TLG 2035 126 :: ATHANASIUS :: Didascalia cccxviii patrum Nicaenorum [Sp.]

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Didascalia cccxviii patrum Nicaenorum [Sp.]

Citation: Volume — page — (line)

28

.

1637

(1t)

Πίστις τῶν ἁγίων τριακοσίων δέκα καὶ ὀκτὼ
2tἁγίων θεοφόρων Πατέρων τῶν ἐν Νικαίᾳ·
3tκαὶ διδασκαλία πάνυ θαυμαστὴ καὶ σωτήριος
4tπερὶ τῆς ἁγίας Τριάδος. —Εὐλόγησον.
5 Πιστεύομεν εἰς ἕνα Θεὸν, Πατέρα παντο‐ κράτορα, πάντων ὁρατῶν καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν γεννηθέντα ἐκ τοῦ Πατρὸς μονογενῆ· τοῦτ’ ἔστιν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, Θεὸν ἐκ Θεοῦ,
10φῶς ἐκ φωτὸς, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ· γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρὶ, δι’ οὗ τὰ πάντα ἐγένετο ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ· τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτη‐ ρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν, καὶ σαρκωθέντα,
15παθόντα καὶ ταφέντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέ‐ ρᾳ, καὶ ἀνελθόντα εἰς τοὺς οὐρανούς· καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν. Τοὺς δὲ λέγοντας· Ἦν ποτε ὅτε οὐκ ἦν· ὅτι ἐξ οὐκ ὄντων ἢ
20ἐξ ἑτέρας οὐσίας ἢ ὑποστάσεως φάσκοντας εἶναι τὸν ἄτρεπτον καὶ ἀναλλοίωτον Υἱὸν τοῦ Θεοῦ· τούτους ἀναθεματίζει ἡ ἁγία καὶ καθολικὴ Ἐκκλησία ἀπὸ τῆς ἁγίας ταύτης πίστεως τῆς ἐν Νικαίᾳ, τῆς ὑπὸ τῶν ἁγίων Πατέρων ἐκτεθείσης πρὸς φωτισμὸν τῶν
25ψυχῶν, καὶ εἰς τὸ γνῶναι τίς ἡ αἰτία ἑκάστης ῥή‐ σεως τῶν ἐν αὐτῇ ὁμολογησάντων ἐπισκόπων, τὸν ἀριθμὸν τριακοσίων ὀκτὼ καὶ δέκα, μᾶλλον δὲ οἰκου‐ μενικῆς οὔσης συνόδου. Ἔτι δὲ ἀκολούθως τῇ προ‐ γεγραμμένῃ πίστει, ἀναθεματίζομεν τὴν Σαβελλίου
30πίστιν τὴν λέγουσαν, τὸν αὐτὸν εἶναι Πατέρα καὶColumn end

28

.

1638

Υἱὸν καὶ ἅγιον Πνεῦμα· σφάλλονται γάρ· ἀτελεῖς εἶναι τὸν Υἱὸν καὶ τὸ Πνεῦμα· ὡς ὅτι ὁ Πατὴρ αὐτός ἐστιν ὁ Υἱός· ὁμοίως καὶ τὸ ἅγιον Πνεῦμα· ὡς εἶναί φησιν ἓν πρόσωπον· τρία δὲ ὀνόματα. Ταῦτα γὰρ
5ἀλλότρια τῆς ὀρθοδόξου πίστεως τυγχάνει· Πατέρα γὰρ οἴδαμεν τέλειον Θεὸν, ὁμοίως καὶ Υἱὸν τέλειον, ὡσαύτως καὶ Πνεῦμα ἅγιον· μίαν βασιλείαν, μίαν οὐσίαν, καὶ μίαν θεότητα. Ἔτι δὲ ἀναθεμα‐ τίζομεν τὴν Φωτεινοῦ πίστιν, τὴν λέγουσαν, ἀπὸ Μα‐
10ρίας καὶ ὧδε εἶναι τὸν Υἱόν· καὶ μὴ εἶναι αὐτὸν πρὸ τούτου· ἀλλὰ προωρικῶς λέγεσθαι ἐν ταῖς Γραφαῖς· ἀπὸ δὲ Μαρίας εἶναι αὐτὸν κατὰ τὴν θεότητα. Ταῦτα δὲ ἀλλότρια καθολικῆς πίστεως οἴδαμεν· ὁ γὰρ Υἱὸς ἀεὶ γεννηθεὶς ὑπῆρχε καὶ ἐν Πατρὶ ἦν,
15καθὼς γέγραπται· οὐκ ἦν γάρ ποτε ὅτε οὐκ ἦν ὁ Υἱὸς σὺν Πατρί· ἀλλ’ ἦν ὁ Πατὴρ, πάντοτε τὸν Υἱὸν ἔχων· ἀδύνατον γὰρ τὸν Πατέρα καλεῖσθαι κατὰ προκοπὴν, ἀλλὰ ἀεὶ Υἱὸς σὺν Πατρὶ, ὡς προείπαμεν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος· καὶ Θεὸς ἦν ὁ Λόγος·
20γεννηθεὶς σὺν Πατρὶ, ὡς προγέγραπται. Καὶ ταῦτα μὲν περὶ Πατρὸς καὶ Υἱοῦ. Περὶ δὲ τοῦ ἁγίου Πνεύ‐ ματος οὕτω πιστεύομεν· Πνεῦμα θεῖον, πνεῦμα ἅ‐ γιον, πνεῦμα τέλειον, παράκλητον· λαλῆσαν ἐν νόμῳ καὶ προφήταις, καὶ ἀποστόλοις· καταβὰν ἐπὶ τὸν
25Ἰορδάνην. Περὶ δὲ τῆς ἐνανθρωπήσεως τοῦ Υἱοῦ οὕτω πιστεύομεν· ὅτι ἀνέλαβεν ἄνθρωπον τέλειον ἐκ τῆς ἁγίας θεοτόκου Μαρίας, διὰ Πνεύματος ἁγίου, οὐκ ἀπὸ σπέρματος ἀνδρός· σῶμα δὲ καὶ ψυχὴν ἐν ἀληθείᾳ καὶ εὐδοκήσει· οὕτως γὰρ ἦλθε τέλειος, σῶσαι τὸν ἄνθρω‐
30πον· καὶ ὅτι ἔπαθεν, καὶ ὅτι ἐτάφη, καὶ τῇ τρίτῃ ἡμέρᾳ1637

28

.

1639

ἀνέστη· καὶ ὅτι εἰς οὐρανοὺς ἀνελήφθη· καὶ ἐκάθι‐ σεν ἐν δεξιᾷ τοῦ Πατρὸς, ἀποθεώσας τὸν ἄνθρωπον, ὃν ἔλαβεν· καὶ ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. Εἰ δέ πως προωρικῶς αἱ θεῖαι Γραφαὶ λέγουσιν,
5αὐτῷ ὥσπερ κτίσματος τὸ κατὰ σάρκα καὶ πλη‐ ροῦσθαι καταλαμβάνομεν. Ἔτι ἀναθεματίζομεν τοὺς μὴ ὁμολογοῦντας εἶναι ἀνάστασιν νεκρῶν, καὶ πάσας τὰς αἱρέσεις. Ἀνεθεματίσθη δὲ καὶ ἐν τοῖς προγε‐ γραμμένοις ἡ ἄθεος πίστις τῶν Ἀρειανῶν, ἐν τῷ
10πιστεύειν καὶ λέγειν, γεννηθέντα καὶ οὐ ποιηθέντα· αὐτοὶ γὰρ λέγουσι κτίσμα τὸν Υἱὸν εἶναι. Πρὸς δὲ τὸ ἀναπληρῶσαι πάντα τὰ τῆς πίστεως μέρη ἔτι ὁμολογοῦντες ταῦτα λέγομεν· ὅτι πιστεύομεν εἰς ἒν βάπτισμα, εἰς μίαν Ἐκκλησίαν, εἰς ἀνάστασιν
15νεκρῶν, εἰς βασιλείαν οὐρανῶν, εἰς κρίσιν αἰώνιον. Τὸν Θεὸν ὁμολογοῦμεν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα· Πατέρα ἀκατάληπτον, ἀπερινόητον, ἀόριστον, καὶ ἀνόητον· πνεῦμα γὰρ ὁ Θεός· θελή‐ ματι δὲ αὐτοῦ καὶ ἀληθείᾳ καὶ εὐδοκήσει ὀφθὲν καὶ
20λαλῆσαν προφήταις, καὶ δικαίοις· τῷ Ἀδὰμ, τῷ Νῶε, τῷ Ἀβραὰμ, τῷ Ἰσαὰκ, τῷ Ἰακὼβ, Σαμουήλ τε καὶ Δαυῒδ, Ἠλίου καὶ Ἐλισσαίῳ· καὶ τοῖς λοιποῖς ἅπαξ προφήταις· Θεὸν αὐτὸν ὄντα τῆς Καινῆς καὶ Πα‐ λαιᾶς Διαθήκης. Ὅσα δὲ ἡ Γραφὴ λέγει, ὀφθαλμὸς
25Κυρίου, ὦτα Κυρίου, καὶ ὅσα τοιαῦτα περὶ Θεοῦ λέγει ἡ Γραφὴ, ἀληθῆ εἰσιν· καὶ οὕτως πιστεύομεν· ἀκαταλήπτως δὲ καὶ ἀπερινοήτως· καὶ πάντα ἄνθρω‐ πον κατ’ εἰκόνα εἶναι Θεοῦ. Ἔστι δὲ ὁ βίος τῶν υἱῶν τῆς αὐτῆς καθολικῆς Ἐκκλησίας, καὶ μάλιστα
30ἐπισκόπων καὶ κληρικῶν καὶ μοναζόντων καὶ τῶν λοιπῶν Χριστιανῶν, καὶ ὡς τοῖς υἱοῖς αὐτῶν ἐντέλ‐ λονται· πρῶτον αὐτοὶ οὕτως διάγοντες καὶ διδάσκον‐ τες· οὕτως χάριτί ἐστε σεσωσμένοι. Ἀλλ’ ἡ χάρις βούλεται αὐθαιρέτους εἶναι καὶ παντὸς καλοῦ, καὶ
35ἀγαθοῦ· καὶ ζηλωτὰς τῆς ὀρθοδόξου πίστεως ἄξιον· καὶ αὐτὸν εὐτρεπίζειν· πρόδηλον καὶ ταῦτα φυλάτ‐ τειν· καὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀγα‐ πήσεις αὐτὸν ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου· καὶ τὸν πλησίον σου ὡς σεαυτόν· οὐ
40φονεύσωμεν· οὐ μοιχεύσωμεν· οὐ παιδοφθορήσωμεν· οὐ φαρμακεύσωμεν· οὐ κλέψωμεν· οὐ ψευδομαρτυ‐ ρήσωμεν· οὐ διχοστατήσωμεν· ἀπεχώμεθα πνικτοῦ καὶ αἵματος, καὶ πλεονεξίας. Ὅρα, ἄνθρωπε, μήτις σε ἀπατήσει τῆς πίστεως ταύτης· ἐπεὶ παρεκτός σε
45Θεοῦ διδάσκει. Ταῦτά εἰσι τὰ προφανῆ ἁμαρτήματα· αἱ δὲ ὡς ἐλάχισται φαινόμεναι ἐντολαί· ὧν καὶ αὐ‐ τῶν λόγον ἀπολύσωμεν· τοὺς μονάζοντας γυναικῶν ὑπὲρ πάντα κεχωρισμένους εἶναι· μήτε εἰς ὁμιλίαν αὐτῶν ἔρχεσθαι, μήτε ὁρᾷν αὐτὰς, μήτε φιλοτιμεῖ‐

28

.

1639

(50)

σθαι, ἵνα μὴ ᾄδη αὐτῶν· ψυχῆς ζημία γένηται· ἐὰν μοιχεύῃ ἡ καρδία σου, ἁμαρτάνεις μεγάλως. Φυλάτ‐ τεσθαι δὲ πάλιν μὴ εἶναι δίγλωσσον ἢ δίγνωμον, μὴ ψεύστην, μὴ κατάλαλον, μὴ ἀκαίρως περιπατοῦντα, μήτε ῥεμβόμενον, μὴ ἀναίσχυντον, μήτε ὀργίλον,
55μήτε πάροινον, ἢ φιλάργυρον, μὴ ὑπερήφανον, μὴ
αὐθάδην, μὴ σαπρὸν λόγον φέροντα, μήτε ὅρκονColumn end

28

.

1640

ὅλως τὸ παράπαν· ἀλλὰ τὸ, ναὶ, ναὶ, καὶ τὸ, οὒ, οὔ· καὶ ἐάν που ἀνάγκη τινὰ λέγειν ἐν ὁμιλίᾳ, γίνωσκε. Ἀλήθειαν λέγω· οὐ ψεύδομαι. Τὸ δὲ σεβάσμιον ὄνο‐ μα τοῦ Θεοῦ ἐφ’ ὅρκῳ μὴ λάβε, μήτε τινὰ ὅρκῳ,
5καθὼς εἶπε τὸ ἅγιον Εὐαγγέλιον· ταῦτα γὰρ πάντα τὰ σφάλματα οὐ προσήκει, οὔτε ἁρμόζει τοῖς μο‐ ναχοῖς· ἀλλὰ καὶ ἀπὸ Ἐκκλησίας ἐκβάλλειν τὸν μὴ παραφυλαττόμενον ἐν τούτοις. Ἔτι δὲ αὐτὸν μὴ γυμνοῦν ἐνώπιόν τινος τὸ σύνολον, εἰ μὴ δι’ ἀνάγκην
10ἀσθενείας, ἐν λουτρῷ, ἢ διὰ πάθος, ἢ ἐν βάθει ὑδά‐ των. Μηδὲ ὑβρίσῃς ἀδελφὸν ῥακὰ, ἢ μωρόν· ἑορταῖς δὲ ἐθνικαῖς μὴ συγκοινωνεῖν· τὰ σάββατα μὴ φυλάτ‐ τειν, καθάπερ οἱ Ἰουδαῖοι· μὴ μαγεύειν· μὴ φαρ‐ μακεύειν· μηδὲ συμπράττειν ταῦτα ἐπὶ νόσῳ ἢ πάθει
15ἢ ἐν δείγματι· μὴ ἀπέρχεσθαι πρὸς ἐπαοιδόν· μήτε φυλακτήρια ἑαυτῷ περιτιθέναι· μήτε περικαθαίρειν μήτε ἀφ’ ἑαυτοῦ μήτε ἀπὸ ἄλλου τινός· ἀλλὰ πάν‐ τοτε τὸ σῶμα φύλαττε ἀπὸ πάσης αἰσχρότητος καὶ ἀσελγείας· μήτε ἔχειν γυναῖκας συνάκτους (f. συν‐
20εισάκτους) καθάπερ τινὲς ἀγαπητὰς ὑπέθεντο· τάχα ἐπ’ ἐσχάτων μισηταὶ ἐν αὐτῷ εὑρεθήσονται, καὶ πι‐ κρότεραι χολῆς· μὴ ἔχε κατὰ ψυχὴν ἔχθραν κατά τινος, καὶ γένηται ἡ προσευχή σου ἀπρόσδεκτος· μὴ συνεύχου μετὰ αἱρετικῶν ἢ μετὰ ἐθνικῶν, καὶ
25γένηται ἡ προσευχή σου ἀπρόσδεκτος· μὴ παράβαινε νηστείαν Κυρίου, τοῦτ’ ἔστι τετράδα καὶ παρασκευὴν, εἰ μὴ ἔτι ἐπὶ νόσῳ βεβάρησαι· χωρὶς τῆς ἑβδομάδος τοῦ ἁγίου Πάσχα καὶ τῆς Πεντηκοστῆς, καὶ τῶν δεσποτικῶν ἑορτῶν, τῶν δώδεκα· τὰς δὲ λοιπὰς ἡμέ‐
30ρας ἀκριβῶς φύλαττε. Μὴ λύειν τὴν νηστείαν χωρὶς ἀνάγκης· εἴτε καὶ ἀδελφὸς πρὸς σὲ ἐνδημήσει, μετά‐ δος ἀγάπην διὰ τὸν κόπον τῆς ὁδοῦ· σὺ δὲ μὴ γεύσῃ ἕως ὥρας ἐννάτης. Νηστείαν δὲ λέγω τὴν τεταγμέ‐ νην, τοῦτ’ ἔστι πρὸ πάντων τὴν ἁγίαν καὶ ἔνδοξον
35τεσσαρακοστὴν, καὶ τοῦ λοιποῦ χρόνου τετράδα καὶ παρασκευήν· τὰς δὲ λοιπὰς ἡμέρας, ἤγουν δευτέραν, τρίτην, καὶ πέμπτην, ἐὰν δύνασαι ἀπὸ ἰδίας προαι‐ ρέσεως νηστεύειν, ἔσται ὁ μισθός σου πολύς· ἐν ταύ‐ ταις γὰρ ταῖς ἡμέραις καὶ παρὰ τὴν ὥραν διάκρισις
40γίνεται εἰς φίλον ἐπίσημον· καὶ οὐκ ἔστι κρῖμα διὰ τὴν ἀγάπην· ἡ δὲ τεταγμένη νηστεία ὑπὸ τῶν ἁγίων ἀποστόλων διάκρισις γίνεται· ὁ δὲ παρακούων αὐτὴν ἀπόλλυται μετὰ τῶν γαστριμάργων· ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα τοῦ κόσμου, καὶ ἡ ἀνθρωπαρέσκεια.
45Τὸ σάββατον μὴ νήστευε ὅλην τὴν ἡμέραν· ἀπρεπὲς γάρ ἐστιν ὅλην τὴν ἡμέραν τοῦ σαββάτου μέχρι δυ‐ σμῶν ἡλίου νηστεύειν· ἔξεστι δὲ ἕως ὥρας ἕκτης ἢ ἑβδόμης· τὸ δὲ περισσὸν Ἰουδαϊκὴ αἵρεσίς ἐστιν· ἅπαξ δέ· μὴ ἐπιδυέτω ὁ ἥλιος ἐν σαββάτῳ, εἰ μὴ

28

.

1640

(50)

μόνον τῷ μεγάλῳ σαββάτῳ ἐν τῇ νυκτὶ τοῦ Πάσχα· ἡ δὲ τῆς τετράδος καὶ τῆς παρασκευῆς καὶ τῆς ἁγίας τεσσαρακοστῆς νηστεία τεταγμένη ἐστὶν ἕως ὥρας ἐννάτης· καὶ εἴ τι περισσὸν ποιήσεις παρὰ τὴν σε‐ αυτοῦ προαίρεσιν, ἕξεις τὸν μισθόν. Νηστεύων δὲ καὶ
55κοιταζόμενος, βλέπε μὴ φυσιωθῇς ἐν τύφῳ καὶ ὑπερ‐
ηφανίᾳ· ἡ γὰρ φυσίωσις παγίς ἐστι τοῦ διαβόλου,1639

28

.

1641

δι’ ἧς ἀπὸ τοῦ οὐρανοῦ πέπτωκεν· ὁμοίως δὲ δι’ αὐ‐ τῆς τοὺς ἀνθρώπους καταβάλλει παγιδεύων. Μηδείς σε πλανήσῃ ἐν κυριακῇ νηστεύειν, ἢ ἐν ἑορτῇ δεσπο‐ τικῇ τὸ παράπαν· μηδὲ γονυπετεῖν· οὐ γὰρ ἔστιν ἐν
5θεσμῷ Ἐκκλησίας, καθὼς προείπαμεν. Καὶ βλέπε μὴ σὲ πλανήσωσί τινες Μαρκιανισταὶ ἢ ἑτέρα αἵρεσις νηστεύειν ἐν σαββάτῳ ἢ κυριακῇ. Μόνον δὲ τῶν συν‐ άξεων, τῆς ψαλμῳδίας, καὶ τῆς ἀναγνώσεως, καὶ τῶν ἀχράντων μυστηρίων μὴ ἀμέλει· τοιαύταις γὰρ
10θυσίαις εὐαρεστεῖται ὁ Θεός. Ἄξιον σεαυτὸν εὐτρε‐ πίζου τῆς ἀχράντου κοινωνίας τοῦ τιμίου σώματος καὶ αἵματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα μὴ εἰς κρῖμα ἐσθίῃς καὶ πίνῃς. Μὴ ἀμέλει πλύνειν πόδας μοναχῶν ἐρχομένων πρὸς σέ· ζητηθήσεται
15αὕτη ἡ ἐντολὴ παρὰ τῶν ὑπερηφανευσάντων αὐτὴν, εἰ καὶ ἐπίσκοποι ὦσιν· ὁ γὰρ τούτων Κύριος πρῶτος ἔνιψε τοὺς πόδας τῶν μαθητῶν, παραγγείλας αὐτοὺς οὕτως ποιεῖν. Μὴ γίνου φιλάργυρος, ἢ αἰσχροκερδής. Μὴ πολὺ χρῆμα, μὴ θέλε κτᾶσθαι ἀργύριον ἢ χρυ‐
20σίον πολὺ, ἢ μόνον ἐφόδιον χάριν καὶ τροφῶν καὶ ἀμφίων. Τὸ δὲ περίσσευμα δὸς τοῖς πένησιν· κρεῖτ‐ τον γὰρ ἐν πτωχείᾳ καὶ ἐν ταπεινώσει δουλεύειν Θεῷ ἢ ἐν πλούτῳ καὶ ἀπάτῃ· οἱ γὰρ τοῦ μαμμωνᾶ φίλοι καὶ δοῦλοι Θεῷ ἀρέσαι οὐ δύνανται. Τὸ σύνολον οὖν
25μὴ πραγματεύου. Πολλαὶ δὲ χωρίαι εἰσὶ μὴ σπείρου‐ σιν· καὶ οἰκοῦνται ἐν τέχνῃ μὴ ἔχοντες, ἀναγκάζον‐ τες πραγματεύεσθαι· καὶ μένουσι μονάζοντες κο‐ πιῶσιν· πλὴν κἂν τόκους μὴ λάμβανε. Ἀγάπα δὲ πάντα ἄνθρωπον· καὶ εἰρήνευε μετὰ πάντων, χωρὶς
30αἱρετικῶν· ὁ γὰρ αἱρετικὸς λύκος ἐστὶ τῆς τοῦ Χρι‐ στοῦ ποίμνης, καὶ τοῦ Ἀντιχρίστου πρόδρομος. Ἐὰν δὲ ἔχῃς χρήματα ἢ βρώματα, μετάδος τῷ μὴ ἔχοντι· μὴ ἔχων δὲ οὐκ ἐγκληθήσῃ. Ἐὰν ἔλθῃ τις δανείσα‐ σθαι ἀπὸ σοῦ τι, καὶ ἔχῃς, δὸς αὐτῷ· καὶ μετὰ μακρο‐
35θυμίας λάβε παρ’ αὐτοῦ τὸ κεφάλαιον καὶ μόνον· καὶ δίκαιος ἔσῃ. Καὶ μὴ δολιεύου ἐνώπιον Κυρίου· ἐὰν γὰρ ἔχῃς γεννήματα, ἢ ἄλλο τι, καὶ ζητεῖ λειπό‐ μενος δανείσασθαι παρὰ σοῦ ἐξ ἀνάγκης, καὶ διὰ τὸ μὴ λαβεῖν σε τόκον, πωλῇς τιμιωτέρως ἵνα κερδήσῃ
40διάφορα, τοῦτ’ ἔστιν διπλασιάζων· καταμέμφεταί σε ἡ Γραφὴ λέγουσα· Δράσσεται ὁ Θεὸς τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν. Σκέψαι γὰρ καὶ ὅρα, ὅτι δανείζων ἐν ἀνάγκῃ τὸν πλησίον καὶ μὴ λαμβάνων· ἀνθ’ ἑνὸς τόκου τρεῖς καὶ τέσσαρας ἀρχάς· ἀλλὰ δέκα
45λαμβάνει παρὰ τῷ Θεῷ. Γίνου ταπεινὸς καὶ ἡσύχιος, τρέμων διὰ παντὸς τὰ λόγια τοῦ Θεοῦ. Μὴ γίνου μάχιμος· μηδὲ τύπτε ἄνθρωπον πολλὰ, εἰ μὴ μόνον παιδίον ἐν γράμμασι πρὸς παιδείαν καὶ νουθεσίαν Κυρίου· καὶ αὐτὸ παρατετηρημένως· μόνον διὰ φό‐

28

.

1641

(50)

βον μετρίως ὀλίγα καὶ ἐλαφρά. Σκόπει μή πως διὰ σοῦ φόνος γίνηται, καὶ ἀπολέσῃς τὴν ψυχήν σου ἐν μιᾷ ὥρᾳ· καὶ ἃ δοκεῖς ἔχειν ἀγαθὰ ἐκ νεότητος, ἀπρόσδεκτα γένωνται παρὰ τῷ Θεῷ, ὡς τοῦ Καῒν τὰ δῶρα· πολλαὶ γάρ εἰσιν ἀφορμαὶ τοῦ θανάτου. Μὴ
55μυκτήριζε ἄνθρωπον· μηδὲ βδελύσσου τινὰ πτωχὸν, διὰ σχήματι πενιχρῷ παρατηρούμενος τὴν ἐσθῆτα· μὴ μαλακοῖς χρώμενος ἱματίοις· μὴ ἐσθῆτι τὰ φαι‐ νομένου δικαίου· μὴ ἐν ῥυπαροῖς ἱματίοις προσερχό‐
μενος· καὶ σακκοφορῶν ἔμπροσθεν τῶν ἀνθρώπων·Column end

28

.

1642

καὶ φανεὶς ἀνθρωπάρεσκος. Σάκκον δὲ ἂν ἔχῃς, ἵνα πενθῇς τὰς ἁμαρτίας σου, σκόπει μὴ φανῇς τοῖς ἀνθρώποις· ἀλλ’ ἔσωθεν τοῦ ἱματίου σου ἐν τῇ σαρκί σου ἔστω πρὸς δαμασμὸν τῶν ἀτάκτων παθῶν. Μὴ
5θέλε δόξαν καὶ ἔπαινον παρὰ ἀνθρώποις ἔχειν. Ὅλως τρίχας μὴ τρέφε· ἔκοψε γὰρ τὸ τοιοῦτον σχῆμα ὁ Ἀπόστολος· μὴ ξηροῦ τὸ γένειον· μηδὲ περικου‐ ρείοις χρῶ κειρόμενος. Εἰ δύνασαι καὶ ἑβδομάδος νηστεύειν, μηδενὶ δείκνυε· καὶ ἔσται ὁ μισθός σου
10πολύς. Κρεῶν δὲ ἀπέχου· οὐχ ὡς βδελυσσόμενος τὰ κτίσματα τοῦ Θεοῦ, ἀλλὰ ἀποκόπτων τὸ σῶμα τῆς πολλῆς τροφῆς, καὶ ἀνάξιον τὸ αὐτὸ ποιῶν τῶν κα‐ λῶν βρωμάτων, ἀντὶ δὲ τῶν ἐπιγείων τῶν οὐρανίων ἀγαθῶν ὀρεγόμενος· πᾶς γὰρ μετριάζων δαψιλείᾳ
15τροφῶν βοηθεῖ τῷ σώματι· καλὸν δέ ἐστι πάντα ἐγκρατεύεσθαι διὰ τὴν πολυσαρκίαν. Οἴνου μὴ λάμ‐ βανε ὅλως· ἢ μόνον τοῦ γεύσασθαι ἐν εὐχαριστίᾳ· καὶ εὐλόγει τὸν Θεὸν τὸν κτίσαντα· ἐὰν γὰρ καὶ σὺ, ὥσπερ ὁ τίμιος Τιμόθεος, διὰ πολλὴν ἐγκράτειαν εἰς
20νόσον περιπεσεῖν ἔχῃς, ὀλίγῳ οἴνῳ χρῶ· τὸ γὰρ ὀλί‐ γον φάρμακόν ἐστιν ἰάσεως· πολὺ δὲ αὐτῷ χρώμενος ἀμφοτέραις ἀσθενείαις σεαυτὸν περιβαλεῖς· εἰ δ’ ἕως ποτηρίων δύο ἢ τριῶν· περισσὸν δὲ μή. Εἰ δύ‐ νασαι ἀνυπόδητος ὁδεύειν, γενναίως ποιήσεις· εἰ δὲ
25ἀνάγκη ἐστὶν ὑποδήσεως, ψιλὰ ἔσονται τὰ ὑποδήματά σου καὶ μὴ θέλε κατακεκοσμημένοις ὑποδήμασι, κοσμικῷ σχήματι μὴ περιδέεσθαι. Τοῖς παροῦσιν ἀρκοῦ μετρίως. Εἰ δὲ περισσὸν κρέας καὶ οἶνος, δίδου αὐτὰ πτωχοῖς, ὀρφανοῖς, χήραις, ἀδυνάτοις,
30ξένοις, ἀσθενοῦσι, καὶ τοῖς ἐν φυλακῇ· καὶ ἔσται ὁ μισθός σου πολύς. Ἐὰν ἐπὶ ξένης, μὴ θέλῃς ἑαυτὸν κομπάζειν· ἀλλ’ ἴσος γίνου τοῖς ἀδελφοῖς σου ἐν λαχάνοις χρώμενος, καὶ ἑτέροις βρώμασιν. Ἐὰν δὲ χρεία ἐστὶ, χρὴ καὶ ἰχθύος μεταλαμβάνειν. Πάλιν δὲ
35λέγω· ἐὰν ἀῤῥωστήσῃς καὶ λάβης, οὐκ ἔστιν ἁμαρ‐ τία· εἰ δὲ ἡττηθῇς ἐν τῇ νόσῳ βαρέως, καὶ φάγῃς ἐπιθυμῇ τὸν ὀλίγον· διὰ τὴν ἀσθένειαν τῆς σαρκός σου οὐκ ἔστι κρῖμα· ἥττημα μέν σοί ἐστιν· μὴ λό‐ γισαι δὲ αὐτὸ ἁμαρτίαν· λυπήθητι δὲ, ὅτι ἀνεκόπης
40τῆς πολιτείας σου, καὶ ὑπεχαλάσθης τοῦ στερεοῦ λογισμοῦ. Εἰ δὲ καὶ λουτρῷ χρήσασθαι ἀναγκασθῇς διὰ τὴν νόσον καὶ ἅπαξ καὶ δὶς, οὐκ ἔστιν ἔγκλημα· ὑγιαίνων δὲ οὐ χρείαν ἔχεις λούσασθαι· κἂν ἱερεὺς εἶ· ἀλλὰ μᾶλλον ὑγιαίνοντος τοῦ σώματος χαμεύνην
45θέλε καὶ βιάζεσθαι εἰς πάντα. Πρὸ πάντων δὲ τέχνην γίνωσκε· ἢ ἐν ἀγρῷ ἐργάζου· ἵνα μὴ ἀργὸς ἐσθίῃς τὸν ἄρτον· μᾶλλον δὲ ἐργάζου ἐν τοῖς ἐργοχείροις σου, ἵνα ἔχῃς δοῦναι πτωχοῖς καὶ ξένοις, ὀρφανοῖς τε καὶ χήραις· καὶ ἢν μεταξὺ ἀδελφῶν οἰκῇς, καὶ ἔχῃς

28

.

1642

(50)

γονικὸν χωρίον, δικαίως συνάγων καρποὺς, καὶ μὴ ἐξ ἀδικίας καὶ πλεονεξίας· πρῶτον τὰς ἀπαρχάς σου τοῖς ἱερεῦσιν ἐν τῇ Ἐκκλησίᾳ πρόσφερε· ἔπειτα χήρας καὶ ὀρφανοὺς ἀνάπαυε, καὶ τοὺς λοιποὺς ἀδυ‐ νάτους, ἀπὸ σῶν δικαίων πόνων· μὴ ἀπὸ τόκων καὶ
55πλεονεξίας. Εἰ δὲ καὶ μόνος καθέζῃ, μὴ ὑβρίζῃς τὴν ἄσκησιν τῆς ἡσυχίας· εἰ ἐν μοναστηρίῳ ἡσυχάζεις, καὶ κτήσῃ χωρίον καὶ πραγματεύου καὶ ἡσυχάζῃς· ἀλλ’ ἐμπαίζεις καὶ ἐμπαίζεσαι. Καθήμενος ἐν μονα‐
στηρίῳ, μὴ θέλε ἀργὸς εἶναι, καὶ ὑπὸ ἄλλων τρέ‐1641

28

.

1643

φεσθαι· ἵνα τὴν ἐφήμερον ἔχῃς τροφήν. Καὶ εἰ ἑτέ‐ ρους νέους ἔχεις περὶ σεαυτὸν, πρῶτον μὲν ταπεινο‐ φροσύνην δίδασκε· καὶ μὴ θέλε αὐτοὺς εἶναι διδασκά‐ λους. Ἐὰν ἴδῃς ψυχὰς σωζομένας διὰ σοῦ, σπούδασον
5τελειῶσαι τῶν πέντε ταλάντων, ὧν εἴληφας ἀπο‐ λαβεῖν τὰ διπλάσια. Μερίμνα ἐπιμελῶς τὰς περὶ σεαυτὸν ψυχάς· καὶ ἐπίστυφε πάντοτε τοὺς νεωτέ‐ ρους ἰδιάζειν ἕκαστον τούτων, ἐν τῇ ὁμιλίᾳ καὶ τῇ συναναστροφῇ τῆς τραπέζης, καὶ συνάξεως τῆς
10ψαλμῳδίας· ἐν δὲ τῷ ὑπνεῖν αὐτοὺς, ἔχειν ἕκαστον σάκκον κεκρυμμένον, ἵνα ἐν τῇ εὐχῇ τῆς νυκτὸς ἕτοιμος εὑρέθῃ· σπούδαζε ἀγρυπνεῖν ἐν ψαλμοῖς καὶ ὕμνοις, καὶ εὐχαῖς ἐν μέτρῳ· καὶ ἐν ἡμέρᾳ μὲν εὔχεσθαι συμμέτρως, καὶ ἐν νυκτὶ ὡσαύτως· μὴ
15χρονίζειν δὲ ἐν τῇ προσευχῇ, καὶ βαττολογεῖν· σὺν μέτρῳ δὲ ψάλλειν· ἵνα μὴ περικακῶσιν αἱ ψυχαί. Θέλε δὲ τοὺς παῖδας σιωπητικῶς προβιβάζειν. Εἰς καπηλεῖον ὅλως μὴ εἰσέλθῃς· ἀλλ’ ἐὰν ἀνάγκη γένη‐ ταί σοι, ἐπὶ ξένης γενομένῳ, καὶ χρείαν ἔχῃς ἐδέ‐
20σματος· ἀποστείλας ἀγόρασον· καὶ ἐν ἐκκλησίᾳ φάγε καὶ πίνε, ἐν τόπῳ ἀνακεχωρισμένῳ. Ἐὰν δὲ μὴ ᾖ ἐκκλησία ἐν τῷ τόπῳ, ἢ ἐκκλησία ὀρθοδόξων, καὶ ἀνάγκη σοι γένηται εἰσελθεῖν ἐν πανδοχείῳ· μὴ θέλε μεῖναι ὅπου εἰσὶν γυναῖκες, μήτε εἰς καπηλεῖον,
25μήτε μετὰ τῶν εἰσιόντων εἰς θέατρον, ἢ εἰς κυνή‐ γιον εὑρισκομένων· εἴπερ ἐστί σοι δύναμις, μηδὲ εὔξῃ μετ’ αὐτῶν· εἰ δὲ ἀνάγκη γένηται, καὶ συγχω‐ ρηθῇς αὐτοῖς· ὑπὸ τῶν μειζόνων οἱ συγχωρήσαντες ὄψονται· σὺ δὲ τούτων παραφυλάσσων, γυμνάζων
30σεαυτόν. Αὗται μὲν ἐντολαὶ ἁρμόζουσιν μοναχοῖς καὶ ἱερεῦσι, καὶ πᾶσι τοῖς ἐγκρατευομένοις χήραις τε καὶ Χριστιανοῖς ἀληθινοῖς τοῖς ἐν γάμῳ σεμνῷ πολι‐
τευομένοις· εἰ δέ τις ἱερεὺς τυγχάνει, ὀφείλει τὴνColumn end

28

.

1644

ἱερωσύνην φυλάξαι σὺν τοῖς λοιποῖς κληρικοῖς μετὰ τῶν ἐντολῶν τούτων· τοιοῦτος γὰρ θέλει εἶναι νη‐ φάλιος, σπουδαῖος ἐν ταῖς προσευχαῖς, ἀνεξίκακος, χρηστὸς, φιλόρφανος, φιλόπτωχος, φιλόξενος, φιλ‐
5άγαθος, ἤρεμος, στερεὸς τῇ πίστει καὶ λόγῳ καὶ γνώ‐ μῃ, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος, ἀπεχόμενος γυναικῶν, πρωτότυπος σπουδάζειν τῇ Ἐκκλησίᾳ, τῇ συνάξει τῆς ψαλμῳδίας· μὴ ἀμελεῖν τοῦ ποιμνίου· μὴ βδελύττεσθαί τινα· μὴ πλήκτην,
10μὴ εἶναι πάροινον, μὴ φιλάργυρον, κατὰ τὸν Ἀπό‐ στολον λέγω· μὴ προσωπολήπτην, τοῦ ἐλέγξαι ἐν παραπτώμασι μικρούς τε καὶ μεγάλους, ἰδίους καὶ ἀλλοτρίους· μὴ ἐᾷν ψωριᾷν τὰ πρόβατα τῆς ποίμνης· ἀλλὰ μᾶλλον καθαρίζειν αὐτὰ, πρῶτον διὰ τῆς μετα‐
15νοίας, εἶτα πάλιν συναγελάζειν αὐτὰ ἐν τῇ μάνδρᾳ, τουτέστιν ἐν τῇ Ἐκκλησίᾳ· ταῖς χήραις, καὶ πᾶσι τοῖς λαϊκοῖς τοῖς κατηχουμένοις, τοῖς λαϊκοῖς καὶ μονάζουσι, καὶ τοῖς ἐν σεμνῷ γάμῳ πολιτευομένοις παραγγέλλειν μετανοεῖν· καὶ τοῦτο οὐχ ὡς διαφόρου
20νόμου, καὶ ἑκάστου λόγου διαστελλομένου· ἀλλ’ εἷς ἐστιν· διαστελλόμενος δὲ ἐν πᾶσιν Χριστιανοῖς· ταῖς γυναιξὶ δὲ παραγγέλλειν ὅλως μὴ λαλεῖν, μηδὲ κἂν ἕνα λόγον ἐν ψιθυρισμῷ· μήτε συμψάλλειν μοναχοῖς, μήτε συνυπακούειν· εἰ μὴ μόνον σιγᾷν καὶ εὔχεσθαι
25τῷ Θεῷ δι’ ἐντεύξεως καὶ σεμνῆς πολιτείας· μὴ ἔχειν αὐτὰς λαμπρὰν ἐσθῆτα, μηδὲ χρυσόπαστα ἐν‐ δύματα, ἢ κόσμια διὰ μαργαριτῶν· μηδὲ τὰ πρόσωπα αὐτῶν τελείως φαίνεσθαι μήτε ἐν ἀγορᾷ μήτε ἐν ἐκ‐ κλησίᾳ. Αὗταί εἰσιν αἱ σωτήριοι διδασκαλίαι τῶν
30ἁγίων τριακοσίων ὀκτὼ καὶ δέκα θεοφόρων Πατέρων, αἱ ὁδηγοῦσαι εἰς τὴν αἰώνιον ζωὴν τοὺς πιστεύοντας εἰς τὴν ἁγίαν καὶ ὁμοούσιον Τριάδα· ᾗ πρέπει πᾶσα
δόξα, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας. Ἀμήν.1643