TLG 2035 125 :: ATHANASIUS :: Homilia de passione et cruce domini (additamenta)

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Homilia de passione et cruce domini (additamenta)

Cf. et 2035 070

Citation: Volume — page — (line)

28

.

249

(8t)

ΑΘΑΝΑΣΙΟΥ ΕΙΣ ΤΟ ΠΑΘΟΣ.
10 «Ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μω‐ σέως.» Ἄρτι δὲ τολμήσας κατὰ τοῦ Κυρίου, θεωρεῖ ἑαυτὸν ἐκβληθέντα τοῦ παντὸς, καὶ ὑπὸ πάντων κα‐ ταπατούμενον, καὶ συντριβόμενον ὑπὸ τοὺς πό‐ δας ἡμῶν· τό γε μὴν μέγα καὶ παράδοξον, ὅτι καὶ
15ἐπ’ αὐτοῦ τοῦ σταυροῦ κρεμαμένου τοῦ Κυρίου, (αὐτοῦ γὰρ ἦν τὸ σῶμα, καὶ ἐν αὐτῷ ἦν ὁ Λόγος·) ὁ μὲν ἥλιος ἐσκοτίσθη, ἡ δὲ γῆ ἐτρόμαξεν, αἱ πέτραι ἐσχίσθησαν, καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη, καὶ πολλὰ σώματα τῶν προκεκοιμωμένων ἀνέστη·
20καὶ οὐδεὶς, ὥσπερ νῦν Ἀρειανοὶ τολμῶσι, διελογί‐ σατο εἰ δεῖ σαρκωθέντι τῷ Λόγῳ πείθεσθαι· ἀλλὰ καὶ ἄνθρωπον βλέποντες, ἐπεγίνωσκον αὐτὸν ὄντα δημιουργὸν αὐτῶν· καὶ ἀνθρωπίνης φωνῆς ἀκούοντες, οὐ διὰ τὸ ἀνθρώπινον ἔλεγον ὅτι ὁ Λόγος κτίσμα
25ἐστίν· ἀλλὰ καὶ μᾶλλον ἔτρεμον, καὶ οὐδὲν ἧττον ἐγίνωσκον, ὅτι ἐκ ναοῦ ἁγίου ἐφθέγγετο· οὐ γὰρ κτίσμα ἡ κτίσις προσκυνεῖ· οὐδὲ πάλιν διὰ τὴν σάρκα, παρῃτεῖτο τὸν Κύριον ἑαυτῆς προσκυνεῖν, ἀλλὰ τὸν ἑαυτῆς δημιουργὸν ἔβλεπεν ἐν τῷ σώματι·
30καὶ ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ ἔκαμπτε καὶ κάμψει, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστός· οὐ γὰρ ἀδοξίαν ἤνεγκεν ἡ σὰρξ τῷ Λόγῳ· μὴ γένοιτο· ἀλλὰ μᾶλλον αὕτη δεδό‐ ξασται παρ’ αὐτοῦ· οὐδὲ ἐπειδὴ δούλου μορφὴν ἀνέ‐
35λαβεν ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων Υἱὸς, ἠλαττώθη τῆς θεότητος, ἀλλὰ μᾶλλον καὶ αὐτὸς ἐλευθερωτὴς πά‐ σης σαρκὸς καὶ πάσης κτίσεως γέγονεν· ὃς καὶ σταυ‐ ρούμενος, ἐμαρτυρεῖτο Δεσπότης τῆς κτίσεως· συ‐ στείλαντος μὲν ἡλίου τὰς ἀκτῖνας, καὶ τῆς γῆς τρε‐
40μούσης, τῶν δὲ πετρῶν σχιζομένων, καὶ τῶν δημίων ἐπιγνόντων, ὅτι ἀληθῶς Θεοῦ Υἱός ἐστιν ὁ σταυρω‐ θείς· οὐ γὰρ ἀνθρώπου τινὸς ἦν τὸ βλεπόμενον σῶμα, ἀλλὰ Θεοῦ· ἐν ᾧ τυγχάνων καὶ ὅτε ἐσταυ‐ ροῦτο, ἤγειρε νεκρούς· ὅτε καὶ ὁ ἥλιος ἀγανακτῶν,
45καὶ μὴ φέρων τὰς κατὰ τοῦ κοινοῦ πάντων Δεσπότου γενομένας σωματικὰς ὕβρεις, ἃς ἑκὼν αὐτὸς ὑπὲρ ἡμῶν ὑπέμεινεν, ἀπεστράφη· καὶ τὰς ἀκτῖνας συ‐
στείλας, τὴν ἡμέραν ἐκείνην ἀνήλιον ἔδειξεν.249