατὰ τὸ αὐτοῦ βούλημα καὶ θέλημα γένηται δι’ ἡμῶν. Καὶ ταῦτα εἰπόντος αὐτοῦ ἐπέθηκεν αὐτοῖς τὰς χεῖρας αὐτοῦ | |
20 | καὶ εὐλόγησεν αὐτούς· καὶ κλάσας ἄρτον τῆς εὐχαριστίας ἔδωκεν αὐτοῖς εἰπών· Ἔσται ὑμῖν αὕτη ἡ εὐχαριστία εἰς εὐσπλαγχνίαν καὶ ἔλεος, καὶ μὴ εἰς κρίσιν καὶ ἀμοιβήν. Καὶ | |
αὐτοὶ εἶπον Ἀμήν. | 146 | |
24t | Περὶ τοῦ δράκοντος πρᾶξις γ. | |
30 | Καὶ ἐξῆλθεν ὁ ἀπόστολος τοῦ ἀπελθεῖν ὅπου αὐτὸν ὁ κύριος προσέταξεν· καὶ ἐγγὺς γενόμενος τοῦ δευτέρου μιλίου καὶ ὀλίγον ἐκκλίνας τῆς ὁδοῦ εἶδεν πτῶμα νέου εὐμόρφου κείμενον, καὶ εἶπεν· Κύριε, μὴ διὰ τοῦτο ἐξήγαγές με ἐλθεῖν | |
5 | ἐνθάδε, ἵνα ἴδω τὸν πειρασμὸν τοῦτον; γενέσθω τοίνυν τὸ θέλημά σου ὡς βούλει. Καὶ ἤρξατο εὔχεσθαι καὶ λέγειν· Κύριε κριτὰ ζώντων καὶ νεκρῶν, ζώντων τῶν παρεστώτων καὶ νε‐ κρῶν τῶν κειμένων, καὶ δέσποτα πάντων καὶ πατήρ· πατὴρ δὲ οὐ τῶν ἐν σώμασιν οὐσῶν ψυχῶν ἀλλὰ τῶν ἐξελθουσῶν· | |
10 | τῶν γὰρ ἐν μιάσμασιν οὐσῶν ψυχῶν δεσπότης εἶ καὶ δικαστής· ἐλθὲ ἐν τῇ ὥρᾳ ταύτῃ ᾗ ἐπικαλοῦμαι, καὶ δεῖξόν σου τὴν δόξαν εἰς τοῦτον τὸν ἐνθάδε κατακείμενον. Καὶ στραφεὶς πρὸς τοὺς ἀκολουθοῦντας αὐτῷ εἶπεν· Τοῦτο τὸ πρᾶγμα οὐκ ἀργῶς ἐγένετο, ἀλλ’ ὁ ἐχθρὸς ἐνήργησεν καὶ κατηργάσατο τοῦτο ἵνα | |
15 | ἐν αὐτῷ προσβάλῃ· καὶ ὁρᾶτε ὅτι οὐκ ἐχρήσατο ἄλλο εἶδος οὐδὲ ἐνήργησεν δι’ ἄλλου ζῴου ἀλλ’ ἢ διὰ τοῦ ὑπηκόου αὐτοῦ. | |
31 | Καὶ ταῦτα εἰπόντος αὐτοῦ δράκων μέγας ἀπὸ φωλεοῦ ἐξελθών, τὴν κεφαλὴν αὐτοῦ κατακρούων καὶ τὴν οὐρὰν κατα‐ | |
τινάσσων ἐπὶ τὴν γῆν καὶ φωνῇ μεγάλῃ χρησάμενος πρὸς τὸν ἀπόστολον εἶπεν· Ἐρῶ ἔμπροσθέν σου διὰ ποίαν αἰτίαν ἐθα‐ | 147 | |
5 | νάτωσα τοῦτον, ἐπειδὴ εἰς τοῦτο παρεγένου, ἐλέγξαι μου τὰ ἔργα. Καί φησιν ὁ ἀπόστολος· Ναί, εἰπέ. Καὶ ὁ δράκων· Γυνή τίς ἐστιν ὡραία ἐν τῷ χωρίῳ τούτῳ ἄντικρυς· καὶ διερχομένης αὐτῆς δι’ ἐμοῦ ἰδὼν αὐτὴν ἠράσθην αὐτῆς, καὶ ἀκολουθήσας αὐτῇ ἐπετήρουν· καὶ εὗρον τοῦτον τὸν νεανίαν | |
10 | καταφιλοῦντα αὐτήν, ὃς καὶ ἐκοινώνησεν αὐτῇ καὶ ἄλλα αἰσχρὰ διεπράξατο μετ’ αὐτῆς· κἀμοὶ μὲν εὔκολα ἦν αὐτὰ ἐπὶ σοῦ ἐκφᾶναι, οἶδα γάρ σε δίδυμον ὄντα τοῦ Χριστοῦ τὸν τὴν φύσιν ἡμῶν ἀεὶ καταργοῦντα· ταράξαι δὲ ταύτην μὴ βουληθεὶς αὐτῇ τῇ ὥρᾳ οὐκ ἐθανάτωσα αὐτόν, ἀλλ’ ἐπιτηρησάμενος | |
15 | αὐτὸν ἑσπέρας διερχόμενον τύψας ἐθανάτωσα αὐτόν, καὶ μάλιστα κατατολμήσαντα αὐτὸν τῇ κυριακῇ ἡμέρᾳ τοῦτο δια‐ πράξασθαι. Ὁ δὲ ἀπόστολος ἐξήταζεν αὐτὸν λέγων· Εἰπέ μοι ποίας σπορᾶς καὶ ποίου γένους ὑπάρχεις. | |
32 | Καὶ εἶπεν αὐτῷ· Ἐγὼ ἑρπυστὴς ἑρπυστοῦ φύσεως καὶ βλαπτικὸς βλαπτικοῦ· υἱός εἰμι ἐκείνου τοῦ βλάψαντος καὶ πλήξαντος τοὺς τέσσαρας ἀδελφοὺς τοὺς ἑστῶτας· υἱός εἰμι ἐκείνου τοῦ καθεζομένου | |
5 | ἐπὶ θρόνου εἰς τὴν ὑπ’ οὐρανόν, τοῦ τὰ ἴδια λαμβάνοντος ἀπὸ τῶν δανειζομένων· υἱός εἰμι ἐκείνου τοῦ τὴν σφαῖραν ζωννύοντος· συγγενὴς δέ εἰμι ἐκείνου τοῦ ἔξωθεν τοῦ ὠκεανοῦ ὄντος, οὗ ἡ οὐρὰ ἔγκειται τῷ ἰδίῳ στόματι· ἐγώ εἰμι ὁ διὰ τοῦ φραγμοῦ εἰσελθὼν ἐν τῷ παραδείσῳ καὶ μετὰ Εὔας λα‐ | 148 |
10 | λήσας ὅσα ὁ πατήρ μου ἐνετείλατό μοι λαλῆσαι αὐτῇ· ἐγώ εἰμι ὁ ἐξάψας καὶ πυρώσας Κάϊν ἵνα ἀποκτείνῃ τὸν ἴδιον ἀδελφόν, καὶ δι’ ἐμὲ ἄκανθαι καὶ τρίβολοι ἐφύησαν ἐν τῇ γῇ· ἐγώ εἰμι ὁ τοὺς ἀγγέλους ἄνωθεν κάτω ῥίψας καὶ ἐν ταῖς ἐπιθυμίαις τῶν γυναικῶν αὐτοὺς καταδήσας, ἵνα γηγενεῖς | |
15 | παῖδες ἐξ αὐτῶν γένωνται καὶ τὸ θέλημά μου ἐν αὐτοῖς δια‐ πράξωμαι· ἐγώ εἰμι ὁ τὴν καρδίαν Φαραὼ σκληρύνας, ἵνα τὰ τέκνα τοῦ Ἰσραὴλ φονεύσῃ καὶ ἐν ζυγῷ σκληρότητος κατα‐ δουλώσηται αὐτούς· ἐγώ εἰμι ὁ τὸ πλῆθος ἐν τῇ ἐρήμῳ πλα‐ νήσας, ὅτε τὸν μόσχον ἐποίησαν· ἐγώ εἰμι ὁ τὸν Ἡρώδην | |
20 | πυρώσας καὶ τὸν Καϊάφαν ἐξάψας ἐν τῇ ψευδηγορίᾳ τοῦ ψεύδους ἐπὶ Πιλάτου· τοῦτο γὰρ ἐμοὶ ἔπρεπεν· ἐγώ εἰμι ὁ τὸν Ἰούδαν ἐξάψας καὶ ἐξαγοράσας ἵνα τὸν Χριστὸν θανάτῳ παραδῷ· ἐγώ εἰμι ὁ τὴν ἄβυσσον τοῦ ταρτάρου οἰκῶν καὶ κατέχων, ὁ δὲ υἱὸς τοῦ θεοῦ ἄκοντά με ἠδίκησεν καὶ τοὺς | |
25 | ἰδίους ἐξ ἐμοῦ ἐξελέξατο· συγγενής εἰμι ἐκείνου τοῦ μέλλοντος ἀπὸ τῆς ἀνατολῆς ἔρχεσθαι, ᾧ καὶ ἐξουσία δίδοται ποιῆσαι ὅπερ αὐτὸς βούλεται ἐπὶ τῆς γῆς. | |
33 | Καὶ ταῦτα εἰπόντος τοῦ δράκοντος ἐκείνου παντὸς τοῦ ὄχλου κατακούοντος, ἐπάρας ὁ ἀπόστολος τὴν φωνὴν αὐτοῦ | |
εἰς ὕψος εἶπεν· Παῦσαι λοιπὸν ἀναιδέστατε, καὶ αἰσχύνθητι νεκρούμενος ὅλος· ἔφθασεν γάρ σου τὸ τέλος τῆς ἀπωλείας· | 149 | |
5 | καὶ μὴ τόλμα λέγειν ἃ διεπράξω διὰ τῶν σοὶ ὑπηκόων γενο‐ μένων. κελεύω δέ σοι ἐν ὀνόματι τοῦ Ἰησοῦ ἐκείνου τοῦ μέχρι νῦν ἀγῶνα πρὸς ὑμᾶς ποιοῦντος διὰ τοὺς ἰδίους ἀνθρώ‐ πους, ἵνα τὸν ἰόν σου ὃν ἔβαλες εἰς τὸν ἄνδρα τοῦτον ἐκμυ‐ ζήσῃς καὶ ἀνελκύσας λάβῃς ἐξ αὐτοῦ. Ὁ δὲ δράκων εἶπεν· | |
10 | Οὔπω ὁ καιρὸς ἔφθασεν τοῦ τέλους ἡμῶν, καθὼς εἶπας· τί με ἀναγκάζεις λαβεῖν ὃ εἰς τοῦτον κατέβαλον καὶ ἀποθανεῖν πρὸ καιροῦ; καὶ γὰρ ὁ ἐμὸς πατὴρ ἐπὰν ἀνιμήσηται καὶ ἐκμυζήσῃ ὃ ἐπέρριψεν τῇ κτίσει, τότε αὐτοῦ γίνεται τὸ τέλος. Εἶπεν δὲ αὐτῷ ὁ ἀπόστολος· Δεῖξον οὖν ἤδη τὴν φύσιν τοῦ | |
15 | πατρός σου. Καὶ προσελθὼν ὁ δράκων ἐπέθηκεν τὸ στόμα ἐπὶ τὴν πληγὴν τοῦ νεανίσκου καὶ ἐξεμύζησεν τὴν χολὴν ἐξ αὐτοῦ. καὶ κατὰ βραχὺ μὲν ἡ χροιὰ τοῦ νεανίσκου, ὥσπερ πορφύρα οὖσα, ἐλευκαίνετο, ὁ δὲ δράκων ἐφυσᾶτο. ὅτε δὲ πᾶσαν τὴν χολὴν εἰς ἑαυτὸν ἀνέσπασεν ὁ δράκων, ὁ νεώτερος | |
20 | ἀναπηδήσας ἔστη, καὶ δραμὼν πρὸς τοὺς πόδας τοῦ ἀποστόλου ἔπεσεν. ὁ δὲ δράκων φυσηθεὶς ἐλάκησεν καὶ ἀπέθανεν, καὶ ἐξεχύθη αὐτοῦ ὁ ἰὸς καὶ ἡ χολή· ἐν δὲ τῷ τόπῳ οὗ ὁ ἰὸς αὐτοῦ ἐξεχύθη χάσμα ἐγένετο μέγα, καὶ κατεπόθη ὁ δράκων ἐκεῖνος. εἶπεν δὲ ὁ ἀπόστολος τῷ βασιλεῖ καὶ τῷ ἀδελφῷ | |
25 | αὐτοῦ· Βάλετε ἐργάτας καὶ ἀναπληρώσατε τὸν τόπον ἐκεῖνον, καὶ θέτε θεμελίους καὶ οἴκους οἰκοδομήσατε ἐπάνω, ἵνα οἴκησις γένηται τοῖς ξένοις. | |
34 | Ὁ δὲ νεανίσκος ἔλεγεν τῷ ἀποστόλῳ μετὰ πολλῶν | |
δακρύων· Τί ἥμαρτον εἰς σέ; ἄνθρωπος γὰρ εἶ δύο μορφὰς ἔχων, καὶ ὅπου ἂν θέλῃς ἐκεῖ εὑρίσκῃ, καὶ ὑπ’ οὐδενὸς ἐπέχῃ, ὡς ἐγὼ ὁρῶ. ἐθεασάμην γὰρ τὸν ἄνδρα ἐκεῖνον, ὡς παρέστηκά | 150 | |
5 | σοι, ὃς καὶ ἔλεγέν σοι· Πολλὰ ἔχω δεῖξαι διὰ σοῦ θαυμάσια, καὶ ἔργα μεγάλα ἔχω διὰ σοῦ τελέσαι, δι’ ὧν μισθὸν λήψῃ· καὶ πολλοὺς ποιήσεις ζῆσαι, καὶ ἔσονται ἐν ἀναπαύσει ἐν φωτὶ αἰωνίῳ ὡς τέκνα θεοῦ· σὺ οὖν ζωοποίησόν φησιν περὶ ἐμοῦ σοι λέγων τοῦτον τὸν νεανίσκον καταβληθέντα ὑπὸ τοῦ ἐχθροῦ, | |
10 | καὶ ἐν παντὶ καιρῷ ἔφορος αὐτοῦ γενοῦ. Καλῶς οὖν ἥκεις ἐνθάδε, καὶ πάλιν καλῶς πρὸς αὐτὸν ἀπελεύσῃ, καὶ αὐτοῖ ὅλως μὴ ἀπολειπομένου σου. ἐγὼ δὲ ἐγενόμην ἄνευ φροντίδος καὶ ὀνειδισμοῦ· καὶ ἐπέφαυσέν μοι ἀπὸ τῆς φροντίδος τῆς νυκτερινῆς καὶ ἀνεπάην ἀπὸ τῆς ἐργασίας τῆς ἡμερινῆς· ἀπηλ‐ | |
15 | λάγην δὲ καὶ ἀπὸ τοῦ παροξύναντός με ταῦτα πράττειν, ἥμαρ‐ τον εἰς ἐκεῖνον τὸν τὰ ἐναντία διδάξαντά με· καὶ ἀπώλεσα ἐκεῖνον τὸν τῆς νυκτὸς συγγενῆ τὸν ἀναγκάζοντά με ἁμαρ‐ τάνειν ταῖς αὐτοῦ πράξεσιν, εὗρον δὲ ἐκεῖνον τὸν φεγγώδη ὄντα μου συγγενῆ. ἀπώλεσα μὲν ἐκεῖνον τὸν σκοτίζοντα καὶ | |
20 | ἀμαυροῦντα τοὺς ἑαυτοῦ ὑπηκόους, ἵνα μὴ γνῶσιν ἃ διαπράτ‐ τονται, καὶ ἐν τοῖς ἔργοις αὐτῶν αἰσχυνθέντες ἀπόσχωνται ἀπ’ αὐτῶν, καὶ αἱ τούτων πράξεις τέλος σχῶσιν· εὗρον δὲ ἐκεῖνον οὗ τὰ ἔργα φῶς ἐστιν καὶ αἱ πράξεις ἀλήθεια, ἃ | |
διαπραττόμενός τις οὐ μεταγινώσκει. ἀπηλλάγην δὲ καὶ | 151 | |
25 | ἀπ’ ἐκείνου οὗ τὸ ψεῦδος παράμονον, οὗ καὶ τὸ κάλυμμα προ‐ ηγεῖται σκότος, ὄπισθεν δὲ παρέπεται καὶ αἰσχύνη ἀναιδευο‐ μένη ἐν ἀπραγίᾳ· εὗρον δὲ τὸν καλά μοι φανεροῦντα εἰς τὸ λαβέσθαι με τούτων, τὸν τῆς ἀληθείας υἱόν, συγγενῆ ὄντα τῆς ὁμονοίας, ὃς τὴν ὁμίχλην ἀποσοβῶν τὴν ἑαυτοῦ κτίσιν | |
30 | φωτίζει καὶ τὸς πληγὰς θεραπεύων τοὺς ἐχθροὺς αὐτῆς κατα‐ στρέφει. ἀλλὰ δέομαί σου ἄνθρωπε τοῦ θεοῦ ποίησόν με πάλιν θεάσασθαι αὐτὸν καὶ ἰδεῖν τοῦτον τὸν νῦν ἀπόκρυφόν μοι γενόμενον, ἵνα καὶ τῆς φωνῆς αὐτοῦ ἀκούσω, ἧς τὸ θαῦμα ἐξειπεῖν οὐ δύναμαι· οὐκ ἔστιν γὰρ τῆς φύσεως τούτου τοῦ | |
35 | ὀργάνου τοῦ σωματικοῦ. | |
35 | Ὁ δὲ ἀπόστολος ἀπεκρίθη αὐτῷ λέγων· Ἐὰν τούτων ἀπαλλαγῇς ὧν τὴν γνῶσιν ἐδέξω, ὥσπερ καὶ εἶπας, καὶ γνῷς τίς ἐστιν ὁ ταῦτα διαπραξάμενος ἐν σοί, καὶ μάθῃς, καὶ κατήκοος γενήσῃ ἐκείνου, οὗ νῦν διὰ τῆς ζεούσης σου ἀγάπης | |
5 | ἐπιζητεῖς, καὶ ὄψῃ αὐτὸν καὶ σὺν αὐτῷ ἔσῃ εἰς τὸν αἰῶνα, καὶ ἐν τῇ ἀναπαύσει αὐτοῦ ἀναπαήσῃ καὶ ἔσῃ ἐν τῇ χαρᾷ αὐτοῦ. ἐὰν δὲ ῥᾳθυμότερον διατεθῇς πρὸς αὐτὸν καὶ πάλιν ἐπιστραφῇς πρὸς τὰς προτέρας σου πράξεις, καὶ ἐάσῃς τὸ κάλλος καὶ τὸ φαιδρὸν ἐκεῖνο πρόσωπον τὸ νῦν ὑποδειχθέν | |
10 | σοι, καὶ τὸ ἀπαύγασμα τοῦ φωτὸς αὐτοῦ, οὗ νῦν ἐπιθυμεῖς, | |
διαλάθῃς, οὐ μόνον τῆς ζωῆς ταύτης στερίσκῃ ἀλλὰ καὶ τῆς μελλούσης, καὶ ἀπελεύσῃ πρὸς ἐκεῖνον ὃν ἔλεγες ἀπολωλεκέναι, καὶ οὐκέτι θεάσῃ ἐκεῖνον ὃν ἔλεγες εὑρηκέναι. | 152 | |
36 | Καὶ ταῦτα εἰπόντος τοῦ ἀποστόλου ἤρχετο εἰς τὴν πόλιν κατέχων τὴν χεῖρα ἐκείνου τοῦ νέου καὶ λέγων αὐτῷ· Ταῦτα ἅπερ ἐθεάσω τέκνον ὀλίγα ἐστὶν ἀπὸ τῶν πολλῶν ὧν ὁ θεὸς ἔχει· οὐ γὰρ περὶ τούτων τῶν φαινομένων εὐαγγελί‐ | |
5 | ζεται ἡμῖν, ἀλλὰ μείζονα τούτων ἐπαγγέλλεται ἡμῖν· ἐφ’ ὅσον δὲ ἐν σώματί ἐσμεν, οὐ δυνάμεθα λέξαι καὶ ἐκφᾶναι ἃ μέλλει ταῖς ψυχαῖς ἡμῶν διδόναι. ἐὰν εἴπωμεν ὅτι φῶς ἡμῖν παρέχει, τοῦτο τὸ ὁρώμενόν ἐστιν καὶ ἔχομεν αὐτό· ἐὰν δὲ καὶ πλοῦτον, ὃς ἔστιν καὶ φαίνεται ἐν τῷ κόσμῳ τούτῳ, καὶ ὀνομάζομεν | |
10 | αὐτὸν καὶ οὐ χρῄζομεν αὐτοῦ, ἐπειδὴ εἴρηται ὅτι Δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· Εἰ δὲ καὶ ἀμπεχόνην ἐσθῆτος εἴπωμεν, ἣν οἱ τρυφῶντες ἐν τῷ βίῳ τούτῳ ἀμφιέννυνται, ὠνόμασται, καὶ εἴρηται ὅτι Οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν· Εἰ δὲ καὶ δεῖπνα | |
15 | πολυτελῆ, περὶ τούτων ἐντολὴν εἰλήφαμεν προσέχειν ἀπ’ αὐτῶν, μὴ βαρηθῆναι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, λέγων ἃ ἔστιν, καὶ εἴρηται· Μὴ μεριμνήσητε τῇ ψυχῇ ὑμῶν τί φάγητε ἢ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε, ὅτι ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύ‐ | |
20 | ματος· Ἐὰν δὲ καὶ ἀνάπαυσιν τὴν πρόσκαιρον ταύτην εἴπωμεν, | |
κρίσις καὶ ταύτης ὥρισται. ἀλλὰ λέγομεν περὶ τὸν ἄνω κόσμον, περὶ θεοῦ καὶ ἀγγέλων, περὶ ἐγρηγόρων καὶ ἁγίων, περὶ τῆς ἀμβροσιώδους τροφῆς καὶ τοῦ ποτοῦ τῆς ἀμπέλου τῆς ἀληθι‐ νῆς, περὶ ἐνδυμάτων παραμόνων καὶ μὴ παλαιουμένων, περὶ | 153 | |
25 | ὧν ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπων ἁμαρτωλῶν ἀνέβη, ἃ ὁ θεὸς ἡτοίμασεν τοῖς ἀγα‐ πῶσιν αὐτόν. περὶ τούτων διαλεγόμεθα καὶ περὶ τούτων εὐαγγελιζόμεθα. πίστευσον οὖν αὐτῷ καὶ σύ, ἵνα ζήσῃς, καὶ εἰς αὐτὸν ἔχε τὴν πεποίθησιν, καὶ οὐ μὴ ἀποθάνῃς. οὐδὲ | |
30 | γὰρ δώροις πείθεται ἵνα αὐτῷ προσενέγκῃς, οὐδὲ θυσιῶν ἐπιδέεται ἵνα αὐτῷ θύσῃς. ἀλλ’ ἄπιδε πρὸς αὐτόν, καὶ οὐ παραβλέψει σέ· καὶ πρὸς αὐτὸν ἐπίστρεψον καὶ οὐ καταλείψει σε. ἡ γὰρ τούτου εὐπρέπεια καὶ τὸ κάλλος κατεπιθύμιόν σε ποιήσει ἵνα αὐτὸν ἀγαπήσῃς· ἀλλὰ οὔτε συγχωρεῖ σοι ἀπο‐ | |
35 | στραφῆναι σεαυτόν. | |
37 | Καὶ ταῦτα εἰπόντος τοῦ ἀποστόλου τῷ νέῳ ἐκείνῳ πολὺς ὄχλος προσετίθετο. ἀπιδὼν δὲ ὁ ἀπόστολος εἶδεν αὐτοὺς ἐπαίροντας ἑαυτοὺς ἵνα αὐτὸν ἴδωσιν, καὶ εἰς ὑψηλοὺς τόπους ἀνήρχοντο, καὶ εἶπεν πρὸς αὐτοὺς ὁ ἀπόστολος· Ἄνδρες οἱ | |
5 | ἐλθόντες εἰς τὸ συνέδριον τοῦ Χριστοῦ καὶ θέλοντες εἰς τὸν Ἰησοῦν πιστεῦσαι, ἀπὸ τούτου τύπον λάβετε, καὶ ἴδετε ὅτι ἐὰν μὴ ὑψωθῆτε ἐμὲ τὸν μικρὸν θεάσασθαι οὐ δύνασθε, καὶ ὅμοιον ὄντα με ὑμῶν κατοπτεῦσαι οὐ δύνασθε· εἰ οὖν ἐμὲ | |
τὸν ὑμῖν ὅμοιον ὄντα οὐ δύνασθε ἰδεῖν ἐὰν μὴ ἐπάρητε ἑαυτοὺς | 154 | |
10 | ὀλίγον ἐκ τῆς γῆς, ἐκεῖνον τὸν ἐν ὕψει διατρίβοντα καὶ νῦν ἐν βάθει εὑρισκόμενον πῶς δύνασθε ἰδεῖν εἰ μὴ πρότερον ἐπάρητε ἑαυτοὺς ἐκ τῆς προτέρας πολιτείας ὑμῶν καὶ τῶν πράξεων τῶν ἀνωφελῶν καὶ τῶν ἐπιθυμιῶν τῶν μὴ παραμε‐ νουσῶν καὶ τοῦ πλούτου τοῦ ἐνθάδε καταλιμπανομένου καὶ | |
15 | τῆς κτήσεως τῆς ἐκ τῆς γῆς παλαιουμένης καὶ τῶν ἐνδυμάτων τῶν φθειρομένων καὶ τοῦ κάλλους τοῦ γηρῶντος καὶ ἀφανι‐ ζομένου, ἔτι δὲ καὶ τοῦ σώματος ὅλου ἐν ᾧ ταῦτα πάντα ἀποτεταμίευται, καὶ παλαιούμενον κόνις γίνεται, ὑποστρέφον εἰς τὴν ἑαυτοῦ φύσιν· πάντα γὰρ ταῦτα αὐτὸ τὸ σῶμα ὑπορθοῖ. | |
20 | ἀλλὰ μᾶλλον πιστεύσατε εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ὃν κηρύσσομεν ἡμεῖς, ἵνα ἡ ἐλπὶς ὑμῶν εἰς αὐτὸν ἔσται καὶ ἐν αὐτῷ τὴν ζωὴν ἔχητε εἰς αἰῶνας αἰώνων, ἵνα αὐτὸς ὑμῖν συνοδοιπόρος γένηται ἐν ταύτῃ τῇ χώρᾳ τῆς πλάνης, καὶ λιμὴν ὑμῖν γένηται εἰς ταύτην τὴν θορυβώδη θάλασσαν. | |
25 | ἔσται δὲ ὑμῖν καὶ πηγὴ βρύουσα ἐν ταύτῃ τῇ χώρᾳ τῇ διψαλέᾳ, καὶ σηκὸς πλήρης βρώσεως ἐν τῷ τῶν πεινώντων τόπῳ, καὶ ἀνάπαυσις ταῖς ψυχαῖς ὑμῶν, ἰατρὸς δὲ καὶ τῶν σωμάτων. | |
38 | Τότε τὸ πλῆθος τῶν συναχθέντων ἀκοῦον ταῦτα ἐδά‐ κρυεν καὶ ἔλεγεν τῷ ἀποστόλῳ· Ἄνθρωπε τοῦ θεοῦ, ὃν σὺ κηρύσσεις θεὸν ἡμεῖς οὐ τολμῶμεν λέγειν ὅτι αὐτοῦ ἐσμεν, ὅτι τὰ ἔργα ἡμῶν ἃ διεπραξάμεθα ἀλλότρια αὐτοῦ ἐστιν, μὴ | |
5 | ἀρέσκοντα αὐτῷ· εἰ δὲ σπλαγχνίζεται ἐφ’ ἡμᾶς καὶ ἐλεεῖ ἡμᾶς | |
καὶ ῥύεται παριδὼν τὰς προτέρας ἡμῶν πράξεις, καὶ ἀπὸ τῶν κακῶν ὧν διεπραξάμεθα ἐν πλάνῃ ὄντες ἐλευθεροῖ ἡμᾶς, καὶ οὐχ ὑπολογίζεται ἡμῖν οὐδὲ ὑπόμνησιν ἡμῶν ποιεῖται τῶν προτέρων ἁμαρτημάτων, γινόμεθα αὐτοῦ θεράποντες, καὶ τὸ | 155 | |
10 | θέλημα αὐτοῦ εἰς τέλος ἄξομεν. Ὁ δὲ ἀπόστολος αὐτοῖς ἀπε‐ κρίνατο λέγων· Οὐ καταψηφίζεται ὑμῶν οὐδὲ λογίζεται ὑμῖν τὰς ἁμαρτίας ἃς ἐν πλάνῃ ὄντες διεπράξασθε, ἀλλὰ παρα‐ βλέπει ὑμῶν τὰ παραπτώματα ἃ κατὰ ἀγνωσίαν ἦτε πεποιη‐ κότες. | |
15t | Πρᾶξις δʹ περὶ τοῦ πώλου. | |
39 | Τοῦ δὲ ἀποστόλου ἔτι ἑστῶτος ἐν τῇ λεωφόρῳ καὶ διαλεγομένου τῷ πλήθει πῶλος ὀνάδος ἦλθεν καὶ ἔστη ἔμ‐ προσθεν αὐτοῦ, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εἶπεν· Ὁ δίδυμος τοῦ Χριστοῦ, ὁ ἀπόστολος τοῦ ὑψίστου καὶ συμμύστης τοῦ | |
5 | λόγου τοῦ Χριστοῦ τοῦ ἀποκρύφου, ὁ δεχόμενος αὐτοῦ τὰ ἀπόκρυφα λόγια, ὁ συνεργὸς τοῦ υἱοῦ τοῦ θεοῦ, ὃς ἐλεύθερος ὢν γέγονας δοῦλος καὶ πραθεὶς πολλοὺς εἰς ἐλευθερίαν εἰσή‐ γαγες· ὁ συγγενὴς τοῦ μεγάλου γένους τοῦ τὸν ἐχθρὸν κατα‐ δικάσαντος καὶ τοὺς ἰδίους λυτρωσαμένου, ὁ πρόφασις τῆς | |
10 | ζωῆς πολλοῖς γενόμενος ἐν τῇ χώρᾳ τῶν Ἰνδῶν· ἦλθες γὰρ πρὸς τοὺς πλανωμένους ἀνθρώπους, καὶ διὰ τῆς σῆς ἐπιφα‐ νείας καὶ τῶν λόγων σου τῶν θεϊκῶν νῦν ἐπιστρέφονται πρὸς τὸν ἀποστείλαντά σε θεὸν τῆς ἀληθείας· ἀνελθὼν ἐπικαθέ‐ σθητί μοι καὶ ἀναπάηθι ἕως ἂν εἰς τὴν πόλιν εἰσέλθῃς. | |
15 | Καὶ ἀποκριθεὶς ὁ ἀπόστολος εἶπεν· Ὦ Ἰησοῦ Χριστὲ νοερὲ τῆς εὐσπλαγχνίας τῆς τελείας· ὦ ἡ ἡσυχία καὶ ἡ ἠρεμία, καὶ ἐν τοῖς ἀλόγοις ζῴοις νῦν λαλούμενε· ὦ ἀπόκρυφε ἀνάπαυσις καὶ διὰ τῆς ἐνεργείας φανερούμενε σωτὴρ ἡμῶν καὶ τροφεῦ, διαφυλάσσων ἡμᾶς καὶ ἀναπαύων ἐν σώμασιν ἀλλοτρίοις· | 156 |
20 | ὁ σωτὴρ τῶν ἡμετέρων ψυχῶν· ἡ βρύσις ἡ γλυκεῖα καὶ ἄλη‐ κτος, ἡ πηγὴ ἡ εὐκατάστατος καὶ καθαρὰ καὶ μηδέποτε θο‐ λουμένη· ὁ ἐπαμύντωρ καὶ βοηθὸς ἐν ἀγῶνι τῶν ἰδίων δούλων, ὁ τὸν ἐχθρὸν ἀποστρέφων καὶ ἀποσοβῶν ἀφ’ ἡμῶν, ὁ εἰς πολλοὺς ἀγῶνας ὑπὲρ ἡμῶν ἀγωνιζόμενος καὶ νικᾶν ποιῶν | |
25 | ἡμᾶς ἐν πᾶσι· ὁ ἀληθὴς ἀθλητὴς ἡμῶν καὶ ἀήττητος· ὁ στρα‐ τηλάτης ἡμῶν ὁ ἅγιος καὶ νικηφόρος· ὁ ἔνδοξος καὶ χαρὰν παρέχων τοῖς ἰδίοις τὴν μηδέποτε παρερχομένην, καὶ ἄνεσιν τὴν μηδ’ ὅλως θλῖψιν ἔχουσαν· ὁ ἀγαθὸς ποιμὴν ὁ ἑαυτὸν ἐκδοὺς ὑπὲρ τῶν ἰδίων προβάτων καὶ τὸν λύκον νικήσας καὶ | |
30 | λυτρωσάμενος τοὺς ἰδίους ἄρνας καὶ εἰς νομὴν ἀγαθὴν ἀγαγών· δοξάζομεν καὶ ὑμνοῦμεν σὲ καὶ τὸν ἀόρατόν σου πατέρα καὶ τὸ ἅγιόν σου πνεῦμα καὶ τὴν μητέρα πασῶν κτίσεων. | |
40 | Ταῦτα εἰπόντος τοῦ ἀποστόλου τὸ παρὸν πᾶν πλῆθος εἰς αὐτὸν ἀπέβλεπεν προσδοκῶν κατακοῦσαι τί ἀποκρίνεται τῷ πώλῳ. πολλὴν δὲ ὥραν σταθεὶς ὁ ἀπόστολος ἔκπληκτος ὥσπερ γεγονὼς καὶ εἰς τὸν οὐρανὸν ἀπιδὼν εἶπεν τῷ πώλω· | |
5 | Τίνος εἶ καὶ τίνος ὑπάρχεις; ἔκπληκτα γάρ εἰσι τὰ διὰ τοῦ στόματός σου ἐκφανθέντα καὶ παράδοξα ἅτινα ἀπόκρυφα τοῖς πολλοῖς ὑπάρχει. Ὁ δὲ πῶλος ἀποκριθεὶς εἶπεν· Τῆς γενεᾶς εἰμι ἐκείνης τῆς ἐξυπηρετησαμένης τῷ Βαλαάμ, ἧς καὶ ὁ κύριός σου καὶ διδάσκαλός σου εἰς τὸν καθήκοντά μοι κατὰ | 157 |
10 | γένος ἐκάθισεν. κἀγὼ νῦν ἀπεστάλην σὲ ἀναπαῦσαι καθε‐ σθέντα ἐπάνω μου· καὶ λάβω πίστιν, καὶ προστεθῇ μοι ἡ μερὶς ἐκείνη ἣν νῦν μέλλω κτᾶσθαι διὰ τῆς σῆς ὑπηρεσίας ἧς ἐξυπηρετησάμην σοι· καὶ ὅταν σοι διακονήσω, ἐξ ἐμοῦ λαμβάνεται. Εἶπεν δὲ αὐτῷ ὁ ἀπόστολος· Δυνατός ἐστιν | |
15 | ἐκεῖνος ὁ τὴν δωρεάν σοι ταύτην χαρισάμενος ἵνα ἕως τέλους πληρωθῇ ἐν σοὶ καὶ τοῖς κατὰ γένος σοι διαφέρουσιν· τούτου γὰρ τοῦ μυστηρίου ἐγὼ ἀσθενὴς καὶ ἄτονος ὑπάρχω. Καὶ οὐκ ἐβούλετο ἐπικαθεσθῆναι αὐτῷ. ὁ δὲ πῶλος ἐδέετο καὶ ἱκέτευεν αὐτὸν ἵνα εὐλογηθῇ ὑπ’ αὐτοῦ ἐπορκούμενος αὐτῷ. | |
20 | Τότε ἀνελθὼν ὁ ἀπόστολος ἐκαθέσθη. καὶ εἵποντο σὺν αὐτῷ οἳ μὲν προάγοντες αὐτὸν οἳ δὲ ἀκολουθοῦντες· ἔτρεχον δὲ πάντες βουλόμενοι ἰδεῖν τὸ πέρας καὶ πῶς τὸν πῶλον ἀπολύει. | |
41 | Ὅτε δὲ ἦλθεν ἐγγὺς τῶν πυλῶν τῆς πόλεως, κατῆλθεν ἀπ’ αὐτοῦ λέγων· Ἄπελθε καὶ διαφυλάχθητι ὅπου ἦς. Εὐθέως δὲ ὁ πῶλος πεσὼν εἰς τὸ ἔδαφος παρὰ τοὺς πόδας τοῦ ἀπο‐ στόλου ἀπέθανεν. πάντες δὲ οἱ παρόντες ἠθύμησαν λέγοντες | |
5 | τῷ ἀποστόλῳ· Ζωοποίησον αὐτὸν καὶ ἀνέγειρον. Ὃ δὲ ἀπο‐ κριθεὶς εἶπεν αὐτοῖς· Ἐγὼ μὲν ἠδυνάμην ἐγεῖραι αὐτὸν διὰ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ· ἀλλὰ πάντως τοῦτο συμφέρει· ὁ γὰρ αὐτῷ δοὺς λόγον ἵνα λαλήσῃ ἠδύνατο αὐτὸν ποιῆσαι μηδὲ ἀποθανεῖν· οὐκ ἐγείρω δὲ αὐτὸν οὐχ ὡς μὴ δυνάμενος, | 158 |
10 | ἀλλ’ ὅτι τοῦτό ἐστιν τὸ συμβαλλόμενον αὐτῷ καὶ συμφέρον. Τοῖς δὲ παροῦσιν παρεκελεύσατο ὀρύξαι σκάμμα καὶ θάψαι αὐτοῦ τὸ σῶμα· καὶ ἐποίησαν ὡς ἐκέλευσεν. | |
13t | Πρᾶξις εʹ περὶ τοῦ δαίμονος τοῦ ἐνοικήσαντος εἰς τὴν γυναῖκα. | |
42 | Εἰσῆλθεν δὲ ὁ ἀπόστολος εἰς τὴν πόλιν τοῦ παντὸς ὄχλου ἀκολουθοῦντος αὐτῷ· ἐσκέπτετο δὲ ἀπελθεῖν πρὸς τοὺς γονεῖς τοῦ νεωτέρου ὃν ἐζωοποίησεν θανόντα ὑπὸ τοῦ δράκοντος· πάνυ γὰρ ἐδέοντο αὐτοῦ παραγενέσθαι πρὸς | |
5 | αὐτοὺς καὶ εἰσελθεῖν εἰς τὸν οἶκον αὐτῶν. γυνὴ δέ τις πάνυ ὡραία αἰφνιδίως φωνὴν ἀφῆκε μεγίστην λέγουσα· Ἀπόστολε τοῦ νέου θεοῦ ὁ ἐλθὼν εἰς τὴν Ἰνδίαν, καὶ δοῦλε τοῦ ἁγίου ἐκείνου καὶ μόνου ἀγαθοῦ θεοῦ· διὰ σοῦ γὰρ οὗτος κηρύσσεται ὁ σωτὴρ τῶν ψυχῶν τῶν πρὸς αὐτὸν | |
10 | ἐρχομένων, καὶ διὰ σοῦ ἰατρεύεται τὰ σώματα τῶν ὑπὸ τοῦ ἐχθροῦ κολαζομένων, καὶ σὺ εἶ ὁ γεγονὼς πρόφασις τῆς ζωῆς πάντων τῶν ἐπ’ αὐτὸν ἐπιστρεφόντων· κέλευσόν με ἀχθῆναι ἔμπροσθέν σου ἵνα σοι ἀφηγήσωμαι τὰ συμβάντα μοι καὶ | |
τάχα ἐκ σοῦ γένηταί μοι ἐλπίς, καὶ οὗτοι δὲ οἱ παρεστῶτές | 159 | |
15 | σοι εὐέλπιδες γένωνται μᾶλλον εἰς τὸν θεὸν ὃν κηρύσσεις. οὐ μικρῶς γὰρ βασανίζομαι ὑπὸ τοῦ ἐναντίου ἤδη χρόνου πεντα‐ ετοῦς ἐνεστῶτος. ὡς γυνὴ ἐκαθεζόμην ἐν ἡσυχίᾳ τὸ πρότε‐ ρον, καὶ πανταχόθεν με εἰρήνη περιεῖχεν, καὶ οὐδενὸς μέριμναν ἐποιούμην· οὐδὲ γὰρ ἄλλου τινὸς φροντίδα εἶχον. | |
43 | ἔτυχεν δὲ ἐν μιᾷ τῶν ἡμερῶν, ἐξιούσης μου ἀπὸ τοῦ λουτροῦ ἀπήντησέν μοι ὡς ἄνθρωπός τις τεθορυβημένος καὶ ἐντάραχος ὤν· ἡ δὲ τούτου φωνὴ καὶ ἀπόκρισις ἐδόκει μοι εἶναι ἀμυδρὰ καὶ λεπτὴ πάνυ· καὶ εἶπεν στὰς ἄντικρύς μου· | |
5 | Ἐγώ τε καὶ σὺ ἐν μιᾷ ἀγάπῃ ἐσόμεθα, καὶ κοινωνήσωμεν ἀλ‐ λήλοις ὡς ἀνὴρ γυναικὶ συμμείγνυται. Κἀγὼ ἀπεκρινάμην αὐτῷ λέγουσα· Τῷ ὁρμαστῷ μου οὐ συνεγενόμην, παραιτου‐ μένη τοῦ μὴ γῆμαι, καὶ σοὶ ὡς ἐν μοιχείᾳ θέλοντί μοι κοινω‐ νῆσαι πῶς ἐμαυτὴν ἐκδώσω; Καὶ εἰποῦσα ταῦτα διῆλθον· τῇ | |
10 | δὲ παιδίσκῃ τῇ σὺν ἐμοὶ οὔσῃ εἶπον· Ἐθεάσω τὸν νέον καὶ τὴν ἀναίδειαν αὐτοῦ, πῶς μὴ αἰδεσθεὶς παρρησίᾳ μοι διελέχθη; Ἣ δὲ εἶπέν μοι· Ἐγὼ πρεσβύτην εἶδον ὁμιλήσαντά σοι. Γε‐ νομένης δέ μου ἐν τῇ οἰκίᾳ καὶ δειπνησάσης ἡ ψυχή μου εἰς ὑποψίαν τινὰ ὑπέβαλέν μοι, καὶ μάλιστα ὅτι δυσὶ μορφαῖς | |
15 | ὤφθη μοι· τοῦτο αὐτὸ κατὰ νοῦν ἔχουσα ὕπνωσα. ἐλθὼν οὖν ἐν τῇ νυκτὶ ἐκείνῃ ἐκοινώνησέν μοι τῇ ῥυπαρᾷ μείξει αὐτοῦ. ἔβλεπον δὲ αὐτὸν καὶ ἡμέρας οὔσης, καὶ ἔφευγον ἀπ’ αὐτοῦ· ἐν δὲ τῇ συγγενίδι αὐτοῦ νυκτὶ ἐρχόμενος παρε‐ χρᾶτό μοι. καὶ νῦν ὡς ὁρᾷς με πέντε ἔτη ἔχω ὑπ’ αὐτοῦ | 160 |
20 | ἐνοχλουμένη, καὶ οὐκ ἀπέστη ἀπ’ ἐμοῦ. ἀλλ’ ἐγὼ οἶδα καὶ πέπεισμαι ὅτι καὶ δαίμονες καὶ πνεύματα καὶ ἀλάστορες ὑπο‐ τάσσονταί σοι καὶ σύντρομοι γίνονται ἀπὸ τῆς εὐχῆς σου· εὖξαι οὖν ὑπὲρ ἐμοῦ καὶ ἀπέλασον ἀπ’ ἐμοῦ τὸν διενοχλοῦντά μοι δαίμονα, γένωμαι κἀγὼ ἐλευθέρα, καὶ συναθροισθῶ εἰς | |
25 | τὴν ἀρχαιόγονόν μου φύσιν, καὶ δέξωμαι τὸ χάρισμα τὸ τοῖς συγγενεῦσί μου δεδωρημένον. | |
44 | Εἶπεν δὲ ὁ ἀπόστολος· Ὢ πονηρία ἀκατάσχετος· ὢ ἀναίδεια τοῦ ἐχθροῦ· ὢ ὁ βάσκανος ὁ μηδέποτε ἠρεμῶν· ὢ ὁ δυσειδὴς ὁ τοὺς εὐειδεῖς ὑποτάσσων· ὢ ὁ πολύμορφος· ὡς ἂν βουληθῇ φαίνεται, ἡ δὲ τούτου οὐσία μεταβληθῆναι | |
5 | οὐ δύναται· ὢ ἀπὸ τοῦ δολίου καὶ ἀπίστου· ὢ τὸ δένδρον τὸ πικρόν, οὗ οἱ καρποὶ αὐτοῦ ἐοίκασιν· ὢ ἀπὸ τοῦ διαβόλου τοῦ ὑπερμαχοῦντος τῶν ἀλλοτρίων· ὢ ἀπὸ τῆς πλάνης τῆς χρωμένης τῇ ἀναιδείᾳ· ὢ ἀπὸ τῆς πονηρίας τῆς ἑρπούσης ὡς | |
ὄφις καὶ τούτου συγγενοῦς αὐτοῦ ὑπάρχοντος. | 161 | |
10 | Καὶ ταῦτα εἰπόντος τοῦ ἀποστόλου ἐλθὼν ὁ δυσμενὴς ἔστη ἔμπροσθεν αὐτοῦ, μηδενὸς ὁρῶντος αὐτὸν εἰ μὴ τῆς γυναικὸς καὶ τοῦ ἀποστόλου, καὶ φωνῇ μεγίστῃ χρησάμενος εἶπεν πάντων ἀκουόντων· | |
45 | Τί ἡμῖν καὶ σοὶ ἀπόστολε τοῦ ὑψίστου; τί ἡμῖν καὶ σοὶ δοῦλε Ἰησοῦ Χριστοῦ; τί ἡμῖν καὶ σοὶ σύμβουλε τοῦ ἁγίου υἱοῦ τοῦ θεοῦ; διὰ τί βούλει ἡμᾶς ἀπολέσαι τοῦ καιροῦ ἡμῶν μηδέπω ἐνεστῶτος; τίνος ἕνεκα | |
5 | βούλει λαβεῖν ἡμῶν τὴν ἐξουσίαν; ἕως γὰρ τῆς νῦν ὥρας εἴχομεν ἐλπίδα καὶ καιρὸν περιλειπόμενον. τί ἡμῖν καὶ σοί; σὺ ἔχεις ἐξουσίαν ἐν τοῖς σοῖς, καὶ ἡμεῖς ἐν τοῖς ἡμετέροις. τίνος ἕνεκα βούλει τυραννίδι καθ’ ἡμῶν χρήσασθαι, καὶ μά‐ λιστα αὐτὸς ἄλλους διδάσκων μὴ χρήσασθαι τυραννίδι; τίνος | |
10 | ἕνεκα σὺ τῶν ἀλλοτρίων δέει ὡς τοῖς ἰδίοις μὴ ἀρκούμενος; τίνος ἕνεκα ἐξομοιοῦσαι τῷ υἱῷ τοῦ θεοῦ τῷ ἀδικήσαντι ἡμᾶς; ἔοικας γὰρ αὐτῷ πάνυ ὡς ἐξ αὐτοῦ ἀποκυηθείς. ἐνομίσαμεν γὰρ κἀκεῖνον ὑπὸ ζυγὸν ποιῆσαι ὡς καὶ τοὺς λοιπούς· ὃ δὲ στραφεὶς ἔσχεν ἡμᾶς ὑποχειρίους. οὐ γὰρ ᾔδειμεν αὐτόν· | |
15 | ἠπάτησεν δὲ ἡμᾶς τῇ μορφῇ αὐτοῦ τῇ δυσειδεστάτῃ καὶ τῇ πενίᾳ αὐτοῦ καὶ τῇ ἐνδείᾳ· θεασάμενοι γὰρ αὐτὸν τοιοῦτον ἐνομίσαμεν αὐτὸν σαρκοφόρον ἄνδρα εἶναι, μὴ εἰδότες ὅτι αὐτός ἐστιν ὁ ζωοποιῶν τοὺς ἀνθρώπους. ἔδωκεν δὲ ἡμῖν ἐξουσίαν ἐν τοῖς ἡμετέροις, καὶ ἐν ᾧ ἐσμεν χρόνῳ τὰ ἡμέτερα | |
20 | μὴ ἐᾶσαι ἀλλ’ ἐν αὐτοῖς ἀναστρέφεσθαι· σὺ δὲ βούλει ὑπὲρ τὸ δέον καὶ τὸ δεδομένον σοι κτήσασθαι καὶ ἡμᾶς κατα‐ πονῆσαι. | |
46 | Καὶ ταῦτα εἰπὼν ὁ δαίμων ἔκλαιεν λέγων· Ἀφίημί σε τὴν καλλίστην μου σύζυγον, ἣν πρώην πολλῷ χρόνῳ εὗρον καὶ ἀνεπάην· καταλιμπάνω σε τὴν βεβαίαν μου ἀδελφὴν τὴν ἀγαπητὴν ἐν ᾗ ηὐδόκησα. τί ποιήσω οὐκ οἶδα, ἢ τίνα ἐπι‐ | 162 |
5 | καλέσομαι ἵνα μοι ἐπακούσας ἐπαμύνῃ. οἶδα τί ποιήσω· ἀπε‐ λεύσομαι εἴς τινας τόπους ἔνθα ἡ φήμη τοῦ ἀνδρὸς τούτου οὐκ ἠκούσθη, καὶ τάχα σε τὴν ἐμὴν ἀγαπητὴν ἀντονομάσω. Καὶ ἐπάρας αὐτοῦ τὴν φωνὴν εἶπεν· Μένε ἐν εἰρήνῃ, τὸ κατα‐ φύγιον λαβοῦσα εἰς τὸν μείζονά μου· ἐγὼ δὲ ἀπελεύσομαι καὶ | |
10 | ζητήσω σου ὁμοίαν, καὶ ἐὰν μὴ εὕρω, πάλιν ἐπὶ σὲ ἐπιστρέφω· οἶδα γὰρ ὅτι τούτου τοῦ ἀνδρὸς ἔγγιστα ὑπάρχουσα εἰς αὐτὸν τὸ καταφύγιον ἔχεις, αὐτοῦ δὲ ἀποστάντος ἔσῃ ὁποία καὶ ἦς πρὸ τοῦ αὐτὸν ἐπιφανῆναι, καὶ αὐτὸν μὲν ἐπιλήσῃ, ἐμοὶ δὲ καιρὸς καὶ παρρησία γενήσεται· νῦν δὲ τὸ ὄνομα τοῦ σὲ | |
15 | ῥυσαμένου φοβοῦμαι. Καὶ ταῦτα εἰπὼν ὁ δαίμων ἀφανὴς ἐγένετο, μόνον δὲ ἀποστάντος αὐτοῦ πῦρ καὶ καπνὸς ὤφθη ἐκεῖ· καὶ πάντες οἱ ἐκεῖσε παρεστῶτες ἔκπληκτοι γεγόνασιν. | |
47 | Ἰδὼν δὲ ὁ ἀπόστολος εἶπεν αὐτοῖς· Οὐδὲν ξένον οὐδὲ ἀλλότριον ἔδειξεν ὁ δαίμων ἐκεῖνος ἀλλὰ τὴν φύσιν αὐτοῦ, ἐν ᾗ καὶ κατακαυθήσεται· καὶ γὰρ τὸ πῦρ αὐτὸν καταναλώσει, καὶ ὁ τούτου καπνὸς διασκεδασθήσεται. Καὶ | |
5 | ἤρξατο λέγειν· Ἰησοῦ τὸ μυστήριον τὸ ἀπόκρυφον ὃ ἡμῖν ἀπεκαλύφθη, σὺ εἶ ὁ ἐκφάνας ἡμῖν μυστήρια πάμπολλα, ὁ ἀφορίσας με κατ’ ἰδίαν ἐκ τῶν ἑταίρων μου πάντων, καὶ εἰπών μοι τρεῖς λόγους ἐν οἷς ἐγὼ ἐκπυροῦμαι, καὶ ἄλλοις εἰπεῖν αὐτὰ οὐ δύναμαι· Ἰησοῦ ἄνθρωπε πεφονευμένε νεκρὲ | 163 |
10 | τεθαμμένε· Ἰησοῦ θεὲ ἐκ θεοῦ, σωτὴρ ὁ τοὺς νεκροὺς ζωο‐ ποιῶν καὶ τοὺς νοσοῦντας ἰώμενος· Ἰησοῦ ὁ ἐπιδεόμενος ὥσπερ καὶ σῴζων ὡς ἀνενδεής, ὁ τοὺς ἰχθύας θηρεύων εἰς τὸ ἄριστον καὶ εἰς τὸ δεῖπνον, ὁ πάντας ἐν πλησμονῇ καθι‐ στῶν ἐν μικρῷ ἄρτῳ· Ἰησοῦ ὁ ἐπαναπαυόμενος ἀπὸ τῆς ὁδοι‐ | |
15 | πορίας τοῦ καμάτου ὡς ἄνθρωπος καὶ ἐπὶ τοῖς κύμασι περι‐ πατῶν ὡς θεός· | |
48 | Ἰησοῦ ὕψιστε, φωνὴ ἀνατείλασα ἀπὸ τῶν σπλάγχνων τῶν τελείων, πάντων σωτήρ, ἡ δεξιὰ τοῦ φωτὸς ἡ καταστρέφουσα τὸν πονηρὸν ἐν τῇ ἰδίᾳ φύσει, καὶ πᾶσαν αὐτοῦ τὴν φύσιν συναθροίζων εἰς ἕνα τόπον, ὁ | |
5 | πολύμορφος, ὁ μονογενὴς ὑπάρχων, ὁ πρωτότοκος πολλῶν ἀδελφῶν, θεὲ ἐκ θεοῦ ὑψίστου, ὁ ἄνθρωπος ὁ καταφρονού‐ μενος ἕως ἄρτι· Ἰησοῦ Χριστέ, ὁ μὴ παραβλέπων ἡμᾶς ἐν οἷς σε ἐπικαλούμεθα, ὁ γενόμενος πρόφασις πᾶσι ζωῇ τῇ ἀνθρω‐ πίνῃ, ὁ δι’ ἡμᾶς κρινόμενος καὶ φυλακιζόμενος ἐν δεσμωτηρίῳ | |
10 | καὶ λύων πάντας τοὺς ἐν δεσμῷ ὄντας, ὁ καλούμενος πλάνος | |
καὶ τοὺς ἰδίους λυτρούμενος ἀπὸ τῆς πλάνης· δέομαί σου ὑπὲρ τῶν ἑστώτων καὶ πιστευόντων σοι τούτων· δέονται γὰρ τῶν σῶν δωρημάτων τυχεῖν, εὐέλπιδες ὄντες εἰς τὴν σὴν βοήθειαν, τὸ καταφύγιόν σου κατέχοντες ἐν τῇ σῇ μεγαλωσύνῃ· τὰς | 164 | |
15 | ἀκροάσεις αὐτῶν ὑπέχουσιν ἀκοῦσαι παρ’ ἡμῶν τοὺς λόγους τοὺς λαλουμένους αὐτοῖς. ἐλθέτω ἡ εἰρήνη σου καὶ σκηνω‐ σάτω ἐν αὐτοῖς, καὶ ἀνακαινισάτω αὐτοὺς ἀπὸ τῶν προτέρων αὐτῶν πράξεων, καὶ ἀποδύσωνται τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδύσωνται τὸν νέον τὸν νῦν | |
20 | ἐξ ἐμοῦ καταγγελλόμενον αὐτοῖς. | |
49 | Καὶ ἐπιθεὶς αὐτοῖς τὰς χεῖρας εὐλόγησεν αὐτοὺς εἰπών· Ἔσται ἐφ’ ὑμᾶς ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ εἰς τοὺς αἰῶνας. Καὶ αὐτοὶ εἶπον· Ἀμήν. Ἐδεήθη δὲ αὐτοῦ ἡ γυνὴ λέγουσα· Ἀπόστολε τοῦ ὑψίστου δός μοι τὴν σφραγῖδα, | |
5 | ἵνα μὴ ὑποστρέψῃ εἰς ἐμὲ πάλιν ὁ ἐχθρὸς ἐκεῖνος. Τότε ἐποίησεν αὐτὴν ἐγγὺς αὐτοῦ γενέσθαι, καὶ ἐπιθεὶς ἐπ’ αὐτῇ τὰς χεῖρας αὐτοῦ ἐσφράγισεν αὐτὴν εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. πολλοὶ δὲ καὶ ἄλλοι ἐσφραγίσθη‐ σαν μετ’ αὐτῆς. ἐκέλευσεν δὲ ὁ ἀπόστολος τῷ διακόνῳ αὐτοῦ | |
10 | παραθεῖναι τράπεζαν· παρέθηκαν δὲ συμψέλλιον ὃ εὗρον ἐκεῖ, καὶ ἁπλώσας σινδόνα ἐπ’ αὐτὸ ἐπέθηκεν ἄρτον τῆς εὐλογίας. καὶ παραστὰς ὁ ἀπόστολος εἶπεν· Ἰησοῦ ὁ καταξιώσας ἡμᾶς τῆς εὐχαριστίας τοῦ σώματός σου τοῦ ἁγίου καὶ τοῦ αἵματος κοινωνῆσαι, ἰδοὺ τολμῶμεν προσέρχεσθαι τῇ σῇ εὐχαριστίᾳ | 165 |
15 | καὶ ἐπικαλεῖσθαί σου τὸ ἅγιον ὄνομα· ἐλθὲ καὶ κοινώνησον ἡμῖν. | |
50 | Καὶ ἤρξατο λέγειν· Ἐλθὲ τὰ σπλάγχνα τὰ τέλεια, ἐλθὲ ἡ κοινωνία τοῦ ἄρρενος, ἐλθὲ ἡ ἐπισταμένη τὰ μυστήρια τοῦ ἐπιλέκτου, ἐλθὲ ἡ κοινωνοῦσα ἐν πᾶσι τοῖς ἄθλοις τοῦ γενναίου ἀθλητοῦ, ἐλθὲ ἡ ἡσυχία ἡ ἀποκαλύπτουσα τὰ μεγα‐ | |
5 | λεῖα τοῦ παντὸς μεγέθους, ἐλθὲ ἡ τὰ ἀπόκρυφα ἐκφαίνουσα καὶ τὰ ἀπόρρητα φανερὰ καθιστῶσα, ἡ ἱερὰ περιστερὰ ἡ τοὺς διδύμους νεοσσοὺς γεννῶσα, ἐλθὲ ἡ ἀπόκρυφος μήτηρ, ἐλθὲ ἡ φανερὰ ἐν ταῖς πράξεσιν αὐτῆς καὶ παρέχουσα χαρὰν καὶ ἀνάπαυσιν τοῖς συνημμένοις αὐτῇ· ἐλθὲ καὶ κοινώνησον | |
10 | ἡμῖν ἐν ταύτῃ τῇ εὐχαριστίᾳ ἣν ποιοῦμεν ἐπὶ τῷ ὀνόματί σου, καὶ τῇ ἀγάπῃ ᾗ συνήγμεθα ἐπὶ τῇ κλήσει σου. Καὶ εἰπὼν ταῦτα διεχάραξεν τῷ ἄρτῳ τὸν σταυρόν, καὶ κλάσας ἤρξατο διαδιδόναι. καὶ πρῶτον τῇ γυναικὶ ἔδωκεν εἰπών· Ἔσται σοι | |
τοῦτο εἰς ἄφεσιν ἁμαρτιῶν καὶ αἰωνίων παραπτωμάτων· Καὶ | 166 | |
15 | μετ’ αὐτὴν ἔδωκεν καὶ τοῖς ἄλλοις πᾶσιν τοῖς τὴν σφραγῖδα δεξαμένοις. | |
17t | Πρᾶξις ϛʹ περὶ τοῦ νεανίσκου τοῦ φονεύσαντος τὴν κόρην. | |
51 | Ἦν δέ τις νεανίσκος διαπραξάμενος πρᾶγμα ἀθέμιτον, προσελθὼν δὲ ἔλαβεν τῆς εὐχαριστίας τῷ ἰδίῳ στόματι, αἱ δὲ δύο χεῖρες αὐτοῦ ἐξηράνθησαν, ὡς μὴ δύνα‐ σθαι μηκέτι προσαγαγεῖν τῷ ἰδίῳ στόματι. οἱ δὲ παρόντες | |
5 | ἰδόντες αὐτὸν ἀνήγγειλαν τῷ ἀποστόλῳ τὸ συμβάν· καλέσας δὲ ὁ ἀπόστολος εἶπεν αὐτῷ· Λέξον μοι τέκνον καὶ μὴ αἰδεσθῇς, τί ὃ διεπράξω καὶ ὧδε ἦλθες· ἡ γὰρ εὐχαριστία τοῦ κυρίου ἤλεγξέν σε. τοῦτο γὰρ τὸ χάρισμα εἰς πολλοὺς διερχόμενον μάλιστα μὲν τοὺς διὰ πίστεως καὶ ἀγάπης προσιόντας ἰᾶται, | |
10 | σὲ δὲ ἀπεξήρανεν, καὶ τὸ γενόμενον οὐ χωρὶς ἐνεργείας τινὸς γέγονεν. Ὁ δὲ νέος ἐλεγχθεὶς ὑπὸ τῆς εὐχαριστίας τοῦ κυρίου προσελθὼν προσέπεσεν τοῖς ποσὶν τοῦ ἀποστόλου καὶ ἐδέετο λέγων· Κακὸν πρᾶγμα πέπρακταί μοι· ἐνόμιζον γάρ τι καλὸν διαπράττεσθαι. γυναικός τινος ἤρων οἰκούσης ἔξω τῆς πόλεως | |
15 | ἐν πανδοχείῳ, καὶ αὐτὴ δ’ ἐμὲ ἐφίλει. ἀκούσας δὲ ἐγὼ παρὰ σοῦ καὶ πιστεύσας ὅτι θεὸν ζῶντα καταγγέλλεις προσῆλθον καὶ τὴν σφραγῖδα ἐδεξάμην παρὰ σοῦ σὺν τοῖς ἄλλοις· ἔλεγες δέ· Ὃς ἐὰν κοινωνήσῃ τῇ μιαρᾷ μείξει, μάλιστα καὶ ἐν μοιχεία, οὗτος οὐχ ἕξει ζωὴν παρὰ τῷ θεῷ ᾧ κηρύσσω. Ἐπεὶ οὖν | 167 |
20 | πάνυ αὐτὴν ἠγάπουν, ἐδεόμην αὐτῆς καὶ ἔπειθον ἵνα σύνοικός μοι γένηται ἐν ἁγνείᾳ καὶ πολιτείᾳ καθαρᾷ, ἣν σὺ αὐτὸς διδάσκεις· ἣ δὲ οὐκ ἐβούλετο. μὴ βουλομένης οὖν αὐτῆς λαβὼν ξίφος ἐθανάτωσα αὐτήν· οὐ γὰρ ἠδυνάμην αὐτὴν ὁρᾶν μετ’ ἄλλου μοιχευομένην. | |
52 | Ταῦτα ὁ ἀπόστολος ἀκούσας εἶπεν· Ὦ μανιώδης μεῖξις, πῶς εἰς ἀναισχυντίας χωρεῖς; ὦ ἐπιθυμία ἀκατάσχετε, πῶς τοῦτον ἐκίνησας ταῦτα ποιῆσαι; ὦ ἔργον ὄφεως, πῶς ἐν τοῖς σοῖς ὀργίζῃ; Ἐκέλευσεν δὲ ὁ ἀπόστολος ὕδωρ αὐτῷ προ‐ | |
5 | σενεχθῆναι ἐν λεκάνῃ. τοῦ δὲ ὕδατος προσενεχθέντος εἶπεν· Ἔλθετε τὰ ὕδατα ἀπὸ τῶν ὑδάτων τῶν ζώντων, τὰ ὄντα ἀπὸ τῶν ὄντων καὶ ἀποσταλέντα ἡμῖν· ἡ ἀνάπαυσις ἡ ἀπὸ τῆς ἀναπαύσεως ἀποσταλεῖσα ἡμῖν, ἡ δύναμις τῆς σωτηρίας ἡ ἀπὸ τῆς δυνάμεως ἐκείνης ἐρχομένη τῆς τὰ πάντα νικώσης | |
10 | καὶ ὑποτασσούσης τῷ ἰδίῳ θελήματι, ἐλθὲ καὶ σκήνωσον ἐν τοῖς ὕδασι τούτοις, ἵνα τὸ χάρισμα τοῦ ἁγίου πνεύματος τελείως ἐν αὐτοῖς τελειωθῇ. Καὶ εἶπεν τῷ νεωτέρῳ· Ἄπελθε, | |
νίψαι σου τὰς χεῖρας ἐν τοῖς ὕδασι τούτοις. Καὶ νιψαμένου αὐτοῦ κατεστάθησαν, καὶ εἶπεν αὐτῷ ὁ ἀπόστολος· Πιστεύεις | 168 | |
15 | εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ὅτι πάντα δύναται ποῆσαι; Ὃ δὲ εἶπεν· Εἰ καὶ ἐλάχιστος τυγχάνω, πιστεύω. ἀλλὰ τοῦτο διεπραξάμην οἰόμενός τι καλὸν ποιεῖν· ἐδεόμην γὰρ αὐτῆς, ὥσπερ καὶ εἶπόν σοι, ἣ δὲ οὐκ ἠβουλήθη πεισθῆναί μοι ἵνα ἑαυτὴν φυλάξῃ ἁγνήν. | |
53 | Εἶπεν δὲ αὐτῷ ὁ ἀπόστολος· Δεῦρο ἀπέλθωμεν εἰς τὸ πανδοχεῖον ὅπου τοῦτο τὸ ἔργον διεπράξω, καὶ ἴδωμεν τὸ γεγονός. Προηγεῖτο δὲ ὁ νεώτερος τοῦ ἀποστόλου εἰς τὴν ὁδόν· γενόμενοι δὲ ἐν τῷ πανδοχείῳ εὗρον αὐτὴν κειμένην. | |
5 | ἰδὼν δὲ αὐτὴν ὁ ἀπόστολος ἠθύμησεν· κόρη γὰρ ἦν εὔμορφος. καὶ ἐκέλευσεν αὐτὴν ἐνεχθῆναι ἐν τῷ μέσῳ τοῦ ξενοδοχείου. ἐπιθέντες δὲ αὐτὴν εἰς κράββατον ἐξήνεγκαν καὶ ἔθηκαν εἰς τὸ μέσον τῆς αὐλῆς τοῦ πανδοχείου. ἐπέθηκεν δὲ αὐτῇ τὴν χεῖρα αὐτοῦ ὁ ἀπόστολος καὶ ἤρξατο λέγειν· Ἰησοῦ, ὃς πάν‐ | |
10 | τοτε φαίνῃ ἡμῖν, τοῦτο γὰρ βούλει, ἡμᾶς πάντοτε σὲ ἐπιζη‐ τεῖν, καὶ αὐτὸς ἡμῖν ἔδωκας ταύτην τὴν ἐξουσίαν τοῦ αἰτεῖσθαι καὶ λαμβάνειν, καὶ οὐ μόνον τοῦτο ἐπέτρεψας, ἀλλὰ καὶ τὸ εὔξασθαι ἡμᾶς ἐδίδαξας· ὁ οὐχ ὁρώμενος παρὰ τοῖς σωμα‐ τικοῖς ὀφθαλμοῖς, τοῖς δὲ τῆς ψυχῆς ἡμῶν οὐδ’ ὅλως ἀπο‐ | |
15 | κρυπτόμενος, καὶ τῇ μὲν ἰδέᾳ ἀπόκρυφος, τοῖς δὲ ἔργοις φανε‐ ρούμενος ἡμῖν· καὶ ταῖς μὲν πράξεσί σου ταῖς πολλαῖς καθὼς χωροῦμεν ἐπεγνώκαμέν σε, αὐτὸς δὲ ἀμέτρως δέδωκας ἡμῖν τὰ δόματά σου εἰπών· Αἰτεῖτε καὶ δοθήσεται ὑμῖν, ζητεῖτε καὶ εὑρήσετε, κρούετε καὶ ἀνοιγήσεται ὑμῖν· Δεόμεθα οὖν | 169 |
20 | ὑποψίαν ἔχοντες τῶν ἁμαρτημάτων ἡμῶν· αἰτοῦμεν δέ σε οὐ πλοῦτον, οὐ χρυσόν, οὐκ ἄργυρον, οὐ κτῆσιν, οὐκ ἄλλο τι τῶν ἀπὸ τῆς γῆς γινομένων καὶ πάλιν εἰς τὴν γῆν χωρούν‐ των, ἀλλὰ τοῦτο δεόμεθά σου καὶ παρακαλοῦμεν, ἵνα ἐν τῷ ὀνόματί σου τῷ ἁγίῳ ἐγείρῃς ταύτην τὴν κειμένην ἐν τῇ σῇ | |
25 | δυνάμει εἰς δόξαν καὶ πίστιν τῶν παρεστώτων. | |
54 | Καὶ εἶπεν τῷ νεωτέρῳ σφραγίσας αὐτόν· Ἄπελθε καὶ λαβόμενος τῆς χειρὸς αὐτῆς εἰπὲ αὐτῇ· Ἐγὼ διὰ τῶν ἐμῶν χειρῶν σιδήρῳ σε ἐφόνευσα, καὶ ἐν ταῖς ἐμαῖς χερσὶν ἐπὶ τῇ πίστει Ἰησοῦ ἐγείρω σε. Προσελθὼν οὖν ὁ νέος πα‐ | |
5 | ρέστη αὐτῇ λέγων· Ἐπίστευσα ἐπὶ σὲ Χριστὲ Ἰησοῦ. Καὶ ἀπιδὼν εἰς Ἰούδαν Θωμᾶν τὸν ἀπόστολον εἶπεν αὐτῷ· Ἔπευξαί μοι ἵνα ὁ κύριός μου εἰς τὴν βοήθειάν μου ἔλθῃ, ὃν καὶ ἐπι‐ | |
καλοῦμαι. Καὶ ἐπιθεὶς τὴν χεῖρα αὐτοῦ τῇ αὐτῆς χειρὶ εἶπεν· Ἐλθὲ κύριε Ἰησοῦ Χριστέ· ταύτῃ μὲν παράσχου τὴν ζωήν, | 170 | |
10 | ἐμοὶ δὲ τῆς πίστεώς σου τὸν ἀρραβῶνα. Καὶ εὐθέως ἑλκύ‐ σαντος αὐτοῦ τὴν χεῖρα αὐτῆς ἀναπηδήσασα ἐκαθέσθη, ἀπο‐ βλέπουσα εἰς τὸν πολὺν ὄχλον τὸν παρεστῶτα· εἶδεν δὲ καὶ τὸν ἀπόστολον ἄντικρυς αὐτῆς ἑστῶτα, καὶ καταλιποῦσα τὸν κράββατον ἐκπηδήσασα πρὸς τοῖς ποσὶν αὐτοῦ ἔπεσεν καὶ τῶν | |
15 | ἐνδυμάτων αὐτοῦ ἥπτετο λέγουσα· Δέομαί σου κύριέ μου, ποῦ ἐστιν ἐκεῖνος ὁ ἄλλος ὁ συνών σοι, ὃς οὐκ ἐγκατέλιπέν με παραμεῖναι εἰς ἐκεῖνον τὸν χῶρον τὸν δεινὸν καὶ χαλεπόν, ἀλλὰ σοί με παρέδωκεν εἰπών· Σὺ ταύτην παράλαβε ἵνα τε‐ λειωθῇ καὶ μετὰ ταῦτα εἰς τὸν αὐτῆς χῶρον συναχθῇ; | |
55 | Ὁ δὲ ἀπόστολός φησιν πρὸς αὐτήν· Ἐξήγησαι ἡμῖν ποῦ παρεγένου. Ἣ δὲ ἀπεκρίνατο· Σὺ ὁ σὺν ἐμοὶ ὤν, ᾧ καὶ παρεδόθην, βούλει ἀκοῦσαι; Καὶ ἤρξατο λέγειν· Ἄν‐ θρωπός τις παρέλαβέν με ἀπεχθὴς τῇ ἰδέᾳ, μέλας ὅλος, ἡ | |
5 | δὲ τούτου ἐσθὴς πάνυ ῥερυπωμένη· ἀπήγαγεν δέ με εἴς τινα τόπον ἐν ᾧ πολλὰ χάσματα ὑπῆρχεν, καὶ πολλὴ δυσωδία καὶ ἀποφορὰ ἐχθίστη ἐκεῖθεν ἀπεδίδετο, ἐποίει δέ με εἰς ἕκαστον χάσμα παρακύψαι, καὶ εἶδον ἐν τῷ χάσματι πῦρ φλεγόμενον, καὶ τροχοὶ πυρὸς ἐκεῖσε ἔτρεχον, ψυχαὶ δὲ ἐνεκρέμαντο ἐν τοῖς | |
10 | τροχοῖς ἐκείνοις, ἀλλήλαις προσρηγνύμεναι· βοὴ δὲ καὶ ὀλο‐ λυγμὸς πλεῖστος ὑπῆρχεν ἐκεῖ, οὐδεὶς δὲ ἦν ὁ λυτρούμενος. | |
ἔλεγεν δέ μοι ὁ ἀνὴρ ἐκεῖνος· Αὗται αἱ ψυχαὶ ὁμόφυλοί σού εἰσιν, καὶ ἐν ἡμέραις ἀριθμοῦ παρεδόθησαν εἰς κόλασιν καὶ ἔκτριψιν, καὶ τότε ἄλλαι εἰσάγονται ἀντ’ αὐτῶν, ὁμοίως δὲ | 171 | |
15 | πάλιν καὶ αὐταὶ ἐν ἄλλῳ· αὗταί εἰσιν αἱ μεταλλάξασαι ἀνδρὸς καὶ γυναικὸς τὴν συνουσίαν. Καὶ κατοπτεύσασα εἶδον βρέφη ἐπ’ ἄλληλα σεσωρευμένα καὶ παλαίοντα ἀλλήλοις ἐπικείμενα. ὃ δὲ ἀποκριθεὶς εἶπέν μοι· Ταῦτά ἐστιν τὰ τούτων βρέφη, καὶ διὰ τοῦτο ἐνθάδε ἐτέθησαν εἰς μαρτύριον αὐτῶν. | |
56 | Ἀπήγαγεν δέ με εἰς ἄλλο χάσμα, καὶ παρακύψασα εἶδον βόρβορον καὶ σκώληκας ἀναβρύοντας, καὶ ψυχὰς ἐκεῖ κυλιομένας, καὶ βρυγμὸν μέγαν ἐκεῖθεν ἐξ αὐτῶν ἀκουόμενον. καὶ εἶπεν πρός με ὁ ἄνθρωπος ἐκεῖνος· Αὗται αἱ ψυχαὶ γυναι‐ | |
5 | κῶν εἰσιν αἱ καταλείψασαι τοὺς ἄνδρας αὐτῶν καὶ εἰς ἄλλους μοιχεύσασαι καὶ εἰς ταύτην τὴν βάσανον ἐνεχθεῖσαι. Ἄλλο μοι χάσμα ἔδειξεν, εἰς ὃ παρακύψασα εἶδον ψυχὰς τὰς μὲν κρεμαμένας διὰ τῆς γλώττης, τὰς δὲ διὰ τῶν πλοκάμων, τὰς δὲ διὰ τῶν χειρῶν, τὰς δὲ διὰ τῶν ποδῶν κατὰ κεφαλῆς, καὶ | |
10 | καπνὸν καὶ θεῖον καπνιζομένας· περὶ ὧν ἀπεκρίνατό μοι ὁ ἀνὴρ ἐκεῖνος ὁ σὺν ἐμοὶ ὤν· Αἱ μὲν ψυχαὶ αὗται αἱ κρεμα‐ σθεῖσαι διὰ τῆς γλώσσης διάβολοί εἰσιν, καὶ ψευδεῖς λόγους καὶ αἰσχροὺς φθεγγόμεναι, καὶ μὴ αἰδούμεναι· αἱ δὲ διὰ τῶν | |
τριχῶν κρεμάμεναι ἄχρωμοί εἰσιν αἱ μηδ’ ὅλως αἰδούμεναι | 172 | |
15 | καὶ γυμνοκέφαλοι ἐν τῷ κόσμῳ περιάγουσαι· αἱ δὲ διὰ τῶν χειρῶν κρεμασθεῖσαι αὗταί εἰσιν αἱ τὰ ἀλλότρια ἀφελόμεναι καὶ κλέψασαι, καὶ μετρίοις μὴ ἐπιδοῦσαι μηδέποτε μηδέν, μηδὲ ἐπαρκήσασαι τοῖς τεθλιμμένοις, ἀλλὰ τοῦτο ἐποίουν τὰ πάντα λαμβάνειν θέλουσαι, καὶ μηδὲ ὅλως τῆς δίκης καὶ τῆς νομο‐ | |
20 | θεσίας φροντίδα ποιησάμεναι· αἱ δὲ διὰ τῶν ποδῶν διάστροφοι κρεμάμεναι αὗταί εἰσιν αἱ κούφως μὲν καὶ προθύμως τρέχουσαι ὁδοῖς πονηραῖς καὶ πορείαις ἀτάκτοις, νοσοῦντας μὴ ἐπι‐ σκεπτόμεναι καὶ τοὺς ἐξιόντας τοῦ βίου μὴ προκομίζουσαι, καὶ διὰ τοῦτο μία καὶ ἑκάστη ψυχὴ ἀπολαμβάνει τὰ πεπρα‐ | |
25 | γμένα αὐτῇ. | |
57 | Πάλιν ἀπαγαγών με ὑπέδειξέν μοι ἄντρον πάνυ σκοτεινόν, δυσωδίαν πολλὴν ἀποπνέον, πολλαὶ δὲ ψυχαὶ ἐκεῖθεν παρέκυπτον βουλόμεναι τοῦ ἀέρος τι μεταλαμβάνειν, οἱ δὲ τούτων φύλακες οὐκ εἴων αὐτὰς παρακύπτειν. ὁ δὲ συνών | |
5 | μοι εἶπε· Τοῦτό ἐστιν τὸ δεσμωτήριον τούτων τῶν ψυχῶν ὧν εἶδες· ἐπὰν γὰρ πληρώσωσι τὰς κολάσεις αὐτῶν ὧν μία ἑκάστη ἔπραξεν, ὕστερον ἄλλαι αὐτὰς διαδέχονται· εἰσὶν δὲ καί τινες τελείως καταναλισκόμεναι, καὶ εἰς ἄλλας κολάσεις παρα‐ δίδονται. Ἔλεγον δὲ τῷ ἀνδρὶ τῷ παραλαβόντι με ἐκεῖνοι οἱ | |
10 | τὰς ψυχὰς φρουροῦντες τὰς οὔσας ἐν τῷ σκοτεινῷ ἄντρῳ· | |
Δὸς ἡμῖν αὐτήν, ἵνα εἰσαγάγωμεν αὐτὴν πρὸς τὰς ἄλλας, ἕως ὅτε καιρὸς ἐφίσταται εἰς κόλασιν αὐτὴν παραδοθῆναι. Ὃ δὲ ἀπεκρίνατο αὐτοῖς· Οὐ δίδωμι αὐτὴν ὑμῖν, ἐπειδὴ γὰρ φοβοῦ‐ μαι τὸν παραδόντα μοι αὐτήν· οὐ γὰρ ἐκελεύσθην ἐνθάδε | 173 | |
15 | αὐτὴν καταλεῖψαι· σὺν ἐμοὶ δὲ ἀνάγω αὐτήν, ἕως ἂν ἐντολὴν περὶ ταύτης δέξωμαι. Καὶ παραλαβών με ἀνήγαγέν με εἰς ἄλλον χῶρον, ἐν ᾧ ἦσαν ἄνθρωποι οἳ ἐβασανίζοντο πικρῶς. ὁ δέ σοι ὅμοιος λαβών μέ σοι παρέδωκεν, λέξας σοι ταῦτα· Παράλαβε ταύτην, ἐπειδὴ μία ἐστὶν τῶν θρεμμάτων τῶν | |
20 | πλανηθέντων. Καὶ ληφθεῖσα ὑπὸ σοῦ νῦν ἔμπροσθέν σού εἰμι. δέομαί σου οὖν καὶ ἱκετεύω ἵνα μὴ ἀπέλθω εἰς ἐκείνους τοὺς τόπους τοὺς κολαστηρίους οὓς εἶδον. | |
58 | Ὁ δὲ ἀπόστολος εἶπεν· Ἠκούσατε ἃ διηγήσατο ἡ γυνὴ αὕτη· οὐκ εἰσὶν δὲ μόνον αὗται αἱ κολάσεις, ἀλλὰ καὶ ἄλλαι χείρονες τούτων· καὶ ὑμεῖς δὲ ἐὰν μὴ ἐπιστραφῆτε ἐπὶ τὸν θεὸν τοῦτον ὃν κηρύσσω, καὶ ἀπόσχησθε ἀπὸ τῶν | |
5 | προτέρων ἔργων ὑμῶν καὶ τῶν πράξεων ὧν διεπράξασθε χωρὶς γνώσεως, εἰς ταύτας τὰς κολάσεις τὸ τέλος ὑμῶν ἕξετε. πιστεύσατε οὖν εἰς Χριστὸν Ἰησοῦν, καὶ ἀφίησιν ὑμῖν τὰ πρὸ | |
τούτου πεπραγμένα ἁμαρτήματα, καὶ καθαρίσει ὑμᾶς ἀπὸ πασῶν τῶν ἐπιθυμήσεων ὑμῶν τῶν σωματικῶν τῶν ἐν τῇ γῇ | 174 | |
10 | μενουσῶν, καὶ ἰάσεται ὑμᾶς ἀπὸ τῶν σφαλμάτων τῶν παρεπο‐ μένων καὶ σὺν ὑμῖν ἀπιόντων καὶ πρὸ ὑμῶν εὑρισκομένων. εἷς ἕκαστος οὖν ὑμῶν ἀποδύσασθε τὸν παλαιὸν ἄνθρωπον καὶ ἐνδύσασθε τὸν νέον, τὴν δὲ πρώτην ὑμῶν ἀναστροφὴν καὶ πολιτείαν καταλείψατε· καὶ οἱ κλέπτοντες μηκέτι κλεπτέ‐ | |
15 | τωσαν, ἀλλὰ κάμνοντες καὶ ἐργαζόμενοι ζήτωσαν· οἱ δὲ μοιχοὶ μηκέτι πορνευέτωσαν, ἵνα μὴ ἐκδότους ἑαυτοὺς τῇ αἰωνίᾳ κολάσει παραδώσωσιν· ἡ γὰρ μοιχεία παρὰ τῷ θεῷ πάνυ χαλεπόν ἐστιν παρὰ τὰ ἄλλα κακά. ἀπόθεσθε δὲ καὶ τὴν πλεονεξίαν καὶ τὸ ψεῦδος καὶ τὴν μέθην καὶ τὴν διαβολὴν | |
20 | καὶ κακὸν ἀντὶ κακοῦ μὴ ἀποδίδετε. ταῦτα γὰρ πάντα ξένα εἰσὶν τῷ θεῷ τῷ ὑπ’ ἐμοῦ κηρυσσομένῳ καὶ ἀλλότρια· ἀλλὰ καὶ μᾶλλον ἐν τῇ πίστει πολιτεύσασθε καὶ τῇ πρᾳότητι καὶ τῇ ἁγιωσύνῃ καὶ τῇ ἐλπίδι, ἐν ᾗ ὁ θεὸς χαίρει, ὅπως γένησθε αὐτοῦ οἰκεῖοι, προσδεξάμενοι παρ’ αὐτοῦ τὰ χαρίσματα ἃ | |
25 | ὀλίγοι καὶ ἔνιοι δέχονται. | |
59 | Πᾶς οὖν ὁ λαὸς ἐπίστευσεν, καὶ τὰς ἑαυτῶν ψυχὰς πειθηνίους παρέσχον τῷ θεῷ τῷ ζῶντι καὶ τῷ Χριστῷ | |
Ἰησοῦ, εὐωχούμενοι ἐν τοῖς ἔργοις αὐτοῦ τοῖς εὐλογημένοις τοῦ ὑψίστου καὶ τῇ διακονίᾳ αὐτοῦ τῇ ἁγίᾳ. ἐκόμιζον δὲ | 175 | |
5 | χρήματα πολλὰ εἰς διακονίαν τῶν χηρῶν· εἶχεν γὰρ ἐν ταῖς πόλεσιν συνηθροισμένας, καὶ πάσας αὐτὰς διὰ τῶν ἰδίων δια‐ κόνων ἀπέστελλεν τὰ ἐπιτήδεια, τά τε ἐνδύματα καὶ τὰ πρὸς τὴν τροφήν. αὐτὸς δὲ οὐκ ἐπαύετο κηρύσσων καὶ λέγων αὐτοῖς καὶ ὑποδεικνύων ὅτι οὗτός ἐστιν Ἰησοῦς ὁ Χριστὸς περὶ οὗ | |
10 | αἱ γραφαὶ ἐκήρυξαν, ὃς ἐλθὼν σταυροῦται καὶ ἐγείρεται διὰ τριῶν ἡμερῶν ἐκ νεκρῶν. ὑπεδείκνυεν δὲ αὐτοῖς δεύτερον σαφηνίζων ἀπὸ τῶν προφητῶν ἀρξάμενος τὰ περὶ τοῦ Χριστοῦ, ὅτι ἔδει αὐτὸν ἐλθεῖν καὶ ἐν αὐτῷ τελεσθῆναι πάντα τὰ προ‐ λεχθέντα περὶ αὐτοῦ. διέδραμεν δὲ ἡ τούτου φήμη εἰς πάσας | |
15 | τὰς πόλεις καὶ χώρας, καὶ πάντες οἱ ἔχοντες νοσοῦντας ἢ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων προσέφερον, οὓς δὲ καὶ ἐν τῇ ὁδῷ ἐτίθουν ἐν ᾗ ἔμελλεν διελθεῖν, καὶ πάντας ἐν τῇ δυνάμει τοῦ κυρίου ἐθεράπευεν. τότε εἶπον πάντες ὁμο‐ θυμαδὸν οἱ δι’ αὐτοῦ ἰαθέντες μιᾷ φωνῇ· Δόξα σοι Ἰησοῦ | |
20 | τῷ τὴν θεραπείαν ἐξ ἴσου παρασχόντι διὰ τοῦ σοῦ δούλου καὶ ἀποστόλου Θωμᾶ. καὶ ὑγιαίνοντες καὶ χαίροντες δεόμεθά σου γενέσθαι τῆς σῆς ἀγέλης καὶ ἐναριθμηθῆναι εἰς τὰ σὰ πρόβατα· δέξαι οὖν ἡμᾶς κύριε καὶ μὴ λογίσῃ ἡμῶν τὰ παραπτώματα ἡμῶν καὶ τὰ πρῶτα σφάλματα ἃ διεπραξά‐ | 176 |
25 | μεθα ἐν ἀγνοίᾳ ὄντες. | |
60 | Ὁ δὲ ἀπόστολος εἶπεν· Δόξα τῷ μονογενεῖ τῷ ἀπὸ τοῦ πατρός, δόξα τῷ πρωτοτόκῳ τῶν πολλῶν ἀδελφῶν, δόξα σοι τῷ ἐπαμύντορι καὶ βοηθῷ τῶν εἰς τὸ καταφύγιόν σου ἐρχομένων· ὁ ἄυπνος καὶ τοὺς ἐν ὕπνῳ διεγείρων, ὁ ζῶν | |
5 | καὶ ζωοποιῶν τοὺς ἐν τῷ θανάτῳ κατακειμένους· θεὲ Ἰησοῦ Χριστέ, τοῦ θεοῦ τοῦ ζῶντος υἱέ, ὁ λυτρωτὴς καὶ βοηθός, ἡ καταφυγὴ καὶ ἀνάπαυσις πάντων τῶν καμνόντων ἐν τῇ σῇ ἐργασία, ἴασιν δὲ παρέχων ἐκείνοις τοῖς διὰ τὸ σὸν ὄνομα ὑποφέρουσιν τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα· εὐχα‐ | |
10 | ριστοῦμεν τοῖς παρὰ σοῦ χαρίσμασιν δοθεῖσιν ἡμῖν καὶ τῇ παρὰ σοῦ βοηθείᾳ χαρισθεῖσιν ἡμῖν καὶ τῇ οἰκονομίᾳ σου τῇ ἐλθούσῃ ἀπὸ σοῦ εἰς ἡμᾶς. | |
61 | τέλεσον οὖν εἰς ἡμᾶς ταῦτα ἕως τέλους, ἵνα ἔχωμεν παρρησίαν τὴν ἐν σοί· ἔπιδε εἰς ἡμᾶς, ὅτι διὰ σὲ κατελείψαμεν τοὺς οἴκους ἡμῶν καὶ τὰ γονικὰ ἡμῶν, καὶ διὰ | |
σὲ ξένοι γεγόναμεν ἡδέως καὶ ἑκόντες· ἔπιδε ἐφ’ ἡμᾶς κύριε, | 177 | |
5 | ὅτι τὴν ἰδίαν κτῆσιν κατελείψαμεν διὰ σέ, ἵνα σὲ τὴν ἀνα‐ φαίρετον κτῆσιν κτησώμεθα· ἔπιδε ἐφ’ ἡμᾶς κύριε, ὅτι τοὺς διαφέροντας ἡμῖν κατὰ γένος κατελείψαμεν, ἵνα τῇ σῇ συγγε‐ νείᾳ καταμιγῶμεν· ἔπιδε ἐφ’ ἡμᾶς κύριε τοὺς καταλείψαντας τοὺς πατέρας ἑαυτῶν καὶ τὰς μητέρας καὶ τοὺς τροφέας, ἵνα | |
10 | τὸν σὸν πατέρα θεασώμεθα καὶ κορεσθῶμεν τῆς αὐτοῦ τρο‐ φῆς τῆς θεϊκῆς· ἔπιδε ἐφ’ ἡμᾶς κύριε, διὰ σὲ γὰρ τὰς συζύγους ἡμῶν τὰς σωματικὰς κατελείψαμεν καὶ τοὺς καρποὺς ἡμῶν τοὺς ἐπιγείους, ἵνα κοινωνήσωμεν ἐκείνῃ τῇ κοινωνίᾳ τῇ παρα‐ μόνῳ καὶ ἀληθινῇ, καὶ καρποὺς ἀληθινοὺς ἀποκυήσωμεν, ὧν | |
15 | ἡ φύσις ἄνωθεν ὑπάρχει, ὧν οὐδεὶς ἀφελέσθαι ἐξ ἡμῶν δύναται, οἷς παραμένομεν καὶ αὐτοὶ ἡμῖν παραμένουσιν. | |
17t | Πρᾶξις ζʹ περὶ τοῦ στρατηλάτου. | |
62 | Τοῦ δὲ ἀποστόλου Ἰούδα Θωμᾶ καταγγέλλοντος ἐν πάσῃ τῇ Ἰνδίᾳ τὸν λόγον τοῦ θεοῦ στρατηλάτης τις τοῦ βασιλέως Μισδαίου ἦλθεν πρὸς αὐτόν, καὶ ἔλεγεν αὐτῷ· Ἀκήκοα περὶ σοῦ ὅτι μισθὸν παρά τινος οὐ λαμβάνεις, | |
5 | ἀλλ’ ὅπερ καὶ ἔχεις τοῖς δεομένοις παρέχεις· εἰ γὰρ μισθοὺς ἐλάμβανες, ἀπέστειλα ἂν χρῆμα ἱκανόν, καὶ αὐτὸς ἐνθάδε οὐ παρεγενόμην· ὁ γὰρ βασιλεὺς ἐκτὸς ἐμοῦ οὐδὲν διαπράττεται· | |
πολλὰ γὰρ ὑπάρχοντά μοί εἰσιν καὶ πλούσιός εἰμι, εἷς τῶν πλουτούντων ἐν τῇ Ἰνδίᾳ· καὶ οὐδ’ ὅλως ἠδίκησά ποτέ τινα· | 178 | |
10 | τὸ δὲ ἐναντίον μοι συνέβη· γαμετὴν ἔχω, καὶ ἔσχον ἐξ αὐτῆς θυγατέρα, καὶ πάνυ διάκειμαι πρὸς αὐτήν, ὡς καὶ ἡ φύσις ἀπαιτεῖ, ἄλλης δὲ γυναικὸς οὐ πεπείραμαι. ἔτυχεν δὲ γάμον γενέσθαι ἐν τῇ ἡμετέρᾳ πόλει, καὶ πάνυ μοι προσφιλεῖς ἦσαν οἱ τὸν γάμον ποιοῦντες· εἰσελθόντες οὖν ἠξίουν με καλοῦντες | |
15 | αὐτὴν καὶ τὴν θυγατέρα αὐτῆς. ἐπεὶ οὖν πάνυ μοι φίλοι ἦσαν, οὐκ ἠδυνήθην παραιτήσασθαι· ἀπέστειλα οὖν αὐτὴν καίπερ μὴ βουλομένην ἀπελθεῖν, πολλοὺς δὲ καὶ οἰκέτας συν‐ απέστειλα αὐταῖς. ἀπῄεσαν οὖν κόσμον πολὺν κεκοσμημέναι αὐτὴ καὶ ἡ θυγάτηρ αὐτῆς· | |
63 | ἑσπέρας δὲ γενομένης καὶ καιροῦ ἐστάντος ἀναλῦσαι ἀπὸ τῶν γάμων λαμπάδας καὶ δᾷδας ἔπεμψα εἰς ἀπάν‐ τησιν αὐτῶν· κἀγὼ ἐν τῇ ὁδῷ εἱστήκειν κατοπτεύων πότε ἔλθῃ καὶ θεάσομαι αὐτὴν σὺν τῇ θυγατρί μου. καὶ ἑστὼς | |
5 | φωνὴν ὀλολυγμοῦ ἤκουον· Οὐαὶ αὐτῇ ἐκ παντὸς στόματος ἠκούετο· οἱ δὲ δοῦλοι τὴν ἐσθῆτα ἔχοντες περιερρηγμένην ἤρχοντο πρός με ἀναγγέλλοντες τὰ γενόμενα. Εἴδομέν φη‐ σιν ἄνθρωπόν τινα καὶ παῖδα σὺν αὐτῷ· καὶ ὁ μὲν ἄν‐ | |
θρωπος ἐπέβαλεν αὐτοῦ τὴν χεῖρα ἐπὶ τὴν γυναῖκά σου καὶ | 179 | |
10 | ὁ παῖς ἐπὶ τὴν θυγατέρα σου, αἳ δὲ ἔφυγον ἀπ’ αὐτῶν· ἡμεῖς δὲ τοῖς ξίφεσιν ἐτρώσαμεν αὐτούς· τὰ δὲ ξίφη ἡμῶν εἰς γῆν ἔπεσον. καὶ αὐτῇ τῇ ὥρᾳ κατέπεσον αὐταὶ ταῖς ὀδοῦσι τρίζουσαι καὶ τὰς κεφαλὰς εἰς γῆν κρούουσαι· καὶ ταῦτα εἰδότες ἤλθομεν ἀναγγεῖλαί σοι. Ταῦτα δὲ παρὰ τῶν δούλων | |
15 | ἀκούσας ἐγὼ τὴν ἐσθῆτα περιέρρηξα, καὶ τὰς χεῖρας ἐπὶ τὴν ὄψιν ἐπάταξα, καὶ ὥσπερ ἐμμανὴς γενόμενος ἔτρεχον τὴν ὁδόν· καὶ ἀπελθὼν εὗρον αὐτὰς ἐρριμμένας ἐν τῇ ἀγορᾷ· καὶ λαβὼν αὐτὰς ἤγαγον εἰς τὴν οἰκίαν μου, καὶ μετὰ πολλὴν ὥραν ἔνηψαν, καὶ κατασταθεῖσαι ἐκαθέσθησαν. | |
64 | ἠρξάμην οὖν ἐξετάζειν τὴν γυναῖκά μου· Τί ἐστιν τὸ συμβάν σοι; Ἣ δέ μοι ἔφη· Οὐκ ἔγνως ἃ διεπράξω ἐν ἐμοί; ἐδεόμην γάρ σου μὴ ἀπιέναι εἰς τὸν γάμον, ἐπειδὴ ἀνωμάλως εἶχον τῷ σώματί μου· καὶ ἀπιοῦσα κατὰ τὴν ὁδόν, ἐγγὺς | |
5 | γενομένη τοῦ ἀγωγοῦ ἐν ᾧ τὸ ὕδωρ ἔρρεεν, ἔβλεπον ἄνδρα μέλανα ἑστῶτα ἀντικρύς μου, τῇ κεφαλῇ αὐτοῦ ὑπογρυλίζοντά με, καὶ παῖδα ὅμοιον αὐτοῦ παρεστῶτα. καὶ εἶπον τῇ θυγα‐ τρί μου· Ἄπιδε εἰς τοὺς ἄνδρας τούτους τοὺς δύο τοὺς δυ‐ σειδεῖς, ὧν οἱ ὀδόντες αὐτῶν ὥσπερ γάλα, τὰ δὲ χείλη αὐτῶν | |
10 | ὡς ἀσβόλη. Καὶ καταλείψασαι αὐτοὺς πρὸς τὸν ἀγωγὸν | |
ἀπήλθομεν. δύσεως δὲ γενομένης καὶ ἀπὸ τῶν γάμων ἀνα‐ λύσασαι, διερχομένων ἡμῶν σὺν τοῖς νεανίσκοις, ἔγγιστα γενο‐ μένων τοῦ ἀγωγοῦ, ἡ θυγάτηρ μου πρότερον εἶδεν αὐτούς· καὶ διαλαθοῦσα προσέφυγέν μοι· καὶ μετὰ ταύτην κἀγὼ | 180 | |
15 | αὐτοὺς ἐθεασάμην ἐρχομένους κατέναντι ἡμῶν, καὶ ἐφύγαμεν ἀπ’ αὐτῶν· οἱ δὲ παῖδες οἱ ὄντες μεθ’ ἡμῶν κρούσαντες ἡμᾶς κατέβαλον ἐμέ τε καὶ τὴν θυγατέρα μου. Καὶ ταῦτα αὐτῆς διη‐ γησαμένης μοι ἐπῆλθον αὐταῖς πάλιν οἱ δαίμονες καὶ κατέβαλον αὐτάς· καὶ ἀπ’ ἐκείνης τῆς ὥρας προελθεῖν οὐ δύνανται ἔξω, | |
20 | ἐγκεκλεισμέναι οὖσαι ἐν ἑνὶ οἴκῳ ἢ δευτέρῳ. καὶ διὰ ταύτας πολλὰ ἐγὼ πάσχω καὶ ἀνιῶμαι· καταβάλλουσιν γὰρ αὐτὰς ὅπου ἐὰν εὕρωσιν καὶ ἀπογυμνοῦσιν. δέομαί σου καὶ ἱκετεύω ἔμπροσθεν τοῦ θεοῦ, βοήθησον καὶ ἐλέησόν με. τρία γὰρ ἔτη εἰσὶν ἀφ’ οὗ τράπεζα ἐν τῇ οἰκίᾳ μου οὐκ ἐτέθη καὶ ἡ | |
25 | γυνή μου καὶ ἡ θυγάτηρ μου εἰς τράπεζαν οὐκ ἐκάθισαν· καὶ μάλιστα διὰ τὴν θυγατέρα μου τὴν ἀθλίαν, ἣ οὐδ’ ὅλως τι ἀγαθὸν εἶδεν ἐν τῷ κόσμῳ τούτῳ. | |
65 | Ταῦτα ἀκούσας ὁ ἀπόστολος παρὰ τοῦ στρατηλάτου πάνυ ἐλυπήθη περὶ αὐτοῦ· εἶπεν δὲ πρὸς αὐτόν· Πιστεύεις ὅτι θεραπεύει αὐτὰς ὁ Ἰησοῦς; Ὁ δὲ στρατηλάτης Ναί φησιν· καὶ ὁ ἀπόστολος· Παράθου οὖν τῷ Ἰησοῦ σεαυτόν, | 181 |
5 | καὶ αὐτὸς αὐτὰς θεραπεύει, ποιούμενος αὐτῶν βοήθειαν. Εἶπεν δὲ ὁ στρατηλάτης· Δεῖξόν μοι αὐτόν, ἵνα δεηθῶ αὐτοῦ καὶ πιστεύσω εἰς αὐτόν. Εἶπεν δὲ ὁ ἀπόστολος· Οὐ φαίνεται τούτοις τοῖς ὀφθαλμοῖς τοῖς σωματικοῖς, ἀλλ’ ἐν τοῖς ὀφθαλ‐ μοῖς τῆς ἐννοίας εὑρίσκεται. Ἐπάρας οὖν τὴν φωνὴν αὐτοῦ | |
10 | ὁ στρατηλάτης εἶπεν· Πιστεύω σοι Ἰησοῦ, καὶ δέομαί σου καὶ ἱκετεύω, βοήθησον τῇ ὀλιγοπιστίᾳ μου ᾗ εἰς σὲ ἔχω. Παρε‐ κελεύσατο δὲ ὁ ἀπόστολος Ξενοφῶντι τῷ διακόνῳ συναγαγεῖν πάντας εἰς ἕν· συναθροισθέντος δὲ παντὸς τοῦ ὄχλου ὁ ἀπό‐ στολος ἑστὼς ἐν μέσῳ ἔλεγεν· | |
66 | Τέκνα μου καὶ ἀδελφοὶ οἱ εἰς τὸν κύριον πιστεύσαντες, παραμείνατε ἐν ταύτῃ τῇ πίστει, εὐαγγελιζόμενοι Ἰησοῦν τὸν ἐξ ἐμοῦ ὑμῖν καταγγελθέντα, ἔχοντες ἐν αὐτῷ τὰς ἐλπίδας· καὶ μὴ ἀπολειφθῆτε αὐτοῦ, καὶ οὐ καταλιμπάνει ὑμᾶς. καθευ‐ | |
5 | δόντων ὑμῶν ἐν τῷ ὕπνῳ τούτῳ τῷ καταβαροῦντι τοὺς καθεύ‐ δοντας αὐτὸς ἄυπνος ὢν διαφυλάσσει· καὶ ἐν θαλάσσῃ πλεόν‐ των ὑμῶν καὶ ἐν κινδύνῳ ὄντων καὶ οὐδενὸς βοηθεῖν δυνα‐ μένου αὐτὸς περιπατῶν ἐπὶ τῶν ὑδάτων ὑπορθοῖ βοηθῶν. ἐγὼ γὰρ ἤδη ἄπειμι ἐξ ὑμῶν, καὶ ἄδηλόν ἐστιν εἰ ἔτι ὄψομαι | 182 |
10 | ὑμᾶς κατὰ σάρκα. μὴ οὖν καὶ ὑμεῖς ἐξομοιωθῆτε τῷ λαῷ Ἰσραήλ, οἵτινες ἀπιδόντες τοὺς ποιμένας πρὸς ὥρας καιρὸν ἐσκανδαλίσθησαν. Ξενοφῶντα δὲ τὸν διάκονον καταλιμπάνω πρὸς ὑμᾶς εἰς τὸν τόπον μου· καὶ γὰρ καὶ αὐτὸς ὥσπερ κἀγὼ καταγγέλλει τὸν Ἰησοῦν· οὔτε γὰρ ἐγώ εἰμί τι οὔτε αὐτός, | |
15 | ἀλλὰ Ἰησοῦς· καὶ γὰρ κἀγὼ ἄνθρωπός εἰμι σῶμα ἐνδεδυμένος, υἱὸς ἀνθρώπου ὡς εἷς ἐξ ὑμῶν· οὔτε γὰρ πλοῦτον ἔχω ὡς ἐνίοις εὑρίσκεται, ὃς καὶ τοὺς κεκτημένους ἐλέγχει ἀποίητος παντάπασιν ὑπάρχων καὶ καταλιμπανόμενος ἐπὶ τῆς γῆς ἀφ’ ἧς καὶ ἐγένετο· τὰ δὲ ἐκ τούτου τοῖς ἀνθρώποις συμβαίνοντα | |
20 | παραπτώματα καὶ τὰς κηλῖδας τῶν ἁμαρτιῶν συναποφέρεται. | |
σπανίως δὲ πλούσιοι εὑρίσκονται ἐν ἐλεημοσύναις· οἱ δὲ ἐλεή‐ μονες καὶ ταπεινοὶ τῇ καρδίᾳ αὐτοὶ κληρονομήσουσιν τὴν βασιλείαν τοῦ θεοῦ. οὐ γὰρ τὸ κάλλος τοῖς ἀνθρώποις παράμονόν ἐστιν· οἱ γὰρ τούτῳ θαρροῦντες τοῦ γήρους κατα‐ | 183 | |
25 | λαμβάνοντος αἰφνιδίως καταισχυνθήσονται. πάντα οὖν καιρὸν ἔχει· καιρῷ οὖν φιλεῖται καὶ καιρῷ μισεῖται. ἔστω οὖν ἡ ἐλπὶς εἰς Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν ἀεὶ φιλού‐ μενον καὶ ἀεὶ ποθούμενον. καὶ μέμνησθε ἡμῶν ὡς καὶ ἡμεῖς ὑμῶν. ἡμεῖς γὰρ αὐτοῖς ἐὰν μὴ τὸ τῶν ἐντολῶν φορτίον | |
30 | τελέσωμεν, οὐκ ἄξιοί ἐσμεν κήρυκες εἶναι τοῦ ὀνόματος τούτου, καὶ ὕστερον τιμωρίαν ἀποτίσομεν τῆς ἑαυτῶν κεφαλῆς. | |
67 | Καὶ συνευξάμενος αὐτοῖς, πολλὴν ὥραν παραμείνας τῇ εὐχῇ καὶ τῇ δεήσει, παραθέμενος αὐτοὺς τῷ κυρίῳ εἶπεν· Κύριε ὁ δεσπόζων πάσης ψυχῆς τῆς ἐν σώματι οὔσης· κύριε πάτερ τῶν ψυχῶν τῶν εἰς σὲ τὰς ἐλπίδας ἐχουσῶν καὶ | |
5 | προσδεχομένων τὰ ἐλέη σου· ὁ λυτρούμενος ἀπὸ τῆς πλάνης τοὺς ἰδίους ἀνθρώπους καὶ ἐλευθερῶν ἀπὸ τῆς δουλείας καὶ φθορᾶς τοὺς ὑπηκόους καὶ ἐρχομένους εἰς τὸ καταφύγιόν σου· σὺ γενοῦ ἐν τῇ ποίμνῃ τοῦ Ξενοφῶντος, καὶ ἀλείψας | |
αὐτὴν ἐλαίῳ ἁγίῳ θεράπευσον ἀπὸ τῶν ἑλκῶν καὶ διατήρησον | 184 | |
10 | αὐτὴν ἀπὸ τῶν λύκων τῶν διαρπαζόντων. Καὶ ἐπιθεὶς αὐτοῖς τὴν χεῖρα εἶπεν· Ἔσται ἐφ’ ὑμᾶς ἡ εἰρήνη τοῦ κυρίου καὶ ἡμῖν συνοδεύσει. | |
13t | Πρᾶξις ηʹ περὶ τῶν ὀνάγρων. | |
68 | Ἐξῆλθεν οὖν ὁ ἀπόστολος ἀπιέναι κατὰ τὴν ὁδόν· καὶ πάντες δακρύοντες προέπεμπον αὐτὸν ἐνορκίζοντες αὐτὸν μνήμην αὐτῶν ἔχειν ἐν ταῖς δεήσεσιν αὐτοῦ καὶ μὴ ἐπιλαν‐ θάνειν αὐτῶν. ἀνελθὼν οὖν καὶ καθεσθεὶς ἐπὶ τοῦ ὀχή‐ | |
5 | ματος, πάντων τῶν ἀδελφῶν ἀπολειφθέντων, προσελθὼν ὁ στρατηλάτης διήγειρεν τὸν ἡνίοχον λέγων· Ἐγὼ δέομαι καὶ εὔχομαι ἄξιος γενέσθαι ὑπὸ τοὺς πόδας αὐτοῦ καθεσθῆναι, καὶ γενήσομαι αὐτοῦ ἡνίοχος κατὰ τὴν ὁδὸν ταύτην, ἵνα καὶ αὐτὸς γένηταί μου παραπομπὸς εἰς ἐκείνην τὴν ὁδὸν δι’ ἧς | |
10 | ὀλίγοι πορεύονται. | |
69 | Ὁδευσάντων οὖν αὐτῶν ὡσεὶ μίλια δύο ἐδεήθη ὁ ἀπόστολος τοῦ στρατηλάτου, καὶ ἀναστήσας αὐτὸν συγκαθε‐ σθῆναι ἐποίησεν αὐτῷ, ἐπιτρέψας τῷ ἡνιόχῳ εἰς τὸν ἴδιον τόπον καθεσθῆναι. ἡνίκα δὲ ἀπῄεσαν κατὰ τὴν ὁδόν, συνέβη | |
5 | ἐκ τοῦ πολλοῦ καύσωνος κεκοπιακέναι τὰ ὑποζύγια καὶ μὴ δυνάμενα ὅλως σαλευθῆναι. ὁ δὲ στρατηλάτης περίλυπος | |
γενόμενος πάνυ ἠθύμει, ἐνθυμούμενος τοῖς ἰδίοις ποσὶν δρόμῳ χρήσασθαι καὶ ἕτερα ὑποζύγια ἀγαγεῖν πρὸς τὴν τοῦ ὀχή‐ ματος χρείαν· ὁ δὲ ἀπόστολος εἶπεν· Μὴ ταρασσέσθω σου ἡ | 185 | |
10 | καρδία μηδὲ δειλιάτω, ἀλλὰ πίστευσον εἰς Ἰησοῦν Χριστὸν ὃν κατήγγειλά σοι, καὶ θαυμάσια ὄψει μεγάλα. Ἀπιδὼν δὲ εἶδεν ἀγέλην ὀνάγρων νεμομένην παρὰ τὴν ὁδόν· καὶ εἶπεν τῷ στρατηλάτῃ· Εἰ ἐπίστευσας εἰς Χριστὸν Ἰησοῦν, πορευθεὶς εἰς τὴν ἀγέλην ἐκείνην τῶν ὀνάγρων εἰπέ· Λέγει ὑμῖν Ἰούδας | |
15 | Θωμᾶς ὁ ἀπόστολος τοῦ Χριστοῦ τοῦ νέου θεοῦ· Ἐλθέτωσαν ἐξ ὑμῶν τέσσαρες ὧν ἂν χρείαν ἔχωμεν. | |
70 | Ἀπῆλθεν δὲ ὁ στρατηλάτης ἔμφοβος ὤν· πολλοὶ γὰρ ὑπῆρχον· καὶ ἀπιόντος αὐτοῦ αὐτοὶ εἰς ἀπάντησιν ἤρχοντο· ἐγγὺς δὲ γενομένων εἶπεν αὐτοῖς· Κελεύει ὑμῖν Ἰούδας Θωμᾶς ὁ ἀπόστολος τοῦ νέου θεοῦ· Ἐλθέτωσαν ἐξ ὑμῶν τέσσαρες | |
5 | ὧν χρείαν ἔχω. Ταῦτα ἀκούσαντες οἱ ὄναγροι ὁμοθυμαδὸν δρόμῳ χρησάμενοι πρὸς αὐτὸν ἤρχοντο, ἐλθόντες δὲ προσε‐ κύνησαν αὐτόν. εἶπεν δὲ αὐτοῖς ὁ ἀπόστολος· Εἰρήνη ὑμῖν. ὑποζεύξατε τέσσαρας ἀντὶ τῶν κτηνῶν τούτων τῶν ἀποστα‐ θέντων. Καὶ προσῆλθον ἕκαστος αὐτῶν καὶ ὑπέθλιβον ὑπο‐ | |
10 | ζευχθῆναι. ἦσαν οὖν ἐκεῖ τέσσαρες ἰσχυρότεροι, οἳ καὶ ἐζεύ‐ χθησαν· οἱ δὲ ἄλλοι οἳ μὲν προῆγον, οἳ δὲ ἠκολούθουν· ὀλίγον δὲ ὁδευσάντων ἀπέλυσεν τοὺς πώλους λέγων· Ὑμῖν λέγω τοῖς συνοίκοις τῆς ἐρήμου, εἰς τὰς νομὰς ὑμῶν ἀπέλθατε· εἰ γὰρ πάντων ἔχρῃζον, πάντες ἂν συναπῄειτέ μοι. νῦν δὲ ἄπιτε εἰς | 186 |
15 | τὸν χῶρον ὑμῶν ἐν ᾧ διατρίβετε. Οἳ δὲ ἀπῄεσαν ἐν ἡσυχίᾳ ἕως οὗ ἀφανεῖς ἐγένοντο. | |
71 | Ἀπερχομένου οὖν τοῦ τε ἀποστόλου καὶ τοῦ στρατη‐ λάτου καὶ τοῦ ἡνιόχου εἷλκον ἐν ἡσυχίᾳ οἱ ὄναγροι ὁμαλῶς, ἵνα μὴ ταράξωσιν τὸν ἀπόστολον τοῦ θεοῦ. ἐγγὺς δὲ γενα‐ μένων τῆς πύλης τῆς πόλεως παραστρέψαντες ἔστησαν πρὸ | |
5 | τῶν θυρῶν τῆς οἰκίας τοῦ στρατηλάτου. ὁ δὲ στρατηλάτης εἶπεν· Ἀσυγχώρητόν μοί ἐστιν ἐξηγήσασθαι τὰ γεγονότα, ἀλλὰ τὸ τέλος ἰδὼν τότε λέξω. Ἡ οὖν πόλις πᾶσα ἤρχετο ἰδοῦσα τοὺς ὀνάγρους ἐζευγμένους· ἤκουσαν δὲ καὶ τὴν φήμην τοῦ ἀποστόλου μέλλοντος ἐκεῖ ἐπιδημεῖν. ὁ δὲ ἀπόστολος ἐπυν‐ | |
10 | θάνετο τοῦ στρατηλάτου· Ποῦ ἐστίν σου ἡ οἴκησις καὶ ποῦ ἡμᾶς ἀπάγεις; Ὃ δὲ εἶπεν αὐτῷ· Σὺ αὐτὸς ἐπίστασαι ὅτι πρὸ τῶν θυρῶν ἑστήκαμεν, καὶ οὗτοι οἱ διὰ τῆς σῆς ἐντολῆς ἐλθόντες σὺν σοὶ μᾶλλον ἐμοῦ ἐπίστανται. | |
72 | Ταῦτα δὲ εἰπὼν καθῆκεν ἑαυτὸν ἀπὸ τοῦ ὀχήματος. ἤρξατο οὖν ὁ ἀπόστολος λέγειν· Ἰησοῦ Χριστὲ ὁ βλασφημού‐ μενος διὰ τὴν σὴν ἐπίγνωσιν ἐν τῇ χώρᾳ ταύτῃ· Ἰησοῦ οὗ ἡ | |
φήμη ξένη ἐν τῇ πόλει ταύτῃ· Ἰησοῦ ὁ παραλαμβάνων πάντας | 187 | |
5 | τοὺς ἀποστόλους ἐν πάσῃ χώρᾳ καὶ ἐν πάσῃ πόλει, καὶ πάντες οἱ σοὶ ἄξιοι ἐν σοὶ δοξάζονται· Ἰησοῦ ὁ τύπον λαβὼν καὶ γενόμενος ὡς ἄνθρωπος καὶ πᾶσιν ἡμῖν φανεὶς ἵνα μὴ ἡμᾶς ἀποχωρίσῃς τῆς ἰδίας ἀγάπης· σὺ εἶ κύριε ὁ ἑαυτὸν δοὺς ὑπὲρ ἡμῶν καὶ τῷ αἵματί σου ἡμᾶς ἐξαγοράσας καὶ κτησά‐ | |
10 | μενος ἡμᾶς κτῆμα πολυτίμητον· τί δὲ ἔχομέν σοι δοῦναι κύριε ἀντικατάλλαγμα τῆς σῆς ψυχῆς ἧς ἔδωκας ὑπὲρ ἡμῶν; ὃ γὰρ θέλομεν ἐκεῖνο ἡμῖν δίδως· τοῦτο δέ ἐστιν ἵνα δεηθῶμέν σου καὶ ζήσωμεν. | |
73 | Ταῦτα δὲ εἰπόντος αὐτοῦ πολλοὶ πανταχόθεν συνη‐ θροίζοντο ἰδεῖν τὸν ἀπόστολον τοῦ νέου θεοῦ. εἶπεν δὲ πάλιν ὁ ἀπόστολος· Τί ἑστήκαμεν ἀεργεῖς; Ἰησοῦ κύριε, ἡ ὥρα πάρε‐ στιν· τί ἀπαιτεῖ γενέσθαι; κέλευσον οὖν ἐκπληρωθῆναι ὃ δὴ | |
5 | γενέσθαι ὀφείλει. Ἡ δὲ γυνὴ τοῦ στρατηλάτου καὶ ἡ τούτου θυγάτηρ ἐβαρήθησαν σφόδρα ὑπὸ τῶν δαιμόνων οὕτως ὡς νομίζειν τοὺς οἰκείους ὅτι οὐκέτι ἀνίστανται· οὐδ’ ὅλως γὰρ συνεχώρησάν τινος μεταλαβεῖν αὐτάς, ἀλλὰ κατέβαλον αὐτὰς ἐπὶ ταῖς κλίναις αὐτῶν μηδ’ ὅλως τινὰς ἐπιγινωσκούσας ἕως | |
10 | ἐκείνης τῆς ἡμέρας ἐν ᾗ ὁ ἀπόστολος ἐκεῖσε ἦλθεν. εἶπεν δὲ ὁ ἀπόστολος ἑνὶ τῶν ὀνάγρων τῶν ἐν τῷ δεξιῷ μέρει ἐζευγμέ‐ νων· Εἴσελθε ἐντὸς τῆς αὐλῆς· καὶ ἑστὼς ἐκεῖσε κάλεσον τοὺς δαίμονας καὶ εἰπὲ αὐτοῖς· Λέγει ὑμῖν Ἰούδας Θωμᾶς ὁ ἀπό‐ | |
στολος καὶ μαθητὴς Ἰησοῦ Χριστοῦ· Ἔλθετε ὧδε ἔξω· | 188 | |
15 | δι’ ὑμᾶς γὰρ ἀπεστάλην καὶ εἰς τοὺς διαφέροντας ὑμῖν κατὰ γένος, ἵνα ὑμᾶς ἀπολέσω καὶ διώξω εἰς τὸν ὑμέτερον χῶρον, ἕως ὅτε καιρὸς γένηται συντελείας καὶ εἰς τὸ ὑμέτερον βάθος τοῦ σκότους κατέλθητε. | |
74 | Εἰσῄει δὲ ὁ ὄναγρος ἐκεῖνος πολλοῦ ὄχλου συνόντος αὐτῷ καὶ ἔλεγεν· Ὑμῖν λέγω τοῖς ἐχθροῖς τοῦ Ἰησοῦ τοῦ καλουμένου Χριστοῦ· ὑμῖν λέγω τοῖς τοὺς ὀφθαλμοὺς καμ‐ μύουσιν τοῦ μὴ ὁρᾶν τὸ φῶς· οὐ γὰρ δύναται ἡ κακίστη | |
5 | φύσις μεταβληθῆναι εἰς τὸ ἀγαθόν· ὑμῖν λέγω τοῖς τέκνοις τῆς γεέννης καὶ τῆς ἀπωλείας, ἐκείνου τοῦ ἀπαύστου εἰς τὸ κακὸν ἕως τοῦ νῦν, ὃς ἀεὶ ἀνακαινίζει αὐτοῦ τὰ ἐνεργήματα καὶ τὰ πρέποντα τῇ ἑαυτοῦ οὐσίᾳ· ὑμῖν λέγω τοῖς ἀναιδεστά‐ τοις, τοῖς δι’ ἑαυτῶν ἀπολλυμένοις· τί δὲ εἴπω περὶ τῆς ὑμῶν | |
10 | ἀπωλείας τε καὶ τέλους, τί δὲ καὶ ὑφηγήσωμαι, οὐκ οἶδα· πολλὰ γάρ ἐστιν καὶ πρὸς τὴν ἀκρόασιν ἀναρίθμητα ὑπάρ‐ χοντα. μείζονα δέ εἰσιν αἱ ὑμέτεραι πράξεις ἀπὸ τῆς κολά‐ σεως τῆς ὑμῖν τετηρημένης. σοὶ δὲ λέγω τῷ δαίμονι καὶ τῷ σῷ υἱῷ τῷ συνεπομένῳ σοι· νυνὶ γὰρ ἐφ’ ὑμᾶς ἀπέσταλμαι· | |
15 | τίνος δὲ ἕνεκα πολλοὺς λόγους ποιοῦμαι τῆς ὑμῶν φύσεώς τε καὶ ῥίζης, ἣν ὑμεῖς αὐτοὶ οἴδατε καὶ ἀναιδεύεσθε; λέγει δὲ ὑμῖν Ἰούδας Θωμᾶς ὁ ἀπόστολος Χριστοῦ τοῦ Ἰησοῦ, ὃς | |
διὰ πολλῆς ἀγάπης καὶ διαθέσεως ἐνθάδε ἀπεστάλη· Ἐπὶ παντὸς τοῦ ἐνθάδε ἑστῶτος ὄχλου ἐξελθόντες εἴπατέ μοι ποίου | 189 | |
20 | γένους ἐστέ. | |
75 | Καὶ εὐθέως ἐξῆλθεν ἡ γυνὴ σὺν τῇ θυγατρὶ αὐτῆς, νενεκρωμέναι καὶ ἠτιμασμέναι· θεασάμενος δὲ αὐτὰς ὁ ἀπό‐ στολος ἐλυπήθη, μάλιστα διὰ τὴν παῖδα, καὶ λέγει τοῖς δαί‐ μοσιν· Μὴ γένοιτο ἱλασμὸν γενέσθαι καὶ φειδὼ εἰς ὑμᾶς· | |
5 | οὐδὲ γὰρ τὸ φείδεσθαι ἢ τὸ ἐλεεῖν ἐπίστασθε· πλὴν εἰς τὸ ὄνομα τοῦ Ἰησοῦ ἀπόστητε ἀπ’ αὐτῶν καὶ ἐκ πλευρᾶς στῆτε. Ταῦτα εἰπόντος τοῦ ἀποστόλου πεσοῦσαι αἱ γυναῖκες ἀπενε‐ κρώθησαν· οὔτε γὰρ πνεῦμα εἶχον οὔτε φωνὴν ἐδίδουν· ὁ δὲ δαίμων ἀποκριθεὶς φωνῇ μεγάλῃ εἶπεν· Πάλιν ἥκεις ἐνθάδε | |
10 | ὁ τὴν φύσιν ἡμῶν διαγελῶν καὶ τὴν γενεάν; ἥκεις πάλιν ὁ τὴν τέχνην ἡμῶν ἀπαλείφων; καὶ ὡς νομίζω οὐ συγχωρεῖς ἡμῖν ὅλως ἐπὶ τῆς γῆς εἶναι· τοῦτο δὲ νῦν ἐν τῷ καιρῷ τούτῳ ποιῆσαι οὐ δύνασαι. Ἐστοχάσατο δὲ ὁ ἀπόστολος ὅτι ὁ δαίμων οὗτος ἐκεῖνός ἐστιν ὁ ἀπελαθεὶς ἀπ’ ἐκείνης τῆς | |
15 | γυναικός. | |
76 | Ὁ δὲ δαίμων εἶπεν· Δέομαί σου, ἐπίτρεψόν με καὶ ὅπου βούλει με ἀπελθόντα οἰκῆσαι καὶ παρὰ σοῦ ἐντολὴν δέξασθαι, καὶ οὐ φοβοῦμαι τὸν ἐξουσιαστὴν τὸν κατ’ ἐμοῦ ἔχοντα τὴν ἐξουσίαν. ὥσπερ γὰρ σὺ ἦλθες εὐαγγελίσασθαι, | |
5 | οὕτως κἀγὼ ἦλθον ἀφανίσαι· καὶ ὥσπερ σὺ ἐὰν μὴ τελέσῃς τὸ θέλημα τοῦ πέμψαντός σε, κατὰ κεφαλῆς δίδωσίν σοι τὴν τιμωρίαν, οὕτως κἀγώ, ἐὰν μὴ ποιήσω τὸ θέλημα τοῦ ἀπο‐ στείλαντός με πρὸ καιροῦ καὶ τῆς προθεσμίας, εἰς τὴν ἐμαυτοῦ φύσιν ἀποστέλλομαι· καὶ ὥσπερ σοὶ βοηθεῖ ὁ Χριστός σου ἐν | 190 |
10 | οἷς διαπράττῃ, οὕτως καὶ ἐμοὶ βοηθεῖ ὁ πατήρ μου ἐν οἷς διαπράττομαι· καὶ ὥσπερ σοὶ κατασκευάζει σκεύη τοὺς ἀξίους τῆς σῆς οἰκήσεως, οὕτως καὶ ἐμοὶ ἐπιζητεῖ σκεύη δι’ ὧν τὰς αὐτοῦ πράξεις τελίσκω· καὶ ὥσπερ τρέφει καὶ οἰκονομεῖ τοὺς ὑπηκόους, οὕτως κἀμοὶ κολάσεις καὶ βασάνους σὺν τοῖς ὀκη‐ | |
15 | τηρίοις μοι γενομένοις παρασκευάζει· καὶ ὥσπερ σοὶ τὴν ἀντι‐ μισθίαν τῆς σῆς ἐνεργείας δίδωσιν τὴν αἰώνιον ζωήν, οὕτως κἀμοὶ παρέχει τὰς ἀμοιβὰς τῶν ἔργων μου τὴν αἰωνίαν ἀπώ‐ λειαν· καὶ ὥσπερ σὺ τῇ εὐχῇ σου καὶ τοῖς ἀγαθοῖς ἔργοις ἐπαναπαύῃ ἐν ταῖς πνευματικαῖς σου δοξολογίαις, οὕτως κἀγὼ | |
20 | ἐπαναπαύομαι φόνοις τε καὶ μοιχείαις καὶ θυσίαις ταῖς διὰ οἴνου γινομέναις ἐν τοῖς βωμοῖς· καὶ ὥσπερ σὺ ἐπιστρέφεις τοὺς ἀνθρώπους εἰς ζωὴν αἰώνιον, οὕτως κἀγὼ ἀποστρέφω τοὺς ὑπακούοντάς μοι εἰς ἀπώλειαν καὶ κόλασιν αἰωνίαν· καὶ σὺ τοὺς ἰδίους δέχῃ κἀγὼ τοὺς ἐμούς. | |
77 | Τοιαῦτα καὶ ἕτερα πλείονα εἰπόντος του δαίμονος ὁ ἀπόστολος εἶπεν· Κελεύει σοι Ἰησοῦς καὶ τῷ σῷ παιδὶ δι’ ἐμοῦ ἵνα μηκέτι εἰσέλθῃς εἰς κατοίκησιν ἀνθρώπου· ἀλλ’ ἐξέλ‐ θετε καὶ ἀπέλθετε καὶ οἰκήσατε ἔξω παντελῶς τῆς οἰκήσεως | 191 |
5 | τῶν ἀνθρώπων. Οἱ δὲ δαίμονες εἶπον αὐτῷ· Ἀπηνῶς προ‐ σέταξας ἡμῖν· τί δὲ καὶ πρὸς τούτους πράξεις τοὺς νῦν ἀπο‐ κεκρυμμένους ἀπὸ σοῦ; οἱ γὰρ κατασκευάσαντες τὰ πάντα ξόανα ἐν αὐτοῖς χαίρουσιν μᾶλλον σοῦ· οὓς οἱ πολλοὶ πολλοὺς προσ‐ κυνοῦσιν καὶ τὰ θελήματα αὐτῶν διαπράττονται, θύοντες | |
10 | αὐτοῖς καὶ τὰς τροφὰς προσάγοντες ἐν σπονδαῖς καὶ διὰ οἴνου καὶ ὕδατος προσφέροντες καὶ ἀναθήμασιν. Καὶ ὁ ἀπόστολος εἶπεν· Καὶ αὐτοὶ νῦν καταργηθήσονται σὺν ταῖς πράξεσιν αὐτῶν. Καὶ αἰφνιδίως ἄφαντοι γεγόνασιν οἱ δαί‐ μονες· αἱ δὲ γυναῖκες ὡς εἰς τύπον νεκρῶν ἐρριμμέναι ἔκειντο | |
15 | ἐπὶ γῆς, μὴ ἔχουσαι φωνήν. | |
78 | Καὶ οἱ ὄναγροι πρὸς ἀλλήλους ἔστησαν καὶ οὐκ ἀφί‐ σταντο ἀπ’ ἀλλήλων, ἀλλ’ ἐκεῖνος ᾧ ὁ λόγος ἐδόθη ἐν δυνάμει | |
τοῦ κυρίου, πάντων σιγώντων καὶ ἀφορώντων τί ἄρα δια‐ πράξονται, εἶπεν τῷ ἀποστόλῳ ὁ ὄναγρος· Τί ἕστηκας ἀεργὴς | 192 | |
5 | ἀπόστολε Χριστοῦ τοῦ ὑψίστου, ἀφορῶντος ἵνα αὐτὸν αἰτήσῃς τὰ κάλλιστα μαθήματα; τί οὖν βραδύνεις; ὁ γὰρ σὸς διδάσκαλος βούλεται τὰ μεγαλεῖα αὐτοῦ διὰ τῶν σῶν χειρῶν δεῖξαι· τί στήκεις ὁ κῆρυξ τοῦ ἀποκρύφου; ὁ γὰρ σὸς βούλεται διὰ σοῦ τὰ ἀπόρρητα ἐκφᾶναι διατηρῶν αὐτὰ τοῖς | |
10 | ἀξίοις αὐτοῦ ταῦτα ἀκούειν. τί ἡσυχάζεις ὁ τὰ μεγαλεῖα διαπραττόμενος εἰς ὄνομα τοῦ κυρίου; ὁ γὰρ σὸς δεσπότης προτρέπεταί σε θάρσος σοι ἐγγεννῶν. μὴ τοίνυν φοβοῦ· οὐ γὰρ ἀφήσει ψυχὴν τὴν προσήκουσάν σοι κατὰ γένος. ἄρξαι οὖν τοῦ ἐπικαλεῖσθαι αὐτὸν καὶ αὐτός σου ἑτοίμως ἀκούσῃ. | |
15 | τί ἕστηκας θαυμάζων πάσας αὐτοῦ τὰς πράξεις καὶ τὰς ἐνερ‐ γείας; μικρὰ γάρ ἐστιν ταῦτα ἃ δι’ αὐτῶν ἔδειξεν. τί δὲ καὶ ὑφηγήσῃ περὶ τῶν μεγάλων αὐτοῦ δωρημάτων; οὐ γὰρ ἐξαρ‐ κέσεις ἐξειπεῖν. τί δὲ καὶ θαυμάζεις περὶ τῶν σωματικῶν αὐτοῦ ἰάσεων ἅτινα ἐνεργεῖται; καὶ μάλιστα ἐπιστάμενος | |
20 | ἐκείνην αὐτοῦ τὴν ἴασιν τὴν βεβαίαν καὶ παραμονὴν τῇ ἰδίᾳ φύσει προφέρει. τί δὲ καὶ ἀποβλέπεις εἰς ταύτην τὴν πρό‐ | |
σκαιρον ζωὴν καὶ περὶ τῆς αἰωνίας οὐδὲν ἐνθυμεῖσαι; | 193 | |
79 | ὑμῖν δὲ τοῖς παρεστῶσιν ὄχλοις καὶ προσδοκῶσιν τὰς καταβεβλημένας ἐγερθῆναι λέγω, πιστεύσατε τῷ ἀποστόλῳ Ἰησοῦ Χριστοῦ· πιστεύσατε τῷ διδασκάλῳ τῆς ἀληθείας· πιστεύσατε τῷ τὴν ἀλήθειαν ὑμῖν ὑποδεικνύοντι· πιστεύσατε | |
5 | Ἰησοῦ· πιστεύσατε ἐπὶ τῷ γεννηθέντι Χριστῷ ἵνα οἱ γεννη‐ θέντες διὰ τῆς αὐτοῦ ζωῆς ζήσωσιν· ὃς καὶ ἀνετράφη διὰ νηπίου, ἵνα ἡ τελειότης διὰ τοῦ ἀνθρώπου αὐτοῦ φανῇ. ἐδί‐ δαξεν τοὺς ἰδίους αὐτοῦ μαθητάς· τῆς γὰρ ἀληθείας διδά‐ σκαλος αὐτός ἐστιν καὶ τῶν σοφῶν ὁ σοφιστής· ὃς καὶ ἐν | |
10 | ναῷ τὸ δῶρον προσήνεγκεν ἵνα δείξῃ πᾶσαν τὴν προσφορὰν ἁγιάζεσθαι. οὗτος ὁ ἀπόστολος ἐκείνου ἐστίν, ἐνδείκτης τῆς ἀληθείας. οὗτός ἐστιν ὁ τὸ θέλημα διαπραττόμενος ἐκείνου τοῦ ἀποστείλαντος αὐτόν. ἐλεύσονται δὲ ἀπόστολοι ψευδεῖς καὶ προφῆται τῆς ἀνομίας, ὧν τὸ τέλος ἔσται πρὸς τὰς αὐτῶν | |
15 | πράξεις, κηρύσσοντες μὲν καὶ νομοθετοῦντες φυγεῖν ἀπὸ τῶν ἀσεβειῶν, αὐτοὶ δὲ πάντοτε ἐν ἁμαρτίαις ἐξεταζόμενοι· ἠμ‐ φιεσμένοι μὲν ἐνδύματα προβάτων, ἔσωθεν δὲ λύκοι ἅρπαγες· οἵτινες μιᾷ γυναικὶ οὐκ ἀρκούμενοι πολλὰς γυναῖκας ἐξαφανί‐ | |
ζουσιν· οἳ τέκνων λέγοντες καταφρονεῖν πολλοὺς παῖδας ἀπόλ‐ | 194 | |
20 | λουσιν, ὧν τὴν τιμωρίαν διδόασιν· οἱ μὴ ἐπαρκούμενοι τῇ ἑαυτῶν κτήσει ἀλλὰ θέλοντες πάντα τὰ ἀχρειώδη αὐτοῖς ἐξυπηρετεῖσθαι μόνοις, ἐπαγγελλόμενοι ὡς μαθηταὶ αὐτοῦ. καὶ ἐν μὲν τῷ στόματι αὐτῶν ἄλλα φθέγγονται, τῇ δὲ καρδίᾳ αὐτῶν ἄλλα ἐνθυμοῦνται· τοῖς ἄλλοις μὲν παρακελευόμενοι | |
25 | ἀσφαλίζεσθαι ἀπὸ τῶν πονηρῶν, αὐτοὶ δὲ οὐδὲν ἀγαθὸν διαπράττονται. οἳ σώφρονες νομίζονται εἶναι καὶ τοῖς μὲν ἄλλοις παρακελεύονται ἀπέχεσθαι πορνείας, κλοπῆς καὶ πλεο‐ νεξίας, ταῦτα δὲ πάντα ἐν αὐτοῖς ἀποκρύφως πολιτεύονται, διδάσκοντες τοὺς ἄλλους ταῦτα μὴ διαπράττεσθαι. | |
80 | Ταῦτα ἐκφάναντος τοῦ ὀνάγρου πάντες εἰς αὐτὸν ἀπέβλεπον· καὶ σιγήσαντος αὐτοῦ εἶπεν ὁ ἀπόστολος· Τίνα ἐνθυμηθῶ περὶ τῆς σῆς εὐπρεπείας Ἰησοῦ, τίνα δὲ καὶ περὶ σοῦ ἐξηγήσωμαι οὐκ ἔχω. μᾶλλον δὲ οὐ δύναμαι· οὐ γὰρ | |
5 | χωρῶ ἐξειπεῖν αὐτὰ ὦ Χριστὲ ἀναπεπαυμένε καὶ μόνε σοφέ, ὁ τὰ ἐγκάρδια γινώσκων μόνος καὶ ἐπιστάμενος τὰ τοῦ λο‐ γισμοῦ· σοὶ δόξα ἐλεῆμον καὶ ἤρεμε· σοὶ δόξα λόγε σοφέ· δόξα τῇ εὐσπλαγχνίᾳ σου τῇ ἐπικυηθείσῃ ἡμῖν· δόξα τῷ ἐλέει σου τῷ ἐφ’ ἡμᾶς ἁπλωθέντι· δόξα τῇ μεγαλωσύνῃ σου τῇ | |
10 | δι’ ἡμᾶς σμικρυνθείσῃ· δόξα τῇ ὑψίστῳ σου βασιλείᾳ ἥτις δι’ ἡμᾶς ἐταπεινώθη· δόξα τῇ ἰσχύι σου ἣ δι’ ἡμᾶς ἠλατ‐ τώθη· δόξα τῇ θεότητί σου ἣ δι’ ἡμᾶς εἰς ἀπεικασίαν ἀν‐ θρώπων ὤφθη· δόξα τῇ ἀνθρωπότητί σου, ἥτις δι’ ἡμᾶς ἀπέθανεν, ἵνα ἡμᾶς ζωοποιήσῃ· δόξα τῇ ἀναστάσει σου τῇ | 195 |
15 | ἀπὸ τῶν νεκρῶν· διὰ γὰρ ταύτης ἔγερσις καὶ ἀνάπαυσις ταῖς ψυχαῖς ἡμῶν γίνεται· δόξα καὶ εὐφημία τῇ ἀνόδῳ σου τῇ ἐπὶ τοὺς οὐρανούς· δι’ αὐτῆς γὰρ ἡμῖν ὑπέδειξας τὴν ἄνοδον τοῦ ὕψους ἐπαγγειλάμενος ἡμῖν ἐκ δεξιῶν σου καθεσθῆναι καὶ συγκρῖναι τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. σὺ εἶ ὁ ἐπου‐ | |
20 | ράνιος λόγος τοῦ πατρός· σὺ εἶ τὸ ἀπόκρυφον φῶς τοῦ λο‐ γισμοῦ, ὁ τὴν ὁδὸν ὑποδεικνύων τῆς ἀληθείας, διῶκτα τοῦ σκότους καὶ τῆς πλάνης ἐξαλειπτά. | |
81 | Ταῦτα εἰπὼν ὁ ἀπόστολος ἐπέστη ταῖς γυναιξὶ λέγων· Κύριέ μου καὶ θεέ μου, οὐ διαιροῦμαι ἀπὸ σοῦ οὐδὲ ἀπιστῶν ἐπικαλοῦμαί σε, πάντοτε ὄντα ἡμῶν βοηθὸν καὶ ἐπίκουρον καὶ ἐπανορθωτήν· ὁ τὴν ἑαυτοῦ δύναμιν ἐμπνέων ἡμῖν καὶ | |
5 | παραθαρσύνων ἡμᾶς καὶ παρέχων παρρησίαν ἐν ἀγάπῃ τοῖς ἰδίοις σου δούλοις· δέομαί σου, ἰαθεῖσαι αἱ ψυχαὶ ἀναστή‐ τωσαν καὶ γενέσθωσαν οἷαι ἦσαν πρὸ τοῦ πληγῆναι ὑπὸ τῶν | |
δαιμόνων. Ταῦτα δὲ αὐτοῦ εἰπόντος στραφεῖσαι αἱ γυναῖκες ἐκαθέσθησαν. καὶ παρεκελεύσατο τῷ στρατηλάτῃ ὁ ἀπόστολος | 196 | |
10 | ἵνα οἱ τούτου θεράποντες λαβόντες αὐτὰς εἰσαγάγωσιν. αὐτῶν δὲ εἰσελθόντων εἶπεν τοῖς ὀνάγροις ὁ ἀπόστολος· Ἀκολουθή‐ σατέ μοι. Καὶ εἰπόντος αὐτοὶ ἕως ἔξω τῶν πυλῶν· ἐξελ‐ θόντων δὲ αὐτῶν εἶπεν αὐτοῖς· Ἀπέλθετε μετ’ εἰρήνης ἐπὶ τὰς νομὰς ὑμῶν. Ἀπῄεσαν οὖν οἱ ὄναγροι προθύμως· ἑστὼς | |
15 | δὲ ὁ ἀπόστολος προσεῖχεν αὐτοῖς ἵνα μὴ ὑπό τινος ἀδικη‐ θῶσιν, ἕως ὅτε πόρρω γενόμενοι ἀφανεῖς ἐγένοντο· ὑπέ‐ στρεψεν δὲ ὁ ἀπόστολος σὺν τῷ ὄχλῳ εἰς τὴν οἰκίαν τοῦ στρατηλάτου. | |
19t | Περὶ τῆς γυναικὸς Χαρισίου πρᾶξις θʹ. | |
82 | Ἔτυχεν δὲ γυναῖκά τινα, Χαρισίου τοῦ ἔγγιστα τοῦ βασιλέως, ᾗ ὄνομα Μυγδονία, ἐλθεῖν ἐπὶ τὸ θεάσασθαι καὶ ἰδεῖν ὄνομα νέον καὶ θεὸν νέον καταγγελλόμενον καὶ νέον ἀπόστολον ἐπιδημήσαντα τῇ αὐτῶν χώρᾳ· ἐφέρετο δὲ ὑπὸ | |
5 | τῶν ἰδίων δούλων· καὶ διὰ τὸν πολὺν ὄχλον καὶ τὴν στενο‐ χωρίαν οὐκ ἠδύναντο αὐτὴν εἰσαγαγεῖν πρὸς αὐτόν. ἔπεμψεν δὲ πρὸς τὸν ἴδιον ἄνδρα ἵνα πέμψῃ αὐτῇ πλείονας τοὺς αὐτῇ | |
ἐξυπηρετουμένους· ἦλθον δὲ καὶ προσῆλθον αὐτῇ θλίβοντες καὶ δέροντες τοὺς ἀνθρώπους. ἰδὼν δὲ ὁ ἀπόστολος εἶπεν | 197 | |
10 | αὐτοῖς· Τίνος ἕνεκεν καταστρέφετε τοὺς ἐρχομένους ἀκοῦσαι τὸν λόγον, οἳ καὶ προθυμίαν ἔχουσιν; ὑμεῖς δὲ βούλεσθε παρ’ ἐμοὶ μὲν εἶναι, πόρρω τυγχάνοντες· καθὼς εἴρηται ἐπὶ τοῦ ὄχλου τοῦ ἐρχομένου πρὸς τὸν κύριον, ὅτι Ὀφθαλ‐ μοὺς μὲν ἔχοντες οὐ βλέπετε, καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε. | |
15 | Καὶ ἔλεγεν πρὸς τοὺς ὄχλους· Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω· Καί· Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. | |
83 | Ἀπιδὼν δὲ πρὸς τοὺς βαστάζοντας αὐτὴν εἶπεν αὐτοῖς· Οὗτος ὁ μακαρισμὸς καὶ ἡ παραίνεσις ὁ ἐκείνοις ἐπαγγελθεὶς ὑμῖν αὐτοῖς ἐστιν τοῖς ἐπιφορτισ‐ | |
5 | μένοις νῦν. ὑμεῖς ἐστε οἱ τὰ δυσβάστακτα φορτία βαστά‐ ζοντες καὶ αὐτῆς κελεύσει, παραφερόμενοι· καὶ ἀνθρώ‐ ποις ὑμῖν οὖσιν | |
10 | ὥσπερ τοῖς ἀλόγοις ζῴοις ἐπι‐ τιθέασιν ὑμῖν | |
13 | φόρτους, τοῦτο νομίζοντες οἱ τὴν ἐξουσίαν καθ’ ὑμῶν ἔχον‐ | 198 |
15 | τες ὅτι οὐκ ἐστὲ ἄνθρωποι οἷοι καὶ αὐτοί εἰσιν, εἲτε δοῦ‐ λοι εἲτε ἐλεύθεροι· | |
22 | οὔτε γὰρ τοὺς πλουσίους ἡ κτῆσις ὀφειλήσει τι, οὔτε τοὺς πένητας ἡ πενία ῥύσεται ἀπὸ | |
25 | τῆς δίκης· οὔτε εἰλήφαμεν ἐν‐ τολὴν ἣν οὐ δυνάμεθα ποιῆ‐ σαι· οὔτε φορτία δυσβάστακτα ἡμῖν ἐπέθηκεν ἃ οὐ δυνάμεθα βαστάσαι· οὔτε οἰκοδομὴν τοι‐ | |
30 | αύτην ἣν οἱ ἄνθρωποι κτί‐ ζουσιν· οὔτε λίθους λατομῆσαι καὶ οἴκους κατασκευάσαι ὡς οἱ τεχνῖται ὑμῶν διὰ τῆς ἰδίας ἐπιστήμης ποιοῦσιν. ταύτην | |
35 | δὲ τὴν ἐντολὴν εἰλήφαμεν παρὰ τοῦ κυρίου ἵνα ὃ οὐκ ἀρέσκει ἡμῖν ὑπὸ ἄλλου γινόμενον τοῦτο ἄλλῳ τινὶ μὴ ποιοῦμεν. | |
83 col2(3) | περὶ ὑμῶν εἴρηται, οἵτινες | |
6 | δυσβάστακτα φορτία βαστά‐ ζειν εἰδότες τῷ πλησίῳ κρίνειν οὐ παύετε, οὐδὲ συνιεῖτε ὅτι καὶ αὐτὸς ὁμοιοπαθεῖς ὑμῶν | |
10 | εἰσιν ἄνθρωποι καὶ μιᾶς ἑκά‐ τεροι τυγχάνετε φύσεως· καὶ ὥσπερ τοῖς ζῴοις σοβαρῶς οἴδατε τούτοις φορτώνειν καὶ ἐπαχθῆ ἀνηλεημόνως παρέχειν | |
15 | φορτία, οὕτως καὶ πρὸς τοὺς ὁμοφύλους ὡς ἔφαμεν ἀνθρώ‐ πους ποιεῖν, κἄν τε δοῦλοι τῷδε τῷ βίῳ εἰσὶν κἄν τε ἐλεύθεροι, κἄν | |
20 | τε πλούσιοι καὶ πένητες. | |
36 | καὶ οὐ τὰ καθ’ ἑαυτῶν πρό‐ τερον ἐννοῶμεν οἷα καὶ ὅσα εἰσίν, καὶ τῆς ἐκεῖ περὶ τού‐ των ἐπιμιμνήσκεσθαι δίκης· | |
40 | ἀλλὰ τὰ τοῦ πέλας κρίνειν μάλα εἰδότες τὰ οἰκεῖα περι‐ | |
στέλλειν εἰώθαμεν. | 199 | |
84 | ἀπέχεσθε οὖν πρῶτον τῆς μοιχείας· πάντων γὰρ τῶν κακῶν αὕτη ἐστὶν ἀφορμή· ἔπειτα καὶ κλοπῆς, ἥτις Ἰού‐ | |
5 | δαν Ἰσκαριώτην δελεάσασα εἰς ἀγχόνην ἤγαγεν· ὅσοι γὰρ τῇ πλεονεξίᾳ οἰκοῦσιν οὐχ ὁρῶσιν τὰ ὑπ’ αὐτῶν γινόμενα· καὶ ἀπὸ τῆς ἀλαζονείας καὶ ἀπὸ | |
10 | πάντων τῶν αἰσχρῶν πρά‐ ξεων, μάλιστα τῶν σωματι‐ κῶν, ἐν ᾧ κατάκρισις αἰωνία γίνεται. ἔστιν γὰρ αὕτη ἡ μητρόπολις τῶν κακῶν ἁπάν‐ | |
15 | των· ὁμοίως δὲ καὶ τοὺς ὑψαυχενοῦντας ἄγει εἰς τυ‐ ραννίδα, κατασπῶσα αὐτοὺς εἰς βάθος καὶ χειρουμένη αὐτοὺς ὑπὸ τὰς αὐτῆς χεῖρας, | |
20 | ἵνα μὴ θεάσωνται ἃ πράτ‐ τουσιν· ὅθεν τὰ διαπραττό‐ μενα ὑπ’ αὐτῶν ἄδηλα αὐτοῖς ἐστιν. | |
84 col2 | τούτων οὖν πάντων ἀπέ‐ χεσθαι παρακαλῶ, οἷον πορ‐ νείαν, μοιχείαν, ἀκαθαρσίαν, | |
7 | πλεονεξίαν, φιλαργυρίαν, καὶ πᾶν ὅ τι καὶ παραβλάπτειν | |
τὴν ψυχὴν ὑμῶν οἴδατε. | 200 | |
85 | ἀλλ’ ὑμεῖς πάντων τῶν ἀγαθῶν εὐάρεστοι γίνεσθε τῷ θεῷ | |
5 | ἐν πρᾳότητι καὶ ἡσυχίᾳ· τού‐ των γὰρ φείδεται ὁ θεός, καὶ ζωὴν αἰωνίαν παρέχει καὶ τὸν θάνατον ἐξουθενεῖ· καὶ ἐν ἐπιεικείᾳ, πᾶσιν τοῖς ἀγαθοῖς | |
10 | ἐπακολουθεῖ, ἡ πάντας τοὺς ἐχθροὺς καταγωνιζομένη καὶ τὸν στέφανον τῆς νίκης μόνη λαβοῦσα· ἐν ἡσυχίᾳ καὶ τῷ διὰ χειρὸς ὀρέγοντι τοῖς πένη‐ | |
15 | σιν καὶ πληροῦντι τὸ ἐνδεὲς τῶν λειπομένων, κομίζουσα καὶ μεταδιδοῦσα τοῖς δεομένοις· μάλιστα τοῖς ἐν ἁγιωσύνῃ πο‐ λιτευομένοις· αὕτη γὰρ ἐπί‐ | |
20 | λεκτός ἐστιν παρὰ τῷ θεῷ καὶ εἰσάγουσα εἰς τὴν αἰώ‐ νιον ζωήν· αὕτη γὰρ μητρό‐ πολίς ἐστιν παρὰ τῷ θεῷ τῶν ἀγαθῶν ἁπάντων· οἱ γὰρ μὴ | |
25 | ἀγωνιζόμενοι ἐν τῷ σταδίῳ τοῦ Χριστοῦ οὐ μὴ τύχωσιν τῆς ἁγιωσύνης. ἡ δὲ ἁγιω‐ σύνη ὤφθη ἐκ τοῦ θεοῦ, κα‐ ταργοῦσα τὴν πορνείαν, κατα‐ | |
30 | στρέφουσα τὸν ἐχθρόν, εὐαρε‐ στοῦσα τῷ θεῷ. ἀθλητὴς γὰρ ἀήττητός ἐστιν, ἔχουσα ἀξίωμα τοῦ θεοῦ, παρὰ πολ‐ λῶν δοξαζομένη. πρεσβευτής | |
35 | ἐστιν εἰρήνης, καταγγέλλουσα εἰρήνην. εἴ τις κτήσεται αὐτήν, ἀφρόντιστος μένει, τῷ κυρίῳ εὐαρεστῶν, προσδεχόμενος τὸν καιρὸν τῆς ἀπολυτρώσεως. | |
40 | οὐδὲν γὰρ παράτοπον διαπράτ‐ τεται, παρέχουσα ζωὴν καὶ ἀνάπαυσιν καὶ χαρὰν πᾶσιν τοῖς αὐτὴν κτωμένοις. | |
85 col2(2) | καὶ γίνεσθε ἀγαθοὶ, οἰκτίρ‐ μονες, ἐλεήμονες, ἀμνησίκακοι, φιλόπτωχοι, δίκαιοι, εἰρηνικοί, | |
5 | μετὰ πάσης τῆς πρᾳότητος ἐν τῷδε ζῶντες τῷ βίῳ. | |
36 | καὶ γὰρ εἴ τις τὴν τοιαύτην | |
ἔχει | 201 | |
86 | ἡ δὲ πρᾳότης τὸν θά‐ νατον ὑπέταξεν, ὑπ’ ἐξουσίαν αὐτὸν ποιήσασα· ἡ πρᾳότης τὸν ἐχθρὸν κατεδουλώσατο· | |
86 col2 | πρᾳότητα | |
4 | τὸν ἐχθρὸν καταδουλοῦται· | |
5 | ἀλλὰ καὶ | |
86(6) | ἡ πρᾳότης ζυγός ἐστιν ἀγαθός· ἡ πρᾳότης οὐδένα φοβεῖται καὶ τοῖς πολλοῖς οὐκ ἐναντιοῦται· ἡ πρᾳότης εἰρήνη ἐστὶν καὶ χαρὰ καὶ ἀγαλλίασις τῆς ἀναπαύσεως· μείνατε οὖν ἐν τῇ ἁγιωσύνη καὶ δέξασθε τὴν ἀμεριμνίαν καὶ ἐγγὺς γίνεσθε τῆς | |
10 | πρᾳότητος· ἐν γὰρ τούτοις τοῖς τρισὶν κεφαλαίοις εἰκονογρα‐ φεῖται ὁ Χριστὸς ὃν ἐγὼ καταγγέλλω ὑμῖν. ἡ ἁγιωσύνη ναός ἐστιν τοῦ Χριστοῦ, καὶ ὁ οἰκῶν ἐν αὐτῇ οἰκητήριον αὐτὴν κτᾶται· τεσσαράκοντα γὰρ ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἐνήστευσεν οὐδενὸς γευσάμενος· καὶ ὁ ταύτην φυλάττων ἐν | |
15 | αὐτῇ οἰκήσει ὡς ἐν ὄρει. ἡ δὲ πρᾳότης καύχημα αὐτοῦ ἐστιν· εἶπεν γὰρ Πέτρῳ τῷ συναποστόλῳ ἡμῶν· Ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τὰ ὀπίσω καὶ ἀποκατάστησον εἰς τὴν θήκην αὐτῆς· εἰ γὰρ ἤθελον τοῦτο ποιῆσαι, μὴ οὐκ ἠδυνάμην πλέον ἢ δώδεκα λεγεῶνας παρὰ τοῦ πατρός μου παραστῆσαι ἀγ‐ | |
20 | γέλων; | |
87 | Ταῦτα εἰπόντος τοῦ ἀποστόλου παντὸς τοῦ ὄχλου ἀκούοντος ἀλλήλους συνεπάτουν θλίβοντες· ἡ δὲ γυνὴ Χαρι‐ σίου τοῦ συγγενοῦς τοῦ βασιλέως ἐκπηδήσασα ἐκ τοῦ δίφρου καὶ ἑαυτὴν ῥίψασα ἐπὶ τῆς γῆς ἔμπροσθεν τοῦ ἀποστόλου | |
5 | καὶ τῶν ποδῶν αὐτοῦ ἁπτομένη καὶ δεομένη ἔλεγεν· Μαθητὰ τοῦ θεοῦ τοῦ ζῶντος, εἰσῆλθες εἰς χώραν ἔρημον· ἐν ἐρημίᾳ γὰρ οἰκοῦμεν, ἐοικότες ζῴοις ἀλόγοις ἐν τῇ ἀναστροφῇ ἡμῶν· νῦν δὲ διὰ τῶν σῶν χειρῶν σωθησόμεθα· δέομαι οὖν σου, φρόντισόν μου καὶ εὖξαι ὑπὲρ ἐμοῦ, ἵνα ἡ εὐσπλαγχνία τοῦ | |
10 | ὑπὸ σοῦ καταγγελλομένου θεοῦ γένηται ἐπ’ ἐμέ, κἀγὼ γένωμαι αὐτοῦ οἰκητήριον, καὶ καταλλαγῶ ἐν τῇ εὐχῇ καὶ τῇ ἐλπίδι καὶ τῇ πίστει αὐτοῦ, καὶ δέξωμαι κἀγὼ σφραγῖδα, καὶ γένω‐ μαι ναὸς ἅγιος, καὶ κατοικήσῃ ἐν ἐμοὶ αὐτός. | 202 |
88 | Καὶ ὁ ἀπόστολος εἶπεν· Εὔχομαι καὶ δέομαι ὑπὲρ ὑμῶν πάντων ἀδελφοὶ τῶν εἰς τὸν κύριον πιστευόντων καὶ ὑμῶν τῶν ἀδελφιδῶν τῶν εἰς τὸν Χριστὸν ἐλπιζουσῶν ἵνα εἰς πάντας κατασκηνώσῃ ὁ λόγος τοῦ θεοῦ καὶ ἐν αὐτοῖς | |
5 | ἐνσκηνώσῃ· ἡμεῖς γὰρ αὐτῶν ἐξουσίαν οὐκ ἔχομεν. Καὶ ἤρ‐ ξατο λέγειν πρὸς τὴν γυναῖκα Μυγδονίαν· Ἀνάστα ἀπὸ τῆς γῆς καὶ ἀναπόλησον σεαυτήν· οὐδὲν γάρ σε ὠφελήσει ὁ ἐπί‐ θετος κόσμος οὗτος, οὐδὲ τὸ κάλλος τοῦ σώματός σου, οὐδὲ τὰ ἀμφιάσματά σου· ἀλλ’ οὔτε ἡ φήμη τοῦ περὶ σὲ ἀξιώ‐ | |
10 | ματος, οὔτε ἡ ἐξουσία τοῦ κόσμου τούτου, οὔτε ἡ κοινωνία ἡ ῥυπαρὰ ἡ πρὸς τὸν ἄνδρα σου αὕτη ὀνήσει σε στερηθεῖσαν ἀπὸ τῆς κοινωνίας τῆς ἀληθινῆς· ἡ γὰρ φαντασία τοῦ καλ‐ λωπισμοῦ καταργεῖται, καὶ τὸ σῶμα γηράσκει καὶ ἀλλάσσεται, καὶ τὰ ἐνδύματα παλαιοῦται, καὶ ἡ ἐξουσία καὶ ἡ δεσποτεία | |
15 | παρέρχεται μετ’ αὐτῶν καὶ ὑπόδικον εἶναι, ἐν ᾧ ἤδη πολλοὶ ἐπολιτεύσαντο. παρέρχεται δὲ καὶ ἡ κοινωνία τῆς παιδοποιίας ὡς δὴ κατάγνωσις οὖσα. Ἰησοῦς μόνος μένει ἀεὶ καὶ οἱ εἰς | |
αὐτὸν ἐλπίζοντες. Ταῦτα εἰπὼν λέγει πρὸς τὴν γυναῖκα· Ἄπελθε μετ’ εἰρήνης, καὶ ὁ κύριος τῶν ἰδίων μυστηρίων ἀξίαν | 203 | |
20 | σε ποιήσει. Ἣ δὲ εἶπεν· Φοβοῦμαι ἀπελθεῖν, μή με ἄρα καταλείψας ἀπέλθῃς εἰς ἄλλο ἔθνος. Ὁ δὲ ἀπόστολος εἶπεν αὐτῇ· Κἂν ἐγὼ πορευθῶ, οὐ καταλείψω σε μόνην, ἀλλὰ Ἰη‐ σοῦς διὰ τὴν εὐσπλαγχνίαν αὐτοῦ μετὰ σοῦ. Ἣ δὲ πεσοῦσα προσεκύνησεν αὐτὸν καὶ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτῆς. | |
89 | Χαρίσιος δὲ ὁ συγγενὴς Μισδαίου τοῦ βασιλέως λου‐ σάμενος ἀνῆλθεν καὶ ἀνεκλίθη δειπνῆσαι. ἐξήταζεν δὲ περὶ τῆς ἰδίας γαμετῆς ποῦ ἐστιν· οὐ γὰρ ἐληλύθει εἰς ἀπάντησιν αὐτοῦ ἀπὸ τοῦ ἰδίου κοιτῶνος ὡς ἔθος εἶχεν· αἱ δὲ θεραπαι‐ | |
5 | νίδαι αὐτῆς εἶπον αὐτῷ· Ἀνωμάλως ἔχει. Ὃ δὲ εἰσπηδήσας εἰσῆλθεν εἰς τὸν κοιτῶνα καὶ εὗρεν αὐτὴν κατακειμένην εἰς τὴν κοίτην καὶ ἐσκεπασμένην· καὶ ἀνακαλύψας αὐτὴν κατεφί‐ λησεν αὐτὴν λέγων· Τίνος ἕνεκεν σήμερον περίλυπος εἶ; Ἣ δὲ εἶπεν· Ἀνωμάλως ἔχω. Ὃ δὲ λέγει πρὸς αὐτήν· Διὰ τί γὰρ | |
10 | σχῆμα οὐκ ἐποίησας τῆς σῆς ἐλευθερίας καὶ ἔμεινας ἐν τῷ οἴκῳ σου, ἀλλ’ ἀπελθοῦσα κατήκουσας λόγων ματαίων καὶ ἔργα μαγικὰ ἐθεάσω; ἀλλὰ ἀνάστα, συνδείπνησόν μοι· ἄνευ γὰρ σοῦ οὐ δύναμαι δειπνῆσαι. Ἣ δὲ εἶπεν πρὸς αὐτόν· Σήμερον παραιτοῦμαι· πάνυ γὰρ πεφόβημαι. | |
90 | Ταῦτα ἀκούσας ὁ Χαρίσιος παρὰ τῆς Μυγδονίας οὐκ ἠβουλήθη ἐξελθεῖν ἐπὶ τὸ δεῖπνον, ἀλλὰ παρεκελεύσατο | |
τοῖς οἰκείοις αὐτοῦ ἵνα προσαγάγωσιν αὐτὴν συνδειπνῆσαι αὐτῷ· εἰσαγαγόντων οὖν ἠξίουν αὐτὴν συνδειπνῆσαι αὐτῷ· | 204 | |
5 | ἣ δὲ παρῃτεῖτο. μὴ βουληθείσης οὖν αὐτῆς μόνος ἐδείπνησεν λέγων αὐτῇ· Διὰ σὲ παρῃτησάμην δειπνῆσαι παρὰ τῷ βασιλεῖ Μισδαίῳ, καὶ σὺ οὐκ ἠβουλήθης συνδειπνῆσαί μοι; Ἣ δὲ ἔφη· Διὰ τὸ ἀνωμάλως με ἔχειν. Ἀναστὰς οὖν ὁ Χαρίσιος κατὰ τὸ εἰωθὸς ἐβούλετο συγκαθεύδειν αὐτῇ· ἣ δὲ ἔφη· | |
10 | Οὐκ εἶπόν σοι τὴν σήμερον παραιτήσασθαι; | |
91 | Ταῦτα ἀκούσας ἀπελθὼν εἰς ἄλλην κλίνην ἐκοιμήθη· ἐγερθεὶς δὲ ἐκ τοῦ ὕπνου εἶπεν· Κυρία μου Μυγδονία ἄκουσον τοῦ ὀνείρου τοῦ ὀφθέντος μοι. εἶδον ἐμαυτὸν ἀνακεκλιμένον ἐγγὺς Μισδαίου τοῦ βασιλέως, καὶ παρέκειτο ἡμῖν πανδέκτης· | |
5 | καὶ εἶδον ἀετὸν κατελθόντα ἀπ’ οὐρανοῦ καὶ ἁρπάσαντα ἀπ’ ἔμπροσθεν ἐμοῦ τε καὶ τοῦ βασιλέως δύο πέρδικας, οὓς εἰσήνεγκεν εἰς τὴν ἑαυτοῦ καρδίαν· καὶ πάλιν ἐπέστη ἡμῖν περιιπτάμενος ἐπάνω ἡμῶν· ὁ δὲ βασιλεὺς παρεκελεύσατο τό‐ ξον αὐτῷ ἀφεθῆναι· ὁ δὲ ἀετὸς πάλιν ἥρπαξεν ἀπ’ ἔμπροσθεν | |
10 | ἡμῶν περιστερὰν καὶ τρυγόνα. ὁ δὲ βασιλεὺς ἐξέπεμψεν κατ’ αὐτοῦ βέλος· καὶ διῆλθεν αὐτοῦ ἀπὸ πλευρᾶς εἰς πλευ‐ ράν, καὶ οὐκ ἠδίκησεν αὐτόν· ὃ δὲ μηδὲν ἀδικηθεὶς ὑψοῦτο εἰς τὴν ἰδίαν καλιάν. καὶ διυπνισθεὶς ἐγὼ ἔμφοβός εἰμι καὶ περίλυπος, διότι γευσάμενος ἤμην τοῦ πέρδικος, καὶ οὐ συνε‐ | |
15 | χώρησέν μοι ἔτι προσαγαγεῖν τῷ στόματί μου. Ἡ δὲ Μυγ‐ δονία ἔφη πρὸς αὐτόν· Ὁ ὄνειρός σου καλός ἐστιν· σὺ γὰρ καθ’ ἡμέραν πέρδικας ἐσθίεις, ὁ δὲ ἀετὸς οὗτος οὐκ ἦν γευ‐ | |
σάμενος πέρδικος ἕως τοῦ νῦν. | 205 | |
92 | Ὄρθρου δὲ γενομένου ἀπελθὼν ὁ Χαρίσιος ἐνεδύσατο, καὶ τὸ ἀριστερὸν ὑπόδημα εἰς τὸν δεξιὸν πόδα ὑπεδήσατο. καὶ ἐπισχὼν εἶπεν πρὸς τὴν Μυγδονίαν· Τί ἄρα ἐστὶν τοῦτο τὸ πρᾶγμα; ἰδοὺ γὰρ ὁ ὄνειρος καὶ ἡ τούτου πρᾶξις. Ἡ δὲ | |
5 | Μυγδονία πρὸς αὐτὸν ἔφη· Καὶ τοῦτο αὐτὸ οὐκ ἐστὶν φαῦλον, ἀλλὰ κάλλιστόν μοι δοκεῖ· ἀπὸ γὰρ φαύλου πράγματος εἰς τὸ κρεῖττον γενήσεται. Ὃ δὲ νιψάμενος τὰς χεῖρας εἰς ἀσπα‐ σμὸν Μισδαίου τοῦ βασιλέως ἀπῄει. | |
93 | Ὁμοίως δὲ καὶ ἡ Μυγδονία ὀρθρίσασα ἀπῄει εἰς ἀσπασμὸν Ἰούδα Θωμᾶ τοῦ ἀποστόλου. κατέλαβεν δὲ αὐτὸν ὁμιλοῦντα μετὰ τοῦ στρατηλάτου καὶ τοῦ παντὸς ὄχλου· καὶ παρῄνει αὐτοῖς λέγων περὶ τῆς γυναικὸς τῆς δεξαμένης τὸν | |
5 | κύριον ἐν τῇ αὐτῆς ψυχῇ, τίνος εἴη σύνοικος. τοῦ ἀρχιστρατηλάτου εἰπόντος ὅτι Γυνή ἐστιν Χαρισίου τοῦ συγ‐ γενοῦς Μισδαίου τοῦ βασι‐ | |
10 | λέως, Καὶ ὅτι Ἐστὶν ἀνὴρ ἀπόσκληρος καὶ πᾶν ὅ τι τῷ βασιλεῖ εἴπῃ τούτῳ πείθεται, Καὶ ὅτι Οὐ | |
93 col2(6) | ψυχῇ· καὶ ὁ στρατηλάτης· Καὶ τίνος αὕτη γυνή; Λέγει ὁ ἀπό‐ στολος· Χαρισίου συγγενοῦς Μισδαίου τοῦ βασιλέως· Καὶ | |
10 | ὁ στρατηλάτης· Ὁ ἀνὴρ αὐτῆς σκληρός ἐστιν καὶ εἴ τι δἂν καὶ τῷ βασιλεῖ εἴπῃ, πείθεται τούτῳ· ἀλλ’ οὐδὲ | |
93(14) | συγχωρεῖ αὐτὴν παραμεῖναι τῇ γνώμῃ ταύτῃ ᾗ ὡμολόγησεν· | |
15 | καὶ γὰρ πολλάκις ἐπὶ τοῦ βασιλέως ἐνεγκωμίασεν αὐτήν, λέγων μὴ εἶναι ἄλλην τοιαύτην εἰς ἀγάπην. πάντα οὖν ὅσα ἂν δια‐ λεχθῇς αὐτῇ ξένα αὐτῆς τυγχάνει. Εἶπεν δὲ ὁ ἀπόστολος· Εἰ ἀληθῶς καὶ βεβαίως ἀνέτειλεν ὁ κύριος εἰς τὴν ταύτης ψυχήν, | |
καὶ προσεδέξατο τὸν καταβληθέντα σπόρον, οὔτε τῆς προ‐ | 206 | |
20 | σκαίρου ζωῆς φροντίδα ποιήσεται οὔτε τὸν θάνατον φοβη‐ θήσεται, οὔτε Χαρίσιός τι ταύτην καταβλάψαι δυνήσηται· μείζων γάρ ἐστιν ἐκεῖνος ὃν ὑπεδέξατο εἰς τὴν ἰδίαν ψυχήν, εἰ ἀληθῶς αὐτὸν ὑπεδέξατο. | |
94 | Ταῦτα δὲ ἀκούσασα Μυγδονία εἶπεν τῷ ἀποστόλῳ· Ἀληθῶς κύριέ μου ἐδεξάμην τῶν σῶν λόγων τὸν σπόρον, καὶ καρποὺς ἐοικότας τοῦ τοιούτου σπόρου ἀποκυήσω. Λέγει ὁ ἀπόστολος· Ἐξομολογοῦνταί σοι κύριε καὶ εὐχαριστοῦσιν αἱ | |
5 | ψυχαί· γὰρ αὗται σοὶ ὑπάρχουσιν· εὐχαριστοῦσίν σοι τὰ σώ‐ ματα ἃ κατηξίωσας γενέσθαι οἰκητήρια τῆς δωρεᾶς σου τῆς ἐπουρανίου. Εἶπεν δὲ καὶ πᾶσιν τοῖς παρεστῶσιν· Μακάριοι οἱ ἅγιοι ὧν αἱ ψυχαὶ οὐδέποτε ἑαυτῶν κατέγνωσαν· ταύτας γὰρ κτησάμενοι οὐ διαιροῦνται καθ’ ἑαυτῶν· μακάρια τὰ | |
10 | πνεύματα τῶν ἁγίων τὰ καὶ ὁλόκληρον τὸν ἐπουράνιον δεξά‐ μενα στέφανον ἀπὸ τοῦ προσταχθέντος αὐτοῖς αἰῶνος· μα‐ κάρια τὰ σώματα τῶν ἁγίων, ὅτι κατηξιώθησαν ναοὶ θεοῦ γενέσθαι, ἵνα Χριστὸς ἐνοικήσῃ ἐν αὐτοῖς· μακάριοί ἐστε ὅτι ἐξουσίαν ἔχετε ἀφιέναι ἁμαρτίας· μακάριοί ἐστε ἐὰν τὸ παρα‐ | |
15 | δοθὲν ὑμῖν μὴ ἀπολέσητε ἀλλὰ χαίροντες καὶ ἀπιόντες συνα‐ ναφέρητε ἑαυτοῖς τοῦτο. μακάριοί ἐστε οἱ ἅγιοι, ὅτι ὑμῖν δέδοται αἰτῆσαι καὶ λαβεῖν. μακάριοί ἐστε οἱ πραεῖς, ὅτι ὑμᾶς κατηξίωσεν ὁ θεὸς κληρονόμους γενέσθαι τῆς βασιλείας | |
τῆς ἐπουρανίου. μακάριοί ἐστε οἱ πραεῖς· ὑμεῖς γάρ ἐστε οἱ | 207 | |
20 | νικήσαντες τὸν πονηρόν. μακάριοί ἐστε οἱ πραεῖς, ὅτι ὑμεῖς ὄψεσθε τὸ πρόσωπον τοῦ κυρίου. μακάριοί ἐστε οἱ πεινῶντες ἕνεκεν κυρίου, ὅτι ὑμῖν τετήρηται ἡ ἀνάπαυσις· ὧν καὶ αἱ ψυχαὶ ἀπὸ νῦν ἀγαλλιῶνται. μακάριοί ἐστε οἱ ἡσύχιοι τῆς ἁμαρτίας καὶ τῆς ἀμοιβῆς τῶν ζώντων καθαρῶν καὶ τῶν | |
25 | ἀκαθάρτων ἀπαλλαγῆναι. Ταῦτα εἰπόντος τοῦ ἀποστόλου παντὸς τοῦ ὄχλου ἀκούοντος ἡ Μυγδονία μᾶλλον ἐστηρίζετο τῇ πίστει καὶ τῇ δόξῃ καὶ τῇ μεγαλειότητι τοῦ Χριστοῦ. | |
95 | Χαρίσιος δὲ ὁ τοῦ βασιλέως συγγενής τε καὶ φίλος ἦλθεν ἐπὶ τὸ ἄριστον καὶ οὐχ εὗρεν αὐτοῦ τὴν γαμετὴν ἐν τῇ οἰκίᾳ· καὶ ἐξήταζεν πάντας ἐν τῷ οἴκῳ αὐτοῦ· Ποῦ ἀπῆλ‐ θεν ἡ δέσποινα ὑμῶν; Ἀποκριθεὶς δὲ εἷς ἐξ αὐτῶν εἶπεν ὅτι | |
5 | Πρὸς τὸν ξένον ἐκεῖνον ἀπῆλθεν. Ὃ δὲ ταῦτα ἀκούσας παρὰ τοῦ δούλου αὐτοῦ ἠγανάκτησεν πρὸς τοὺς λοιποὺς αὐτοῦ οἰκείους, ὅτι οὐκ εὐθὺς αὐτῷ ἀνήγγειλαν τὸ γεγονός· καὶ καθεσθεὶς ταύτην ἐξεδέχετο. ἑσπέρας δὲ γενομένης εἰσιούσης αὐτῆς ἐν τῷ οἴκῳ εἶπεν αὐτῇ· Ποῦ ἦς; Ἣ δὲ ἀποκριθεῖσα | |
10 | εἶπεν· Εἰς τὸν ἰατρόν. Ὃ δὲ εἶπεν· Ἐκεῖνος ὁ ξένος ἰατρός ἐστιν; Ἣ δὲ εἶπεν· Ναί, ἰατρός ἐστιν ψυχῶν· οἱ γὰρ πολλοὶ τῶν ἰατρῶν σώματα ἰατρεύουσιν τὰ λυόμενα, οὗτος δὲ ψυχὰς τὰς μὴ φθειρομένας. Ταῦτα ἀκούσας ὁ Χαρίσιος πάνυ ἐν ἑαυτῷ ἐχαλέπαινεν πρὸς τὴν Μυγδονίαν διὰ τὸν ἀπόστολον· | |
15 | οὐδὲν δὲ ἀπεκρίνατο αὐτῇ φοβούμενος· βελτίω γὰρ αὐτοῦ | |
ὑπῆρχεν καὶ τῷ πλούτῳ καὶ τῇ γνώμῃ· ἀπῆλθεν δὲ ἐπὶ τὸ δεῖπνον, αὐτὴ δὲ εἰς τὸν κοιτῶνα αὐτῆς εἰσῄει. ὃ δὲ εἶπεν τοῖς οἰκέταις· Καλέσατε αὐτὴν ἐπὶ τὸ δεῖπνον. Ἣ δὲ οὐκ ἐβούλετο. | 208 | |
96 | Ἀκούσας δὲ ὅτι οὐ βούλεται ἐξελθεῖν ἀπὸ τοῦ κοι‐ τῶνος, εἰσελθὼν εἶπεν αὐτῇ· Τίνος ἕνεκεν οὐ βούλει συν‐ δειπνῆσαί μοι, τάχα δὲ οὐδὲ συγκαθευδῆσαι κατὰ τὸ εἰωθός; καὶ περὶ τούτου μείζονα τὴν ὑποψίαν ἔχω· ἤκουσα γὰρ ὅτι | |
5 | ὁ μάγος ἐκεῖνος καὶ πλάνος τοῦτο διδάσκει, ἵνα μή τις συνο‐ κήσῃ γυναικὶ ἰδίᾳ, καὶ ὃ ἡ φύσις ἀπαιτεῖν οἶδεν καὶ ἡ θεότης ἐνομοθέτησεν αὐτὸς ἀνατρέπει. Ταῦτα εἰπόντος τοῦ Χαρι‐ σίου ἡ Μυγδονία ἡσύχαζεν. λέγει πάλιν πρὸς αὐτήν· Κυρία μου καὶ σύμβιέ μου Μυγδονία μὴ πλανῶ λόγοις ἀπατηλοῖς | |
10 | καὶ ματαίοις, μηδὲ τοῖς ἔργοις τῆς μαγείας οἷς ἤκουσα τοῦ‐ τον διαπραττόμενον εἰς ὄνομα πατρὸς υἱοῦ καὶ ἁγίου πνεύ‐ ματος· οὐ γὰρ ἠκούσθη ποτὲ ἐν τῷ κόσμῳ τούτῳ ὅτι νεκρόν τις ἤγειρεν· ὡς δὲ ἀκούω τὰ περὶ τούτου φημιζόμενα ὅτι νεκροὺς ἐγείρει. καὶ ὅτι οὐδὲ ἐσθίει οὔτε πίνει, μὴ οὖν νο‐ | |
15 | μίσῃς ὅτι διὰ δικαιοσύνην οὔτε ἐσθίει οὔτε πίνει· τοῦτο δὲ ποιεῖ διὰ τὸ μηδὲν κεκτῆσθαι αὐτόν· τί γὰρ ἂν ποιήσειεν ὃς οὐδὲ τὸν ἡμερήσιον ἄρτον ἔχει; καὶ ἓν ἔνδυμα ἔχει διὰ τὸ | |
πένητα εἶναι αὐτόν· τὸ δὲ μὴ λαμβάνειν παρά τινός τι συγγινώσκων ἑαυτὸν τοῦ θερα‐ | 209 | |
20 | πεύειν. | |
96 col2(19) | καὶ τοῦτο πάντως αὐτῷ ἐδόθη | |
20 | συνήθεια. | |
97 | Ταῦτα δὲ τοῦ Χαρισίου εἰπόντος ἡ Μυγδονία ὥσπερ πέτρα τις ἡσύχαζεν· ηὔχετο δὲ πότε διαφαύσει, ἵνα ἀπέλθῃ πρὸς τὸν ἀπόστολον τοῦ Χριστοῦ· ἀναχωρεῖ δὲ ἀπ’ αὐτῆς, καὶ ἀπέρχεται ἐπὶ τὸ δεῖπνον ἀθυμῶν· ἐμερίμνα γὰρ κατὰ τὸ | |
5 | ἔθος συγκαθευδῆσαι αὐτῇ. ἐξελθόντος δὲ ἐκείνου κλίνασα τὰ γόνατα ηὔχετο λέγουσα· Κύριε θεὲ δέσποτα, πατὴρ ἐλεή‐ μων, σωτὴρ Χριστέ, σὺ δός μοι δύναμιν ἵνα νικήσω τὴν ἀναί‐ δειαν Χαρισίου, καὶ παράσχου μοι φυλάξαι τὴν ἁγιωσύνην εἰς ἣν σὺ χαίρεις, ἵνα κἀγὼ δι’ αὐτῆς εὕρω ζωὴν αἰώνιον. | |
10 | Ταῦτα δὲ εὐξαμένης αὐτῆς ἔθηκεν ἑαυτὴν ἐπὶ τὴν κλίνην σκεπασθεῖσα. | |
98 | Ὁ δὲ Χαρίσιος δειπνήσας ἐπέστη αὐτῇ· αὐτὴ δὲ ἐβόα λέγουσα· Οὐκ ἔχεις λοιπὸν χώραν πρὸς ἐμέ· ὁ γὰρ κύριός μου Ἰησοῦς κρείττων σού ἐστιν ὁ σὺν ἐμοὶ ὢν καὶ ἐν ἐμοὶ ἀναπαυόμενος. Ὃ δὲ γελάσας εἶπεν· Καλῶς χλευάζεις ταῦτα | |
5 | λέγουσα περὶ ἐκείνου τοῦ φαρμακοῦ, καὶ καλῶς αὐτοῦ κατα‐ γελᾷς λέγοντος ὅτι Ζωὴν οὐκ ἔχετε παρὰ τῷ θεῷ ἐὰν μὴ ἁγνίσητε αὐτούς. Ταῦτα εἰπόντος αὐτοῦ ἐπεχείρει πρὸς αὐτὴν καθευδῆσαι· ἣ δὲ μὴ ὑπομένουσα ἀλλὰ πικρῶς κραυγάζουσα ἔλεγε· Ἐπικαλοῦμαί σε κύριε Ἰησοῦ, μὴ ἐγκαταλίπῃς με· πρὸς | |
10 | σὲ γὰρ τὴν καταφυγὴν ἐποιησάμην· ὡς γὰρ ἀνέμαθον ὅτι σὺ εἶ ὁ ἐπιζητῶν τοὺς ἐν ἀγνοίᾳ ἐπειλημμένους καὶ ῥυόμενος τοὺς | |
ἐν τῇ πλάνῃ κατεχομένους· νυνὶ δὲ ἐγὼ σοῦ δέομαι οὗ τὴν φήμην ἤκουσα καὶ ἐπίστευσα, σὺ ἐλθὲ εἰς τὴν βοήθειάν μου, καὶ ῥῦσαί με ἀπὸ τῆς ἀναισχυντίας Χαρισίου, ὥστε μὴ κατε‐ | 210 | |
15 | ξουσιάσῃ μου ἡ τούτου μιαρότης. Καὶ τύψασα ἑαυτῆς τὰς χεῖρας ἔφυγεν ἀπ’ αὐτοῦ γυμνή· καὶ ἐξιοῦσα κατέσπασεν τὸ βῆλον τοῦ κοιτῶνος, καὶ τοῦτο περιβαλομένη ἀπῄει πρὸς τὴν ἑαυτῆς τροφόν, κἀκεῖ παρ’ αὐτῇ ὕπνωσεν. | |
99 | Ὁ δὲ Χαρίσιος δι’ ὅλης τῆς νυκτὸς ἐν ἀθυμίᾳ ὑπῆρ‐ χεν, τὰς χεῖρας αὐτοῦ πατάσσων κατὰ τῆς ὄψεως· ἐβούλετο δὲ αὐτῇ τῇ ὥρᾳ ἀπελθεῖν καὶ ἀνενέγκαι τῷ βασιλεῖ περὶ τῆς βίας τῆς περιστάσης αὐτῷ· ἐνεθυμεῖτο δὲ ἐν ἑαυτῷ λέγων· | |
5 | Ἐὰν ἡ πολλὴ ἀθυμία ἡ περὶ ἐμὲ οὖσα ἀναγκάσῃ με ἀπελθεῖν ἄρτι πρὸς τὸν βασιλέα, τίς εἰσφέρει με εἰς αὐτόν; ἐγὼ γὰρ ἐπίσταμαι ὅτι ἡ ἐμὴ κακηγορία κατέστρεψέν με τῆς ὑψαυχενίας μου καὶ | |
10 | τῆς ἀλαζονείας καὶ τῆς μεγα‐ λωσύνης καὶ εἰς ταύτην με τὴν σμικρότητα κατέβαλεν καὶ τὴν ἀδελφήν μου Μυγδονίαν ἀπεχώρισεν ἀπ’ ἐμοῦ, | |
99 col2(8) | ἡ ἀλαζονεία καὶ ἡ ὑπερηφα‐ νεία μου εἰς ταύτην ἤγαγέ με | |
10 | τὴν ἀτιμίαν ἵνα ἡ ἀδελφή μου Μυγδονία τὴν εἰς ἀλλή‐ λους κοινωνίαν ἀρνησαμένη ἀφήσει με· | |
99(15) | εἰ καὶ αὐτὸς ὁ βασιλεὺς πρὸ τῶν θυρῶν εἱστήκει τῇ ὥρᾳ ταύτῃ, οὐκ ἂν ἐξελθὼν ἀπόκρισιν αὐτῷ ἔδωκα. ἀλλ’ ἀνα‐ μείνω ἕως ὅτε διαφαύσει· οἶδα δὲ ὅτι εἴ τι ἂν αἰτήσω τὸν βασιλέα παρέχει μοι. ἐρῶ δὲ περὶ τῆς μανίας τοῦ ξένου | |
ἐκείνου, ἥτις τυραννίδι χρησάμενος καταβάλλει τοὺς μεγά‐ | 211 | |
20 | λους καὶ ἐπισήμους εἰς βάθος. οὐ γὰρ τοῦτό με λυπεῖ ὅτι ἐστερήθην τῆς κοινωνίας αὐτῆς, ἀλλὰ περὶ αὐτῆς λυποῦμαι, ὅτι ἡ παμμεγέθης ψυχὴ αὐτῆς ἠλαττώθη. γυνὴ εὐσχήμων οὖσα, ἣν οὐδείς ποτε τῶν οἰκείων κατέγνω, γυμνὴ ἔφυγεν ἀπὸ τοῦ ἰδίου κοιτῶνος ἔξω τρέχουσα· καὶ οὐκ οἶδα ποῦ | |
25 | ἀνεχώρησεν· καὶ τάχα ἐμμανὴς γενομένη ὑπὸ τοῦ φαρμακοῦ ἐκείνου μανεῖσα εἰς τὴν ἀγορὰν ἐξῆλθεν ζητοῦσα ἐκεῖνον· οὔτε γάρ τι ἐράσμιον αὐτῇ φαίνεται ἀλλ’ ἐκεῖνος καὶ τὰ ὑπ’ αὐτοῦ λεχθέντα. | |
100 | Καὶ ταῦτα εἰπὼν ἤρξατο ὀδυρόμενος λέγειν· Οὐαί μοι σύμβιε, ἔπειτα καὶ σοί· ἐστερήθην γάρ σου τάχιον. οὐαί μοι προσφιλεστάτη· παντὸς γὰρ τοῦ γένους μου βελτίων ὑπάρ‐ χεις· οὔτε υἱὸν οὔτε θυγατέρα ἐκ σοῦ ἔσχον ἵνα ἐπ’ αὐτοῖς | |
5 | ἐπαναπαύσωμαι· οὐδὲ πλήρης ἐνιαυτὸν συνῴκησάς μοι, βάσκανος δὲ ὀφθαλμὸς ἀφήρ‐ πασέν σε ἀπ’ ἐμοῦ· ὡς εἴθε ἡ τοῦ θανάτου βία εἰλήφει ἄν σε, καὶ κατεψηφισάμην | |
10 | βασιλεῦσιν καὶ ἐξάρχοις· ἀλλὰ ὑπὸ ξένου παθεῖν με τοιοῦτον· καὶ τάχα δοῦλος ὢν ἀπέδρα | |
τῷ ἐμῷ κακῷ καὶ τῆς ψυχῆς μου τῆς κακίστης. μὴ γένοιτο | 212 | |
15 | δέ μοι ἐμπόδιον ἕως ἂν τοῦ‐ τον ἀπολέσω καὶ ἐκδικήσω τὴν νύκτα ταύτην· καὶ μηδὲ εὐάρε‐ στος γένωμαι ἔμπροσθεν Μισ‐ δαίου τοῦ βασιλέως ἂν μὴ | |
20 | τὴν ἐκδίκησιν ποιήσῃ μοι διὰ τῆς τοῦ ξένου κεφαλῆς καὶ περὶ Σιφόρου τοῦ στρατη‐ λάτου, ὃς καὶ πρόφασις γέγο‐ νεν. διὰ γὰρ τούτου ἐνθάδε | |
25 | ὤφθη, καὶ παρ’ αὐτῷ κατά‐ γεται· καὶ πολλοί εἰσιν οἱ εἰσιόντες καὶ ἐξιόντες, οὓς δι‐ δάσκει νέαν διδαχήν, τοῦτο λέγων, ὅτι οὐδεὶς δύναται | |
30 | ζῆσαι ἐὰν μή τις ἀπαλλαγῇ πάντων τῶν ὑπαρχόντων καὶ γένηται ἀποτεταγμένος ὥσπερ καὶ αὐτός· καὶ σπουδάζει πολ‐ λοὺς κοινωνοὺς ἑαυτῷ ποιῆσαι. | |
100 col2(6) | ποῖος δὲ τοῦτο βάσκανος πε‐ ποίηκεν ὀφθαλμός; ποῖος πο‐ νηρὸς τοῦτο γενέσθαι παρέ‐ πεισε δαίμων; εἴθε θάνατον | |
10 | μᾶλλον ταύτης ἂν εἶδον ἐγὼ ἢ τοῦτό μοι τὸ δρᾶμα γενέ‐ σθαι ἰδεῖν καὶ μᾶλλον ὑπὸ ξένου καὶ δούλου τοῦτο συμ‐ βῆναι. οὐ μὴ τοῖς ἐμοῖς ποσὶν | |
15 | ἀνάπαυσιν δώσω ἕως οὗ τοῦ‐ τον καὶ τὸν ἀγαγότα αὐτὸν ὧδε ἀπολέσω· εἰ μὴ γὰρ ὁ δεινὸς ὧδε τοῦτον ἤγαγε στρα‐ τηλάτης, οὐκ ἂν τῷ ἐμῷ οἴκῳ | |
20 | τοῦτο συνέβη. ἀναγγείλω περὶ τούτου τῷ βασιλεῖ Μισδαίῳ, καὶ οἶδα ὅτι ὡς πάντοτέ μου ἀκούει καὶ περὶ τούτου πάν‐ τως ποιήσει μου τὴν ἐκδίκησιν. | |
101 | Ταῦτα διανοουμένου τοῦ Χαρισίου διέφαυσεν· καὶ ἐννυχεύσας ἐνεδύσατο ἐσθῆτα εὐτελῆ, καὶ ὑποδησάμενος ἀπῄει σκυθρωπὸς ἐν ἀθυμίᾳ ὑπάρχων εἰς ἀσπασμὸν τοῦ βασιλέως. ἰδὼν δὲ αὐτὸν ὁ βασιλεὺς εἶπεν· Τίνος ἕνεκεν περίλυπος εἶ | |
5 | καὶ ἐν τοιούτῳ σχήματι ἦλθες; ὁρῶ δὲ καὶ τὸ πρόσωπόν σου ἐνηλλαγμένον. Ὁ δὲ Χαρίσιος λέγει πρὸς τὸν βασιλέα· Καινόν | |
σοι ἔχω ὑφηγήσασθαι πρᾶγμα καὶ ἐρημίαν νέαν, ἣν Σιφὼρ ἤγαγεν ἐν τῇ Ἰνδίᾳ, ἄνδρα τινὰ Ἑβραῖον μάγον, ὃν ἔχει κα‐ θεζόμενον ἐν τῷ ἰδίῳ οἴκῳ, ὃς οὐκ ἀφίσταται αὐτοῦ· πολλοὶ | 213 | |
10 | δέ εἰσιν οἱ εἰσιόντες πρὸς αὐτόν· οὓς καὶ διδάσκει νέον θεὸν καὶ νόμους νέους ἐντίθησιν αὐτοῖς τοὺς μή πω ἀκουσθέντας, λέγων· Ἀδύνατόν ἐστιν ὑμᾶς εἰς τὴν αἰώνιον ζωὴν εἰσελθεῖν ἣν ἐγὼ καταγγέλλω ὑμῖν, ἐὰν μὴ ἀπαλλαγῆτε ὑμεῖς τῶν ἰδίων γυναικῶν, ὁμοίως καὶ αἱ γυναῖκες τῶν ἰδίων ἀνδρῶν. Ἔτυχεν | |
15 | δὲ καὶ τὴν κακότυχον γυναῖκά μου ἀπελθεῖν πρὸς αὐτὸν καὶ κατήκοον γενέσθαι τοῖς λόγοις αὐτοῦ· οἷς καὶ ἐπίστευσεν καὶ διὰ τῆς νυκτὸς καταλιποῦσά με προσέδραμεν τῷ ξένῳ. ἀλλὰ μετάπεμψαι τόν τε Σιφόρα καὶ ἐκεῖνον τὸν μάγον τὸν ἐν αὐτῷ κρυπτόμενον, καὶ ἐπίθες τῇ κεφαλῇ αὐτῶν, ἵνα μὴ πάν‐ | |
20 | τες οἱ τοῦ ἔθνους ἡμῶν ἀπολοῦνται. | |
102 | Ταῦτα δὲ ἀκούσας Μισδαῖος ὁ φίλος αὐτοῦ λέγει αὐτῷ· Μὴ λυποῦ μηδὲ ἀθύμει· ἐγὼ γὰρ μεταπεμψάμενος αὐτὸν ἐκδικήσω σε, καὶ σὺ τὴν σεαυτοῦ γυναῖκα πάλιν ἕξεις καὶ τοὺς ἄλλους τοὺς μὴ δυναμένους ἐγὼ ἐκδικήσω. Ἐξελθὼν δὲ ὁ | |
5 | βασιλεὺς ἐκαθέσθη ἐπὶ τοῦ βήματος· καθεσθέντος δὲ αὐτοῦ ἐκέλευσεν Σιφόρα τὸν ἀρχιστρατηλάτην κληθῆναι· ἀπελθόντες | |
οὖν εἰς τὴν οἰκίαν αὐτοῦ εὗρον αὐτὸν καθεζόμενον ἐν δεξιᾷ τοῦ ἀποστόλου, καὶ Μυγδονίαν πρὸς τοῖς ποσὶν αὐτοῦ, σὺν παντὶ τῷ ὄχλῳ κατακούουσαν αὐτοῦ. καὶ προσελθόντες οἱ | 214 | |
10 | ἀποσταλέντες παρὰ τοῦ βασιλέως τῷ Σιφόρῳ λέγουσιν· Σὺ ἐνθάδε καθέζῃ ἀκούων ματαίων λόγων, καὶ Μισδαῖος ὁ βασι‐ λεὺς ἐν τῇ ὀργῇ αὐτοῦ σκέπτεταί σε ἀπολέσαι διὰ τὸν μάγον τοῦτον καὶ πλάνον ὃν εἰσήγαγες εἰς τὸν οἶκόν σου. Ταῦτα ἀκούσας ὁ Σιφὼρ ἠθύμησεν, οὐ διὰ τὴν ἀπειλὴν τὴν τοῦ | |
15 | βασιλέως πρὸς αὐτόν, ἀλλὰ περὶ τοῦ ἀποστόλου, ὅτι ἐναντίως ἔγνω ὁ βασιλεὺς περὶ αὐτοῦ· καὶ εἶπεν τῷ ἀποστόλῳ· Ἐγὼ περὶ σοῦ λυποῦμαι· εἶπον γάρ σοι ἀπ’ ἀρχῆς ὅτι ἡ γυνὴ ἐκείνη γυνή ἐστιν Χαρισίου τοῦ συγγενοῦς καὶ φίλου τοῦ βασιλέως, καὶ οὐ συγχωρεῖ αὐτὴν ποιῆσαι ὃ ἐπαγγέλλεται, καὶ πάντα | |
20 | ὅσα ἂν αἰτήσῃ τὸν βασιλέα παρέχει αὐτῷ. Ὁ δὲ ἀπόστολος τῷ Σιφόρῳ λέγει· Μηδὲν φοβοῦ ἀλλὰ πίστευσον Ἰησοῦ τῷ ἀπολογουμένῳ ὑπὲρ ἡμῶν ἁπάντων· πρὸς γὰρ τὴν καταφυγὴν αὐτοῦ συνηθροίσμεθα. Ταῦτα δὲ ἀκούσας ὁ Σιφὼρ καὶ περιβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀπῄει πρὸς Μισδαῖον τὸν | |
25 | βασιλέα. | |
103 | Ὁ δὲ ἀπόστολος ἐξήταζεν τὴν Μυγδονίαν· Τίς ἡ αἰτία ἡ γενομένη τοῦ ὀργισθῆναι τὸν σὸν ἄνδρα καὶ ταῦτα ἡμῖν κατασκευάσαι; Ἣ δὲ εἶπεν· Ἐπειδὴ οὐκ ἐξέδωκα ἐμαυτὴν τῷ ὀλέθρῳ αὐτοῦ. ἐβουλήθη γὰρ ὀψὲ ὑποτάξαι με καὶ ὑπο‐ | |
5 | βαλεῖν ἐκείνῳ ᾧ λατρεύει πάθει· καὶ ἐλυτρώσατό με ἐκεῖνος ᾧ τὴν ψυχήν μου παρεθέμην ἀπὸ τῶν χειρῶν αὐτοῦ. κἀγὼ γυμνὴ ἀπέφυγον αὐτὸν καὶ πρὸς τὴν τροφόν μου ἐκαθεύδησα. τὸ δὲ συμβὰν αὐτῷ οὐκ ἐπίσταμαι διὰ τί ταῦτα ἐτεχνάσατο. Ὁ ἀπόστολος λέγει· Ταῦτα ἡμᾶς οὐ βλάψει, ἀλλὰ πίστευσον | 215 |
10 | εἰς τὸν Ἰησοῦν, καὶ αὐτὸς ἀνατρέψει τὴν ὀργὴν Χαρισίου καὶ τὴν μανίαν καὶ τὸν οἶστρον ἐκείνου. καὶ αὐτός σοι σύνο‐ δος γένηται ἐν τῇ φοβερᾷ λεωφόρῳ, καὶ αὐτός σε ὁδηγήσει εἰς τὴν βασιλείαν αὐτοῦ· εἰσάξει δέ σε εἰς τὴν αἰωνίαν ζωήν, παρέχων σοι τὴν παρρησίαν τὴν μὴ παρερχομένην μήτε ἀλ‐ | |
15 | λασσομένην. | |
104 | Σιφὼρ δὲ παρέστη τῷ βασιλεῖ, καὶ ἐξήταζεν αὐτόν· Τίς ἐστιν καὶ πόθεν καὶ τί διδάσκει ὁ μάγος ἐκεῖνος ὃν ἔχεις ἐμφωλεύοντα ἐν τῷ οἴκῳ σου; Ὁ δὲ Σιφὼρ ἀπεκρίνατο τῷ βασιλεῖ· Οὐ μὴ ἀγνοῇς βασιλεῦ οἷον πόνον καὶ λύπην ἔσχον | |
5 | σὺν τοῖς φίλοις μου περὶ τῆς γυναικός μου, ἣν καὶ σὺ οἶδας καὶ ἄλλοι πολλοὶ διὰ μνήμης ἔχουσιν· καὶ τὰ περὶ τῆς θυγα‐ τρός μου, ἣν καὶ προτιμῶ πάσης τῆς κτήσεώς μου, οἷον και‐ ρὸν καὶ πειρασμὸν πέπονθα· ἐγενόμην γὰρ γέλως καὶ κατάρα πάσῃ τῇ χώρᾳ ἡμῶν. ἤκουσα δὲ τῆς φήμης τοῦ ἀνδρὸς | |
10 | τούτου, καὶ γενόμενος πρὸς αὐτὸν ἐδεήθην αὐτοῦ, καὶ παρα‐ | |
λαβὼν αὐτὸν ἤγαγον ἐνθάδε· καὶ ἐρχόμενος κατὰ τὴν ὁδὸν θαυμάσια καὶ ἔκπληκτα εἶδον, καὶ ἐνθάδε πολλοὶ κατήκουσαν τοῦ ὀνάγρου καὶ περὶ τοῦ δαίμονος ἐκείνου ὃν ἐξήλασεν, καὶ ἐθεράπευσεν τήν τε γυναῖκά μου καὶ τὴν θυγατέρα, καὶ νῦν | 216 | |
15 | ὑγιαίνουσιν· καὶ μισθοὺς οὐκ ᾔτησεν, ἀλλ’ ἀπαιτεῖ πίστιν καὶ ἁγιωσύνην, ἵνα κοινωνοὶ αὐτῷ γένωνται ἐν οἷς διαπράττεται. τοῦτο διδάσκει, σέβειν καὶ φοβεῖσθαι ἕνα θεὸν τὸν πάντων δεσπότην καὶ Ἰησοῦν Χριστὸν τὸν υἱὸν αὐτοῦ, ἵνα σχῶσιν τὴν αἰώνιον ζωήν. ὃ δὲ ἐσθίει ἄρτος ἐστὶν καὶ ἅλας, καὶ | |
20 | τὸ ποτὸν αὐτοῦ ὕδωρ ἀφ’ ἑσπέρας ἕως ἑσπέρας, πολλὴν εὐχὴν ποιούμενος· καὶ ὅσα ἂν αἰτήσῃ τὸν θεὸν αὐτοῦ, δίδωσιν αὐτῷ. καὶ διδάσκει ὅτι θεὸς οὗτος ἅγιός ἐστιν καὶ δυνατὸς καὶ ὁ Χριστὸς | |
25 | ζωὴ καὶ ζωοποιῶν. | |
104 col2(23) | θεὸν ἅγιον καὶ ἀγαθὸν καὶ Χριστὸν τὸν υἱὸν αὐτοῦ ζωὴν | |
25 | καὶ ζωοποιόν. | |
104(26) | διὸ καὶ παραινεῖ τοῖς παροῦσιν αὐτῷ ἐν ἁγιωσύνῃ καὶ ἁγνείᾳ καὶ ἀγάπῃ καὶ πίστει προσέρχεσθαι αὐτῷ. | |
105 | Καὶ ταῦτα ἀκούσας Μισδαῖος ὁ βασιλεὺς παρὰ Σιφόρου πολλοὺς ἔπεμψεν στρατιώτας εἰς τὸν οἶκον Σιφόρου τοῦ στρατηλάτου, ἀγαγεῖν Θωμᾶν τὸν ἀπόστολον καὶ πάντας τοὺς εὑρισκομένους ἐκεῖσε. εἰσελθόντες δὲ οἱ πεμφθέντες ἔσω | |
5 | εὗρον αὐτὸν πλῆθος πολὺ διδάσκοντα· καὶ ἡ Μυγδονία πρὸς τοῖς ποσὶν αὐτοῦ ἐκάθητο. θεασάμενοι δὲ τὸν πολὺν ὄχλον περὶ αὐτὸν ἐφοβήθησαν καὶ ἀπῆλθον πρὸς τὸν βασιλέα | |
αὐτῶν καὶ εἶπον· Οὐκ ἐτολμήσαμεν εἰπεῖν αὐτῷ τι· ὄχλος γὰρ ἦν πολὺς περὶ αὐτόν· καὶ ἡ Μυγδονία πρὸς τοῖς ποσὶν αὐτοῦ | 217 | |
10 | καθεζομένη ἠκροᾶτο τὰ ὑπ’ αὐτοῦ λεγόμενα. Καὶ ταῦτα ἀκούσαντος Μισδαίου τοῦ βασιλέως καὶ Χαρισίου ἐκπηδήσας ὁ Χαρίσιος ἀπ’ ἔμπροσθεν τοῦ βασιλέως συνεπισπασάμενος ὄχλον πολὺν εἶπεν· Ἐγὼ αὐτὸν φέρω βασιλεῦ καὶ τὴν Μυγ‐ δονίαν, ἧς τὸν νοῦν ἀφείλατο. Καὶ ἦλθεν εἰς τὴν οἰκίαν | |
15 | Σιφόρου τοῦ στρατηλάτου ἐντάραχος. καὶ εὗρεν αὐτὸν δι‐ δάσκοντα· Μυγδονίαν δὲ οὐ κατέλαβεν, ἀναχωρήσασα γὰρ ἦν εἰς τὸν οἶκον αὐτῆς, ἐγνωκυῖα ὅτι ἐμηνύθη τῷ ἀνδρὶ αὐτῆς ὅτι ἐκεῖ ἦν. | |
106 | Ὁ δὲ Χαρίσιος εἶπεν τῷ ἀποστόλῳ· Ἀνάστα πονηρὲ καὶ ἀφανιστὰ καὶ ἐχθρὲ τοῦ ἐμοῦ οἴκου· ἐμὲ γὰρ ἡ σὴ μαγεία οὐ βλάπτει τὴν γὰρ σὴν μαγείαν ἐπὶ τὴν σὴν κεφαλὴν θήσομαι. Ταῦτα δὲ αὐτοῦ εἰπόντος προσέσχεν αὐτῷ ὁ ἀπό‐ | |
5 | στολος καὶ εἶπεν αὐτῷ· Αἱ ἀπειλαί σου ἐπιστρέψουσιν πρὸς σέ. ἐμὲ γὰρ ἐν οὐδενὶ καταβλάψεις· μείζων γὰρ σοῦ ἐστιν καὶ τοῦ σοῦ βασιλέως καὶ πάσης ὑμῶν τῆς στρατιᾶς ὁ κύριος Ἰησοῦς Χριστὸς εἰς ὃν τὰς ἐλπίδας ἔχω. Λαβὼν δὲ ὁ Χαρί‐ σιος ἡμιφόριον ἑνὸς τῶν οἰκείων αὐτοῦ ἐπέβαλεν τῷ τραχήλῳ | |
10 | τοῦ ἀποστόλου λέγων· Σύρατε καὶ ἀπαγάγετε αὐτόν· ἴδω εἰ δύναται ὁ θεὸς ῥύσασθαι αὐτὸν ἀπὸ τῶν χειρῶν μου. Σύ‐ ραντες δὲ αὐτὸν ἀπήγαγον πρὸς Μισδαῖον τὸν βασιλέα. στὰς δὲ ὁ ἀπόστολος ἔμπροσθεν τοῦ βασιλέως λέγει αὐτῷ ὁ βασι‐ λεύς· Εἰπὲ τίς εἶ καὶ ποίᾳ δυνάμει ταῦτα διαπράττῃ. Ὁ δὲ | |
15 | ἀπόστολος ἡσύχαζεν. ἐκέλευσεν δὲ ὁ βασιλεὺς τοῖς ὑπηκόοις | |
αὐτοῦ μαστιχθέντα αὐτὸν ἑκατὸν κηʹ δέσμιον βληθῆναι εἰς τὴν φρουράν. οἳ δὲ δεσμεύσαντες αὐτὸν ἀπήγαγον. ὁ δὲ βασιλεὺς καὶ Χαρίσιος ἐσκέπτοντο τὸ πῶς αὐτὸν θανατώσου‐ σιν· τὸ δὲ πλῆθος ὥσπερ θεὸν προσεκύνουν αὐτόν· τοῦτο δὲ | 218 | |
20 | εἶχον κατὰ νοῦν εἰπεῖν ὅτι Τὸν βασιλέα ὕβρισεν καὶ πλάνος ἐστὶν ὁ ξένος. | |
107 | Ὁ δὲ ἀπόστολος ἀπιὼν ἐπὶ τὸ δεσμωτήριον χαίρων καὶ ἀγαλλιῶν ἔλεγεν· Ἐξομολογοῦμαί σοι Ἰησοῦ ὅτι οὐ μόνον τῆς πίστεώς σου ἄξιόν με ἐποίησας, ἀλλὰ καὶ τοῦ ὑπομεῖναι πολλὰ διὰ σέ. εὐχαριστῶ οὖν σοι κύριε ὅτι ἐφρόντισάς μου | |
5 | καὶ δέδωκάς μοι τὴν ὑπομονήν· εὐχαριστῶ σοι κύριε ὅτι διὰ σὲ φαρμακὸς ἤκουσα καὶ μάγος. πρόσδεξαί με τοίνυν ἐκ τοῦ μακαρισμοῦ τῶν μετρίων καὶ τῆς ἀναπαύσεως τῶν κεκμη‐ κότων καὶ τῶν μακαρισμῶν ἐκείνων οὓς μισοῦσιν οἱ ἄνθρωποι καὶ διώκουσιν καὶ ὀνειδίζουσιν, φαύλους περὶ αὐτῶν φθεγ‐ | |
10 | γόμενοι λόγους. ἰδοὺ γὰρ διὰ σὲ μισοῦμαι· ἰδοὺ διὰ σὲ τῶν πολλῶν κεχώρισμαι, καὶ διὰ σὲ τοιοῦτον οἷος οὐκ εἰμὶ λέγου‐ σίν με. | |
108 | Προσευχόμενον δὲ πάντες ἔβλεπον αὐτὸν οἱ δέσμιοι καὶ ἐδέοντο αὐτοῦ ὑπὲρ αὐτῶν εὔξασθαι. προσευξάμενος δὲ καὶ καθεσθεὶς ἤρξατο λέγειν ψαλμὸν τοιοῦτον· Ὅτε ἤμην βρέφος ἄλαλον ἐν τοῖς τοῦ πατρός μου βασιλείοις ἐν πλούτῳ | |
5 | καὶ τρυφῇ τῶν τροφέων ἀναπαυόμενος, ἐξ Ἀνατολῆς τῆς πατρίδος ἡμῶν ἐφοδιάσαντές με οἱ γονεῖς ἀπέστειλάν με· ἀπὸ δὲ πλούτου τῶν θησαυρῶν τούτων φόρτον συνέθηκαν μέγαν τε καὶ ἐλαφρόν, ὅπως αὐτὸν μόνος βαστάσαι δυνηθῶ· | |
χρυσός ἐστιν ὁ φόρτος τῶν ἄνω, καὶ ἄσημος τῶν μεγάλων | 219 | |
10 | θησαυρῶν, καὶ λίθοι ἐξ Ἰνδῶν οἱ χαλκεδόνιοι, καὶ μαργαρῖται ἐκ Κοσάνων· καὶ ὥπλισάν με τῷ ἀδάμαντι· καὶ ἐνέδυσάν με ἐσθῆτα διάλιθον χρυσόπαστον, ἣν ἐποίησαν στέργοντές με, καὶ στολὴν τὸ χρῶμα ξανθὴν πρὸς τὴν ἐμὴν ἡλικίαν. σύμ‐ φωνα δὲ πρὸς ἐμὲ πεποιήκασιν, ἐγκαταγράψαντες τῇ διανοίᾳ | |
15 | μου ἐπιλαθέσθαι με, ἔφησαν τε· Ἐὰν κατελθὼν εἰς Αἴγυπτον κομίσῃς ἐκεῖθεν τὸν ἕνα μαργαρίτην τὸν ὄντα ἐκεῖ περὶ τὸν δράκοντα τὸν καταπότην, ὅπως ἐνδύσῃ τὴν διάλιθον ἐσθῆτα καὶ τὴν στολὴν ἐκείνην ἣν ἐπαναπαύεται· τοῦ εὐμνήστου καὶ γένῃ μετὰ τοῦ ἀδελφοῦ σου κῆρυξ τῇ ἡμετέρᾳ βασιλείᾳ. | |
109 | Ἠρχόμην δὲ ἐξ Ἀνατολῆς ἐφ’ ὁδὸν δυσχερῆ τε καὶ φοβερὰν μεθ’ ἡγεμόνων δύο, ἄπειρος δὲ ἤμην τοῦ ταύτην ὁδεῦσαι. παρελθὼν δὲ καὶ τὰ τῶν Μοσάνων μεθόρια, ἔνθα ἐστὶν τὸ καταγώγιον τῶν ἀνατολικῶν ἐμπόρων, ἀφικόμην εἰς | |
5 | τὴν τῶν Βαβυλωνίων χώραν. εἰσελθόντος δέ μου εἰς Αἴγυ‐ πτον ἀπέστησαν οἱ συνοδεύσαντές μοι ἡγεμόνες, ὥρμων δὲ ἐπὶ τὸν δράκοντα τὴν ταχίστην καὶ περὶ τὸν τούτου φωλεὸν κατέ‐ λυον, ἐπιτηρῶν νυστάξαι καὶ κοιμηθῆναι τοῦτον, ὅπως μου τὸν μαργαρίτην ὑφέλωμαι. μόνος δὲ ὢν ἐξενιζόμην τὸ σχῆμα | |
10 | καὶ τοῖς ἐμοῖς ἀλλότριος ἐφαινόμην. ἐκεῖ δὲ εἶδον ἐμὸν συγ‐ γενῆ τὸν ἐξ Ἀνατολῆς, τὸν ἐλεύθερον, παῖδα εὐχαρῆ καὶ | |
ὡραῖον, υἱὸν μεγιστάνων. οὗτός μοι προσελθὼν συγγέγονεν, καὶ συνόμιλον αὐτὸν ἔσχον, καὶ φίλον καὶ κοινωνὸν τῆς ἐμῆς πορείας ποιησάμενος. παρεκελευσάμην δὲ αὐτῷ τοὺς Αἰγυ‐ | 220 | |
15 | πτίους φυλάσσεσθαι καὶ τῶν ἀκαθάρτων τούτων τὴν κοινω‐ νίαν. ἐνεδυσάμην δὲ αὐτῶν τὰ φορήματα, ἵνα μὴ ξενίζωμαι ὥσπερ ἔξωθεν ἐπὶ τὴν τοῦ μαργαρίτου ἀνάληψιν, καὶ τὸν δράκοντα διυπνίσωσιν κατ’ ἐμοῦ οἱ Αἰγύπτιοι. οὐκ οἶδα δὲ ἐξ οἵας ἔμαθον προφάσεως ὡς οὐκ εἰμὶ τῆς χώρας αὐτῶν, | |
20 | δόλῳ δὲ συνέμειξάν μοι τέχνην, καὶ ἐγευσάμην τῆς αὐτῶν τροφῆς. ἠγνόησα ἐμαυτὸν υἱὸν ὄντα βασιλέως, τῷ δὲ αὐτῶν ἐδούλευσα βασιλεῖ. ἦλθον δὲ καὶ ἐπὶ τὸν μαργαρίτην, ἐφ’ ὃν οἱ πατέρες μου ἀπεστάλκασίν με, τῷ δὲ τῆς τροφῆς αὐτῶν βάρει εἰς ὕπνον κατηνέχθην βαθύν. | |
110 | ταῦτα δέ μου παθόντος καὶ οἱ πατέρες μου ᾔσθοντο καὶ ἔπαθον ὑπὲρ ἐμοῦ. ἐκηρύχθη δὲ κήρυγμα ἐν τῇ βασιλείᾳ ἡμῶν ἵνα πάντες ἐπὶ τὰς ἡμετέρας ἀπαντῶσιν θύρας. καὶ τότε οἱ βασιλεῖς τῆς Παρθενίας καὶ οἱ ἐν τέλει καὶ οἱ Ἀνα‐ | |
5 | τολῆς πρωτεύοντες γνώμης ἐκράτησαν περὶ ἐμοῦ ἵνα μὴ ἔλθω ἐν Αἰγύπτῳ. ἔγραψαν δέ με καὶ οἱ δυνάσται σημαίνοντες οὕτως· Παρὰ τοῦ πατρὸς βασιλέων βασιλεὺς καὶ μητρὸς τὴν Ἀνατολὴν κατεχούσης καὶ ἀδελφοὺς αὐτῶν δευτέρους ἀφ’ ἡμῶν τῷ ἐν Αἰγύπτῳ υἱῷ ἡμῶν εἰρήνη. ἀνάστηθι καὶ ἀνάνηψον | |
10 | ἐξ ὕπνου, καὶ τῶν ἐπιστολιμαίων ῥημάτων ἄκουσον, καὶ ὑπο‐ | |
μνήσθητι υἱὸς βασιλέων ὑπάρχων. δουλικὸν ὑπεισῆλθες ζυγόν· μνημόνευσον τῆς ἐσθῆτός σου τῆς χρυσοπάστου· μνημόνευσον τοῦ μαργαρίτου δι’ ὃν εἰς Αἴγυπτον ἀπεστάλης. ἐκλήθη δὲ τὸ ὄνομά σου βιβλίον ζωῆς καὶ τοῦ ἀδελφοῦ σου οὗ παρεί‐ | 221 | |
15 | ληφας ἐν τῇ βασιλείᾳ ἡμῶν. | |
111 | Ὁ δὲ βασιλεὺς ὡς πρεσβευτὴς κατεσφραγίσατο διὰ τοὺς πονηροὺς τοὺς Βαβυλωνίους παῖδας καὶ δαίμονας τυραν‐ νικοὺς Λαβυρίνθους. ἐγὼ δὲ πρὸς τὴν ταύτης φωνήν τε καὶ αἴσθησιν ἐξ ὕπνου ἀνερμησάμην, ἀναλαβὼν δὲ καὶ καταφιλή‐ | |
5 | σας ἀνεγίνωσκον. ἐγέγραπτο δὲ περὶ ἐκείνου τοῦ ἐν τῇ καρδίᾳ μου ἀναγεγραμμένου· καὶ ὑπεμνήσθην παραχρῆμα ὅτι βασι‐ λέων εἰμὶ υἱὸς καὶ ἡ ἐλευθερία μου τὸ γένος μου ἐπιζητεῖ. ὑπεμνήσθην δὲ καὶ τοῦ μαργαρίτου ἐφ’ ὃν κατεπέμφθην εἰς Αἴγυπτον· ἠρχόμην δὲ ἐφ’ ἅρμασιν ἐπὶ τὸν δράκοντα τὸν | |
10 | φοβερόν, καὶ κατεπόνεσα τοῦτον ἐπονομάσας τὸ τοῦ πατρός μου ὄνομα. ἁρπάσας δὲ τὸν μαργαρίτην ἀπέστρεφον πρὸς τοὺς ἐμοὺς ἀποκομίσας πατέρας. καὶ ἀποδυσάμενος τὸ ῥυπα‐ ρὸν ἔνδυμα ἐν τῇ αὐτῶν κατέλειψα χώρᾳ, ηὔθυνον δὲ αὐτὸ καὶ τὴν ὁδὸν πρὸς τὸ φῶς τῆς κατὰ ἀνατολὴν πατρίδος. | |
15 | καὶ εὗρον καθ’ ὁδὸν διαιροῦσάν με· αὐτὴ δέ, ὥσπερ φωνῇ χρησαμένη ἀνέστησεν ὑπνωθέντα με, καὶ ὡδήγησέν με τῷ παρ’ αὐτῆς φωτί. ἔστιν γὰρ ὅτε ἡ ἀπὸ σηρικῶν ἐσθὴς βασι‐ λικὴ πρὸ τῶν ἐμῶν ὀφθαλμῶν. ἀγούσης δέ με καὶ ἑλκούσης τῆς στοργῆς τὴν Βαβύρινθον παρῆλθον· καὶ καταλείψας | 222 |
20 | ἐπ’ ἀριστερὰ τὴν Βαβυλῶνα εἰς τὴν Μέσον ἀφικόμην τὴν με‐ γάλην οὖσαν παραλίαν. | |
112 | οὐκ ἐμνημόνευον δὲ τῆς λαμπρότητός μου· παῖς γὰρ ὢν ἔτι καὶ κομιδῇ νέος κατελελοίπειν αὐτὴν ἐν τοῖς τοῦ πατρὸς βασιλείοις· ἐξαίφνης δὲ ἰδόντος μου τὴν ἐσθῆτα ὡς ἐν ἐσό‐ πτρῳ ὁμοιωθεῖσαν, καὶ ὅλον ἐμαυτὸν ἐπ’ αὐτὴν ἐθεασάμην, | |
5 | καὶ ἔγνων καὶ εἶδον δι’ αὐτῆς ἐμαυτόν, ὅτι κατὰ μέρος διῃ‐ ρήμεθα ἐκ τοῦ αὐτοῦ ὄντες, καὶ πάλιν ἕν ἐσμεν διὰ μορφῆς μιᾶς. οὐ μὴν ἀλλὰ καὶ αὐτοὺς τοὺς ταμειούχους τοὺς τὴν ἐσθῆτα κομίσαντας ἑώρων δύο, μορφὴ δὲ μία ἐπ’ ἀμφοτέρων, ἓν σύμβολον βασιλικὸν ἐν ἀμφοτέροις ἔκειτο· τὸ δὲ χρῆμα | |
10 | καὶ τὸν πλοῦτον ἐν χερσὶν εἶχον, καὶ ἀπεδίδουν μοι τιμήν· καὶ τὴν ἐσθῆτα τὴν εὐπρεπεστάτην, ἥτις ἐν φαιδροῖς χρώ‐ μασιν χρυσῷ πεποίκιλτο καὶ λίθοις τιμίοις καὶ μαργαρίταις χροιᾷ πρεπούσῃ· ἵδρυντο ἐν ὕψει· καὶ ἡ εἰκὼν τοῦ τῶν βασι‐ λέων βασιλεὺς ὅλη δι’ ὅλης· λίθοις σαμπφειρίνοις ἐν ὕψει | |
15 | ἐπεπήγεισαν ἁρμοδίως. | 223 |
113 | ἑώρων δὲ αὖθις ὅτι δι’ ὅλων κινήσεις ἐξεπέμποντο γνώσεως, καὶ ἦν ἑτοίμη ἀφεῖναι λόγον· ἤκουον δὲ αὐτῆς ὁμι‐ λούσης· Ἐγώ εἰμι ἐκείνου τῶν πάντων ἀνθρώπων ἀνδρειο‐ τάτου οὗ ἕνεκεν παρ’ αὐτῷ τῷ πατρὶ ἐνεγράφην· καὶ αὐτὸς | |
5 | δὲ ᾐσθόμην αὐτοῦ τῆς ἡλικίας. Αἱ δὲ κινήσεις αἱ βασιλικαὶ πᾶσαι ἐπανεπαύοντό μοι αὐξανούσης πρὸς ταύτης ὁρμάς· ἔσπευδεν ἐκ χειρὸς αὐτοῦ ὀρεγομένη ἐπὶ τὸν δεχόμενον αὐτήν. κἀμὲ ὁ πόθος διήγειρεν ὁρμῆσαι εἰς ὑπάντησιν αὐτοῦ καὶ δέξασθαι αὐτήν. ἐκταθεῖσαν δὲ χρωμάτων ἐκομίσθην, καὶ | |
10 | τὴν στολήν μου τὴν βασιλικὴν ὑπερέχουσαν ἐστολισάμην δι’ ὅλου· ἐνδυσάμενος δὲ ἤρθην εἰς χώραν εἰρήνης σεβάσματος· καὶ τὴν κεφαλὴν κλίνας προσεκύνησα τοῦ πατρὸς τὸ φέγγος τοῦ ἀποστείλαντός μοι ταύτην, ὅτι ἐγὼ μὲν ἐποίησα τὰ προ‐ σταχθέντα, καὶ αὐτὸς ὁμοίως ὅπερ κατεπηγγείλατο· καὶ ἐν | |
15 | ταῖς θύραις τοῦ βασιλικοῦ τοῦ ἐξ ἀρχῆς αὐτοῦ κατεμειγνύ‐ μην. ἥσθη δὲ ἐπ’ ἐμοὶ καὶ εἰσεδέξατό με μετ’ αὐτοῦ ἐν τοῖς βασιλείοις· πάντες δὲ οἱ ὑπήκοοι αὐτοῦ εὐφήμοις φωναῖς ὑμνοῦσιν· ὑπέσχετο δέ μοι καὶ εἰς τὰς τοῦ βασιλέως θύρας σὺν αὐτῷ ἀποσταλεῖσθαι, ἵνα μετὰ τῶν ἐμῶν δώρων καὶ | |
20 | τοῦ μαργαρίτου ἅμα αὐτῷ φαινώμεθα τῷ βασιλεῖ. | |
114 | Καὶ ὁ Χαρίσιος γεγηθὼς ἀπῄει οἴκαδε, νομίζων συ‐ | |
νεῖναι τὴν αὐτοῦ γυναῖκα καὶ τοιαύτην γεγενῆσθαι οἵαν πρὸ τοῦ, πρὶν ἀκοῦσαι τοῦ θείου λόγου καὶ πιστεῦσαι τῷ Ἰησοῦ. ἀπελθὼν δὲ εὗρεν αὐτὴν τὰς τρίχας κεκομμένας ἔχουσαν καὶ | 224 | |
5 | τὴν ἐσθῆτα διαρερηγμένην· ἰδὼν δὲ εἶπεν αὐτῇ· Κυρία μου Μυγδονία, τί σε ἡ χαλεπὴ αὕτη κατέχει νόσος; καὶ τίνος ἕνεκα διεπράξω ταῦτα; ἐγώ εἰμι ὁ ἐκ παρθενίας σου γαμέτης, τῶν τε θεῶν καὶ τῶν νόμων ἄρχειν σού μοι διδόντων· τίς ἡ το‐ σαύτη σου μανία; ὅτι κατάγελως ἐν παντὶ τῷ ἔθνει γεγέ‐ | |
10 | νησαι. ἀλλὰ ἀπόθου τὴν παρ’ ἐκείνου τοῦ φαρμακοῦ μέ‐ ριμναν· περιελῶ δὲ ἐκ μέσου τὴν ὄψιν ἐκείνου, ἵνα μηκέτι αὐτὸν ἴδῃς. | |
115 | Ἡ δὲ Μυγδονία τούτων ἀκούσασα ἀνεδίδου τῇ λύπῃ, στενάζουσα καὶ ὀδυρομένη. καὶ αὖθις ὁ Χαρίσιος· Τοσοῦτον ἄρα τοὺς θεοὺς ἠδίκησα, ὅτι τηλικαύτῃ με νόσῳ περιβεβλή‐ κασιν; τί τοσοῦτον πεπλημμέληκα, ὅτι εἰς τοσαύτην με κατέ‐ | |
5 | βαλον ταπεινότητα; δέομαί σου Μυγδονία, μή μου τὴν ψυχὴν ἄγχε ἐπὶ τῇ θέᾳ σου ταύτῃ τῇ οἰκτρᾷ καὶ τῷ ταπεινῷ σχή‐ ματι, καὶ μή μου τὴν καρδίαν καταπόνει ταῖς ἐπὶ σοὶ φρον‐ τίσιν. ἐγώ εἰμι Χαρίσιος ὁ σὸς γαμετός, ὃν ὅλον τὸ ἔθνος τιμᾷ καὶ δέδιεν· τί με δεῖ πρᾶξαι; καὶ οὐκ οἶδα πῶς ἀνα‐ | |
10 | στρέψω· τί δὲ καὶ λογίσωμαι; σιγήσω καὶ καρτερήσω; καὶ τίς ἀνέξεται ὅταν τινὲς τὸν θησαυρὸν αὐτοῦ λαμβάνωσιν; τίς δὲ τὸν σὸν καρτερήσειεν ἀγαθὸν τρόπον; τί γὰρ ἐμοί; ἡ εὐωδία σου ἐν ταῖς ῥισίν μού ἐστιν, καὶ τὸ φαιδρόν σου | |
πρόσωπον ἐν τοῖς ὀφθαλμοῖς μου ἐγκάθηται· ἀφαιροῦντά | 225 | |
15 | μου τὴν ψυχήν, καὶ τὸ περικαλλὲς σῶμα ᾧ ἠγαλλόμην ὁρῶν διαφθείρουσιν· καὶ τὸν ὀφθαλμὸν τὸν ὀξυδερκέστατον πη‐ ροῦσιν· ἐκκόπτουσιν δὲ τὴν δεξιάν μου χεῖρα. ἡ χαρὰ ἡ ἐμὴ εἰς λύπην μετατρέπεται καὶ ἡ ζωή μου εἰς θάνατον· καὶ τὸ φῶς σκότῳ βαδίζεται. μηδεὶς λοιπὸν τῶν συγγενῶν βλέπετέ | |
20 | με, παρ’ ὧν οὐδεμία μοι βοήθεια γέγονεν· οὐδὲ τοὺς θεοὺς τῆς ἀνατολῆς προσκυνήσω λοιπὸν τηλικούτοις με περιβαλόν‐ τας κακοῖς· οὐδὲ μὴν προσευξαίμην αὐτοῖς ἔτι, οὐδὲ μὴν θυσιάσαιμι αὐτοῖς ἀποστερηθεὶς τῆς συμβίου μου. τί δὲ αἰτήσαιμι ἕτερον παρ’ αὐτῶν; ἡ γὰρ δόξα μου πᾶσα ἀφῄρη‐ | |
25 | ται. εἰμὶ δὲ ἄρχων, δεύτερος τῆς τοῦ βασιλέως ἀρχῆς· ἠθέ‐ τησεν δέ με Μυγδονία ταῦτα πάντα ἀφείλατο· εἴθε δὲ τὸν ὀφθαλμόν μου σκόπτε σέ μοι προσεχούσης συνήθως. | |
116 | Λέγοντος δὲ τοῦ Χαρισίου ταῦτα μετὰ δακρύων ἐκαθέζετο ἡ Μυγδονία σιωπῶσα καὶ εἰς τὸ ἔδαφος ἀφορῶσα· ὃ δὲ αὖθις προσελθὼν εἶπεν· Κυρία μου ποθεινοτάτη Μυγ‐ δονία, ὑπομνήσθητι ὅτι σὲ ἐκ πάντων τῶν ἐν τῇ Ἰνδίᾳ γυ‐ | |
5 | ναικῶν ὡς καλλίστην ἐπελεξάμην καὶ ἔλαβον, δυνηθεὶς ἑτέρας πολλῷ σου καλλίω εἰς γάμον συνάψαι ἐμαυτῷ. μᾶλλον δὲ ψεύδομαι Μυγδονία· μὰ τοὺς γὰρ θεοὺς οὐκ ἂν ἔσται ἑτέραν κατὰ σὲ ἐν τῇ τῶν Ἰνδῶν εὑρεθῆναι χώρᾳ· οὐαὶ δέ μοι διὰ | |
παντός, ὅτι οὐδὲ | 226 | |
10 | λόγῳ ἀμείψασθαι θέλεις· ὕβριζε δέ μοι εἰ δοκεῖ σοι, ἵνα λόγον μόνον παρὰ σοῦ κατα‐ ξιωθῶ. ἀπόβλεψον δὲ εἰς ἐμέ, ὅτι καλλίω ὑπάρχω τοῦ φαρ‐ | |
15 | μακοῦ ἐκείνου· | |
116 col2(10) | κἂν ἡδύτατον ἀπὸ σοῦ λόγον ἀκοῦσαι καταξιοῦμαι. ἀπό‐ βλεψον εἰς ἐμέ, ὅτι πολλῷ κρείττων ἐκείνου τοῦ φαρμα‐ κοῦ εἰμι· | |
116(16) | πλοῦτος δέ μοι καὶ τιμὴ σὺ εἶ· καὶ πάντες γινώσκουσιν ὅτι οὐδείς ἐστιν τοιοῦτος οἷος ἐγώ· γένος δέ μοι καὶ συγγένεια σὺ εἶ· καὶ ἰδού, ἀφαιρεῖταί σε ἀπ’ ἐμοῦ. | |
117 | Εἰπόντος δὲ ταῦτα τοῦ Χαρισίου ἡ Μυγδονία λέγει πρὸς αὐτόν· Ἐκεῖνον ὃν φιλῶ βελτίων σού ἐστιν καὶ τῶν σῶν ὑπαρχόντων· ἡ γὰρ ὕπαρξίς σου ἐκ γῆς οὖσα εἰς γῆν ὑπο‐ στρέφει· ὃν δὲ ἐγὼ φιλῶ οὐράνιός ἐστιν, κἀμὲ σὺν αὐτῷ εἰς | |
5 | οὐρανὸν ἄξει. ὁ πλοῦτός σου παρελεύσεται, καὶ τὸ κάλλος σου ἀφανισθήσεται, καὶ οἱ πέπλοι σου, καὶ τὰ πολλὰ ἔργα· μόνος δὲ σὺ μετὰ τῶν πλημμελημάτων σου γυμνός· μὴ ὑπο‐ μνήσῃς δὲ ἐπ’ ἐμοὶ τὰς πράξεις· εὔχομαι γὰρ τῷ κυρίῳ ἐπι‐ λαθέσθαι σε, ὥστε μηκέτι μνησθῆναι τῶν προτέρων ἡδονῶν | |
10 | καὶ τῆς συνηθείας τῆς σωματικῆς, αἵτινες ὡς σκιὰ παρελεύ‐ σονται, Ἰησοῦς δὲ μόνος μένει εἰς τὸν αἰῶνα καὶ αἱ ψυχαὶ αἱ εἰς αὐτὸν ἐλπίζουσαι. αὐτὸς Ἰησοῦς ἀπαλλάξει με τῶν αἰσχρῶν | |
σου πράξεων ἃς ἔπραττον μετὰ σοῦ. Ἀκούσας δὲ ταῦτα ὁ Χαρίσιος εἰς ὕπνον ἐτράπη λελυμένος τὴν ψυχὴν λέγων αὐτῇ· | 227 | |
15 | Κατὰ σεαυτὴν λόγισαι δι’ ὅλης τῆς νυκτὸς | |
117 col2(16) | δι’ ὅλης σκέψου τῆς νυκτὸς σήμερον· ἐὰν θελήσῃς μετ’ ἐμοῦ εἶναι τοιαύτη οἵαπερ ἦσθα τὸ πρίν, | |
18 | οἵα καὶ τὸ πρότερον ἦς, | |
117(19) | ἐκεῖνον δὲ τὸν φαρμακὸν μὴ ἴδῃς, πάντα σου τὰ καταθύμια | |
20 | ποιήσω· καὶ ἄρῃς σου τὴν διάθεσιν τὴν πρὸς αὐτόν, ἐκβαλὼν αὐτὸν ἐκ τοῦ δεσμωτηρίου ἀπολύσω, καὶ εἰς ἑτέραν μεταστῇ χώραν· καὶ οὐ μή σε λυπήσω· οἶδα γὰρ ὅτι σφόδρα τοῦ ξένου ἀντιποιῇ. καὶ οὐκ ἀπὸ σοῦ πρώτης τὸ πρᾶγμα συνέβη· ὡς καὶ πολλὰς καὶ ἄλλας ἠπάτησεν μετὰ σοῦ· κἀκεῖναι ἀνένηψαν | |
25 | καὶ εἰς ἑαυτὰς ἐπανῆλθον. μὴ οὖν ἀντὶ μηδενὸς θῇς τοὺς ἐμοὺς λόγους καὶ ποιήσῃς με ὄνειδος ἐν τοῖς Ἰνδοῖς. | |
118 | Ταῦτα τοῦ Χαρισίου λέγοντος ὕπνωσεν· ἣ δὲ λα‐ βοῦσα δηνάρια δέκα ἀπῄει λάθρα δοῦναι τοῖς δεσμοφύλαξιν ὅπως εἰσέλθῃ πρὸς τὸν ἀπόστολον. συνέτυχεν δὲ καθ’ ὁδὸν Ἰούδας | |
5 | Θωμᾶς ἐρχόμενος. | |
118 col2(4) | ὡς δὲ κατὰ τὴν ὁδὸν ἀπῄει, | |
5 | συναντᾷ αὐτὸν ἐρχόμενον· | |
118(6) | ὃν ἰδοῦσα ἐφοβήθη· ἐνόμισεν γὰρ αὐτὸν ἕνα τῶν ἀρχόντων εἶναι· φῶς γάρ τι πολὺ προηγεῖτο αὐτοῦ. καὶ ἔλεγεν πρὸς ἑαυτὴν φεύγουσα· Ἀπώλεσά σε ὦ ἀθλία ψυχή· οὐ γὰρ ἴδῃς | |
αὖθις Ἰούδαν τὸν ἀπόστολον τούτου ζῶντος, καὶ ἕως τοῦ | 228 | |
10 | νῦν ἁγίαν οὐκ ἐδέξω σφραγῖδα. Καὶ φεύγουσα εἰς στενὸν προσέδραμε τόπον, κἀκεῖσε ἐκρύπτετο λέγουσα· Αἱρετώτερον ὑπὸ μετριωτέρων ἀναλίσκεσθαι, οὓς δυνατὸν πεῖσαι, ἢ περι‐ πεσεῖν τῷ ἄρχοντι τούτῳ δυνατῷ, καταφρονοῦντι δώρων. | |
14t | Πρᾶξις ιʹ ὅτε Μυγδονία λαμβάνει τὸ βάπτισμα. | |
119 | Διανοουμένης δὲ ταῦτα τῆς Μυγδονίας καθ’ ἑαυτὴν Ἰούδας εἰσελθὼν ἐπέστη αὐτῇ· ὃν ἰδοῦσα ἐφοβήθη καὶ πε‐ σοῦσα ὑπὸ φόβου ἐξέθανεν· αὐτὸς δὲ παραστὰς καὶ τῆς χειρὸς αὐτῆς λαβόμενος ἔφη αὐτῇ· Μὴ φοβοῦ Μυγδονία· | |
5 | οὐκ ἐάσει σε Ἰησοῦς, οὐδὲ παρόψεταί σε ὁ κύριός σου ᾧ τὴν ἑαυτῆς ψυχὴν ἀνέθηκας. οὐκ ἐγκαταλείψει σε ἡ πολύσπλαγ‐ χνος αὐτοῦ ἀνάπαυσις· οὐκ ἐγκαταλείψει σε ὁ χρηστὸς διὰ τὴν πολλὴν αὐτοῦ χρηστότητα καὶ ὁ ἀγαθὸς διὰ τὴν ἀγα‐ θωσύνην. ἀνάστηθι τοίνυν ἀπὸ τῆς γῆς ὑπεράνω ταύτης | |
10 | ἅπασα γενομένη· ἴδε τὸ φῶς, ὅτι οὐκ ἐᾷ κύριος τοὺς ἀγα‐ πῶντας αὐτὸν ἐν τῷ σκότει βαδίζειν. θέασαι τὸν συνοδοι‐ πόρον τῶν αὐτοῦ δούλων, ὅτι αὐτὸς αὐτοῖς σύμμαχος ἐν κινδύνοις. Καὶ ἡ Μυγδονία ἀναστᾶσα προσεῖχεν αὐτῷ καὶ εἶπεν· Ποῦ ἀπῄεις κύριέ μου; καὶ τίς ὁ ἐξαγαγών σε ἐκ τοῦ | |
15 | δεσμωτηρίου καθορᾶν τὸν ἥλιον; Λέγει αὐτῇ Ἰούδας Θωμᾶς· Ὁ κύριός μου Ἰησοῦς δυνατώτερός ἐστιν πασῶν δυνάμεων καὶ βασιλέων καὶ ἀρχόντων. | |
120 | Καὶ ἡ Μυγδονία εἶπεν· Δός μοι τὴν σφραγῖδα | |
Ἰησοῦ Χριστοῦ καὶ δέξομαι δωρεὰν παρὰ τῶν σῶν χειρῶν πρὶν ἤ σε τοῦ βίου ἐξελθεῖν. Καὶ παραλαβοῦσα αὐτὸν εἰς τὴν αὐλὴν εἰσῆλθεν, καὶ ἐξύπνιζεν τὴν τροφὸν λέγουσα πρὸς | 229 | |
5 | αὐτήν· Μήτηρ ἐμὴ καὶ τροφὲ Μαρκία, πάσας τὰς πρός με ὠφελείας καὶ ἀναπαύσεις ἐκ παίδων ἕως τῆς νῦν ἡλικίας μα‐ ταίας εἰργάσω, καὶ χάριν σοι δι’ αὐτὰς ὀφείλω πρόσκαιρον. ποίησον δέ μοι καὶ νῦν χάριν, ἵνα διὰ παντὸς τὴν ἀμοιβὴν ἀπολάβῃς παρ’ ἐκείνου τοῦ τὰ μεγάλα χαριζομένου. Καὶ ἡ | |
10 | Μαρκία πρὸς τούτοις Τί θέλεις φησὶν θυγάτηρ μου Μυγδο‐ νία; καὶ τί σοι πρὸς ἡδονὴν ἔστιν γενέσθαι; τὰς δὲ τιμὰς ἃς πρότερα ἐπηγγείλω μοι οὐκ εἴασέν σε ὁ ξένος ἀγαγεῖν εἰς τέλος, καὶ ὄνειδός με ἐν παντὶ τῷ ἔθνει κατέστησας· καὶ νῦν τί ἄρα καινὸν ὅπερ μοι ἐπιτάσσεις; Καὶ ἡ Μυγδονία λέγει· | |
15 | Γενοῦ μοι κοινωνὸς τῆς αἰωνίου ζωῆς, ἵνα δέξωμαι παρὰ σοῦ τροφὴν τελείαν. ἄρτον μοι ἀνελομένη κόμισον καὶ ὕδατος κρασίν, τῆς ἐλευθερίας μου φειδομένη. Ἡ δὲ τροφὸς ἔφη· Ἐγὼ κομίσω ἄρτους πολλοὺς καὶ ἀντὶ ὕδατος μετρητὰς οἴνου, καὶ τὴν ἐπιθυμίαν σου πληρῶ. Ἣ δὲ λέγει πρὸς τὴν τροφόν· | |
20 | Μετρητῶν οὐ δέομαι, οὐδ’ αὐτῶν τῶν πολλῶν ἄρτων. τοῦτο δὲ μόνον, κρασὶν ὕδατος καὶ ἕνα ἄρτον καὶ ἔλαιον κόμισον. | |
121 | Κομισάσης δὲ τῆς Μαρκίας ταῦτα ἡ Μυγδονία ἵστατο ἔμπροσθεν τοῦ ἀποστόλου γυμνῇ τῇ κεφαλῇ· καὶ αὐτὸς ἄρας τὸ ἔλαιον κατέχεεν ἐν τῇ κεφαλῇ αὐτῆς εἰπών· Ἔλαιον ἅγιον εἰς ἁγιασμὸν ἡμῖν δοθέν, μυστήριον κρυφιμαῖον | |
5 | ἐν ᾧ ὁ σταυρὸς ἡμῖν ἐδείχθη, σὺ εἶ ὁ ἁπλωτὴς τῶν κεκα‐ λυμένων μελῶν· σὺ εἶ ὁ ταπεινωτὴς τῶν σκληρῶν ἔργων· σὺ εἶ ὁ δεικνὺς τοὺς κεκρυμμένους θησαυρούς· σὺ εἶ τὸ τῆς χρη‐ στότητος βλάστημα· ἐλθέτω ἡ δύναμίς σου· ἱδρυνθήτω ἐπὶ τὴν δούλην σου Μυγδονίαν· καὶ ἴασαι αὐτὴν διὰ τῆς ἐλευθε‐ | 230 |
10 | ρίας ταύτης. Ἐπιχυθέντος δὲ τοῦ ἐλαίου ἐκέλευσεν τῇ τροφῷ αὐτῆς ἀποδύειν αὐτὴν καὶ σινδόνα αὐτὴν περιζῶσαι· ἦν δέ τις ἐκεῖ κρήνη ὕδατος, ἐφ’ ἣν ἀνελθὼν ὁ ἀπόστολος τὴν Μυγδονίαν ἐβάπτισεν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. ὡς δὲ ἐβαπτίσθη καὶ ἐνεδύσατο, | |
15 | ἄρτον κλάσας καὶ λαβὼν ποτήριον ὕδατος κοινωνὸν ἐποίησεν αὐτὴν τῷ τοῦ Χριστοῦ σώματι καὶ ποτηρίου τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ εἷπεν· Ἐδέξω σου τὴν σφραγῖδα, κτίσαι σεαυτῇ ζωὴν αἰώνιον. Καὶ παραχρῆμα ἠκούσθη ἄνωθεν φωνὴ λέ‐ γουσα· Ναί, ἀμήν. Ὡς δὲ ἤκουσεν τῆς φωνῆς ταύτης ἡ | |
20 | Μαρκία, ἐξεπλάγη, καὶ ἐδεήθη τοῦ ἀποστόλου ἵνα καὶ αὐτὴ λάβῃ τὴν σφραγῖδα. δοὺς δὲ αὐτῇ ὁ ἀπόστολος εἶπεν· Ἔστω περὶ σὲ ἡ σπουδὴ τοῦ κυρίου ὡς περὶ τῶν ἄλλων. | |
122 | Ταῦτα δὲ ὁ ἀπόστολος πράξας ὑπέστρεψεν εἰς τὸ δεσμωτήριον· εὗρεν δὲ τὰς πύλας ἀνεῳγμένας καὶ τοὺς φύλα‐ κας ἔτι καθεύδοντας. καὶ εἷπεν Θωμᾶς· Τίς ἐστιν κατὰ σὲ | |
θεός; ὃς τὴν φιλοστοργίαν σου καὶ σπουδὴν ἀπ’ οὐδενὸς | 231 | |
5 | ἀπέχεις· τίς ὅμοιός σοι εὔσπλαγχνος; ὃς ἐκ τῶν κακῶν ἐρύσω τὰ σὰ κτήματα· ἡ ζωὴ ἡ τὸν θάνατον χειρωσαμένη· ἡ ἄνεσις ἡ τὸν πόνον ἐκκόψασα. δόξα τῷ ἐκ πατρὸς μονογενεῖ· δόξα τῷ εὐσπλάγχνῳ τῷ ἀποσταλέντι ἐκ σπλάγχνων. Εἰπόντος δὲ αὐτοῦ ταῦτα οἱ φύλακες διυπνίσθησαν καὶ εἶδον πάσας τὰς | |
10 | θύρας ἀνεῳγμένας καὶ τοὺς ἐγκατακλείστους. καὶ ἔλεγον καθ’ ἑαυτούς· Οὐχ ἡμεῖς τὰς θύρας ἠσφαλισάμεθα; καὶ πῶς νῦν ἀνεῳγμέναι εἰσὶν καὶ οἱ δεσμῶται ἔνδον; | |
123 | Ὁ δὲ Χαρίσιος ἅμα ἕωθεν πρὸς τὴν Μυγδονίαν ἤρχετο· εὗρεν δὲ αὐτὰς εὐχομένας καὶ λεγούσας· Νέε θεὲ ὃς ἦλθες διὰ τοῦ ξένου εἰς ἡμᾶς ὧδε· θεὲ ἐναπόκρυφε τῆς τῶν ἐν Ἰνδίᾳ οἰκητόρων· ὁ θεὸς ὁ δείξας τὴν σὴν δόξαν διὰ τοῦ | |
5 | ἀποστόλου σου Θωμᾶ· ὁ θεὸς οὗ τῆς φήμης ἀκούσασαι εἰς σὲ ἐπιστεύσαμεν· ὁ θεὸς πρὸς ὃν ἤλθομεν σωθῆναι· ὁ θεὸς ὁ διὰ φιλανθρωπίαν καὶ οἰκτιρμοὺς κατελθὼν πρὸς τὴν ἡμετέραν σμικρότητα· ὁ θεὸς ὁ ἐπιζητήσας ἡμᾶς ὅτε αὐτὸν ἠγνοοῦμεν· ὁ θεὸς ὁ τὰ ὕψη ἔχων καὶ τὰ βάθη μὴ λανθά‐ | |
10 | νων· σὺ ἀπόστρεψον τὴν μανίαν Χαρισίου ἀφ’ ἡμῶν. Ἀκού‐ σας δὲ ταῦτα ὁ Χαρίσιος πρὸς τὴν Μυγδονίαν λέγει· Δικαίως | |
με κακὸν καὶ μαινόμενον καὶ αἰσχρὸν ἀποκαλεῖς· εἰ μὴ γὰρ ἠνεσχόμην τὸ ἀνυπότακτόν σου καὶ ἐλευθερίαν σοι ἐδωρησά‐ μην, οὐκ ἂν ἐπεκαλέσω κατ’ ἐμοῦ καὶ τοῦ ὀνόματός μου | 232 | |
15 | ἐμνημόνευσας ἔμπροσθεν τοῦ θεοῦ. πίστευσον δέ μοι Μυγ‐ δονία ὅτι ἐπ’ ἐκείνῳ τῷ φαρμακῷ οὐδέν ἐστιν ὄφελος, καὶ ὅσα ἐπαγγέλλεται πράττειν οὐ δύναται. ἐγὼ δέ σοι πάντα κατ’ ὀφθαλμοὺς ποιῶ ἅπερ ὑπισχνοῦμαι, ἵνα πιστεύσῃς καὶ ἀνάσχῃ τῶν ἐμῶν λόγων καὶ γένῃ πρός με οἵαπερ ἦς | |
20 | τὸ πρίν. | |
124 | Καὶ προσελθὼν ἐδέετο πάλιν αὐτῆς λέγων· Ἐὰν σύ μοι πεισθῇς, οὐδεμία μοι λοιπὸν ἔσται λύπη. ὑπομνήσθητι τῆς ἡμέρας ἐκείνης ἧς ἐν πρώτοις μοι συνέτυχες· εἰπὲ τὸ ἀληθές· πότερον καλλίω σοι ἤμην κατ’ ἐκεῖνον τὸν καιρὸν ἢ | |
5 | Ἰησοῦς κατὰ τοῦτον; Καὶ ἡ Μυγδονία εἶπεν· Ὁ καιρὸς ἐκεῖνος ἀπῄτει τὰ ἑαυτοῦ καὶ οὗτος τὰ ἴδια· ὁ καιρὸς ἐκεῖνος ἀρχῆς ἦν, οὗτος δὲ τέλους· ἐκεῖνος ὁ καιρὸς ἦν προσκαίρου ζωῆς, οὗτος δὲ αἰωνίου· ἐκεῖνος παρερχομένης ἦν ἡδονῆς, οὗτος δὲ διὰ παντὸς παραμόνου· ἐκεῖνος ἡμέρας καὶ νυκτός, οὗτος δὲ | |
10 | ἡμέρας χωρὶς νυκτός· εἶδες ἐκεῖνον τὸν παρελθόντα γάμον ὧδε καὶ μόνον, ὁ δὲ γάμος οὗτος εἰς τὸν αἰῶνα μένει· ἡ κοι‐ νωνία ἐκείνη διαφθορᾶς ἦν, αὕτη δὲ ζωῆς αἰωνίου· οἱ παρά‐ νυμφοι ἐκεῖνοι ἄνδρες εἰσὶν καὶ γυναῖκες πρόσκαιροι, οἱ δὲ νῦν εἰς τέλος παραμένουσιν· ἐκεῖνος ὁ γάμος ἐπὶ γῆς ἵστησιν | |
15 | φιλανθρωπίαν δροσίζων· ἐκεῖνος ὁ παστὸς λύεται πάλιν, οὗτος δὲ διὰ παντὸς μένει· ἐκείνη ἡ κλίνη πάρεσιν κατέστρωται, | |
αὕτη δὲ στοργῇ τε καὶ πίστει· σὺ νυμφίος εἶ παριὼν καὶ λυόμενος, ὁ δὲ Ἰησοῦς νυμφίος ἐστὶν ἀληθινός, εἰς τὸν αἰῶνα παραμένων ἀθάνατος· ἐκεῖνο τὸ ἀνακαλυπτήριον χρήματα ἦν | 233 | |
20 | καὶ πέπλα παλαιούμενα, τοῦτο δὲ ζῶντες λόγοι μηδέποτε παρερχόμενοι. | |
125 | Ἀκούσας δὲ ταῦτα ὁ Χαρίσιος ἀπῆλθεν πρὸς τὸν βασιλέα καὶ πάντα αὐτῷ ἀπήγγειλεν. ὁ δὲ βασιλεὺς ἐκέλευ‐ σεν τὸν Ἰούδαν ἀχθῆναι, ἵνα αὐτὸν κρίνας ἀναλώσῃ. ὁ δὲ Χαρίσιος εἶπεν· Ἀνέχου τέως βασιλεῦ, λόγοις δὲ πρῶτον | |
5 | τὸν ἄνδρα πεῖσον φοβήσας ὅπως τὴν Μυγδονίαν πείσῃ γε‐ νέσθαι πρός με ὡς πρώην. Καὶ μεταπεμψάμενος ὁ Μισδαῖος ἤγαγεν τὸν ἀπόστολον τοῦ Χριστοῦ· πάντες δὲ ἐλυπήθησαν οἱ δεσμῶται ὅτι ἀνεχώρει ἀπ’ αὐτῶν ὁ ἀπόστολος· ἐπόθουν γὰρ αὐτὸν λέγοντες ὅτι Καὶ ταύτην τὴν παραμυθίαν ἣν | |
10 | εἴχομεν ἀφείλαντο ἀφ’ ἡμῶν. | |
126 | Ὁ δὲ Μισδαῖος ἔλεγεν τῷ Ἰούδᾳ· Διὰ τί τὴν νέαν ταύτην διδάσκεις διδασκαλίαν, ἣν θεοί τε μισοῦσιν καὶ ἄν‐ θρωποι, οὐδὲν ἔχουσα χρήσιμον; Καὶ ὁ Ἰούδας λέγει· Τί φαῦλον διδάσκω; Καὶ ὁ Μισδαῖος ἔφη· Διδάσκεις λέγων ὅτι | |
5 | οὐ καλῶς ζῆν παρὰ τῷ θεῷ ᾧ σὺ κηρύσσεις. Λέγει Ἰούδας· Ἀληθῶς λέγεις ὦ βασιλεῦ· οὕτως διδάσκω. εἰπὲ γάρ μοι· τοὺς σοὺς στρατιώτας ἐν ῥυπαρᾷ ἐσθῆτι δορυφοροῦντάς σοι | |
οὐκ ἀγανακτεῖς; εἰ οὖν σὺ βασιλεὺς ὢν γῆς εἰς γῆν χωρῶν ἀπαιτεῖς τοὺς ὑπὸ σὲ σεμνοὺς εἶναι τῷ πράγματι, ἀγανακτεῖ‐ | 234 | |
10 | τε καὶ κακῶς με διδάσκειν ἔφατε λέγοντα. Τοὺς τῷ βασιλεῖ μου ὑπηρετοῦντας σεμνοὺς καὶ καθαροὺς χρὴ εἶναι καὶ πάσης λύπης καὶ φροντίδος ἀπαλλαγέντας, τέκνων τε καὶ πλούτου ἀνωφελοῦς καὶ ταραχῆς ματαίας; Καὶ γὰρ τοὺς σοὺς ὑπη‐ κόους τὴν σὴν πολιτείαν καὶ τοὺς σοὺς τρόπους μετιέναι βού‐ | |
15 | λει, καὶ καταφρονούντων τῶν σῶν προσταγμάτων κολάζεις· πόσῳ μᾶλλον τῷ θεῷ μου τοὺς πιστεύοντας αὐτῷ ὑπηρετεῖν χρὴ μετὰ πολλῆς σεμνότητος καὶ καθαρότητος καὶ ἀσφα‐ λείας, καὶ πάντων τῶν σωματικῶν ἡδονῶν ἀπηλλαγμένους, μοιχείας τε καὶ ἀσωτίας καὶ κλοπῆς καὶ μέθης καὶ ὑπηρεσίας | |
20 | γαστρὸς καὶ αἰσχρῶν πράξεων; | |
127 | Ἀκούσας δὲ ταῦτα ὁ Μισδαῖος εἶπεν Ἰδού σε ἀπολύω. ἀπελθὼν οὖν πεῖσον τὴν Μυγδονίαν τὴν Χαρισίου γυναῖκα ἵνα μὴ θελήσῃ ἀποστῆναι ἀπ’ αὐτοῦ. Λέγει αὐτῷ Ἰούδας· Μὴ μέλλε εἴ τι ἔχεις πρᾶξαι· ἐκείνην γάρ, εἰ δικαίως | |
5 | δέδεκται ἃ μεμάθηκεν, οὐ σίδηρος, οὐ πῦρ, οὐδ’ ἄλλο τι τῶν τοιούτων ἰσχυρότερον βλάψαι δυνήσηται οὐδὲ ἐκκόψαι τὸν ἐν τῇ ψυχῇ αὐτῆς κατεχόμενον. Λέγει ὁ Μισδαῖος τῷ Ἰούδᾳ· Φάρμακα ἕτερα διαλύει ἕτερα φάρμακα, καὶ πληγὰς ἐχίδνης θηριακὴ διαλύει· καὶ σὺ εἰ θέλεις δύνασαι λύσιν τῶν φαρ‐ | |
10 | μάκων ἐκείνων δοῦναι, καὶ εἰρήνην καὶ ὁμόνοιαν τοῦ συνοι‐ κεσίου ποιῆσαι. τοῦτο γὰρ ποιῶν σεαυτοῦ φείδῃ· οὐδέπω γὰρ τοῦ ζῆν κόρον ἔχεις. ἴσθι δὲ ὅτι σὲ μὴ πείθοντα ταύ‐ την ἀπὸ τῆσαι ἐπιποθήτου τοῖς πᾶσιν ζωῆς ἀφαρπάσω. Καὶ Ἰούδας ἔφη· Ἡ ζωὴ αὕτη κατὰ χρῆσιν δέδοται, καὶ ὁ καιρὸς | 235 |
15 | οὗτος ἀλλάσσεται· ἐκείνη δὲ ἡ ζωὴ ἣν ἐγὼ διδάσκω ἄφθαρ‐ τός ἐστιν. τὸ δὲ κάλλος καὶ ἡ φαινομένη νεότης μετὰ μικρὸν οὐκ ἔσται. Λέγει αὐτῷ ὁ βασιλεύς· Ἐγὼ μέν σοι συνεβού‐ λευσα τὸ συμφέρον, σὺ δὲ μὲν οἶδες τὰ σά. | |
128 | Ἐξιόντος δὲ τοῦ ἀποστόλου ἐκ τοῦ βασιλέως προ‐ σελθὼν ὁ Χαρίσιος ἔλεγεν καὶ ἐδέετο αὐτοῦ· Δέομαί σου ἄν‐ θρωπε ἔφη· οὐδὲν οὔτε εἰς σὲ ἢ εἰς ἕτερον ἡμάρτηκά ποτε οὔτε εἰς θεούς· διὰ τί τηλικοῦτον κακὸν ἐπέσεισάς μοι; καὶ | |
5 | τίνος ἕνεκεν τοιαύτην ἀκαταστασίαν ἐπήγαγες τῷ οἴκῳ μου; καὶ τίς σοι ἐκ τούτου ὄνησις; εἰ δέ τι κερδᾶναι νομίζεις, εἰπέ μοι τὸ κέρδος ὁποῖόν ἐστιν, κἀγώ σοι ἀπόνως ἐξεργάσομαι· τίνος ἕνεκεν ἐμὲ ἐκστάνεις, σεαυτὸν δὲ ἐμβάλλεις εἰς ὄλεθρον; ἐὰν γὰρ ταύτην μὴ πείσῃς, καὶ σὲ διαχειρίσομαι καὶ τέλος | |
10 | ἐμαυτὸν ὑπεξαίρω τοῦ βίου. εἰ δὲ ὥσπερ λέγεις μετὰ τὴν ἐνταῦθα ἀπαλλαγὴν ἔστιν τις ἐκεῖ ζωή τε καὶ θάνατος, ἔτι δὲ καὶ κατάκρισις καὶ νίκη καὶ κριτήριον, κἀγὼ εἴσειμι ἐκεῖ μετὰ σοῦ κρινόμενος· καὶ εἰ δίκαιος θεὸς ὃν σὺ κηρύττεις | |
καὶ δικαίως τὰς τιμωρίας ἐπάγει, οἶδα ὅτι δίκην εἰσπράξομαι | 236 | |
15 | μετὰ σοῦ. ἔβλαψας γάρ με μηδὲν παρ’ ἐμοῦ ἀδικηθείς. καὶ γὰρ ἐνταῦθα οἷός εἰμι ἀμύνασθαί σε ἐπίστασαι εἰς ὅσα εἰς ἐμὲ δέδρακας. τοιγαροῦν πείσθητι καὶ ἐλθὲ οἴκοι μετ’ ἐμοῦ, καὶ πεῖσον τὴν Μυγδονίαν γενέσθαι μετ’ ἐμοῦ ὥσπερ ἦν τὸ πρότερον πρὶν ἤ σε θεάσασθαι. Ὁ δὲ Ἰούδας λέγει αὐτῷ· | |
20 | Πίστευσόν μοι τέκνον ὅτι εἰ τοσοῦτον οἱ ἄνθρωποι τὸν θεὸν ἔστεργον ὅσον ἀλλήλους, πάντα ἂν αἰτοῦντες ἐλάμβανον παρ’ αὐτοῦ μηδενὸς αὐτὸν βιαζομένου. | |
129 | Καὶ ταῦτα τοῦ Θωμᾶ λέγοντος εἰς τὴν οἰκίαν εἰσελθόντες Χαρισίου κατέλαβον τὴν μὲν Μυγδονίαν καθη‐ μένην, τὴν δὲ Μαρκίαν πρὸς ἑαυτὴν ἑστηκυῖαν, ὑποβεβλη‐ μένην τὴν περὶ αὐτὴν χεῖρα πρὸς τὴν Μυγδονίαν· καὶ ἔλεγεν· | |
5 | Συντμηθείησαν ἐπ’ ἐμοὶ ὦ μήτηρ αἱ τῆς ζωῆς μου ὑπόλοιποι ἡμέραι, καὶ γένωνται αἱ πᾶσαι ὧραι ὡς μία ὥρα, καὶ μετα‐ σταίην ἐκ τοῦ βίου, ἵνα τάχιον ἀπελθοῦσα ἴδω τὸν ὡραῖον ἐκεῖνον, οὗ καὶ τῆς φήμης ἤκουσα, τὸν ζῶντα ἐκεῖνον καὶ ζωῆς δοτῆρα τοῖς εἰς αὐτὸν πιστεύουσιν, ὅπου οὔτε ἡμέρα | |
10 | καὶ νύξ ἐστιν, οὔτε φῶς καὶ σκότος, οὔτε ἀγαθὸς καὶ κακός, οὔτε πένης καὶ πλούσιος, ἄρρεν τε καὶ θῆλυ, οὐκ ἐλεύθερος καὶ δοῦλος, οὐχ ὑπερήφανος καὶ τοὺς ταπεινοὺς ὑποτάσσων. Ταῦτα δὲ αὐτῆς λεγούσης ὁ ἀπόστολος ἔστη πρὸς αὐτήν· καὶ | |
παραχρῆμα ἀνέστη καὶ προσεκύνησεν αὐτῷ. τότε ὁ Χαρίσιος | 237 | |
15 | πρὸς αὐτὸν ἔφη· Ὁρᾷς πῶς δέδοικέν σε καὶ τιμᾷ καὶ πᾶν ὅ τι ἂν προστάξῃς ἑκοῦσα ποιεῖ; | |
130 | Ἐκείνου δὲ ταῦτα λέγοντος ὁ Ἰούδας τῇ Μυγδονίᾳ λέγει· Πείσθητι θυγάτηρ μου Μυγδονία οἷς λέγει ὁ ἀδελφὸς Χαρίσιος. Καὶ ἡ Μυγδονία λέγει· Εἰ σὺ λόγῳ τὸ πρᾶγμα οὐκ ἠδυνήθης, ἐμὲ ὑπομένειν τὸ ἔργον ἀναγκάζεις; ἐγὼ γὰρ | |
5 | ἤκουον παρὰ σοῦ ὅτι ἡ ζωὴ αὕτη χρησιμαία οὐκ ἔστιν, καὶ ἡ ἄνεσις αὕτη πρόσκαιρος, καὶ ταῦτα τὰ κτήματα ἀπαρά‐ μονά ἐστιν. ἔλεγες δὲ πάλιν ὅτι ταύτην ὁ ἀποστρεφόμενος τὴν ζωὴν δέξεται τὴν αἰωνίαν, καὶ ὁ μισῶν τὸ τῆς ἡμέρας καὶ νυκτὸς φῶς θεάσηται φῶς τὸ μὴ καταλαμβανόμενον, | |
10 | καὶ ὅτι ὁ ταῦτα παραβλέπων τὰ χρήματα εὑρήσει ἕτερα καὶ ἀίδια χρήματα· νῦν δὲ φοβούμενος τίς μεταβάλλει πράξας τι καὶ δοξασθεὶς ἐπὶ τῷ ἔργῳ; αὖθις αὐτὸ ἐκ θεμελίων κατέστρεψεν; τίς ἐν δαψιλαίῳ χώρῳ πηγὴν ὕδατος ἀνορύξας αὖθις κατέχωσεν ταύτην; τίς θησαυρὸν | |
15 | εὑρὼν οὐκ ἐχρήσατο τούτῳ; Ἀκούσας δὲ ταῦτα ὁ Χαρίσιος εἶπεν· Ἐγὼ οὐ μιμήσομαι ὑμᾶς οὐδὲ ἐπειχθήσομαι κατα‐ φθεῖραι ὑμᾶς, οὔτε, ἐπειδήπερ ἔξεστίν μοι, δεσμῷ περιβαλῶ, καὶ οὐ συγχωρήσω σοι τῷ φαρμακῷ τούτῳ διαλεχθῆναι. καὶ ἐάν μοι πεισθῇς· οἶδα ὃ δεῖ με ποιῆσαι. | |
131 | Ὁ δὲ Ἰούδας ἐξελθὼν ἐκ τῆς Χαρισίου οἰκίας εἰς τὴν Σιφόρου οἰκίαν ἀπῄει· κἀκεῖ μετ’ αὐτοῦ ᾤκει. εἶπεν δὲ | |
ὁ Σιφώρ· Εὐτρεπίσω τῷ Ἰούδᾳ τρίκλινον ἐν ᾧ διδάσκει. Καὶ ἐποίησεν οὕτως καὶ εἶπεν Σιφώρ· Ἐγώ τε καὶ ἡ ἐμὴ | 238 | |
5 | γυνὴ καὶ ἡ θυγάτηρ ἐν ἁγιωσύνῃ οἰκήσομεν λοιπόν, ἐν ἁγνείᾳ καὶ μιᾷ διαθέσει. δέομαί σου ἡμᾶς τὴν σφραγῖδα δέξασθαι παρὰ σοῦ, ἵνα γενώμεθα τῷ θεῷ τῷ ἀληθινῷ λάτραι καὶ ἐναρίθμιοι τοῖς αὐτοῦ ἀρνίοις καὶ ἀμνάσιν. Ὁ δὲ Ἰούδας λέγει· Φοβοῦμαι λέγειν ὅπερ ἐνθυμοῦμαι· οἶδα δέ τι, καὶ | |
10 | ὅπερ οἶδα ἐξαγορεύειν οὐχ οἷόν τέ μοι. | |
132 | Καὶ ἤρξατο λέγειν περὶ τοῦ βαπτίσματος· Τὸ βά‐ πτισμα τοῦτο ἁμαρτιῶν ἐστιν ἄφεσις· τοῦτο ἀναγεννᾷ φῶς περιεκ‐ χυνόμενον· τοῦτο ἀναγεννᾷ | |
5 | τὸν νέον ἄνθρωπον, τοὺς ἀνθρώπους μειγνύον πνεῦμα καινοῦν ψυχήν, ἀνιστῶν τρισ‐ σῶς καινὸν ἄνθρωπον, καί ἐστιν κοινωνὸν τῶν ἁμαρ‐ | |
10 | τιῶν ἀφέσεως. σοὶ δόξα τῷ ἀπορρήτῳ τῷ τῷ βαπτίσματι κοινωνούμενον· σοὶ δόξα ἡ ἐν τῷ βαπτίσματι ἀόρατος δύ‐ ναμις· σοὶ δόξα ἀνακαινισμὸς | |
15 | δι’ οὗ ἀνακαινίζονται οἱ βα‐ πτιζόμενοι οἱ μετὰ διαθέσεως σοῦ ἁπτόμενοι. | |
132 col2(4) | τοῦτο ἀναγεννᾷ καὶ νέον ἄν‐ | |
5 | θρωπον τὸν τοῦτο κτώμενον ἀπεργάζεται. ψυχὴν τρισσῶς ἀνιστᾷ καὶ πνεύματος ἁγίου γίνεται κοινωνός. Καὶ λέγει· Δόξα τῇ ἀπορρήτῳ σου δυ‐ | |
10 | νάμει· δόξα ὁ τὸ λουτρὸν τοῦ βαπτίσματος ἐνδυόμενος· σοὶ δόξα τῷ ἐκ τῆς πλάνης τοὺς ἀνθρώπους λυτρουμένῳ καὶ τῇ σῇ κοινωνοὺς ποιούμενος | |
15 | κοινωνίᾳ. | |
132(18) | Καὶ ταῦτα εἰπὼν ἔλαιον κατὰ τῆς κεφαλῆς αὐτῶν κατέχεεν | |
καὶ εἶπεν· Σοὶ δόξα ἡ τῶν σπλάγχνων ἀγάπη· σοὶ δόξα τὸ | 239 | |
20 | τοῦ Χριστοῦ ὄνομα· σοὶ δόξα ἡ ἐν Χριστῷ δύναμις ἱδρυμένη. Καὶ ἐκέλευσεν ἐνεχθῆναι σκάφην καὶ ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύ‐ ματος. | |
133 | Βαπτισθέντων δὲ καὶ ἐνδυσαμένων ἄρτον κατα‐ θεὶς ἐπὶ τὴν τράπεζαν ηὐλόγησεν καὶ εἶπεν· Ἄρτον ζωῆς ὃν οἱ ἐσθίοντες ἄφθαρτοι διαμείνωσιν· ἄρτος ὁ κορεννὺς ψυχὰς πεινώσας τοῦ αὐτοῦ μακαρισμοῦ· σὺ εἶ ὁ καταξιώσας δέ‐ | |
5 | ξασθαι δωρεὰν ἵνα γένῃ ἡμῖν ἄφεσις ἁμαρτιῶν καὶ οἱ ἐσθίοντές σε ἀθάνατοι γένωνται· ἐπιφημίζομέν σε τὸ τῆς μητρὸς ὄνομα, ἀπορρήτου μυστηρίου ἀρχῶν τε καὶ ἐξουσιῶν κεκρυμμένων· ἐπιφημίζομέν σου ὀνόματί σου Ἰησοῦ. Καὶ εἶπεν· Ἐλθάτω δύναμις εὐλογίας καὶ ἐνιδρύσθω ὁ ἄρτος, ἵνα | |
10 | πᾶσαι αἱ μεταλαμβάνουσαι ψυχαὶ ἀπὸ τῶν ἁμαρτιῶν ἀπο‐ λούσονται. Καὶ κλάσας ἐπέδωκεν τῷ τε Σιφόρῳ καὶ τῇ γυναικὶ αὐτοῦ καὶ τῇ θυγατρί. | |
13t | Πρᾶξις ιαʹ περὶ τῆς γυναικὸς Μισδαίου. | |
134 | Μισδαῖος δὲ ὁ βασιλεὺς ἀπολύσας Ἰούδαν δειπνήσας ἀπῄει οἴκαδε, διηγεῖτο δὲ τῇ γυναικὶ τὰ συμβεβηκότα τῷ οἰκείῳ αὐτῶν Χαρισίῳ λέγων· Ὅρα φησὶν τί γέγονεν ἐν τῷ ἀθλίῳ | |
ἐκείνῳ· οἶδας δὲ καὶ αὐτὴ ὦ ἀδελφή μου Τερτία ὅτι οὐδέν | 240 | |
5 | ἐστιν ἀνδρὶ καλλίω τῆς γυναικὸς τῆς ἰδίας ἐφ’ ἣν ἀναπέπαυ‐ ται· συνέβη δὲ τὴν γυναῖκα αὐτοῦ ἀπελθεῖν πρὸς τὸν φαρ‐ μακὸν ἐκεῖνον ὃν ἤκουσας τῇ Ἰνδῶν ἐπιδημήσαντα χώρᾳ, τοῖς αὐτοῦ περιπεσεῖν φαρμάκοις καὶ τοῦ ἰδίου ἀνδρὸς δια‐ ζευχθῆναι· καὶ ἀπορεῖ ὃ πράξειεν. θελήσαντος δέ μου ἀπο‐ | |
10 | λέσαι τὸν κακοῦργον οὐκ ἠθέλησεν· ἀλλὰ σὺ ἀπελθοῦσα συμβούλευσον αὐτῇ ἀποκλίνειν πρὸς τὸν ἴδιον ἄνδρα καὶ τῶν τοῦ φαρμακοῦ ματαίων λόγων ἀποσχέσθαι. | |
135 | Ἅμα δὲ ἀναστᾶσα ἡ Τερτία ἀπῆλθεν εἰς τὴν Χα‐ ρισίου οἰκίαν τοῦ ἀνδρὸς αὐτῆς· καὶ εὗρεν τὴν Μυγδονίαν χαμαὶ κειμένην ἐν ταπεινότητι· ὑπεβέβλητο δὲ αὐτῇ τέφρα καὶ σάκκος, ηὔχετο δὲ ὅπως ὁ κύριος αὐτῇ συγχωρήσῃ τὰς | |
5 | προτέρας αὐτῆς ἁμαρτίας, καὶ ἐξέλθῃ τοῦ βίου τάχιον. καὶ λέγει πρὸς αὐτὴν ἡ Τερτία· Μυγδονία ἀδελφή μου ποθου‐ μένη καὶ συνόμιλε, τίς ἐστιν αὕτη ἡ χείρ; τίς ἡ νόσος ἡ σὲ καταλαβοῦσα; καὶ τί μεμηνότων ἔργα ποιεῖς; γνοῦσα οὖν σαυτὴν ἐπάνελθε εἰς τὴν ἑαυτῆς ἐπάνοδον· πλησίασον τῷ | |
10 | γένει σου τῷ πολλῷ, καὶ φείδου τοῦ ἀληθινοῦ σου ἀνδρὸς Χαρισίου, καὶ μὴ πρᾶττε ὅ ἐστιν τῆς σῆς ἐλευθερίας ἀλλό‐ τριον. Λέγει αὐτῇ ἡ Μυγδονία· Ὦ Τερτία, οὐδέπω ἤκουσας | |
τοῦ κήρυκος τῆς ζωῆς· οὐδέπω ταῖς σαῖς προσέπεσεν ἀκοαῖς· οὐδέπω ἐγεύσω τοῦ τῆς ζωῆς φαρμάκου καὶ τῶν φθαρτι‐ | 241 | |
15 | κῶν στεναγμῶν ἀπηλλάγης· ἑστῶσα ἐν τῇ προσκαίρῳ ζωῇ τὴν ζωὴν καὶ τὴν σωτηρίαν τὴν ἀίδιον οὐκ οἶδας· καὶ | |
135 col2(16) | οὐ μὴ τὴν σωτήριον καὶ ἀίδιον θεάσῃ ζωήν· | |
135(18) | οὐκ αἰσθομένη τῆς ἀφθάρτου κοινωνίας. στήκεις ἐνδεδυμένη πέπλους παλαιουμένους, καὶ τῶν αἰωνίων οὐκ ἐπιθυμεῖς· καὶ | |
20 | μεγάλα μὲν φρονεῖς ἐπὶ τῷ ἀφανιζομένῳ τούτῳ κάλλει, τῆς δὲ ψυχῆς οὐ φροντίζεις τὴν αἰσχρότητα· καὶ πλήθει μὲν οἰκετῶν πλουτεῖς· καὶ τῇ μὲν παρὰ πολλῶν δόξῃ κομᾷς, τῆς δὲ εἰς θάνατον κατακρίσεως ἑαυτὴν οὐ λυτροῦσαι. | |
136 | Ἀκούσασα δὲ ἡ Τερτία ταῦτα παρὰ τῆς Μυγδονίας εἶπεν· Δέομαί σου ἀδελφὴ ἀπάγαγέ με πρὸς τὸν ξένον ἐκεῖνον τὸν τὰ μεγαλεῖα ταῦτα διδάσκοντα, ἵνα ἀπελθοῦσα κἀγὼ αὐτοῦ κατακούσω, καὶ διδαχθῶ σέβειν ὃν κηρύσσει θεόν, καὶ | |
5 | κοινωνὸς αὐτοῦ γένωμαι τῶν εὐχῶν, καὶ συμμέτοχος γένωμαι πάντων ὧν μοι εἴρηκας. Ἡ δὲ Μυγδονία λέγει αὐτῇ· Ἐν τῷ οἴκῳ ἐστὶν Σιφόρου τοῦ στρατηλάτου· καὶ γὰρ αὐτὸς γέγονεν πρόφασις πᾶσιν τοῖς ἐν τῇ Ἰνδίᾳ σῳζομένοις. Τούτων δὲ ἀκούσασα ἡ Τερτία δρομαία εἰς τὸν οἶκον Σιφόρου ἀπῄει | |
10 | ἵνα ἴδῃ τὸν ἐπιδημήσαντα καινὸν ἀπόστολον. εἰσελθούσης δὲ αὐτῆς εἶπεν αὐτῇ Ἰούδας· Τί ἐλήλυθας ἰδεῖν; ξένον ἄν‐ θρωπον καὶ πένητα καὶ εὐκαταφρόνητον καὶ πτωχόν, μήτε | |
πλοῦτον ἔχοντα μήτε κτῆσιν; ἓν δέ τι κέκτημαι κτῆμα ὅπερ οὔτε βασιλεὺς οὔτε ἄρχοντες ἀφελέσθαι δύνανται, μήτε | 242 | |
15 | φθειρόμενον μήτε λήγοντα, ὅς ἐστιν σωτὴρ Ἰησοῦς πάσης ἀνθρωπότητος, ὁ τοῦ ζῶντος θεοῦ υἱός, ὁ δεδωκὼς ζωὴν πᾶσιν τοῖς εἰς αὐτὸν πιστεύουσιν καὶ καταφεύγουσιν εἰς αὐτὸν καὶ γινωσκόμενος ἐν τῷ ἀριθμῷ τῶν αὐτοῦ δούλων. Πρὸς ὃν λέγει ἡ Τερτία· Γένωμαι κοινωνὸς τῆς ζωῆς ταύτης ἣν | |
20 | ἐπαγγέλλῃ δέξασθαι πάντας τοὺς συνερχομένους εἰς τὸ τοῦ θεοῦ καταγώγιον. Καὶ ὁ ἀπόστολος εἶπεν· Τὸ ταμιεῖον τοῦ ἁγίου βασιλέως ἀναπέπταται, καὶ οἱ ἀξίως μεταλαμβάνοντες τῶν ἐκεῖ ἀγαθῶν ἀναπαύονται καὶ ἀναπαυόμενοι βασιλεύουσιν. πρότερον δὲ οὐδεὶς αὐτῷ πρόσεισιν ἀκάθαρτος ὢν καὶ φαῦ‐ | |
25 | λος· οἶδεν γὰρ αὐτὸς τὰ ἐγκάρδια ἡμῶν καὶ τὰ τῆς ἐνθυ‐ μήσεως βάθη· καὶ οὐκ ἔστιν τινὰ λαθεῖν αὐτόν. καὶ σὺ τοίνυν, εἰ ἀληθῶς πιστεύεις εἰς αὐτόν, ἀξιωθήσῃ τῶν αὐτοῦ μυστηρίων· καὶ αὐτός σε μεγαλυνεῖ καὶ πλουτιεῖ καὶ κληρο‐ νόμον τῆς αὐτοῦ βασιλείας ποιήσει. | |
137 | Ἀκούσασα δὲ ταῦτα ἡ Τερτία ἐπανῆλθεν οἴκαδε γεγηθυῖα· καὶ εὗρεν τὸν ἄνδρα αὐτῆς μένοντα ἀνάριστον ὄντα. | |
137 col2(3) | κατὰ τὸ ἄριστον αὐτὴν ἐκ‐ δεχόμενον. | |
137(5) | ἰδὼν δὲ αὐτὴν ὁ Μισδαῖος εἶπεν· Πόθεν σήμερον ἡ εἴσοδός σου καλλίων ἐστίν; καὶ τίνος ἕνεκα περιπάτῳ χρησαμένη ἦλ‐ θες; ὅ ἐστιν ἀπρεπὲς ταῖς κατὰ σὲ ἐλευθέραις. Καὶ λέγει αὐτῷ ἡ Τερτία· Χάριν σοι μεγίστην ὀφείλω διότι με πρὸς Μυγδονίαν ἀπέστειλας. ἀπελθοῦσα γὰρ καινῆς ζωῆς ἤκουσα, | |
10 | καὶ εἶδον τὸν καινὸν τοῦ θεοῦ ἀπόστολον τοῦ διδόντος ζωὴν τοῖς πιστεύουσιν αὐτῷ καὶ τὰ προστάγματα πληροῦσιν· ὀφείλω τοιγαροῦν καὶ αὐτὴ ἀμείψασθαί σε ἀντὶ ταύτης τῆς χάρι‐ τος καὶ παραινέσεως ἀγαθὴν παραίνεσιν· ἔσῃ γὰρ ἐν οὐρανῷ βασιλεὺς μέγας ἐάν μοι πεισθῇς καὶ φοβηθῇς τὸν θεὸν τὸν | 243 |
15 | ὑπὸ τοῦ ξένου κηρυττόμενον καὶ φυλάξῃς σεαυτὸν ἅγιον τῷ ζῶντι θεῷ· αὕτη γὰρ ἡ βασιλεία παρέρχεται καὶ ἡ ἄνεσίς σου εἰς στενοχωρίαν τραπήσεται· ἀλλ’ ἄπελθε πρὸς τὸν ἄν‐ θρωπον ἐκεῖνον καὶ πίστευσον αὐτῷ, καὶ ζήσεις εἰς τέλος. Ἀκούσας δὲ ὁ Μισδαῖος ταῦτα παρὰ τῆς αὐτοῦ συμβίου ταῖς | |
20 | χερσὶν ἐπάταξεν τὸ πρόσωπον αὐτοῦ, καὶ τὴν ἐσθῆτα αὐτοῦ περιέρρηξεν, καὶ εἶπεν· Μὴ ἀναπαύοιτο ἡ Χαρισίου ψυχή, ὅτι με εἰς ψυχὴν ἔβλαψεν· καὶ μὴ σχῇ ἐλπίδα, ὅτι τὴν ἐμὴν περιεῖλεν ἐλπίδα. Καὶ ἐξῄει τεταραγμένος. | |
138 | Καὶ εὗρεν κατὰ τὴν ἀγορὰν Χαρίσιον τὸν φίλον καὶ εἶπεν· Διὰ τί μέ σοι εἰς τὸν ᾅδην ἄλλον ἔβαλες; διὰ τί με ἐκένωσας καὶ ἐζημίωσας κερδάνας μηδέν; διὰ τί με ἔβλα‐ ψας μηδὲν σὺ ὠφεληθείς; διὰ τί με ἀπέκτεινας μὴ αὐτὸς | |
5 | ζήσας; διὰ τί με ἠδίκησας αὐτὸς τὸ δίκαιον μὴ κτησάμενος; διὰ τί με οὐ συνεχώρησας ἀπολέσαι ἐκεῖνον τὸν φαρμακὸν πρὶν τὸν ἐμὸν οἶκον τῇ ἑαυτοῦ ἁμαρτίᾳ διαφθεῖραι; Καὶ τὸ πᾶν εἴχετο Χαρισίου. ὁ δὲ Χαρίσιος λέγει· Τί γάρ ἐστιν τὸ | |
συμβεβηκός σοι; Ὁ Μισδαῖος ἔφη· Ἐφαρμάκευσεν τὴν Τερτίαν. | 244 | |
10 | Καὶ ἀπῄεισαν ἀμφότεροι εἰς τὴν οἰκίαν Σιφόρου τοῦ στρα‐ τηλάτου· καὶ εὗρον τὸν Ἰούδαν καθήμενον καὶ διδάσκοντα. πάντες δὲ οἱ ἐκεῖ ὑπεξανέστησαν τῷ βασιλεῖ, αὐτὸς δὲ οὐκ ἀνέστη. ἔγνω δὲ ὁ Μισδαῖος ὅτι αὐτὸς ἐκεῖνός ἐστιν, καὶ λαβόμενος τοῦ θρόνου ἔστρεψεν αὐτόν, καὶ ἐπάρας ἀμφοτέραις | |
15 | ταῖς χερσὶν τὸν θρόνον τὴν κεφαλὴν αὐτοῦ ἐπάταξεν οὕτως ὥστε τραυματίσαι αὐτόν. καὶ παρέδωκεν αὐτὸν τοῖς αὐτοῦ στρατιώταις εἰπών· Ἀπαγάγετε αὐτὸν σύραντες αὐτὸν ὑβριστικῶς καὶ οὐχ ὑπε‐ | |
20 | σταλμένως, ἵνα πᾶσιν ἡ ὕβρις αὐτοῦ ἔκτυπος γένηται. | |
138 col2(18) | Σύραντες αὐτὸν τῶν ἐνθένδε ἀτίμως εἰς τὸ μέσον τῆς ἀγο‐ | |
20 | ρᾶς ἀπάγετε ἀσφαλῶς τοῦτον κατέχοντες. | |
138(22) | Οἳ δὲ σύραντες αὐτὸν ἀπήγαγον εἰς τόπον ἐν ᾧ ὁ Μισδαῖος ἐδίκαζεν. ἐκεῖ ἔστη κρατούμενος ὑπὸ τῶν στρατιωτῶν τοῦ Μισδαίου. | |
25t | Πρᾶξις ιβʹ περὶ Οὐαζάνου υἱοῦ Μισδαίου. | |
139 | Οὐαζάνης δὲ ὁ τοῦ Μισδαίου υἱὸς προσελθὼν τοῖς στρατιώταις εἶπεν· Δότε μοι τοῦτον ἵνα διαλεχθῶ ἕως ἂν ὁ βασιλεὺς ἀφίκηται. Καὶ οἳ μὲν δεδώκασιν αὐτόν, αὐτὸς δὲ εἰσήγαγεν αὐτὸν ἔνθα ὁ βασιλεὺς ἐδίκαζεν. καὶ λέγει Οὐα‐ | |
5 | ζάνης· Οὐκ οἶδάς φησιν ὅτι ἐγώ εἰμι υἱὸς Μισδαίου τοῦ βασιλέως, καὶ ἔξεστί μοι λέγειν τῷ βασιλεῖ ὃ βούλομαι, καὶ | |
ζῆν σοι συγχωρήσει; λέγε οὖν μοι τίς ἐστιν ὁ θεός σου καὶ τίνος ἀντέχῃ δυνάμεως καὶ σεμνύνῃ· εἰ γάρ τις γοητικὴ δύνα‐ μίς ἐστιν καὶ τέχνη, λέγε καὶ δίδασκε, κἀγώ σε ἀπολύω. | 245 | |
10 | Λέγει αὐτῷ ὁ Ἰούδας· Σὺ εἶ ὁ υἱὸς Μισδαίου τοῦ βασιλέως ὅς ἐστιν βασιλεὺς πρόσκαιρος· ἐγὼ δὲ δοῦλός εἰμι Ἰησοῦ Χριστοῦ βασιλέως αἰωνίου· καὶ σοὶ μὲν ἔστιν εἰπεῖν τῷ σᾷ πατρὶ σῷσαι οὓς θέλεις ἐν ταύτῃ τῇ προσκαίρῳ ζωῇ ᾗ οὐ παραμένουσιν ἄνθρωποι, ἣν σύ τε καὶ ὁ πατήρ σου δίδοτε· | |
15 | ἐγὼ δὲ δέομαι τοῦ ἐμοῦ κυρίου καὶ ἀντιβοῶ ὑπὲρ τῶν ἀν‐ θρώπων, καὶ δίδωσιν αὐτοῖς καινὴν ζωὴν παντάπασιν δεό‐ μενος. καὶ σὺ αὐχεῖς ἐπὶ κτήμασιν καὶ δούλοις καὶ πέπλοις καὶ τρυφῇ καὶ κοίταις μιαραῖς, ἐγὼ δὲ καυχῶμαι ἐπὶ πενίᾳ καὶ φιλοσοφίᾳ καὶ ταπεινότητι καὶ νηστείᾳ καὶ εὐχῇ καὶ | |
20 | πρὸς τὸ ἅγιον πνεῦμα κοινω‐ νίᾳ καὶ πρὸς τοὺς ἀδελφούς μου | |
139 col2(20) | τῇ κοινωνίᾳ τοῦ ἁγίου πνεύ‐ ματος καὶ τῇ ὁμιλίᾳ πρὸς τοὺς ἀδελφοὺς | |
139(23) | τοὺς ἀξίους τοῦ θεοῦ· καὶ καυχῶμαι ἐπὶ αἰωνίᾳ ζωῇ. καὶ σὺ μὲν ἐπ’ ἄνθρωπον κατέφυγες ὄντα σοι ὅμοιον, μὴ δυνά‐ | |
25 | μενον τὴν ἑαυτοῦ ψυχὴν σῷσαι ἐκ κρίσεως καὶ θανάτου, ἐγὼ δὲ κατέφυγα ἐπὶ θεὸν ζῶντα, ἐπὶ τὸν σωτῆρα βασιλέων καὶ ἀρχόντων, ὅς ἐστιν πάντων κριτής. καὶ ὑμεῖς μὲν σήμερον ἴσως ἐστέ, αὔριον δὲ οὐκέτι, ἐγὼ δὲ κατέφυγον εἰς ἐκεῖνον ὃς εἰς αἰῶνα μένει, γινώσκοντος πάντας τοὺς καιροὺς ἡμῶν καὶ | |
30 | τοὺς χρόνους. καὶ σὺ δὲ ἐὰν θελήσῃς γενέσθαι τοῦ θεοῦ τούτου ὑπηρέτης, γενήσῃ ταχέως· δείξας δὲ ὅτι ἄξιος αὐτοῦ ὑπηρέτης ἔσῃ ἐν τούτοις· πρῶτον μὲν ἐν ἁγιωσύνῃ, ἥτις ἐστὶν πάντων ἀγαθῶν κεφαλή· ἔπειτα δὲ ἡ πρὸς τὸν θεὸν τοῦτον ὃν κηρύσσω κοινωνίᾳ, καὶ φιλοσοφίᾳ, καὶ ἁπλότητι, καὶ | |
35 | ἀγάπῃ, καὶ πίστει, καὶ πρὸς αὐτὸν εὐαγγελίῳ, καὶ ἑνότητι | |
καθαρᾶς τροφῆς. | 246 | |
140 | Ὁ δὲ νεανίσκος πεισθεὶς διὰ τοῦ κυρίου ἐζήτει πρό‐ φασιν ὅπως τὸν Ἰούδαν φυγαδεύσῃ. ἐν ᾧ δὲ ἐνεθυμεῖτο ἐφίκετο ὁ βασιλεύς· καὶ οἱ στρατιῶται παραλαβόντες τὸν Ἰούδαν ἐξή‐ γαγον. συνεξῄει δὲ αὐτῷ ὁ Οὐαζάνης καὶ παρ’ αὐτῷ ἕστηκεν. | |
5 | καθεσθεὶς δὲ ὁ βασιλεὺς ἐκέλευσεν εἰσαχθῆναι τὸν Ἰούδαν εἰς τὰ ὀπίσω δεδεμένον τὰς χεῖρας. ἀχθεὶς δὲ εἰς τὸ μέσον ἔστη· καὶ λέγει ὁ βασιλεύς· Εἰπέ μοι τίς εἶ καὶ ποίᾳ δυνάμει ταῦτα ποιεῖς. Ὁ δὲ Ἰούδας λέγει αὐτῷ· Ἄνθρωπός εἰμι κατὰ σέ, δυνάμει Ἰησοῦ Χριστοῦ ταῦτα ποιῶ. Καὶ ὁ Μισδαῖός | |
10 | φησιν· Τὴν ἀλήθειαν εἰπὲ πρὶν ἤ σε ἀπολέσω. Καὶ ὁ Ἰούδας λέγει· Οὐκ ἔχεις ἐξουσίαν ὡς νομίζεις κατ’ ἐμοῦ, καὶ οὐδέν με βλάψεις. Ἀγανακτήσας δὲ ὁ βασιλεὺς ἐπὶ τοῖς ῥηθεῖσιν ἐκέ‐ λευσεν πλάκας πυρῶσαι καὶ στῆσαι αὐτὸν ἐπάνω αὐτῶν ἀνυπόδετον· ὑπολυόντων δὲ αὐτὸν τῶν στρατιωτῶν ἔλεγεν· | |
15 | Βέλτιόν ἐστιν ἡ σοφία τοῦ θεοῦ ὑπὲρ τὴν τῶν ἀνθρώπων σοφίαν. σὺ κύριε βασιλεῦ καὶ ἡ χρηστότης σου ἀντιστήτω τῷ θυμῷ αὐτοῦ. Ἐνέγκαντες δὲ τὰς πλάκας ἐοικυίας πυρὶ ἔστησαν ἐπάνω αὐτῶν τὸν ἀπόστολον· καὶ εὐθέως ὕδωρ ἀνε‐ δόθη ἀθρόον ἐκ τῆς γῆς, ὥστε τὰς πλάκας καταποθῆναι· καὶ | |
20 | οἱ κρατοῦντες αὐτὸν ἐάσαντες ἀνεχώρησαν. | |
141 | Ἰδὼν δὲ ὁ βασιλεὺς τὸ πλῆθος τῶν ὑδάτων εἷπεν τῷ Ἰούδᾳ· Δεήθητι τοῦ θεοῦ σου ἵνα με ῥύσηται ἐκ τοῦ θανά‐ του τούτου, ἵνα μὴ τῷ κατακλυσμῷ ἀπόλωμαι. Ὁ δὲ ἀπόστολος | |
ηὔξατο καὶ εἶπεν· Ὁ δεσμεύσας τὴν φύσιν ταύτην καὶ εἰς ἕνα | 247 | |
5 | συναγαγὼν τόπον καὶ εἰς διαφόρους ἐκπέμπων χώρας· ὁ ἐξ ἀταξίας εἰς τάξιν μεταγαγών· ὁ διδοὺς μεγαλεῖα καὶ θαυ‐ μάσια μεγάλα διὰ τῶν χειρῶν τοῦ δούλου σου Ἰούδα· ὁ ἐλεῶν τὴν ἐμὴν ψυχὴν ἵνα σοῦ πάντοτε φέγγος καταδέξωμαι· ὁ δοὺς μισθὸν τοῖς κεκοπιακόσιν· ὁ σωτὴρ τῆς ψυχῆς μου καὶ | |
10 | εἰς τὴν ἰδίαν ἀποκαθιστῶν φύσιν τὸ μὴ κοινωνεῖν τοῖς βλάπτουσιν· ὁ γινόμενος πρόφασις ζωῆς διὰ παντός· σὺ κατά‐ παυσον τὸ στοιχεῖον τοῦτο, ἵνα μὴ ἀντανᾶραν διαφθείρῃ· εἰσὶν γάρ τινες τῶν ἐνταῦθα ἑστώτων οἵτινες ζήσουσιν σοὶ πιστεύ‐ σαντες. Εὐξαμένου δὲ αὐτοῦ κατ’ ὀλίγον τὸ ὕδωρ ἀνηλώθη, | |
15 | ξηρὸς ὁ τόπος γενόμενος. ἰδὼν δὲ ταῦτα ὁ Μισδαῖος προ‐ σέταξεν εἰς τὸ δεσμωτήριον αὐτὸν ἀχθῆναι Ἕως οὗ σκέψομαι πῶς δεῖ αὐτῷ χρήσασθαι. | |
142 | Ἀπαγομένου δὲ τοῦ Ἰούδα ἐν τῇ φυλακῇ πάν‐ τες αὐτῷ ἠκολούθουν, καὶ Οὐαζάνης τοῦ βασιλέως υἱὸς πρὸς τὴν δεξιὰν αὐτοῦ ἐβάδιζεν καὶ ὁ Σιφὼρ ἐν ἀριστερᾷ. εἰσελθὼν δὲ εἰς τὸ δεσμωτήριον ἐκαθέσθη, καὶ ὁ Οὐαζάνης | |
5 | καὶ ὁ Σιφώρ, καὶ τὴν ἑαυτοῦ γυναῖκα καὶ τὴν θυγατέρα ἔπεισεν καθεσθῆναι· εἰσεληλύθασι γὰρ καὶ αὐταὶ ἵνα ἀκού‐ σωσιν τοῦ τῆς ζωῆς λόγου· καὶ γὰρ ᾔδεισαν ὅτι ὁ Μισδαῖος | |
φονεύσει αὐτὸν διὰ τὴν τῆς ὀργῆς ὑπερβολήν. ὁ δὲ Ἰούδας ἤρξατο λέγειν· Ὁ ἐλευθερωτὴς τῆς ἐμῆς ψυχῆς ἐκ τῆς τῶν | 248 | |
10 | πολλῶν δουλείας, ὅτι δέδωκα ἐμαυτὸν πραθῆναι· ἰδοὺ χαίρω καὶ θάλλω εἰδὼς ὅτι ἐπληρώθησαν οἱ χρόνοι ἵνα εἰσελθὼν ἀπολάβω. ἰδοὺ ἀπαλλάσσομαι μεριμνῶν τῶν ἐπὶ τῆς γῆς. ἰδοὺ πληρῶ τὴν ἐλπίδα καὶ ἀλήθειαν ἀπολαμβάνω. ἰδοὺ ἀπαλλάττομαι λύπης καὶ χαρὰν ἐνδύομαι μόνον. ἰδοὺ γίνομαι | |
15 | ἄφροντις καὶ ἄλυπος ἐν ἀνέσει διατρίβων. ἰδοὺ τῆς δουλείας ἀπαλλάττομαι καὶ εἰς τὴν ἐλευθερίαν ἐκλήθην. ἰδοὺ χρόνοις καὶ καιροῖς ὑπηρέτησα καὶ χρόνων καὶ καιρῶν ἀνυψώθην. ἰδοὺ ἀπολαμβάνω παρὰ τοῦ μισθαποδότου χωρὶς ἀριθμοῦ διδόντος τοῦ ἐξαρκεῖν αὐτοῦ τὸν πλοῦτον τῆς δωρεᾶς. καὶ | |
20 | πάλιν οὐκ ἀποδυθήσομαι. ἰδοὺ κοιμῶμαι καὶ ἐξυπνίζομαι, πάλιν δὲ οὐ κοιμηθήσομαι. ἰδοὺ ἀποθνῄσκω καὶ ἀναβιῶ, πάλιν δὲ θανάτου οὐ γεύσομαι. ἰδοὺ χαίροντες προσδοκῶσιν ἵνα ἐλθὼν συγγένωμαι τοῖς αὐτῶν συγγενέσιν καὶ τεθῶ ἄνθος ἐν τῷ στεφάνα αὐτῶν. ἰδοὺ βασιλεύω ἐν τῇ βασιλείᾳ ἐφ’ ἣν | |
25 | ἐντεῦθεν ἤλπισα· ἰδοὺ πίπτουσιν οἱ ἀνυπότακτοι πρὸ ἐμοῦ, ὅτι αὐτοὺς ἐξέφυγον· ἰδοὺ γέγονεν εἰρήνη εἰς ἣν πάντες ἀπαν‐ τῶσιν. | |
143 | Λέγοντος δὲ τοῦ ἀποστόλου ταῦτα πάντες οἱ ἐκεῖ ἠκροῶντο, νομίζοντες ἐκείνην τὴν ὥραν τοῦ βίου αὐτὸν μετα‐ στῆναι. καὶ πάλιν ἔλεγεν· Πιστεύσατε τῷ πάντων ἰατρῷ ὁρατῶν τε καὶ ἀοράτων σωτηρίαν τῶν ψυχῶν τῶν δεομένων | |
5 | τῆς παρ’ αὐτοῦ ὠφελείας. οὗτός ἐστιν ἐλεύθερος ἐκ βασι‐ | |
λέων· οὗτος ἰατρὸς τῶν αὐτοῦ κτημάτων· οὗτός ἐστιν ὁ ὀνειδιζόμενος ὑπὸ τῶν ἰδίων δούλων· οὗτός ἐστιν πατὴρ ὕψους καὶ φύσεως κύριος καὶ κριτής· ὕψιστος παρὰ τοῦ μεγίστου γέγονεν, υἱὸς βάθους μονογενής· καὶ ἐκλήθη υἱὸς Μαρίας | 249 | |
10 | παρθένου, καὶ ἠκούσθη υἱὸς τέκτονος Ἰωσήφ. οὗτος οὗ τὴν σμικρότητα ἐν τοῖς τοῦ σώματος ὀφθαλμοῖς, τὴν δὲ μεγα‐ λειότητα ἐν πίστει ἐδεξάμεθα, καὶ εἴδομεν ταύτην ἐν τοῖς ἔργοις· οὗ τὸ σῶμα ἀνθρώπινον καὶ ταῖς χερσὶν ἐψηλαφή‐ σαμεν, τὴν δὲ θέαν εἴδομεν ἐνηλλοιωμένην τοῖς ἡμετέροις | |
15 | ὀφθαλμοῖς, τὸν δὲ τύπον αὐτοῦ τὸν οὐράνιον ἐν τῷ ὄρει ἰδεῖν οὐκ ἠδυνήθημεν· οὗτος ὁ σφήλας τοὺς ἄρχοντας καὶ τὸν θάνατον βιασάμενος· οὗτος ἀλήθεια μὴ ψευδομένη καὶ τέλος ἐπικεφάλαια δεδωκὼς ὑπὲρ αὐτοῦ καὶ τῶν αὐτοῦ μα‐ θητῶν· οὗτινος ἰδὼν ὁ ἄρχων ἐφοβήθη καὶ αἱ δυνάμεις αἱ | |
20 | σὺν αὐτῷ ἐταράχθησαν· καὶ ἐμαρτύρει ὁ ἄρχων τίς ἐστιν καὶ πόθεν, καὶ τὸ ἀληθὲς οὐκ ἔγνω, ἐπειδήπερ ἀληθείας ἐστὶν ἀλλότριος. οὗτος ἐξουσίαν ἔχων τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ ἡδονῶν καὶ κτημάτων καὶ ἀνέσεως ταῦτα πάντα καὶ τοὺς αὐτοῦ ὑπηκόους ἀνατρέπει μὴ χρήσασθαι αὐτοῖς. | |
144 | Πληρώσας δὲ ταῦτα ἀνέστη καὶ ηὔξατο οὕτως· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου. ἐλθάτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· καὶ ἄφες ἡμῖν τὰς ὀφειλὰς ἡμῶν | |
5 | ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσε‐ | |
νέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονη‐ ροῦ. ὁ κύριος καὶ θεός μου, ἐλπὶς καὶ πεποίθησις καὶ διδά‐ σκαλος, σύ με ἐδίδαξας εὔχεσθαι οὕτως· ἰδοὺ τὴν εὐχὴν εὔχομαι ταύτην καὶ τὸ πρόσταγμά σου πληρῶ· σὺ ἔσο | 250 | |
10 | μετ’ ἐμοῦ μέχρι τέλους· σὺ εἶ ὁ ἐκ παίδων με ἐνσπείρας ζωὴν καὶ ἀπὸ φθορᾶς φυλάξας με· σὺ εἶ ὁ εἰς τὴν τοῦ κόσμου πενίαν ἀγαγών με καὶ εἰς πλοῦτον ἀληθινὸν παρακαλέσας με· σὺ εἶ ὁ γνωρίσας μοι ἑαυτὸν καὶ δείξας ὅτι σός εἰμι· καὶ γυναικὸς ἀπεσχόμην ἵνα ἐκεῖνο ὃ χρῄζεις μὴ εὑρεθῇ ἐν | |
15 | ῥύπῳ· | 251 |
145 | οὐ χωρεῖ μου τὸ στόμα εὐχαριστῆσαί σοι οὐδὲ ἡ διάνοιά μου ἐνθυμηθῆναι περὶ τῆς ἐμῆς σπουδῆς. ὁ δείξας μοι ὅτε πλουτῆσαι καὶ κτήσασθαι καὶ ἔργῳ μοι δείξας ὅτι πολὺς ἐπὶ τῆς γῆς πλοῦτος ζημία γίνεται· ἐπίστευσα δέ σου | |
5 | τῇ ἀποκαλύψει καὶ ἐν τῇ τοῦ κόσμου πενίᾳ παρέμεινον, ἕως οὗ ὁ ἀληθινὸς πλοῦτος ὀφθεὶς κἀμὲ καὶ τοὺς σοὺς ἀξίους ἐπλήρωσας πλούτου, καὶ ἐνδείας καὶ μερίμνης καὶ πλεονεξίας ἀπήλλαξας. ἰδοὺ τοιγαροῦν ἐπλήρωσά σου τὸ ἔργον καὶ τὸ πρόσταγμα ἐτελείωσα· καὶ γέγονα πένης καὶ ἐνδεὴς καὶ ξένος | |
10 | καὶ δοῦλος καὶ καταπεφρονημένος καὶ δεσμώτης καὶ λιμώττων | |
καὶ διψῶν καὶ γυμνὸς καὶ κεκοπιακώς· μὴ οὖν ὑστερείσθω ἡ πεποίθησίς μου· μὴ αἰσχυνέσθω ἡ ἐλπίς μου ἐπὶ σοί· μὴ γενέσθωσάν μου μάταιοι οἱ κάματοι· μὴ ἀπολέσθωσάν μου αἱ εὐχαὶ καὶ αἱ νηστεῖαι αἱ συνεχεῖς, καὶ αἱ πράξεις μου αἱ | 252 | |
15 | ἐπὶ σοὶ μὴ ἐλαττούσθωσαν· μὴ ἁρπαζέτω ὁ διάβολος τὸ τοῦ σίτου σπέρμα ἐπὶ τῆς γῆς· | |
146 | ἵνα τὰς μὲν ῥίζας πέμψῃ εἰς βάθος, εἰς οὐρανὸν δὲ τῶν κλάδων τὴν ἔκτασιν αὐτῆς, καὶ δειχθῶσιν οἱ καρποὶ ἐν τῇ γῇ, καὶ εὐφραινέσθωσαν ἐν αὐτῇ οἱ ἄξιοί σου· ἰδοὺ | |
τὰ χρήματα καὶ τὰ κτήματα ἅπερ μοι δέδωκας κατεθέμην | 253 | |
5 | εἰς τράπεζαν· ἀπόδος δέ μοι αὐτὰ μετὰ τόκων ὥσπερ ἐπηγ‐ γείλω. ἐν τῇ σῇ μνᾷ προσεπορισάμην ἄλλας δέκα· προστε‐ θήτω μοι ὡς προσέταξας. ἐγὼ τοῖς χρεώσταις τὴν μνᾶν συνεχώρησα· καὶ μὴ ἀπαιτείσθω παρ’ ἐμοῦ· συνεχώρησας γάρ μοι. παρακληθεὶς εἰς δεῖπνον παρεγενόμην, ἀγροῦ καὶ | |
10 | γυναικὸς ἀπαλλαγείς· μὴ οὖν ἀποβληθῶ, ἀμωμήτως δὲ γεύ‐ σωμαι. ἵνα ἄξιος φανῶ καὶ μὴ τὰς χεῖρας καὶ τοὺς πόδας δεθεὶς εἰς τὸ σκότος τὸ ἐξώτερον εἰσέλθω. ὁ λύχνος μου μετὰ πολλῆς λαμπρότητος παρέμεινεν τὸν δεσπότην καὶ τοῦ‐ | |
τον ἀπείληφεν ἀναλυθέντων τῶν γάμων· οὐ γὰρ εὗρεν αὐτὸν | 254 | |
15 | ἐλαίου σπάνει κινδυνεύοντα ἀποσβεσθῆναι. οἱ ὀφθαλμοί μου ἀποβλεπέτωσάν σε καὶ ἡ καρδία μου χαιρέτω, ὅτι σοῦ τὴν βουλὴν ἐπλήρωσα καὶ τὸ πρόσταγμά σου ἐτελείωσα. ἰδέ σου τὸν δοῦλον ἐνεργὸν καὶ εὐλαβῆ πῶς οὐ καταφρονεῖ λαμπρᾷ σπουδῇ χρώμενος. ὅλην τὴν νύκτα ἐπαγρυπνῶν ἔκαμον ἀπὸ | |
20 | τῶν λῃστῶν τὴν οἰκίαν μου φυλάσσων μή πως διορύξωσιν. | |
147 | μηδὲ γενέσθωσάν μου λοξαὶ αἱ αὔλακες. αἱ ἄρουραί | |
μου ἐλευκάνθησαν· θερισμὸν προσδέχονται. | 255 | |
148 | μὴ βλάψωσιν οἱ κακοὶ καὶ ὀκνηροὶ καὶ πονηροὶ τὸν | |
ἐπιεικῆ καὶ δοῦλον καὶ εὐκαταφρόνητον ὄντα· μέγαν καὶ ὑψούμενον οὐ τολμήσουσιν ἀντιστῆναι διὰ τὴν δύναμίν σου Ἰησοῦ τὴν περιέχουσαν. φεύγουσιν δὲ καὶ κρύπτονται, ἐπει‐ | 256 | |
5 | δήπερ οὐδὲ ἀντιβλέψαι δύνανται. ὅπως δὲ καὶ αἰφνίδιον ἐμπίπτουσιν τοῖς αὐτοῦ ὑπηκόοις. ἡ τούτων τῶν πονηρῶν παίδων μερὶς βοᾷ καὶ μηνύει· διὸ οὐδεὶς αὐτοὺς λαθεῖν | |
δύναται. παρέλθοιμι μετ’ εἰρήνης τῶν χορῶν αὐτῶν, συμ‐ παρούσης μοι τῆς εἰρήνης καὶ χαρᾶς· στάντα δὲ ἐπὶ τοῦ | 257 | |
10 | κριτοῦ ὁ διάβολος μὴ ἴδοι, ἀλλ’ ἀμαυρωθείη τοὺς ὀφθαλμοὺς διὰ φωτὸς ὅπερ ἀνιδρύσειας· καὶ φραγήτω αὐτοῦ τὸ βλάσφη‐ μον στόμα· μηδ’ ὅ τι οὖν κατ’ ἐμοῦ ἔχει βλάβην. | |
149 | Ἔλεγεν δὲ λυθεὶς τοῖς περὶ αὐτὸν οὖσιν ἕτερα· Πιστεύσατε τῷ σωτῆρι τῶν κεκοπιακότων τῇ πρὸς αὐτὸν λατρείᾳ. ἐμοῦ γὰρ ἤδη τέθηλεν ἡ ψυχή, ὅτι μου ὁ καιρὸς ἐγγὺς ἀπολαβεῖν αὐτόν· ὡραῖος γὰρ ὢν προσάγει με λέγειν | |
5 | ἀεὶ περὶ τοῦ αὐτοῦ κάλλους ὁποῖόν ἐστιν, μὴ δυνάμενον μηδὲ χωροῦντα κατ’ ἀξίαν εἰπεῖν· νοῶν φέγγος τῆς ἐμῆς πενίας καὶ πληρωτὴς τῶν ἐμῶν ὑστερημάτων καὶ τροφεὺς τῆς ἐμῆς ἐνδείας· σὺ ἔσο μετ’ ἐμοῦ ἕως ἂν ἔλθω καὶ ἀπολάβω σε εἰς | |
αἰῶνα αἰώνων. | 258 | |
10t | Πρᾶξις ιγʹ ὅτε Οὐαζάνης λαμβάνει τὸ βάπτισμα μετὰ τῶν | |
11t | λοιπῶν. | |
150 | Οὐαζάνης δὲ ὁ νεανίσκος ἐδέετο τοῦ ἀποστόλου λέγων· Δέομαί σου ἄνθρωπε ἀπόστολε τοῦ θεοῦ, συγχώρησόν μοι ἀπελθεῖν, καὶ πείσω τὸν δεσμοφύλακα ἵνα σοι συγχωρήσῃ ἐλθεῖν οἴκαδε μετ’ ἐμοῦ, ὅπως διὰ σοῦ λάβω σφραγῖδα, καὶ | |
5 | γένωμαι ὑπηρέτης σου καὶ φύλαξ τῶν ἐντολῶν τοῦ θεοῦ οὗ σὺ κηρύσσεις. καὶ γὰρ πρότερον ἐν οἷς σὺ διδάσκεις ἀνε‐ στρεφόμην, ἕως οὗ ὁ ἐμὸς πατὴρ βιασάμενός με γυναικὶ συ‐ νῆψεν Ἀνισάρᾳ λεγομένῃ· ὢν γὰρ πρώτου καὶ εἰκοστοῦ ἔτους ἕβδομον ἤδη ἐνιαυτὸν ἔχω γαμήσας· πρὸ τοῦ δὲ συναλλάξαι | |
10 | γάμῳ ἄλλην οὐκ ἐγίνωσκον γυναῖκα· διὸ καὶ ἄχρηστος τῷ πατρὶ ἐνομιζόμην· οὐδέ ποτε οὔτε υἱὸς οὔτε θυγάτηρ γέγονέν μοι ἐκ τῆς γυναικὸς ταύτης· ἀλλὰ καὶ ἡ γυνή μου αὐτὴ ἐν | |
σωφροσύνῃ συνέζησέν μοι τὸν χρόνον τοῦτον, καὶ σήμερον εἰ ὑγιὴς ἐτύγχανεν καὶ παρὰ σοῦ ἀπηκροάσατο, οἶδα ὅτι κἀγὼ | 259 | |
15 | ἀνεπαυόμην καὶ αὐτὴ αἰωνίαν ζωὴν ἀπελάμβανεν· ἀλλ’ ἐν κινδύνῳ καὶ ἐν κακώσει πολλῇ ἐξετάζεται. πείθω τοίνυν τὸν φύλακα ἐάν μοι ὑποσχῇ ἐλθεῖν μετ’ ἐμοῦ· ἰδίᾳ γὰρ κατ’ ἐμαυτὸν οἰκῶ· καὶ ἅμα θεραπεύεις τὴν ἀθλίαν ἐκείνην. Ἀκούσας δὲ ταῦτα Ἰούδας ὁ ἀπόστολος τοῦ ὑψίστου εἶπεν τῷ Οὐαζάνῃ· | |
20 | Εἰ πιστεύεις, ὄψει τὰ θαύματα τοῦ θεοῦ καὶ πῶς σῴζει τοὺς αὐτοῦ δούλους. | |
151 | Διαλεγομένων δὲ αὐτῶν ταῦτα Τερτία καὶ Μυγδονία καὶ Μαρκία ἐν τῇ θύρᾳ ἵσταντο τοῦ δεσμωτηρίου, καὶ δοῦ‐ σαι τῷ δεσμοφύλακι τριακοσίους ἑξήκοντα τρεῖς στατῆρας ἀργυρίου εἰσῆλθον πρὸς τὸν Ἰούδαν· καὶ εὗρον τὸν Οὐαζάνην | |
5 | καὶ τὸν Σιφόρα καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὴν θυγατέρα καὶ πάντας τοὺς δεσμώτας καθημένους καὶ τοῦ λόγου ἀκού‐ οντας. καὶ ὡς ἔστησαν πρὸς αὐτὸν εἶπεν αὐταῖς· Τίς ὑμῖν συνεχώρησεν ἐλθεῖν πρὸς ἡμᾶς; καὶ τίς ὑμῖν ἤνοιξεν τὴν ἐσφραγισμένην θύραν τοῦ ἐξελθεῖν; Λέγει αὐτῷ Τερτία· Οὐ | |
10 | σὺ ἀνεπέτασας τὰς θύρας ἡμῖν εἰπὼν εἰσελθεῖν εἰς τὸ δεσμω‐ τήριον, Ἵνα τοὺς ἀδελφοὺς ἡμῶν τοὺς ἐκεῖ παραλάβωμεν καὶ τότε ἐνδείξηται ὁ κύριος τὴν δόξαν αὐτοῦ ἐν ἡμῖν; Καὶ πλη‐ σίον τῆς θύρας γενομένων ἡμῶν οὐκ οἶδα πῶς ἐχωρίσθης ἀφ’ ἡμῶν καὶ ἀποκρυβεὶς ἡμᾶς προῆλθες ἐνθάδε, ὅπου καὶ | 260 |
15 | τοῦ ψόφου τῆς θύρας ᾐσθόμεθα, σοῦ ἀποκλείσαντος ἡμᾶς. δοῦσαι τοιγαροῦν χρήματα τοῖς φύλαξιν εἰσήλθομεν· καὶ ἰδοὺ πάρεσμεν δεόμεναί σου ὅπως πεισθέντα σε φυγαδεύσωμεν ἕως οὗ λήξει ὁ τοῦ βασιλέως εἰς σὲ θυμός. Πρὸς ἣν ὁ Ἰούδας· Διήγησαι πρότερον ἡμῖν πῶς συνεκλείσθητε. | |
152 | Καί φησιν αὐτῷ· Σὺ μεθ’ ἡμῶν ἦς καὶ οὐδέ ποτε ἀπελείφθης ἡμῶν πρὸς ὥραν μίαν, καὶ ἐρωτᾷς ποίῳ συνε‐ κλείσθημεν τρόπῳ; ἀλλ’ εἰ ἀκοῦσαι ποθεῖς, ἄκουσον. μετα‐ πεμψάμενός με ὁ βασιλεὺς Μισδαῖος ἔλεγέν μοι ὅτι Οὐδέπω | |
5 | σου περιγέγονεν ὁ μάγος ἐκεῖνος, ἐπειδήπερ ὡς ἀκούω ἐλαίῳ καὶ ὕδατι καὶ ἄρτῳ τοὺς ἀνθρώπους μαγεύει, καὶ σὲ οὐδέπω ἐγοήτευσεν· ἀλλὰ πείσθητί μοι· ἐπεὶ σὲ μὲν ἐγκλείσας συντρίψω, ἐκεῖνον δὲ ἀπολέσω· οἶδα γὰρ ὅτι ἐὰν οὐδέπω σοι ἔλαιον | |
καὶ ὕδωρ καὶ ἄρτον ἐπέδωκεν, περιγενέσθαι σου οὐκ ἴσχυσεν. | 261 | |
10 | Εἶπον δὲ πρὸς αὐτὸν ἐγώ· Τοῦ μὲν σώματός μου ἐξουσίαν ἔχεις, καὶ πᾶν ὅ τι βούλει πρᾶττε· τὴν δὲ ψυχήν μου οὐ συναπολέσω σοι. Ἀκούσας δὲ ταῦτα συνέκλεισέν με ἐν οἰκή‐ ματι· καὶ ὁ Χαρίσιος δὲ ἤνεγκεν τὴν Μυγδονίαν καὶ κατέ‐ κλεισεν αὐτὴν σὺν ἐμοί. καὶ σὺ ἡμᾶς ἐξήγαγες καὶ μέχρι τῶν | |
15 | ὧδε παρέστησας. ἀλλὰ δὸς τάχιον τὴν σφραγῖδα ἡμῖν, ἵνα ἐκκοπῶσιν αἱ ἐλπίδες Μισδαίου τοιαῦτα βουλομένου. | |
153 | Ἀκούσας δὲ ταῦτα ὁ ἀπόστολος εἶπεν· Δόξα σοι πολύμορφε Ἰησοῦ, σοὶ δόξα ὁ φαινόμενος κατὰ τὴν μετρίαν ἡμῶν ἀνθρωπότητα· σοὶ δόξα ὁ παραθαρσύνων καὶ ἐνδυνα‐ μῶν ἡμᾶς καὶ χάριν ποιῶν καὶ παραμυθούμενος καὶ παρι‐ | |
5 | στάμενος ἡμῖν ἐπὶ πᾶσι τοῖς κινδύνοις καὶ ἐνδυναμῶν τὴν ἀσθένειαν ἡμῶν. Λέγοντος δὲ αὐτοῦ ταῦτα ἐλθὼν ὁ δεσμο‐ φύλαξ εἶπεν· Ἀπόθεσθε τοὺς λύχνους, ἵνα μή τις ὑμᾶς τῷ βασιλεῖ διαβάλῃ. Καὶ τότε ἀποσβέσαντες τοὺς λύχνους εἰς ὕπνον ἐτράπησαν· ὁ δὲ ἀπόστολος τῷ κυρίῳ προσδιελέγετο· | |
10 | Καιρὸς λοιπόν ἐστιν Ἰησοῦ τῆς σῆς ταχυτῆτος· ἰδοὺ γὰρ οἱ τοῖ σκότους παῖδες ἐν τῷ αὐτῶν καθιοῦσι σκότει. σὺ οὖν ἐν φωτὶ τῆς φύσεως ὢν κατάλαμψον ἡμᾶς. Καὶ ἐξαίφνης τὸ δεσμωτήριον ὅλον ἔλαμψεν ὡς ἡ ἡμέρα. πάντων δὲ τῶν ἐν τῷ δεσμωτηρίῳ καθευδόντων βαθεῖ ὕπνῳ μόνοι οἱ πεπι‐ | |
15 | στευκότες τῷ κυρίῳ ἐγρηγορότες ἐτύγχανον. | 262 |
154 | Λέγει οὖν ὁ Ἰούδας τῷ Οὐαζάνῃ· Πρόλαβε καὶ εὐτρέπισον ἡμῖν τὰ πρὸς τὴν χρείαν. Λέγει οὖν ὁ Οὐαζάνης· Καὶ τίς μοι τὰς θύρας ἀνοίξει τοῦ δεσμωτηρίου; κλείσαντες γὰρ ταύτας οἱ δεσμοφύλακες ἐκοιμήθησαν. Καὶ λέγει ὁ | |
5 | Ἰούδας· Πίστευσον τῷ Ἰησοῦ, καὶ εὑρήσεις τὰς θύρας ἀνεῳ‐ γμένας. Ὡς δὲ ἐξελθεῖν ἀπῄει αὐτῶν, οἱ λοιποὶ πάντες κατό‐ πισθεν ἠκολούθουν αὐτῷ. προελθόντος δὲ τοῦ Οὐαζάνου συνήντησεν Μνησάρα ἡ γυνὴ αὐτοῦ ἐρχομένη εἰς τὸ δεσμω‐ τήριον. καὶ ἐπιγνοῦσα αὐτὸν λέγει· Ἀδελφέ μου Οὐαζάνη, | |
10 | σὺ εἶ; Ὃ δὲ Ναί φησιν· σὺ δὲ Μνησάρα; Η δὲ λέγει· Ναί. Ἔφη αὐτῇ Οὐαζάνης· Ποῦ βαδίζεις; μάλιστα καὶ κατὰ τοι‐ αύτην ἀωρίαν; πῶς δὲ καὶ ἀναστῆναι ἠδυνήθης; Ἣ δὲ εἶπεν· Ὁ νεώτερος οὗτος τὴν χεῖρά μοι ἐπιθεὶς ἤγειρέν με, καὶ ὄναρ εἶδον ἵνα ἀπέλθω ὅπου ὁ ξένος κάθηται καὶ τελείως ὑγιάνω. | |
15 | Λέγει αὐτῇ ὁ Οὐαζάνης· Ποῖος νεώτερός ἐστιν παρὰ σοί; Η | |
δὲ ἔφη· Οὐχ ὁρᾷς τὸν ἐκ δεξιῶν μοι χειραγωγοῦντά με; | 263 | |
155 | Ταῦτα δὲ διαλεγομένων ἐκείνων Ἰούδας μετὰ Σι‐ φόρου καὶ τῆς γυναικὸς αὐτοῦ καὶ τῆς θυγατρὸς καὶ Τερτίας καὶ Μυγδονίας καὶ Μαρκίας ἦλθον εἰς τὴν Οὐαζάνου οἰκίαν. ἰδοῦσα δὲ Μνησάρα ἡ Οὐαζάνου γυνὴ προσεκύνησεν καὶ εἶπεν· | |
5 | Ἦλθες ὁ σωτὴρ ἡμῶν ἀπὸ τοῦ δυσκόλου νοσήματος; σὺ εἶ ὃν εἶδον ἐν νυκτὶ παραδιδόντα μοι τὸν νεώτερον τοῦτον ἀγαγεῖν με εἰς τὸ δεσμωτήριον. ἀλλ’ οὐκ εἴασεν ἡ χρηστότης σου καμεῖν με, σὺ δὲ αὐτὸς ἦλθες πρός με. Εἰποῦσα δὲ ταῦτα καὶ εἰς τὰ ὀπίσω ἐπιστραφεῖσα οὐκέτι εἶδεν τὸν νεώτερον. | |
10 | καὶ μὴ εὑροῦσα λέγει πρὸς τὸν ἀπόστολον· Οὐ δύναμαι μόνη βαδίσαι· ὁ γὰρ νεώτερος οὐ πάρεστιν ὃν παρέδωκάς μοι. Καὶ ὁ Ἰούδας εἶπεν· Ἰησοῦς τὸ λοιπόν σε χειραγωγήσει. Μετὰ ταῦτα ἤρχετο πρὸς αὐτὸν δρόμῳ χρωμένη. ὡς δὲ εἰσῆλθον εἰς τὴν οἰκίαν Οὐαζάνου υἱοῦ Μισδαίου τοῦ βασι‐ | |
15 | λέως, ἔτι νυκτὸς οὔσης φῶς αὐτοῖς πολὺ περικεχυμένον ἔφαινεν. | |
156 | Καὶ τότε ὁ Ἰούδας ἤρξατο εὔχεσθαι καὶ λέγειν οὕτως· Ὁ ἑταῖρος καὶ σύμμαχος καὶ τῶν ἀσθενῶν ἐλπὶς καὶ πεποίθησις τῶν μετρίων· καταφυγὴ καὶ καταγώγιον τῶν | |
κεκμηκότων· φωνὴ οὖν ἐξῆλθεν ἐξ ὕπνου· ὁ παρήγορος ὁ ἐν | 264 | |
5 | μέσῳ κατοικῶν· καταγώγιον καὶ λιμὴν τῶν διιόντων ἀρχόν‐ των χορῶν· ὁ ἰατρὸς ὁ ἄμισθος· ὁ ὑπὲρ πολλῶν παρὰ ἀν‐ θρώποις σταυρωθείς· ὁ κατελθὼν εἰς ᾅδου μετὰ πολλῆς δυνάμεως· οὗ τὴν θέαν οὐκ ἤνεγκαν οἱ τοῦ θανάτου ἄρχον‐ τες· καὶ ἀνῆλθες μετὰ πολλῆς δόξης, καὶ συναγαγὼν πάντας τοὺς | |
10 | εἰς σὲ καταφεύγοντας παρεσκεύασας ὁδόν, καὶ ἐπὶ τῶν ἰχνῶν σου πάντες ὥδευσαν οὓς ἐλυτρώσω· καὶ εἰσαγαγὼν εἰς τὴν ἑαυτοῦ ποίμνην τοῖς σοῖς ἐγκατέμειξας προβάτοις· υἱὸς σπλάγχνων, ὁ κατὰ φιλανθρωπίαν ἀποσταλεὶς ἡμῖν υἱὸς ἀπὸ τῆς ἄνω πατρίδος τῆς τελείας· ὁ κύριος ἁπάντων κτημάτων· ὁ δου‐ | |
15 | λεύων αὐτοῦ τοῖς δούλοις ἵνα ζήσωσιν· ὁ πληρώσας τὴν κτίσιν τοῦ ἑαυτοῦ πλούτου· ὁ πένης ὁ ἐνδεηθεὶς καὶ πεινάσας ἡμέρας τεσσαράκοντα· ὁ κορεννύων ψυχὰς διψώσας τῶν ἑαυτοῦ ἀγα‐ θῶν· σὺ ἔσο μετὰ Οὐαζάνου υἱοῦ Μισδαίου καὶ Τερτίας καὶ | |
Μνησάρας, καὶ συνάγαγε αὐτὰς εἰς τὴν σὴν μάνδραν, καὶ | 265 | |
20 | ἐγκαταμείγνυε αὐτοὺς τῷ σῷ ἀριθμῷ. ἔσο αὐτῶν ὁδηγὸς ἐν χώρᾳ πλάνης· ἔσο αὐτῶν ἰατρὸς ἐν χώρᾳ νοσήματος· ἔσο αὐτῶν ἀνάπαυσις ἐν χώρᾳ καμνόντων· ἁγίασον αὐτοὺς ἐν μιᾶς χώρας· ἔσο ἰατρὸς αὐτῶν σωμάτων καὶ ψυχῶν· ποίησον αὐτοὺς ναοὺς ἁγίους σου, καὶ οἰκείτω ἐν αὐτοῖς τὸ ἅγιόν | |
25 | σου πνεῦμα. | |
157 | Οὕτως αὐτοῖς εὐξάμενος ὁ ἀπόστολος τῇ Μυγδονίᾳ εἶπεν· Ἀπόδυσόν σου τὰς ἀδελφάς. Ἣ δὲ ἀποδύσασα περιέ‐ ζωσεν αὐτὰς περιζώματα καὶ προσήγαγεν αὐτάς· Οὐαζάνης δὲ πρότερον προσεληλύθει, κἀκεῖναι μετ’ αὐτόν. καὶ λαβὼν | |
5 | Ἰούδας ἔλαιον ἐν ἀργυρέῳ ποτηρίῳ ἐπέλεγεν οὕτως· Ὁ ὡραῖος καρπὸς τῶν ἄλλων καρπῶν, ᾧ οὐδεὶς συγκρίνεται ὅλως ἕτερος· ὁ πάνυ ἐλεήμων· ὁ τῇ τοῦ λόγου ὁρμῇ ζέων· δύναμις ἡ τοῦ ξύλου ἣν οἱ ἄνθρωποι ἐνδυόμενοι τοὺς ἑαυτῶν ἀντιπάλους νικῶσιν· ὁ στεφανῶν τοὺς νικῶντας· σύμβολον καὶ χαρὰ τῶν | |
10 | καμνόντων· ὁ εὐαγγελισάμενος τοῖς ἀνθρώποις τὴν ἑαυτῶν σωτηρίαν· ὁ δεικνὺς φῶς τοῖς ἐν σκότει· ὁ τὰ μὲν φύλλα πικρός, τὸν δὲ γλυκύτατον καρπὸν εὐειδής· ὁ τραχὺς μὲν τὴν θέαν, ἁπαλὸς δὲ τὴν γεῦσιν· ὁ ἀσθενὴς μὲν δοκῶν, τῇ δὲ τῆς δυνάμεως ὑπερβολῆ τὴν τὰ πάντα θεωροῦσαν βαστάζων | 266 |
15 | δύναμιν· ταῦτα εἴπων περιωχείμας· Ἰησοῦ ἐλθέτω ἡ νικητικὴ αὐτοῦ δύναμις, καὶ ἐνιδρύσθω τῷ ἐλαίῳ τούτῳ ὥσπερ ἱδρύνθη ἐν τῷ συγγενεῖ αὐτοῦ ξύλῳ ἡ τότε αὐτοῦ δύναμις, ἧς τὸν λόγον οὐκ ἤνεγκαν οἱ σταυρώσαντές σε· ἐλθέτω δὴ καὶ ἡ δωρεὰ δι’ ἧς τοῖς ἐχθροῖς αὐτοῦ ἐμφυσήσας εἰς τὰ | |
20 | ὀπίσω ὑποχωρῆσαι ἐποίησας καὶ πρηνεῖς καταπεσεῖν, καὶ ἐπι‐ δημῆσαι τῷ ἐλαίῳ τούτῳ ᾧ ἐπιφημίζομεν τὸ σὸν ἅγιον ὄνομα. Καὶ ταῦτα εἰπὼν πρῶτον τῇ κεφαλῇ Οὐαζάνου ἐπέχεεν, ἔπειτα ταῖς τῶν γυναικῶν, λέγων· Ἐν ὀνόματί σου Ἰησοῦ Χριστὲ γενέσθω ταῖς ψυχαῖς ταύταις εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς | |
25 | ἀποτροπὴν τοῦ ἐναντίου καὶ εἰς σωτηρίαν τῶν ψυχῶν αὐτῶν. Καὶ ἐκέλευσεν τῇ Μυγδονίᾳ ἀλεῖψαι αὐτάς, αὐτὸς δὲ ἤλειψεν τὸν Οὐαζάνην. ἀλείψας δὲ αὐτοὺς κατήγαγεν εἰς ὕδωρ εἰς τὸ | |
ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. | 267 | |
158 | Ἀνελθόντων δὲ αὐτῶν λαβὼν ἄρτον καὶ ποτήριον εὐλόγησεν καὶ εἶπεν· Τὸ σῶμά σου τὸ ἅγιον τὸ ὑπὲρ ἡμῶν σταυρωθὲν ἐσθίομεν καὶ τὸ αἷμά σου τὸ ὑπὲρ ἡμῶν ἐκχυθὲν εἰς σωτηρίαν πίνομεν· γένηται οὖν ἡμῖν τὸ σῶμά σου σωτηρία | |
5 | καὶ τὸ αἷμά σου εἰς ἄφεσιν ἁμαρτιῶν. ἀντὶ δὲ τῆς χολῆς ἧς ἔπιες δι’ ἡμᾶς περιαιρείσθω ἀφ’ ἡμῶν ἡ τοῦ διαβόλου χολή· ἀντὶ δὲ τοῦ ὄξους οὗ πέπωκας ὑπὲρ ἡμῶν ἐνδυνα‐ μούσθω ἡ ἀσθένεια ἡμῶν· ἀντὶ δὲ πτύσματος οὗ ἐδέξω δι’ ἡμᾶς δεξώμεθα δρόσον τῆς σῆς χρηστότητος· καὶ ἐν τῷ | |
10 | καλάμῳ ᾧ ἔτυψάν σε δι’ ἡμᾶς δεξώμεθα τὸν οἶκον τὸν τέλειον· ὅτι δὲ ἀκάνθινον στέφανον ἔλαβες δι’ ἡμᾶς, στέφανον ἀναδησώμεθα ἀμαράντινον οἱ ἀγαπήσαντές σε· ἀντὶ δὲ σιν‐ δόνης ἧς ἐνειλήθης καὶ ἡμεῖς περιζωσθῶμεν τὴν ἀήττητόν σου δύναμιν· ἀντὶ δὲ μνημείου καινοῦ καὶ ταφῆς ἀνακαι‐ | |
15 | νισμὸν τῆς ψυχῆς δεξώμεθα καὶ τοῦ σώματος. ὅτι δὲ ἀνέ‐ στης καὶ ἀνεβίωσας, ἀναβιώσαντες ζήσωμεν καὶ στῶμεν πρὸ σοῦ ἐν κρίσει δικαίᾳ. Καὶ κλάσας τὴν εὐχαριστίαν ἔδωκεν Οὐαζάνῃ καὶ Τερτίᾳ καὶ Μνησάρᾳ καὶ τῇ τοῦ Σιφόρου γυναικὶ καὶ θυγατρὶ καὶ εἶπεν· Γενέσθω ὑμῖν ἡ εὐχαριστία | 268 |
20 | αὕτη εἰς σωτηρίαν καὶ χαρὰν καὶ ὑγίειαν τῶν ψυχῶν ὑμῶν. Καὶ αὐτοὶ εἶπον· Ἀμήν. Καὶ φωνὴ ἠκούσθη λέγουσα· Ἀμήν· μὴ φοβεῖσθε ἀλλὰ μόνον πιστεύσατε. | |
159 | Καὶ μετὰ ταῦτα ἀπῄει Ἰούδας συγκλεισθῆναι· οὐ | |
μὴν ἀλλὰ καὶ ἡ Τερτία καὶ ἡ Μυγδονία καὶ ἡ Μαρκία ἀπῄεσαν καὶ αὐταὶ ἐπὶ τὸ συγκλεισθῆναι. πρὸς ἃς εἶπεν Ἰούδας· Θυγατέρες μου, δοῦλαι Ἰησοῦ Χριστοῦ, ἀκούσατέ μου | 269 | |
5 | ἐν τῇ τελευταίᾳ μου ἡμέρᾳ ἐν ὑμῖν ἀποτελῶ τὸν λόγον μου τοῦ μὴ λαλῆσαί με ἔτι ἐν σώματι. ἰδοὺ γὰρ αἴρομαι ἄνω πρὸς τὸν κύριόν μου Ἰησοῦν τὸν ἐλεήσαντά με, τὸν ταπει‐ νώσαντα ἑαυτὸν ἄχρι τῆς ἐμῆς σμικρότητος καὶ ἀγαγόντα με εἰς διακονίαν μεγαλειότητος καὶ καταξιώσαντα γενέσθαι με | |
10 | αὐτοῦ διάκονον. χαίρω δὲ ὅτι ἐγγὺς ὁ καιρὸς τῆς ἀπαλλα‐ | |
γῆς τῆς ἐνταῦθα, ὅπως ἀπελθὼν ἀπολάβω μου τὸν μισθὸν ἐν τέλει· δίκαιος γάρ ἐστιν ὁ ἐμὸς μισθαποδότης, οἶδεν πῶς δεῖ ἀμείψασθαι· οὐκ ἔστιν γὰρ φθονερὸς ἀλλ’ ἔστιν φιλότι‐ μος τοῖς ἀγαθοῖς. θαρρῶν δὲ τὸ ἑαυτοῦ κτῆσμα ὅτι ἐστὶν | 270 | |
15 | ἀνενδεής. | |
160 | ἐγὼ Ἰησοῦς οὐκ εἰμί, δοῦλος δὲ Ἰησοῦ. ἐγὼ Χριστὸς οὐκ εἰμί, διάκονος δὲ Χριστοῦ εἰμι. ἐγὼ θεοῦ υἱὸς οὐκ εἰμί, εὔχομαι δὲ ἄξιος νομισθῆναι παρ’ αὐτῷ. ἐμμένετε δὲ τῇ πίστει Ἰησοῦ Χριστοῦ· προσδέξασθε τὴν ἐλπίδα τοῦ υἱοῦ τοῦ | |
5 | θεοῦ. μὴ ὀκνήσητε ἐν ἀνάγκαις μηδὲ διστάσητε ὁρῶντές με αἰκιζόμενον καὶ συγκλειόμενον καὶ ἀποθνῄσκοντα. ἐν τούτοις γὰρ τὸ προστεταγμένον μοι ὑπὸ τοῦ κυρίου πληρῶ. εἰ καὶ ἀποθανεῖν μὴ θελήσω, ἴσως δύναμαι. ἀλλ’ οὗτος ὁ φαινό‐ | |
μενος οὐκ ἔστιν θάνατος, ἀπαλλαγὴ δὲ καὶ τοῦ σώματος | 271 | |
10 | λύσις· ὃν γεγηθὼς προσδέξομαι, ἵνα ἀπελθὼν ἀπολάβω τὸν ὡραῖον ἐκεῖνον, τὸν εὔσπλαγχνον. πάνυ γὰρ κέκμηκα τῇ πρὸς αὐτὸν λατρείᾳ καὶ ὅπερ πεποίηκα διὰ τῆς αὐτοῦ χάριτος, καὶ νῦν οὐ μή με ἐγκαταλίπῃ. ὑμεῖς δὲ ὁρᾶτε μὴ ἐπεισέλθῃ εἰς ὑμᾶς ἐκεῖνος ὁ εἰσδύων καὶ τὰς διανοίας διαιρῶν· ἰσχυ‐ | |
15 | ρότερος γάρ ἐστιν ἐκεῖνος ὃν ἐδέξασθε. προσδοκᾶτε οὖν τὴν παρουσίαν αὐτοῦ, ἵνα ἐλθὼν ἀπολάβῃ ὑμᾶς· ὄψεσθε γὰρ αὐτὸν ἀπελθοῦσαι. | |
161 | Πληρώσας δὲ πρὸς αὐτὰς τὸν λόγον εἰσῆλθεν εἰς οἶκον σκοτεινόν· καὶ εἶπεν· Ὁ σωτήρ μου ὁ ὑπομείνας πολλὰ | |
δι’ ἡμᾶς, γενέσθωσαν αἱ θύραι αὗται ὥσπερ ἦσαν, καὶ σεμναὶ ἔσθωσαν ἐν ταῖς αὐτῶν σφραγῖσιν. Καὶ καταλείψας τὰς | 272 | |
5 | γυναῖκας ἀπῆλθεν συγκλεισθησόμενος. ἐκεῖναι δὲ ἐλυποῦντο καὶ ἔκλαιον εἰδυῖαι ὅτι ἀπολέσει αὐτὸν Μισδαῖος ὁ βασιλεύς. | |
162 | Ὁ δὲ Ἰούδας ἀπελθὼν εὗρεν τοὺς φύλακας μαχο‐ μένους καὶ λέγοντας· Τί ἡμάρτομεν εἰς τὸν φαρμακὸν ἐκεῖνον; ὅτι τέχνῃ μαγικῇ ἀνέῳξεν τὰς θύρας τοῦ δεσμωτηρίου καὶ βούλεται πάντας τοὺς δεσμώτας φυγαδεῦσαι. ἀλλὰ ἀπελθόν‐ | |
5 | τες μηνύσωμεν τῷ βασιλεῖ περὶ τῆς γυναικὸς αὐτοῦ καὶ τοῦ υἱοῦ αὐτοῦ. Λεγόντων δὲ ταῦτα τῶν δεσμοφυλάκων Ἰούδας | |
σιωπῇ κατηκροᾶτο. ἅμα δὲ ἕωθεν ἀναστάντες ἀπῆλθον πρὸς Μισδαῖον τὸν βασιλέα καὶ εἶπον· Ἀπόλυσον δέσποτα τὸν φαρμακὸν ἐκεῖνον ἢ ἀλλαχοῦ που φρουρηθῆναι κέλευσον· οὓς | 273 | |
10 | γὰρ ἡ σὴ εὐτυχία δεσμώτας συνέσχεν κλείσαντες ἐν ὥρᾳ τὰς θύρας διεγειρόμενοι ἀνεῳγμένας εὑρίσκομεν. ἀλλὰ καὶ ἡ γυνή σου καὶ ὁ υἱός σου μετὰ τῶν λοιπῶν ἐκείνων οὐκ ἀφί‐ στανται τοῦ ἀνδρός. Ἀκούσας δὲ ταῦτα ὁ βασιλεὺς ἦλθεν ἐπισκεψόμενος τὰς σφραγῖδας ἃς περιβεβλήκει ταῖς θύραις· | |
15 | καὶ εὗρεν τὰς σφραγῖδας ὥσπερ ἦσαν. καὶ λέγει τοῖς δεσμο‐ φύλαξιν· Τίνος ἕνεκεν ψεύδεσθε; καὶ γὰρ αἱ σφραγῖδες αὗται σῷαι διατελοῦσιν· καὶ πῶς λέγετε τὴν Τερτίαν καὶ τὴν Μυ‐ γδονίαν ἀπέρχεσθαι εἰς τὸ δεσμωτήριον; Καὶ οἱ φύλακες εἶπον· | |
Ἡμεῖς τὰ ἀληθῆ εἴπομέν σοι. | 274 | |
163 | Μετὰ δὲ ταῦτα εἰσῆλθεν ὁ βασιλεὺς εἰς τὸ δεσμω‐ τήριον καὶ μετεπέμψατο τὸν Ἰούδαν. ἐλθὼν δὲ ἀπέδυσαν αὐτὸν καὶ περιζώματι περιέζωσαν καὶ ἔστησαν ἔμπροσθεν τοῦ βασιλέως. ὁ δὲ Μισδαῖος εἶπεν αὐτῷ· Δοῦλος ὑπάρ‐ | |
5 | χεις ἢ ἐλεύθερος; Καὶ ὁ Ἰούδας· Εἰμὶ δοῦλος καὶ τὴν κατ’ ἐμοῦ ἐξουσίαν οὐκ ἔχεις οὐδὲ ὅλως. Καὶ Πῶς φησιν ὁ Μισδαῖος δραπετεύσας εἰς ταύτην ἀφίκου τὴν χώραν; Καὶ | |
ὁ Ἰούδας· Ἦλθον ἐνταῦθα ἵνα πολλοὺς σῴσω, κἀγὼ δὲ διὰ τῶν χειρῶν σου ἀποστῶ τοῦ σώματος τούτου. Λέγει πρὸς | 275 | |
10 | αὐτὸν ὁ Μισδαῖος· Τίς ἐστίν σου ὁ δεσπότης; καὶ τί αὐτῷ ὄνομα; καὶ ποίας χώρας; Ὁ κύριός μού φησιν ὁ Θωμᾶς ὁ ἐμὸς δεσπότης καὶ σός ἐστιν, κύριος ὑπάρχων οὐρανοῦ τε καὶ γῆς. Καὶ ὁ Μισδαῖος Τίς λέγεται; ἔφη. Καὶ ὁ Ἰούδας· Οὐ δύνασαι ἀκοῦσαι τὸ ἀληθινὸν ὄνομα αὐτοῦ ἐν τῷ καιρῷ | |
15 | τούτῳ. λέγω δέ σοι τὸ πρὸς καιρὸν αὐτῷ ἐπιτεθὲν ὄνομα Ἰησοῦς ὁ Χριστός. Καὶ ὁ Μισδαῖος Ἐγὼ οὐκ ἠπείχθην φησίν σε ἀπολέσαι, ἀλλ’ ἠνεσχόμην· σὺ δὲ ἐπίδοσιν ἐποιήσω | |
τῶν σῶν ἔργων, ὥστε τὰ φάρμακά σου ἐν πάσῃ τῇ χώρᾳ ἀκουσθῆναι. ἀλλὰ νῦν τοῦτο πράξω ἵνα σου τὰ φάρμακα | 276 | |
20 | συναπόληται καὶ ἵνα ἐξ αὐτῶν καθαρεύσῃ τὸ ἔθνος ἡμῶν. Καὶ ὁ Ἰούδας ἔφη· Ταῦτα ἃ λέγεις φάρμακα εὔεσθαί μοι καὶ τῶν ἐντεῦθεν οὐδέποτε ἀποστήσονται. | |
164 | Λεγομένων δὲ τούτων ὁ Μισδαῖος ἐβουλεύετο ποίῳ τρόπῳ αὐτὸν φονεύσῃ· ἐφοβεῖτο γὰρ τὸν περιεστῶτα ὄχλον, πολλῶν αὐτῷ πιστευσάντων, καὶ πρωτευόντων τινῶν· ἀναστὰς δὲ παρέλαβεν τὸν Ἰούδαν ἔξω τῆς πόλεως· συνη‐ | |
5 | κολούθουν δὲ αὐτῷ ὀλίγοι στρατιῶται μεθ’ ὅπλων. οἱ δὲ | |
λοιποὶ ὄχλοι ὑπενόουν τὸν βασιλέα βούλεσθαί τι παρ’ αὐτοῦ μανθάνειν· καὶ ἑστῶτες προσεῖχον αὐτῷ. ὡς δὲ προῆλθον τρία στάδια, παρέδωκεν αὐτὸν στρατιώταις τέσσαρσιν καὶ ἑνὶ τῶν πολεμάρχων, προστάξας αὐτοῖς εἰς τὸ ὄρος αὐτὸν ἀνα‐ | 277 | |
10 | γαγόντας λογχιάσαι. αὐτὸς δὲ εἰς τὴν πόλιν ὑπέστρεφεν. | |
165 | Οἱ δὲ παρόντες ἔτρεχον ἐπὶ τὸν Ἰούδαν ἁρπάσαι αὐτὸν προθυμούμενοι. αὐτὸς δὲ ἀπήγετο συμπαρομαρτούν‐ των αὐτῷ τῶν στρατιωτῶν ἀνὰ δύο ἐπ’ ἀμφότερα μέρη μετα‐ | |
κεχειρισμένων τὰς φλαμίας, τοῦ πολεμάρχου τῆς χειρὸς αὐτὸν | 278 | |
5 | κατέχοντος καὶ πρὸς τιμὴν ἄγοντος. καὶ ἅμα βαδίζων ὁ Ἰούδας ἔλεγεν· Ὢ τὰ ἀπόκρυφά σου μυστήρια ὅτι μέχρι τῆς τοῦ βίου τελευτῆς ἐν ἡμῖν πληροῦται· ὢ πλοῦτος τῆς χάριτός σου ἐκεῖνος ὃς οὐ συγχωρεῖ ἡμῖν ἔσεσθαι τοῦ κατὰ σῶμα παθῶς. ἰδοὺ γὰρ πῶς τέσσαρές με διειλήφασιν, ἐπειδήπερ | |
10 | ἐκ τῶν τεσσάρων στοιχείων ἐγενόμην· καὶ εἷς με ἄγει, ἐπειδή‐ περ ἑνός εἰμι, πρὸς ὃν ἄπειμι, πάντοτε ἀοράτως. νῦν δὲ μαν‐ θάνω ὅτι ὁ κύριός μου, ἐπειδήπερ ἐξ ἑνὸς ἦν, πρὸς ὃν ἄπειμι, τὸν καὶ συμπαρόντα μοι πάντοτε ἀοράτως, ὑφ’ ἑνὸς ἐπλήγη· | |
ἐγὼ δέ, ἐπειδήπερ ἐκ τεσσάρων εἰμί, ὑπὸ τεσσάρων πλήσσομαι. | 279 | |
166 | Ὡς δὲ ἀφίκοντο εἰς τὸν τόπον ἐκεῖνον καθ’ ὃν λογχιάζειν αὐτὸν ἔμελλον, ἔλεγεν ὁ Ἰούδας τοῖς αὐτὸν κατέ‐ χουσιν· Ἀκούσατέ μου νῦν γοῦν ὅτι ἐν ἐξόδῳ τῇ ἀπὸ τοῦ σώματος ἕστηκα· καὶ μὴ σκοτούσθωσαν ὑμῶν οἱ τῆς διανοίας | |
5 | ὀφθαλμοί, μηδὲ φραττέσθωσαν ὑμῶν αἱ ἀκοαὶ τοῦ μὴ ἀκούειν ἐξ ὧν εἰπεῖν. πιστεύσατε τῷ θεῷ ᾧ κηρύσσω, ἀπαλλαγέντες τῆς κατὰ ψυχὴν θρασύτητος. πολιτεύεσθε δὲ ἐν πολιτείᾳ ἐλευθέροις πρεπούσῃ καὶ δόξῃ τῇ παρὰ ἀνθρώποις καὶ τῇ | |
πρὸς τὸν θεὸν ζωῇ. | 280 | |
167 | Ἔλεγεν δὲ τῷ Οὐζάνῃ· Υἱὲ τοῦ κατὰ τὴν γῆν βασιλέως, διάκονε δὲ Ἰησοῦ Χριστοῦ, δὸς τοῖς ὑπηρέταις τοῦ προστάγματος Μισδαίου τοῦ βασιλέως τὸ ὀφειλόμενον ὅπως αὐτῶν ἀφεθεὶς ἀπελθὼν εὔξωμαι. Τοῦ δὲ Οὐαζάνου τοὺς | |
5 | στρατιώτας πείσαντος ὁ Ἰούδας ἐπὶ τὴν εὐχὴν ἐτράπη· ἦν δὲ αὕτη· Ὁ κύριός μου καὶ ὁ θεός μου καὶ ἐλπὶς καὶ λυτρωτὴς καὶ ἡγεμὼν καὶ ὁδηγὸς ἐν πάσαις ταῖς χώραις, σὺ ἔσο μετὰ πάντων τῶν ὑπηρετουμένων σε καὶ ὁδήγησόν με σήμερον ἐρχόμενον πρὸς σέ. μὴ λαμβανέτω τὴν ἐμὴν ψυχὴν μηδείς, | |
10 | ἣν παρέδωκά σοι. μὴ βλεπέτωσάν με οἱ τελῶναι, καὶ οἱ ἀπαιτηταὶ μὴ συκοφαντείτωσάν με. μὴ βλεπέτω με ὁ ὄφις | |
καὶ οἱ τοῦ δράκοντος παῖδες μὴ συριττέτωσάν μοι. ἰδοὺ κύριε ἐπλήρωσά σου τὸ ἔργον καὶ ἐτελείωσά σου τὸ πρόσταγμα. δοῦλος γέγονα· διὰ τοῦτο σήμερον τὴν ἐλευθερίαν λαμβάνω. | 281 | |
15 | σὺ οὖν ταύτην μοι δοὺς τελείωσον. ταῦτα δὲ λέγω οὐκ ἐν‐ δοιάζων ἀλλ’ ὅπως ἀκούσωσιν οὓς ἀκοῦσαι χρή. | |
168 | Εὐξάμενος δὲ εἶπεν τοῖς στρατιώταις· Ἐλθόντες πληρώσατε τὸ πρᾶγμα τοῦ πέμψαντος ὑμᾶς. Καὶ ἅμα οἱ τέσσαρες πλήξαντες αὐτὸν ἀνεῖλαν. πάντες δὲ οἱ ἀδελφοὶ | |
ἐδάκρυον· καὶ περιστείλαντες αὐτὸν πέπλοις καλοῖς καὶ | 282 | |
5 | ὀθόναις πολλαῖς κατέθεντο εἰς τὸ μνῆμα ἐν ᾧ οἱ πάλαι βασι‐ λεῖς ἐθάπτοντο. | |
169 | Συφὼρ δὲ καὶ Οὐαζάνης οὐκ ἤθελον κατελθεῖν εἰς τὴν πόλιν, ἀλλ’ ὅλην τὴν ἡμέραν διατρίψαντες ἐκεῖ διε‐ νυκτέρευον· οἷς ἐπιφανεὶς ὁ Ἰούδας εἶπεν· Οὐκ εἰμὶ ἐνταῦθα· τί καθεζόμενοι τηρεῖτέ με; ἀνῆλθον γὰρ καὶ ἀπέλαβον τὸ | |
5 | ἐλπιζόμενον. ἀλλ’ ἀναστάντες περιπατεῖτε, καὶ μετ’ οὐ πολὺ συναχθήσεσθε πρός με. Μισδαῖος δὲ καὶ Χαρίσιος πολλὰ ἀναγκάσαντες τὴν Τερτίαν καὶ Μυγδονίαν οὐκ ἔπεισαν ἐκ‐ | |
στῆναι τῆς γνώμης. καὶ ἐπιφανεὶς ὁ Ἰούδας εἶπεν αὐταῖς· Μὴ ἐπιλάθεσθε τῶν προτέρων. Ἰησοῦς γὰρ ὁ ἅγιος καὶ ζῶν | 283 | |
10 | αὐτὸς βοηθήσει ὑμῖν. Οἱ δὲ περὶ τὸν Μισδαῖον καὶ Χαρίσιον μὴ πείσαντες αὐτὰς εἴασαν χρήσασθαι τῇ αὐτῶν γνώμῃ. ὁμοῦ δὲ συνήγοντο πάντες οἱ ἐκεῖ ἀδελφοί· πεποιήκει γὰρ Ἰού‐ | |
δας ἐν τῷ ὄρει Σιφόρον μὲν πρεσβύτερον, διάκονον δὲ τὸν Οὐαζάνην, ὅτε ἀπήγετο τεθνήξεσθαι. ὁ δὲ κύριος αὐτοῖς | 284 | |
15 | ἐβοήθει καὶ τὴν πίστιν δι’ αὐτῶν ἐπλεόναζεν. | |
170 | Διελθόντος δὲ πολλοῦ χρόνου συμβαίνει δαιμο‐ νισθῆναι ἕνα τῶν τοῦ Μισδαίου υἱῶν· σκληροῦ δὲ ὄντος τοῦ δαίμονος οὐδεὶς ἰάσασθαι οἷός τε ἦν. διενοεῖτο δὲ ὁ Μισδαῖος καὶ ἔλεγεν· Ἀπελθὼν ἀνοίξω τὸν τάφον καὶ λάβω ὀστέον | |
5 | ἐκ τοῦ ἀποστόλου τοῦ θεοῦ καὶ προσάψω μου τῷ υἱῷ, καὶ | |
οἶδα ὅτι θεραπευθήσεται. Καὶ ἀπῄει πρᾶξαι ὅπερ ἐνενοήθη. καὶ ἐπιφανεὶς αὐτῷ ὁ Ἰούδας εἶπεν· Ζῶντι μὴ πιστεύσας νεκρῷ πῶς θέλεις πιστεῦσαι; ἀλλὰ μὴ φοβοῦ· φιλανθρωπεύε‐ ται εἰς σὲ Ἰησοῦς ὁ Χριστὸς διὰ τὴν πολλὴν αὐτοῦ χρηστό‐ | 285 | |
10 | τητα. Ὁ δὲ Μισδαῖος οὐχ εὗρεν τὰ ὀστᾶ· κεκλόφει γὰρ αὐτὰ εἷς τῶν ἀδελφῶν καὶ εἰς τὰ τῆς δύσεως μετήνεγκε μέρη· | |
λαβὼν δὲ κόνιν ὅθεν ἦν τὰ ὀστᾶ κείμενα τοῦ ἀποστόλου προ‐ σῆψε τῷ υἱῷ αὐτοῦ καὶ εἶπεν· Πιστεύω σοι Ἰησοῦ νῦν ὅτε με ἀφῆκεν ἐκεῖνος ὁ ἀεὶ τοὺς ἀνθρώπους ταράττων ἵνα μὴ | 286 | |
15 | βλέψουσιν πρὸς τὸ νοερὸν φῶς σου. Ὑγιάναντος δὲ τοῦ υἱοῦ αὐτοῦ τῷ τρόπῳ τούτῳ συνήγετο μετὰ τῶν λοιπῶν ἀδελφῶν ὑποκατακλινόμενος τῷ Σιφόρῳ· καὶ τοὺς ἀδελφοὺς πάντας παρεκάλει εὔξασθαι ὑπὲρ αὐτοῦ ἵνα ἐλέους τύχῃ παρὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. | |
171 | Ἐπληρώθησαν αἱ πράξεις Ἰούδα Θωμᾶ τοῦ ἀπο‐ | |
στόλου ἃς ἔπραξεν εἰς τὴν Ἰνδῶν, πληρῶν τὸ πρόσταγμα τοῦ πέμψαντος αὐτόν· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | 287 | |
ἀμήν. | 288 |