TLG 2036 001 :: DEXIPPUS :: In Aristotelis categorias commentarium

DEXIPPUS Phil.
(A.D. 4)

In Aristotelis categorias commentarium

Source: Busse, A. (ed.), Dexippi in Aristotelis categorias commentarium [Commentaria in Aristotelem Graeca 4.2] Berlin: Reimer, 1888: 1–71.

Citation: Page — (line)

1

(1t)

ΔΕΞΙΠΠΟΥ ΦΙΛΟΣΟΦΟΥ ΠΛΑΤΩΝΙΚΟΥ ΤΩΝ ΕΙΣ ΤΑΣ ΑΡΙΣΤΟ‐
2tΤΕΛΟΥΣ ΚΑΤΗΓΟΡΙΑΣ ΑΠΟΡΙΩΝ ΤΕ ΚΑΙ ΛΥΣΕΩΝ 〈ΠΡΩΤΟΝ〉
3tΚεφάλαια τοῦ πρώτου βιβλίου.
4α. Διὰ τί πολλοὶ εἰς τὰς Ἀριστοτέλους κατηγορίας ἠπόρησαν;
5β. Διὰ τί κατηγορίας ἐπέγραψεν τὸ βιβλίον; γ. Τίνος ἐστὶν ἡ κατηγορία σημαντική, πότερον φωνῆς ἢ πράγματος 〈ἢ νοήματοσ〉; δ. Πῶς χρὴ τὰς κατηγορίας εὑρίσκειν καὶ μὴ ὑπάγεσθαι ταῖς τῶν Στωϊκῶν ἀπορίαις;
10ε. Διὰ τί περὶ τῶν κατηγοριῶν λέγειν ἐπαγγειλάμενος οὐκ ἀπ’ ἐκείνων ἄρχεται, ἀλλὰ τῶν ὁμωνύμων καὶ συνωνύμων; ϛ. Διὰ τί Ἀρχύτας ἐν τοῖς καθόλου λόγοις περὶ ὁμωνύμων καὶ συνω‐ νύμων καὶ παρωνύμων οὐκ εἴρηκεν; ζ. Διὰ τί οὐ πάντα τὰ χρήσιμα προέγραψεν, ἀλλὰ καὶ ἕτερα μετὰ τὴν
15 τῶν κατηγοριῶν ἀπόδοσιν ἐπήνεγκεν; η. Διὰ τί περὶ πρώτων τῶν ὁμωνύμων εἶπεν; θ. Διὰ τί περὶ ὁμωνυμίας μᾶλλον οὐκ εἴρηκεν; ι. Διὰ τί προσέθηκε τὸ μόνον λέγων ὧν ὄνομα μόνον κοινόν; ια. Πῶς πολλῶν τοῖς ὁμωνύμοις ὄντων κοινῶν ἐπὶ τοῦ ὀνόματος εἶπε
20μόνον τὸ κοινόν;1

2

ιβ. Ὅτι οὔτε κατὰ τὸ ἀδιαίρετον κοινὸν οὔτε κατὰ τὸ διῃρημένον κοι‐ νὸν ὑπάρχει τὸ ὄνομα τοῖς ὁμωνύμοις. ιγ. Ἄλλη ἀπορία πρὸς τὸ κοινόν. ιδ. Ἄλλη ἀπορία πρὸς τὸ κοινόν.
5ιε. Ὅτι περιττῶς προσέθηκε τὸ ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐ‐ σίας ἕτερος. ιϛ. Διὰ τί οὐκ εἶπεν ὅρος τῆς οὐσίας ἀλλὰ λόγος; ιζ. Ὅτι δύναται τὰ ὁμώνυμα εἶναι συνώνυμα. ιη. Πῶς τοῦ ὁμωνύμου ἐν πάσαις ταῖς κατηγορίαις θεωρουμένου ὁ λό‐
10 γος αὐτῶν τὰ ἐν τῇ οὐσίᾳ μόνῃ ὁμώνυμα περιορίζει; ιθ. Διὰ τί μετὰ τὰ ὁμώνυμα τὰ συνώνυμα ἔταξεν; κ. Ὅτι ἡμάρτηται τὰ κατὰ συμπλοκὴν καὶ ἄνευ συμπλοκῆς λεγόμενα. κα. Ὅτι κατὰ τὴν ἐνυπογραφὴν τοῦ ἐν ὑποκειμένῳ δύναται τὸ σῶμα εἶναι ὡς ἐν ὑποκειμένῳ τῷ χρόνῳ 〈καὶ τόπῳ〉.
15κβ. Ὅτι εὑρίσκεται τὰ ἐν ὑποκειμένῳ μέρη τῆς οὐσίας. κγ. Ὅτι ὁ λόγος ὁ τῶν ἐν ὑποκειμένῳ κοινός ἐστι καὶ τῶν μὴ ἐν ὑπο‐ κειμένῳ. κδ. Ὅτι αἱ εὐωδίαι ποιότητες οὖσαι καὶ ἐν ὑποκειμένῳ χωρισταί εἰσιν. κε. Ἀπορίαι πλείονες πρὸς τὴν ἰδιότητα τῶν καθ’ ὑποκειμένου φερό‐
20 μεναι, καὶ τούτων δὲ λύσεις. κϛ. Ὅτι οὐχ ὡς καθ’ ἑτέρου λέγεται τὸ γένος τοῦ εἴδους. κζ. Διὰ τί ὁ μὲν ἄνθρωπος κατὰ Σωκράτους, τὸ δὲ εἶδος οὐκέτι; κη. Πῶς ἐνίας καὶ πῶς πάσας καὶ ποίας ἑκατέρως λέγει κατηγορεῖσθαι τὰς τοῦ κατηγορουμένου διαφορὰς καὶ τὰς τοῦ ὑποκειμένου;
25κθ. Ὅτι τινὰ ὄντα γένη ἕτερα ταῖς αὐταῖς διαφοραῖς χρῆται. λ. Ἀπορίαι καὶ περὶ τοῦ ἑτερογενοῦς. λα. Τί εἶδος, τί διαφορά, καὶ πῇ διέστηκε ταῦτα ἀπ’ ἀλλήλων; λβ. Πόθεν ἡ εὕρεσις τοῦ εἴδους καὶ γένους καὶ διαφορᾶς; λγ. Πῶς εἶπεν ἕτεραι τῷ εἴδει καὶ αἱ διαφοραί;
30λδ. Πῶς τὸ ἄτομον καὶ ἓν ἀριθμῷ λέγεται; λε. Πῶς δύναται ὁ εἷς καὶ ἄτομος τοῦ ἑνὸς καὶ ἀτόμου ἀριθμῷ δια‐
φέρειν;2

3

λϛ. Ὅτι οὐ πλεονάζει ἡ τῶν κατηγοριῶν τομή. λζ. Ὅτι οὐκ ἐλλείπει ἡ τῶν κατηγοριῶν τομή. λη. Ὅτι ἄλλα ἀντὶ ἄλλων οὐκ εἰσάγει τὰ τῶν κατηγοριῶν γένη. λθ. Ὅτι τὸ ὂν οὐχ ὁμώνυμον ἀλλὰ συνώνυμον.
5μ. Ὅτι τὸ ἔστιν ἤτοι ἑκάστης κατηγορίας κατηγοροῦμεν καὶ οὕτως ἐπ’ ἄπειρον προβησόμεθα, ἢ εἰ ἐγκέκλιται ἀπὸ τοῦ ὄντος, γένος ἂν εἴη
τὸ ὄν.3

4

(1t)

Δεξίππου Πλατωνικοῦ φιλοσόφου τῶν εἰς τὰς Ἀριστοτέλους κα‐
2tτηγορίας ἀποριῶν τε καὶ λύσεων τὸ πρῶτον. ἔστι δὲ διαλογικὸν
3tτὸ σύγγραμμα καὶ τὰ τοῦ διαλόγου πρόσωπα αὐτὸς οὗτος Δέξιπ‐
4tπος καὶ Σέλευκος.
5 Ὄκνος τις ἔχει με μάλα καλὴν καὶ γενναίαν χάριν αἰτῆσαι προθυμού‐ μενον, ὦ τῶν καλῶν ἐμοὶ καθηγητὰ Δέξιππε, ἐπεὶ δὲ Ἡσιόδῳ λέγοντι πείθομαι
αἰδὼς δ’ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει, θαρσῶν διαλεχθῆναι περὶ αὐτῆς βούλομαι.
10 Ἀλλ’ ἔγωγε καὶ πάλαι μὲν ἐθαύμαζον, ὦ καλὲ κἀγαθὲ Σέλευκε, ὅτι τηλικοῦτος ὢν εὐμαθίᾳ καὶ πραότητι διαφερόντως ἐκλάμπεις, ἐμβριθῶς τε πρὸς τὰς μαθήσεις ἀπαντᾷς ἀσφαλῶς τε καὶ ἀπταίστως ταύτας φυλάττεις, ὑπὸ δὲ ἀγχινοίας καὶ ὀξύτητος κινούμενος πολὺ τοὺς ἄλλους ὑπερπηδᾷς ταῖς ἐρωτήσεσι, καὶ νῦν δὲ ἕτοιμός σοι πείθεσθαι σπουδαίως ἔχοντι περὶ
15τὰ μαθήματα. οὐδενὸς μὲν γὰρ τῶν ἐκ τῆς ἀγαθῆς τύχης ἐνδεῶς ἔχεις, ἀλλὰ καὶ τὰ ἐκ γένους καὶ δόξης ὑπάρχει σοι, ὅσα μηδενὶ τῶν καθ’ ἡμᾶς. ἐπαινῶ δέ σου τήν τε τῆς φύσεως ἐπιτηδειότητα πρὸς πάντα ἀνηγμένην τὰ καλά, καὶ ὅτι τῶν μὲν ἄλλων, τῶν ἔξωθεν ὑπαρχόντων, ὑπερφρονεῖς, παιδείας δὲ ἐρᾷς καὶ τοῦ μανθάνειν ἀκορέστως ἔχεις· ὥστε ὅτι βούλει
20τῶν εἰς λόγους ἡκόντων, ἐπίταττε. Διαίτησον δὴ τοῖς εἰς τὰς Ἀριστοτέλους κατηγορίας ἠπορημένοις καὶ τὰ ἀμφισβητούμενα διαλῦσαι πειράθητι. Μέγα μὲν τὸ ἐπίταγμα, ὦ φίλη καὶ τιμιωτάτη κεφαλή, καὶ οὔτι μοι νῦν ἐπιτελεσθῆναι ῥᾴδιον· ἥ τε γὰρ ἐπὶ Διϊφίλῃ τῇ θυγατρὶ συμφορὰ τῇ
25σοφῇ τε καὶ καλῇ βαρεῖά μοι καὶ χαλεπὴ φαίνεται (τί γὰρ οὐ δεῖ τἀληθῆ4

5

λέγειν;) καὶ τὸ σῶμά μοι νόσοις ἐκτέτηκεν. ἡδέως μήν σοι πείθομαι, πόρ‐ ρωθεν δὲ ὥσπερ οἱ δειλοὶ τῶν ἀγωνιστῶν ὁμολογεῖν ἔγνωκα, ὅτι Πλωτίνῳ τῷ Πλατωνικῷ φιλοσόφῳ ἀντιλέγειν χαλεπὸν οὕτω βαθέως ἠπορηκότι. οὐ μὴν ἀλλὰ
5
καὶ πρὸς δαίμονά περ κατὰ τὸν Ὁμηρικὸν ἥρωα σὴν χάριν ὁρμᾶν οὐκ ὀκνῶ, σὺ δέ μοι ξυλλαμ‐ βάνου τοῦ λόγου τὰς κατὰ μέρος ἐξηγήσεις μηδαμῶς ἀπαιτῶν· πολλὰς γὰρ καὶ ἀπείρους ξυγγραφὰς εἰς τὸ βιβλίον τοῦτο ἄλλοι τε πολλοὶ καὶ μάλιστα Πορφύριος εἶθ’ ὕστερον Ἰάμβλιχος καταβέβληνται καὶ τῷ πλήθει δυσλή‐
10πτους. ἵν’ οὖν μὴ ταὐτὸν ἐκείνοις πάθωμεν, μόνα τὰ ἀπορούμενα ἐρώτα· οὐ γὰρ ὥσπερ λεῖπόν τι προσθήσων διανοοῦμαι (οὐχ οὕτω τετύφωμαι), ἀλλὰ ταχείας καὶ συντόμους καὶ σαφεῖς τὰς λύσεις ἀποδοῦναι βούλομαι. δεῖ δὲ τὸν μέλλοντα τὰς ἀπορίας ταύτας ἀναγνώσεσθαι τῶν κατηγοριῶν νε‐ νοηκέναι πρῶτον τὰ ἐδάφια ἀκριβῶς τὰ κατὰ λέξιν, ἐπεὶ οὐδὲν τῶν ἐν‐
15ταῦθα λεγομένων εἴσεται. α. Τί οὖν ποτε ἦν ἄρα τὸ ποιῆσαν τοὺς παλαιοὺς φιλοσόφους ποικίλας καὶ παντοδαπὰς ἐσχηκέναι πρὸς ἀλλήλους ἔριδας περὶ τούτου τοῦ Ἀριστο‐ τελικοῦ συγγράμματος, ὃ δὴ καλοῦμεν Κατηγορίας; σχεδὸν γὰρ κατανενόηκα, ὡς οὔτε πλείους ἀντιλογίαι εἰς ἑτέραν ὑπόθεσιν γεγόνασιν οὔτε μείζους
20ἀγῶνες κεκίνηνται οὐ μόνον τοῖς Στωϊκοῖς καὶ Πλατωνικοῖς σαλεύειν ἐπι‐ χειροῦσι ταύτας τὰς Ἀριστοτέλους κατηγορίας, ἀλλὰ καὶ αὐτοῖς γε τοῖς Περιπατητικοῖς πρὸς ἑαυτούς, τοῖς μὲν μᾶλλον ἐφικνεῖσθαι τῆς διανοίας τἀνδρὸς ὑπειληφόσι, τοῖς δ’ εὐπορώτερον λύειν οἰομένοις τὰ παρ’ ἑτέρων ἀπορούμενα.
25 Ὅτι, ὦ φιλομαθέστατε Σέλευκε, περὶ τῶν πρώτων καὶ ἁπλῶν λέξεων, ὧν αὗται σημαίνουσι, σκοπός ἐστιν ἐν τούτῳ τῷ βιβλίῳ· ἐπειδὴ τοίνυν ὁ λόγος πᾶσι τοῖς εἴδεσι τῆς φιλοσοφίας χρήσιμος, τούτου δὲ ἀρχαὶ αἱ ἁπλαῖ λέξεις καὶ τὰ ὑπὸ τούτων σημαινόμενα, εἰκότως πολλὴ γέγονεν ἀμφισβή‐ τησις περὶ τοῦ καλῶς ἢ μὴ καλῶς Ἀριστοτέλη διειληφέναι περὶ αὐτῶν.
30β. Ἀλλὰ δὴ τί βούλεται αὐτῷ ἡ ἐπιγραφὴ καὶ τὸ τῶν κατηγοριῶν
ὄνομα; οὐ γὰρ δήπου παραστῆσαι ἐθέλει, πῶς ἐν τοῖς δικαστηρίοις ἄνθρω‐5

6

ποι μέμφονται· τῇ γὰρ κατηγορίᾳ, ᾗ ἀντίκειται ἡ ἀπολογία, τοῦτο ὄνομα τέταχεν ἡ τῶν Ἑλλήνων διάλεκτος, ὥστε εἰκότως ἄν τις αὐτὸν αἰτιάσαιτο ὅτι ξενίζει τοῖς ὀνόμασι. Πολλαὶ μὲν οὖν, ὦ Σέλευκε, πρὸς ταύτην τὴν αἰτίαν ἀπαντήσεις φέ‐
5ρονται ὑπὲρ Ἀριστοτέλους, καὶ ταύτας ἔξεστιν ἀναλέγεσθαι ἔκ τε τῶν Ἀλε‐ ξάνδρου καὶ Πορφυρίου. ἐγὼ δὲ τὰς μὲν πλείους παρήσειν ἔοικα, τὴν δὲ φαινομένην εἶναί μοι βαθυτέραν ἐκθήσομαι· οὐ γὰρ συνεξισάζει τοῖς πράγ‐ μασι τὰ ὀνόματα οὐδὲ τὴν αὐτὴν ἔχει φύσιν καὶ τάξιν τὰ σημαίνοντα τοῖς σημαινομένοις, ἀλλὰ πάμπολυ τῶν πραγμάτων ἐλαττοῦται ἡ τῶν ὀνομάτων
10σημασία. ἀνάγκη δὴ πᾶσα τοῖς φιλοσόφοις ἢ χρῆσθαι ξέναις λέξεσι καὶ τῶν συνήθων ὀνομάτων ἀπηλλοτριωμέναις, ἐπειδὴ καὶ τῶν τοῖς πολλοῖς ἀγνώστων πραγμάτων εἰσὶν ἐξηγηταί, ἢ τῇ προχείρῳ χρῆσθαι συνηθείᾳ καὶ τὰ ἐπ’ ἄλλων κείμενα ὀνόματα μεταφέρειν· ἐπεὶ γὰρ σύμβολα καὶ ση‐ μεῖα τῶν πραγμάτων τέθειται τὰ ὀνόματα, τοῖς μὲν πᾶσι γνωρίμοις ἀνάγκη
15ἦν ἤδη κεῖσθαι ὀνόματα ἃ ταῦτα σημαίνει, ὅσα δ’ ἐπιστημονικὰ τῶν πραγ‐ μάτων, παρὰ τῶν ἐπιστημόνων ἀπῄτει τὴν θέσιν. οὕτως οὖν καὶ ὁ Ἀρι‐ στοτέλης ὁτὲ μὲν ξενοφωνεῖ τῇ θέσει τῶν ὀνομάτων, ὥσπερ ἐπὶ τῆς ἐν‐ τελεχείας αὐτὸς ὀνοματοποιήσας ταύτην, ὁτὲ δὲ ἐκ τῶν κατὰ τὴν συνήθειαν παρακειμένων τὰ σημαντικὰ καὶ παραστατικὰ τοῦ προκειμένου εἰς διδασκα‐
20λίαν πράγματος μεταφέρει, ὥσπερ δὴ καὶ νῦν ἐπὶ τοῦ τῆς κατηγορίας ὀνό‐ ματος πεποίηκε· τοῦ γὰρ κατηγορεῖν ἐπὶ τοῦ μετ’ αἰτίας ἐγκαλεῖν παρὰ τοῖς πολλοῖς κειμένου μετήνεγκεν ὁ φιλόσοφος τοῦτο ἐπὶ τοῦ κατά τινος ἁπλῶς σημαίνοντός τι διὰ τῆς λέξεως. δείκνυσι τοίνυν ἡ τῆς κατηγορίας ἐπιγραφή, ὅτι καὶ τὰ γένη καὶ τὰ εἴδη καὶ πάντα τὰ καθόλου κατηγορεῖ‐
25ται κατὰ τῶν ὑφ’ ἑαυτοῖς ὄντων καὶ αἱ σημαντικαὶ λέξεις αἱ κοιναὶ κατα‐ γορεύονται κατὰ πασῶν τῶν ὑποτεταγμένων μερικῶν λέξεων. γ. Ἀλλ’ ὅτι μὲν αἱ κατηγορίαι ὠνομάσθησαν ἀπὸ τοῦ καταγορεύεσθαι, ὅπερ ἐστὶ λέγεσθαι κατά τινος ὑποκειμένου, καλῶς ἅμα καὶ βραχέως ἐδί‐ δαξας· καὶ γὰρ εἴπερ ἄλλου τινὸς καὶ τῆς συντομίας φροντιστέον, ἵνα μὴ
30εἰς τὴν αὐτὴν τοῖς προειληφόσιν ἀπειρίαν ἐμπέσωμεν· ἐπεὶ δὲ ἄπορον φαί‐ νεταί μοι, τί ποτέ ἐστι τὸ λεγόμενον, πότερον φωνὴ ἢ πρᾶγμα ἢ νόημα,
τοῦτό μοι σαφῶς ἐπιδεῖξαι πειράθητι.6

7

Ἔδει μὲν συντόμως ἀποκρίνασθαί με πρὸς τὴν ἐρώτησιν, ὅτι προη‐ γουμένως σημαίνεται τὰ νοήματα, κατὰ συμβεβηκὸς δὲ καὶ τὰ πράγματα· ἐπεὶ δὲ πολλὴ περὶ τῶν λεγομένων ἐστὶν ἡ ζήτησις, πλείονα κἀγὼ περὶ τῶν λεγομένων εἰπεῖν βούλομαι· καὶ γὰρ Σωσιγένης ὁ Περιπατητικὸς πα‐
5ραλλήλους ἐπιχειρήσεις περὶ τῶν λεγομένων ἀντεξήτασεν, οὐ μὴν περὶ μιᾶς γε αὐτοτελῶς ἀπεφήνατο, ἀλλ’ ἰσομαχοῦντας ἀφῆκε τοὺς λόγους. βούλομαι δὴ καὶ τὰ ἐκείνου ἐπισκέψασθαι καὶ τελευταίαν τὴν ἐμαυτοῦ δόξαν ἐπαγα‐ γεῖν. ἐπιχειρῶν δὴ περὶ τῶν πραγμάτων καὶ βουλόμενος ταῦτα εἶναι τὰ λεγόμενα ἐφόδῳ τινὶ τοιαύτῃ κέχρηται· εἰ γὰρ τοῦ λέγειν καὶ τοῦ μὴ
10λέγειν κύριά πώς ἐστι τὰ πράγματα, καὶ μὴ ὄντων μὲν οὐδὲν λέγομεν ὄν‐ των δὲ ἀποφαινόμεθα, ταῦτα ἂν εἴη τὰ λεγόμενα. πρὸς δὴ τοῦτο εἴποιμ’ ἂν ὡς οὐδὲν κωλύει αἴτια εἶναι τοῦ λέγειν τὰ πράγματα, μὴ μέντοι προσ‐ εχῶς, ὅπερ νῦν ζητοῦμεν, ταῦτα εἶναι τὰ λεγόμενα· καὶ γὰρ τοῦ πυρέτ‐ τειν φέρε αἰτία ἐστὶν ἡ ἡλίωσις καὶ τοῦ ὀδυνᾶσθαι ἡ τῆς βελόνης νύξις,
15ἀλλ’ οὔτε ἡ βελόνη ἐστὶν ἐν τῇ ὀδύνῃ οὔτε ἡ ἡλίωσις ἐν τῷ πυρέσσειν. τῶν γὰρ αἰτίων ἃ μέν ἐστιν ἔξω χωριστά, ἃ δὲ συμπάρεστιν· ὥστε δύνα‐ ται μὲν καὶ τὰ πράγματα αἴτια εἶναι τοῦ λέγειν, οὐ μὴν αὐτὰ εἶναι τὰ λεγόμενα· καὶ γὰρ καὶ περὶ μὴ παρόντων πραγμάτων λέγομεν καὶ περὶ γε‐ γενημένων καὶ περὶ μελλόντων, ἔδει δὲ τοῦ λόγου ὄντος τοῦ περὶ αὐτῶν
20καὶ τὰ πράγματα εἶναι. εἰ δὲ οὐ συνυφέστηκε τῷ λόγῳ τὰ πράγματα, οὐκ ἂν εἴη ταῦτα τὰ λεγόμενα· καὶ γὰρ ἔστι λέγειν καὶ ἀνύπαρκτα οἷον ἱπποκενταύρους καὶ τραγελάφους, λέγουσι δὲ λόγους καὶ οἱ μαινόμενοι καὶ οἱ παράφρονες, ὥστε εἴπερ τὰ λεγόμενα ἦν τὰ πράγματα, κἀκεῖνοι ἂν κατὰ πραγμάτων ἔφερον τὸν λόγον καὶ οὐδὲν ἂν μὴ ὑφεστηκὸς ὠνομάζομεν. ἔτι
25φησίν, εἰ ἀληθὴς ὁ λόγος καὶ ψευδὴς ἐκ τῶν πραγμάτων, οὐκ ἂν δύναιτο ἄλλο μὲν εἶναι τὸ λεγόμενον, ἄλλο δὲ τὸ ποιοῦν τὸ ψεῦδος καὶ τὸ ἀληθές, ὥστε ταῦτα ἂν εἴη τὰ λεγόμενα, ἅπερ αἴτιά ἐστι τοῦ αὐτοτελοῦς λόγου. τούτῳ τῷ ἐπιχειρήματι χρώμενος ὁ Σωσιγένης θαυμάζω πῶς οὐ συνεῖδεν, ὡς εἰ μὲν πᾶς λόγος ἀληθὴς ἦν ἢ ψευδής, ἔδοξεν ἄν τι λέγειν κατασκευ‐
30άζων ὅτι τὰ πράγματά ἐστι τὰ λεγόμενα· εἰ δέ ἐστί τις λόγος μήτε ἀλη‐7

8

θὴς μήτε ψευδής, ἔστι δὲ λέγειν καὶ κατὰ μηδενὸς ὑποκειμένου φερόμενον, πῶς ἔστι τούτῳ τῷ ἐπιχειρήματι διϊσχυρίζεσθαι; ἔπειτα ἄλλο μέν ἐστι τὸ περὶ πράγματος λέγειν καὶ ποιεῖν περὶ αὐτοῦ ἀληθῆ ἢ ψευδῆ λόγον, νῦν δὲ ζητοῦμεν, τίνα ἐστὶ τὰ λεγόμενα. πρὸς τούτοις ἔστω καὶ τὸ πρᾶγμα
5αἴτιον τοῦ ἀληθοῦς καὶ ψευδοῦς λόγου, ἀλλ’ οὐ διὰ τοῦτο ἐξ ἀνάγκης ἀκο‐ λουθήσει τὸ τὰ πράγματα εἶναι τὰ σημαινόμενα· δύναται γὰρ καὶ γίνεσθαι μέν τις, εἴ γέ τις συγχωρήσειεν, ἀληθὴς ἢ ψευδὴς λόγος διὰ ταῦτα, ἄλλα δέ τινα εἶναι τὰ ὑπὸ τοῦ λόγου σημαινόμενα· οὐ γὰρ ἐπεὶ δεκτικός ἐστι τοῦ ἀληθοῦς ἢ ψευδοῦς ὁ λόγος, διὰ τοῦτο ἐκ τῶν πραγμάτων ἢ ἀληθὴς
10ἢ ψευδὴς γεγένηται· κατὰ συμβεβηκὸς μὲν γὰρ αὐτῷ ὑπάρχει τὸ ἀληθεῖ εἶναι ἢ ψευδεῖ, κατ’ οὐσίαν δὲ τὸ σημαίνειν τόδε τι προηγουμένως. ἀλλ’ ἔστι, φησί, καὶ μετὰ τὸ λεχθῆναι τὰ πράγματα οἷον ἵππος φέρε ἢ βοῦς ἢ λίθος, εὔδηλον ὅτι ταῦτά ἐστι τὰ σημαινόμενα· οὐ γὰρ ἂν ἦν παυσα‐ μένου τοῦ λόγου. καίτοι τὸ ἐναντίον εἴποιμ’ ἄν, ὅτι οὕτως οὐκ ἔστι τὰ
15λεγόμενα τὰ πράγματα, οὐδὲ πρὸς πρῶτα αὐτὰ ὁ λόγος ἔχει σχέσιν. ὁ μὲν γὰρ λόγος ὁ περὶ αὐτῶν λέγων παρῆλθε, τὰ δὲ πράγματα μένει· εἰ δὲ ἦν τὰ σημαινόμενα τὰ πράγματα, ἔδει κἀκεῖνα μὴ εἶναι τοῦ λόγου παρ‐ ελθόντος. νῦν δὲ ὁ μὲν λέγων ἔστι καὶ ἀκούων, ἐὰν οὕτω τύχῃ, τὰ δὲ πράγματα, περὶ ὧν ὁ λόγος, οὐκ ἔστι. καίτοι εἰ τὸ ποιοῦν ἀναγκαῖον εἶναι
20τότε, ὅτε καὶ τὸ πάσχον πάσχει, ἀνάγκη καὶ τὸ λεγόμενον εἶναι τότε, ὅτε καὶ τὸ ἀκοῦον ἀκούει· εἰ δὲ ἔστι μὲν ὁ λέγων καὶ ὁ ἀκούων, τὰ δὲ πράγ‐ ματα οὐκ ἔστιν, ὅταν περὶ τῶν γεγενημένων ὁ λόγος ᾖ, πῶς οἷόν τε τὰ πράγματα εἶναι τὰ σημαινόμενα; περὶ μὲν δὴ τῶν πραγμάτων οὕτω διει‐ λήφαμεν· ἂν δὲ λέγῃ τις ὅτι ἡ λέξις ἐστὶν ἡ λεγομένη (καὶ γὰρ καὶ πλεί‐
25ους δύνανται ταύτης ἀκούειν καὶ δύναται καὶ ὄντων καὶ μὴ ὄντων πραγ‐ μάτων εἶναι καὶ λέγεσθαι), ἐροῦμεν ὅτι ἄλλο μέν ἐστι τὸ διὰ ταύτης σημαί‐ νεσθαί τι, ἄλλο δὲ τὸ αὐτὴν ταύτην ὑπό τινος σημαίνεσθαι· εἰ μὲν γὰρ τὸ τῇ φωνῇ προφέρειν τοῦτο ὑπειλήφαμεν εἶναι τὸ λέγειν, αἱ λέξεις λέγον‐ ται, ἐπεὶ διὰ φωνῆς προφέρονται· εἰ δὲ τὸ ὀνομάζειν τὸ ὄνομα οὐκ ἔστι
30λέγειν, ἀλλὰ διὰ τοῦ ὀνόματος ἄλλο τι, οὐδ’ ἂν τὸν λόγον εἴη λέγειν, ἀλλὰ
ἄλλο τι διὰ τοῦ λόγου, ὥστε νῦν ζητοῦμεν τί ἐστὶ τὸ σημαινόμενον διὰ8

9

τοῦ λόγου, οὐ τί διὰ τῆς φωνῆς προφερόμεθα. ἀλλ’ ὥσπερ, φησί, τὸ βα‐ δίζειν τοῦ βαδίζοντός ἐστιν ἐνέργεια καὶ τὸ γράφειν τοῦ γράφοντος, οὕτω καὶ τὸ λέγειν τοῦ λέγοντος, ὁ δὲ λέγων λόγους καὶ μόρια τοῦ λόγου διέρ‐ χεται, καὶ ταῦτα ἂν εἴη τὰ λεγόμενα. ἀλλὰ φήσαιμ’ ἂν ὡς ἄλλο ἐστὶν
5ἐνέργεια, ἄλλο τὸ ὑπὸ τῆς ἐνεργείας ἀποτελούμενον· οὐ γὰρ τὸ οἰκοδόμημα ταὐτόν ἐστι τῇ ἐνεργείᾳ τοῦ οἰκοδόμου οὐδὲ τὸ ζωγράφημα ταὐτὸν τῇ ἐνεργείᾳ τοῦ ζωγράφου, ἀλλ’ ἕτερα τὰ ἀποτελέσματα· ὥστε καὶ τὸ λέγειν ἐνέργημα ὂν τοῦ λέγοντος ἄλλο ἔχει τὸ ὑπὸ τοῦ ἐνεργήματος σημαινόμενον. πάλιν φησὶν ὅτι τὸ λέγειν ἀπὸ τῆς λέξεως καὶ τοῦ λόγου παρωνύμως εἴ‐
10ρηται, ὥστε καὶ οὕτω συμβαίνοι ἂν τὰς λέξεις εἶναι τὰ λεγόμενα. καὶ ἀπ’ αὐτοῦ δὲ τούτου ἐλέγχοιτ’ ἂν τὸ νῦν ζητούμενον· εἰ γὰρ παρωνύμως ἀπὸ τοῦ λόγου τὸ λέγειν εἴρηται, οὐκ ἂν τοὺς λόγους λέγοιμεν, εἴπερ μήτε τὴν βάδισιν βαδίζομεν μήτε τὴν ὑγίειαν ὑγιαίνομεν μήτε τὰς πράξεις ἢ τὰς ποιήσεις πράττομεν ἢ ποιοῦμεν. πάλιν οἱ τὰ ἀμφίβολα προφερόμενοι καὶ
15τὰ ὁμώνυμα ἕνα μὲν λόγον λέγουσι, πλείονα δὲ σημαίνουσιν, ὥστ’ οὐκ ἂν εἶεν αἱ λέξεις αἱ σημαινόμεναι. ἔτι ὅταν ἀσαφῶς τις εἴπῃ, τῶν μὲν ὀνο‐ μάτων ἀκούομεν, ἃ δὲ λέγει, φαμὲν μὴ συνιέναι, ὥστε οὐκ ἂν εἴη τὰ ὀνό‐ ματα τὰ λεγόμενα καὶ σημαινόμενα ἀλλὰ ἄλλο τι. τί δ’ ἂν εἴποιμεν περὶ τῶν ἀσήμων φωνῶν, ὁπότε ἡ μὲν λέξις λέγεται, οὐδὲν δὲ σημαίνει; πάλιν
20ἐπὶ τῶν πολυωνύμων πλείω μὲν τὰ ὀνόματα, ἓν δὲ τὸ πρᾶγμα, ὥστε εἰ μὴ τὸ αὐτό ἐστι ταῖς λέξεσι τὸ πρᾶγμα, ἄλλο τι ἂν εἴη παρ’ αὐτὰ τὰ λεγόμενα. ταῦτα μὲν δὴ οὕτως ἑκατέρωθεν γεγύμνασται· μόνα δὲ σημαι‐ νόμενα οἱ ἀρχαῖοι λέγουσι τὰ νοήματα, ἐπειδὴ περὶ τῶν πραγμάτων ἐστὶ ταῦτα καὶ ἀπὸ τῶν πραγμάτων. προηγουμένως μὲν τὰ νοήματα, κατὰ
25δεύτερον δὲ λόγον καὶ τὰ πράγματα σημαίνεται· οὐ γάρ ἐστι τὸ ἀληθὲς ἢ ψεῦδος ἐν τοῖς πράγμασιν, ἀλλ’ ἐν διανοίᾳ καὶ ἐν ταῖς διεξόδοις τοῦ νοῦ. λέγει γοῦν αὐτὸς Ἀριστοτέλης ἐν τῷ τρίτῳ τῶν Περὶ ψυχῆς οὕτως· ‘ἡ μὲν
τῶν ἀδιαιρέτων νόησις οὔτε ἀληθὴς οὔτε ψευδής, ἐν οἷς δὲ ἤδη τὸ ψεῦδος9

10

καὶ τὸ ἀληθές, σύνθεσίς τις ἤδη τῶν νοημάτων‘. τὰ νοήματα ἄρα ἐστὶ τὰ πρώτως σημαινόμενα καὶ λεγόμενα· περὶ γὰρ τῶν γεγονότων καὶ τῶν μὴ ὄντων νοήσεις ἡμῖν γίνονται, ἃς ἑρμηνεύοντες λέγομεν. καὶ ψευδὴς καὶ ἀληθὴς λόγος οὐκ ἂν γένοιτο, εἰ μὴ ἐκ τῶν νοημάτων τὸ ἀληθὲς ἢ
5ψεῦδος ὁ λόγος δέξαιτο· πρῶτος γὰρ λόγος ὁ ἐν τῇ διανοίᾳ, ἀφ’ οὗπερ εἰκὸς καὶ τὸ λέγειν αὐτὸ καὶ τὸν ἐν τῇ φωνῇ λόγον προσαγορεύεσθαι. πάλιν αἱ ἀμφιβολίαι καὶ ὁμωνυμίαι καὶ πᾶσαι ὅσαι περὶ τὴν λέξιν ἀπάται γίνον‐ ται τῷ νοήματα πλείω γίνεσθαι συμβαίνουσιν, ἐπειδὴ ἐπ’ ἄλλο καὶ ἄλλο ἡ διάνοια πίπτει· εἰ οὖν ἓν μὲν τὸ ὄνομα, νοήσεις δὲ τούτου πλείους, καὶ
10τὰ λεγόμενα πλείω. ἔστι δὲ τὸ αὐτὸ καὶ ἐκ τοῦ ἐναντίου ἀποδεῖξαι· κἂν γὰρ μέθυ καὶ οἶνον εἴπω, κατ’ ἄμφω μία ἐπίνοια, καίτοι ἕτερα τὰ ὀνό‐ ματα καὶ οὐ τὰ αὐτά. αἵ γε μὴν ἄσημοι φωναὶ ἄντικρυς διαρρήδην δει‐ κνύουσιν, ὅτι τὰ νοήματά ἐστι τὰ σημαινόμενα· λέγομεν γὰρ τὸν τοιοῦτον μηδὲν λέγειν, ἐπειδὴ οὐδὲν νοεῖν ἐνδέχεται οὔτε τὸν λέγοντα οὔτε τὸν ἀκού‐
15οντα κατὰ τὰς τοιαύτας φωνάς. τούς γε μὴν τερετίζοντας οὐδέν φαμεν λέγειν τῷ μηδὲν εἶναι νοεῖν. ὅλως δὲ τὰ ἄλλα ζῷα οὐδεὶς ἂν εἴποι λέγειν δηλονότι τῷ διανοίας μὴ κοινωνεῖν· ὥστε ἡμῖν γε ἐκ πάντων τούτων εὔ‐ δηλον εἶναι, ὅτι τὰ νοήματά ἐστι τὰ σημαινόμενα πρώτως, δευτέρως δὲ τὰ πράγματα. ἔστι γὰρ ἡ κατηγορία ἡ σημαίνουσα λέξις τὸ Σωκράτους
20φέρε νόημα, οὐκ ἄλλως μέντοι τῆς Σωκράτους φαντασίας ἢ ὡς Σωκράτους τοῦ μὲν νοήματος κινήματος ὄντος ἀμεροῦς καὶ ἁπλοῦ τῆς † ψυχικῆς καὶ ἐνεργείας οὐκ ἐν πάθει θεωρουμένης, τῆς δὲ φαντασίας ἐν πάθει φανείσης, διεξόδου τινὸς οὔσης καὶ διανύσεως αὐτοῦ. οὐ λέγω δ’ ὅτι ἡ διανόησίς ἐστι φαντασία (περὶ γὰρ τῶν ἀσωμάτων νοήσεις μέν εἰσιν, οὐκ εἰσὶ δὲ
25φαντασίαι), ἀλλ’ ὅτι ὑποτρέχει ἡ φαντασία τὴν νόησιν. οὐκ αὐτὰ οὖν τὰ ὄντα αἱ κατηγορίαι, ἀλλ’ αἱ σημαίνουσαι λέξεις τὰ νοήματα καὶ τὰ πράγματα. ὅταν γὰρ λέγωσι, τὸ ζῷον κατὰ τοῦ ἀνθρώπου κατη‐ γορεῖται, λέγουσιν ὅτι ἡ σημαντικὴ λέξις τοῦ ζῴου, ἥτις ἐστὶ τὸ ζῷον ὄνομα, κατὰ τοῦ σημαινομένου νοήματος ὑπὸ τῆς ἄνθρωπος λέ‐
30ξεως καὶ τοῦ ὑποκειμένου τούτῳ πράγματος κατηγορεῖται· τὸ γὰρ κατη‐ γορεῖσθαι τῶν σημαντικῶν φωνῶν ἦν ἴδιον, αἳ σημαίνουσι τὰ νοήματα
καὶ τὰ πράγματα.10

11

δ. Ἀλλὰ δὴ πῶς μέλλομεν διαγινώσκειν τὰς προτιθεμένας λέξεις πότερον ὑπὸ τὰς κατηγορίας πίπτουσιν ἢ οὔ; δὸς οὖν τι κριτήριον, ἵνα τὰ μὴ ὑποπίπτοντα τῇ τῶν κατηγοριῶν διαιρέσει διακρίνωμεν. Φημὶ δὴ ὅτι τὸ σημαντικὸν πᾶν γένος προϋπάρχειν δεῖ ὡς ὑποκεί‐
5μενον καὶ ἐν ἀρχαῖς τάξαι ἐν τῇ τοιαύτῃ διαιρέσει· οὐ γὰρ οἷόν τέ ἐστιν οὐδέποτε ἄνευ τοῦ τοιούτου τρόπου τῆς φωνῆς κατηγορεῖσθαί τι ὡς ἕτερον καθ’ ἑτέρου. οὐκοῦν εἴ τι ἄσημόν ἐστι μόριον καθ’ αὑτὸ οἷον τὸ βλίτυρι ἢ κατὰ ἀναφορὰν ἐφ’ ἕτερον σημαντικὸν ὡς αἱ οὕτως καλούμεναι ἐπανα‐ φοραί, αἵτινες κατὰ τὴν ἐπὶ τὰ ἀόριστα μόρια ἀναφορὰν δηλοῦσί τι ὡς ἡ
10ἐκεῖνος φωνὴ ἐπὶ τὸ τὶς ἀναγομένη, ἢ εἴ τι συσσημαντικὸν εἴη μεθ’ ἑτέ‐ ρου ὡς τὰ ἄρθρα καὶ οἱ σύνδεσμοι, οὐδαμῶς τὰ τοιαῦτα ἐν ταῖς κατη‐ γορίαις θείη ἄν τις δικαίως. πάλιν τοίνυν μετὰ τῆς πρὸς τὸ πρᾶγμα σχέσεως καὶ τῆς κατὰ τὰ πράγματα διαφορᾶς βούλεται ἡ κατηγορία κυρίως εἰδοποιεῖσθαι, ἐπειδὴ προηγουμένως ἡ σημαντικὴ λέξις τῆς πρώτης ἔχεται
15χρείας τοῦ λόγου, καθ’ ἣν τὰ πράγματα δηλοῦν ἀλλήλοις ἐφιέμεθα, οἷον ἡ μὲν ἄνθρωπος λέξις πρὸς οὐσίαν ἔχει τὴν σχέσιν, ἡ δὲ λευκότης πρὸς ποιότητα, καὶ αἱ ἄλλαι ὁμοίως. ἐὰν οὖν λέξις οὕτως σχηματισθῇ, ὡς μὴ τῆς πρώτης εἶναι σημασίας τοῦ λόγου, ἀλλὰ τοῖς οἰκείοις μέρεσι τὸν ἐπι‐ βάλλοντα χαρακτῆρα ἀφορίζειν, ὡς διόθεν, οἴκοθεν, κάλλιστα, ὀρθότατα,
20σοφώτατα, ποιητικώτατα, ἢ κατὰ τὴν τῶν νοημάτων πρὸς ἄλληλα ἐπιπλο‐ κήν, ὥσπερ ἐπὶ τῆς ἀκολουθίας τοῦ ὑποθετικοῦ οἷον τοῦ ‘εἰ ἡμέρα ἐστί‘, καὶ τῆς μάχης τοῦ διαιρετικοῦ οἷον ‘ἤτοι ἡμέρα ἐστίν‘, οὐκ ἂν γένοιτο λέξις οὐδ’ ἡτισοῦν τούτων προσήκουσα ταῖς κατηγορίαις· ἅπασαι γὰρ αἱ τοιαίδε χρεῖαι τοῦ λόγου παντάπασιν ἀφίστανται τῆς τῶν κατηγοριῶν προηγουμένης
25πρὸς τὰ πράγματα συντάξεως. πάλιν εἴ τις ἄρρητος εἴη κίνησις τῆς δια‐ νοίας ὡς ἐπὶ τῶν στεναγμῶν καὶ βρυχημάτων, ἢ εἴ τις ἄναρθρος ψόφος ὡς ἐπὶ τῶν ποππυσμάτων, ἢ εἴ τις ἀφάνταστος φωνὴ ὡς ἐπὶ τῶν τερε‐ τισμάτων, ἢ εἴ τι ὄνομα μηδὲν πρᾶγμα δηλώσειεν, οὐδαμῶς οὐδὲν τούτων ἐστὶ κατηγορία· οὐδαμῇ γὰρ διασώζουσι τὴν ἰδιότητα τῆς κατηγορικῆς οὐ‐
30σίας. ἔτι τοίνυν αἱ ἀνωτάτω τῶν γενῶν διαστάσεις ἢ εἰ οὕτω τις βού‐ λοιτο λέγειν τῶν γενικωτάτων λέξεων οὐδὲν ἔχουσι κοινὸν πρὸς ἀλλήλας· οὔκουν οὐδὲν ἕξουσιν οὐσιῶδες ἐφ’ ἑαυτῷ ὂν ἢ λεγόμενον κατηγόρημα ἕτερον ἀνωτέρω. κατὰ δὴ τοῦτον τὸν διορισμὸν δεῖ τοὺς ὀρθῶς θηρεύον‐
τας τὰς κατηγορίας μήτε τὸ ὂν ὡς κοινὸν καθ’ ὅλων ἀποδεικνύναι (εἰ δὲ11

12

μή, οὕτω οὐκέτι ἔσονται δέκα, ἀλλ’ εἰς ἓν γένος συναχθήσονται), μήτε τὴν κίνησιν κατὰ τοῦ ποιεῖν καὶ πάσχειν ὡς κοινὸν κατηγορεῖν· οὐ γὰρ ἔτ’ ἔσται δύο γένη ταῦτα, ἀλλ’ ἓν τὸ συναμφότερον ἡ κίνησις. καὶ τὸ ἁπλοῦν καὶ ἀσύνθετον, ἐάν τέ τις ἐν τοῖς τῶν ὄντων γένεσιν αὐτὸ ἐπισκοπῇ, ἄν
5τ’ ἐπὶ τῶν γενικωτάτων σημαντικῶν λέξεων, ἐάν τε καὶ συναμφοτέρως, πανταχῇ οὑτωσὶ τὸν χαρακτῆρα ἀφορίζει τῶν κατηγοριῶν· οὔτε οὖν τὰ σύνθετα οἷον Δίων περιπατεῖ οὔτε τὰ ὑποσύνθετα οἷον † ξυστρόπων οὔτε τὰ κατὰ συγκοπὴν ἢ ἀποκοπὴν λεγόμενα οὔτε τὰ πεποιημένα ὀνόματα οὔτε τὰ παρεσχηματισμένα οὔτε τὰ ἐπίθετα οὔθ’ ὅσα ποιητικῆς ἢ ῥητορικῆς
10ἴδια θεωρεῖν, οὐδαμοῦ προσήκει τι ταῖς κατηγορίαις· ἄλλης γὰρ θεωρίας τῆς περὶ τὴν λέξιν καὶ δευτέρας τὰ τοιαῦτα γινώσκειν. ἡ δὲ κατηγορία τὴν προηγουμένην σημασίαν βούλεται θηρεύειν τῶν λέξεων καὶ τὰς προη‐ γουμένας οὐσιώδεις κοινότητας τῶν ὄντων, αἵτινες ἐν τοῖς ἀνωτάτω γένεσι θεωροῦνται, ἀλλ’ οὐχὶ τὰς κατὰ συμβεβηκὸς ἄλλως θεωρουμένας δευτέρας
15κοινὰς ἐπινοίας. οἱ μὲν σχηματισμοὶ καὶ αἱ ἐπίνοιαι ἐπ’ ἄπειρον δυνάμεναι προϊέναι ἄχρηστοί εἰσι πρὸς ἐπιστήμην, αἱ δὲ γενικαὶ σημαντικαὶ λέξεις ἢ αἱ τῶν πρώτων γενῶν περιλήψεις ἐν ἀπείρῳ τὸ πεπερασμένον παραδιδοῦσαι ἐμποιοῦσιν εἴδησιν ἀκριβῆ τοῦ τε λόγου ἐν ταὐτῷ καὶ τῶν ὄντων. διόπερ ταύταις χρηστέον ταῖς ἀφορμαῖς ὡς εἰκότως μάλιστα σπουδαζομέναις ὑπὸ
20τῶν τοῦ λόγου τε καὶ τῆς οὐσίας φιλοθεαμόνων. οὔτε ἄρα τὸ τροπικὸν ἢ μεταφορικὸν ὄνομα ὡς τὸ ‘ἀνεχαίτισεν‘ ἢ ‘πόδα νείατον Ἴδησ‘, ἀλλ’ οὐδὲ οἱ τρόποι οἷον τὸ ἐξ ἀνάγκης καὶ ἐνδέχεσθαι καὶ ὑπάρχειν, οὔτε οἱ προσ‐ διορισμοὶ ὥσπερ τὸ πᾶς ἢ οὐδεὶς ἢ τὸ τὶς ἢ οὐχί τις ὑπὸ τὰς κατηγορίας ταχθήσεται· οὐδὲν γὰρ ὅ τι τῶν τοιούτων ἀφωρισμένην ἰδίαν πραγμάτων
25ἔχει φύσιν· διόπερ ἄν τις αὐτὰ εὐλόγως ἀποδοκιμάσειεν ὡς οὐκ ἐφαρμό‐ ζοντα τῷ τῶν νῦν προειρημένων σκοπῷ τῶν κατηγοριῶν. οἶμαι τοίνυν καὶ τὸ πρὸς ἀλήθειαν βλέπον τοῦ λόγου καὶ ἐν ᾧ κυρίως τὸ ἀληθεύειν ἢ ψεύ‐ δεσθαι περιέχεται, τοῦτο προηγουμένως συναρμόζειν ταῖς κατηγορίαις. ὅσα δὴ οὖν δύναται μόρια τῆς σημαντικῆς φωνῆς εἰς κατηγορικὴν
30ἁπλῆν πρότασιν ληφθέντα τοὺς ὅρους, ἐξ ὧν συνέστηκε, κυρίως ἀποτελεῖν, ταῦτ’ ἂν εἴη τῶν κατηγοριῶν ἐχόμενα. ποιησώμεθα δὲ
ὑπὲρ σαφηνείας κατ’ ἐρώτησιν καὶ ἀπόκρισιν τὸν λόγον· πολλῆς γὰρ12

13

οὔσης περὶ τούτων ζητήσεως κάλλιον ἐνδιατρῖψαι τῷ προκειμένῳ· ἐρώτα τοίνυν εἰ βούλει. Τὸ ὂν ποίας ἐστὶ κατηγορίας; Οὐδεμιᾶς.
5Διὰ τί; Ὅτι ὁμώνυμόν ἐστι κατὰ τῶν δέκα. Τί δαί, τὸ ἓν ποίας ἐστὶ κατηγορίας; Καὶ τοῦτο οὐδεμιᾶς. Διὰ τί;
10Ὅτι καὶ τοῦτο δεκαχῶς λέγεται, ὁσαχῶς τὸ ὄν. Τῷ δὲ ἑνὶ τὸ ἐναντίον πλῆθος, τίνος οὖν κατηγορίας τὸ πλῆθος; Οὐδεμιᾶς. Διὰ τί; Ὅτι καὶ τὸ πλῆθος δεκαχῶς, οὐσία οἷον ἄνθρωποι, ποσὸν οἷον τρι‐
15πήχεις, ποιὸν οἷον λευκοί, πρός τι οἷον πατέρες, καὶ ἐπὶ τῶν λοιπῶν. Πάλιν τὸ μὴ ὂν ποίας κατηγορίας ἐστί; Διττῶς λέγεται τὸ μὴ ὄν, τὸ μὲν πάσης τῆς φύσεως ἄρσις, ὅπερ ἐστὶ πάντῃ μὴ ὄν, οὔτε οὐσία οὔτε ποιὸν οὐδέ τι τῶν λοιπῶν, ἢ τὶ δὲ μὴ ὄν, οἷον μὴ ποιόν, μὴ οὐσία, ἀλλ’ ἄλλο τι οἷον πρός τι.
20 Ποίας οὖν ἑκάτερον μὴ ὂν κατηγορίας ἐστί; Τὸ μὲν πάντῃ μὴ ὂν οὐδεμιᾶς· ἀνύπαρκτον γάρ ἐστι· τὸ δὲ τὶ μὴ ὂν δεκαχῶς καὶ αὐτὸ λέγεται, τὸ μὲν ὡς μὴ οὐσία, τὸ δὲ ὡς μὴ ποιόν, καὶ ἐπὶ τῶν λοιπῶν. Τὸ δὲ ἔστι ποίας ἐστὶ κατηγορίας;
25Καὶ τοῦτο οὐδεμιᾶς. Διὰ τί; Ὅτι ὁμώνυμόν ἐστι κατὰ τῶν δέκα. Τὸ δὲ ταὐτὸν καὶ τὸ ἕτερον τίνος κατηγορίας ἐστί; Καὶ τούτων ἑκάτερον δεκαχῶς λέγεται· ταὐτὸν γὰρ ἢ οὐσία πρὸς
30οὐσίαν ἢ ποιὸν πρὸς ποιὸν ἢ ποσὸν πρὸς ποσὸν καὶ ἐπὶ τῶν λοιπῶν. ἐὰν δὲ ἐναλλὰξ λαμβάνηται, πλείω ἔσται, οὐσία πρὸς ποσὸν καὶ οὐσία πρὸς πρός τι καὶ ἐπὶ τῶν λοιπῶν, ἄλλα δέκα ταῦτα γίνεται σημαινόμενα, καὶ ἐὰν ἀπὸ τοῦ ποιοῦ, ἐννέα ἄλλα, ποιὸν πρὸς ποσὸν καὶ ποιὸν πρὸς πρός τι, καὶ ἀπὸ τοῦ ποσοῦ ὀκτώ, καὶ ἀπὸ τοῦ πρός τι ἑπτὰ καὶ ἤδη ἐπὶ τῶν λοιπῶν κατὰ
35τὸ ἀνάλογον. ὁμοίως δὲ καὶ τὸ ἕτερον δεκαχῶς, ἢ οὐσία πρὸς οὐσίαν ἢ13

14

ποιὸν πρὸς ποιὸν ἢ ποσὸν πρὸς ποσὸν καὶ ἐπὶ τῶν λοιπῶν. τὰ δὲ ἐναλλὰξ κατὰ τὴν αὐτὴν ἀναλογίαν πλείω. Ἑκάστη δὲ τῶν κατηγοριῶν τὶ ἐστί; Ναί.
5 Πῶς οὖν ἑκάστη τί; Δεκαχῶς, τὸ μὲν ὡς οὐσία τί, τὸ δὲ ὡς ποιὸν τί, ἡ δὲ ὡς ποσόν, ἡ δὲ ἐπὶ τῶν ἄλλων. Ὁ δὲ ὅρος τὸ τί ἐστι δηλοῖ; Καὶ μάλα.
10 Ποῖον δή τι; Δηλοῖ ὁ ὅρος τὴν ὡς ἰδιότητα. Ποίαν ἰδιότητα; Καὶ αὕτη δεκαχῶς, ἡ μὲν ὡς οὐσίας ἰδιότης, ἡ δὲ ὡς ποσοῦ, ἡ δὲ ὡς πρός τι, ἡ δὲ ὡς ποιοῦ καὶ ἐπὶ τῶν λοιπῶν.
15 Εἷς οὖν ἐστιν ὁ ὅρος; Οὔ· ἀλλὰ καὶ οὗτος δεκαχῶς ὁσαχῶς καὶ τὸ ὄν. Διὰ τί; Εἰ γὰρ ὁ ὅρος τὴν ἑκάστου ἰδιότητα παρίστησι, δεκαχῶς δὲ τὸ ὄν, δεκαχῶς καὶ ἡ ἰδιότης.
20 Ὁ δὲ ὅρος ἐκ γένους ἐστὶ καὶ ἰδίου, καὶ ποίου γένους καὶ ποίου ἰδίου; Δεκαχῶς πάλιν καὶ τὸ γένος καὶ τὸ ἴδιον. ὅσαι γὰρ αἱ κατηγορίαι, τοσαῦτα γένη, καὶ ὅσαι κατηγορίαι τοσαῦτα ἴδια. Διαφέρει δὲ γένος κατηγορίας; Τῇ μέν, τῇ δὲ οὔ.
25 Πῇ μὲν διαφέρει καὶ οὐ διαφέρει; Τῇ μὲν ἐπὶ ὑποκείμενον ἀναφορᾷ οὐ διαφέρει (τὰ γὰρ ὑποκείμενα δέκα εἰσί), καθόσον δὲ αἱ μὲν κατηγορίαι φωναί εἰσι, τὰ δὲ γένη φύσεις, διαφέρει. ὡσαύτως δὲ καὶ ἡ διαφορά· ἑκάστου γὰρ γένους ἐστὶ διαφορά, δεκαχῶς δὲ τὸ γένος. καὶ ἡ διαίρεσις δὲ γένους οὖσα εἰς εἴδη τομὴ
30δεκαχῶς ἂν εἴη, ὁσαχῶς καὶ τὸ γένος τέμνεται. καὶ τὸ εἶδος εἰς ἴσα τέμνεται. Πῶς οὖν, εἰ πολλαχῶς λέγεται τὸ γένος, ὅρον Ἀριστοτέλης δίδωσιν αὐτοῦ ‘τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατη‐ γορούμενον‘;
35Ὅτι οὐδὲν κωλύει τῶν πολλαχῶς λεγομένων πολλαχῶς ὅρον14

15

λεγόμενον ἀποδοῦναι· ὡς γὰρ τὸ γένος δεκαχῶς, καὶ τὸ ἐν τῷ τί ἐστι κατηγορούμενον πολλαχῶς. Ἀλλ’ εἰ τριχῶς τὸ ταὐτὸν εἴρηκεν Ἀριστοτέλης (ταὐτὸν γὰρ ἢ γένει ἢ εἴδει ἢ ἀριθμῷ), πῶς δεκαχῶς εἴρηται τὸ ταὐτό;
5 Ὅτι καὶ τὸ γένει ταὐτὸ δεκαχῶς, οἷον οὐσίᾳ μὲν ταὐτὸν ὡς ἄνθρωπος, ἵππος (γένει γάρ, τῷ ζῴῳ, ταὐτά, οὐσία δὲ τὸ ζῷον), ποσῷ δὲ οἷον γραμμή, ἐπιφάνεια (μεγέθει γὰρ ταὐτά ἐστι ποσά), † πρός τι δὲ διπλάσιον, ποιῷ δὲ οἷον λευκόν, μέλαν (χρῶμα γὰρ ἑκάτερον [τὸ αὐτό]), καὶ ἐπὶ τῶν λοιπῶν. ὁμοίως δὲ τὸ εἴδει ταὐτὸν δεκαχῶς, ἢ τῇ οὐσίᾳ
10ἢ τοῖς λοιποῖς, καὶ τὸ ἀριθμῷ δὲ ὁμοίως. ὡσαύτως δὲ καὶ τὸ ἕτερον δεκαχῶς. εἰρηκότος δὲ αὐτοῦ εἶναί τι τριχῶς γένει, εἴδει, ἀριθμῷ, λέγω ὅτι καὶ τὸ γένει ἕτερον καὶ τὸ εἴδει καὶ τὸ ἀριθμῷ δεκαχῶς, τὰ δὲ ὑπο‐ δείγματα δῆλα. Τὸ διχῶς καὶ τριχῶς καὶ τὸ διχθά, τριχθά, τετραχθὰ εἰς ποίαν κα‐
15τηγορίαν ἀνάξομεν; Ἤδη πολλάκις εἰρήκαμεν, ὅτι τῶν λέξεων αἱ μὲν τῆς πρώτης ἔχονται σημασίας, αἱ δὲ εἰς τὴν δευτέραν ἀνάγονται χρείαν τοῦ λόγου, ἃς οὐκέτι προσποιεῖται ἡ τῶν κατηγοριῶν πρόθεσις. διὸ εἰ μέν τις καὶ ταύτας εἰς τὰς πρώτας ἀνάγοι νοήσεις, ἀφ’ ὧν ὁρμηθεῖσα ἡ διάνοια
20κινήματα τοιαῦτα ἀπεγέννησε, τοῦ ποσοῦ λέγοι ἂν εἶναι ταῦτα· εἰ δὲ ἀποτέμνοιτο ταῦτα τῶν πρώτων νοήσεων, αἳ τοῖς πράγμασι συνήρτηντο, οὐκ ἀπαιτητέον, τίνος ἂν εἶεν γένους τῶν κατηριθμημένων κατηγοριῶν. Τὸ ὅλον καὶ τὸ μέρος εἰς ποίαν κατηγορίαν τάξομεν; Τῆς δευτέρας τοῦ λόγου χρείας ἔχεται καὶ ταῦτα. χεὶρ μὲν γὰρ καὶ
25κεφαλὴ πρῶτα ὀνόματα, ὅτι δὲ ἡ χεὶρ καὶ ἡ κεφαλὴ μέρη ἐστὶν ὅλου καὶ ὡς μέρη ὀνομάζονται, δευτέρα κίνησις λεκτικῆς μηνύσεως· Σωκράτης μὲν γὰρ τῆς οὐσίας προσηγορία, ὅτι δὲ τὸ Σωκράτης ὄνομα, δευτέρα θέσις ὀνόματος ἐπὶ τῇ πρώτῃ. οὕτως οὖν ἔχει καὶ τὸ ὅλον καὶ τὸ μέρος, καὶ διὰ τοῦτο παραιτητέον εἰς τὰς κατηγορίας αὐτὸ ἀνάγειν· εἰ δ’ ἄρα,
30πρός τι τοῦτο τάξομεν· ὅλου γὰρ μέρος τὸ μέρος καὶ τὸ ὅλον ἐκ τῶν μερῶν ὅλον. Τὸ καθόλου καὶ τὸ καθάπαξ καὶ τὸ ἄρδην εἰς ποίαν κατηγορίαν
ἀνάξομεν;15

16

Ταῦτα τῶν κατηγοριῶν ἐξῄρηται· κατὰ μετοχὴν γὰρ πρώτων τινῶν καὶ ἀρχετύπων κατηγοριῶν ἀναφέρεται. Τὸ ταὐτὸν καὶ τὸ ἕτερον καὶ τὸ ἴδιον καὶ τὸ ἀλλότριον καὶ τὸ κοινὸν καὶ τὴν ἀδιαφορίαν τήν τε ἀμφιβολίαν καὶ τὴν συνωνυμίαν ποῦ
5τάξομεν; Εἴρηται μὲν ὅτι κατὰ πάσας ἕκαστον τούτων λέγεται· ἐπεὶ δὲ ὀνομάτων ἐστὶ καὶ τῆς δευτέρας ὄντα θέσεως τῶν ὀνομάτων φαίνεται, τῶν κατηγοριῶν ἐκπίπτει. ἤδη γὰρ πολλάκις εἰρήκαμεν, ὅτι αἱ κατηγορίαι κατὰ τὸ σημαντικὸν τῶν ἐν τοῖς οὖσι διαφορῶν ὑφίστανται· διὸ καὶ μᾶλλον
10ἀξιοῦμεν τὰ ἄτομα καὶ ἔχοντα δεῖξιν θεωρεῖν ὡς κυριώτερα ἐν ταῖς κατη‐ γορίαις καὶ μᾶλλον ἀποπληροῦν αὐτῶν τὴν ἐπαγγελίαν δυνάμενα. τούτων τοίνυν διωρισμένων ἄξιον ἐπιστῆσαι πρὸς τὴν τελεωτάτην ἐπιστήμην ἀνα‐ φέροντας αὐτῶν τὴν εἴδησιν. ε. Τί δήποτε περὶ τῶν κατηγοριῶν εἰπεῖν προθέμενος οὐ περὶ τούτων
15λέγειν ἄρχεται, ἀλλὰ περὶ ὁμωνύμων καὶ συνωνύμων καὶ παρωνύμων, καί‐ τοι ἐν ταῖς ἄλλαις συγγραφαῖς εἰωθὼς ἀεὶ τοῦ σκοποῦ ἔχεσθαι καὶ μηδὲν περαιτέρω τῶν εἰς τὴν ὑπόθεσιν τεινόντων λέγειν; Ἐροῦμεν ὅτι οὐ συμμετρεῖται τῷ πλήθει τῶν πραγμάτων τὰ ὀνό‐ ματα, οὐδ’ ὅσα τὰ πράγματα, τοσαῦται καὶ αἱ ἐπ’ αὐτοῖς σημαντικαὶ λέξεις
20οὔτε καθ’ ἕκαστον οὔτε κοινῶς κατὰ γένος, ἀλλ’ ὅπου μὲν ὑπερβάλλει, ὅπου δὲ ἐνδεῖ τὰ ἕτερα τῶν ἑτέρων· καὶ γὰρ ἑνὸς πράγματος πολλάκις εὑρίσκε‐ ται πλείω τὰ ὀνόματα καὶ πραγμάτων πλειόνων ἓν ὄνομα κατ’ οὐδὲν κοινὸν καὶ ταὐτὸν κείμενον, ὥστε ἐπὶ τὴν προτεθεῖσαν λέξιν τὴν ἁπλῆν καὶ ἀσύνθετον χρὴ σκοπεῖν, εἰς ποίαν κατηγορίαν ἀνάγεται. διὰ τοῦτο περὶ
25ὁμωνύμων, συνωνύμων καὶ παρωνύμων διαλαμβάνει διδάσκων ἡμᾶς πανταχόθεν ἐπισκοπεῖν, μή τι ταῖς λέξεσι τοιοῦτο συμβέβηκεν, ὥστε τὰ οἰκείως προτετάχθαι ὀφείλοντα πρῶτον παραδίδωσι τοῖς μέλλουσιν ἀκριβῶς τὰς κατηγορικὰς λέξεις γνώσεσθαι. ὥσπερ γὰρ ἐν ταῖς ἄλλαις ἐπιστήμαις προλαμβάνομέν τινα, ὧν ἄνευ χαλεπὸν καὶ ὅλως ἀδύνατον
30ἦν γνῶναι τὸ προκείμενον, οὕτως κἀνταῦθα πρὸ τῆς εἰς τὰς κατη‐ γορίας διαιρέσεως προλαμβάνομέν τινα συντελεῖν μέλλοντα εἰς τὴν σαφή‐ νειαν τῶν ἑξῆς. ϛ. Οὔκουν ἔδει πρὸ τοῦ περὶ τῶν καθολικῶν λέξεων καὶ Ἀρχύταν
λέγειν, ἃς ἡμεῖς κατηγορίας ὀνομάζομεν, ταῦτα προειληφέναι;16

17

Ἢ μήποτε οὐδὲ κατὰ νοῦν γίνεται τὸν Πυθαγορικὸν ἡ τοιαύτη διαί‐ ρεσις· ἐπεὶ γὰρ φύσει διορίζονται τὰ ὀνόματα κεῖσθαι τοῖς πράγμασι, πᾶσαν τὴν ἀνωμαλίαν τὴν περὶ τὰς λέξεις παραιτοῦνται. ζ. Ἀλλὰ ταῦτα μὲν ὑπερθώμεθα, ἐπειδὴ τὸ τοιοῦτο γένος τῶν
5ζητήσεων παρὰ τῶν τὰς Πυθαγορικὰς ὑποθέσεις θαυμαζόντων ἀπαι‐ τεῖν προσῆκεν· εἴπερ δὲ τὰ χρήσιμα προλαμβάνειν ἔδει, τί βουλόμενος μετὰ τὴν τῶν κατηγοριῶν παράδοσιν ἐπήγαγε περὶ ἐναντίων καὶ ἀντικει‐ μένων καὶ κινήσεων καὶ τῶν ἄλλων; Ὅτι, ὦ γενναῖος, τῶν μὲν ἄλλων, ὅσων ἔννοιαν οὐκ ἔχομεν, παρὰ
10τῶν ἐπιστημόνων εἰκότως προδιδασκόμεθα, τοιαῦτα δέ γε ἦν τὰ ὁμώνυμα καὶ τὰ συνώνυμα καὶ τὰ παρώνυμα· τούτων γὰρ πρόληψιν οὐκ ἔχομεν καί που πάντως ἔδει παρὰ τοῦ ἀκριβῶς τοῖς ὀνόμασι χρωμένου εἰς τὴν ἐπί‐ νοιαν ἡμᾶς προαχθῆναι· ὧν δὲ φυσικὴν ἔχομεν τὴν ἐπιβολήν, οὐ μήν πω ταύτην διηρθρωμένην, τούτων ἔδει μὲν τῇ κοινῇ ἐννοίᾳ χρήσασθαι, ἵνα μὴ
15τὸ συνεχὲς τῆς διδασκαλίας διακοπῇ, μετὰ ταῦτα δὲ ἀκριβῶς διαρθρῶσαι ἕκαστα, αὐτὰ τὰ πράγματα διαλαμβάνοντα, ἀλλ’ οὐχὶ τῇ φυσικῇ θεωρίᾳ ταῦτα σκοπούμενον. αὐτίκα ὥσπερ εἰς γένη μέν τινα τὴν διδασκαλίαν ἀνάγει περί τε ἐναντίων καὶ ἀντικειμένων καὶ τῶν ἄλλων, ἔτι τε περὶ κι‐ νήσεως καὶ τοῦ ἅμα παχυτέραις ταῖς ἐπιβολαῖς χρώμενος, τὴν 〈δ’〉 ἀκριβε‐
20στέραν θεωρίαν ἐν τοῖς Φυσικοῖς ἐκδιδάσκει. η. Τίς οὖν αἰτία τοῦ περὶ πρώτων τῶν ὁμωνύμων αὐτὸν ἀλλ’ οὐχὶ τῶν συνωνύμων μνημονεῦσαι, καίτοι τὰ μὲν ὁμώνυμα καθ’ ἓν μόνον ὄνομα κοινωνεῖ, τὰ δέ γε συνώνυμα κατ’ ἀμφότερα, τό τε ὄνομά φημι καὶ τὸν λόγον;
25 Λέγω δὴ τὸ αἴτιον εἰς αὐτὰς ἀναφέρεσθαι τὰς κατηγορίας· ἐπεὶ γὰρ ὁμώνυμοι τυγχάνουσιν αὗται, τὸ προηγουμένως κοινῇ πάσαις ὑπάρχον τοῦτ’ εὐλόγως προέταξεν· ἑκάστη μὲν γὰρ τῶν ὑφ’ ἑαυτὴν εἰδῶν κατὰ τὸ οἰκεῖον ἑαυτῆς γένος συνωνύμως κατηγορεῖται, ἁπλῶς δὲ πᾶσαι ὁμωνύμως κατηγορίαι λέγονται.
30θ. Ἀλλ’ εἰ πρόκειται αὐτῷ περὶ τῶν λέξεων εἰπεῖν τῶν τε ἄλλων
καὶ τῶν ὁμωνύμως ἐχουσῶν, διὰ τί περὶ μὲν ὁμωνυμίας οὐδὲν λέγει, περὶ17

18

ὁμωνύμων δὲ διδάσκει τῶν κατὰ τὴν σχέσιν τῶν πραγμάτων ἐπινοουμένων ἔχειν τὸ διττὸν τῆς σημασίας; Ὅτι ἀπὸ τῶν πραγμάτων διαφόρως ἐχόντων διακρίνεται ὁδῷ προϊόντων ἡμῶν καὶ ἡ ὁμωνυμία. ἀφ’ ὧν οὖν πρώτως λαμβάνει τὴν
5σύστασιν καὶ ἅπερ ἐστὶ κυριώτατα αὐτῆς αἴτια καὶ ἐν οἷς ἔχει τὸ εἶναι ἡ ὁμωνυμία, ταῦτα προηγουμένως ἀναδιδάσκει, ὧν νοουμένων ὁμοῦ καὶ ἡ λέξις ὡς οὖσα ὁμώνυμος συνθεωρεῖται· ὅταν γὰρ ᾖ πλείονα ταῦτα, εὐθὺς συναποδείκνυται καὶ τὰ ὀνόματα ὥσπερ πλεοναχῶς λεγόμενα. δι’ ὧν οὖν ἡ εὕρεσις ῥᾴστη καὶ ἀνυσιμωτάτη γίνεται, ταῦτα προὔθηκεν εἰκότως. ταῦτα
10δέ ἐστι τὰ πράγματα κύρια ὄντα τοῦ ποιεῖν τὴν ὁμωνυμίαν, ὥστε κατὰ τὰς διαφορὰς τῶν πραγμάτων παραστήσας τὰ ὁμώνυμα συνακολουθοῦντα τούτοις ἔχει καὶ τὸν περὶ τῆς ὁμωνυμίας λόγον. ι. Ἀλλ’ εἰ τὸ μόνον διχῶς λαμβάνεται, ἢ ὡς ἓν ὥσπερ ‘μόνος ὁ ἥλιοσ‘ ἢ ὡς πρὸς ἀντιδιαστολὴν ἑτέρων ὡς ‘τὸ χιτῶνα μόνον ἔχειν‘, ὅταν
15λέγῃ· ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔ‐ νομα λόγος τῆς οὐσίας ἕτερος, ἤτοι τὸ μόνον σημαίνει αὐτῷ τὴν πρὸς τὸν λόγον ἀντιδιαστολὴν ἢ οὐ σημαίνει. ἀλλ’ εἰ μὲν σημαίνει, περιττὰ τὰ λοιπά, εἰ δὲ οὐ σημαίνει, περιττὸν τὸ μόνον. Φημὶ δὴ οὖν τὰς προσθήκας σαφηνείας χάριν λαμβάνεσθαι, ἧς μάλιστα
20χρὴ φροντίζειν τοὺς λέγοντας. κἀνταῦθα τοίνυν τὸ ἀμφίβολον τοῦ μόνου σαφηνίζει τὸ ἐπαγόμενον· ὡς γὰρ ὁ εἰπὼν ‘οὗτος χιτῶνα μόνον ἔχει‘ σα‐ φέστερον ἐποίησε τὸ λεγόμενον ἐν τῷ προσθεῖναι ‘ἱμάτιον δὲ οὐκ ἔχει‘, οὕτως καὶ ὁ τῷ μόνῳ προσθεὶς τὸ ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐ‐ σίας ἕτερος οὐκ ἀτόπως τοῦ σαφοῦς ἐφρόντισεν.
25 ια. Ἀλλ’ εἴποιμ’ ἂν ὅτι οὐ μόνον τὸ ὄνομα τῶν ὁμωνύμων κοινὸν ἀλλὰ καὶ ἄλλα πλείω (τοῖς γοῦν Αἴασιν οὐ μόνον τὸ ὄνομα κοινὸν ὑπάρχει, ἀλλὰ καὶ τὸ Ἕλλησιν εἶναι καὶ στρατηγοῖς καὶ φίλοις)· πῶς οὖν εἶπεν ὧν ὄνομα μόνον κοινὸν καίτοι τοῖς ὁμωνύμοις πολλῶν κοινῶν ὑπαρχόντων;
30 Ὅτι οὐ, τί πρόσεστι τοῖς Αἴασι κοινόν, σκοπούμεθα κατὰ τὰς λέξεις ἢ κατὰ τὸ γένος, ἀλλὰ καθόσον ἀλλήλοις ὁμώνυμοι μόνον, ὥστε ἡ προ‐ σθήκη ἀναγκαία ἡ τοῦ μόνου· κατὰ γὰρ τὸ ὄνομα μόνον ὁμώνυμον τὸ ὁμώνυμον. ιβ. Ἀλλ’ εἰ τὸ κοινὸν τῶν πολλαχῶς λεγομένων· καὶ γὰρ τὸ εἰς
35μέρος ἀδιαίρετον ὡς ὁ ἵππος καὶ ὁ οἰκέτης κοινός, καὶ τὸ διαιρούμενον,18

19

τοῦτο δὲ διαφόρως, ἢ τὸ ἐν προκαταλήψει ἑκάστου † τὸ ἠγνοημένον, μετὰ δὲ τὴν χρῆσιν ἀναπεμπόμενον 〈εἰς τὸ〉 κοινόν, οἷον δή ἐστι τὸ βαλανεῖον καὶ τὸ θέατρον, καὶ τὸ μετὰ τὴν νέμησιν ἑκάστου ἴδιον γιγνόμενον, ὡς τὰ λάφυρα τῶν πολεμίων τοῖς στρατιώταις. ὧν δὴ τρόπων τῆς κοινότητος
5κατ’ οὐδένα τοῖς ὁμωνύμοις προσεῖναι δυναμένων ἀναγκαίως ἡ ὕπαρξις αὐ‐ τῶν ἀναιρεῖται· οὔτε γὰρ ὡς ἀδιαιρέτου μετέχει τοῦ ὀνόματος τὰ ὁμώνυμα ὡς ἵππου καὶ ἀνθρώπου, ἃ παρὰ μέρος εἰς χρῆσιν ἔρχεται (οὐδὲν γὰρ κωλύει πολλοὺς ἅμα τῷ αὐτῷ ὀνόματι χρῆσθαι), οὔτε ὡς διαιρουμένου (οὐ γὰρ κατὰ συλλαβὰς ἡ μετοχὴ τοῦ ὀνόματος)· εἰ δὲ μήτε ὡς ἀδιαιρέτου
10μήτε ὡς διῃρημένου, πῶς οἷόν τε κοινὸν εἶναι τὸ ὄνομα; Ἀλλ’ ὁ ταῦτ’ ἀπορῶν ἠγνόηκεν ὅτι τοῦ ἀδιαιρέτου τὸ μὲν παρὰ μέρος εἰς χρῆσιν λαμβανόμενον λέγουσιν ὥσπερ τὸν ἵππον καὶ τὴν λύραν, τὸ δὲ ἀθρόως καὶ ἀμερίστως πλείοσιν ὑπάρχειν δυνάμενον ἀδιαίρε‐ τον παραλείπουσιν, ὅπερ ἐστὶ τρόπος τῆς ἐπὶ τοῦ ὀνόματος κοινωνίας·
15αὐτῷ γὰρ τῷ μὴ διαιρεῖσθαι τούτῳ καὶ πάρεστι πᾶσι τοῖς μετέχουσιν αὐτοῦ. ιγ. Ἀλλ’ εἰ τὸ ὄνομα σημαντικόν ἐστιν ἀπροσδεῶς, οὗπέρ ἐστιν ὄνομα (εἰ γὰρ προσδέοιτό τινος ἑτέρου πρὸς τὸ σημῆναι, οὐδ’ ἂν ὄνομα εἴη), τὸ δὴ κοινὸν πλειόνων οὐχ ἑνός ἐστι σημαντικόν. ἄδηλον γάρ ἐστι,
20τί τῶν πολλῶν βούλεται σημῆναι· ὁ γὰρ εἰπὼν κύνα, ὅτι μὲν οὐ βοῦς οὐδ’ ἵππος οὐδ’ ἄνθρωπος τὸ σημαινόμενον ἐδήλωσεν, τίνα δὲ κύνα βούλεται δηλοῦν, οὐ σημαίνει. τὸ δὲ ὄνομα τὸ σημαντικόν ἐστιν, ὥστε οὐκ ἂν εἴη ὄνομα κοινὸν πλειόνων· εἰ δὲ τοῦτο, οὐδὲ ὁμώνυμον ὅλως ἔσται τι πρᾶγμα· τὰ γὰρ ὁμώνυμα βούλεται ὑπὸ κοινοῦ τινος σημαίνεσθαι ὀνόμα‐
25τος πλείω ὄντα πράγματα. εἰ δὲ προσθήκης δεῖται τὸ ὄνομα πρὸς τὸ σημῆναι ἓν ἐκ τῶν πολλῶν ὃ βούλεται, πάλιν ὁ τοῦ ὁμωνύμου λόγος ἀνα‐ τρέπεται· οὐκέτι γὰρ διαμένει κοινόν, ὅταν τῇ προσθήκῃ τῆς διαφορᾶς ἴδιόν τινος γένηται, οἷον ὅταν τῷ κυνὶ προσθῶμεν τὸ χερσαῖον ἢ θαλάτ‐ τιον, ὥστε οὐ μόνον οὐ διαμένει τὸ ὄνομα κοινόν, ἀλλ’ οὐδὲ ὅλως ἐστὶν
30ὄνομα διαφορὰν προσλαβόν. Τὸ μὲν περίεργον τῆς ἀπορίας φευκτόν, λυτέον δὲ ὅμως αὐτὴν
καὶ οὐκ ἀρνητέον. τὸ γὰρ κοινὸν τοῦ ὀνόματος κακῶς εἴληπται· οὐ γὰρ19

20

οὕτως εἶπεν Ἀριστοτέλης τὸ κοινόν, ὡς τὴν λύραν καὶ τὸν ἵππον, ἀλλ’ ὡς τὴν κοινὴν φωνὴν τὴν ἐν τῷ θεάτρῳ, ἥτις ἡ αὐτὴ καὶ μία οὖσα εἰς διαφόρων ἀκοὰς ἀφικνεῖται ὅλη· καὶ γὰρ ἐνταῦθα τοὔνομα ἓν καὶ ταὐτὸν ὂν κατὰ διαφόρων πραγμάτων τέτακται.
5 ιδ. Εἰ δέ τις λέγοι πᾶν αἰσθητὸν τρεπτόν, πᾶν τρεπτὸν ἀλλοιωτόν, πᾶν ἀλλοιωτὸν οὐδέποτε μένει ταὐτόν, ἀλλ’ ἄλλοτε ἄλλο γίνεται, ἐάν τε ἐν πλείοσιν ἐάν τε ἐν ἑνὶ τὴν ἀλλοίωσίν τις λαμβάνῃ, τὸ δὲ ἀλλοιούμενον κοινὸν εἶναι ἀδύνατον (διαμένειν γὰρ δεῖ τὸ κοινόν· εἰ γὰρ μὴ διαμένοι, ἴδιον ἑκάστου γίνεται τὸ καθῆκον εἰς ἕκαστον), τὸ δὲ ὄνομα αἰσθητόν,
10αἰσθητὴ γὰρ ἡ φωνή· ὥστε οὐδὲ κατὰ τοῦτ’ ἂν εἴη κοινὸν ὄνομα· εἰ δὲ μὴ τοῦτο, οὐδὲ ὁμωνύμων. αἰσθάνομαι μὲν οὖν καὶ αὐτός, ὡς σοφισμα‐ τώδης ἐστὶν ἡ τοιαύτη ἀπορία, ὅμως δὲ λύσιν αὐτῆς δοθῆναι βούλομαι. Φημὶ δὴ ἠγνοηκέναι αὐτούς, ὅτι τὸ κοινὸν οὐχ οὕτως ἐρρέθη, ὡς τὸ μεριστὸν εἰς πλείω, ἀλλ’ ὡς ὅλον ἑκάστου ταὐτόν, καὶ οὐχ ἕτερον μὲν τού‐
15του ἄλλο δὲ τούτου, ὡς ἰδίαν εἶναι περιοχὴν σχημάτων τὴν τῆς ὁμωνυμίας κοινότητα. καὶ ᾧ λόγῳ μένει τὸ ἴδιον ἑκάστου ὄνομα, καὶ τὸ κοινὸν δια‐ μένει. ἔπειτα καὶ τὸ τρεπτὸν εἰ καὶ κατὰ τῆς φωνῆς ὡς σώματος ἐλήφθη, ἀλλ’ οὐ κατά γε τοῦ ὀνόματος καλῶς ἂν λαμβάνοιτο· ἀμετάβλητον γὰρ δεῖ τοῦτο μένειν.
20 ιε. Ἐπεὶ δὲ οὐ μόνον τούτοις μέμφονται, ἀλλὰ καὶ περιττότητα ἐγκαλοῦσι τῇ ὑπογραφῇ, ἄξιον καὶ τοῦτο ἐπισκέψασθαι. ἤρκει γάρ φασιν εἰπεῖν· ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν, οἱ δὲ ὅροι ἕτεροι. Ἀλλ’ εἰ μὴ προσετέθη ὁ δὲ κατὰ τοὔνομα τῆς οὐσίας λόγος,
25ἐνῆν τὰ αὐτὰ ὁμώνυμα καὶ συνώνυμα ἀποφαίνειν ὡς τοὺς Αἴαντας· μὴ γὰρ ἀποδιδομένου τοῦ ὅρου κατὰ τὸ ὄνομα εἷς καὶ ὁ αὐτὸς ὅρος ὡς ἀν‐ θρώπων ἐγίγνετο, ὥστε ἐφαίνοντο συνώνυμοι. ιϛ. Ἀλλὰ τί δήποτε οὐκ εἶπεν ὁ δὲ κατὰ τοὔνομα ὅρος ὁ αὐ‐ τός, ἀλλ’ ὁ λόγος τῆς οὐσίας;
30 Ὅτι οὐ πάντα ὅροις δηλοῦται τὰ πράγματα ἀλλὰ καὶ ὑπογραφαῖς, διόπερ ἀκριβῶς λόγον τῆς οὐσίας ἀντὶ ὅρου παρέλαβεν. ιζ. Ἐπεὶ δὲ βιάζονταί τινες τὰ ὁμώνυμα συνώνυμα ἀποδεικνύναι, φέρε καὶ τοῦτο διάρθρωσον· φασὶ γὰρ ὡς εἰ συνώνυμά ἐστιν ὧν τό
τε ὄνομα καὶ ὁ κατὰ τοὔνομα λόγος ὁ αὐτός, τὰ δὲ ὁμώνυμα καὶ ὄνομα20

21

ἔχει ταὐτὸν (καλεῖται γὰρ ὁμώνυμα) καὶ λόγον ἐπιδέχεται τὸν τοῦ ὁμω‐ νύμου, συνώνυμα ἔσται τὰ ὁμώνυμα. ἀλλὰ μὴν καὶ τὰ συνώνυμα πολὺ πρότερόν ἐστι συνώνυμα· πάντα ἄρα ἔσται συνώνυμα. Ἔδει μὲν πρὸς τοὺς οὕτως ἐπιτηδευομένους λόγους μηδὲ ἐπιχει‐
5ρεῖν, πλὴν ἵνα μὴ δοκῶσί τι λέγειν, οὕτως αὐτοῖς ἀπαντήσωμεν. οὐδὲν γὰρ κωλύει τὰ πράγματα κατὰ ἄλλο μὲν εἶναι ὁμώνυμα, κατ’ ἄλλο δὲ συνώ‐ νυμα· ὥσπερ οὖν καὶ ἐνταῦθα πάντα γε τὰ ὁμώνυμα καλεῖται ὁμώνυμα, οἷον οἱ Αἴαντες· ἑκάτερός τε γὰρ αὐτῶν Αἴας καὶ ἑκάτερος ὁμώνυμος, καὶ καθὸ μὲν Αἴαντες οὐδὲν ἔχοντες προσὸν αὐτοῖς πρᾶγμα κοινόν, ὁμω‐
10νύμως λέγονται, καθὸ δὲ ὁμώνυμοι κοινὸν ἔχοντες λόγον συνώνυμοι γίνονται. ιη. Ἀλλὰ δὴ τοῖς ἐλλιπῶς ἔχειν τὴν ὑπογραφὴν τῶν ὁμωνύμων λέγουσι πῶς ἂν ἀπαντήσαιμεν; φασὶ γὰρ ὡς εἰ τὸ ὁμώνυμον οὐκ ἐν μόνῃ τῇ οὐσίᾳ ἐστὶν ἀλλὰ καὶ ἐν ποιῷ καὶ ἐν ποσῷ καὶ τοῖς ἄλλοις γένεσι (καὶ γὰρ ἐπ’ ἐκείνων ὁμωνύμως ἔστιν εἰπεῖν), πῶς ἐν τῷ λόγῳ
15τοῦ ὁμωνύμου εἶπεν ὁ δὲ κατὰ τοὔνομα τῆς οὐσίας λόγος; φαίνεται γὰρ ἐλλιπῶς εἰρηκώς, εἴ γε ἐν ἅπασι τοῖς γένεσι τῆς ὁμωνυμίας οὔσης ὁ λόγος οὗτος τὰ ἐν τῇ οὐσίᾳ μόνῃ ὁμώνυμα περιορίζει. Πρῶτον μὲν οὖν οὐκ ἐν ἅπασι τοῖς ἀντιγράφοις τὸ ὁ δὲ λόγος τῆς οὐσίας πρόσκειται, ὡς καὶ Βόηθος μνημονεύει καὶ Ἀνδρόνικος. εἰ
20δὲ καὶ προσκείμενον εἴη τὸ ὁ δὲ λόγος τῆς οὐσίας ἕτερος, διότι παρὰ τοῖς πλείστοις οὕτως εὑρίσκεται γεγραμμένον, ἀλλ’ ὀρθῶς γε ἔχει προσ‐ κείμενον. εἰ γὰρ ὁ λόγος ὁμώνυμον (λόγος γάρ τις καὶ ὁ συλλογισμὸς καὶ ἡ ἐπαγωγή, διαφέρει δὲ τούτων ὁ τῆς οὐσίας δηλωτικὸς λόγος), καλῶς ἐποίησε προσθεὶς τὸ ὁ δὲ λόγος τῆς οὐσίας ἕτερος. πρὸς δὲ τούτοις οὐ τῆς
25οὐσίας μόνον εἶναι λεγομένης ἀλλὰ καὶ τῶν συμβεβηκότων ὄντων λεγομένων εἰκότως λόγον τῆς οὐσίας εἶπεν, οὐκ οὐσίας μόνον μνημονεύων ἀλλὰ καὶ τῶν ἄλλων γενῶν, καθὸ καὶ ταῦτα ὄντα λέγεται· ὁ γὰρ τὴν ἑκάστου τῶν συμβεβηκότων ὕπαρξιν δηλῶν λόγος τῆς οὐσίας ὀρθῶς ἂν λέγοιτο λόγος. ἔπειτα καὶ λόγον οὐσίας τὴν ὑπόστασιν τῶν ὁμωνύμων ἀκούειν προσῆκε.
30ιθ. Καὶ μὴν εἰ τὰ συνώνυμα καὶ λόγου τοῦ αὐτοῦ καὶ ὀνόματος
μετέχει, τί δήποτε περὶ τούτων προτέρων εἰπεῖν παρῆκε, τῶν δὲ ὁμωνύ‐21

22

μων ἐμνημόνευσεν; ἔτι δὲ εἰ περὶ τῶν ἀνωτάτω γενῶν μέλλει ποιεῖσθαι τὸν λόγον, τοῖς δὲ γένεσιν ὑπάρχει τὸ συνωνύμως τῶν ὑπ’ αὐτὰ κατη‐ γορεῖσθαι, ὁμωνύμως δὲ οὔ, ὑπάρχει μὲν αὐτοῖς τὸ συνώνυμον, τὸ δ’ ὁμώ‐ νυμον οὔ· προηγεῖται δὲ πανταχοῦ τὸ ὑπάρχον τοῦ μὴ ὑπάρχοντος, ὥστε
5πρότερον ἐχρῆν περὶ τῶν συνωνύμων δεῖξαι, εἶτα περὶ τῶν ὁμωνύμων. Ὅτι τὸ ὂν οὐχ ὥσπερ ἄλλοις δοκεῖ συνώνυμον, ἀλλ’ ὁμώνυμον κατὰ Ἀριστοτέλην. εἰ οὖν αὐτὸ τὸ ὂν ὁμώνυμον, προηγεῖται κατ’ αὐτὸν ἡ τοῦ ὁμωνύμου διδασκαλία καὶ ἡ τοῦ μὴ ὑπάρχοντος ἐπίδειξις· δεῖ γὰρ διαστείλασθαι πρῶτον τὴν ὁμωνυμίαν, εἶθ’ οὕτως εἰς ἀριθμὸν ἀγαγόντα
10καὶ ὁρισάμενον τὰ γένη καθ’ ἕκαστον λοιπὸν ἐπιδεικνύναι, πῶς τῶν ὑπ’ αὐτὸ συνωνύμως κατηγορεῖται. κ. Εἰσί τινες τοίνυν οἳ μέμφονται τῇ τῶν κατὰ συμπλοκὴν καὶ ἄνευ συμπλοκῆς διαιρέσει. οὐ γὰρ πάντως ἄνευ συμπλοκῆς ἢ μετὰ συμ‐ πλοκῆς τὰ λεγόμενα· τὸ γὰρ ‘ἄνθρωπος περιπατεῖ‘ οὐ μετὰ συμπλοκῆς
15(οὐ γὰρ μετὰ συμπλεκτικοῦ συνδέσμου), τὸ δὲ ‘ἄνθρωποσ‘ ἢ ‘βοῦσ‘ οὐκ ἄνευ συμπλοκῆς· σύνθεσιν γάρ τινα συλλαβῶν καὶ στοιχείων ἔχειν καὶ τὰ ὀνόματα. Φαμὲν δὴ ὅτι οἱ μόνην συμπλοκὴν τὴν μετὰ συμπλεκτικοῦ συν‐ δέσμου προφορὰν λέγοντες τοῖς Στωϊκοῖς ἐπακολουθοῦσιν, ὧν ἀρχαιό‐
20τερος Ἀριστοτέλης καὶ τῇ τῶν πρεσβυτέρων συνηθείᾳ χρώμενος, οἵτινες τὴν τῶν πλειόνων μερῶν τοῦ λόγου σύνοδον συμπλοκὴν ὠνόμαζον. τὸ δὲ λέγειν ὅτι μετὰ συμπλοκῆς ὁ ἄνθρωπος ἢ ὁ βοῦς, διότι σύνθεσις ἐπ’ αὐτῶν ἐστι συλλαβῶν καὶ στοιχείων, καὶ αὐτὸ οὐ καλῶς λέγεται· οὐ γὰρ τὴν τῶν στοιχείων σύνθεσιν, ἀλλὰ τὴν τῶν μερῶν τοῦ λόγου οἱ παλαιοὶ
25συμπλοκὴν ὀνομάζουσιν. κα. Ἀλλ’ εἰ καὶ ἐν ὑποκειμένῳ ἐστὶ τὸ ἔν τινι μὴ ὡς μέρος ὑπάρ‐ χον (ἀδύνατον γὰρ χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστὶν), ἀδύνατον δὲ τὸ σῶμα τόπου χωρισθῆναι, ἔσται τὸ σῶμα ἐν ὑποκειμένῳ τῷ τόπῳ. ὁμοίως δὲ καὶ τὰ ἐν χρόνῳ· οὔτε γὰρ μέρη ἐστὶν αὐτοῦ, οὔτε ἄνευ χρόνου
30εἶναι δύναται· καὶ γὰρ εἴ τις λέγοι τοῦ ἐν μέρει τόπου καὶ χρόνου χωρί‐ ζεσθαι αὐτά, ἀλλὰ τοῦ τε ἁπλῶς χρόνου καὶ τόπου οὐ χωρίζεται. Ἀλλὰ καὶ πρὸς τοῦτο ἐροῦμεν ὅτι οὐδὲν τῶν κοινῶν οὔτε τόδε οὔτε
τὶ ὑπάρχει, οὐδ’ ἔν τινι οὖν ἔσται τὸ ἐν τῷ γενικῷ ὂν τόπῳ ἢ χρόνῳ.22

23

ἔτι τὸ μὲν καθ’ αὑτό ἐστιν ἐν χρόνῳ τὸ κινούμενον καὶ μεταβάλλον, συμ‐ πορεύεται γὰρ τῷ χρόνῳ καὶ συμμεταβάλλεται· εἰ δ’ ἦν τι ἀίδιον, κατὰ συμβεβηκὸς ἂν ἦν ἐν χρόνῳ ἀκίνητον ὂν καὶ ἀμετάβλητον· χρόνου γὰρ ὄντος εἶναι λέγεται. τούτων δὴ οὕτω διῃρημένων εἰ τὸ κινούμενον ᾗ
5κινεῖται συμπαραμείβει τῷ χρόνῳ, οὐκ ἂν εἴη ἔν τινι κυρίως οὐδὲ ἐν χρόνῳ. εἰ γὰρ μηδ’ ἐν τόπῳ κινούμενον, οὐδὲ ἐν χρόνῳ ἂν εἴη· ὅμοιον γὰρ ὡς ἂν εἰ ἐκινεῖτο. τότε γὰρ πολὺ μᾶλλον οὐκ ἂν εἴη ἐν τόπῳ ἀμφοτέρων καθ’ αὑτὰ κινουμένων. τοιοῦτον οὖν πέπονθε καὶ πρὸς τὸν χρόνον· οὐδέτερον γὰρ ὑπομένει, ὥστε οὐκ ἔσται τὸ ἕτερον ἐν τῷ
10ἑτέρῳ, οὔτε ἐν τῷ κατὰ μέρος οὔτε ἐν τῷ γενικῷ. εἰ δὲ καὶ ἐν χρόνῳ ῥητέον, κοινότερον, ἀλλ’ οὐκ ἐν τῷ ὡρισμένῳ ῥηθήσεται· οὔτε γὰρ κινήσεως οὔτε χρόνου ἐστὶ δεῖξις ἀμφοτέρων ἐν πλάτει θεω‐ ρουμένων καὶ κατὰ διέξοδον ὑφισταμένων καὶ κατὰ συνεχῆ τῶν μερῶν γένεσιν· τὸ μὲν γὰρ παρελήλυθεν, τὸ δὲ μέλλει. εἰ δ’ ἄρα εἴη, ἄλλο
15ληπτέον τὸ ἐν τῷ τόπῳ καὶ χρόνῳ, ἄλλο τὸ ὡς ἐν ὑποκειμένῳ τὸ ἐπὶ τοῦ χρώματος. κβ. Εἰ τὰ συμπληροῦντα τὴν ἑκάστου οὐσίαν μέρη ἐστίν (αὕτη γὰρ μέρους ἔννοια τὸ συμπληρωτικὸν εἶναι τὸ μέρος τῆς οὐσίας), συμ‐ πληροῖ δὲ τοῦ μὲν ἁπλῶς λεγομένου σώματος τὴν οὐσίαν χρῶμα καὶ σχῆμα
20καὶ ποσότης (οὐδὲν γὰρ ἄχρουν ἢ ἀσχημάτιστον ἢ ἄποσον σῶμα), τοῦδε δὲ τοῦ σώματος οἷον τοῦ πυρὸς ἢ τῆς χιόνος ἡ ψυχρότης ἢ ἡ θερμότης καὶ ἡ λευκότης ἢ ἡ λαμπρότης συμπληροῦσι τὴν οὐσίαν, ἤτοι μέρη αὐτῶν ἔσται τὰ εἰρημένα καὶ εὑρίσκεται τὰ ἐν ὑποκειμένῳ ὡς μέρη ὑπάρχοντα, ἢ οὐκ ἔσται μέρη καὶ οὐ συμπληροῖ τὴν οὐσίαν.
25 Πρὸς τοῦτο τὸ ἀπόρημα ἐκεῖνο χρὴ προσειπεῖν, ὡς ἔστι τὸ ὑποκεί‐ μενον διττὸν καὶ κατὰ τοὺς ἀπὸ τῆς Στοᾶς καὶ κατὰ τοὺς πρεσβυτέρους· ἓν μὲν τὸ λεγόμενον πρῶτον ὑποκείμενον ὡς ἡ ἄποιος ὕλη, ἣν δυνάμει σῶμα Ἀριστοτέλης φησί, δεύτερον δὲ ὑποκείμενον τὸ ποιόν, ὃ κοινῶς ἢ ἰδίως ὑφίσταται· ὑποκείμενον γὰρ καὶ ὁ χαλκὸς καὶ ὁ Σωκράτης τοῖς
30ἐγγινομένοις ἢ κατηγορουμένοις κατ’ αὐτῶν. τὸ γὰρ ὑποκείμενον κατὰ πρός τι λέγεσθαι ἐδόκει (τινὶ γὰρ ὑποκείμενον), ἤτοι δὲ ἁπλῶς τῶν γινο‐ μένων ἐν αὐτῷ καὶ κατηγορουμένων αὐτοῦ ἢ ἰδίως· ἁπλῶς μὲν γὰρ ὑπο‐
κείμενον πᾶσι τοῖς γινομένοις καὶ κατηγορουμένοις ἡ πρώτη ὕλη, τισὶ δὲ23

24

ὑποκείμενον γιγνομένοις ἐπ’ αὐτοῦ καὶ κατηγορουμένοις ὁ χαλκὸς καὶ ὁ Σωκράτης. δύο τοίνυν ὑποκειμένων ὄντων πολλὰ τῶν ἐγγινομένων ὡς πρὸς τὸ πρῶτον ὑποκείμενον ἐν ὑποκειμένῳ ὄντα ὡς πρὸς τὸ δεύτερον οὐκ ἦν ἐν ὑποκειμένῳ ἀλλὰ μέρη αὐτοῦ. διότι μὲν γὰρ πᾶν χρῶμα καὶ πᾶσα
5ποιότης καὶ πᾶν σχῆμα τῆς πρώτης ὕλης ἐστὶν ἐν ὑποκειμένῳ (ἐν γὰρ ταύτῃ ὑφίσταται οὐχ ὡς μέρη αὐτῆς ὄντα καὶ ἀδύνατα χωρὶς αὐτῆς εἶναι), διότι δὲ οὐ πᾶν χρῶμα οὐδὲ πᾶν σχῆμα ἐπὶ τοῦ δευτέρου ὑποκειμένου ἐν αὐτῷ ἐστιν, 〈ἀλλ’〉 ὅταν μὴ συμπληρωτικὰ ᾖ τῆς οὐσίας, τότε ἔσται ἐν ὑποκειμένῳ. *** ἐπὶ δὲ τῆς χιόνος οὐκ ἐν ὑποκειμένῳ ἀλλ’ ὑπο‐
10κείμενον. ἡ γὰρ τῆς χιόνος λευκότης οὔτε καθ’ ὑποκειμένου λέγεται ἄλλου σώματος οὔτε ἐν ὑποκειμένῳ ἐστὶ τῷ σώματι τῆς χιόνος, ἀλλὰ συμπληροῖ τὴν οὐσίαν ὡς μέρος. Ἀριστοτέλης οὖν τὸ δεύτερον ὑποκείμενον εἰς τὴν διδασκαλίαν παραλαμβάνων πᾶν τὸ μὴ οὐσιωδῶς ὑπάρχον τινὶ ἐν ὑποκει‐ μένῳ φησὶν εἶναι, τὰ μὲν οὐσίαν συμπληροῦντα τιθεὶς ὄντα, τὰ δὲ μὴ
15τοιαῦτα μέρη μὲν οὐ λέγων, συμπτώματα δὲ καὶ παθήματα, ὡς εἶναι τοῦ μὲν πρώτου ὑποκειμένου τὰς ποιότητας συμπτώματα καὶ παθήματα καὶ τὰς ποσότητας, τοῦ δὲ δευτέρου ὡς μέρη, ὅταν συμπληρῶσιν αὐτοῦ τὴν οὐσίαν. κγ. Ἀλλ’ εἴ τις καὶ δοίη μὴ εἶναι μέρη τὰ ἐν ὑποκειμένῳ, ἀλλ’
20ἐκεῖνό γε ἄτοπον τὸ ἐν τῷ ὅρῳ τοῦ ἐν ὑποκειμένῳ δύνασθαι πολλάκις εὑρίσκεσθαι καὶ τὰ ὡς ἐν εἴδει καὶ τὰ ὡς ἐν γένει καὶ τὰ ὡς ὅλα ἐν μέ‐ ρεσι· κοινὸν γὰρ εἶναι καὶ πρὸς ταῦτα τὸν εἰρημένον λόγον τοῦ ἐν ὑποκει‐ μένῳ. οὔτε γὰρ τὸ εἶδος μέρος τοῦ γένους (δύναται γὰρ καὶ ἐξαιρεθέντος εἴδους σώζεσθαι τὸ γένος ὡς τὸ ζῷον ἐξαιρεθέντος τοῦ ἀνθρώπου), οὔτε
25δύναται ἄνευ τοῦ ζῴου εἶναι, πῶς γὰρ ἂν εἶδος εἴη γένους μὴ ὄντος; ἀλλὰ καὶ τὸ ὅλον ἐν τοῖς ἑαυτοῦ μέρεσιν ὂν οὔτε μέρος ἐστὶν αὐτῶν (ἄτοπον γὰρ τὸ ὅλον τῶν μερῶν λέγειν μέρος), οὔτε δύναται χωρὶς αὐτῶν εἶναι. πέφηνεν οὖν ὁ λόγος κοινὸς οὐ μόνον τῶν ἐν ὑποκειμένῳ, ἀλλὰ καὶ τῶν μὴ ἐν ὑποκειμένῳ.
30 Καὶ μὴν παντὶ πρόδηλον τὸ εἶδος ὅτι μέρος μὲν οὐκ ἔστιν, ὥσπερ ἡ χεὶρ τοῦ ὅλου σώματος, ὡς μέρος δὲ θεωρεῖται. ὁ δὲ Ἀριστοτέλης
οὐκ εἶπεν ὃ ἔν τινι μὴ μέρος ὑπάρχον, ἀλλὰ μὴ ὡς μέρος ὑπάρχον,24

25

ὥστε καὶ τὸ ὡς εἶδος ὑπάρχον ἀνῄρηκε διὰ ταύτης τῆς προσθήκης. τὸ δὲ ὅλον οὐκ ἔστιν ἔν τινι τῶν αὑτοῦ μερῶν, ἀλλ’ ἐν ἅπασι τοῖς ἑαυτοῦ θεωρεῖται μέρεσιν, ἐκεῖνος δὲ ἔφη ὃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον. τὸ ὅλον οὖν περιγράφεσθαι ὑπακουστέον ἀπὸ κοινοῦ τοῦ μὴ ὡς μέρος· οὐ
5γὰρ μόνον τὸ ἐπὸν οὐ δεῖ εἶναι μέρος, ἀλλὰ καὶ τὸ ὑποκείμενον μὴ μέρος εἶναι τοῦ ἐπόντος· τὸ γὰρ ὅλον ὡς ἐν πᾶσι τοῖς μέρεσι καθ’ ὑποκειμένων αὐτῶν λέγεται. κδ. Καὶ πῶς οὐκ ἄτοπον τὸ λέγειν ἄνευ τοῦ ἐν ᾧ ἐστι μὴ δύ‐ νασθαι εἶναι τὸ ἐν ὑποκειμένῳ, τῆς εὐωδίας χωριζομένης καὶ τοῦ μήλου
10καὶ τῶν ῥόδων; πολλάκις γὰρ αἱ ποιότητες διαμένουσι τῶν πρώτως αὐτὰς δεδεγμένων μηκέτ’ ὄντων, ὥσπερ καὶ τοῦ οἴνου ποθέντος ἢ τοῦ σκορόδου βρωθέντος ἡ ὀσμὴ διαμένει. Ἀλλ’ οὐκ εἶπεν ἀδύνατον χωρίζεσθαι τὰ ἐν ὑποκειμένῳ τῶν ἐν οἷς ἐστιν, ἀλλὰ χωρὶς εἶναι. ἡ γὰρ εὐωδία χωρίζεσθαι μὲν δύναται
15τῶν ῥόδων, χωρὶς δ’ εἶναι οὐ δύναται, ἀλλ’ ἢ φθείρεται ἢ μεταδίδοται εἰς ἄλλα ὑποκείμενα. ὁ δὲ καὶ τοῦδε ἔτι ἀκριβέστερον τὸ ἐφεξῆς προστί‐ θησιν· οὐ γὰρ ἐκείνου μόνου εἶπε μὴ δύνασθαι χωρὶς εἶναι τοῦ ἐν ᾧ ἦν, ἀλλ’ ἁπλῶς παντὸς ἐν ᾧ ἔστιν. ὥστε εἰ καὶ μεταλλάττοι τὰ ὑποκείμενα ἡ πρὶν ἐν τῷ μήλῳ εὐωδία ἐγγιγνομένη ἐν τῷ ἀέρι, ὅμως ἐν ὑποκειμένῳ
20τινὶ ἔσται, ἄλλοτε μέντοι ἐν ἄλλῳ, καὶ οὐδαμῶς οὐδέποτε οὐδὲν διαφεύγει τὸν ὁρισμὸν τῶν συμβεβηκότων. κε. Ἀλλὰ δὴ πῶς ἀπαντήσωμεν τοῖς ἐριστικοῖς, οἳ τὰ μὴ ὑπάρ‐ χοντα τῷ κατηγορουμένῳ λαμβάνοντες ὡς λεγόμενα κατ’ αὐτοῦ ποιοῦσι πρὸς τῷ ὑποκειμένῳ τὸν τῆς ἀποφάσεως συλλογισμόν; οἷον ὁ ἄνθρωπος
25τοῦ Σωκράτους καθ’ ὑποκειμένου κατηγορεῖται, κατὰ δὲ τοῦ ἀνθρώπου λέ‐ γεται τὸ μὴ εἶναι Σωκράτην· οὐκοῦν καὶ κατὰ Σωκράτους ῥηθείη ἂν τὸ μὴ εἶναι Σωκράτην. Πάλιν γὰρ καὶ πρὸς τούτους ὑπολογιζόμεθα, οὐχ ὡς οἱ Στωϊκοὶ λέγουσι,
τὴν τῶν ἀποφατικῶν ὑπεξαίρεσιν, ἀλλ’ ὡς Ἀριστοτέλης διδάσκει, τὴν τῶν κατ’25

26

οὐσίαν ὑπαρχόντων λῆψιν, ἣν ἐκεῖνοι οὐ παρασωσάμενοι παραλογίζονται, τὰ μὴ ὑπάρχοντα ὡς κατ’ καθ’ ὑποκειμένου λεγόμενα οὐσίαν προσλαμβάνοντες. κϛ. Εἰ δέ τις μηδ’ ὅλως καθ’ ἑτέρου λέγεσθαι τὸ γένος τοῦ εἴ‐ δους διαμφισβητήσειεν, ἐπεὶ κατὰ τὸν αὑτοῦ λόγον κατηγορεῖται τοῦ ὑπο‐
5κειμένου καὶ καθόσον κοινωνεῖ πρὸς αὐτὸ τῆς αὐτῆς οὐσίας (τὰ γὰρ γένη τῶν εἰδῶν ἐπινοίᾳ χωρίζομεν, αὐτὰ δὲ καθ’ αὑτὰ οὐχ ὑφέστηκεν, ἀλλ’ ἐν τοῖς εἴδεσι τὸ εἶναι ἔχει), πῶς ἀπαντήσωμεν; Ἢ ὅτι τὸ δοκοῦν εἶναι τούτων ταὐτὸ παραλλάττει τῇ σχέσει, ᾗ τὸ ἀκατάτακτον τοῦ κατατεταγμένου διέστηκε· καὶ ἔστι τὸ μὲν γένος μηδέπω
10καταταχθέν, ὥσπερ εἴ τις τὸν ἄνθρωπον αὐτὸν καθ’ αὑτὸν νοήσειε, τὸ δὲ εἶδος ἤδη κατατεταγμένον εἰς τὰς κατὰ μέρος διαφοράς, ὥσπερ τὸν πολί‐ την φυλέτην ἐπινοοῦμεν. κζ. Πῶς οὖν ὁ μὲν ἄνθρωπος κατὰ τοῦ Σωκράτους λέγεται, τὸ δὲ εἶδος κατὰ τοῦ ἀνθρώπου, οὐκέτι δὲ κατὰ τοῦ Σωκράτους τὸ εἶδος, καὶ
15κατὰ μὲν τοῦ ἀνθρώπου τὸ ζῷον, κατὰ δὲ τοῦ ζῴου τὸ γένος, οὐκέτι δὲ κατὰ τοῦ ἀνθρώπου τὸ γένος κατηγορεῖται; Ὅτι κατὰ τοὔνομα, οὐ μέντοι κατὰ τὸν λόγον κατηγορεῖται τὰ ἀνωτέρω κατὰ τῶν ὑποκειμένων· οὔτε γὰρ ἐάν τις ἀποδιδῷ, τί ἐστιν ἄνθρωπος, ἐρεῖ ὅτι τὸ εἶδος, οὔτε ὁ λόγος τοῦ εἴδους ἐφαρμόττει κατὰ τοῦ ἀνθρώπου.
20καὶ περὶ τοῦ γένους δὲ ὁ αὐτὸς λόγος. ἔτι τὸ μὲν εἶδος καὶ τὸ γένος ἄλλοις συμβέβηκε καὶ ἀντιδιαιρεῖται, τὸ μὲν πρὸς τὸ μὴ τῶν εἰδῶν εἶναι, τὸ δὲ πρὸς τὸ μὴ τῶν ἀτόμων εἶναι, τὰ δὲ καθ’ ὑποκειμένου λεγόμενα συμπληρωτικὰ τῆς οὐσίας ἦν. ἔτι τὰ μὲν κατὰ παντὸς λέγεται· πᾶς γὰρ ἄνθρωπος ζῷον εὐλόγως ἂν ῥηθείη, διότι οὐδέν ἐστι τῶν ὑπὸ τὸν ἄνθρω‐
25πον, καθ’ οὗ οὐ λέγεται τὸ ζῷον· πᾶς δὲ ἄνθρωπος εἶδος ψευδῶς ἂν ῥη‐ θείη, καὶ πᾶν ζῷον γένος οὐχ ὑγιῶς λέγεται· ὁ γὰρ τὶς ἄνθρωπος ἄνθρω‐ πος, οὐ μὴν εἶδος, καὶ τὸ τὶ ζῷον ζῷον μέν, οὐ μὴν γένος. οὐκ ἄρα κατὰ παντὸς λέγεται ταῦτα, ἀλλ’ ὅτι κοινότητές εἰσιν, οὕτω κατ’ αὐτῶν ῥηθή‐ σονται. καὶ ὅτι τὸ μὲν συμπληρωτικὸν ἦν τῆς οὐσίας, τὸ δὲ ἐνδεικτικὸν
30τῆς τοῦ ὀνόματος κατὰ κοινὴν σχέσιν θέσεως (οὐ γάρ ἐστιν ὁ ἄνθρωπος ἢ ὁ Σωκράτης αὕτη ἡ κοινότης ἡ κατηγορουμένη), μᾶλλον οὖν ἔοικεν αὕτη τοῦ ὀνόματος εἶναι παραστατική, παρὰ ποίαν σχέσιν ὠνόμασται ὁ ἄνθρωπος ἤτοι ζῷον, καὶ ἔστιν ὀνόματα ὀνομάτων δεύτερα προτέρων, ἀλλ’ οὐχὶ τῆς
προηγουμένης ἔχεται τῶν λέξεων σημασίας, οὐδὲ τὴν φύσιν αὐτὴν σημαίνει26

27

τῶν ὀνομαζομένων πραγμάτων, ἀλλὰ κατὰ ποῖον ὠνόμασται χαρακτῆρα ἐν‐ δείκνυται. κη. Ἀλλὰ δοκεῖ πως ἐναντίωσίν τινα ἡ παροῦσα διάταξις ἔχειν· ὅταν μὲν γὰρ λέγῃ τῶν ὑπ’ ἄλληλα γενῶν μηδὲν κωλύειν τὰς αὐ‐
5τὰς εἶναι διαφοράς, ὡς περὶ ἐνίων ἀποφαίνεται, καὶ οὐχ ἁπλῶς περὶ ἁπασῶν· ὅταν δὲ προσδιορίζῃ τὰ ἐπάνω τῶν ὑπ’ αὐτὰ κατηγορεῖσθαι καὶ ὅσαι τοῦ κατηγορουμένου διαφοραί εἰσι, τοσαύτας εἶναι καὶ τοῦ ὑποκειμένου. ὡς περὶ πασῶν καθόλου ἀποφαίνεται μηδεμίαν αὐτῶν ὑπεξαιρούμενος.
10 Δῆλον μὲν οὖν ὅτι οὐχ ὡσαύτως διορίζεται τὸ ἐπί τινων καὶ τὸ ἐπὶ πασῶν, ἀλλὰ διαφόρως· οὐσῶν γὰρ τῶν μὲν εἰδοποιῶν διαφορῶν, καθ’ ἃς εἰδοπεποίηται καὶ πεποίωται τὸ γένος, οἷον τὸ ζῷον κατὰ τὸ ἔμψυχον καὶ αἰσθητικόν, ἅπερ αὐτοῦ καὶ συμπληροῖ τὴν οὐσίαν, οὐσῶν δὲ καὶ ἄλλων διαιρετικῶν, καθ’ ἃς διαιρεῖται τὸ γένος εἰς τὰ ὑπ’ αὐτὸ εἴδη οἷον τὸ ζῷον
15εἰς τὸ λογικὸν καὶ ἄλογον, φανερὸν γέγονεν, ὅτι αἱ μὲν κατ’ οὐσίαν ὑπάρ‐ χουσαι τῷ ζῴῳ διαφοραὶ πολὺ πρότερον ὑπάρξουσι καὶ τῷ ὀρνέῳ, αἱ δὲ τέμνουσαι αὐτὸ εἰς τὰ περιεχόμενα ὑπ’ αὐτοῦ αὗται ἐνίοτε μὲν τῷ ὀρνέῳ ὑπάρξουσιν, ὅταν πρὸς αὐτὸ κοινωνῶσιν, ἐνίοτε δὲ οὐχ ὑπάρξουσι, ὅταν μὴ κοινωνῶσι πρὸς αὐτό, ὡς ἡ τοῦ λογικοῦ. ἀληθὲς ἄρα τὸ καὶ ἐνίας καὶ
20πάσας εἶναι ταύτας διαφορὰς τοῦ κατηγορουμένου καὶ ὑποκειμένου, καὶ ποίας ἑκατέρας, διεκρίναμεν. οὐκ ἄρα διορθωτέον τὴν λέξιν μεταστρέφον‐ τας ἐπὶ τἀναντία τὴν ἀπόφασιν οὕτως· ὥστε ὅσαι τοῦ ὑποκειμένου, τοσαῦται καὶ τοῦ κατηγορουμένου. ἡμάρτηται γὰρ ἡ διόρθωσις· οὐχ ὅτι γὰρ ἡ τοῦ ἀνθρώπου διαφορὰ λέγοιτ’ ἂν κατὰ τοῦ ζῴου, τὸ δίπουν
25φημὶ καὶ τὸ διαλεγόμενον καὶ τὰ ἄλλα, ἀλλὰ δῆλον ὅτι τὸ μὲν οὐδὲν κωλύει καὶ τὸ μὴ πάσας κατηγορεῖσθαι ταῖς διαιρετικαῖς προσήκει, τὸ δὲ πάσας κατηγορεῖσθαι ταῖς εἰδοποιοῖς. δοκεῖ δ’ ἐμοί γε καὶ αὐ‐ τὸς ἐνδείκνυσθαι ταῦτα, δι’ ὧν ἀντιδιαιρεῖ τὸ ἐπάνω τῷ ὑποκάτω, οὐκ ἐπὶ τῶν γενῶν μόνον τῷ τοιούτῳ διορισμῷ χρώμενος, ἀλλὰ καὶ ἐπὶ τῶν δια‐
30φορῶν. ἐπάνω μὲν οὖν ταύτας θήσομεν διαφορὰς τὰς συμπληρωτικὰς αὐ‐ τῶν τῆς οὐσίας, ὅσας καὶ οἷόν τε κατηγορεῖν ἐπὶ τῶν ὑποκειμένων, ὑπο‐ κάτω δέ, ὅσαι περιέχονται ἐν τοῖς προτέροις αὐτῶν γένεσιν, ἃς ἐνίοτε οὐχ
οἷόν τε κατηγορεῖσθαι. διέλοι δ’ ἄν τις καὶ τὰς μὲν γενικὰς προσαγορεύων27

28

διαφοράς, τὰς δὲ εἰδικάς· εἰδικὰς μὲν ὅσαι τέμνουσι τὸ γένος, καθ’ ἃς καὶ εἰδοποιεῖται τὰ ὑπὸ τὰ γένη εἴδη, γενικὰς δὲ αὖ τὰς τῶν γενῶν συμπλη‐ ρωτικὰς διαφοράς, αἷς εἰδοποιεῖται τὰ γένη. εἰσὶ μέντοι τινὲς καὶ τῶν διαι‐ ρετικῶν, ἃς οἷόν τε ὑπάρχειν τοῖς αὐτοῖς, ὡς ἐπὶ τῶν ὑπαλλήλων ἐπιδέ‐
5δεικται. κθ. Τί δ’ ἂν εἴποις περὶ τοῦ τὰ ἕτερα γένη ταῖς αὐταῖς διαφο‐ ραῖς χρῆσθαι; ἰσόπλευρα γὰρ καὶ ἀνισόπλευρα ἐπίσης ἑκάτερα σχήματα λέγεται καὶ ἓν κατ’ αὐτῶν κοινὸν ὄνομά ἐστι τὸ σχῆμα, καὶ τῶν ἀρετῶν καὶ κακιῶν διαφερουσῶν τῷ γένει τὰς αὐτὰς εἶναι διαφοράς· αἱ μὲν γὰρ
10λογικαὶ αἱ δὲ ἄλογοι κατηγοροῦνται ἐπ’ ἀμφοτέρων. Οἱ δὴ ταῦτα ἀποροῦντες διημαρτήκασι παρὰ τὴν ἄγνοιαν τοῦ ἑτέρου γένους. ταῦτα γὰρ εἰ καὶ μὴ ὑπάλληλά ἐστιν, ὅμως οὐκ ἔστιν ἕτερα, εἴ γε ὑπὸ ἓν κοινὸν γένος ὑποτάττεται, ὥσπερ ἐπὶ τοῦ εὐθυγράμμου καὶ ὑπὸ τὸ σχῆμα· καὶ ἡ ἀρετὴ τοίνυν καὶ ἡ κακία ὑπὸ τὴν ἕξιν ταχθήσεται, καὶ
15οὐκ ἔσται ἕτερα ἀλλήλων τὰ τοιαῦτα γένη. λ. Τούτοις δέ ἐστιν ὅμοια καὶ τὰ τοιαῦτα ἀπορήματα· τὸ γὰρ πεζόν φασι καὶ τὸ πτηνὸν καὶ τὸ ζῷον καὶ τὸ ὄρνεον τὰς αὐτὰς ἔχει δια‐ φορὰς ἐνίας, οὐ μόνον ἄρα ἐπὶ τῶν ὁμογενῶν καὶ τῶν ὑπαλλήλων, ἀλλὰ καὶ τῶν διεστηκότων αἱ αὐταὶ ἐνίοτέ εἰσι διαφοραί· καὶ οὕτως ψεῦδος
20ἔσται τὸ νυνὶ λεγόμενον. ἔστι δὲ καὶ πρὸς τούτους ἡ αὐτὴ ἀπάντησις· ἐροῦμεν γὰρ ὅτι κακῶς λαμβάνετε τὰ ἕτερα γένη, οὐ γὰρ τὰ ἐπὶ βραχὺ παραλλάττοντα ἀλλὰ τὰ πάντῃ διεστηκότα ἐστὶν ἕτερα. πάλιν ὅταν λέγωσι τὸ ζῷον πεζὸν καὶ τὸ ζῷον πτηνὸν τὰς αὐτὰς ἔχειν διαφοράς· ποηφάγα γὰρ καὶ σαρκοφάγα καὶ σπερμοφάγα ἐστὶν ἀμφότερα καίτοι μὴ ὄντα ὑπάλ‐
25ληλα ἀλλ’ ἀντιδιαιρούμενα· ὥστε ῥᾴδιον καὶ πρὸς τοῦτο τὸ ἀπόρημα ἀντι‐ θεῖναι τὸ αὐτό· τὸ γὰρ πεζὸν καὶ τὸ πτηνὸν ἄμφω κοινωνεῖ τοῦ ζῴου καὶ οὐ πάντῃ ἕτερα εἴληπται τὰ γένη. λα. Ἀλλὰ δὴ συντόμως ἔπελθέ μοι τὸν περὶ τοῦ εἴδους καὶ δια‐ φορᾶς λόγον.
30Τὸ μὲν οὖν εἶδος κοινοῦ ἔχεται λόγου, χωριστὸν δέ ἐστι τοῦ οἰκείου
γένους ταῖς εἰδοποιοῖς διαφοραῖς, ἴδιον δὲ πρὸς διορισμὸν ἔχει τὸ κατὰ28

29

ἀτόμων ἔχειν τὴν κοινωνίαν τοῦ λόγου, ὥσπερ τὸ γένος τὸ κατὰ εἰδῶν ἔχειν τὸ κοινόν. διαφορὰ δέ ἐστι τὸ χωρίζειν πεφυκὸς ἀπὸ τῶν ὑπὸ τὸ γένος τὰ ὑπ’ αὐτὸ τεταγμένα, καὶ ὅτῳ διαφέρει ἕκαστον τῶν εἰδῶν· κατὰ γὰρ τὸ γένος οὐ διενήνοχεν. οὐ μέντοι ἁπλῶς τὸ χωρίζον ἐστὶ διαφορά,
5ἀλλὰ τὸ ἐν τῷ εἶναι χωρίζον· οὐ γὰρ εἰ τὸ πλεῖν χωρίζει ἡμᾶς ἀπὸ τῶν ἄλλων ζῴων, ἔσται διαφορὰ τοῦ ἀνθρώπου ἡ τοῦ πλευστικοῦ· οὐ γὰρ κατ’ οὐσίαν τὸν χωρισμὸν αὕτη ποιεῖται, κατὰ συμβεβηκὸς δὲ ἄλλως. βούλεται οὖν ἡ διαφορὰ γίγνεσθαι οὐσίας μέρος· περὶ γὰρ τὴν οὐσίαν τὴν ἰδιότητα ἀφορίζει τῶν κεχωρισμένων. διαφορὰ δὲ καὶ εἶδος διαφέρει ὡς ὅλον καὶ
10μέρος· ὥσπερ γὰρ τὸ ὄνομα τὸ λογικὸν ἔχει πρὸς τὸν ὅρον, οὕτω καὶ τὸ πρᾶγμα τῆς διαφορᾶς περιέχεται ὑπὸ τοῦ εἴδους. λβ. Ἐπεὶ δὲ ἐν πᾶσιν ἀναγκαιότατόν ἐστιν εἰδέναι τὰς εὑρέσεις τῶν προτιθεμένων θεωρημάτων, καὶ ἐνταῦθα πειραθῶμεν ἐπὶ τῶν παρόν‐ των διά τινος μεθόδου τεχνικῆς τὴν εὕρεσιν αὐτῶν παραδοῦναι.
15 Ὅτι μὲν οὖν ἀπὸ τῆς κοινότητος τῆς οὐσιώδους τὸ γένος καὶ τὸ εἶδος εὑρίσκεται φανερόν. καὶ τοῦτο δὲ πρόδηλον ἤδη ἐκ τῶν προδιωρισμένων, ὅτι τὸ μὲν εἶδος τῇ κοινότητι διατείνει περὶ τὰ καθ’ ἕκαστα, τὸ δὲ γένος περὶ τὰ εἴδη καὶ ἔστι καθολικώτερον μᾶλλον. τὴν δὲ διαφορὰν εὑρίσκομεν ἀπὸ τῆς κατ’ εἴδη ἑτερότητος χαρακτηριστικῆς. ἔχει μὲν οὖν τὸ μέσον
20οὐσίας καὶ ποιότητος ἤτοι ἐξ ἀμφοῖν συνεστηκὸς ἢ τῆς οὐσίας συλλαβούσης τὸ ποιὸν ἢ ἀνάπαλιν τῆς ποιότητος τὴν οὐσίαν ἢ μεταξὺ τῆς διαφορᾶς οὔσης τῶν ποιῶν τε καὶ τῆς οὐσίας, ὡς ἐκβεβηκέναι αὐτὴν ἀμφότερα τὰ ἄκρα. δεῖ τοίνυν τὸν λόγον τῆς διαφορᾶς μηδαμοῦ ἀπέχεσθαι τῆς οὐσίας τῶν εἰδῶν (εἰ δὲ μή, γίνεται κατὰ συμβεβηκός), ἀλλ’ ὥσπερ εὑρίσκεται
25τὸ γένος ἀπὸ τῆς τῶν εἰδῶν καὶ τῆς οὐσίας κοινωνίας, τὰ δὲ εἴδη, ἡνίκα ἂν τὰ ἀριθμητὰ κοινωνῇ τοῦ εἶναι, οὕτως δὴ καὶ τὰς διαφορὰς ἀπὸ τῆς ἑτερότητος τῆς θεωρουμένης κατὰ τὰς ἰδιότητας τῆς οὐσίας περιλαμβάνε‐ σθαι· οὕτω γὰρ ἂν εὔληπτος αὐτῶν γένοιτο ἡ εὕρεσις. λγ. Ἐξήγησαι τὸ ἐδάφιον, ὅπου φησὶ τῶν ἑτέρων γενῶν ἑτέρας
30εἶναι τῷ εἴδει τὰς διαφοράς. Τῷ εἴδει εἶπεν ἀντὶ τοῦ τῷ λόγῳ, ὥσπερ καὶ ἐν τοῖς Τοπικοῖς σύν‐ ηθες αὐτῷ ταῦτα ἐπαλλάττειν ἀντὶ ἀλλήλων, βούλεται δὲ διὰ τούτου ἀκρι‐
βολογεῖσθαι περί τινος μείζονος· ἵνα γὰρ μὴ τῷ ὀνόματι προσέχοντες τὰς29

30

αὐτὰς λέγωμεν διαφορὰς σκεύους καὶ ζῴου, οἷον τὸ ὑπόπουν καὶ ἄπουν, διὰ τοῦτο προσέθηκε τῷ λόγῳ· ταῦτα γὰρ ὀνόματι μόνῳ δοκεῖ τὰς αὐτὰς διαφορὰς ἔχειν. ἢ καὶ οὕτως ἂν εἴποιμεν· ὡς ἕτεραι τῷ εἴδει εἰσὶν αἱ λαμβανόμεναι ὡς ἐν τῷ εἴδει ἑκάστου τῶν ἑτέρων γενῶν, ἐν μὲν τῷ ζῴῳ
5τοῦ ἀνθρώπου, ἐν δὲ τῇ ἐπιστήμῃ τῆς μουσικῆς λαμβανομένης, δύναται τὸ ἕτεραι τῷ εἴδει καὶ τὰς εἰδοποιοὺς σημαίνειν διαφοράς, ἵνα μὴ λάβῃ τις τὰς κατὰ συμβεβηκὸς ὡς τὸ πλεῖν τοῦ ἀνθρώπου· οὐ γὰρ αἱ ὁπωσοῦν χωρίζουσαι διαφοραί, ἀλλ’ αἱ κατὰ τὸ εἰδοποιεῖν καὶ τὸ εἶναι αὗται κυρίως εἰσὶν ἕτεραι τῷ εἴδει.
10 λδ. Λοιπὸν τοίνυν ἐστὶν ἀκριβῶς διελέσθαι, τί ποτέ ἐστι τὸ ἄτομον καὶ ἓν ἀριθμῷ. Ἄτομον μὲν οὖν λέγεται οὐχ ὡς τὸ ἀδιαίρετον καὶ ἀμέριστον, ἀλλ’ ὡς τὸ μὴ δεχόμενον τομὴν γένους εἰς εἴδη μηδὲ εἴδους εἰς τὰ καθ’ ἓν ἀριθμῷ διωρισμένα. ἓν δὲ ἕκαστον τῶν αἰσθητῶν λέγεται οὐ κατὰ μίαν
15δύναμιν, ἀλλ’ ὅτι πάντα εἰς μίαν νεύει οὐσίαν. ἐπεὶ δὲ πολλαχῶς τὸ ἓν λέγεται καὶ γένει καὶ εἴδει καὶ κατ’ ἄλλους τρόπους πλείονας, ἀφορίζει νῦν ἓν τὸ κατ’ ἀριθμὸν λαμβάνων οὐ μόνον ᾧ ἀριθμοῦμεν, ὡς συκοφαν‐ τοῦσί τινες, ἀλλὰ καὶ τὸ ἀριθμούμενον. οὕτω γὰρ καὶ τοὺς πέντε ἵππους ἐν ἀριθμῷ τινι λέγομεν.
20 λε. Ἀλλ’ εἰ εἶδός ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον, τίνι διαφέρει ὁ ἄτομος καὶ εἷς τοῦ ἀτόμου καὶ ἑνός· ἓν γὰρ ἀριθμῷ ἐστι καὶ οὗτος κἀκεῖνος. Οἱ μὲν οὖν λύοντες τὴν ἀπορίαν ταύτην κατὰ τὸ ἰδίως ποιόν, τοῦτ’ ἔστιν ὅτι ὁ μὲν φέρε γρυπότητι ἢ ξανθότητι ἢ ἄλλῃ συνδρομῇ ποιοτήτων
25ἀφώρισται, ἄλλος δὲ σιμότητι ἢ φαλακρότητι ἢ γλαυκότητι, καὶ πάλιν ἕτε‐ ρος ἑτέραις, οὐ καλῶς μοι δοκοῦσι λύειν· οὐ γὰρ ἡ συνδρομὴ τῶν ποιο‐ τήτων ἀριθμῷ ποιεῖ διαφέρειν, ἀλλ’ εἴπερ ἄρα ποιότης. μᾶλλον οὖν ἐκείνως ἀπαντητέον, ὅτι τὰ τῷ ἀριθμῷ ἕτερα οὐ διαφέρει ἀλλήλων τῇ φύσει καὶ τῇ οὐσίᾳ, ἀλλ’ ἔχει τὸ ἕτερον κατὰ τὸ ἀριθμεῖσθαι· ἕτερα οὖν ὡς ἀριθ‐
30μητά· ἐν γὰρ τῷ καθ’ ἓν ἀριθμεῖσθαι ἕκαστον ἐπέρχεται ὁ ἀριθμός. δια‐ φέροντα οὖν τῷ ἀριθμῷ δοκεῖ μοι λέγειν τοῦτ’ ἔστι διεστηκότα ὡς ἀριθ‐ μητά, ἵν’ ᾖ τὸ λεγόμενον ἐπὶ τοῦ εἴδους τοιοῦτον, ὅτι τὸ κατὰ πλειόνων καὶ διεστηκότων τῷ ἀριθμεῖσθαι εἶδός ἐστιν, ἵνα τὸ διαφέρειν ἀντὶ τοῦ διεστηκέναι λαμβάνωμεν.
35λϛ. Ἀκήκοα δέ τινων πλεονασμὸν ἐγκαλούντων τῇ τομῇ ταύτῃ, ὡς οὐ30

31

καλῶς τῷ ποιεῖν τὸ πάσχειν ἀντέταξεν· ἐχρῆν γὰρ ἀμφότερα ὑφ’ ἓν γένος εἶναι τὸ κινεῖσθαι. Ἔστι δ’ ἡ τούτου λύσις τοιαύτη· οὔτε τὸ ποιοῦν ᾗ ποιεῖ πάσχει οὔτε τὸ πάσχον ᾗ πάσχει ποιεῖ, οὐδὲ τοῖς συνθέτοις συνέρχεται τὰ δύο
5εἰς ταὐτὸ ὑπὸ τοῦ τὰς δύο ἀρχὰς εἰς ταὐτὸ συμπίπτειν. τὸ μὲν οὖν κινεῖ‐ σθαι ἐν τῷ πάσχειν ἐστί, τὸ δὲ ποιοῦν κινεῖ ἀκίνητον ὄν. ἔνια δὲ τῶν ποιούντων ἐν τοῖς αἰσθητοῖς κατὰ συμβεβηκὸς κινεῖται ἀπὸ τοῦ τὰς δύο ἀρχὰς ἐν αὑτοῖς ἔχειν, καὶ εἶναι μέν τι αὐτῶν κινοῦν, εἶναι δὲ κινούμενον ἕτερον. ἀντιδιεῖλεν οὖν τῷ ποιοῦντι τὸ πάσχειν κατὰ τὰ ἑαυτῷ περὶ τῶν
10αἰτίων δοκοῦντα. Ἄλλη πάλιν αἰτία καθ’ ἕτερον τρόπον τὴν περιττότητα αἰτιᾶται· τὰ μὲν γὰρ καθ’ αὑτά, τὰ δὲ πρός τι διαιροῦνται, καὶ ἐν τούτοις περιλαμβά‐ νειν δοκοῦσι πάντα τὰ γένη. ἄλλοι δὲ εἰς οὐσίαν καὶ συμβεβηκὸς διατέμ‐ νοντες αὐτὰ ἡγοῦνται ἀρκούντως διαιρεῖσθαι.
15 Οὐκ ὀρθῶς οἰόμενοι· οἱ μὲν γὰρ εἰς ὑποκείμενον καὶ συμβεβηκὸς δι‐ χοτομοῦντες τὰς κατηγορίας ἐφάπτονται μέν πως τῆς Ἀριστοτέλους πρώτης καὶ εἰς ἐλάχιστα τῶν γενῶν τομῆς, καὶ ταύτῃ γε οὐχ ἁμαρτάνουσιν· ᾗ δὲ παραλείπουσι τὰ καθόλου καὶ ἐν μέρει, ταύτῃ δὲ κακῶς χρῶνται καὶ ἀτελῶς τοῖς Ἀριστοτελικοῖς. οἱ δ’ αὖ εἰς οὐσίαν καὶ πρός τι ἀντιδιαι‐
20ροῦντες, ἐπειδὴ τὰ συμβεβηκότα ἄλλου ἐστί, καὶ οὕτω δύο μόνα ποιοῦντες γένη τὰς ὅλας κατηγορίας, οὗτοι δὲ ἐπιτίθενται τῇ ἐνδείᾳ τῶν ὀνομάτων· ᾗ γὰρ συμβεβηκότα οὐ πάντα ἐστὶν ἄλλου, ἀλλὰ ἓν μόνον τὸ αὐτῷ λεγό‐ μενον πρός τι. δοκεῖ δὲ πρός τι εἶναι πάντα τὰ συμβεβηκότα διὰ τὸ ἡμᾶς ἀφαιρεῖν τὰ ὀνόματα τῶν πεφυκότων συσσημαίνεσθαι διὰ τὸ γνώριμον·
25οὕτως ἡ λευκότης δοκεῖ τινος εἶναι οὐκ οὖσα καθ’ αὑτήν τινος. ἐπὶ τούτῳ γε τῷ λόγῳ καὶ τὰ προηγουμένως καθ’ αὑτὰ πρός τί ἐστι. Σωκράτης γὰρ Σωφρονίσκου λέγεται οὐχ οὕτως, ᾗπέρ ἐστι Σωκράτης, ἀλλὰ παραλείπομεν ὡς γνώριμον τὸ υἱός, ἐπεὶ ᾗ Σωκράτης οὐδενός. καὶ τὸ συμβεβηκὸς εἰ μὲν ἀναφέροιμεν εἰς τὸ ὑποκείμενον, πρός τι, ὥσπερ ὁ ἀγρὸς ὡς κτῆμα
30πρός τι, αὐτὸ δὲ καθ’ αὑτὸ τὸ συμβεβηκὸς φύσις τις ἰδία. καὶ ἡ ὕλη δὲ
καὶ τὸ ὑποκείμενον καθὸ μὲν τυγχάνει τούτων τῶν προσηγοριῶν, πρός τί31

32

ἐστι (τινὶ γὰρ ὑπόκειται), καθὸ δὲ ἀρχή, κατὰ διάστασίν ἐστι καὶ καθ’ ἑαυτό. δεῖ τοίνυν μὴ ῥημάτων συνηθείας ἀλλὰ τῆς τῶν πραγμάτων φύσεως ἐξεταστὰς γίνεσθαι, μηδὲ τῇ ἐνδείᾳ τῶν ὀνομάτων ἐπιτίθεσθαι, ἀλλὰ ταῖς διαφόροις ἰδιότησι τῶν πραγμάτων συνακολουθεῖν. οὕτω γὰρ οὐχ εὑρεθή‐
5σεται τὰ γένη ἐλάττονα ὄντα τῶν δέκα. εἰ δέ τις εἰς ὑποκείμενον 〈καὶ τὰ περὶ τὸ ὑποκείμενον〉 διαιρούμενος ὡς περιττεύουσαν εὐθύνει τὴν εἰς δέκα διανομήν, καὶ οὗτος ἀορίστως ἀντιδιαιρεῖ τὰ περὶ αὐτὸ πρὸς ἓν καὶ ὡρισ‐ μένον τὸ ὑποκείμενον. λζ. Ταῦτα μὲν οὖν ἐν τῷ παρόντι ἀρκεῖ μετρίως ἀντιρρηθέντα πρὸς
10τοὺς περιττεύειν λέγοντας τὴν τῶν κατηγοριῶν διάταξιν, ἀπάντησον δὲ καὶ πρὸς τοὺς ἐλλείπειν αὐτὴν ἀποφαινομένους· διὰ τί γάρ φασι τῷ μὲν ποιεῖν τὸ πάσχειν ἀντέταξεν, οὐκέτι δὲ τῷ ἔχειν τὸ ἔχεσθαι; Οὔτοι παραλείπων αὐτήν, ὡς ἡμεῖς ἂν εἴποιμεν δικαιολογούμενοι, ἀλλ’ ὅτι ἐνέπιπτεν εἰς τὴν τοῦ κεῖσθαι κατηγορίαν τὴν ἤδη προωρισμένην. ἔχει
15μὲν γάρ τις τὴν ἀσπίδα, ἔχεται δὲ ἡ ἀσπὶς ἐν τῷ οὑτωσὶ περικεῖσθαι· οὐκ ἄλλο τι οὖν ἔσται ἡ θέσις ἢ τάξις τῶν ἐχομένων. Ἀλλὰ διὰ τί τοὺς συνδέσμους παρέλιπεν, ἀποροῦσιν. Ἐπειδή, φαμὲν ἡμεῖς, οὔτε προηγουμένη ἐστὶν αὐτῶν ἡ χρεία τοῦ λόγου ἀλλὰ δευτέρα, οὔτε τελεία ἀλλ’ ἀτελής, οὔτε λεκτικὴ συμβολικὴ δὲ
20μᾶλλον, ἀλλ’ οὐδὲ σημαίνει προηγουμένως συσσημαίνει δὲ μᾶλλον, ὥσπερ τὰς διπλᾶς εἰώθαμεν παραγράφειν, αἵτινες μετὰ τῶν γεγραμμένων μὲν συσσημαίνουσι τὸ ἀπαρτίζον τῆς διανοίας αὐταὶ δὲ καθ’ ἑαυτὰς οὐδὲν δη‐ λοῦσι. καὶ οἱ σύνδεσμοι τοίνυν συσσημαίνουσι μετὰ τῶν ἄλλων μερῶν τοῦ λόγου, αὐτοὶ δὲ καθ’ ἑαυτοὺς οὐκ εἰσὶ σημαντικοί, ἀλλ’ ἐοίκασι τῇ κόλλῃ·
25διόπερ οὐδὲ λόγου στοιχεῖα αὐτοὺς τιθέμεθα, ἀλλ’ εἴπερ ἄρα μέρη λέξεως. κἂν σημαίνωσι δὲ οὗτοι, κατὰ σύνταξιν σημαίνουσιν, ὥσπερ ἡ βα συλλαβή, τὸν δὲ λόγον εἶναί φαμεν περὶ τῶν ἄνευ συντάξεως καὶ καθ’ αὑτὰς ση‐ μαινουσῶν λέξεων καὶ κατὰ τὰς προηγουμένας χρήσεις τοῦ λόγου, οὐ μέντοι κατὰ τὰς ἑπομένας.
30Πάλιν τινὲς ἐπιζητοῦσι τὰ ἄρθρα ποῦ ταχθήσεται.32

33

Ἔστι δὲ καὶ περὶ τούτων ὁ αὐτὸς λόγος· συνδέσμων γὰρ ἔχει δύναμιν ἐπὶ ἀρρένων καὶ θηλέων μετὰ τοῦ καὶ τὸ ὑποκείμενον συμπαραδηλοῦν ἀο‐ ρίστως, διὸ καὶ ἀόριστά τινες αὐτὰ καλοῦσι· τὸ μὲν γάρ τι ὑποκείμενον παρίστησι, μετὰ δὲ τοῦ ἄρρενος συνταττόμενον ἄρρεν τι δηλοῖ, μετὰ δὲ τοῦ
5θήλεος θῆλύ τι. παρῆκται δὲ τὸ τόδε ἀπὸ τοῦ τινός, συνεκφαίνει δὲ ὁποτερονοῦν τῶν ἄρθρων τὸ ἄρρεν ἢ τὸ θῆλυ ἐν τῇ συντάξει, αὐτὸ δὲ καθ’ αὑτό ἐστιν ἄσημον. Ἀλλ’ αἱ ἀποφάσεις φασὶ καὶ αἱ στερήσεις τά τε ἀόριστα καὶ αἱ ἐγ‐ κλίσεις καθ’ ἑκάστην κατηγορίαν ἐν τίνι ταχθήσονται;
10 Περὶ δὴ τούτου βέλτιον αὐτὸς Ἀριστοτέλης ἐν τοῖς Ὑπομνήμασιν ἀν‐ εδίδαξε· προσθεὶς γὰρ τὰς κατηγορίας σὺν ταῖς πτώσεσιν αὐτῶν καὶ ταῖς ἀποφάσεσι καὶ ταῖς στερήσεσι καὶ τοῖς ἀορίστοις ὁμοῦ συνέταξεν αὐτῶν τὴν διδασκαλίαν πτώσεις τὰς ἐγκλίσεις ὀνομάζων. ἔσται δὴ οὖν τὸ ἀνυποδε‐ τεῖν τῆς αὐτῆς κατηγορίας, ἧς καὶ τὸ ὑποδεδέσθαι, καὶ τὸ ἀναπνεῖν τῆς
15τοῦ ἔχειν κατηγορίας, ὥστε καὶ τὸ ὡπλίσθαι. καὶ αἱ ἀποφάσεις οὖν τού‐ των ἔσονται ὧν καὶ αἱ καταφάσεις, καὶ τὰ ἀόριστα τούτων ὧν καὶ τὰ ὡρισμένα· καθόλου γὰρ ἐν τούτῳ ἔχουσι τὸ εἶναι αἱ ἀποφάσεις καὶ στε‐ ρήσεις ἐν τῷ τὰ ἀναιρούμενα μὴ εἶναι, εἰκότως ἄρα ἐπ’ ἐκεῖνα ἀναπέμ‐ ποιτο τὰ ἐν ἕξει ὄντα καὶ καταφασκόμενα. καὶ ὁ νεκρὸς οὖν τούτου ἔσται
20οὗ καὶ τὸ ζῷον, καὶ ἡ τυφλότης τοῦ αὐτοῦ οὗ καὶ ἡ ἕξις καὶ ἐπὶ τῶν ἄλλων ὁ αὐτὸς λόγος. περὶ δὲ τοῦ ἑνός, ὡς οὐκ ἔστιν ἔξω πῖπτον τῶν κατηγοριῶν, πολλαχοῦ ἄν τις ἀποδείξειε· καὶ γὰρ ὡς ἀρχὴ τῶν ἀριθμῶν καὶ ὡς μέτρον ὑπάρχον τοῖς πρός τι συνταχθήσεται, καὶ εἴ τις ἀσώματον καὶ καθ’ ἑαυτὸν τὸν ἀριθμὸν τιθείη, οὐσία ἂν εἴη ἡ μονάς, εἰ δέ τις διτ‐
25τὸν ἀριθμὸν ὑπόθοιτο, ἔσται καὶ ἡ μονὰς ἐν δύο γένεσιν, ἐπὶ μὲν τῶν κατὰ σύνθεσιν ἀριθμητῶν ἐν τοῖς πρός τι, ἐπὶ δὲ τῶν νοητῶν ἐν οὐσίᾳ ταττο‐ μένη. εἰ δέ τις αὐτὴν καὶ μέρος ποσοῦ νομίζοι, ὥσπερ καὶ ὁ Ἀλέξανδρος, ἔσται καὶ ἐν τῷ ποσῷ ἅμα. τοῦτο μέντοι ὅλον παρακρούεται ἡμᾶς· παν‐ ταχοῦ γὰρ ἕτερόν ἐστι τὸ πέρας καὶ τὸ ὁριζόμενον ὑπὸ τοῦ πέρατος. καὶ
30ἡ μονὰς οὖν ἀρχὴ καὶ πέρας οὖσα τοῦ ποσοῦ οὐκ ἂν εἴη ποσόν. ἴσως
δὲ βέλτιον ὁμώνυμον καὶ τὸ ἓν ἀπολιπεῖν, πολλαχῇ μὲν καὶ ἄλλῃ, ἀτὰρ33

34

δὴ καὶ ὡς νυνὶ λέγομεν, οὐκ ἂν εἴη διαίρεσις προηγουμένη εἰς τὰς κατη‐ γορίας οὐδὲ θέσις αὐτῶν ἀφωρισμένη εἰς ἓν γένος. λη. Τοσαῦτα μὲν καὶ πρὸς τοὺς ἐλλείπειν λέγοντας τὴν διάστασιν ταύτην ἐδικαιολογήσω, πρὸς δὲ τοὺς ἄλλα ἀντ’ ἄλλων ἀντεισάγειν τῶν
5κατηγοριῶν γένη τὸν Ἀριστοτέλην λέγοντας πῶς ἂν διαπραγματεύσοιο; λέγουσι τοίνυν τινές, ὡς δεῖ τὴν κίνησιν γένος εἶναι 〈ἀντὶ〉 τοῦ ποιεῖν καὶ πάσχειν· οὔτε γὰρ εἰς ἄλλο γένος αὐτὴν προσήκει ἀνάγειν, οὔτε ἄνωθέν τι αὐτῆς ἐν τῷ τί ἐστι κατηγορεῖται, οὔτε εἰς τὸ ποιεῖν οἷόντε αὐτὴν τάττειν (καὶ γὰρ ἐν τῷ πάσχειν πολλαὶ κινήσεις), οὐδ’ αὖ ἐν τῷ πάσχειν, ὅτι πολλαὶ
10κινήσεις ποιήσεις. Πρὸς δὴ ταῦτα ἄνωθεν διοριζόμεθα τὸ δυνάμει καὶ ἐνεργείᾳ θεωρεῖ‐ σθαι κατὰ τὰς δέκα κατηγορίας ὁμωνύμως. διόπερ οὔτε τὴν δύναμιν οὔτε τὴν ἐνέργειαν θήσομεν ἐν ταῖς κατηγορίαις· τῶν γὰρ ὁμωνύμων καὶ κατ’ οὐσίαν πάντῃ διαλλαττόντων οὐχ οἷόν τε ἦν ἓν εἶναι κοινὸν γένος. διόπερ
15καὶ τῆς κινήσεως εἰς ἐντελέχειαν ἀπὸ τῆς δυνάμεως ὁδευούσης ἄλλως μὲν ἐν τῷ ποιῷ, ἄλλως δὲ ἐν τῷ ποσῷ, ἄλλως δὲ ἐν ταῖς ἄλλαις κατηγορίαις, οὐχ οἷόν τέ ἐστι νοεῖν μίαν κατηγορίαν διὰ τὴν ὁμωνυμίαν. καὶ τὴν στάσιν δὲ εἴ τις ἀντεισάγοι, ταὐτὰ πρὸς αὐτὸν ἀντεροῦμεν, καὶ ἔτι προσήκειν λέ‐ γοντες οὐ τοῖς ἐν γενέσει ἀλλὰ μᾶλλον τοῖς νοητοῖς τὴν στάσιν. εἰ δέ τις
20εἰς τὸ πὼς ἔχον συντάττοι τὰς πλείστας κατηγορίας, ὥσπερ οἱ Στωικοὶ ποιοῦσιν, ἐπιδεικτέον αὐτοῖς, ὅτι πλεῖστα παραλείπουσι τῶν ὄντων τά τε ἐν τόπῳ καὶ τὰ ἐν χρόνῳ καὶ κατ’ ἀριθμὸν ποσὰ καὶ κατὰ πηλίκον καὶ τὸ ὑποδεδέσθαι καὶ ἄλλα τοιαῦτα· οὐδὲν γὰρ ὅτι τῶν τοιούτων περιέχεται ἐν τῷ πὼς ἔχοντι.
25 λθ. Ἀλλ’ εἴποι τις ἂν συνώνυμον εἶναι τὸ ὄν· καὶ γὰρ ὁ λόγος καὶ τὸ ὄνομά φασιν ἐφαρμόζει τοῖς οὖσιν· ἔστιν ἄρα ἕκαστον τῶν ὄντων ἢ ποι‐ οῦν ἢ πάσχον ἢ ἀμφότερα, ὥστε εἰ καὶ ὀνόματος καὶ λόγου τοῦ αὐτοῦ μετέχει τὸ ὄν, πᾶν εἴη ἂν συνώνυμον. Ἢ καὶ πρὸς τοῦτο ἀντειπεῖν ῥᾴδιον, ὅτι οὐχ οὗτος ὅρος ἐστὶ τοῦ ὄντος
30τὸ ἢ ποιεῖν αὐτὸ ἢ πάσχειν ἢ ἀμφότερα· περιλαμβάνει μὲν γὰρ τὰ δηλού‐ μενα ὡς ὄντα αὕτη ἡ ἀπόδοσις τοῦ λόγου, τίνα δέ ἐστιν οὐ σημαίνει. ὡς γὰρ οὐκ ἔστι λόγος κυνὸς τὸ ζῷον χερσαῖον ἢ θαλάττιον ἢ οὐράνιον, ἀλλ’ ὁ δηλῶν τὴν οὐσίαν αὐτοῦ, οὕτως οὐδὲ ὁ εἰρημένος λόγος ἂν εἴη τοῦ ὄν‐ τος, ἄλλως τε ὅτι οὐδὲ ἀληθεύεται οὗτος ὁ λόγος κατὰ τῶν εἰδῶν τοῦ
35ὄντος. χρὴ γὰρ τὸν ὅρον τοῦ γένους ἐφαρμόζειν καὶ τῷ εἴδει· ὥσπερ οὖν34

35

ὁ τοῦ ζῴου λόγος ἐφαρμόζει καὶ τῷ ἀνθρώπῳ, οὕτως ἔδει καὶ τοῦτον τὸν λόγον ἐφαρμόζειν ἑκάστῳ τῶν εἰδῶν τοῦ ὄντος, οἷον κυνὶ ἢ ἀνθρώπῳ ἢ ἵππῳ, οὐδεὶς δὲ ὅρον ἀποδιδοὺς ἵππου φησὶν αὐτὸν ἢ ποιεῖν ἢ πάσχειν ἢ ἀμφότερα.
5 μ. Ἀπορήσειε δ’ ἄν τις τὸ ἔστι καθ’ ἑκάστην τῶν κατηγοριῶν λε‐ γόμενον πῶς χρὴ ἐκδέχεσθαι· ἤτοι γὰρ τὸ αὐτὸ σημαίνει τῷ καθ’ οὗ κατη‐ γορεῖται ἢ ἕτερον. ἀλλ’ εἰ μὲν τὸ αὐτό ἐστιν ἡ οὐσία καὶ τὸ ἔστι, περιτ‐ τὸν τὸ κατηγορεῖν αὐτῆς τὸ ἔστι· δυνάμει γάρ ἐστι ἡ οὐσία οὐσία καὶ τὸ ποιὸν ποιόν. ἢ εἰ μὴ ἀδολεσχοῦμεν κατηγοροῦντες αὐτῶν τὸ ἔστιν, ἕτερον
10αὐτῶν ἔσται τὸ ἔστιν. εἰ δὲ ἕτερον, καὶ καθ’ ἕκαστον ἕτερον, ὥστε οὐ δέκα μόνον αἱ κατηγορίαι, ἀλλὰ καὶ ἄλλαι δέκα καθ’ ἃς τὸ ἔστι περὶ ἑκά‐ στης αὐτῶν λέγομεν, καὶ πάλιν εἰ ἑκάστου τούτων ἄλλο τὸ ἔστι κατηγο‐ ρήσομεν, ἐπ’ ἄπειρον ἀναβησόμεθα. εἰ δὲ ἓν εἴη καὶ κοινὸν ἐπὶ πασῶν τὸ ἔστι κατηγορούμενον καὶ ἐγκέκλιται τὸ ἔστι ἀπὸ τοῦ ὄντος, εἴη ἂν γένος
15τὸ ὄν. Φανερὸν μὲν οὖν τὸ σόφισμα, κωλύει δὲ οὐδὲν ἀπαντῆσαι πρὸς τὴν τούτου λύσιν. τὸ γὰρ ἔστιν ὅταν κατηγορῶμεν ἐφ’ ἑκάστου, τὴν ὕπαρξιν προσκατηγοροῦντες αὐτοῦ τοῦτο λέγομεν· ἡ δὲ ὕπαρξις καὶ τὸ ὑπάρχειν τὸ ὑποκείμενον οὐ κεχωρισμένον τι δηλοῖ τοῦ ὑποκειμένου, ἀλλὰ καθ’ ἕκα‐
20στον τῶν δέκα μαρτυρεῖ τῇ ὑποστάσει τὸ μὴ εἶναι ἀνυποστάτῳ αὐτῇ ἀλλ’ ὑφεστηκέναι. καὶ τὸ εἶναι οὖν ὁμώνυμον ἔσται καὶ δεκαχῶς ῥηθήσεται,
ὁσαχῶς καὶ τὰ ὄντα.35

36

(1t)

ΔΕΞΙΠΠΟΥ ΦΙΛΟΣΟΦΟΥ ΠΛΑΤΩΝΙΚΟΥ ΤΩΝ ΕΙΣ ΤΑΣ ΑΡΙΣΤΟ‐
2tΤΕΛΟΥΣ ΚΑΤΗΓΟΡΙΑΣ ΑΠΟΡΙΩΝ ΤΕ ΚΑΙ ΛΥΣΕΩΝ ΔΕΥΤΕΡΟΝ
3tΚεφάλαια τοῦ δευτέρου βιβλίου.
4α. Πότερον διαίρεσίς ἐστιν ἢ καταρίθμησις εἰς τὰς κατηγορίας.
5β. Πλωτίνου ἀπορία, ὅτι τὸ αὐτὸ οὐ σημαίνει ἡ οὐσία ἐπί τε τῶν πρώτων ὄντων καὶ ὑστέρων οὐκ ὄντος γένους κοινοῦ ἐν οἷς τὸ πρῶτον καὶ ὕστερον. γ. Ὅτι κατὰ τὰς Πλατωνικὰς ὑποθέσεις δύναται εἶναι αὕτη ἡ ἀπάν‐ τησις, κατὰ δὲ τὰς Ἀριστοτέλους χρὴ λῦσαι τὸ ἀπορούμενον.
10δ. Πλωτίνου ἀπορία, εἰ τὰ αὐτά ἐστι γένη τῶν ὄντων ἔν τε τοῖς νοη‐ τοῖς καὶ τοῖς αἰσθητοῖς. ε. Ἀπορία Πλωτίνου πρὸς Ἀριστοτέλην, τί κοινὸν ἐπὶ τῆς ὕλης καὶ τοῦ εἴδους καὶ τοῦ ἐξ ἀμφοῖν συνεωρακὼς πάντα οὐσίας εἶναι λέγει. ϛ. Ἀπορία Πλωτίνου περὶ τῆς οὐσίας, τίς αὐτῆς ἡ πρώτη καὶ ἁπλου‐
15 στάτη ἔννοια καὶ πῶς ἔνεστιν αὐτὴν ἐξηγεῖσθαι. ζ. Ἀπορία Πλωτίνου, διὰ τί ἡ οὐσία προτάττεται τῶν ἄλλων. η. Ὅτι ὁ ἀποδοθεὶς περὶ αὐτῆς λόγος οὐ διδάσκει, τί ἐστιν ἡ οὐσία. θ. Ὅτι τὸ ἴδιον τῆς οὐσίας πᾶσιν ἐφαρμόζει. ι. Πῶς νῦν μὲν προτάττει τὴν οὐσίαν τὴν αἰσθητὴν τῶν ἄλλων καὶ
20πρώτην λέγει, ἀλλαχοῦ δὲ μετὰ τὴν ἀσώματον ταύτην τάττει;36

37

ια. Ὅτι δοκεῖ ὑπεναντία λέγειν ἑαυτῷ ἐν μὲν τοῖς Φυσικοῖς τὰ κοινὰ προτάττων ὡς πρῶτα, ἐνταῦθα δὲ τὰ καθ’ ἕκαστα. ιβ. Περὶ τῶν κοινῶν πρὸς Ἀλέξανδρον ἀντιλογία. ιγ. Ὅτι πρῶτον ἔδει τὴν αἰτίαν εἰπεῖν, δι’ ἣν δεύτεραι λέγονται οὐσίαι.
5ιδ. Ὅτι μὴ δείξας τὴν πρώτην οὐσίαν μὴ οὖσαν μᾶλλον καὶ ἧττον τὰ εἴδη μᾶλλον καὶ ἧττον λέγει. ιε. Εἰ οὐδεμία οὐσία μᾶλλον καὶ ἧττον, πῶς τὸ εἶδος τοῦ γένους μᾶλλον οὐσία. ιϛ. Ὅτι εἰ τὸ αἴτιον τῆς αἰσθητῆς οὐσίας λαμβάνει, τὴν ἧττον οὐσίαν
10 λαμβάνει. ιζ. Ὅτι τὴν γενικὴν οὐσίαν οὐχ ὡρίσατο. ιη. Ὅτι οὐ διῄρηκε τὰς οὐσίας. ιθ. Ὅτι τὸ φανερὸν δὲ ἐκ τῶν εἰρημένων οὐκ ἔχει δῆλον ποίων εἰρημένων.
15κ. Ὅτι χρήσιμος ἡ περὶ τῶν διαφορῶν θεωρία. κα. Ἀπορία περὶ τῆς διαφορᾶς ποῦ αὐτὴν χρὴ τάττειν. κβ. Ἀπορία περὶ τοῦ μὴ λέγεσθαι τὰς διαφορὰς καθ’ ὑποκειμένου. κγ. Πῶς εἰπὼν δοκεῖ πάσῃ οὐσίᾳ ὑπάρχειν τὸ τόδε τι λέγεσθαι ἐπήγαγεν ἑξῆς οὐ μὴν ἀληθές γέ ἐστι τοῦτο;
20κδ. Εἰ μηδέν ἐστι τῇ οὐσίᾳ ἐναντίον, πῶς τὸ λογικὸν ζῷον τῷ ἀλόγῳ ἐναντίον ἐστί; κε. Πῶς, εἰ μηδέν ἐστι τῇ οὐσίᾳ ἐναντίον, τὸ πῦρ τῷ ὕδατι καὶ τὰ ἄλλα στοιχεῖα ἐναντία λέγει Ἀριστοτέλης; κϛ. Ὅτι δύναται ὁ ἄνθρωπος τῷ ἵππῳ εἶναι ἐναντίον ἢ ὁ τὶς ἄνθρωπος
25 τῷ τινὶ ἀνθρώπῳ. κζ. Πῶς, εἰ μηδέν ἐστι τῇ οὐσίᾳ ἐναντίον, τὸ εἶδος τῇ στερήσει λέγει ἐναντίον ἐν τοῖς Φυσικοῖς καὶ τὴν ὕλην τῷ εἴδει; κη. Ὅτι τὸ μηδὲν τῇ οὐσίᾳ ἐναντίον ἐπὶ μὲν τῶν καθ’ ἕκαστα δέδεικται, ἐπὶ δὲ τῆς οὐσίας οὐ δέδεικται.
30κθ. Πῶς προειπὼν τὸ εἶδος μᾶλλον οὐσίαν τοῦ γένους νῦν φησιν οὐκ ἐπιδέχεσθαι τὴν οὐσίαν τὸ μᾶλλον καὶ τὸ ἧττον;
λ. Ὅτι ὁ μᾶλλον λογικὸς μᾶλλόν ἐστιν ἄνθρωπος.37

38

λα. Πῶς ἡ ὕλη μᾶλλον καὶ ἧττον λέγεται; λβ. Τίς ἡ αἰτία τοῦ τὴν μὲν οὐσίαν μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον, τὰς δὲ ποιότητας ἐπιδέχεσθαι; λγ. Διὰ τί προσέθηκε τὸ δοκεῖ τὸ ἴδιον τῆς οὐσίας ἀποδιδούς;
5λδ. Διὰ τί προσέθηκε τὸ ἓν ἀριθμῷ τῷ τῆς οὐσίας ἰδίῳ; λε. Ὅτι βουλόμενοι κατασκευάσαι πάσῃ τῇ οὐσίᾳ ὑπάρχον τὸ τῶν ἐναντίων ἀνὰ μέρος αὐτὴν εἶναι δεκτικήν, λανθάνομεν κατασκευά‐ ζοντες ἕτερον χεῖρον τὸ μὴ μόνῃ αὐτῇ ὑπάρχειν. λϛ. Ὅτι ὁ πατὴρ δέχεται τὰ ἐναντία οὐσία ὤν· νοσεῖ γὰρ καὶ ὑγιαίνει.
10λζ. Ὅτι ἐπὶ τῶν ἀιδίων οὐσιῶν οὐχ ἁρμόζει τοῦτο τὸ ἴδιον. λη. Εἰ ὥσπερ τὸ γένος καὶ τὸ εἶδος αὐτὸ καθ’ αὑτὸ οὐκ ἐπιδέχεται ἐναντία, οὕτως οὐδὲ αἱ ἕξεις καὶ διαθέσεις ἀλλὰ τὰ ὑπ’ αὐτὰ αἰ‐ σθητά, οὐκ ἂν εἴη ἴδιον τῆς οὐσίας τὸ τῶν ἐναντίων ἀνὰ μέρος εἶναι δεκτικόν· ὅπερ γὰρ ἐπὶ τῆς ἕξεως καὶ διαθέσεως τῆς γενι‐
15 κῆς, τοῦτο καὶ ἐπὶ τῶν γενικῶν οὐσιῶν θεωρεῖται, καὶ οὕτως κοινὸν ἔσται καὶ πρὸς ἄλλα τὸ μὴ εἶναι τῶν ἐναντίων ἀνὰ μέρος δεκτικά. λθ. Πλωτίνου ἀπορία, ὅτι τὸ εἶναι τῶν ἐναντίων ἀνὰ μέρος δεκτικὸν ὡς συμβεβηκὸς τῇ οὐσίᾳ ὑπάρχει.
20μ. Πλωτίνου ἀπορία, ὅτι εἰ κατὰ τὸ σύνθετον θεωροῦμεν τὴν οὐσίαν, εὑρίσκεται ἡ ὕλη μᾶλλον οὐσία. μα. Ὅτι οὐ μόνον τῆς οὐσίας ἴδιον τοῦτο, ἀλλὰ καὶ τοῦ λόγου καὶ τῆς δόξης. μβ. Ἀπορία Πλωτίνου, ὅτι αὐτὴν τὴν οὐσίαν τίς ἐστιν οὐ παρίστησι
25τὸ λεγόμενον αὐτῆς ἴδιον.38

39

Μέχρι μὲν τούτων, ὦ φιλομαθέστατε Σέλευκε, τὰ μέν τινα τοῖς παλαιοῖς ἀνδράσιν ἠπορημένα προβέβληκας, τὰ δὲ καὶ αὐτὸς ἐξεύρηκας· τὸ δὲ ἐντεῦθεν ἐπ’ αὐτὰ μέλλω ἔρχεσθαι τὰ γένη τῶν κατηγοριῶν. πό‐ τερον χωρίσαι βούλει τὰς ἀπορίας τοῦ Πλωτίνου καὶ τελευταίας τάξαι ἢ
5κατὰ τὴν ἐφεξῆς τῶν ἐδαφίων ἀκολουθίαν κἀκείνας παρατιθέναι; α. Ἀλλ’ ἔμοιγε δοκεῖ μηδαμῶς τὴν συνέχειαν διακόπτειν, ἀλλ’ ἐφεξῆς ἐξετάζειν τὰ συμπίπτοντα. μέλλων τοιγαροῦν ἀπὸ τῆς οὐσίας ἄρχεσθαι περὶ τῶν κατειλεγμένων τούτων κατηγοριῶν πρῶτον ἐρωτῶ, πότερον ὡς διῃρημένων αὐτῶν ἢ ὡς ἀριθμουμένων διανοῇ.
10 Διῃρῆσθαι μὲν αὐτὰς οὐ νομιστέον· οὐδὲ γάρ ἐστι τομὴ γένους εἰς εἴδη. οὔτε γάρ ἐστί τι κοινὸν γένος τῶν δέκα κατηγοριῶν, ὁποῖον εἰσάγουσί τινες τὸ ὂν ἢ τὸ τί, οὔτε μὴ ὄντος τοῦ διῃρημένου γένους εἴη ἂν τὰ διαιροῦντα. εἰ δὲ μήτε γένος κοινὸν ἐπὶ τῶν ἀνωτάτων γενῶν οἷόν τέ ἐστι λαβεῖν μήτε τὰς διαιρετικὰς διαφοράς, οὐκ ἔστι διαίρεσιν καλεῖν
15τὴν τοιαύτην ἀπαρίθμησιν. Ἆρ’ οὖν τοῖς ἐπὶ στρατιᾶς ἔοικεν ἡ διαίρεσις οἷον τοῖς κατὰ λόχους συντεταγμένοις; καὶ γὰρ ἐκεῖ ἑκάστου λόχου ἕκαστος λοχαγὸς ἐξηγεῖται, καὶ ἐνταῦθα ἡ μὲν οὐσία τῶν οὐσιῶν, αἱ δ’ ἄλλαι κατηγορίαι τῶν ὑφ’ ἑαυτὰς τὸ κῦρος τῆς ἡγεμονίας προειλήφασιν;
20 Ἀλλ’ ἐὰν τοῦτο λέγωμεν, διεσπαρμένον τι πλῆθος ἔσται τὸ τῶν ὄντων καὶ ἐοικὸς τοῖς ἐκ διεστηκυιῶν φυλῶν καὶ φρατριῶν συναγο‐ μένοις εἰς ἓν δήμοις. τοῦτο δὲ τὴν συνέχειαν καὶ ἀλληλουχίαν ἀναιρεῖ
τῆς διακοσμήσεως. βέλτιον οὖν ἀφορίζεσθαι μὲν τὰ γένη κατά τινας πρώ‐39

40

τας ἰδιότητας τῶν κατηγοριῶν καὶ περιγράφειν αὐτῶν τῆς ὑποστάσεως τὸν λόγον ἑκάστης καθ’ ἑαυτὴν καὶ ταύτῃ διιστάναι αὐτὰς χωρίς. πάλιν γε μὴν καθόσον περὶ τὴν οὐσίαν εἰσὶ τὰ συμβεβηκότα καὶ ἐν τῇ οὐσίᾳ καὶ συντάττεται πρὸς αὐτὴν ὁμολογουμένως, κατὰ τοσοῦτον ἀφομοιωτέον αὐτὰ
5τοῖς ἀφ’ ἑνὸς καὶ περὶ ἓν συνταττομένοις. Τί οὖν, μερισμῷ προσέοικεν ὡς ὅλου; Οὐδαμῶς· οὐ γὰρ περιγράφει τὸ τοῦ οἱονεὶ συγκρίματος σύστημα κατά τινα ἴδια μέρη, ἀλλὰ ἀναλύει ἐπὶ τὰ ἁπλούστερα καὶ στοιχειώδη ταῖς ἀποδιαλήψεσι τῶν ἐπινοιῶν στοιχειωδεστέραις ἀεὶ χρωμένη. τάξιν μέντοι
10διασώζει τὴν πρὸς ἓν καὶ 〈περὶ〉 ἓν καὶ ἀφ’ ἑνός, ὥσπερ καὶ ἐν τοῖς οὖσιν ἡ οὐσία τὴν πρώτην καὶ κυριωτάτην τάξιν εἴληφε, περὶ δὲ αὐτὴν τὰ συμ‐ βεβηκότα ὑφέστηκε. β. Περὶ μὲν δὴ τούτων οὕτως· ἃ δὲ πρῶτον ἀπορεῖ Πλωτῖνος, ἐπι‐ σκεψώμεθα. ἀπορεῖ γὰρ διττῆς οὐσίας ὑπαρχούσης νοητῆς τε καὶ αἰσθη‐
15τῆς πῶς γένος δύναιτ’ ἂν γενέσθαι τὸ αὐτό· τί γὰρ κοινὸν ἐν ἀμφοτέροις τούτοις ἐν τῷ εἶναι ὑπάρχει; εἰ δὲ καὶ ἔστιν, ἔσται πρότερον ἄλλο τού‐ των, ὅπερ οὔτε σῶμά ἐστιν οὔτ’ ἀσώματον· ἔσται γὰρ ἢ τὸ ἀσώματον σῶμα ἢ τὸ σῶμα ἀσώματον. Ἔστι μὲν οὖν πρὸς ταῦτα ῥᾴδιον ἀντειπεῖν, ὅτι παρὰ τὴν πρόθεσιν
20τὰ ἀπορήματα ταῦτα προσάγεται. οὔτε γὰρ περὶ τῶν ὄντων οὔτε περὶ τῶν γενῶν τῆς πρώτης οὐσίας νῦν αὐτῷ πρόκειται λέγειν· στοχάζεται γὰρ τῶν νέων τοῖς ἁπλουστέροις ἐπακολουθεῖν δυναμένων. ὥστ’ ἐπεὶ περὶ λέξεών ἐστιν αὐτῷ νῦν ἡ σπουδή, αἷς τὸ κατ’ οὐσιῶν λέγεσθαι ὑπάρχει, μάτην ἐν τῇ περὶ τούτων σκέψει ἐπεισάγει τὰς περὶ τῶν ὄντων ζητήσεις
25ὁ Πλωτῖνος. οὐ μὴν ἔμοιγε δοκεῖ διακρούεσθαι οὑτωσὶ τὴν πρὸς τὸ παρὸν εὖ τιθεμένην μόνον τοῦ λόγου διέξοδον, ἀλλ’ ἀπ’ αὐτῆς ἄρχεσθαι τῆς Πλω‐ τίνου φιλοσοφίας καὶ πρὸς τὴν ὅλην αὐτοῦ θεωρίαν ἀναφέρειν καὶ τὴν τῶν παρόντων λόγων διέξοδον. ἓν γὰρ δὴ γένος τὴν οὐσίαν ἐν τοῖς νοητοῖς οὗτος τίθεται ὡς κοινῇ τὸ εἶναι παρέχουσαν τοῖς ἀσωμάτοις εἴδεσι καὶ ὡς
30τοῖς αἰσθητοῖς ἅπασι καὶ τοῖς ἐνύλοις εἴδεσι τὸ εἶναι ἐνδιδοῦσαν. εἰ δὲ τοῦτο οὕτως ἔχει καὶ διατείνει δι’ ὅλων ἡ τῆς οὐσίας ἀρχὴ ἡ αὐτὴ τάξιν
ἔχουσα πρώτην καὶ δευτέραν καὶ τρίτην, καθ’ ἃς τοῖς μὲν πρώτως τοῖς δὲ40

41

ἄλλον τρόπον παρέχει τὸ εἶναι· ὥστε εἰ πάντα ἀνήκει εἰς αὐτὴν ὡς ἀπ’ αὐτῆς ἠρτημένα, δύναται ἡ ταύτης ὑπογραφὴ ἐμφαίνειν καὶ τὴν πρώτην ἀρχήν, ἀφ’ ἧς εἰς τὴν ἐσχάτην ὕφεσιν αὕτη πέπτωκεν. γ. Ἀλλ’ εἰ ταῖς αὐταῖς ὑποθέσεσιν Ἀριστοτέλης ἐχρῆτο, αἷς καὶ
5Πλωτῖνος, εἶχεν ἄν τινα δοκοῦντα τὰ εἰρημένα λόγον· νῦν δὲ τὰ ἐκείνῳ δοκοῦντα ὡς ὁμολογούμενα προσλαβὼν διαγωνίζει ὑπὲρ Ἀριστοτέλους. Οὐκοῦν πρὸς ταύτην τὴν ζήτησιν τοῖς εἰρημένοις ἐν τῇ Μετὰ τὰ φυσικὰ πραγματείᾳ χρήσομαι. εἰσὶ γὰρ δύο οὐσίαι κατ’ Ἀριστοτέλην αὗται, ἡ νοητὴ καὶ ἡ αἰσθητή, καὶ μέση τούτων ἡ φυσική· αἰσθητὴ μὲν ἡ
10σύνθετος, φυσικὴ δὲ ἡ κατὰ τὸ εἶδος καὶ τὴν ὕλην, ἡ δὲ τούτων ἀνωτέρω ἡ νοερὰ καὶ ἀσώματος, ἣν ἀκίνητον μὲν κινητικὴν δὲ καλεῖ πολ‐ λάκις ὡς τῆς εἰδοποιουμένης κατὰ τὴν ζωὴν κινήσεως αἰτίαν οὖσαν. ταῦτα γὰρ περὶ τούτων τῶν οὐσιῶν Ἀριστοτέλης ἀποδείκνυσιν ἐν τῷ Λ τῶν Μετὰ τὰ φυσικά, καὶ τούτῳ συνείληφε τὰς πολλὰς οὐσίας εἰς τὴν ὅλην
15οὐσίαν. ὑπέθηκε δὲ αὐτὰς ὁμοῦ πρὸς μίαν σύνταξιν καὶ πρὸς μίαν ἀρχὴν ἀνήγαγε. κομιδῇ γὰρ ἄλλο γέ τι τοῦ ἑνὸς μεθέξει, εἰ αὐτὴ ἡ οὐσία ἡ τὸ εἶναι ἐν τῷ ἑνὶ ἔχουσα ἀποστερηθήσεται τῆς πρὸς τὸ ἓν ἀναγομένης συν‐ τελείας. ἀρρήτων τοίνυν ὄντων τῶν νοητῶν κατὰ μεταφορὰν καὶ ἀναλογίαν ἀπὸ τῶν κατ’ αἴσθησιν γνωρίμων χρῆται τῷ τῆς οὐσίας ὀνόματι. τριχῶς
20γὰρ τοῦ αὐτοῦ ὀνόματος πάντα μετέχει, ἢ ὁμωνύμως ἢ συνωνύμως ἢ τοῦ μὲν κυρίως τοῦ δὲ κατὰ μεταφοράν, καὶ ὁμωνύμως μὲν ὡς ὁ ποὺς τοῦ ὀργάνου πρὸς τοὺς ἄλλους τῶν ὀργάνων πόδας, συνωνύμως δὲ ὡς μάχαιρα μαχαίρας ὀξυτέρα λέγεται καὶ φωνὴ φωνῆς (μάχαιρα δὲ φωνῆς ὀξυτέρα οὐ λέγεται, ἐπειδὴ ἄλλο τὸ ὀξὺ ἐν ἑκατέρᾳ), κυρίως δὲ καὶ κατὰ μεταφορὰν
25ὡς ἐπὶ τοῦ ποδὸς τοῦ τε ἡμετέρου καὶ τῶν ὀρῶν· ἀρρήτων οὖν ὄντων ὥσπερ μεταφορᾷ κέχρηται τῷ τῆς οὐσίας ὀνόματι, ἀπὸ τῶν αἰσθη‐ τῶν καὶ τῶν κατειλημμένων ἡμῖν τὰ ἀκατάληπτα γνωρίζων. ὡς μὲν γὰρ πρὸς τὴν νοητὴν ἔσται ὁμώνυμος αὕτη τῇ ἀναλογίᾳ μόνῃ τὴν ἔμφασιν αὐτῆς παρέχουσα, ὡς δὲ πρὸς τὴν φυσικὴν συνώνυμος τῷ ἑαυτῆς συνθέτῳ
30ἐκείνην ἐμφαίνουσα. ὥσπερ γὰρ ἐν τοῖς Μετὰ τὰ φυσικὰ σῶμα ἀσώματόν τινα λέγει οὐσίαν, διότι μὲν ἀπὸ τῆς νοερᾶς προελήλυθεν, ἀσώματον αὐτὴν ὀνομάζων, διότι δὲ εἰς αἰσθητὴν ἤδη κεκίνηται, τὸ σῶμα εἶναι αὐτῇ προσ‐
μαρτυρῶν, οὕτω καὶ ταύτην τὴν οὐσίαν πρὸς μὲν τὴν φυσικὴν συνώνυμον,41

42

πρὸς δὲ τὴν νοητὴν ὁμώνυμον λέγων διὰ ταύτης κἀκείνας διδάσκει, καὶ μάλισθ’ ὅτι ἡ περὶ αὐτῆς ὑπογραφή, τὸ μήτε καθ’ ὑποκειμένου μήτε ἐν ὑποκειμένῳ, δύναται κἀκείναις ἐφαρμόσαι. ἐγὼ μὲν οὖν, ὦ καλὲ κἀγαθὲ Σέλευκε, δογματικώτερον πρὸς Πλωτῖνον ἀπαντῶ, σὺ δὲ ἐπεὶ βαθύτεραί
5πώς εἰσιν αἱ λύσεις αὗται, πρὸς μὲν τοὺς ἐκ φιλοσοφίας ὁρμωμένους ταῖς τοιαύταις ἀπαντήσεσι χρῶ, πρὸς δὲ τοὺς ὀλίγα ἐπισταμένους τῶν δογμάτων ταῖς προχείροις χρῶ διαλύσεσιν, ἐκεῖνο λέγων, ὅτι περὶ πόδα ποιεῖσθαι ἔθος τὰς ἀκροάσεις Ἀριστοτέλει. διὸ καὶ νῦν οὐδὲν ἔξωθεν ἐπεισάγει τῶν ἀνωτέρω κειμένων φιλοσοφημάτων, ἀλλ’ ὡς ὁμωνύμῳ χρῆται τῇ οὐσίᾳ
10προηγούμενον μὲν ἔχων τὸν σκοπὸν περὶ τῶν λέξεων, κατὰ συμβεβηκὸς δὲ καὶ ταῦτα καὶ τὰ ὑπ’ αὐτῶν σημαινόμενα πράγματα συνεκδιδάσκων, ὥστ’ οὐ χρὴ τὰς περιττὰς περὶ τούτων ἐπεισάγειν ζητήσεις. δ. Τοῖς αὐτοῖς οὖν χρησόμεθα λόγοις καὶ ὅταν ἀπορῇ Πλωτῖνος, πότερον τὰ αὐτά ἐστι γένη τῶν κατηγοριῶν ἐπὶ τῶν πρώτως ὄντων
15καὶ ἐπὶ τῶν ὑστέρων, ἢ ἐν μὲν τοῖς νοητοῖς πλείω ἐν δὲ τοῖς αἰσ‐ θητοῖς ἐλάττω ἢ ἀνάπαλιν. Ὅμοιον μέν, ὦ Σέλευκε, τὸ ἀπόρημα τῷ περὶ τῆς οὐσίας, ὥστε καὶ τὴν λύσιν ἀπὸ τῆς προθέσεως τῶν κατηγοριῶν ἀπολογίζου. γένοιτο δ’ ἂν καὶ ἑτέρα διάλυσις ἑπομένη τῇ δόξῃ, ἣν ἐν τῇ Μετὰ τὰ φυσικὰ Ἀρι‐
20στοτέλης ἐκτέθειται. δέκα γὰρ ὄντων τῶν ὅλων γενῶν ἐν μὲν τοῖς συνθέτοις πάντα εἶναι ἀποφαίνεται, οὐχ ἥκιστα καὶ ἐν αὐτῷ τούτῳ τὴν σύνθεσιν παρεχομένοις τῷ καὶ ἐν τοῖς κατὰ μέρος ἅπαντα ἐνεῖναι (προσ‐ θήκη γὰρ καὶ πλεονασμὸς ἐν τοῖς σώμασιν ἀεὶ συνεμφαίνεται)· ὥστ’ ἐν μὲν τοῖς αἰσθητοῖς εἰσιν αἱ δέκα κατηγορίαι, διόπερ δὴ καὶ ἐν τῷ
25Σωκράτει ταύτας ἄν τις δείξειεν, ἐπὶ μέντοι τῶν νοητῶν οὐ πάντα ὑπάρχει, ἀλλὰ τὰ τοῖς ἁπλουστάτοις καὶ τελειοτάτοις προσήκοντα γένη. καὶ οὐκ ἔσται διὰ τοῦτο ἐλλείπουσα ἡ διαίρεσις τῶν γενῶν· οὐ γὰρ εἰ μὴ πάντ’ ἔστιν ἐκεῖ, ἀτελῶς ἔχει τὰ ὧδε διῃρημένα γένη, ἀλλ’ ἐπείπερ καὶ ἐν τοῖς νοητοῖς τὰ πεφυκότα ὑπάρχει καὶ ἐν τοῖς αἰσθητοῖς, πλείονα διὰ
30τὴν σύνθετον οὐσίαν φαίνεται. διὰ τοῦτο οὐκ ἔστιν ὁ καθόλου τῶν κατη‐ γοριῶν λόγος ἐνδεής. ε. Πάλιν τοίνυν ὁ Πλωτῖνος τοιαῦτα προσαπορεῖ· ὡς τριχῶς λεγο‐ μένης τῆς οὐσίας καὶ ἄλλης ἄλλως τίνα ὑποβάλλει τῇ νυνὶ κατηγορίᾳ, πό‐
τερον τὴν ὕλην ἢ τὸ εἶδος ἢ τὴν ἐξ ἀμφοῖν σύνθετον; ἅπασαι γὰρ οὐ42

43

δύνανται ὑποτάττεσθαι τοῖς παροῦσι λόγοις· οὐ γὰρ μία οὐδὲ καθ’ ἓν αἱ πᾶσαι λέγονται, ὥστε ἣν ἂν ὑποτάξῃ τις, τὰς ἄλλας ἐξ ἀνάγκης παρα‐ λείψει. Ἀλλὰ ὁ τὴν μίαν εἰπὼν καὶ σύνθετον περιέλαβεν ἐν αὐτῇ καὶ
5τὰς ὡς μέρη περιεχομένας· καθόλου γὰρ μεθ’ οὗ τι συναπαρτίζει, οὐκ ἂν εἴη τούτων θάτερον ἐν θατέρῳ· ὥστε κοινωνεῖ μὲν τὰ τρία, τὸ εἶδος λέγω καὶ ἡ ὕλη καὶ τὸ συναμφότερον, κατὰ τὸ μὴ εἶναι ἑτέρου ἀλλ’ ἑαυτῶν καὶ κατὰ τὸ μὴ εἶναι ἐν ὑποκειμένῳ. οὐσίαι δέ εἰσιν αἱ τρεῖς ἀπὸ τῆς μιᾶς τῆς συνθέτου πᾶσαι σημαινόμεναι.
10 ϛ. Ἀλλὰ δὴ πάλιν ἀπορεῖ Πλωτῖνος οὐκ εἶναι ῥᾴδιον λέγων αὐτὴν τὴν οὐσίαν εἰπεῖν τίς ἐστιν. Ἀλλ’ εἰ βούλει τὴν ἔννοιαν αὐτῆς ἀνευρεῖν, πρόλαβε πρότερον τὴν διὰ τῶν ὀνομάτων διδασκαλίαν, διότι τὰ συγκεχυμένα καὶ ὅλα πρῶτα ἦν εἰς ἐπιβολήν, δεύτερα δὲ τοῦ λόγου καὶ διαρθρώσεως πλείονος δεόμενα.
15ταῦτα δὴ νυνὶ προστίθησι τὸ μήτε καθ’ ὑποκειμένου τινὸς λέγεσθαι μήτε ἐν ὑποκειμένῳ εἶναι ἀποδιδοὺς τῇ οὐσίᾳ ὡς ἰδιότητα. τὸ μὲν οὖν μὴ ἐν ὑποκειμένῳ αὐτὴν εἶναι πρόδηλον (αὕτη γὰρ ὑπόκειται τοῖς ἄλλοις καὶ ἄνευ αὐτῆς τὰ ἄλλα τὸ εἶναι οὐκ ἔχει), τὸ δὲ μὴ καθ’ ὑποκειμένου λέ‐ γεσθαι οἰκειότατόν ἐστι τῇ ἀτόμῳ οὐσίᾳ. διὰ γὰρ τὸ εἶναι ἀδιαίρετος εἰς
20εἴδη κατ’ οὐδενὸς ὑποκειμένου λέγεται, καθ’ ὑποκειμένου δὲ αὐτῆς αἱ δεύτεραι οὐσίαι κατηγοροῦνται. ἡ οὖν καὶ ταῖς οὐσίαις ὑποκειμένη προηγου‐ μένως ἂν εἴη καὶ κυρίως οὐσία, ἐπεὶ μὴ οὐσῶν τούτων οὐδὲν τῶν ἄλλων δύναταί τι εἶναι. τριχῶς δὲ τῆς οὐσίας λεγομένης, ὥσπερ εἰρήκαμεν, νῦν τῆς συνθέτου μνημονεύει, ὕστερον δὲ καὶ περὶ τῶν ὑπολοίπων δύο ποιήσε‐
25ται λόγον, ὅταν τὰ μέρη τῆς οὐσίας καὶ αὐτὰ εἶναι λέγῃ. ζ. Ἄξιον δέ φησιν ὁ Πλωτῖνος ἐπιστῆσαι πρῶτον, διὰ τί ἡ οὐσία προτάττεται τῶν κατηγοριῶν. Δύο δὴ αἰτίας εὕροι τις ἂν τοῦ πρώτην εἶναι τὴν οὐσίαν· μίαν μέν, διότι ὑπόκειται πᾶσι μόνη· ἄν τε γὰρ τὴν ὕλην λάβῃς, ὑπόκειται τοῖς εἴδεσι,
30ἄν τε τὸ εἶδος, ὑπόκειται τοῖς συμβεβηκόσι, πανταχοῦ δὲ οἷον ἡ ὑποβάθρα πρῶτον. ἄλλην δὲ αἰτίαν ἀποδίδομεν, ὅτι αὐτὴ μὲν καθ’ ἑαυτὴν ὑφίστα‐
σθαι ἐπινοεῖται, τὰ δὲ ἄλλα ἐπὶ ταύτης ἢ οὐκ ἄνευ ταύτης. πρότερον δὲ43

44

τὸ καθ’ ἑαυτὸ ἐξ ἀρχῆς τοῦ μετ’ ἐκείνου καὶ οὐκ ἄνευ ἐκείνου· οὕτω καὶ μονὰς δυάδος προτέρα, ὅτι μονὰς καὶ ἄνευ δυάδος, δυὰς δὲ πάντως μετὰ μονάδος. η. Ἀλλὰ μὴν κἀκεῖνο ἄξιον ἀπορῆσαι, ὡς οὐ διδάσκει, τί ἐστὶν ἡ
5οὐσία, ἀλλὰ τί οὔ, καὶ ὅτι ποιεῖ τὰ ἄλλα γιγνώσκειν ἥδε, ἑαυτὴν δὲ οὔ, ἐπεὶ καὶ εἴ τις τὸν ἄνθρωπον ἀποδιδοὺς μήτε ἵππον εἴποι μήτε κύνα, ὅ τι μὲν οὐκ ἔστιν εἴρηκεν, ὃ δέ ἐστιν οὐδὲν μᾶλλον ἀφωρίσατο διὰ τῆς ἀποφάσεως ἢ ὅτε ἐξ ἀρχῆς ἀόριστος ἦν ὁ ἄνθρωπος· ἐπεὶ οὐδ’ ἂν τὸ ἴδιον εἴπῃ τις, ἤδη ἐγνώκαμεν τί ἐστιν, οἷον τὸν ἄνθρω‐
10πον γελαστικόν. Ἀλλὰ πρὸς ταῦτα λεκτέον, ὅτι οὐκ ἔστιν ὅρος ὁ προκείμενος ἀλλ’ ὑπογραφή, καὶ ὅτι πολλοὶ ὅροι κατὰ ἀπόφασιν λέγονται, ὅταν γνώριμα ᾖ τὰ καταφασκόμενα· οὕτως γοῦν γνωρίμου γενομένου τοῦ ἀγαθοῦ καὶ κακοῦ τὸ ἀδιάφορον ὁρίζονταί τινες, ὃ μήτε ἀγαθόν ἐστι μήτε κακόν. καὶ ἐν‐
15ταῦθα δὴ οὖν διὰ τοῦτο προεῖπε περὶ τοῦ ἐν ὑποκειμένῳ καὶ καθ’ ὑπο‐ κειμένου, ἵνα διὰ τῆς ἀποφάσεως αὐτῶν τὴν κυριωτάτην οὐσίαν δηλώσῃ. καὶ οὐκ ἠρκέσθη μόνῃ ἀποφάσει, ἀλλὰ καὶ παράδειγμα προσέθηκεν, ὥσπερ εἴ τις λέγων εἶναι τὸν ἄνθρωπον μήθ’ ἵππον μήτε βοῦν προσθείη ἐφεξῆς ‘οἷον Σωκράτησ‘.
20 θ. Ἀπορεῖ πάλιν ὁ Πλωτῖνος, ὅτι τὸ μίαν οὖσαν τῶν ἐναντίων ἀνὰ μέρος εἶναι δεκτικὴν οὐ πάσαις ἐφαρμόζει οὔτε ταῖς νοηταῖς οὔτε ταῖς φυσικαῖς. Πρὸς τὸ ἀπόρημα τοῦτο εἴποιμεν ἂν ὅτι οὐ πάσης οὐσίας τὸ ἰδίωμα παρέθετο. καὶ τοῦτο γνώριμον ἐκ τοῦ ἀρχόμενον μὲν τῆς ὑπογραφῆς τὸ
25ἔστι προσθεῖναι (λέγει γὰρ οὐσία δέ ἐστιν ἡ μὴ καθ’ ὑποκειμένου μήτε ἐν ὑποκειμένῳ), ἑξῆς δὲ ἐπενεγκεῖν ἡ λεγομένη οὐσία, τοῦτ’ ἔστιν ἡ ἐν τῇ συνηθείᾳ καὶ περὶ ἧς ἄν τις κατηγορήσειε τουτὶ τὸ ὄνομα· παρὰ μὲν γὰρ τοῖς φιλοσόφοις ἄλλη λέγεται, παρὰ δὲ τοῖς πολλοῖς ἄλλη. περὶ ταύτης οὖν τῆς παρὰ τοῖς πολλοῖς λεγομένης τὸ ἰδίωμα παρέθετο,
30ὥστε πάσῃ ἂν αὐτῇ ἐφαρμόζοι τῇ συνθέτῳ καὶ τοῖς εἴδεσιν αὐτῆς καὶ γένεσιν. ι. Ἀλλὰ διὰ τί ἐνταῦθα μὲν πρώτην οὐσίαν τὴν αἰσθητὴν λέγει,
ἀλλαχοῦ δὲ δευτέραν ὡς μετὰ τὴν ἀσώματον τεταγμένην;44

45

Ὅτι οὐ πρόκειται αὐτῷ περὶ ἐκείνων εἰπεῖν, καὶ ὅτι οὐδὲ λέγονται ἐν τῇ συνηθείᾳ ἐκεῖναι οὐσίαι. ια. Περὶ δὲ τὸ αὐτὸ ζήτημα κἀκεῖνο στρέφεται, διὰ τί ἐν μὲν τοῖς Φυσικοῖς τὰ κοινὰ προτάττει ὡς πρῶτα, ἐνταῦθα δὲ τὰ καθ’ ἕκαστα.
5 Ὅτι αὐτῷ διχῶς λέγεται τὸ πρότερον καὶ δεύτερον, ἤτοι τῇ φύσει ἢ πρὸς ἡμᾶς. πρὸς ἡμᾶς μὲν οὖν τὰ καθ’ ἕκαστα πρῶτα (πρώτοις γὰρ τού‐ τοις προσβάλλομεν), τῇ φύσει δὲ τὰ κοινὰ πρότερον, ὑπὸ γὰρ τὰ καθόλου τὰ καθ’ ἕκαστον τέτακται. εἰ μὲν οὖν ἀπὸ τῆς φύσεως ἄρχοιτό τις, τὰ ἁπλᾶ, τὰ αἴτια, τὰ καθ’ αὑτὰ παρ’ αὑτῶν ἔχοντα τὸ εἶναι, τὰ καθόλου,
10τὰ ἄϋλα, τὰ ἀμέριστα καὶ τὰ τοιαῦτα προτάξει· εἰ δὲ ἀπὸ τῆς σημαντικῆς σχέσεως πρὸς τὰ ὄντα ἡ τάξις αὐτῶν ἐπινοοῖτο, ἐναντίως ταχθήσονται. ιβ. Ἀλλὰ τί ἂν εἴποιμεν πρὸς τοὺς περὶ αὐτοῦ τούτου διαμφισβη‐ τοῦντας, μήποτε οὐδὲ φύσει πρότερα ᾖ τὰ καθόλου τῶν καθ’ ἕκαστον ἀλλὰ ὕστερα;
15 Ἢ σκοποῦντες ἀκριβῶς εὕροιμεν ἂν τὰ ἀμφισβητούμενα ὡς ὁμολογού‐ μενα αὐτοὺς λαμβάνοντας· ὅταν γὰρ ἑνὸς ἑκάστου πρῶτα φύσει λέγωσι τὰ καθόλου, πάντως δὲ πάλιν ὕστερα, ὑποτιθέμενοι τὰ καθ’ ἕκαστα εἶναι καὶ τῇ φύσει πρότερα, οὐ καλῶς ὡς ἐν ἀρχῇ λαμβάνουσιν αὐτὸ ὅπερ δεῖται ἀποδείξεως. ἐπιπόλαια δέ ἐστι καὶ τὰ τοιαῦτα ἐπιχειρήματα· κοινοῦ μὲν
20ὄντος ἀνάγκη καὶ ἄτομον εἶναι (ἐν γὰρ τοῖς κοινοῖς τὰ ἄτομα περιέχεται), ἀτόμου δὲ ὄντος οὐ πάντως τὸ κοινόν, εἴ γε τὸ κοινὸν ἐπὶ πολλοῖς ὑπάρ‐ χει. δῆλον γὰρ ὅτι τὸ καθ’ ἕκαστον καταταχθέντος εἰς αὐτὸ τοῦ κοινοῦ καὶ συμπληροῦντος αὐτοῦ τὴν οὐσίαν ἐστὶν ἄτομον· ὁ γὰρ τὶς ἄνθρωπος καὶ ἄνθρωπός ἐστι. ψεῦδος δὲ καὶ τὸ λέγειν, ὡς ἀναιρουμένου τοῦ κοινοῦ
25οὐ πάντως τὸ ἄτομον ἀναιρεῖται· εἰ γὰρ ἐν τούτῳ ἔχει τὸ κοινὸν τὴν οὐσίαν ἐν τῷ διατείνειν ἐφ’ ὅλα τὰ ὑπ’ αὐτὸ τεταγμένα, ὁ ταύτην ἀναιρῶν ἀνῄρηκεν εὐθὺς καὶ τοῦ κοινοῦ τὴν ὅλην ὑπόστασιν. οὕτως μὲν οὖν τοῖς περὶ Ἀλέξανδρον καὶ Βόηθον τοῖς τε ἄλλοις Περιπατητικοῖς ἐπιχειροῦσιν ἀποκρίνεσθαι χρή, δεικνύναι δὲ ἐξηγουμένους τὰ Μετὰ τὰ
30φυσικὰ προσῆκεν, ὅτι τὰ κοινὰ Ἀριστοτέλης προτάττει καὶ ἐν τῇ τῶν αἰσθητῶν θεωρίᾳ. ιγ. Δοκεῖ δέ τισι μὴ ὀρθῶς ἡ τάξις ἔχειν ἐνταῦθα· ἀκόλουθον γάρ,
ὥς φασιν, ἦν πρῶτον εἰπεῖν τὴν αἰτίαν δι’ ἣν δεύτεραί εἰσιν οὐσίαι45

46

αἱ δεύτεραι, εἶθ’ οὕτως τῶν δευτέρων οὐσιῶν τὴν σύγκρισιν ποιήσασθαι πρὸς ἀλλήλας. Φαμὲν δὴ ἡμεῖς, ὡς ἔχει τοῦτο προειλημμένον ἐναργῶς ἀπὸ τῆς διαι‐ ρέσεως τῶν καθ’ ὑποκειμένου καὶ ἀπὸ τοῦ κυριωτάτην δεδεῖχθαι εἶναι
5οὐσίαν τὴν μήτε καθ’ ὑποκειμένου μήτε ἐν ὑποκειμένῳ· ἀπὸ γὰρ τούτου ἐξ ἀνάγκης συμβαίνει δευτέρας εἶναι οὐσίας τὰς καθ’ ὑποκειμένου μὲν λεγο‐ μένας μὴ ἐν ὑποκειμένῳ δὲ οὔσας. ιδ. Ἔτι προσαπορεῖ Πλωτῖνος περὶ τῆς τάξεως, ὡς ἀκόλουθον ἦν δεῖξαι τὴν πρώτην οὐσίαν μὴ οὖσαν μᾶλλον καὶ ἧττον οὐσίαν, εἶθ’ οὕτως
10τῶν εἰδῶν τὸ μᾶλλον καὶ ἧττον. Ἔστι δὲ καὶ πρὸς τοῦτο ἡ αὐτὴ ἀπολογία, ὡς ἤδη προειλημμένον εἶχε τὸ μὴ εἶναι μᾶλλον καὶ ἧττον τὴν πρώτην οὐσίαν, ὅτε πρώτως αὐτὴν καὶ μάλιστα καὶ κυριώτατα οὐσίαν εἶναι ἀπεφαίνετο· πάντα γὰρ τὰ τοιαῦτα ὥρισται καὶ οὐκ ἔχει τὴν τοῦ μᾶλλον καὶ ἧττον ἀπειρίαν. τὸ μὲν γὰρ
15μᾶλλον καὶ ἧττον πρόεισιν ἀεὶ ἀπαύστως, τὸ δὲ μάλιστα ἵσταται κατὰ τὴν ὑπερβολὴν καὶ τὸ πρώτως κατὰ τὴν ἀρχὴν καὶ τὸ κυριώτατα κατὰ τὴν προηγουμένην τῆς φύσεως ἰδιότητα. ιε. Ἀλλ’ εἰ οὐδεμία οὐσία μᾶλλον καὶ ἧττον, πῶς τὸ εἶδος τοῦ γένους μᾶλλον οὐσία λέγεται;
20 Ὅτι οὐ καθ’ ὅσον οὐσίαι εἰσί, τὸ μᾶλλον καὶ ἧττον λαμβάνει, ἀλλὰ κατὰ τὴν τῆς αἰσθητῆς οὐσίας πλείονα ἢ ἥττονα ἀπόστασιν. ιϛ. Ἀλλ’ εἰ τὸ αἴτιον τῆς αἰσθητῆς οὐσίας λαμβάνει (τὰ γὰρ αἰσθητὰ γινόμενά ἐστι καὶ οὐκ ὄντα), οὐ τοῦτο λέγων ἀτόπως ἐπεισάγει τὸν περὶ τῶν πρώτων τῇ φύσει λόγον;
25 Ἡμεῖς δὲ νῦν οὐ τὰ τῇ φύσει πρῶτα ζητοῦμεν ἀλλὰ τὰ ὡς πρὸς ἡμᾶς πρῶτα καὶ τὰ ἐν τῷ λέγεσθαι πρῶτα. εἰ δὴ πρώτοις τοῖς εἴδεσιν ἐντυγχάνομεν, εἶθ’ οὕτως τοῖς γένεσι, καὶ πρώτως τὰ εἴδη σημαίνομεν, δευτέρως δὲ τὰ γένη, εἰκότως ἂν καὶ μᾶλλον οὐσίαι λέγοιντο τὰ εἴδη τῶν γενῶν.
30 ιζ. Τοῦτο μὲν δὴ οὕτως· εἰπὼν δὲ δευτέρως οὖν οὐσίαι τὰ γένη καὶ τὰ εἴδη τῶν πρώτων οὐσιῶν λέγονται, ὥσπερ τομὴν γένους εἰς εἴδη πεποίηται, ἵν’ ᾖ κοινὸν μὲν γένος ἡ οὐσία, εἴδη δὲ ἡ ἄτομος οὐσία καὶ ἡ δευτέρα οὐσία· ποῦ οὖν καὶ τὴν γενικὴν οὐσίαν ὡρίσατο;
Φημὶ δὴ ὅτι ὑπογράψας τὴν μὲν πρώτην οὐσίαν διὰ τοῦ εἰπεῖν46

47

μήτε καθ’ ὑποκειμένου λέγεσθαι μήτε ἐν ὑποκειμένῳ εἶναι, τὴν δὲ δευτέραν μὴ ἐν ὑποκειμένῳ μὲν εἶναι καθ’ ὑποκειμένου δὲ λέγεσθαι, κοινὸν ἐπ’ ἀμφοῖν τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι λαμβάνει· εἰ δὴ τῆς πρώτης τὸ μὴ καθ’ ὑποκειμένου λέγεσθαι ἴδιον, τῆς κοινῆς ἔσται
5τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, καὶ οὐ παρεῖται οὐδὲ αὕτη. ιη. Ἀλλ’ εἰ τομὴ εἰς εἴδη, οὐκ ἔστι δὲ εἶδος ἡ πρώτη οὐσία (μία γάρ ἐστι καὶ ἓν ἀριθμῷ, τὸ δὲ εἶδος πολλὰ ἀριθμῷ)· πῶς ἂν εἴη τὰ εἰρημένα οὐσίας διαίρεσις; Ἐροῦμεν δὴ ὅτι τὸ μίαν εἶναι ἀριθμῷ κοινὸς λόγος ἐστὶ πάσης τῆς
10πρώτης οὐσίας, ὃ μάλιστα ἴδιον εἴδους ἐστί, κοινὸν δὲ καὶ τὸ μήτε καθ’ ὑποκειμένου λέγεσθαι μήτε ἐν ὑποκειμένῳ εἶναι. ὁ μὲν οὖν τὶς ἄνθρωπος ἢ τὶς ἵππος οὐκ ἔστιν εἶδος, ὡς δὲ πρώτη τοιαύτη οὐσία πᾶσα εἶδος ἂν εἴη. ιθ. Ἀλλ’ ἐπεὶ εἴρηκε φανερὸν δὲ ἐκ τῶν εἰρημένων ὅτι τῶν
15καθ’ ὑποκειμένου λεγομένων ἀναγκαῖον καὶ τοὔνομα καὶ τὸν λόγον κατηγορεῖσθαι, ἐκ ποίων εἰρημένων τὸ τῶν καθ’ ὑποκειμέ‐ νου λεγομένων, ἀναγκαῖον εἶναι καὶ τοὔνομα καὶ τὸν λόγον κατηγορεῖ‐ σθαι οὐ δείκνυσιν· ἀπὸ γὰρ τῶν περὶ τῆς οὐσίας εἰρημένων οὐδὲν φαίνεται τοιοῦτον. ἐρρήθη μὲν γὰρ ὅτι πρῶταί εἰσιν οὐσίαι αἱ ἄτομοι, δεύτεραι δὲ
20τὰ εἴδη αὐτῶν καὶ τὰ τῶν εἰδῶν τούτων γένη, ταῦτα δὲ οὐδὲν συντελεῖ πρὸς σαφήνειαν τοῦ τὸν λόγον καὶ τοὔνομα κατηγορεῖσθαι τοῦ ὑποκειμένου. Οἱ ταῦτα κατηγοροῦντες εἰκῇ ταράττονται· ἐξ ἐκείνων γὰρ δῆλον ὧν προεῖπεν· ὅταν ἕτερον καθ’ ἑτέρου κατηγορῆται ὡς καθ’ ὑπο‐ κειμένου, πάντα ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, καὶ κατὰ
25τοῦ ὑποκειμένου ῥηθήσεται. τούτῳ γὰρ ἕπεται τὸ δεῖν τὸ καθ’ ὑποκειμένου κατηγορούμενον καὶ ὀνόματι καὶ λόγῳ ἀληθεύεσθαι κατὰ τοῦ ὑποκειμένου. κ. Ἐπεὶ δὲ περὶ τῶν διαφορῶν λέγει ὡς κοινὸν ἐχουσῶν πρὸς τὰς οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, ἀφ’ οὗ κατασκευάζει ὅτι οὐκ ἴδιον
30τῆς οὐσίας τοῦτο, ἀναγκαῖον προλαβεῖν, ὅσα ἐστὶ χρήσιμα περὶ τῶν δια‐ φορῶν. Δοκεῖ μὲν οὖν τὸ χωρίζειν πεφυκὸς τὰ ὑπὸ τὸ αὐτὸ γένος τοῦτο δια‐
φορὰν εἶναι, καὶ κατὰ τὴν τοιαύτην διάκρισιν ὡς πρὸς τὸ γένος νοεῖται47

48

αὐτῆς ἡ διαίρεσις· κυριώτερον δ’ ἄν τις εἴποι, ὅτι τῷ εἴδει τὴν διαφορὰν χρὴ συντάττεσθαι, διόπερ πολλάκις ἀντὶ τοῦ εἴδους παραλαμβάνονται. σύμ‐ πασαι μὲν γὰρ αἱ διαφοραὶ ὁμοῦ ῥηθεῖεν ἂν περὶ τοῦ γένους, καθ’ ἑαυτὴν δὲ ἑκάστη κατὰ μὲν τῶν ὑφ’ ἑαυτὴν ῥηθείη ἂν καθ’ ὧν λέγεται κατὰ
5παντός, κατὰ δὲ τοῦ γένους οὐδαμῶς· οὐδὲ γὰρ μορφωτική ἐστιν ἑκάστη τοῦ γένους. διενήνοχε δὲ τοῦ εἴδους ἡ διαφορὰ ᾗ ὅλον μέρους. ἔστι γὰρ ἡ διαφορὰ ποιότης συμπληρωτικὴ οὐσίας, καὶ οὐκ ἔστι μὲν ἐν ὑποκειμένῳ, ὅτι συμβάλλεται εἰς οὐσίαν τούτοις ἅπερ εἰδοποιεῖ, οὐκ ἔστι δὲ οὐσία, ὅτι οὐκ εἰς τὸ εἶναι ἀλλ’ εἰς τὸ τοιόνδε εἶναι συμβάλλεται. χρὴ δὲ νοεῖν τὸ
10τοιόνδε οὐχ ὡς ἐπὶ τοῦ λευκοῦ φέρε λέγομεν· χωρίζεται γὰρ τοῦτο, ἡ δὲ διαφορὰ οὐ χωρίζεται, πλὴν εἰ μή τι συμφθαρείη τῷ ὑποκειμένῳ. ἂν δέ τις λέγῃ ὅτι καὶ τὸ οὐσιῶδες συμβεβηκὸς ἄνευ φθορᾶς οὐ χωρίζεται, ἀλλ’ ἐροῦμεν πρὸς αὐτὸν τὴν παντελῆ διάστασιν τοῦ οὐσιώδους συμβεβη‐ κότος καὶ τῆς διαφορᾶς σημαίνοντες. ἄνεσις μὲν γὰρ καὶ ἐπίτασις περὶ
15τὸ οὐσιῶδες συμβεβηκὸς θεωρεῖται, οἷον περὶ τὸν Αἰθίοπα μεταστάντα εἰς ἄλλους τόπους ἄνεσις ἂν τοῦ μέλανος σώματος γένοιτο καὶ ἡ τοῦ γάλακτος λευκότης ἧττόν ἐστι, μᾶλλον δὲ ἡ τῆς χιόνος· ἐπὶ δὲ τῆς δια‐ φορᾶς τὸ μᾶλλον καὶ ἧττον οὐκ ἄν τις θεωρήσειεν· οὐ γάρ ἐστι δίπουν δίποδος οὐδὲ πεζὸν πεζοῦ μᾶλλον.
20 κα. Ἀλλ’ εἰ μήτε οὐσία ἐστὶν ἡ διαφορὰ μήτε συμβεβηκός, ἄλλο δὲ οὐσίας καὶ συμβεβηκότος οὐδέν ἐστι διάφορον τρίτον (πάντα γὰρ τὰ ὄντα ἢ ἐν ὑποκειμένῳ ἐστὶν ἢ 〈οὐκ〉 ἐν ὑποκειμένῳ, ἢ γὰρ οὐσίαι εἰσὶν ἢ συμβεβηκότα)· εἰ οὖν ἐν μηδετέρῳ τούτων τακτέον τὴν διαφοράν, ποῦ κατατάξομεν αὐτήν;
25 Εἰσὶ μὲν οὖν πολλαὶ πρὸς τοῦτο λύσεις, ἃς μικρὸν ὕστερον ἐρῶ, πρῶ‐ τον δὲ βούλομαι ὥσπερ ἀξίωμά τι προθεῖναι, ἀφ’ οὗ τὰς ἀπορίας καὶ τὰς λύσεις κρίνειν δυνησόμεθα. δοκεῖ δὴ τοῖς δεινοῖς περὶ τὴν τῶν ὄντων ἱστορίαν ἄρρητος γίγνεσθαι ἡ τῆς φύσεως ἀφ’ ἑτέρου γένους εἰς ἕτερον γένος μετάβασις ἀεὶ τοῦ μέσου διαλανθάνοντος ἡμᾶς, οἷον τὸ δυνάμει τὸ
30ἐπὶ τῶν οὐσιῶν, οἷον λέγω ἐπὶ τῶν ἀνθρώπων ἢ τῶν ἄλλων ζῴων ἐν τοῖς48

49

σπέρμασι θεωρούμενον, οὔτε οὐσία οὐδέπω ἐστίν (ἔτι γάρ ἐστιν ἀτελές) οὔτε τὸ ἐνεργείᾳ τῷ οὕτως δυνάμει συμβέβηκε (τελειότης γὰρ τοῦτο)· λεί‐ πεται τοίνυν μέσον τι ἄλλο εἶναι τῶν οὐσιῶν τοῦ τε ἐνεργείᾳ φέρε ἀνθρώ‐ που καὶ τοῦ δυνάμει. ὁ αὐτὸς τοίνυν ἐστὶ λόγος καὶ περὶ τῆς διαφορᾶς·
5καὶ γὰρ αὕτη τὸ μέσον ἕξει ποιότητός τε καὶ οὐσίας· διὸ καὶ συντελεῖ εἰς τὸ εἶναι καὶ τὸ ποιὸν εἶναι, καὶ οὕτως ἔσται οὐκ ἐν ὑποκειμένῳ. διὸ δεῖ προστιθέναι εἰς τὸν ὅρον τοῦ ἐν ὑποκειμένῳ τὸ οὐδὲν συντελοῦντος εἰς τὴν οὐσίαν τοῦ ὑποκειμένου· τὸ γὰρ εἶδος συντελεῖ τι καὶ ἡ διαφορά. ἐπειδὴ τοίνυν ταῦτα προειλήφαμεν, ἀναλάβωμεν τὰς λύσεις τῶν παλαιῶν φιλο‐
10σόφων περὶ τῆς διαφορᾶς. μία μὲν δόξα γένοιτ’ ἂν ἡ ποιότητα τιθεμένη τὴν διαφοράν, ποιότητα δὲ οὐσιώδη καὶ συμπληρωτικὴν τῆς οὐσίας· ἄλλη δ’ ἡ μέσον ποιότητος καὶ οὐσίας τὴν διαφορὰν ὑπολαμβάνουσα, κοινόν τινα σύνδεσμον παρεχομένην ταῖς μὲν οὐσίαις πρὸς τὰ οὐσιώδη συμβεβη‐ κότα, τοῖς δὲ συμβεβηκόσι πρὸς τὰς οὐσίας. ἡ γὰρ φύσις οὐκ εὐθὺς μετα‐
15βαίνει ἀπὸ τῶν ἐναντίων ἐπὶ τὰ ἐναντία, οἷον ἀπὸ τῶν ζῴων ἐπὶ τὰ φυτά, ἀλλὰ καὶ μεταξύ τινα μέσην ζωὴν τὴν τῶν ζῳοφύτων συνέστησε συναγω‐ γὸν ἀμφοτέρων τῶν ἄκρων καὶ συμπληρωτικὴν καὶ συνδετικὴν αὐτῶν πρὸς ἄλληλα. καὶ ἐνταῦθα τοίνυν τῶν διαφόρων γενῶν οἷον οὐσίας καὶ συμβε‐ βηκότος μέσον τι ἔσται κατὰ μέν τινας ὡς μετέχον ἀμφοτέρων τούτων,
20κατ’ ἄλλους δὲ ὡς κεχωρισμένον ἀμφοῖν. ἄλλη δ’ ἂν γένοιτο δόξα τῶν λεγόντων μὴ μόνον συμπληρωτικὴν εἶναι τῆς οὐσίας τὴν διαφοράν, ἀλλὰ καὶ μέρος αὐτῆς, ἤτοι τὴν κατὰ τὴν ἐμπερίληψιν τοῦ ὑποκειμένου θεωρου‐ μένην, μέρος οὖσαν τῆς κατὰ τὸ εἶδος οὐσίας ἢ συναλλοιουμένην ταῖς περὶ τὸ ὑποκείμενον σχέσεσιν, ὡς περὶ αὐτὸ ἔχειν πως αὐτὴν καὶ διατίθεσθαι
25διαφόρως. κβ. Δοκεῖ δέ μοι μηδαμῶς ἀληθὲς εἶναι τὸ τὴν διαφορὰν καθ’ ὑπο‐ κειμένου κατηγορεῖσθαι· οὔτε γὰρ τοὔνομα οὔτε τὸν λόγον ἔνεστι τῆς δια‐ φορᾶς κατηγορεῖν τοῦ ὑποκειμένου. δῆλον δὲ ἐντεῦθεν· τὸ πεζὸν ἓν μὲν σημαίνει τὴν ἕξιν αὐτὴν οἷον τὴν πεζότητα, ἕτερον δὲ τὸ μετέχον τῆς
30ἕξεως ταύτης, ὅπερ οὐκ ἔστιν ἡ διαφορὰ ἀλλὰ τὸ διακείμενον κατ’ αὐτήν.
τούτων δὴ οὕτως ἐχόντων τὸ πεζὸν νῦν παρῶμεν (οὐ γὰρ τοῦτό ἐστιν ἡ49

50

διαφορὰ τὸ διακείμενον κατ’ αὐτήν), αὐτὴν δὲ τὴν διαφορὰν λάβωμεν τὴν πεζότητα. ἆρ’ οὖν οἷόν τέ ἐστι κατηγορῆσαι τοὔνομα κατὰ τοῦ ὑποκει‐ μένου τῆς διαφορᾶς, ὥστε φάναι τὸ ὑποκείμενον εἶναι πεζότητα, ἢ τὸν λόγον αὐτῆς, ὥστε τὸ ὑποκείμενον εἰπεῖν ἕξιν εἶναι ἀφ’ ἧς πεζοὶ γίνονται
5οἱ μετασχόντες; οὐκ ἔστιν εἰπεῖν. οὐχ ὑγιῶς τοίνυν εἴρηται τοὔνομα καὶ τὸν λόγον τῆς διαφορᾶς δύνασθαι κατηγορεῖσθαι τοῦ ὑποκειμένου. διὸ οὐδὲ συνωνύμως ἂν ῥηθείη διαφορὰ κατὰ τῶν ὑποκειμένων. οὐ καθ’ ὑποκει‐ μένου ἄρα, εἴπερ τὰ καθ’ ὑποκειμένου συνωνύμως τῶν ὑπ’ αὐτὰ ἀτόμων κατηγορεῖται.
10 Πρὸς δὴ τοῦτο τὸ ἀπόρημα οὕτως ἂν ἀπαντήσαιμεν. οὐ γάρ, ἅπερ ἐκεῖνοι βούλονται, τὸ ἔχον τὴν πεζότητα νῦν ἀφίημι ὡς μὴ ὄντος μὲν τούτου διαφορᾶς, τοὐναντίον δὲ τῆς πεζότητος, ὡς ἐκεῖνοι λέγουσιν· ἐπι‐ νοίᾳ γὰρ χωρίζοντες τὴν πεζότητα οὐ βούλονται τὸ μετὰ τοῦ ὑποκειμένου συνειλημμένον εἶναι διαφοράν. ἄλλο δέ ἐστι χωρίσαι τι τῇ ἐπινοίᾳ, ἄλλο
15ὡς συνυπάρχον τῷ ὑποκειμένῳ συλλαβεῖν. ἐπεὶ οὖν καὶ ὁ Ἀριστοτέλης περὶ τοῦ ὁριστικοῦ λόγου λέγει ἐνταῦθα καὶ τὸ συνωνύμως κατηγορεῖσθαι ἐπὶ τῶν διαφορῶν εἴρηκε τῶν συνειλημμένων μετὰ τῆς ὕλης, καὶ ἡμεῖς οὕτως ἐκδεχόμεθα· τὸ μὲν γὰρ πεζὸν καὶ τὴν πεζότητα ἔχει, ἡ δὲ πεζό‐ της ἐπίνοιά τις οὖσα μόνον ψιλὴ τὸ πεζὸν οὐ συνείληφεν. οὐ χρὴ οὖν
20διαιρεῖν τὸν κατὰ τὸ ὑποκείμενον εἶδος λόγον καὶ τὸν ὁριστικόν· εἰ γὰρ ὁ ὁριστικὸς λόγος τὸ τί ἦν εἶναι δηλοῖ, τοῦτο δέ ἐστι τὸ εἶδος, οὐκ ἄλλος μὲν ἔσται ὁ κατὰ τὸ ὑποκείμενον λόγος, ἄλλος δὲ ὁ κατὰ τὸν ὅρον, ἐπεὶ καὶ ἄτοπον ἐν μὲν τῷ εἶναί τινι ὑπάρχειν, τὸ δὲ ὄνομα καὶ τὸν λόγον μὴ ἐπαληθεύεσθαι κατὰ τοῦ ὑποκειμένου. οὕτω μὲν οὖν ἡμεῖς ἀπηντήσα‐
25μεν· φαμὲν δὲ καὶ ἄλλην εἶναι λύσιν οὐκ ἀπόβλητον. ἐπεὶ γὰρ τὸ μάλιστα ποιοῦν τὸ εἶδος ἡ διαφορά ἐστιν, ἀληθεύεσθαι εἴρηκε τῷ λόγῳ τῷ τὸν τοῦ ὑποκειμένου λόγον ὑπὸ ταύτης συμπληροῦσθαι· καθ’ ὑποκειμένου οὖν λέγεται, ὡς ἐκεῖνοι βούλονται, ὅτι συμπληρωτική ἐστι τοῦ κατὰ τὸ ὑπο‐ κείμενον λόγου· ἂν γὰρ εἴπω φησὶ πεζότητα, ἐπὶ γῆς διὰ σκελῶν εἴρηκα
30κίνησιν, ἡ δὲ ἐπὶ γῆς διὰ σκελῶν κίνησις καὶ τὸ πεζὸν καὶ τὸ οὕτως κινούμενον δηλοῖ. ταῦτα μὲν δὴ οὕτως. θαυμάζω δὲ τῶν Στωϊκῶν χωρι‐ ζόντων τὰς ἕξεις ἀπὸ τῶν ἑκτῶν· ἀσώματα γὰρ μὴ παραδεχόμενοι καθ’ ἑαυτά, ὅταν ἐρεσχελεῖν δέον ᾖ, ἐπὶ τὰς τοιαύτας διαλήψεις ἔρχονται. εἰ
δὲ οὐδ’ αἱ ποιότητες ἄνευ τῶν ποιῶν, οὐδ’ αἱ ἕξεις ἄνευ τῶν ἑκτῶν οὐδ’50

51

αἱ διαφοραὶ ἄνευ τοῦ ὑποκειμένου θεωρηθήσονται, ἀλλὰ τῷ ὁριστικῷ ἑαυτῶν λόγῳ συμπληρώσουσι τὰ ὑποκείμενα. κγ. Ἀλλὰ πῶς παραχρῆμα μετέθετο; εἰπὼν γὰρ τὸ δοκεῖν πάσῃ οὐσίᾳ ὑπάρχειν τὸ τόδε λέγεσθαι ἐπήγαγεν ἑξῆς· οὐ μὴν ἀληθὲς γέ
5ἐστι τοῦτο. Ἡμεῖς δὴ πρὸς αὐτοὺς ἀποκρινούμεθα, ὡς ἡ μὲν πρώτη δόξα οὐκ αὐτοῦ ἦν, ἀλλὰ ἄλλοις ἀρέσκουσα· κατά τινας γὰρ τοῦτο δοξάζεται τοὺς ὑφεστάναι λέγοντας τὰ γένη καὶ τὰ εἴδη· ἡ δὲ δευτέρα αὐτῷ ἐδόκει, διόπερ προθεὶς τὴν λεγομένην ὑφ’ ἑτέρων προσέθηκεν ὕστερον ἣν αὐτὸς
10ἐδοκίμαζε. Πῶς οὖν τὸν τινὰ ἄνθρωπον λέγομεν καὶ ἄνθρωπον εἶναι καὶ ζῷον καὶ λογικὸν καὶ θνητόν, εἰ μὴ τάδε ἐστὶ πάντα ταῦτα. Ὅτι τὰ εἴδη καταταχθέντα λέγομεν τάδε τινὰ εἶναι, ὁ δὲ λόγος ἦν περὶ τῶν καθ’ αὑτὰ ἐπινοουμένων.
15 Ἀλλὰ κατὰ τί λέγομεν τόδε τι τὴν ἄτομον οὐσίαν, πότερον κατὰ τὸ εἶδος ἢ τὴν ὕλην ἢ τὸ ἐξ ἀμφοῖν. Ἢ φήσομεν ὡς κατὰ πάντα, ἀλλὰ κατὰ μὲν τὴν ὕλην, καθόσον ὑπόκειται καὶ εἰς ἐνέργειαν ἥκει τοῦ δέχεσθαι τὸ εἶδος, κατὰ δὲ αὐτὸ τὸ εἶδος, καθόσον ὥρισται καὶ ἕν ἐστιν ἀριθμῷ. εἰ δέ τις τὴν ὕλην ἀόριστον
20οὖσαν μηδαμῶς τόδε τι εἶναι φήσει, ὑπομνήσομεν αὐτὸν ὡς οὐ περὶ τῆς ἀσχέτου ὕλης ἐστὶν ὁ παρὼν λόγος, περὶ δὲ τῆς σχέσιν ἐχούσης πρὸς τὸ εἶδος. κδ. Ἀλλὰ πῶς τὸ λογικὸν ζῷον τῷ ἀλόγῳ οὐκ ἔστιν ἐναντίον; Ὅτι ἡ ἔν τινι διαφορὰ τῇ ἐνυπαρχούσῃ διαφορᾷ ἐναντίον, τὸ δὲ ὅλον
25τῷ ὅλῳ οὐκ ἔστιν ἐναντίον· λόγος δὲ τούτου τοιοῦτος· τὸ ἐπιδεχό‐ μενον τὰ ἐναντία οὐκ ἔστιν αὐτὸ ἐναντίον· εἰ γὰρ κατέχοιτο ὑφ’ ἑνὸς τῶν ἐναντίων, οὐκ ἂν δύναιτο καὶ πρὸς τὴν τοῦ ἑτέρου ἐναντίου καταδοχὴν ἐπιτηδείως παρεσκευάσθαι, οἷον ψυχὴ 〈ἢ〉 σῶμα ἢ ἄτομος οὐσία ἢ δευτέρα οὐσία εἴπερ ἐπιδέχοιτο τἀναντία, αὐτὰ καθ’ αὑτὰ οὐκ ἔσται ἐναντία· ἀλλ’
30οὐδὲ εἰ διαιροῖτό τι εἰς τὰ ἐναντία, ὥσπερ τὸ ζῷον, οὐδὲ οὕτως ἔσται51

52

ἐναντίον· ἐκεῖνο δὲ περιέχει τὴν τῶν ἐναντίων διαίρεσιν, ὥστε οὐδὲν τού‐ των ἔσται ἐναντίον. γνοίη δ’ ἄν τις καὶ ἀπὸ τοῦ ὅρου τῶν ἐναντίων τοῦτο· πλεῖστον γὰρ κεχωρίσθαι αὐτὰ ἀπ’ ἀλλήλων ἀφοριζόμεθα, ὡς δὲ νῦν λέ‐ γεται, περὶ τὴν αὐτὴν οὐσίαν τοῦ ζῴου ὑπάρχει.
5 κε. Ἀλλὰ πῶς τὸ πῦρ τῷ ὕδατι καὶ τὸν ἀέρα τῇ γῇ ἐναντία λέγει Ἀριστοτέλης; Κατὰ τὰς εἰδοποιοὺς δηλονότι διαφορὰς φήσομεν, αἵτινες οὔκ εἰσιν οὐσίαι· τὸ μὲν οὖν ψυχρὸν καὶ θερμὸν καὶ ξηρὸν καὶ ὑγρὸν ἀλλήλοις ἐναντία ὑπάρχει, αἱ δ’ ὅλαι οὐσίαι πρὸς τὰς ὅλας οὐσίας οὐκ ἔχουσιν
10ἐναντίωσιν, αἵ γε καὶ ἐπὶ τῆς αὐτῆς ὕλης συνυφεστήκασιν. κϛ. Εἰ δέ τις τὸν ἄνθρωπον τῷ ἵππῳ λέγοι πως ἐναντίον εἶναι καὶ τὸν τινὰ τῷ τινί; Πρὸς αὐτὸν ἡμεῖς ἀποκρινούμεθα, ὡς οὐδὲν μᾶλλον ὁ τὶς ἵππος ἢ ὁ τὶς βοῦς ἢ ἄλλο τι τῶν κατὰ τὴν πρώτην οὐσίαν συστοίχων ἐναντίον
15ἐστὶ πρὸς τὸν τινὰ ἄνθρωπον. εἰ δ’ ἀδύνατός ἐστιν ἡ τῶν ἀορίστων πρὸς τὸ ὡρισμένον ἐναντίωσις (ἓν γὰρ ἑνὶ δεῖ ὡρίσθαι ἐξ ἀνάγκης ἐναντίον εἶναι), οὐκ ὀρθὸν ἂν εἴη οὐδὲ οὕτως τὰς ἀντιθέσεις λαμβάνειν. κζ. Ἀλλὰ πῶς, εἰ τὸ εἶδος τῇ στερήσει λέγει ἐναντίον ἐν τοῖς Φυ‐ σικοῖς, ἀληθὲς τὸ νῦν ἀποφαίνεσθαι αὐτὸν μηδὲν εἶναι οὐσίᾳ ἐναντίον;
20 Ὅτι εἴωθε κοινότερον καὶ τὰ κατὰ στέρησιν ἀντικείμενα ἐναντία λέγειν, ὥστε ὅταν ἐν τοῖς Φυσικοῖς τὴν ἕξιν καὶ τὴν στέρησιν ἐναντία προσαγορεύῃ, οὐδαμῶς ἡμᾶς χρὴ ταράττεσθαι, ὅτι ἐν ταῖς Κατηγορίαις εἰρηκὼς οὐσίαν οὐσίᾳ μὴ εἶναι ἐναντίαν ἐν τοῖς Φυσικοῖς πάλιν δέχεται αὐτῶν τὴν ἐναν‐ τιότητα. κοινῷ γὰρ χρῆται τῷ τῆς ἐναντιώσεως ὀνόματι καὶ ἐπὶ τῶν
25ἄλλων ἀντιθέσεων. ἔστι μὲν οὖν καὶ αὕτη ἡ λύσις οὐκ ἀπόβλητος, ὡς ἔμοιγε δοκεῖ· κάλλιον δ’ εἴη ἂν καὶ Ἀριστοτελικώτερον μᾶλλον οὕτω λύειν τὴν ἀπορίαν ταύτην, ὅτι τὸ εἶδος τῇ στερήσει οὐχ ὡς οὐσία οὐσίᾳ ἀντί‐ κειται, ἀλλ’ ὡς τὸ ὂν πρὸς τὸ μὴ ὂν τῷ εἴδει ἢ ὡς ἀρχὴ πρὸς τὸ ἔσχατον καὶ τὸ ἀγαθὸν πρὸς τὸ κακὸν ἕξει κατὰ παντελῆ ἀπόστασιν ἢ ὕφεσιν
30τελέαν τὴν ἐναντίωσιν. οὕτω γὰρ ἡμῶν διαιρουμένων οὐσιῶν μὲν ἐναντίωσις52

53

οὐ θεωρεῖται, ἄλλος δὲ ἐπὶ τῶν ἀρχῶν ἐναντιώσεως διορισμὸς φανήσεται, ὃς οὐκ ἔστιν ὑπὸ τὸ αὐτὸ γένος· οὐ γὰρ ἐν ὑπάρξει ἀμφότερα τὰ ἐναντία περιέχει, οὐδὲ μὴν γένη ὄντα αὐτὰ περιέχεται, ἀλλ’ ὅτι τὸ μὲν ἐν τῷ εἶναι, τὸ δ’ ἐν τῷ μὴ ἔστιν.
5 κη. Ἀλλὰ τὸ μηδὲν εἶναι οὐσίᾳ ἐναντίον ἐπὶ τῶν καθ’ ἕκαστα οὐσιῶν ἐστι τῇ ἐπαγωγῇ δεδειγμένον, ὅλως δὲ οὐσίᾳ οὐκ ἔστι δεδειγμένον. Ὁ τοῦτο ἀπορῶν ἠγνόηκε τὴν διαιρετικὴν μέθοδον καὶ τὴν ταύτης χρείαν. ἐπεὶ γὰρ τῶν γενικωτάτων οὐκ ἔνεστιν ἐκ προτέρων καὶ αἰτιω‐ τέρων ποιήσασθαι ἀπόδειξιν, ἀλλ’ ἀνάγκη τελείαις διαιρέσεσι πάντα διαι‐
10ρουμένους τὰ ὑπ’ αὐτὰ θεωρεῖν τὴν κοινότητα αὐτῶν, † ᾗ παραλλάττει, ὡς φέρε ὅταν τὸ ζῷον διαιρῶμεν εἰς λογικὸν καὶ ἄλογον ἢ ὑπόπουν καὶ ἄπουν ἢ δίπουν καὶ τετράπουν ἢ ὅσας ἄλλας ἐπιδέχεται διαιρέσεις, εἶτα μηδεμίαν αὐτῶν εὑρίσκοντες ἐκβαίνουσαν τοῦ ζῴου τὴν ταυτότητα τοῦ γέ‐ νους οὐκ ἐξ ἐπαγωγῆς ἀλλ’ ἐκ τῆς τελείας διαιρέσεως λαμβάνομεν. ὥσπερ
15οὖν ἐπὶ τῶν ἄλλων ἡ διαίρεσις τὸ κοινὸν ἐν τοῖς ὑπ’ αὐτὸ τεμνομένοις φυλάττει, οὕτως καὶ ἐπὶ τῶν οὐσιῶν νῦν δείκνυται. εἰ γὰρ αἱ οὐσίαι μὲν πᾶσαι νῦν διαιροῦνται ἀνελλιπῶς εἰς τὰς πρώτας καὶ δευτέρας οὐσίας, μηδέ‐ τεραι δὲ τούτων ἔχουσι τὴν ἐναντίωσιν (ἡ γὰρ διαίρεσις τελεία οὖσα πάντα τὰ ὑπὸ τὴν οὐσίαν περιελάμβανεν), ὥστε οὐ μόνον ἡ τὶς οὐσία τινὶ ἀλλὰ
20καὶ ἁπλῶς πάσῃ οὐσίᾳ οὐδέν ἐστιν ἐναντίον. ἀπαντήσειε δ’ ἄν τις καὶ οὕτως· ὅταν τι τῶν κατ’ οὐσίαν συμπληρούντων ληφθῇ, εὐθὺς τοῦτο ὅπερ ἐφ’ ἑκάστου καὶ ἐπὶ τοῦ παντὸς ἀληθὲς ἀποδείκνυται, οἷον τὸ λογικὸν ἐφ’ ἑκάστου τε τοῦ ἀνθρώπου καὶ ἐπὶ παντός, καὶ τῇ οὐσίᾳ τοίνυν εἴπερ κατ’ οὐσίαν ὑπάρχει τὸ μηδεμίαν σχέσιν ἐναντιώσεως ἔχειν, οὐκ ἐπὶ τινὸς ἀλλὰ
25καὶ ἐπὶ πασῶν ἀληθὲς ἔσται. κθ. Πάλιν ἄπορον φαίνεται, πῶς ἐν μὲν τοῖς πρὸ τούτων εἰρημένοις μᾶλλον οὐσία διώρισται ἡ τοῦ εἴδους παρὰ τὴν τοῦ γένους, νυνὶ δὲ οὐ λέ‐ γεται μᾶλλον καὶ ἧττον εἶναι. Ὅτι οὐχ ὡσαύτως ἑκάτερον λέγεται, ἀλλὰ τὸ μὲν καθ’ ἑαυτό, τὸ δὲ
30κατὰ συμβεβηκός· τὸ γὰρ μᾶλλον εἶναι τὸ εἶδος ἢ τὸ γένος οὐχ ᾗ οὐσία, οὐδ’ ὅπερ ἐστὶν ἕκαστον, κατὰ τοῦτο ἐπιδέχεται τὸ μᾶλλον, ἀλλ’ ᾗ ἐγ‐ γυτέρω τῆς ἀτόμου οὐσίας προχωρεῖ, τὸ δὲ ἧττον ὑφεστηκὸς πορρωτέρω
αὐτῆς ἀφέστηκε. τοῦτο δὲ συμβέβηκεν ἄλλως· νυνὶ δὲ καθό ἐστιν ἑκάστη53

54

τοῦτο ὅπερ ἐστίν, οὔ φησι λέγεσθαι αὐτὴν μᾶλλον οὐδ’ ἧττον. οὐκ ἄρα ἐναντία λέγεται τὰ παρόντα τοῖς πρὸ τούτων. λ. Ἔτι κἀκεῖνο ζητήσεως ἄξιον, πῶς ὁ μᾶλλον λογικὸς οὐ μᾶλλόν ἐστιν ἄνθρωπος.
5 Ὅτι οὐ κατὰ τὴν ἐπίτασιν τοῦ λογικοῦ ὁ ἄνθρωπος ἔχει τὸ εἶναι, ἀλλὰ κατὰ τὸ εἶδος· τοῦτο δ’ ἕστηκεν ἀεί, ἡ δὲ ἐνέργεια τοῦ ἀνθρώπου κατὰ τὸ διάφορον τοῦ μᾶλλον λογικοῦ παρέχει τὸ λογικώτερον τῷ ἀνθρώπῳ, οὐ κατὰ τὴν ἀνθρωπότητα καὶ τὸ δύνασθαι εἶναι λογικῷ τὸ εἶναι αὐτῷ ὁμοίως πάρεστιν. ἔστιν ἄρα οὗτος μὲν ὁ αὐτός, ἡ δὲ ἐνέργεια τοῦ λογικοῦ τὸ
10μᾶλλον καὶ ἧττον προσλήψεται. ἐπαινῶ μὲν οὖν καὶ ταύτην τὴν λύσιν· εἰ δὲ δεῖ κατὰ τὴν Ἀριστοτέλειον δόξαν βαθύτερον αὐτὴν ἀποδοῦναι, οὕτως ἂν θεωρητικώτερον δείξαιμεν τὸ ζητούμενον· πέφυκε μεθ’ ἑκάστου τῶν εἰ‐ δῶν καὶ τὸ ποιὸν συνυφίστασθαι, ἕτερον μὲν ὂν τοῦ εἴδους, ἠρτημένον δὲ ἀπ’ αὐτοῦ· καὶ τὸ μὲν εἶδος μέρος ὂν τῆς συνθέτου οὐσίας καὶ ἀτόμου
15συμπληρωτικόν ἐστιν αὐτῆς καὶ οὐδέποτε ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον, αἱ δὲ συντρέχουσαι τοῖς εἴδεσι ποιότητες, ὅπου μὲν ἡ λογική, ὅπου δὲ ἡ θερμότης, ὅπου δὲ ἡ ξηρότης δέχεται τὸ μᾶλλον, καὶ οὕτως οὐκ ἔστιν ἡ φαινομένη αὕτη κατὰ τὸ μᾶλλον ὑπεροχὴ τοῦ εἴδους ἀλλὰ τῆς ποιότητος, ἐπεὶ καὶ ὁ σπουδαῖος ὅταν μᾶλλον ἄνθρωπος λέγηται, οὐχ ᾗ ἄνθρωπος
20ἀλλ’ ὡς οὕτως διακείμενος ἐπιτείνεται. τοῦτο δὲ οὐκ οὐσίαν ἀλλὰ ποιὸν σημαίνει, ὥστε ἡμῖν ἀληθῶς φαίνεσθαι ἔχον τὸ μὴ εἶναι οὐσίαν οὐσίας μᾶλλον καὶ ἧττον. λα. Πῶς οὖν ἡ ὕλη τὸ μᾶλλον καὶ ἧττον δέχεται καὶ τἀναντία ἐφ’ ἑαυτῆς φαντάζεται μικρὸν καὶ μέγα καὶ ἐλλεῖπον καὶ ὑπερέχον; πῶς δὲ
25πᾶν ὅπερ ἂν ἐπαγγέλληται ψεύδεται, κἂν μέγα φαντασθῇ μικρόν ἐστι, κἂν μᾶλλον ἧττόν ἐστιν; Ἐροῦμεν δὴ οὖν, ὅτι ταῦτα ἀπὸ τῆς τοῦ εἴδους σχέσεως παραγίνεται εἰς τὴν ὕλην πάσας τὰς τοιαύτας παραλλάξεις λαμβάνουσαν κατ’ αὐτὴν τὴν σχέσιν τοῦ εἴδους, πρὸς ὅπερ ὑφίσταται ἄλλως καὶ ἄλλως ἔχουσα. καθὸ
30μὲν γὰρ μᾶλλον αὐτὴν τὸ εἶδος κρατεῖ, ἐνεργότερον φαίνεται, καθὸ δ’ ἧττον, ἀμυδρότερον καὶ αὐτὸ εἰς τὴν ὕλην διαδείκνυται. αὐτὴ μέντοι καθ’ ἑαυ‐ τὴν οὐδαμῶς ἡ ὕλη διαφέρει κατ’ οὐδὲν τούτων· δυνάμει γὰρ πάντα ἐστὶν ὡσαύτως καὶ τὴν ἴσην πρὸς ὅλα τὰ ὄντα ἔμφασιν καὶ ὑποδοχὴν τῆς οὐσίας
παρέχεται.54

55

λβ. Αὐτὸ δὲ τοῦτο πάλιν ζητήσεως ἄξιον, διὰ τί αἱ μὲν οὐσίαι τὸ μᾶλλον καὶ ἧττον οὐκ ἔχουσιν, αἱ δὲ ποιότητες ἐπιδέχονται; Ἢ καὶ τοῦτο δυνησόμεθα λῦσαι κατὰ τὸν αὐτὸν λόγον, τὰς μὲν οὐσίας τῷ ἐν ἑαυταῖς εἶναι μένειν καθ’ ἕνα ὅρον ἀποφαινόμενοι, τὰς δὲ ποιότητας
5τῷ ἐν ἑτέροις ἔχειν τὸ εἶναι μετ’ ἐκείνων συναλλοιοῦσθαι, εἰκότως ἄρα αἱ μὲν οὐσίαι οὔτε ἀφ’ ἑαυτῶν οὔτε ἀπ’ ἄλλων δέχονται τὴν ἐπίτασιν, αἱ δὲ ποιότητες ἀπὸ τῶν ὑποκειμένων ἐν οἷς ἐγγίγνονται κατὰ τὸ μᾶλλον καὶ ἧττον ἐπιτείνονται. λγ. Πῶς δὲ ἀπεικότως εἴποιμεν τοὺς πολλοὺς αὐτὸν αἰτιᾶσθαι ὡς
10ἀμφιβάλλοντα καὶ μὴ ἀποφαινόμενον; τὸ γὰρ ἴδιον τῆς οὐσίας ἀποδιδούς φησι· μάλιστα αὐτῆς ἴδιον δοκεῖ εἶναι τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ ὂν τῶν ἐναντίων εἶναι δεκτικόν. Φημὶ δὴ ὅτι τοῦ ἰδίου πολλαχῶς λεγομένου, κυρίως δὲ τοῦ παντὶ καὶ μόνῳ ὑπάρχοντος νῦν τὸ δοκεῖ πρόσκειται δεικνυμένου αὐτοῦ, ὅτι τῆς
15καθόλου οὐσίας καὶ τῆς πρώτης οὐχ οἷόν τε τοῦτο εἶναι ἴδιον, ὡς πέφυκε τὸ ὄντως ἴδιον ὑπάρχειν, καὶ ὅτι ἴδιον οὕτως λέγεται οὐχ ὡς πάσῃ ὑπάρ‐ χον καὶ τῇ καθόλου καὶ τῇ κατὰ μέρος, ἀλλ’ ὅτι ἐν μόνῃ ταύτῃ ἐστὶ τὸ τοιοῦτον ἴδιον, ἐν οὐδεμιᾷ δὲ ἄλλῃ τῶν κατηγοριῶν. οὕτως γὰρ καὶ τὸ πῦρ λεπτομερέστατον λέγεται, οὐχ ὅτι πᾶν πῦρ ὁμοίως λεπτομερέστατον,
20ἀλλ’ ὅτι ἐν τῷ πυρί ἐστι τὸ λεπτομερέστατον. καὶ ἐνταῦθα οὖν, ἐπειδὴ εἴ τί ἐστιν ἄτομον δεκτικὸν τῶν ἐναντίων, ὑπὸ τὴν οὐσίαν ἐστί, διὰ τοῦτο ἴδιον δοκεῖ εἶναι καὶ τῆς ἁπλῶς οὐσίας τὸ δεκτικὸν τῶν ἐναντίων. γνωσό‐ μεθα δὲ τοῦτο σαφέστερον ἀπὸ τῆς ἀντιστροφῆς· εἴτε γὰρ οὐσία ἐστί, δεῖ τι εἶναι ἐν αὐτῇ ἄτομον ἓν ὂν ὃ καὶ ταὐτὸν ὑπάρχον τῶν ἐναντίων ἀνὰ
25μέρος ἐστὶ δεκτικόν, εἴτε ἓν ὂν καὶ ταὐτὸν τἀναντία δέχεται, οὐσία ἐστίν. οὕτως οὖν ἔσται ἴδιον ὡς ἐπὶ μηδενὸς τῶν ἄλλων λεγόμενον, ἐπὶ μόνης δὲ τῆς οὐσίας καὶ ἀπὸ ταύτης ἐπὶ τῶν ἀτόμων. λδ. Ἀλλ’ οὐκέτι ἀμφιβάλλειν χρή, ὅτι προσθεὶς τὸ ἀριθμῷ ἓν μό‐ νων τῶν ἀτόμων τοῦτο ἴδιον ἀποδέδωκεν· τῷ γὰρ γένει καὶ τῷ εἴδει οὐχ
30ὑπάρχει τοῦτο ἴδιον. Ἢ πρὸς τοῦτο οὐ χαλεπὸν ἐκεῖνο ἀντειπεῖν, ὅτι τρόπος εἷς ἐστι γνώ‐
σεως ὁ ἀπὸ μέρους τὸ ὅλον συνεμφαίνων· ὥστε καὶ ἐνταῦθα, εἰ τοῦ ἀτό‐55

56

μου τοῦτό ἐστι τὸ ἰδίωμα, δύναται καὶ τοῦ γένους εἶναι τὸ αὐτό· ἐπειδὴ γὰρ διὰ τὴν ἄτομον οὐσίαν καὶ τῷ ἐν αὐτῇ εἶναι αἱ δεύτεραι οὐσίαι λέ‐ γονται τὰ ἐναντία δέχεσθαι, διὰ τοῦτο τὸ ἴδιον αὐτῶν κυρίως ἀφωρίσατο δηλῶν ὅτι οὐχὶ τοῦ ἁπλῶς καὶ ἐν ἐπινοίᾳ ἀνθρώπου οὐδὲ τοῦ κοινοῦ καὶ
5καθ’ ἑαυτὸ νοουμένου ζῴου τὸ ἴδιον νῦν ἀφορίζεται, ἀλλὰ τοῦ κατατεταγ‐ μένου καὶ ἐν ὑπάρξει καὶ ἐν τῷδε ὄντος· ὁ γὰρ ἐν τοῖς καθ’ ἕκαστον θεωρούμενος ἄνθρωπος καὶ τὸ ζῷον τὸ ἐν τοῖς κατὰ μέρος ἤδη κατατεταγ‐ μένον τὸ τοιοῦτον ἴδιον ἐπιδέχεται. λε. Ἂν τοίνυν τούτων τις λαβόμενος τῶν κατασκευῶν ἕτερον ἡμῖν
10χεῖρον ἀνθυποφέρων λέγῃ· οὔκουν ἔσται μόνης τῆς οὐσίας ἴδιον τὸ εἰρη‐ μένον, καὶ γὰρ αἱ ἕξεις καὶ αἱ διαθέσεις τῶν ἐναντίων εἰσὶ δεκτικαί· τί πρὸς αὐτὸν ἐροῦμεν; ἕξις μὲν γὰρ καὶ διάθεσις καὶ πρᾶξις λέγεται φαύλη καὶ σπουδαία, κίνησις δὲ ταχεῖα καὶ βραδεῖα γίνεται, ὥστε οὐ μόναις ὑπάρχει ταῖς οὐσίαις τὸ ἐπιδεκτικὸν τῶν ἐναντίων ἀλλὰ καὶ ἄλλοις πλείοσιν.
15 Ἀλλὰ πρὸς τοὺς ταῦτα λέγοντας ἀπὸ τῶν ἤδη προειρημένων ἀπαντᾶν χρή· οὐ γὰρ τὰ γένη καὶ τὰ εἴδη τῶν οὐσιῶν αὐτὰ καθ’ αὑτὰ τῶν ἀτό‐ μων ὡς γένη καὶ εἴδη θεωροῦντες δεκτικὰ τῶν ἐναντίων ἀνὰ μέρος ἐλέ‐ γομεν, ἀλλ’ ὡς ἐν τοῖς ἀτόμοις θεωρούμενα καὶ ὡς συνυπάρχοντα τοῖς ἀτόμοις. ἄλλως οὖν θεωρεῖται ἐπὶ τῶν οὐσιῶν τὸ ἀνὰ μέρος τῶν ἐναν‐
20τίων εἶναι δεκτικόν, ἄλλως ἐπὶ κινήσεως καὶ πράξεως καὶ διαθέσεως καὶ τῶν τοιούτων. ἡ μὲν γὰρ οὐσία μία καὶ ἡ αὐτὴ οὖσα οἷον ὁ Σωκράτης τὰ ἐναντία ἐπιδέχεται παρὰ μέρος, ὥστε καὶ τὸ εἶδος ὁ ἄνθρωπος καὶ τὸ γένος τὸ ζῷον τὰ ἐν αὐτῷ θεωρούμενα δέξεται τὰ ἐναντία ἀνὰ μέρος διὰ τὸ καὶ τὸν Σωκράτην εἶναι ἄνθρωπον καὶ ζῷον. ἐπὶ δὲ τῶν ἄλλων οὐχ
25οὕτως συμβαίνει· ἥδε μὲν γὰρ ἡ πρᾶξις οἷον ἡ Ἀριστείδου καλή, ἥδε δὲ φαύλη οἷον ἡ Εὐρυβάτου, ὁμοίως καὶ ἡ ἕξις καθ’ ἣν ἡ πρᾶξις, ἥδε μὲν σπουδαία, ἥδε δὲ φαύλη. ἄλλαι οὖν καὶ ἄλλαι εἰσὶ γιγνόμεναι σπουδαῖαι καὶ φαῦλαι συμμεταβάλλουσαι ἐν τῷ ἑνὶ τῶν ἐναντίων, οὐχ αἱ αὐταὶ ὥσπερ αἱ ἄτομοι οὐσίαι ὑπομένουσαι τὴν τῶν ἐναντίων μεταβολήν. ὥσπερ
30γὰρ φέρε τὰ τέσσαρα ἐὰν ἀποβάλλῃ τὸ τέσσαρα εἶναι, οὐδὲ ἄρτιά ἐστιν,56

57

οὕτω καὶ πρᾶξις φέρε ἡ καλὴ οἷον ἡ Ἀριστείδου ἀφαιρεθεῖσα τοῦ εἶναι καλὴ καὶ δικαία οὐδὲ πρᾶξις ἔτι εἶναι λέγεται Ἀριστείδου, ἢ πάλιν ἡ Εὐ‐ ρυβάτου τὸ κακὴ εἶναι μηκέτι ἔχουσα οὐδὲ πρᾶξις Εὐρυβάτου εἶναι λέγεται. εἰ μὲν γὰρ ἠδύνατο ἡ καλὴ πρᾶξις φέρε ἡ Ἀριστείδου καὶ κακὴ γενέσθαι,
5ἀπολέσασα τὸ καλὸν ἠδύνατο μένειν πρᾶξις· ἐπεὶ δὲ τοῦ ὅπερ ἐστὶ καλὴ πρᾶξις ἐὰν ἀφαιρεθῇ, οὐκέτι οὐδὲ ὀνομάζεται καθ’ αὑτήν, εὔδηλον ὡς ἑνὶ μόνῳ συνουσίωται τῷ καλῷ, καὶ πάλιν ἡ φαύλη τῷ κακῷ. αἱ μέντοι οὐσίαι διαμένουσιν αἱ αὐταὶ τῶν ἐναντίων μεταβαλλόντων. λϛ. Ἀλλὰ πῶς ὁ πατὴρ ὁτὲ μὲν ὑγιαίνει, ὁτὲ δὲ νοσεῖ;
10 Διότι ἄνθρωπός ἐστι φήσομεν· γίνεται οὖν κατὰ συμβεβηκὸς ἡ τοιάδε κατηγορία. ἔστι δὲ τὸ ἴδιον τῆς οὐσίας οὐ κατὰ συμβεβηκὸς ἀλλὰ καθ’ ἑαυτό, καὶ οὐ κατ’ ἄλλο ἀλλὰ κατὰ τὴν ἐν αὐτῇ μεταβολήν. λζ. Ἀλλὰ τίνος ἐναντίου ὁ ἥλιός ἐστι δεκτικός, ὅς γε ἐν ἑνὶ εἴδει ἀεὶ ἕστηκεν ὡσαύτως; οὐδὲν γὰρ τῇ φύσει αὐτοῦ ἐστιν ἐναντίον. ὅ γε
15μὴν οὐρανὸς οὐκ ἂν σταίη οὐδέποτε, στάσις δὲ κινήσει ἐναντία. ἀλλὰ καὶ τὸ πῦρ τῶν φθαρτῶν ὂν θερμότητος μέν ἐστιν ἐπιδεκτικόν, ψυχρότητος δὲ οὔ, καὶ ἡ χιὼν ψυχρότητος μέν ἐστιν ἐπιδεκτική, θερμότητος δὲ οὔ. Πρὸς ταῦτα δὴ οὖν εἴποιμεν ἄν, ὡς τὸ ἰδίωμα τίθεται ἐνταῦθα πάσης τῆς ἐν μεταβολαῖς δυναμένης γίγνεσθαι οὐσίας, οὐ μέντοι τῆς ἐν τῷ εἶναι
20περιεχούσης τὸ ἀμετάβλητον τῶν εἰδῶν. ἔτι ἐπιδεκτικὴν εἶναι τῶν ἐναν‐ τίων φησίν, ἀλλ’ οὐχὶ οὐσιῶσθαι ἐν τοῖς ἐναντίοις· τὸ δὲ πῦρ οὐκ ἐδέξατο τὴν θερμότητα, ἀλλ’ ἔστιν αὐτοῦ ἐν τῇ οὐσίᾳ ἡ θερμότης. οὐδὲν δὲ ἑαυ‐ τὸ ἐπιδέχεται, ἀλλὰ τῶν ἔξωθέν τι, οἷον τὸ ὕδωρ θερμότητα ἐπιδέχεται ἐπίκτητον οὖσαν ποιότητα, ὑγρότητα δὲ οὐκέτι (σύμφυτος γάρ ἐστιν αὐτῷ),
25καὶ ἡ γῆ ὑγρότητα μὲν ἐπιδέχεται ὡς ἂν ἐκτὸς οὖσαν ποιότητα, ξηρό‐ τητα δὲ οὐδαμῶς· τῇ γὰρ οὐσίᾳ αὐτῆς συνυπάρχει. καὶ τὰ οὐράνια τοίνυν ἐν τῇ κυκλοφορίᾳ τὸ εἶναι ἔχει καὶ οὐκ ἂν ἔχοι τινὰ παραδοχὴν τῆς ἐναντιώσεως. ἔτι οὐδὲ ποιότητές εἰσιν αἱ τοιαῦται ἰδιότητες, ἀλλ’ οὐσιώ‐ δεις διαφοραὶ καὶ συμπληρωτικαὶ τῆς οὐσίας, ὥστε οὐκ ἂν μένον τι ἐξί‐
30σταιτο τῶν κατ’ οὐσίαν ὑπαρχόντων. οἷς οὖν μὴ φύσει καὶ ἀχωρίστως θάτερον ὑπάρχει, ταῦτα δεκτικά ἐστι τῶν ἐναντίων. λη. Ἀλλ’ ἐπανέλθωμεν πάλιν ἐφ’ ἑτέρας ἀπορίας. ὥσπερ τὰ γένη
καὶ τὰ εἴδη πρὸς τὴν οἰκείαν ὑπόστασιν οὐκ ἐξήρκει ἑαυτοῖς τὸ δέχεσθαι57

58

τὰ ἐναντία, ἀλλὰ κατὰ τὰς ὑποκειμένας ἀτόμους οὐσίας, οὕτως οὐδὲ αἱ ἕξεις καὶ αἱ διαθέσεις καὶ αἱ κινήσεις καθ’ ἑαυτὰς δέχονται τὰ ἐναντία, ἀλλὰ κατὰ τὰ ὑποκείμενα αἰσθητά. Φαμὲν δὴ οὖν ὅτι τῇ οὐσίᾳ ὑπάρχει τὸ δέχεσθαι τὰ ἐναντία, διότι
5ὑπόκειται πανταχοῦ πᾶσι καὶ περὶ αὐτὴν καὶ ἐν αὐτῇ πάντα ὑπάρχει, ὥστε καὶ περὶ αὐτὴν τὰ ἐναντία ἐστί, τῶν δὲ ἄλλων οὐδενὶ τὸ ἐπιδεκτι‐ κὸν ὑπάρχει. οὐδὲ γὰρ πρὸς τὴν οἰκείαν ὑπόστασιν ἐξήρκει ἑαυτοῖς τὰ συμβεβηκότα, ἀλλ’ ἑτέρας ὑποβάθρας δεῖται πρὸς τὸ εἶναι, καὶ οὐδὲ τὴν ἀρχὴν ὑπόκειται οὐδενί· πῶς ἂν οὖν δέχοιτο τὰ ἐναντία ἅ γε οὐδὲ ὑπο‐
10μένει; τὸ μὲν γὰρ ὑποκείμενον οἷον τὸ σῶμα λευκὸν καὶ μέλαν γίγνεται μένον σῶμα, τὸ δὲ χρῶμα οὔ, οὐδὲ ὅταν ἐκ λευκοῦ μέλαν γένηται, τὸ λευ‐ κὸν παρὸν δέχεται τὸ μέλαν, ἀλλὰ τὸ μὲν οὐκέτι ἐστὶν οὐδὲ μένον παρα‐ δέχεται τὴν ἐναντίαν πρὸς ἑαυτὸ μορφήν, ἀλλ’ ἐξίσταται, τὸ δὲ ἐγγίγνεται. καὶ τὸ μὲν ζῷον καὶ ὁ ἄνθρωπος ἐπειδὴ ὑπομένει, δέχεται τὰ ἐναντία,
15καθόσον εἰσὶν οὐσίαι ἐν τῷ τινὶ ἀνθρώπῳ, τὸ δὲ χρῶμα οὐχ ὑπομένει, διὰ τοῦτο οὐκ ἐπιδέχεται· ὅταν γὰρ ἀπίῃ τὸ λευκόν, συναπέρχεται σὺν αὐτῷ καὶ τὸ χρῶμα καὶ οὐκέτι ἔσται, καὶ ἅμα τῷ παραγίνεσθαι τὴν με‐ λανίαν παραγίνεται ἡ ἐπ’ αὐτῇ χροιά, ἢ εἰ μὴ τοῦτό ἐστιν ὅτε ἐστίν, οὐ μέντοι μένον τὸ χρῶμα τὰ ἐξιόντα καὶ εἰσιόντα δέχεται.
20 λθ. Πάλιν Πλωτῖνος ἀπορεῖ λέγων, ὅτι συμβεβηκός ἐστι περὶ τὴν οὐσίαν τὸ δέχεσθαι ἀνὰ μέρος τὰ ἐναντία, ὥστε ὃ μέν ἐστιν ἡ οὐσία οὐκ εἴρηκεν, οὐδὲ ὅπερ ἀεὶ ὑπάρχει ἰδίως παρέστησεν ὁ Ἀριστοτέλης, ὃ δὲ ἄλλως αὐτῇ παρηκολούθηκε, δεδήλωκε. Φήσομεν οὖν πρὸς τὸν ἄνδρα τὸν ταῦτ’ ἀποροῦντα, ὡς κρεῖττόν τι ἢ
25κατὰ τὴν αἰσθητὴν οὐσίαν ἀπαιτεῖ, ὃ μέλλει ταὐτὸ παρέχειν πᾶσιν οὐσίας εἶδος, οὐ προσποιεῖται δέ, ὅτι συμπεφορημένης ταύτης οὔσης δεῖ καὶ τὰ ἰδιώματα τοιαῦτα εἶναι, ὁποία αὐτή ἐστιν. ἐπεὶ καὶ νῦν ὁ Ἀριστοτέλης βουλόμενος ἐνδείξασθαι τὸ συμπεφορημένον καὶ μὴ ἀληθινὸν τῆς ἐνύλου καὶ συνθέτου καὶ ἐν γενέσει οὐσίας διὰ τῆς μεταβολῆς τῆς εἰς τὰ ἐναντία
30ἐποιήσατο τὴν ἀπόδοσιν, ὥστε τὸ σύνθετον τῆς οὐσίας καὶ κατὰ πλῆθος58

59

θεωρούμενον λογιζόμενος οὕτως καὶ τὸ ἴδιον αὐτῆς θεωρεῖ, ὥστε καὶ τῇ φύσει αὐτῆς καὶ τῇ τοιαύτῃ ὑποστάσει ὀφεῖλον συνυπάρχειν. εἰ μὲν οὖν ποτὲ μὲν εἶχε τὸ τῶν ἐναντίων ἀνὰ μέρος δεκτικόν, ποτὲ δὲ μὴ εἶχε, συμβεβηκὸς ἂν ἦν τοῦτο· ἐπεὶ δὲ δυνάμει ὑπάρχει αὐτῇ τὸ πρὸς τἀναντία
5αὐτὴν ὑποκεῖσθαι, τοιαύτη δέ ἐστι καὶ ἡ σύνθετος οὐσία ὡς πάντων μετ‐ έχειν τῶν εἰδῶν καὶ συμπεφορῆσθαι ἐκ τῶν εἰς τὴν ὕλην ἐρχομένων πάντων, εἰκότως τῷ συνθέτῳ αὐτῆς καὶ ἡ πρὸς τὰ ἐναντία ὑποδοχὴ συνελήλυθεν. μ. Ὁμοίως Πλωτῖνος ἀπορεῖ, εἰ ἡ αἰσθητὴ οὐσία οὐκ ἄνευ μεγέ‐
10θους οὐδ’ ἄνευ ποιότητος, πῶς τὰ συμβεβηκότα αὐτῆς χωρίζομεν. ἔστω δὲ τὸ λεγόμενον ἐπὶ παραδείγματος· τοῦ πυρὸς οὐσίας λεγομένης ἐὰν τὸ ξηρὸν καὶ θερμὸν θελήσωμεν χωρίσαι, οὐκ ἔτι ἔσται τὸ ὅλον οὐσία, ἀλλά τι αὐτοῦ μέρος· τοῦτο δέ ἐστιν ἡ ὕλη, ὥστε μόνη ἡ οὐσία εὑρε‐ θήσεται ἡ ὕλη.
15 Πρῶτον μὲν οὖν τὸ σύμμικτον καὶ συμπεφορημένον τῆς ἐνταῦθα οὐσίας οὐχ ὁρᾷ, ἀλλὰ ἀποδιαλαμβάνων καθ’ ἑαυτὰ θεωρεῖ τὰ ὑπάρ‐ χοντα αὐτῇ, μηδαμῶς αὐτῶν κατ’ ἰδίαν ὑφεστηκότων ἀλλὰ πάντων ἐν ἀλλήλοις καὶ μετ’ ἀλλήλων τὸ ὁπωσοῦν ὑφεστάναι ἐχόντων, δεύτερον δέ, ὅτι τὸ θερμὸν καὶ τὸ ξηρὸν καὶ τὰς κατ’ εἴδη συμπληρωτικὰς διαφορὰς
20ὡς χωριστὰς ποιότητας διαλαμβάνει, καὶ τὴν κατὰ τὸ εἶδος οὐσίαν οὐ προσ‐ ποιεῖται οὐδὲ ὅτι ἡ πρώτη ὑπόστασις τῆς συνθέτου οὐσίας ἐξ ὕλης ἐστὶ καὶ εἴδους, ὥσπερ ἐν τοῖς Φυσικοῖς δείκνυται. τῶν δὲ ἐπεισιόντων αὐτῇ αἱ μὲν οὐσιώδεις ποιότητες συμπληροῦσιν αὐτὴν καὶ συνυφιστᾶσιν, αἱ δὲ ὡς χωρισταὶ ἐπιγίγνονται. ἀπὸ γὰρ τούτων προῆλθεν εἰς ὑπόνοιαν τοῦ
25νομίζειν εἶναι τὴν ὕλην κυρίως οὐσίαν κατὰ Ἀριστοτέλην. τὸ δὲ οὐχ οὕτως ἔχει· ἔδειξε γὰρ ἐν τοῖς Φυσικοῖς, ὅτι τὸ εἶδος μάλιστά ἐστιν ἡ οὐσία. ἔπειτα οὐδὲ αἱ ποιότητες αἱ οὐσιώδεις, αἳ ὑπάρχουσι μετ’ αὐτῆς, χωρίζονται, ἀλλὰ δυνάμει ἐκείνην τηροῦσιν (ἡ μὲν γὰρ τούτων σύνοδος τὸ ὅλον ὑφίστησι), μένει μέντοι ἡ ὕλη δυνάμει, κἂν τὰς οὐσιώδεις ποιότητας
30κἂν τὰ χωριστὰ δέχηται. τὸ οὖν οὐκ ἄνευ μεγέθους καὶ οὐκ ἄνευ ποιό‐ τητος τὴν αἰσθητὴν οὐσίαν θεωρεῖσθαι λέγεται μὲν ὀρθῶς, οὐκέτι μέντοι ὅπερ ἐστὶν ἀληθὲς τοῦτο προστιθέμενον ἔχει τὸ ὅτι κἂν τὰ εἴδη τῇ ἐπι‐ νοίᾳ χωριζόμενα, ἀλλ’ ἡ ὕλη δυνάμει μένει ἐμφανταζομένη τῇ τῶν εἰδῶν συνόδῳ, ὥστε εἰ μηδὲ εἶναι ἄνευ τῶν εἰδῶν ἡ ὕλη δύναται, κυριωτέρα
35ἐστὶν οὐσία ἡ κατὰ τὸ εἶδος.59

60

μα. Ἀλλ’ οὐχὶ εἰ μὴ πάσχοι τὸ τῶν ἐκτὸς πάθος ὁ λόγος καὶ ἡ δόξα, οὐδὲ ὅλως πάσχει; πάσχει γὰρ ὁ λόγος καὶ δέχεται τὴν ἐν αὑτῷ μεταβολὴν τὴν κατὰ τὸ ἀληθεύειν καὶ ψεύδεσθαι· λόγου γὰρ αὕτη ἐναν‐ τίωσις καὶ τῆς δόξης αὐτῆς. ἐπεὶ ὥρα γε λέγειν μηδὲ τὴν ψυχὴν
5δεκτικὴν εἶναι τῶν ἐναντίων, ἐπεὶ οὐ δέχεται τὸ λευκὸν καὶ μέλαν (οὐδὲ γὰρ πέφυκε τούτων εἶναι ἐπιδεκτική), ἀλλ’ ἐπιδέχεται ἃ πέφυκε δέχεσθαι οἷον φρόνησιν καὶ ἀφροσύνην, διὰ τοῦτο ἔσται περὶ αὐτὴν ἡ οἰκεία ἐναντίωσις· οὕτως οὖν καὶ ἐνταῦθα, ὡς ὁ λόγος δέχεται τὰ ἐναντία καὶ ἡ δόξα, τοῦτ’ ἔστιν τὴν κατὰ τὸ ἀληθὲς καὶ ψεῦδος δεχόμενα μετα‐
10βολήν, οὐ μέντοι τὴν κατὰ τὸ καθῆσθαι ἢ μὴ καθῆσθαι. ἔσται οὖν περὶ αὐτὰ κατὰ μεταβολὴν ἡ ἐναντίωσις τὴν προσήκουσαν τῷ λόγῳ καὶ τῇ δόξῃ. Πρὸς δὴ ταῦτα ἐροῦμεν, ὅτι οὐ καθ’ ἑαυτὸν ὁ λόγος ἐπιδέχεται τὸ ἀληθὲς καὶ τὸ ψεῦδος μηνυτικός γε ὤν, ἀλλ’ οὐ κατὰ τὴν οἰκείαν φύσιν
15κατὰ τὸ πρός τι ἐπιδέχεται τὸ ἀληθὲς καὶ τὸ ψεῦδος· κατὰ γὰρ τὸ σύμ‐ φωνος ἢ ἀσύμφωνος εἶναι τοῖς πράγμασιν ἀληθεύειν ἢ ψεύδεσθαι λέγεται. ὥσπερ οὖν ἐν τοῖς πρός τι μηδεμιᾶς ἐν αὐτοῖς μεταβολῆς γενομένης ὁ δεξιὸς ἀριστερὸς γίγνεται τῷ ἄλλον μετακινηθῆναι, οὕτω καὶ ἐνταῦθα οὐ τῷ παθεῖν τι τὸν λόγον ἢ μεταβάλλειν τὴν δόξαν ἐξ ἀληθῶν ψευδῆ γίγνε‐
20ται, ἀλλὰ μένοντα ἀκίνητα διὰ τὴν τῶν πραγμάτων μεταβολὴν δοκεῖ ἄλλοτε ἄλλως ἔχειν· εἰ δ’ ἄρα τις καὶ δοίη λόγου ὡς λόγου καὶ δόξης εἶναι τὰς τοιαύτας μεταβολάς, ἔσται μὲν ἡ μεταβολὴ κατὰ τὸ ἀληθὲς καὶ ψεῦδος, οὐ μέντοι τῷ αὐτὰ παθεῖν· μένει γὰρ ἀκίνητα. μβ. Ἀλλ’ ἄγε εἰ βούλει συγχωρήσωμεν ἴδιον τῆς οὐσίας τοῦτο εἶναι,
25ἀλλ’ ὅμως οὐ παρίστησι τί ἐστιν ἡ οὐσία· τίνι γὰρ ἐπερείσαντες τὴν διά‐ νοιαν τὰ μὲν οὐσίας λέγομεν, τὰ δὲ πάθη; εἰ μὲν τῷ τόδε εἶναι καὶ τῷ μὴ ἐν ἄλλῳ ὑπάρχειν, τὸ εἶδος καὶ τὸ γένος τοῦτο οὐχ ἕξει· κατὰ μὲν γὰρ τῆς ἀτόμου οὐσίας τὸ εἶδος λέγεται, τὸ δὲ γένος καὶ κατὰ τοῦ εἴδους καὶ
κατὰ τοῦ ἀτόμου.60

61

Πρῶτον μὲν οὖν ἐροῦμεν, ὅτι κατ’ ἄλλου οὕτως λέγεται οὐχ ὡς τὸ συμβεβηκός, ὅ τι μὲν ἄλλῳ, ἀλλ’ ὡς γένος, ὅ τι συμπληρωτικὸν τοῦ ὑποκει‐ μένου καὶ ὡσαύτως περὶ αὐτοῦ λεγόμενον. ἔπειτα ὃ πολλάκις εἰρήκαμεν πρὸς τὸν ἄνδρα, κἀκεῖνο προστίθεμεν, ὡς οὐ χρὴ τὴν ἀσώματον οὐσίαν
5ἐπιζητεῖν ἐπὶ τῶν σωμάτων οὐδὲ τὸ καθ’ ἑαυτὸ καὶ ἓν κεχωρισμένον ἐπὶ τῶν μὴ δυναμένων ἐπιδέχεσθαι ταῦτα. χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὡς τῶν ἀνωτάτω γενῶν οὐχ οἷόντε ἀκριβεῖς ὅρους ἀποδιδόναι οὐδὲ τὴν οὐσίαν αὐτῶν τελέως πᾶσαν περιλαβεῖν δυνατόν· πᾶσα γὰρ ἀπὸ τῶν ὑστέρων γίνε‐ ται ἡ περὶ αὐτῶν διδασκαλία ὑπομνήσει μᾶλλον ἐοικυῖα καὶ ὑπογραφῇ. οὐ
10δεῖ τοίνυν πλέον ἐπιζητεῖν παρὰ τοῦ λόγου ἢ ὅσον ἐπιδέχεται ἡ τῶν πραγ‐ μάτων σαφήνεια, ὥστε ἐξαρκεῖ καὶ τὸ ἴδιον ἀποδοῦναι, ἀφ’ οὗ εἰ κατ’
οὐσίαν αἱ λέξεις κατηγοροῦνται, ἔνεστι μαθεῖν.61

62

(1t)

ΔΕΞΙΠΠΟΥ ΠΛΑΤΩΝΙΚΟΥ ΦΙΛΟΣΟΦΟΥ ΤΩΝ ΕΙΣ ΤΑΣ ΑΡΙΣΤΟ‐
2tΤΕΛΟΥΣ ΚΑΤΕΓΟΡΙΑΣ ΑΠΟΡΙΩΝ ΤΕ ΚΑΙ ΛΥΣΕΩΝ ΤΡΙΤΟΝ.
3tΚεφάλαια τοῦ τρίτου βιβλίου.
4α. Ὅτι κατὰ Πλωτῖνον ἡ ποιότης ὀφείλει προτάττεσθαι τοῦ ποσοῦ.
5β. Ἀπορία Πλωτίνου, ἐν ᾗ ζητεῖται, τί κοινὸν κατὰ τοῦ συνεχοῦς καὶ διωρισμένου τὸ κατηγορούμενον. γ. Ὅτι τὸ διωρισμένον ποσὸν πρότερόν ἐστι τοῦ συνεχοῦς, καὶ συναν‐ αιρεῖ μέν, οὐ συναναιρεῖται δέ, καὶ συνεπιφέρεται μὲν ὑπὸ τοῦ συνεχοῦς, οὐ συνεπιφέρει δέ.
10δ. Πλωτίνου ἀπορία, ὅτι ἄλλη μὲν ἡ φύσις τοῦ ἀριθμοῦ καθ’ ἑαυτήν ἐστιν, ἄλλη δὲ καθ’ ἣν τὸ τοσόνδε αὐτῇ ὑπάρχει. ε. Πλωτίνου ἀπορία, πότερον ἐνυπάρχει τοῖς ἀριθμουμένοις ὁ ἀριθμὸς ἢ χωρὶς αὐτῶν μετρεῖ. ϛ. Ὅτι ἡ αὐτὸ τοῦτο ποσότης οὐ πάντως ἐστὶ ποσόν.
15ζ. Ἀπορία Πλωτίνου, ὅτι τῷ λόγῳ τὸ ποσὸν συμβέβηκε. η. Πλωτίνου ἀπορία, ὅτι οὐ δι’ ἑαυτόν, ἀλλ’ ἐν τῷ χρόνῳ ὄντι ποσῷ λεγόμενος ὁ λόγος καὶ αὐτὸς ποσὸν νομίζεται. θ. Πλωτίνου ἀπορία, ὅτι οὐκ ἐξαρκεῖ τὸ μετρεῖσθαι πρὸς τὸ εἶναι ποσόν.
20ι. Ἄλλη Πλωτίνου ἀπορία, ὅτι ὡς ἡ πρᾶξις κατὰ συμβεβηκός ἐστι ποσή, οὕτω καὶ ὁ λόγος. ια. Ὅτι οὐ δύναται ὁ λόγος τῶν μετὰ συμπλοκῆς ὢν ὑπὸ κατηγορίαν πίπτειν, εἴ γε αἱ κατηγορίαι ἁπλαῖ εἰσιν. ιβ. Ὅτι μᾶλλον ἔδει συνεχῆ λέγειν τὸν λόγον καὶ τὸν ἀριθμὸν ἢ τὸ
25σῶμα.62

63

ιγ. Διὰ τί ὡς ἀμφιβάλλων εἶπεν εἰ τὰ πέντε τῶν δέκα μόριον; ιδ. Ὅτι σῶμα καὶ μέγεθος καὶ γραμμὴ καὶ ἐπιφάνεια καθ’ ἑαυτὰ οὐκ ἔστι ποσά, ἀλλὰ τῷ μετασχεῖν τοῦ ποσοῦ. ιε. Ὅτι μὴ προδιδάξας περὶ τόπου καὶ χρόνου χρῆται αὐτοῖς ὡς ἤδη
5 προεγνωσμένοις. ιϛ. Ὅτι τρίτον εἶδος ἄλλο ποσοῦ παραφῆκεν. ιζ. Πλωτίνου ἀπορία περὶ τοῦ χρόνου πῶς λέγεται ποσός. ιη. Ὅτι ὁ χρόνος μᾶλλόν ἐστι τοῦ πρός τι. ιθ. Πλωτίνου ἀπορία περὶ τοῦ τόπου.
10κ. Πότερον δύο ἢ τρία ὑπάρχειν δεῖ τοῖς θέσιν ἔχουσιν; κα. Εἰ προηγουμένως ὁ τόπος καὶ ἡ ἐπιφάνεια θέσιν ἔχει; κβ. Ὅτι ὅλως οὐ δύναται εἶναι θέσις. κγ. Ὅτι ἡ ἐπιφάνεια κατὰ συμβεβηκός ἐστι ποσή. κδ. Ὅτι τινὰ θέσιν ἔχοντα οὐκ ἔστι ποσά.
15κε. Τί κριτήριον τοῦ διωρισμένου ποσοῦ καὶ τοῦ ἀορίστου; κϛ. Διὰ τί τὸ ἀόριστον ποσὸν τὸ μὲν ἁπλῶς λέγεται, τὸ δὲ πρός τι; κζ. Ὅτι ἐναντίωσίς ἐστιν ἐν τῷ ποσῷ, καὶ ταῦτα λέγοντος Ἀριστοτέ‐ λους τῷ ποσῷ οὐδέν ἐστιν ἐναντίον. κη. Ὅτι δύναται τὸ πολὺ καὶ τὸ ὀλίγον ποσὰ εἶναι.
20κθ. Πότερον τὰ σχήματα ποιὰ δεῖ λέγειν ἢ ποσά; λ. Ποῦ χρὴ τάττειν τὴν γεωμετρίαν, ἐν τῷ ποσῷ ἢ ἐν τῷ ποιῷ; λα. Πῶς λέγει τῷ ποσῷ μηδὲν εἶναι ἐναντίον; λβ. Ὅτι ὁ τόπος οὐκ ἔστι καθ’ ἑαυτὸν αἴτιος τῆς ἐπὶ τοσόνδε κι‐ νήσεως.
25λγ. Διὰ τί οὐ λέγομεν τὰ κατὰ διάμετρον ἐναντία, εἴ γε τὴν ἐναντιό‐ τητα τῇ μεγίστῃ διαστάσει μετροῦμεν; λδ. Πότερον καὶ ἐπὶ τῆς βαρύτητος καὶ κουφότητος τὸ ἴσον καὶ ἄνισον χρὴ λέγειν ἢ οὔ; λε. Ὅτι ἐὰν ὡς ἐπὶ ποιῶν τοῦ βαρέος καὶ κούφου τὸ ἴσον καὶ ἄνισον
30 λέγηται, οὐκ ἂν ἴδιον εἴη τοῦτο τοῦ ποσοῦ. λϛ. Διὰ τί εἶπε τῶν δὲ λοιπῶν ὃ μή ἐστι ποσόν, οὐ πάνυ ἂν δόξειεν ἴσον τε καὶ ἄνισον λέγεσθαι; λζ. Ὅτι εἰ καὶ ἐπὶ ποσοῦ λέγεται τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον, οὐκ ἂν εἴη ἴδιον τοῦ ποιοῦ;
35λη. Πῶς ἀνελὼν τὴν ἐναντιότητα τοῦ ποσοῦ ἐν τῷ ἰδίῳ αὐτοῦ ἐναν‐ τίωσιν ὑποτίθεται; λθ. Ὅτι οὐ παντὶ ὑπάρχει τῷ ποσῷ τὸ ἴσον τε καὶ ἄνισον λέγεσθαι.
μ. Ποῦ χρὴ τάττειν τὰς τοῦ ποσοῦ ἀποφάσεις;63

64

α. Τὰ μὲν δὴ περὶ τῆς οὐσίας ἀπορήματα, ὦ κάλλιστε τῶν ἐμῶν ἑταίρων Σέλευκε, οὕτως ἡμῖν ἐξήτασται. βούλει δὲ μέχρι ταύτης ἱστώμεθα ἢ πάλιν ἐπὶ τὴν τοῦ ποσοῦ φύσιν μεταβαίνωμεν; Ἀλλ’ οὔτε ἄλλῳ τῶν φιλοσόφων οὔτε δὴ μάλιστα σοὶ τῷ τοὺς πό‐
5νους ἀπαραιτήτους ἔχοντι ἀτέλεστον τὴν συγγραφὴν καταλιπεῖν πρέπει. Ἡσίοδος μὲν γὰρ καὶ τὰ κάλλη τῶν οἰκοδομημάτων εἰς τέλος ἄγειν ἀξιοῖ, ἵνα μή τις αὐτοῖς, ὡς ὁ ποιητὴς ἐκεῖνός φησιν,
ἐφεζομένη κρώζῃ λακέρυζα κορώνη, ἡμεῖς δὲ οὐ φοβηθησόμεθα, μή τις ἡμᾶς εὐλόγως μέμψηται ὡς ἀπεγνω‐
10κότας ἑαυτῶν, εἰ μὴ πρὸς τέλος τῆς συγγραφῆς ἥξομεν, μᾶλλον δὲ μηδ’ εἶναι τροφίμους τῆς ἐλπίδος ἀποφαίνηται, ἣν δὴ Πίνδαρος γλυκεῖαν εἶναι βούλεται καὶ τὴν καρδίαν ἀτάλλοισαν συναορεῖν. ταῦτα μὲν οὖν ἀφείσθω, περὶ δὲ τῆς τάξεως τῶν κατηγοριῶν ἤδη πρὸς ἀλλήλους διαλεχθῶμεν. πρῶτον γὰρ δεῖ σε τὴν αἰτίαν ἀποδοῦναι, δι’ ἣν δεύτερον τὸ ποσὸν τάτ‐
15τεται μετὰ τὴν οὐσίαν. Πλωτῖνος γὰρ ἐνδηλότατα γνωρίσματα βούλεται παρέχειν τὴν ποιότητα τοῦ μᾶλλον αὐτὴν εἶναι προσεχεστέραν τῇ οὐσίᾳ, οὑτωσί πως τὸν λόγον ἐπερχόμενος. οὐσίαν τὴν κυριωτάτην εἶναι τιθέ‐ μεθα τὸ εἶδος κατά γε αὐτὸν Ἀριστοτέλην· εἰ δὲ τοῦτο οὕτως ἔχει, τὸ συγγενὲς πρὸς τὸ εἶδος πρότερον ἂν εἴη τῶν διεστηκότων πορροτέρω. ὁμο‐
20λογεῖται τοίνυν πρώτως ἀπὸ τοῦ εἴδους τὸ ποιὸν ὑφίστασθαι τοιοῦτον ὁποῖόν ἐστι τὸ εἶδος, ὥστε εἰ τῇ κυριωτάτῃ οὐσίᾳ συνῆπται τῇ κατὰ τὸ εἶδος,
εἰκότως ἂν δευτέραν ἔχοι τάξιν τὸ ποιὸν μετὰ τὴν οὐσίαν. μάλιστα δὲ64

65

διότι τὸ ποιὸν ἀμέριστόν ἐστι καὶ ἀδιαίρετον καὶ ἀμερίστως περὶ τοῖς σώμασι κατὰ συμβεβηκὸς διαιρεῖται, διότι ποιόν ἐστι τὸ μετέχον τῆς ποιότητος. εὐλόγως ἂν οὖν κατά γε τοῦτο προτάττοιτο τοῦ ποσοῦ τὸ ποιόν, εἴπερ τὸ ἀδιάστατον τοῦ διαστατοῦ καὶ τὸ ἀμέριστον τοῦ μεριστοῦ καὶ τὸ ἀδιαίρε‐
5τον κατ’ αὐτὸν τὸν τοῦ ποιοῦ λόγον τοῦ διαιρετοῦ καὶ τὸ ἁπλοῦν τοῦ συνθέτου κατὰ φύσιν τε προτέτακται καὶ πρὸς τὰς ἀσωμάτους ἀρχάς ἐστιν οἰκειότερον. Καὶ Ἀρχύτας μὲν ὁ Πυθαγορικός, ὦ προσεχέστατε Σέλευκε, τῇ τάξει ταύτῃ κέχρηται λέγων ὧδέ πως· ‘ἁ δὲ τάξις αὐτῶν ὧδε ἔχει· πράτα
10μὲν τέτακται ἁ οὐσία διὰ τὸ μόνον ταύταν ὑποκεῖσθαι τοῖς ἄλλοις, καὶ αὐτὰν καθ’ αὑτὰν δύνασθαι νοεῖσθαι, τὰς δὲ ἄλλας μὴ ἄνευ ταύτας· ἤτοι γὰρ κατ’ αὐτᾶς 〈ἢ αὐτᾷ〉 ἐν ὑποκειμένᾳ καταγορεῦνται. δευτέρα δὲ ἁ ποιό‐ τας· ἄνευ γὰρ τῶ τί ἐστιν ἦμεν ἀδύνατον ποιόν τι ἦμεν.‘ οὕτω μὲν οὖν οἱ ἀπὸ Πυθαγόρου καὶ Πλωτίνου χωρίζουσιν· ἡμεῖς δὲ ὑπὲρ Ἀριστοτέλους
15ἀπολογιζόμενοι τοιαύτην τινὰ τὴν αἰτίαν τῆς τάξεως ἀποδίδομεν. πρῶτον μὲν τῷ ὄντως ὄντι καὶ νοητῷ καὶ ἑνὶ τὸ πλῆθος συνυπέστη καὶ τὰ εἴδη καὶ τὰ παραδείγματα, 〈ἃ〉 εἰ καὶ ἥνωται ἐν τῇ τοῦ θεοῦ νοήσει. ἀλλ’ ἰδίαν οὐσίαν καὶ περιγραφὴν ἔχοντα ἐν τῇ ἁπλότητι τοῦ θεοῦ τὴν ἕνωσιν ἔχει περιειλημμένην, ὥστε εἰ μετὰ τοῦ ὄντος εὐθὺς ὁ ἀριθμὸς τῶν εἰδῶν συνυπ‐
20άρχει, ἀπὸ τῶν πρώτων αἰτίων καὶ τῶν νοητῶν ἡ ποσότης ἄρχεται. ἔπειτα εἴ τις ὑποθοῖτο τὸ ἀπὸ τοῦ ἑνὸς παραχθὲν πλῆθος ἀναιρούμενον (ὅπερ οὐκ ἐκτέθειται ἔξω οὐδὲ κεχώρισται ἀπὸ τοῦ παράγοντος, ἀλλ’ ἐν αὐτῷ καὶ περὶ αὐτὸ τὸ εἶναι ἔχει)· ἀναιρουμένου δὴ τοῦ πλήθους καὶ αὐτὰ τὰ εἴδη † τῆς ποιότητος παραφωμοίωται, συνανῄρηται. τῆς ἰδιότητος οὖν
25τοῦ ποσοῦ ἀφαιρεθείσης εὐθὺς συνανῄρηται καὶ ἡ τοῦ εἴδους νόησις, ὥστε πλέον θάτερον γίνεται ἢ ὅπερ ἐκεῖνοι βούλονται. καὶ ταῦτα μὲν ἐπειδὴ πρὸς νοεροὺς ἄνδρας καὶ περὶ τῶν νοητῶν διαταττομένους καὶ κατ’ ἐκεῖνα
καὶ τὰ αἰσθητὰ τάττοντας νοερῶς ἀπαντᾶν ἔδει, οὕτως ἐπεχειρήσαμεν· εἰ65

66

δὲ χρὴ τὸν Ἀριστοτέλους νοῦν ἀληθέστερον ἐξετάζειν. ἐκεῖθεν ἀρξώμεθα. τῷ σώματι καὶ τῇ τούτου διαστάσει συγγενεστέρα ἐστὶν ἡ τοῦ ποσοῦ φύσις ἤπερ ἡ τοῦ ποιοῦ, ὥστ’ ἐπεὶ πλείονα τὰ κοινὰ τῷ ποσῷ ὑπάρχει πρὸς τὴν οὐσίαν, ἐλάττονα δὲ τῷ ποιῷ, εἰκότως τὸ ποσὸν δεύτερον μετὰ τὴν
5οὐσίαν τάττεται. αὐτίκα τὸ διαιρετὴν εἶναι, τὸ σύνθετον, τὸ τριχῇ δια‐ στατήν, τὸ μεριστὴν τὴν οὐσίαν ἡ τοῦ ποσοῦ φύσις παραδηλοῖ, τὸ δὲ τοι‐ άνδε μόνον ἡ τοῦ ποιοῦ. ἔδει τοίνυν κατὰ τὰ πλείω τὸ κοινὸν τάξαι, ἀλλ’ οὐ κατὰ τὸ ἓν ὑπάρχοντα, ὥστ’ ἐπεὶ τὴν σύνθετον καὶ σωματοειδῆ πρώ‐ την οὐσίαν ὑπέθετο, εὐλόγως αὐτῇ τὸ ποσὸν συνέταξεν ὡς οἰκειότερον καὶ
10προσεχέστερον καὶ τῇ διαστάσει αὐτῆς συνυπάρχον. καὶ οὕτως δ’ ἂν ἀπο‐ λογησαίμεθα· ἐπειδὴ πρὸς τὴν τοῦ λέγεσθαι χρείαν γνωριμώτερον ἡμῖν ἐστι τὸ σύνθετον, ἔσται διὰ τοῦτο καὶ τὸ τῷ συνθέτῳ διαστατὸν προσε‐ οικὸς πρότερον τοῦ ἀδιαστάτου ποιοῦ. β. Ἐπεὶ δὲ πάλιν ὁ Πλωτῖνος ἐνίσταται λέγων ὡς ἀμφότερα οὐ ῥη‐
15τέον ὡσαύτως ποσά (εἰ μὲν γὰρ τὸ συνεχὲς ποσόν, τὸ διωρισμένον οὐκ ἔσται, εἰ δὲ τὸ διωρισμένον, οὐκ ἔσται τὸ συνεχές), δίκαιον ἤδη σοι τί ποτέ ἐστιν ἐν ἀμφοτέροις κοινὸν εἰπεῖν. Ὡς μὲν οὖν συντόμως ἀπαντῆσαι πρὸς τὸ ζητούμενον, κοινὸν ἔχουσι τὸ μέτρον ἐν ἑαυτοῖς καὶ τὸ πέρας, ὅπερ ἐν τῷ διωρισμένῳ καὶ τῷ συν‐
20εχεῖ θεωρεῖται. ἐπειδὴ δὲ εἰκός ἐστι φιλονεικοῦντά τινα πρὸς ταῦτα τὸ ἐν τῷ μεγέθει ποσὸν τῷ μετασχεῖν ἀριθμοῦ ποσὸν ἀποφαίνεσθαι, τὸ δὲ προσλαμβάνον τὸ ποσὸν λέγεσθαι, ὅταν εἰς ἀριθμὸν ἀχθῇ δίπηχυ ἢ τρί‐ πηχυ ἀφοριζόμενον, ἄξιον καὶ περὶ τούτου διελθεῖν. τὸ συνεχὲς καὶ τὸ διῃρημένον ἐν τῇ τοῦ παντὸς κόσμου συστάσει ἰδίαν ἔχον ἑκάτερον φύσιν
25θεωρεῖται· τὸ μὲν γὰρ διῃρημένον κατὰ παράθεσίν τε καὶ σωρείαν, τὸ δὲ συνεχὲς καθ’ ἕνωσιν καὶ ἀλληλουχίαν νοεῖται, καὶ τὸ μὲν συνεχὲς καὶ ἡνωμένον καλεῖται μέγεθος, τὸ δὲ παρακείμενον καὶ διῃρημένον πλῆθος. τούτων δὴ οὕτω διωρισμένων κατὰ μὲν τὴν τοῦ μεγέθους οὐσίαν εἷς τε ὁ κόσμος ἐπινοεῖται καὶ λέγεται στερεὸς καὶ σφαιρικὸς καὶ συμπεφυκὼς ἑαυ‐
30τῷ διατεταγμένος τε καὶ ἀλληλουχούμενος, κατὰ δὲ τὴν τοῦ πλήθους πάλιν ἰδέαν καὶ ἔννοιαν σφαῖραι καὶ ἀστέρες καὶ στοιχεῖα ζῷά τε καὶ φυτὰ ἐν αὐτῷ θεωρεῖται, καὶ τοῦ μὲν ἡνωμένου ἐπ’ ἄπειρον ἐκ παντός ἐστιν ἡ
τομή, ἡ δὲ αὔξησις ἐπὶ ὡρισμένον, τοῦ δὲ πλήθους κατὰ ἀντιπεπόνθησιν66

67

ἐπ’ ἄπειρον μὲν ἡ αὔξησις, ἔμπαλιν δὲ ἡ τομὴ ἐπὶ ὡρισμένον, ἀμφότερα δὲ τὰ γένη ταῦτα ἐπιστήμαις ὑπάγεται, ἀριθμητικῇ μὲν τὸ πλῆθος, γεω‐ μετρίᾳ δὲ τὸ μέγεθος· ὥστε εἴπερ καὶ ἐν τῷ ὑφεστηκέναι καὶ ἐν τῷ 〈νο‐ εῖσθαι〉 διορίζεσθαι δεῖ ταῦτα ἀπ’ ἀλλήλων, οὐκ ἂν εἴη τὸ μὲν πλῆθος
5καθ’ ἑαυτὸ ποσόν, τὸ δὲ μέγεθος κατὰ συμβεβηκὸς ὡς ἀπὸ τοῦ ἀριθμοῦ τὸ τοσόνδε παραδεχόμενον· κοινὸν γὰρ ἐν αὐτοῖς ὑπάρχει τὸ μετρεῖσθαι καὶ τὸ πεπερατῶσθαι κατὰ τὴν ἰδίαν ἑκάστου ὑπόστασιν. γ. Πρὸς μὲν δὴ τοῦτο οὕτως ἀπήντησας, δοκεῖ δέ μοι πρότερον εἶναι τὸ διῃρημένον τοῦ συνεχοῦς οὕτω τὸν λόγον ἐφοδεύοντι· τὸ συνεχὲς διαι‐
10ρετόν ἐστιν εἰς ἀεὶ διαιρετά, μὴ ὄντος οὖν τοῦ διωρισμένου οὐδ’ ἂν αὐτὸ εἴη, πρότερον ἄρα τὸ διωρισμένον ἐστὶ ποσὸν τοῦ συνεχοῦς. εἰ δὲ πρό‐ τερον, οὐκ ἂν εἴη κοινὸν αὐτὸ τὸ ποσόν· ἐν οἷς γὰρ τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον, ἐν τούτοις οὐ δύναται εἶναι κοινὸν γένος· τὰ μὲν γὰρ εἴδη οὐ συναναιρεῖ ἄλληλα, οὐδενὸς δ’ εἴδους ἀναίρεσις ἀναιρεῖ τὸ γένος, ἐφ’
15ὧν δὲ τὸ πρότερον καὶ ὕστερον θεωρεῖται, ἐπὶ τούτων τὸ ἕτερον τοῦ ἑτέ‐ ρου ἀναιρετικὸν δείκνυται. Ἀλλ’ εἴπερ ἀληθινῶς ἐθέλοιμεν σκοπεῖν, κατ’ ἄλλο μὲν αὐτοῖς ἀπο‐ δώσομεν τὸ πρότερον καὶ ὕστερον, καθόσον δὲ τοῦ αὐτοῦ γένους μετέχει, τὴν ἴσην αὐτοῖς κοινωνίαν ὑπάρχουσαν εὑρήσομεν. ὁ γὰρ λόγος εἷς καὶ ὁ
20αὐτὸς θεωρούμενος κατὰ τὸ γένος συμπληρῶν ἕκαστον τῶν εἰδῶν ὑπ’ οὐ‐ δενὸς κωλύεται ἅμα πᾶσι παρεῖναι τοῖς δυναμένοις ἐπίσης αὐτοῦ καὶ δι’ αὐτῶν μεταλαμβάνειν, ὥστε κἂν ᾖ τὰ μὲν πρότερα τὰ δ’ ὕστερα, φύσιν δ’ ἔχῃ δι’ ἑαυτῶν προσεχῶς ἐπικοινωνεῖν τῷ γένει, ἀμφοτέροις ἅμα παρέ‐ σται τὸ γένος τὴν αὐτὴν μετουσίαν αὐτοῦ παρέχον πρὸς τὰ δυνάμενα αὐ‐
25τοῦ μεταλαμβάνειν. οὕτω τοι καὶ τὴν κατάφασιν τῆς ἀποφάσεως προτέραν οὖσαν τῇ φύσει, κατὰ τὸ ἀποφαίνεσθαι καὶ κατὰ τὸ ἀληθεύειν καὶ ψεύδε‐ σθαι ἀπολαμβάνοντες τῷ λογισμῷ ἐπινοοῦμεν ὡς ὑπὸ τὸ αὐτὸ γένος, ὡς κατ’ ἄλλο μὲν ἐχουσῶν αὐτῶν τὸ πρότερον καὶ ὕστερον, καθόσον δὲ τοῦ αὐτοῦ γένους ἐπικοινωνοῦσι, παραδεχομένων τὸ ὡς εἴδη ἀντιδιαιρεῖσθαι.
30ἀλλὰ μὴν ὅτι τε Ἀριστοτέλης περὶ τούτων ὑπείληφεν οὕτως, πρότερον μὲν ἡγούμενος εἶναι τὸν ἀριθμὸν τῇ τάξει, τῇ δὲ πρὸς τὸ αὐτὸ γένος ἀναφορᾷ τὴν ἴσην διαίρεσιν τοῦ διῃρημένου καὶ συνεχοῦς ποιούμενος, δῆλον πεποί‐
ηκεν ἀπὸ τῆς ἐν αὐτοῖς τάξεως. προέταξε γὰρ τὸ διωρισμένον τοῦ συν‐67

68

εχοῦς ἔν τε τῇ πρώτῃ διαιρέσει καὶ ἐν τῇ διαριθμήσει τῶν καθ’ ἕκαστα, τὰ ὑπὸ τὸ διωρισμένον πρότερα ἀπολογιζόμενος τῶν ὑπὸ τὸ μέγεθος. διότι γὰρ τὸ ἐν τῷ μεγέθει ποσὸν δοκοῦμεν καταλαμβάνειν διὰ τοῦ ἀριθμοῦ, διὰ τοῦτο ὁ ἀριθμὸς προτέτακται, ὥσπερ διότι τὴν ἀπόφασιν γνωρίζομεν
5διὰ τῆς καταφάσεως, διὰ τοῦτο κἀκείνη προτέτακται, κατὰ μέντοι τὴν ἴσην διαίρεσιν οὐκ ἀποστατεῖ τοῦ κοινοῦ γένους. οὕτω δὴ καὶ ἐνταῦθα τῷ συν‐ τελεῖν εἰς τὸν λόγον τοῦ γένους καὶ τῷ πρὸς τοῦτο ἐξ ἴσου παρασκευάζε‐ σθαι ἀντιδιῄρηκεν αὐτὰ πρὸς ἄλληλα. πρὸς δὲ τούτοις ἄλλο τὸ διῃρῆ‐ σθαι, ἄλλο τὸ διῃρημένον εἶναι, ὥστε εἰ τὸ δυνάμει ἐν τῷ ἐνεργείᾳ περι‐
10έχεται (δύναται γὰρ τὸ συνεχὲς διαιρεῖσθαι), οὐκ ἂν καλῶς ὡς ἤδη ὂν τὸ διῃρημένον λαμβάνοιμεν· μᾶλλον γὰρ τὸ δυνάμει ὕστερον τοῦ ἐνεργείᾳ. δ. Κοινῶς μὲν δὴ περὶ τῆς διαιρέσεως καὶ τοῦ παντὸς ποσοῦ το‐ σαῦτα ἡμῖν εἰρήσθω, κατ’ ἰδίαν δὲ περὶ ἑκάστου τῶν ὑπὸ τὸ ποσὸν εἰ‐ δῶν ὅσα Πλωτῖνος ἀπορεῖ προσθεῖναι βούλομαι. εὐθὺς γὰρ διαιρεῖ περὶ
15τοῦ ἀριθμοῦ καί φησιν ἄλλην μὲν αὐτοῦ τὴν οὐσίαν εἶναι, ἄλλην δὲ καθ’ ἣν τὸ τοσόνδε αὐτῷ ὑπάρχει. ἡ μὲν γὰρ καθ’ ἑαυτήν ἐστιν, ἣ καὶ παρα‐ λέλειπται ὑπὸ Ἀριστοτέλους, ὡς ἐκεῖνος βούλεται, ἡ δὲ δηλοῦται, ὅταν ποσὸν τὸν ἀριθμὸν εἶναι λέγωμεν. Εἰ μὲν οὖν κατὰ τὰς Πλωτίνου διατάξεις καὶ τὰς Πλάτωνος ὑποθέσεις
20τὰς κατηγορίας ἀπευθύνομεν, δοκεῖ τινα λόγον ἔχειν τὸ λεγόμενον· εἰ δ’ ἐθέλοιμεν Ἀριστοτέλει κατακολουθεῖν, οὐδαμῶς τὸν ἀριθμὸν τὸν θεωρού‐ μενον κατὰ ποσὸν διχῇ διαιρήσομεν. οὐ γὰρ οἴεται Ἀριστοτέλης ἄλλο μὲν ἔχειν τὸν ἀριθμὸν τὸ εἶναι, ἄλλο δὲ τὸ τοσόνδε εἶναι, ἀλλά φησι τῶν μὲν συνθέτων τοῦτο ἴδιον εἶναι καὶ τῶν ἐνύλων καὶ τῶν ἐν μέρει ἐχόντων τὸ
25εἶδος· ὅσα δὲ ἄυλά ἐστιν εἴδη καὶ ἀσύνθετα, ταῦτα ἀποδείκνυσιν ἐν πάσαις αὐτοῦ ταῖς ἀκροάσεσι ταὐτὸν ἔχοντα τό τε εἶναι κατὰ τὴν οὐσίαν καὶ τὸ ἐν τοῖς δεδεγμένοις αὐτὰ εἶναι καὶ φαίνεσθαι. ἐὰν οὖν χωρίζων ὁ Πλω‐ τῖνος τοὺς νοητοὺς καὶ τοὺς μετέχοντας αὐτῶν ἀριθμοὺς τὴν ἰδιότητα ἑκα‐ τέρων χωρὶς ἀφορίζηται, ἰδίας ὑποθέσεις γυμνάζει, ἡμεῖς δὲ ὑπομιμνή‐
30σκομεν ἑαυτούς, ὡς αὐταῖς ταῖς οὐσίαις τῶν ὄντων ὑπάρχουσι κατ’ Ἀρι‐
στοτέλην οἱ ἀριθμοὶ οὔτε πρότεροι οὔτε ὕστεροι αὐτῶν, ἀλλ’ ἅμα σὺν68

69

αὐταῖς ὄντες. οὐδενὸς οὖν ἀπολείπονται κατὰ τὸν ἄνδρα τῶν ὁπωσοῦν δυ‐ ναμένων αὐτῶν μετέχειν, ἀλλὰ πᾶσι μὲν πάρεισι κατὰ τὴν οἰκείαν αὐτῶν ἀμέριστον οὐσίαν, ἐξαλλάττονται δὲ αὖθις διὰ τὴν ἑτερότητα τῶν ὑποδεχο‐ μένων, ὥστε ἅμα καὶ ἀριθμοῖς καὶ τοσοῖσδε εἶναι μετὰ τῶν ἀριθμουμένων
5συνυπάρχει. ε. Ἔχεται δὲ τοῦ αὐτοῦ ἀπορήματος ὁ Πλωτῖνος καὶ πάλιν ζητεῖ, πότερον ἐνυπάρχει οὗτος ὁ ἀριθμὸς τοῖς ἀριθμουμένοις, ἢ χωρὶς αὐτῶν μετρεῖ ὥσπερ ὁ κανών. εἰ μὲν γὰρ αὐτὸς καθ’ ἑαυτὸν ὑφέστηκε, μέτρον μὲν ἔσται, οὐκέτι δὲ ποσόν· εἰ δὲ ἐνυπάρχει, καὶ αὐτὸς ὑπ’ ἄλλου μετρη‐
10θήσεται. Ἀλλ’ ὅπερ ἐξ ἀρχῆς εἴπομεν, τοῦτο καὶ νῦν εἰπεῖν ἄξιον. παρεῖναι μὲν γὰρ τὸν ἀριθμὸν τοῖς ἀριθμουμένοις πράγμασι καὶ συνυπάρχειν ἀπο‐ φαινόμεθα, οὐ μέντοι ἐν αὐτοῖς ἔχειν τὴν ὑπόστασιν ὡς ἐν συμβεβηκότος τάξει θεωρούμενον. ὥσπερ γὰρ τὰ ἔνυλα εἴδη ἔχει μὲν ἰδίαν ἕκαστον
15οὐσίαν καὶ ὑπόστασιν, σύνεστι δὲ τῇ ὕλῃ, οὕτω καὶ οἱ ἀριθμοὶ κατὰ τὴν ἰδίαν οὐσίαν ὑφεστηκότες μετὰ τῶν πραγμάτων εἰσὶν ὧν ἀφορίζουσι καὶ οἷς τὸ οἰκεῖον μέτρον ἐπιτιθέασι συνόντες τοῖς ἀριθμουμένοις ὡς ἀριθ‐ μοῦντες· ὥσπερ τὰ εἰδοποιοῦντα τοῖς εἰδοποιουμένοις συντάττεται πρῶτον ὡς ἐν ἑαυτοῖς, διάστασιν δὲ κατὰ τὸ ὑποκείμενον ἀπεργάζεται, οὕτω καὶ
20τὰ ἀριθμοῦντα τοῖς ἀριθμητοῖς πρὸς τὸ οἰκεῖον μέτρον ἕκαστα ἀναφέρει μένοντα ὅπερ ἐστὶν ἑαυτῶν καὶ μηδὲν ὑπὸ τῶν μετρουμένων πάσχοντα. ποιήσωμεν δὲ σαφέστερον τὸ λεγόμενον διὰ παραδείγματος· τὸ εἶδος τοῦ ἀνδριάντος ἔχει μὲν καθ’ ἑαυτὸ ἴδιον λόγον, θεωρεῖται δὲ μετὰ τῆς ὕλης. καὶ ὁ ἁριθμὸς οὖν ἥνωται μετὰ τῶν ἀριθμητῶν ἔχων τὴν ἰδίαν ὑπό‐
25στασιν. ϛ. Ἀλλὰ τὸ ποσόν φησιν οὐκ ἂν εἴη ποσότης. Ἀλλ’ εἰ μὲν εἶχεν ἄλλο τι δεῖξαι τὴν ποσότητα παρὰ τὸ ποσόν, ὀρ‐ θῶς ταῦτα ἀπεφαίνετο· ἐπεὶ δὲ ἐξ ἀρχῆς διαγωνιζόμεθα, ὅτι οὐδὲν ἄλλο ἐστὶν ἀρχηγὸν τῆς ποσότητος ἢ τὸ μέτρον, κοινὸν δὲ τοῦτο καὶ κατὰ πο‐
30σότητος καὶ κατὰ ποσοῦ, οὐκ ἂν οὐδὲ τὴν ποσότητα ποσὸν εἶναι εὐλόγως ἄν τις παραιτήσαιτο. γνοίη δ’ ἄν τις τὸ αὐτὸ καὶ ἀπὸ τοῦ μηδεμίαν κα‐ τηγορίαν ἄλλην οἷόν τε εἶναι ὑποθεῖναι τῇ τοῦ ποσοῦ φύσει, ἀρχὴν δὲ αὐ‐ τὴν ἰδίαν θεωρεῖσθαι μηδενὶ τῶν ἄλλων γενῶν ἐπικοινωνοῦσαν, ὥστε καὶ ὁ ἀριθμός, εἴτε καθ’ ἑαυτὸν εἴη εἴτε ἐν τοῖς μετέχουσιν, εἴτε συνυπάρχων
35εἴτε καὶ ἰδίαν φύσιν ἔχων ἐν τῷ συνυφεστηκέναι, εἴτε κατὰ τὸ ἀριθμεῖν εἴτε κατὰ τὸ ἀριθμεῖσθαι ὑπάρχων, πανταχοῦ ἂν οὗτος τοῦ ποσοῦ εἴη. ζ. Οὕτω μὲν τὰς ἀπορίας Πλωτίνου περὶ τοῦ ἀριθμοῦ διελύσαμεν.
ἀλλὰ δὴ μεταβῶμεν ἐπὶ τὸν λόγον ἑξῆς καὶ ὅσα διαπορεῖ σκεψώμεθα.69

70

λέγει τοίνυν, ὡς ὁ λόγος ἰδίαν ἔχων ὑπόστασιν τοσόσδε ἐστὶ καὶ ταύτῃ ποσὸς ὡς συμβεβηκὸς ἔχων τὸ ποσόν, καθ’ ὃ μέντοι λόγος σημαντικός ἐστιν ὕλην ἔχων τὸν ἀέρα, κατὰ δὲ τὴν τούτου πληγὴν ὑφεστηκώς, εἴτε οὖν πληγὴ ὁ λόγος ὁ ἐν τῇ φωνῇ, εἴτε οὐ ψιλὴ πληγὴ ἀλλὰ τύπωσις τοῦ ἀέρος
5ὥσπερ μορφοῦσα αὐτόν, κατ’ ἀμφότερα ποίησις ἂν εἴη σημαντική, καὶ ἔσται ἢ ἐν τῷ ποιεῖν ἢ ἐν τῷ πάσχειν ἢ καὶ ἐν ἀμφοτέροις τῷ τε ποιεῖν καὶ τῷ πάσχειν ὁ λόγος ὁ ἐν τῇ φωνῇ, ἀλλ’ οὐχὶ ποσόν. τί δὴ πρὸς ταῦτα ἀντείποιμεν; Ὅτι οὐχ ἁπλῶς πληγὴ ἀέρος ἐστὶν ἡ φωνή (πλήττει γὰρ τὸν ἀέρα
10καὶ δάκτυλος παραγόμενος καὶ οὐδέπω ποιεῖ φωνήν), ἀλλ’ ἡ ποσὴ πληγὴ καὶ σφοδρὰ καὶ τοσήδε, ὥστε ἀκουστὴ γενέσθαι, καὶ ἡ τῷ μέτρῳ τῆς ἀκοῆς ἐξισουμένη καὶ τὸ ὑπερβάλλον καὶ ἐλλεῖπον καθ’ ἑαυτὴν ἔχουσα. κατὰ τὸ μέγεθος οὖν τῆς πληγῆς καὶ τὸ ποσὸν μέτρον τῆς φωνῆς τιθέ‐ μενος ποσὴν αὐτὴν εἰκότως εἶναι ἀποφαίνεται.
15 η. Ἀλλ’ ἐπειδὴ ἐν χρόνῳ φησὶν ὁ Πλωτῖνος λέγεται ὁ λόγος ὄντι ποσῷ, καὶ αὐτὸς ποσὸν νομίζεται· ἔσται οὖν ἐν τῷ χρόνῳ τὸ ποσὸν καὶ διὰ τὸν χρόνον. Ἀλλὰ πρὸς τοῦτό φαμεν, ὡς αὐτῆς τῆς φωνῆς ἐστι σμικρότης καὶ μέγεθος κατὰ τὴν ἑαυτῆς φύσιν ἢ διὰ τὴν τῆς ἀρτηρίας σμικρότητα ἢ τὸ
20μέγεθος· ὅταν μὲν γὰρ τὸ φώνημα διαιρῆται καὶ εὐρύνηται, πλῆθος ἀνα‐ πέμπει, καθὸ δὲ στενοῦται, ὀλιγότητα. ἡ μὲν οὖν οὖσα φύσει βραχεῖα ἐν βραχεῖ χρόνῳ καταλλήλως λέγεται, ἡ δὲ μακρὰ ἐν μακρῷ, ὡς ἂν προηγού‐ μενον ἔχοντος τοῦ λόγου τὸ ἐν τῇ φωνῇ ποσὸν ἐν ἑαυτῷ πρὸ τοῦ ἐν τῷ χρόνῳ ποσοῦ· κἂν γὰρ μὴ λέγω, ἀλλ’ ὁ γεγραμμένος λόγος ἔχει τὴν φύσει
25μακρὰν καὶ βραχεῖαν συλλαβήν. κἀκεῖνο δὲ δήπου ἐπιστάμεθα, ὅτι καὶ τὴν βραχεῖαν ἐν μακρῷ χρόνῳ προενέγκασθαι δυνατόν ἐστι καὶ τὴν μα‐ κρὰν ἐν βραχεῖ. ὁ γὰρ μετρικὸς καὶ τὸ μέτρον καὶ τὸν ῥυθμὸν μετα‐ βάλλει, ἤδη δὲ καὶ τὰ στοιχεῖα, οἷον τὸ ξηρὸν ξερὸν καὶ τὸν Διόνυσον Διώνυσον. εἰ δὲ πέφηνε διεστηκὸς ἐπὶ τούτων τὸ φύσει μακρὸν καὶ τὸ
30τῷ χρόνῳ, οὐ τῷ βραχεῖ χρόνῳ ἡ συλλαβὴ λέγεται βραχεῖα, ἀλλὰ τῷ βραχεῖα εἶναι ἐν βραχεῖ χρόνῳ λέγεται. θ. Τί δ’ ἂν εἴποιμεν πάλιν πρὸς τὴν ἔνστασιν τοῦ ἀνδρὸς τὴν μὴ βουλομένην ἐξαρκεῖν τὸ μετρεῖσθαι πρὸς τὸ εἶναι ποσόν· καὶ γὰρ ξύλον φησὶ μετρεῖται πήχει, καὶ οὐκ ἄν τις εἴποι αὐτὸ ποσόν, διότι μετρεῖται,
35ἀλλ’ ὅτι ἐστὶ μέγεθος, καὶ κατ’ αὐτὸ μὲν τὸ ποσὸν τὸ συμβεβηκὸς τῷ70

71

ξύλῳ μετρεῖται ὑπὸ τοῦ ποσοῦ τοῦ συμβεβηκότος τῷ πηχυαίῳ ξύλῳ, τὸ δὲ ξύλον ὑπὸ τοῦ ξύλου οὐ μετρεῖται. καὶ ἐπὶ τοῦ λόγου τοίνυν καθὸ μὲν λόγος, οὐ μετρεῖται, καθὸ δ’ ἐν χρόνῳ ἐστίν, ὥστε ὁ χρόνος ἂν εἴη ὁ μετρῶν τὸν χρόνον ὁ ἐλάττων τὸν μείζονα.
5 Ἀλλὰ καὶ πρὸς ταῦτα ταῖς αὐταῖς ἀπαντήσεσι χρησόμεθα. εἰ γὰρ σύμφυτον ἔχει μέγεθος ἡ φωνὴ μεθ’ ἑαυτῆς, καθ’ ὃ καὶ τὰ διαστήματα αὐτῆς οἱ μουσικοὶ εἰώθασι ποιεῖν, ἔσται καθ’ αὑτὴν ποσόν, ἀλλ’ οὐ κατὰ συμβεβηκός. πᾶν γὰρ τὸ μετρητὸν ἢ τὸ μετροῦν ἐστι κατὰ φύσιν ποσόν, καὶ αὕτη τοίνυν ὡς μετρουμένη ὑπὸ τοῦ χρόνου ποσὸν ἂν εἴη.
10 ι. Πάλιν ὁ αὐτὸς ἀνὴρ ἀπορεῖ λέγων, ὡς ἡ πρᾶξις κατὰ τὴν ἀνα‐ φορὰν τὴν ἐπὶ τὸν χρόνον μεγάλη λέγεται ἢ μικρά, οὕτω καὶ ὁ λόγος τῷ διαστήματι μετρούμενος κατὰ συμβεβηκὸς ἂν εἴη ποσός. Ἢ καὶ πρὸς τοῦτο ῥητέον, ὅτι τῶν στοιχείων τὰ μέν ἐστι φύσει μα‐ κρά, τὰ δὲ φύσει βραχέα. φύσει ἄρα ἐνυπάρξει τῇ φωνῇ τὸ μέγεθος καὶ
15ἡ μικρότης.
***71