TLG 2035 124 :: ATHANASIUS :: De incarnatione contra Apollinarium libri ii [Sp.]

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

De incarnatione contra Apollinarium libri ii [Sp.]

Citation: Volume — page — (line)

26

.

1093

(1t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ
2tΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
3tΠΕΡΙ ΣΑΡΚΩΣΕΩΣ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ ΚΑΤΑ ΑΠΟΛΛΙΝΑΡΙΟΥ
4tΛΟΓΟΣ ΠΡΩΤΟΣ.
9Ὁ μὲν τρόπος τοῦ εὐσεβοῦς ὁ ἄκοπος, τὸ
10σιωπῇ σέβειν τὸ πᾶν, ἀγαπητὲ, καὶ εὐχαρίστοις βοαῖς ἀνυμνεῖν τὸν εὐεργέτην Θεὸν, κατὰ τὴν ῥῆσιν τῆς Γραφῆς τὴν λέγουσαν· Καθήσεται κατὰ μόνας, καὶ σιωπήσεται, καὶ ἡσυχάσει, καὶ πράξει τὰ ἴδια· τὸ δὲ, κατὰ μόνας, καὶ, τὰ ἴδια, τουτέστι τὴν ἰδίαν
15ἀναστροφὴν ἐν κρίσει τίθεσθαι, καὶ τὴν ἐντολὴν τοῦ Θεοῦ ἐν φροντίδι. Ἀλλ’ ἐπειδὴ, κόπωσιν βαρυτάτην συνειδὼς ἐν τοῖς τὰ αὐτὰ λέγειν δοκοῦσιν, ἠρώ‐ τησας περὶ τῆς ἐν ἡμῖν πίστεως, καὶ τίς ἡ αἰτίασις τῶν ὀρθῶς φρονεῖν νομιζόντων, οἵτινες ἀμετρίᾳ
20πολλῇ τὰ ἄθεσμα φθεγγόμενοι οὐ δεδοίκασιν· οἷς ἀπαχθέντες οἱ ἀστήρικτοι τῇ πίστει, πλανώμενοι οὐ συνιᾶσιν· εἰ γὰρ ἐστηριγμένοι ἐν τῇ πίστει ἐτύγ‐ χανον, οὐκ ἂν τοιούτοις ῥήμασι συνεπείσθησαν. Σχολαζούσης δὲ αὐτῶν τῆς διανοίας, δεκτικοὶ γεγό‐
25νασι τῶν τοιούτων παραδόσεων· ἐξ ὧν ἀναβλαστά‐ νει ἀμετρίας τῦφος, καὶ κακίας πλῆθος. Ἀβλε‐ πτοῦντες δὲ ἐκ τοῦ μίσους, παροδεύουσι τῶν προφη‐ τῶν τὰ μηνύματα, καὶ τῶν ἀποστόλων τὰ διδάγματα, καὶ τῶν Πατέρων τὰ παραγγέλματα, καὶ αὐτὰς δὴ
30τὰς ἐναποδείκτους τοῦ Δεσπότου φωνάς. Οἷς ἐπ‐ άγειν κατὰ δύναμιν τὸν ἔλεγχον ἐπάναγκες· ἵνα,
ἤ τινες αὐτῶν ἀνανήψαντες διαβλέψωσιν, ἢ ἄλ‐1093

26

.

1096

λους ἀπατᾷν μὴ δύνωνται, κατάληψιν εὐκρινεστά‐ την περὶ Χριστοῦ ὑπισχνούμενοι, μὴ νοοῦντες, μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται. Οἱ μὲν γὰρ Πατέρες εἰρήκασιν, ὁμοούσιον τὸν
5Υἱὸν τῷ Πατρὶ, καὶ Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθι‐ νοῦ, καὶ τέλειον ἐκ τελείου· ἔπειτα κατελθόντα διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθέντα, ἐνανθρωπή‐ σαντα, εἶθ’ οὕτως παθόντα, καὶ ἀναστάντα. Ἵνα δὲ μή τις, πάθος καὶ ἀνάστασιν ἀκούων, ἠλλοιῶσθαι
10τὸν Θεὸν Λόγον ἐννοοῖτο, τὸ ἄτρεπτον καὶ ἀναλλοίω‐ τον τοῦ Υἱοῦ μετὰ κρίματος διορίζονται. Οὗτοι δὲ ἢ ἀλλοίωσιν τοῦ Λόγου φαντάζονται, ἢ δόκησιν τὴν οἰκονομίαν τοῦ πάθους ὑπολαμβάνουσι· ποτὲ μὲν ἄκτιστον καὶ ἐπουράνιον λέγοντες τὴν τοῦ Χριστοῦ
15σάρκα, ποτὲ δὲ ὁμοούσιον τῆς θεότητος. Εἶτα, φα‐ σὶν, ἀντὶ τοῦ ἔσωθεν ἐν ἡμῖν ἀνθρώπου νοῦς ἐπουρά‐ νιος ἐν Χριστῷ. Ὡς γὰρ ὀργανικῷ κέχρηται σχήματι τῷ περιέχοντι· οὐ γὰρ οἷόν τε ἦν τέλειον ἄνθρωπον αὐτὸν γενέσθαι. Ὅπου γὰρ τέλειος ἄνθρω‐
20πος, ἐκεῖ καὶ ἁμαρτία· καὶ ὅτι δύο τέλεια ἓν γενέσθαι οὐ δύναται· ἐπεὶ ἔσται καὶ ἐν Χριστῷ ἡ ἐν ἡμῖν μάχη τῆς ἁμαρτίας· καὶ ἔσται αὐτῷ χρεία τοῦ καθ’ ἡμᾶς καθαρισμοῦ, εἰ τὸ φρονοῦν καὶ τὸ ἄγον ἐν ἡμῖν τὴν σάρκα Χριστὸς ἐν ἑαυτῷ ἐπιδέδεικται
25γενόμενος ἄνθρωπος. Ἀλλὰ ἔλαβε, φασὶ, τὸ ἀνόητον, ἵν’ αὐτὸς ᾖ νοῦς ἐν αὐτῷ, καὶ ἄγευστος ᾖ πάντη τῆς ἁμαρτίας, κατά γε τὸ θεϊκὸν καὶ τὸ ἀνόητον τῆς σαρκός. Οὔτε γὰρ ἁμάρτοι ἂν ἡ σὰρξ τοῦ ἄγοντος τὴν σάρκα, τουτέστι τοῦ φρονοῦντος, μὴ προενθυμη‐
30θέντος τὴν πρᾶξιν τῆς ἁμαρτίας, καὶ ἐνεργήσαντος διὰ τοῦ σώματος εἰς ἐκπλήρωσιν τῆς ἁμαρτίας. Ὅθεν σαρκὸς μὲν καινότητα Χριστὸς ἐπιδέδεικται καθ’ ὁμοίωσιν· τοῦ δὲ φρονοῦντος ἐν ἡμῖν τὴν καινό‐ τητα διὰ μιμήσεως, καὶ ὁμοιώσεως, καὶ ἀποχῆς τῆς
35ἁμαρτίας, ἕκαστος ἐν ἑαυτῷ ἐπιδείκνυται. Καὶ οὕτως νοεῖται Χριστὸς χωρὶς ἁμαρτίας Ταῦτά ἐστιν αὐτῶν τὰ σοφίσματα, καὶ τῆς πα‐ ρατροπῆς τὰ νοήματα· καὶ οὐκ ἔστιν εἷς ὁ λόγος αὐτῶν· πολλαὶ γὰρ τῆς ἀπιστίας αἱ παρατροπαὶ,
40ἀνθρωπίνοις λογισμοῖς ἐπινενοημέναι. Προθῶμεν τοίνυν τούτοις τῆς τοῦ Θεοῦ εὐδοκίας τὴν θέλη‐ σιν (ὤμοσε γὰρ, φησὶ, Κύριος, καὶ οὐ μεταμεληθή‐ σεται), καὶ τῆς ἀληθεστάτης οἰκονομίας τὴν συμ‐ πλήρωσιν, καὶ τῆς τελειοτάτης εὐεργεσίας τὴν
45χάριν· ἀντερωτήσαντες τούτων τὰ νοήματα, εἰ τοῖς προφητικοῖς μηνύμασι συνᾴδουσιν· εἰ τοῖς
ἀποστολικοῖς διδάγμασιν ἀκολουθοῦσιν· εἰ τοῖς τῶν1095

26

.

1097

Πατέρων παραγγέλμασι στοιχοῦσιν· εἰ τὰς ἐναπο‐ δείκτους τοῦ Δεσπότου φωνὰς οὐκ ἀθετοῦσιν· ἵν’ ἐκ τῶν προφητικῶν μηνυμάτων, καὶ τῶν ἀποστολι‐ κῶν διδαγμάτων, καὶ τῶν ὑπὸ τοῦ Κυρίου πληρω‐
5θέντων πραγμάτων, γίγνηται τῆς ἀληθείας ἡ ὁμολογία, καὶ τῆς πλάνης ἡ ἔλεγξις. Εἴπατε τοίνυν οἱ ἐφευρεταὶ τοῦ καινοῦ καθ’ ὑμᾶς Εὐαγγελίου, ὃ οὐκ ἔστιν ἄλλο, πόθεν ὑμῖν κατηγγέλθη σάρκα ἄκτιστον λέγειν, ὥστε ἢ τὴν θεότητα τοῦ Λόγου εἰς
10μετάπτωσιν σαρκὸς φαντάζεσθαι, ἢ τὴν οἰκονομίαν τοῦ πάθους καὶ τοῦ θανάτου καὶ τῆς ἀναστάσεως, ὡς δόκησιν νομίζειν. Ἄκτιστος μὲν γὰρ πέφηνε μόνη ἡ ἁγία Τριὰς τῆς θεότητος, ἀΐδιός τε καὶ ἄτρε‐ πτος, καὶ ἀναλλοίωτος. Χριστοῦ δὲ κατὰ σάρκα
15ἐξ ἀνθρώπων ἀνισταμένου ἐκ τῶν ἀδελφῶν ἡμῶν, ὡς γέγραπται, καὶ παθητοῦ καὶ πρωτοτόκου ἐξ ἀναστάσεως νεκρῶν, προκαταγγείλαντος τοῦ νόμου, πῶς τὸ ἄκτιστον παθητὸν λέγετε; ἢ πῶς τὸ παθη‐ τὸν ἄκτιστον ὀνομάζετε; Καὶ γὰρ καὶ τὴν ἄκτιστον
20οὐσίαν τοῦ Λόγου παθητὴν λέγοντες, εἰς τὴν θεό‐ τητα βλασφημεῖτε· καὶ τὴν παθητὴν σάρκα, ὀστέοις τε καὶ αἵματι, καὶ ψυχῇ, καὶ ὅλου τοῦ καθ’ ἡμᾶς σώματος ἁρμοσθεῖσαν, ψηλαφητήν τε καὶ ὁρα‐ τὴν γενομένην, ἄκτιστον λέγοντες, δυσὶ περιπίπτετε
25πτώμασιν· ἢ φαντασίαν τὴν δεῖξιν καὶ τὴν ἀνοχὴν τοῦ πάθους ὑπολαμβάνοντες, κατὰ τὴν τῶν Μα‐ νιχαίων ἀσέβειαν· ἢ τοιαύτην ὑποτίθεσθε τῆς ἀκτί‐ στου θεότητος τὴν οὐσίαν. Καὶ τί ἔτι μέμφεσθε τοῖς ἐν ἀνθρωπίνῃ μορφῇ τῇ κατὰ σάρκα τὸν Θεὸν φαν‐
30ταζομένοις; Ἀλλὰ λέγετε, ὅτι ἄκτιστος γέγονε τῇ ἑνώ‐ σει τῇ πρὸς τὸν ἄκτιστον. Ἐντεῦθεν δὲ ὑμῶν ἡ πλάνη δειχθήσεται αὐτέλεγκτος· ἡ γὰρ τῆς σαρκὸς ἕνωσις πρὸς τὴν τοῦ Λόγου θεότητα ἐκ μήτρας γέ‐
35γονεν· ἐντεῦθεν γὰρ αὐτὴν ἀνεστήσατο ὁ Λόγος, ἐξ οὐρανῶν ἐπιδημήσας· οὐ προϋπάρξασαν τῆς τοῦ Λόγου ἐπιδημίας, ἢ τῆς Θεοτόκου Μαρίας, μόνης ἐκ τοῦ Ἀδὰμ καταγομένης, καὶ ἐκ τοῦ Ἀβραὰμ καὶ ἐκ τοῦ Δαβὶδ γενεαλογουμένης, σὺν τῷ Ἰωσὴφ τῷ
40μεμνηστευμένῳ αὐτὴν, ὄντων ἑκατέρων εἰς σάρκα μίαν, καθὼς γέγραπται, οὐ τῇ πρὸς ἀλλήλους συν‐ αφείᾳ, ἀλλὰ τῇ ἐξ ἑνὸς ὑπάρξει· ὅτι γὰρ ἀθιγεῖς διέμειναν, μεμαρτύρηται. Γεννᾶται οὖν ὁ Χριστὸς ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, τὸν Ἰωσὴφ πατέρα κα‐
45λῶν, ταυτὸν τῇ Μαρίᾳ τυγχάνοντα τοῦ Δαβίδ·1097

26

.

1100

ἐν σπαργάνοις ἀνακλιθεὶς, καὶ ὑπὸ τοῦ Συμεῶνος ἐν τῷ ἱερῷ βασταχθεὶς, καὶ περιτομὴν σαρκὸς προσ‐ αγόμενος κατὰ τὸν νόμον, καὶ αὔξησιν ἡλικίας ποιού‐ μενος. Εἰ τοίνυν ἄκτιστος τῇ ἑνώσει γέγονε,
5πῶς οὐκ αὐτοτελὴς ὤφθη, ἀλλὰ, θελήσαντος τοῦ Λό‐ γου, ἡ τοῦ σώματος αὔξησις ἐγίνετο; Ἀκτίστῳ δὲ προσάγειν αὔξησιν ἀσεβές ἐστι. Τὸ γὰρ ἄκτιστον τῇ φύσει ἄκτιστον λέγεται, μήτε αὔξησιν, μήτε ἐλάττω‐ σιν ἐπιδεχόμενον. Τὸ δὲ τῷ ἀκτίστῳ κοινωνῆσαν
10ἢ ἑνωθὲν, ἴδιον μὲν τοῦ ἀκτίστου λέγεται, οὐ μὲν αὐτὸ ἄκτιστον, ἵνα μὴ ἐπιλησθῇ τῆς ἑνώσεως ἡ εὐ‐ εργεσία, καὶ καταργηθῇ τῆς εὐεργεσίας ἡ ὀφειλὴ, καὶ εἰς ἀνελπιστίαν καταπέσῃ ἡ ἐν ἀσθενείᾳ ἔτι τυγχάνουσα ἀνθρωπότης, διδασκομένη καθ’ ὑμᾶς
15μὴ ἔχειν πρὸς Θεὸν οἰκειότητα, καὶ ἀμαυρωθῇ ἡ χάρις. Τίς γὰρ, ἄκτιστον ἀκούων τὸ τοῦ Κυρίου σῶμα, ἑαυτὸν δὲ ποιηθέντα καὶ κτισθέντα εἰδὼς, οὐκ ἐννοηθήσεται ψευδεῖς μὲν εἶναι τὰς ἁγίας Γρα‐ φὰς, ἑαυτὸν δὲ μὴ ἔχειν πρὸς τὸν Χριστὸν κοινωνίαν;
20Εἰ ὁ ἄκτιστος ἄκτιστον σῶμα ἀνελάβετο, κατήργηται τοίνυν ἡ πρώτη πλάσις, ἀπόλωλεν ὁ ἀρχέτυπος Ἀδὰμ, οὗ ἡμεῖς μέχρι σήμερον ἀπόγονοι τυγχάνομεν κατὰ τὴν τῆς σαρκὸς διαδοχήν. Πῶς οὖν Χριστὸς ἡμᾶς μετόχους ἑαυτοῦ κατεστήσατο; πῶς δὲ καὶ ὁ
25Ἀπόστολος λέγει, Ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγια‐ ζόμενοι ἐξ ἑνὸς πάντες; Μή τις δὲ τολμάτω περὶ τῆς θεότητος τοῦ Υἱοῦ ἐννοῆσαι, ὅτι, ὥσπερ αὐτὸ ἐκ τοῦ Θεοῦ, οὕτω καὶ ἡμεῖς, καθάπερ οἱ ἀσεβέστατοι Ἀρειανοὶ λέγειν τολ‐
30μῶσιν· ἢ πάντως κατὰ τὴν τῆς σαρκὸς ἐπίδειξιν, καὶ κατὰ τὴν μορφὴν τοῦ δούλου, τουτέστι τοῦ πρω‐ τοπλάστου Ἀδὰμ, ἣν ἔλαβεν ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων Θεός. Ὅλως μὲν οὖν ἐν τοῖς ποιήμασι τὸ λεγόμενον ἄκτιστον, τὸ μηδέπω ὑπάρξαν λέγεται,
35ὅτι μὴ γέγονε. Μή τι οὖν ἄρα, μήθ’ ὅλως γεγο‐ νέναι ἐν τῷ Λόγῳ σάρκα ὑπολαμβάνοντες, εὐφήμῳ λέξει ποιεῖσθαι καὶ τὴν ἄρνησιν εὐθὺς ἐννοεῖτε, ἵνα μηδὲν ἐν τῷ ἀκτίστῳ ὁμολογήσητε. Ἄκτιστος γὰρ ὕπαρξις μόνη ἡ τῆς θεότητος νοεῖται· ὥστε καὶ τὴν
40ἄκτιστον παθητὴν λέγειν ἀσεβὲς, καὶ τὴν παθητὴν ἄκτιστον ὀνομάζειν. Τὴν γὰρ ποιηθεῖσαν τῆς ἀνθρω‐ πότητος φύσιν, μὴ τῇ ἑνώσει τοῦ Λόγου εἶναι ἰδίαν, ἀλλὰ συναΐδιον, καὶ τῇ τοῦ Θεοῦ φύσει ἐξ‐ ισουμένην τῇ ταυτότητι τῆς φύσεως ἐννοεῖν, ἀσεβές.
45Σαρκὸς γὰρ καὶ αἵματος καὶ ὀστέων ἐπίδειξιν ἐποιή‐ σατο Κύριος, καὶ ψυχῆς λυπουμένης, καὶ ταραττο‐ μένης, καὶ ἀδημονούσης. Ταῦτα δὲ οὐκ ἄν τις εἴποι
φύσιν εἶναι θεότητος· ἴδια δὲ Θεοῦ κατὰ φύσιν1099

26

.

1101

γέγονεν, εὐδοκήσαντος τοῦ Λόγου ἀνασχέσθαι γεννή‐ σεως ἀνθρωπίνης, καὶ τὴν ἑαυτοῦ ποίησιν τὴν ἐν ἁμαρτίᾳ καὶ φθορᾷ καὶ θανάτῳ διαχυθεῖσαν ἐν ἑαυτῷ συστήσασθαι ἐν εἰκόνι καινότητος. Διὸ τῆς
5μὲν ἁμαρτίας τὴν κατάκρισιν ἐπὶ γῆς ἐποιήσατο· τῆς δὲ κατάρας τὴν καθαίρεσιν ἐπὶ ξύλου· τῆς τε φθορᾶς τὴν ἀπολύτρωσιν ἐν τῷ τάφῳ· καὶ τοῦ θανάτου τὴν κατάλυσιν ἐν τῷ ᾅδῃ· παντὶ ἐπιβὰς τόπῳ, ἵνα τοῦ σύμπαντος ἀνθρώπου τὴν σωτηρίαν
10κατεργάσηται, μορφὴν τῆς ἡμετέρας εἰκόνος ἐν ἑαυτῷ ἐπιδεικνύμενος. Ἐπεὶ τίς ἦν χρεία Θεῷ γεννήσεως τῆς ἐκ γυναικὸς ἀνασχέσθαι; αὐξήσεώς τε ἡλικίας, καὶ ἐτῶν ἀριθμήσεως τῷ ποιητῇ τῶν αἰώνων; ἢ πάλιν σταυροῦ, ἢ τάφου, ἢ ᾅδου, οἷς
15ἡμεῖς ὑποπεπτώκαμεν, εἰ μὴ ἡμᾶς ἐζήτει, διὰ τῆς καθ’ ἡμᾶς μορφῆς ζωοποιῶν ἡμᾶς καὶ εἰς ὁμοίωσιν καὶ μίμησιν τελείας εἰκόνος προσκαλούμενος; Μί‐ μησις δὲ πῶς ἂν γένοιτο πρὸς τελειότητα, μὴ προϋπ‐ αρξάσης τῆς ἀνενδεοῦς τελειότητος; κατὰ τὸν λέ‐
20γοντα Ἀπόστολον· Ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον, καὶ ἐνδυσάμενοι τὸν νέον τὸν κατὰ Θεὸν κτισθέντα, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ τῆς ἀληθείας. Πόθεν οὖν διδαχθέντες, λέγετε ἄκτιστον; Εἰ τοίνυν φύσις ἐκ μεταποιήσεως ἄκτιστος γίνεται, ἄρα
25καὶ ἀόρατος καὶ ἀθάνατος· οὐκ ἐκ θανάτου, ἀλλ’ ἀνεπίδεκτος θανάτου. Πῶς οὖν ἀπέθανεν ὁ Κύριος, εἰ ὁ ἄκτιστος ἀκτίστως ἐπεδήμησεν ἐπὶ γῆς; ἢ πῶς ὁρατὸς καὶ ψηλαφητὸς γέγονεν; ὡς γέγρα‐ πται· Ὃ ἑωράκαμεν, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλά‐
30φησαν. Πῶς οὖν λέγετε, ἃ μὴ γέγραπται, μήτε θέμις ἐννοεῖν; Δώσετε γὰρ πᾶσιν αἱρετικοῖς κατὰ τὴν τοῦ ποτὲ λεγομένου Ῥητορίου ἔννοιαν ἀσεβεστά‐ την, οὗ καὶ τὴν ἀσέβειαν ἐξειπεῖν φοβερόν. Ἢ τοί‐ νυν ἀρνήσασθε τὰς θείας Γραφὰς, ἢ ταύτας ὁμολο‐
35γοῦντες, μὴ ἕτερα παρὰ τὰ γεγραμμένα ἐπινοεῖτε λαλεῖν ῥήματα ἀπάτης ἀνιάτου. Ἀλλὰ πάλιν λέγετε, ὅτι Ἡμεῖς κτίσματι οὐ προσκυνοῦμεν. Ὦ ἀνόη‐ τοι! διὰ τί οὐ λογίζεσθε, ὅτι καὶ ποιηθὲν τὸ σῶμα τοῦ Κυρίου οὐ κτιστὴν ἀποφέρεται τὴν προσκύνη‐
40σιν; Τοῦ γὰρ ἀκτίστου Λόγου γέγονε σῶμα· οὗ γὰρ σῶμα γέγονε, τούτῳ προσάγετε καὶ τὴν προσκύνη‐ σιν. Ἄρ’ οὖν καὶ προσκυνεῖται ὀφειλομένως, καὶ θεϊκῶς προσκυνεῖται· Θεὸς γὰρ ὁ Λόγος ἐστὶν, οὗ τὸ σῶμα ἴδιον τυγχάνει· ἐπεὶ καὶ ὅτε προσῄεσαν αἱ
45γυναῖκες τῷ Κυρίῳ, διακωλύων ἔλεγε, Μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα μου, ση‐
μαίνων, ὅτι χρεία ἀναβάσεως, καὶ ὅτι μία ἔσται ἡ1101

26

.

1104

ἀνάβασις. Ὅμως, προσελθοῦσαι, ἐκράτησαν αὐτοῦ τοὺς πόδας, καὶ προσεκύνησαν. Πόδας ἐκράτη‐ σαν, Θεὸν προσεκύνησαν. Πόδας ὀστέων καὶ σαρκὸς ἔχοντας ψηλάφησιν, ἀλλὰ Θεοῦ ὄντας, προσεκύνησαν
5Θεόν. Καὶ ἀλλαχοῦ δὲ ὁ Κύριος ἔλεγε, Ψηλαφή‐ σατέ με καὶ γνῶτε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα, καίτοι πνεῦμα ὢν αὐτός· Πνεῦμα γὰρ ὁ Θεός. Καὶ λέγων ἔχειν, καὶ ἐπίδειξιν ποιούμενος, πῶς ἔλεγεν,
10ὅτι Πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ, φησὶν, οὐχὶ ὄντα, ἀλλ’ ἔχοντα θεωρεῖτε, ἢ τοῦτο διδάσκων, ὅτι ἡ τοῦ πνεύματος φύσις ἄῤῥητός ἐστιν· αὕτη δὲ ἡ ψηλάφησις σώματος τοῦ καθ’ ἡμᾶς ἐστιν, ὅπερ ἑαυτῷ περιεποιήσατο ἐκ Παρθένου,
15οὐκ ἐνεργείας τόπῳ, ἀλλὰ φυσικῇ γεννήσει· ἵνα καὶ κατὰ φύσιν ᾖ τὸ σῶμα, καὶ ἀδιαίρετον ᾖ πάλιν κατὰ φύσιν τῆς τοῦ Λόγου θεότητος. Οὕτω γὰρ καὶ ὁ θάνατος γέγονε· τοῦ μὲν σώματος κατὰ φύσιν δεχομένου, τοῦ δὲ Λόγου κατὰ θέλησιν ἀνεχο‐
20μένου καὶ ἐξουσιαστικῶς τὸ ἴδιον σῶμα εἰς θάνατον προϊεμένου· ἵνα καὶ πάθῃ φυσικῶς ὑπὲρ ἡμῶν, καὶ ἀναστῇ θεϊκῶς ὑπὲρ ἡμῶν. Καὶ ὅλη τῆς γεννή‐ σεως καὶ τοῦ θανάτου ἡ πραγματεία εἰς τὴν ἡμετέραν ζήτησιν καὶ ἀνάκτησιν θεωρεῖται.
25 Τούτων δὲ οὕτως ἐχόντων, καὶ ὁμολογουμένων ἐν τῇ τοῦ Θεοῦ καθολικῇ Ἐκκλησίᾳ, πῶς ὑμεῖς πάλιν λέγετε ἐξ οὐρανοῦ τὸ σῶμα; καὶ διὰ τί τοῦτο πεποίηκεν ὁ Χριστός; Εἴπατε, ἵνα ἐξ οὐρανῶν ἐπὶ γῆς κατενέγκῃ σῶμα, καὶ τὸ ἀόρατον ὁρατὸν
30ποιήσῃ, καὶ τὸ ἀνύβριστον ὕβρεως δεκτικὸν, καὶ τὸ ἀπαθὲς καὶ ἀθάνατον θνητὸν καὶ παθητόν; Καὶ τίς ἦν ἐν τούτοις εὐεργεσία, ὦ μάταιοι, εἰ ταῦτα ἐν Χριστῷ γεγονέναι λέγετε, ἃ γέγονεν ἐν τῷ πρωτο‐ πλάστῳ Ἀδάμ; Εἰ μὴ τὸ τοῦ Ἀδὰμ σύμπτωμα εἰς
35ἀσύγκριτον ἀνάστημα Χριστὸς ἀνεστήσατο ἐν ὁμοιώ‐ ματι σαρκὸς ἁμαρτίας ὀφθεὶς, καὶ κατακρίνας τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· ὥστε καὶ σαρκὶ ἐπὶ γῆς πολιτεύσασθαι, καὶ ἀνεπίδεκτον ἁμαρτίας δεῖξαι τὴν σάρκα, ἣν ἐκ τῆς πρώτης πλάσεως ὁ Ἀδὰμ ἀναμάρ‐
40τητον ἐσχηκὼς, ἐκ παραβάσεως δεκτικὴν ἁμαρτίας πεποίηκε, καὶ εἰς διαφθορὰν καὶ θάνατον κατα‐ πέπτωκε. Ταύτην ἀνίστησι κατὰ φύσιν ἀναμάρτη‐ τον, ἵνα δείξῃ τὸν Δημιουργὸν ἀναίτιον τῆς ἁμαρτίας, καὶ κατὰ τὴν ἀρχέτυπον πλάσιν τῆς ἰδίας φύσεως
45κατεστήσατο· ἵνα αὐτὸς ᾖ τῆς ἀναμαρτησίας ἡ
ἐπίδειξις. Μάτην οὖν φαντάζονται οἱ ἀλώμενοι, καὶ1103

26

.

1105

ἐξ οὐρανοῦ λέγοντες τὸ τοῦ Κυρίου σῶμα. Καίτοι ὃ Ἀδὰμ ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν κατενήνοχε, Χρι‐ στὸς ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνενήνοχε· καὶ ὅπερ Ἀδὰμ ἀναμάρτητον καὶ ἀκαταδίκαστον εἰς
5φθορὰν καὶ καταδίκην θανάτου κατενήνοχε, Χριστὸς τοῦτο ἄφθαρτον καὶ λυτήριον θανάτου ἀνέδειξεν· ὥστε ἔχειν ἐξουσίαν ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας, ἐκ δὲ τάφου τὴν ἀφθαρσίαν ἐπιδείκνυσθαι, καὶ ἐν ἐπιβάσει ᾅδου λύειν θάνατον, καὶ εὐαγγελίσασθαι
10πᾶσι τὴν ἀνάστασιν. Ὅτι ἔκτισεν ὁ Θεὸς τὸν ἄνθρω‐ πον ἐπὶ ἀφθαρσίᾳ, καὶ εἰκόνα τῆς ἰδίας ἀϊδιό‐ τητος ἐποίησεν αὐτόν. Φθόνῳ δὲ διαβόλου θάνα‐ τος εἰσῆλθεν εἰς τὸν κόσμον· βασιλευόμενον δὲ ὑπὸ τοῦ θανάτου εἰς διαφθορὰν οὐχ ὑπερεῖδεν αὐτὸς
15γενόμενος ἄνθρωπος, οὐ τραπεὶς εἰς ἀνθρώπου μορ‐ φὴν, οὐδὲ παριδὼν τὴν τοῦ ἀνθρώπου ὕπαρξιν, σκιώδη τὴν δεῖξιν ἐποιεῖτο· ἀλλ’ ὁ ὢν φύσει Θεὸς γεννᾶται ἄνθρωπος, ἵν’ εἷς ᾖ τὰ ἑκάτερα, τέλειος κατὰ πάντα, φυσικὴν καὶ ἀληθεστάτην τὴν γέννη‐
20σιν ἐπιδειξάμενος. Διὸ εἴρηται· Καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, βασιλεύειν οὐ‐ ρανῶν, καὶ ἐξουσίαν ἔχειν κρίσιν ποιεῖν. Ὁ γὰρ τῶν ὅλων δημιουργὸς Λόγος ὤφθη υἱὸς ἀνθρώπου, οὐχ ἕτερός τις γενόμενος, ἀλλὰ δεύ‐
25τερος Ἀδάμ· ἵνα καὶ ἐκ τοῦ ὀνόματος γινώσκωμεν τὴν ἀλήθειαν. Καὶ προγενέστερον δείκνυσι τὸν πρω‐ τόπλαστον ὁ Ἀπόστολος, πρῶτον τὸ ψυχικὸν δεικνὺς, ἔπειτα τὸ πνευματικόν. Ψυχικὸν δὲ καὶ πνευματικὸν λέγων, οὐχ ἕτερον καὶ ἕτερον δείκνυσι σῶμα, ἀλλὰ
30τὸ αὐτὸ σῶμα· τὸ μὲν πρῶτον ἐν ἐξουσίᾳ καὶ φύσει ψυχῆς, διὸ ψυχικόν· τὸ δὲ δεύτερον ἐν ἐξουσίᾳ καὶ φύσει Πνεύματος, διὸ πνευματικόν· Πνεῦμα γὰρ ὁ Θεὸς Λόγος· οὕτω γὰρ καὶ τὸ ἐφ’ ἡμῖν εἰρημένον ἔστι συνιδεῖν, ἐν τῷ λέγειν· Ὁ δὲ πνευματικὸς
35ἀνακρίνει τὰ πάντα· ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος. Καίτοι ἑνὸς ὄντος ἑκατέρων τοῦ σώματος, τὸ μὲν τοῦ Πνεύματος μέτ‐ οχον νοεῖσθαι πνευματικὸν δείκνυσι, τὸν δὲ τῇ ἐξου‐ σίᾳ τῆς ψυχῆς μόνῃ ἐμμείναντα δείκνυσθαι ψυ‐
40χικόν. Διὰ τί δὲ ὅλως, εἰ καθ’ ὑμᾶς ἐστιν, οὐχὶ ἄνθρω‐ πος μόνον λέγεται ὁ Χριστὸς ὡς καινός τις ἐξ οὐρα‐ νῶν ἐπιδημήσας, ἀλλὰ υἱὸς ἀνθρώπου γέγονεν; Εἰ μὲν οὖν ἐπὶ γῆς γέγονεν υἱὸς ἀνθρώπου, καίτοι οὐκ ἐκ σπέρματος ἀνδρὸς, ἀλλ’ ἐκ Πνεύματος ἁγίου
45γεννηθεὶς, ἑνὸς ὄντος τοῦ πρωτοπλάστου Ἀδὰμ υἱὸς1105

26

.

1108

νοηθήσεται. Οὐ γὰρ ἕτερός τις ἀναγέγραπται ἄνθρω‐ πος ἐν οὐρανῷ ὑπάρξας παρὰ τὸν ἐκ γῆς Ἀδὰμ, ἵνα καὶ ἐξ οὐρανῶν ἔχῃ τὸ σῶμα, καὶ υἱὸς ἀνθρώπου ᾖ παρὰ τὸν Ἀδάμ. Διὸ ὁ μὲν Ματθαῖος υἱὸν Ἀβραὰμ
5καὶ Δαβὶδ ἀναγράφει τὸ κατὰ σάρκα· ὁ δὲ Λουκᾶς υἱὸν αὐτὸν τοῦ Ἀδὰμ καὶ τοῦ Θεοῦ γενεαλογεῖ. Εἰ τοίνυν μαθηταί ἐστε τῶν Εὐαγγελίων, μὴ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν· ἀλλὰ στοιχεῖτε τοῖς γεγραμ‐ μένοις καὶ γενομένοις. Εἰ δὲ ἕτερα παρὰ τὰ γε‐
10γραμμένα λαλεῖν βούλεσθε, τί πρὸς ἡμᾶς διαμάχεσθε, τοὺς μήτε ἀκούειν μήτε λέγειν παρὰ τὰ γεγραμ‐ μένα πειθομένους; λέγοντος τοῦ Κυρίου, ὅτι Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ὄντως ἐλεύ‐ θεροι ἔσεσθε.
15 Πῶς οὖν ἔτι πιστοὶ ἢ Χριστιανοὶ νομισθείητε, οἱ μήτε τοῖς ῥήμασι τοῖς γεγραμμένοις στοιχοῦν‐ τες, μήτε τοῖς γενομένοις πειθόμενοι, ἀλλὰ τὰ ὑπὲρ φύσιν ὁρίζειν τολμῶντες; Ἦ μικρὸν ὑμῖν ἀν‐ θρώποις παρέχειν ἀγῶνα, καὶ πῶς παρέχετε
20ἀγῶνα Κυρίῳ; Εἰ γὰρ οἱ προφήταις ἀπιστήσαντες κατεκρίθησαν, πόσῳ μᾶλλον οἱ μὴ πειθόμενοι αὐτῷ τῷ Δεσπότῃ; Ἃ γὰρ αὐτὸς ἠθέλησε καὶ εὐδόκησεν εἰς ἀθέτησιν τῆς ἁμαρτίας καὶ τοῦ θανά‐ του, πῶς ὑμεῖς ἕτερα ἀνθ’ ἑτέρων λέγειν ἢ φρονεῖν
25τολμᾶτε; Εἰ ὁμολογοῦμεν, κἀκεῖνος ὁμολογήσει ἡμᾶς· εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· εἰ ἀπιστοῦ‐ μεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι γὰρ ἑαυ‐ τὸν οὐ δύναται. Τίς οὖν ὑμῶν ἡ τοσαύτη ἀπόνοια τῆς ἀμετρίας, λαλεῖν τὰ μὴ γεγραμμένα, καὶ φρο‐
30νεῖν ἀλλότρια τῆς εὐσεβείας; Καὶ γὰρ καὶ ὁμοούσιον τὴν σάρκα τῆς θεότητος λέγειν ἐπιχειρεῖτε, οὐ συν‐ ορῶντες διπλῆν ὑμῖν γενομένην τὴν ἀπάντησιν τῆς ἀσεβείας. Ταῦτα γὰρ ὑμῖν ἐπινενόηται λέγειν, ἵνα ἢ τὴν σάρκα ἀρνήσησθε, ἢ τὴν θεότητα βλασφη‐
35μήσητε, λέγοντες, φησίν· Ἡμεῖς τὸν ἐκ Μαρίας λέ‐ γομεν ὁμοούσιον τοῦ Πατρός. Αὕτη δὲ ὑμῶν ἡ νομιζομένη εὐφημία δειχθήσεται ἢ περίεργος ἢ ἀνόη‐ τος. Ἐπεὶ τίς τῶν πιστῶν οὐκ ἂν ὁμολογήσειεν, ὅτι ὁ ἐπιδημήσας Θεὸς Λόγος, καὶ ἐκ Παρθένου τῆς
40ἁγίας Μαρίας προελθὼν ἄνθρωπος, ὁμοούσιος ὢν τοῦ Πατρὸς, ἐκ σπέρματος Ἀβραὰμ γέγονεν ἄνθρωπος, οὗ καὶ υἱὸς ἀναγέγραπται, καὶ ὅτι ὁ ὁμοούσιος τοῦ Θεοῦ Λόγος γέγονε κατὰ σάρκα υἱὸς τοῦ Δαβίδ; Διὸ καὶ ἐκ σπέρματος τοῦ Δαβὶδ προφῆται καὶ ἀπόστολοι
45καὶ εὐαγγελισταὶ γενεαλογοῦσι τὸν Χριστὸν τὸ κατὰ σάρκα. Πῶς οὖν ταῦτα λέγοντες οὐκ ἐρυθριᾶτε, τὴν σάρκα, τὴν ἐκ σπέρματος Δαβὶδ γενεαλογουμένην,
ὁμοούσιον τοῦ Λόγου ἀποφαινόμενοι; Ἢ πάλιν, ὡς1107

26

.

1109

ἔφαμεν, ἀνοήτως ταῦτα λέγετε, οὐ νοοῦντες, ὅτι τὸ ὁμοούσιον τὴν μὲν ταυτότητα τῆς φύσεως ἔχει, τὴν δὲ ἰδίαν τελειότητα ἐν ἑαυτῷ ἐπιδείκνυται. Ὥσπερ γὰρ ὁ Υἱὸς, ὁμοούσιος πρὸς τὸν Πατέρα
5ὁμολογούμενος, τέλειος πρὸς τέλειον ὁμολογεῖται, καθὰ καὶ τὸ ἅγιον Πνεῦμα· ὁμοούσιος γὰρ ἡ Τριάς. Δώσετε οὖν καὶ τῇ ὁμοουσίῳ σαρκὶ τὴν τελειότητα πρὸς τῇ τοῦ Λόγου τελειότητι· ἔσται δὲ καθ’ ὑμᾶς τετρὰς ἀντὶ Τριάδος καταγγελλομένη. Καὶ τίς, ἡ
10τοσαύτη ἐπίνοια τῆς ἀσεβείας; Ἀλλὰ λέγετε· Ὁμοούσιος γέγονε τοῦ Λό‐ γου ἡ σάρξ. Πῶς γέγονεν ὁμοούσιος; Εἴπατε. Λόγος γέγονεν, ἀλλὰ καὶ Πνεῦμα γέγονεν. Εἰ δὲ ὅλως γίνεται θεότης ἐκ μεταποιήσεως ἡ μὴ φύσει οὖσα θεότης, τί
15τοίνυν μέμφεσθε Ἀρειανοῖς, ταύτην περὶ τοῦ Λόγου προβαλλομένοις τὴν ἔννοιαν; Καίτοι τῆς Γραφῆς λε‐ γούσης, Ὁ Λόγος σὰρξ γέγονεν, οὐχὶ Ἡ σὰρξ Λόγος γέγονεν, Ὁ Λόγος δὲ σὰρξ γέγονεν, εἴρηται· ὅτι τοῦ Λόγου γέγονεν ἡ σὰρξ, καὶ οὐκ ἀνθρώπου τι‐
20νός· τουτέστιν ὁ Θεὸς ἄνθρωπος γέγονε· καὶ λέγεται, Σὰρξ γέγονεν, ἵνα μὴ παραδράμητε τῆς σαρκὸς τὸ ὄνομα. Εἰ τοίνυν μὴ ἀρκεῖσθε τῇ ἀσυγχύτῳ φυ‐ σικῇ ἑνώσει τοῦ Λόγου πρὸς τὴν ἰδίαν αὐτοῦ γενομέ‐ νην σάρκα· καὶ ὅτι ὁ Θεὸς ἄνθρωπος γέγονε· νῦν
25οὔτε ἀκούετε, οὔτε πιστεύειν βούλεσθε, οὐκ ἀρκούμε‐ νοι ὑπὲρ πᾶσαν ἐπίνοιαν εὐφημίας σῶμα Θεοῦ ἀκούον‐ τες, κατὰ τὸν λέγοντα· Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ·
30ἥτις ἐστὶ σημασία τοῦ μέλλοντος αἰῶνος, καὶ ἔτι λέ‐ γεται σῶμα τῆς δόξης αὐτοῦ. Καὶ ὁ Κύριος δὲ λέγει· Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου· τὸν Υἱὸν τοῦ Θεοῦ υἱὸν ἀνθρώπου γενόμενον λέγει· κριτήν τε ὄντα ζώντων καὶ νεκρῶν, καὶ βασιλέα καὶ Δεσπότην,
35καὶ Θεὸν ἀληθινόν. Ἀλλὰ ἀναιρεῖν βούλεσθε τὸ τοῦ σώματος ὄνομα, ἢ τὸ ἔτι λέγεσθαι ἄνθρωπον τὸν Χριστόν. Πῶς ἔτι τὰς θείας Γραφὰς ἀναγινώσκειν δύνασθε; τοῦ μὲν Ματθαίου γράφοντος· Βίβλος γε‐ νέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβὶδ, υἱοῦ Ἀβραάμ·
40τοῦ δὲ Ἰωάννου· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λό‐
γος ἦν πρὸς τὸν Θεόν· καὶ Θεὸς ἦν ὁ Λόγος. Λό‐1109

26

.

1112

γον δὲ καὶ Θεὸν καὶ υἱὸν Δαβὶδ εἰ κατὰ διαίρε‐ σιν βούλεσθε θεωρεῖν, δύο καθ’ ὑμᾶς ἂν λέγοιντο· εἰ δὲ πιστεύοιτε, διδασκόμενοι ἀπὸ τῶν θείων Γρα‐ φῶν, ὅτι Θεὸς ὢν ὁ Λόγος υἱὸς ἀνθρώπου γέγονε,
5γνώσεσθε, ὅτι εἷς ἐστιν ὁ Χριστὸς, καὶ Θεὸς καὶ ἄν‐ θρωπος ὁ αὐτός· ἵνα τὸ διπλοῦν κήρυγμα τῆς αὐτοῦ ἐπιδημίας εὐαπόδεικτον ἔχῃ τὴν πεισμονὴν τοῦ τε πάθους καὶ τῆς ἀπαθείας. Ὡς ὅταν λέγει ὁ Ἀπό‐ στολος· Ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυ‐
10τὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Καὶ Τι‐ μοθέῳ δὲ γράφων ἔλεγε· Μνημόνευε Χριστὸν Ἰη‐ σοῦν ἐγηγερμένον ἐκ νεκρῶν ἐκ σπέρματος Δα‐ βίδ· καὶ ὁ αὐτὸς δὲ πάλιν· Τὸν θάνατον αὐτοῦ
15καταγγέλλομεν, ἄχρις οὗ ἔλθῃ. Εἰ οὖν ἐκ τῆς ὁμολογίας τοῦ ὁμοουσίου ἀναι‐ ρεῖτε τῆς σαρκὸς τὸ ὄνομα, καὶ τὸ ἄνθρωπον λέ‐ γεσθαι τὸν Χριστόν· ἢ οὐκέτι τὸν θάνατον αὐτοῦ κατ‐ αγγέλλετε, ἄχρις οὗ ἔλθῃ, ἀναιροῦντες τὰς Γραφάς·
20ἢ τὸν θάνατον καταγγέλλοντες καθ’ ὑμᾶς τοῦ ὁμοου‐ σίου τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος· μὴ ὁμολογοῦντες σαρκὶ πεπονθέναι τὸν Χριστὸν, καὶ αὐ‐ τὴν τοῦ Πατρὸς τὴν θεότητα καὶ τοῦ ἁγίου Πνεύμα‐ τος ἐρεῖτε δεκτικὴν εἶναι θανάτου· καὶ γεγόνατε
25ἀσεβέστεροι πάντων τῶν αἱρετικῶν. Ὁ γὰρ θάνατος τῆς σαρκὸς, γέγονε τοῦ ὁμοουσίου Λόγου. Οὐδὲ γὰρ ὁ Πατὴρ σάρκα ἐφόρεσεν, οὐδὲ τὸ ἅγιον Πνεῦμα, ὡς οἱ κατὰ Οὐαλεντῖνον ἀσεβοῦντες φαντάζονται· ἀλλ’ ὁ Λόγος σὰρξ ἐγένετο. Διὸ ἡμεῖς, ὁμολογοῦντες Θεὸν
30καὶ ἄνθρωπον τὸν Χριστὸν, οὐ διαιρέσεως ἕνεκεν ταῦτα λέγομεν, μὴ γένοιτο! ἀλλὰ πάλιν κατὰ τὰς Γραφὰς, ἵνα πάθους καὶ θανάτου γενομένου καὶ κατ‐ αγγελλομένου, ἄχρις οὗ ἔλθῃ, ἐπὶ μὲν τῆς σαρκὸς τοῦ Λόγου τὸ πάθος καὶ τὸν θάνατον ὁμολο‐
35γῶμεν, αὐτὸν δὲ τὸν Λόγον, ἄτρεπτον καὶ ἀναλ‐ λοίωτον πιστεύωμεν. Διὸ αὐτός ἐστιν ὁ παθὼν καὶ μὴ παθών· τῇ μὲν θεϊκῇ φύσει ἀπαθὴς καὶ ἄτρεπτος καὶ ἀναλλοίωτος ὢν, τῇ δὲ σαρκὶ παθὼν, ὡς εἶπεν ὁ Πέτρος, καὶ θανάτου γεύσασθαι θελήσας· ὅτι
40γέγονε μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος
Χριστὸς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν·1111

26

.

1113

καὶ πάλιν· Ὅτι γέγονε μεσίτης Θεοῦ καὶ ἀνθρώ‐ πων. Ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν· ὁ δὲ Θεὸς εἷς ἐστιν. Διὸ πλανῶνται καὶ οἱ λέγοντες, ὅτι ἄλλος ἐστὶν
5ὁ παθὼν Υἱὸς, καὶ ἄλλος ὁ μὴ παθών. Οὐ γὰρ ἕτε‐ ρός ἐστι παρὰ τὸν Λόγον, ὁ τὸν θάνατον καὶ τὸ πάθος ἀναδεδεγμένος· ἀλλ’ αὐτὸς ὁ ἀπαθὴς καὶ ἀσώματος Λόγος, γενέσεως σαρκὸς ἀνθρωπίνης ἀνα‐ σχόμενος, τὰ πάντα πεπλήρωκεν, ἵνα ἔχῃ τι, ὃ προσ‐
10ενέγκῃ ὑπὲρ ἡμῶν. Καὶ λέγεται κρείττων γενόμε‐ νος τῶν ἀγγέλων· οὐκ αὐτὸς ὁ ποιητὴς τῶν ἀγ‐ γέλων Λόγος κρείττων γέγονεν, ὡς ἥττων ὤν ποτε, ἀλλὰ ἡ μορφὴ τοῦ δούλου, ἣν αὐτὸς ὁ Λόγος ἰδιο‐ ποιήσατο φυσικῇ γεννήσει, κρείττων ἀνατείλασα
15ἐκ τῆς τοῦ πρωτοπλάστου γενέσεως, καὶ ἡμᾶς προσ‐ οικειοῦται, ὡς εἴρηται, συμπολίτας τῶν ἁγίων καὶ οἰκείους Θεοῦ γενομένους· καὶ κατὰ φύσιν Θεοῦ γέγονεν, ἰδία οὐχ ὁμοούσιος οὖσα ἡ σὰρξ τῆς τοῦ Λόγου θεότητος, ὡς συναΐδιος· ἀλλὰ ἰδία κατὰ φύ‐
20σιν γενομένη, καὶ ἀδιαίρετος κατὰ ἕνωσιν, ἐκ σπέρ‐ ματος Δαβὶδ, καὶ τοῦ Ἀβραὰμ, καὶ τοῦ Ἀδὰμ, ἐξ οὗ καὶ ἡμεῖς γεγεννήμεθα. Εἰ δὲ ὁμοούσιος τοῦ Λόγου ἡ σὰρξ καὶ συναΐδιος, ἐκ τούτου ἐρεῖτε καὶ τὰ πάντα κτίσματα συναΐδια τῷ τὰ πάντα κτίσαντι Θεῷ.
25Καὶ πῶς ἔτι Χριστιανοὶ, οἱ τοιαύταις συμπλεκόμενοι στραγγαλιαῖς; Τὸ γὰρ ὁμοούσιον καὶ ἀπαθὲς καὶ ἀνεπίδεκτον θανάτου, πρὸς τὸ ὁμοούσιον ἕνωσιν καθ’ ὑπόστασιν οὐκ ἐπιδεχόμενόν ἐστιν, ἀλλὰ κατὰ φύσιν· καθ’ ὑπόστασιν δὲ τὴν ἰδίαν τελειότητα ἐκ‐
30δεικνύμενον. Ὥστε τῇ νομιζομένῃ ὑμῶν εὐφή‐ μῳ ἐφευρέσει, ἢ τὴν ἐκ τῆς Παρθένου τῆς Θεοτόκου σάρκα ἀρνεῖσθε, ἢ τὴν θεότητα βλασφημεῖτε. Εἰ δὲ οὕτω καὶ τὸν Υἱὸν ὁμολογεῖτε ὁμοούσιον τῷ Πατρὶ καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὡς τὴν σάρκα τὴν παθοῦ‐
35σαν· καὶ τί ἔτι ἡμᾶς μέμφεσθε, ὡς τετράδα ἀντὶ Τριάδος λέγοντας, αὐτοὶ τετράδα ἀντὶ Τριάδος καὶ ἄκοντες ὁμολογοῦντες, λέγοντες ὁμοουσίαν εἶναι τῇ Τριάδι τὴν σάρκα; Τοίνυν ματαία ἡ πίστις ὑμῶν ἐστιν· ἴσα γὰρ φρονεῖτε τῶν ἀσεβῶν Ἀρειανῶν,
40κακῶς ἐκλαμβάνοντες τὸ, Ὁ Λόγος σὰρξ ἐγέ‐ νετο. Ὁ Λόγος δὲ σὰρξ ἐγένετο, οὐχ ἵνα ὁ Λόγος μηκέτι ᾖ Λόγος· ἀλλ’ ἵνα ἐν σαρκὶ ᾖ ὁ Λόγος, σὰρξ ἐγένετο, ἵνα καὶ ὁ Λόγος ἀεὶ ᾖ Λόγος, καὶ σάρκα ἔχῃ ὁ Λόγος, ἐν ᾗ τὸ πάθος καὶ τὸν θάνατον ἀνεδέ‐
45ξατο ἐν μορφῇ τῇ ἀνθρωπίνῃ, μέχρι τάφου καὶ ᾅδου ἐπιβὰς, ἐν ᾗ καὶ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν πε‐
ποίηται, σαρκὸς καὶ αἵματος καὶ ψυχῆς τὴν ἐπίδει‐1113

26

.

1116

ξιν ποιησάμενος ὁ Θεὸς Λόγος διὰ ἰδίας καὶ ἀδιαιρέ‐ του σαρκὸς, ὡς γέγραπται, ἐκ σπέρματος Δαβίδ. Τί γὰρ ἕτερον παρ’ ὑμᾶς εἴρηκε Μαρκίων; Οὐχὶ οὐρα‐ νοφανὲς τὸ σῶμα ἐν ὁμοιώσει ἀνθρωπίνῃ, καὶ
5οὐκ ἀληθείᾳ; Τί δὲ ἄλλο εἴρηκε Μανιχαῖος; Οὐ θεο‐ ειδὲς, οὐ τὸ σῶμα ἐν ὁμοιώσει τῇ καθ’ ἡμᾶς μόνῃ, ἀλλότριον δὲ σαρκὸς ἀνθρωπίνης, ἧς τὴν φύσιν ἁμαρ‐ τίαν λέγει ἀσεβῶν, καὶ οὐ τὴν πρᾶξιν; Τοιαύτη τού‐ των ἡ ἀσέβεια.
12 Διὸ οὐ δεῖ τὸν εὐσεβοῦντα τοιαύταις χρῆσθαι ἐπινοίαις· ἀλλ’ ὅτι ὁ πρὸ τῶν αἰώνων ὁμοούσιος ὢν Λόγος τῷ Πατρὶ, ἐπ’ ἐσχάτων ἐκ τῆς ἁγίας καὶ Θεοτό‐
15κου Παρθένου τὴν τοῦ Ἀδὰμ πλάσιν καὶ ποίησιν καινὴν ἀνεστήσατο, ἰδιοποιησάμενος καθ’ ἕνωσιν· καὶ οὕτως ὤφθη ἄνθρωπος ὁ Χριστὸς, ὁ πρὸ αἰώνων Θεός. Καί ἐσμεν ἡμεῖς μέλη Χριστοῦ, ὡς γέγραπται, ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ. Τίς
20οὖν ἡ τοσαύτη ὑμῶν φιλονεικία τῶν ἐφευρέσεων, ὥστε ἀνθρωπίνῃ φρονήσει ὑπὲρ τὴν ἀνθρωπίνην νόησιν ὁρίζεσθαι, λέγοντες· Ἀντὶ τοῦ ἔσωθεν ἐν ἡμῖν ἀνθρώπου νοῦς ἐπουράνιος ἐν Χριστῷ; Ὢ τῆς ἀθέ‐ σμου γνώμης, καὶ τῶν ἀσθενῶν καὶ ἀπρεπῶν ῥημά‐
25των, τῶν μὴ νοούντων πρῶτον τοῦτο, ὅτι Χριστὸς μονοτρόπως οὐ λέγεται, ἀλλ’ ἐν αὐτῷ τῷ ὀνόματι ἑνὶ ὄντι ἑκατέρων τῶν πραγμάτων δείκνυται σημασία, θεότητός τε καὶ ἀνθρωπότητος. Διὸ καὶ ἄνθρωπος λέγεται ὁ Χριστὸς, καὶ Θεὸς λέγεται ὁ Χριστὸς, καὶ
30Θεὸς καὶ ἄνθρωπός ἐστιν ὁ Χριστὸς, καὶ εἷς ἐστιν ὁ Χριστός. Μάταιον οὖν ὑμῶν τὸ σόφισμα ἐπιχειρούντων ἕτερόν τι παρὰ τὸν Χριστὸν ἐν αὐτῷ θεωρεῖν. Οἱ μὲν γὰρ καταχρηστικῶς λεγόμενοι Χριστοὶ, ἴσως καθ’ ὑμᾶς ἂν θεωροῖντο· ὁ δὲ κατὰ φύσιν μόνος ἀληθινὸς Χριστὸς
35οὐχ ὑπὸ ἀνθρωπίνου λογισμοῦ διαγραφήσεται, ὥσπερ ὑμεῖς τολμᾶτε, καὶ αὐθάδεις γεγόνατε. Οὐδὲ γὰρ προφήτης, οὐδὲ ἀπόστολος, οὔτε τις τῶν εὐαγγελιστῶν ταῦτα ἐφθέγξατο, ἃ ὑμεῖς λαλεῖν ἐπιχειρεῖτε, ἀναιδεῖς τὴν ψυχὴν γεγονότες. Εἰ γὰρ ἕτερός ἐστιν ὁ Χρι‐
40στὸς παρὰ τὸν ἐπουράνιον νοῦν τὸν ἐν αὐτῷ γενόμενον, τέλειος δὲ καὶ ὁ νοῦς, δύο ἄρα καθ’ ὑμᾶς· καὶ ὅπερ δυσφημεῖν δοκεῖτε, τοῦτο ἐλέγχεσθε φρονοῦντες. Νοῦν δὲ ἐπουράνιον καὶ οἱ προφῆται ἐσχήκασιν, οἱ τὰ ἐπουράνια καὶ τὰ μέλλοντα ὡς παρόντα λαλήσαν‐
45τες. Διατί δὲ ὅλως ταῦτα λέγειν ἐπινοεῖτε, ὡς τοῦ ἔσωθεν ἡμῶν ἀνθρώπου οὐχ ὁμολογουμένου ἐν Χριστῷ; Τί οὖν περὶ τῆς ψυχῆς ἐρεῖτε, ὅτι καὶ τὸ
σῶμα καὶ ἡ ψυχὴ ὁ ἔξωθέν ἐστιν ἄνθρωπος, ὡς ἂν1115

26

.

1117

εἴποι τις, τὸ αἷμα καὶ τὴν σάρκα; Ἀλλ’ ὥσπερ τὸ σῶμα καὶ τὸ αἷμα οὐ διαφεύγουσι τὴν ψηλάφησιν καὶ τὴν τρῶσιν ὁρατὰ ὄντα, δείξατε ἡμῖν καὶ τὴν ψυχὴν μὴ διαφεύγουσαν ταῦτα, καὶ ὁρατὴν οὖσαν. Ἢ, εἰ μὴ
5δύνασθε δεῖξαι, φανερός ἐστιν ὁ λόγος, ὅτι οὔτε ὁρᾶ‐ ται ψυχὴ, οὔτε ἀποκτείνεται ὑπὸ ἀνθρώπου ὥσπερ τὸ σῶμα, καθὼς εἴρηκεν ὁ Κύριος. Πείσθητε οὖν, ὅτι ὁ ἔσωθεν ἡμῶν ἄνθρωπός ἐστιν ἡ ψυχή· τοῦτο καὶ τῆς πρώτης πλάσεως δεικνυούσης, καὶ τῆς δευ‐
10τέρας διαλύσεως δηλούσης· οὐ μόνον ἐφ’ ἡμῖν τού‐ των δεικνυμένων, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ θανάτῳ τοῦ Χριστοῦ ἐδείκνυτο· τὸ μέν τοι, μέχρι τάφου φθάσαν· ἡ δὲ, μέχρι ᾅδου διαβᾶσα. Διαιρετῶν δὲ ὄντων τῶν τόπων πολλῷ τῷ μέτρῳ, καὶ τοῦ μὲν τάφου σωματι‐
15κὴν ἐπιδεχομένου τὴν ἐπίβασιν, ἐκεῖσε παρῆν τὸ σῶμα, τοῦ δὲ ᾅδου ἀσώματον.
20 Πῶς ἐκεῖ παρὼν ὁ Κύριος ἀσωμάτως, ὡς ἄνθρωπος ἐνομίσθη ὑπὸ τοῦ θανάτου; ἵνα ψυχαῖς ταῖς ἐν δεσμοῖς κατεχομέναις, μορφὴν ἰδίας ψυχῆς ἀνεπίδεκτον ὡς δεκτικὴν τῶν δεσμῶν τοῦ θανάτου παραστήσας, παροῦσαν παρούσαις, διαῤῥήξῃ τὰ
25δεσμὰ ψυχῶν τῶν ἐν ᾅδῃ κατεχομένων, τὸν τῆς ἀνα‐ στάσεως διαπηξάμενος ὅρον· ἵνα ὁ πλάστης καὶ ποιητὴς τοῦ ἀνθρώπου, καὶ καταδίκῃ τοῦτον ὑποβα‐ λὼν, αὐτὸς παρὼν, ἐλευθερώσῃ δι’ ἑαυτοῦ ἐξ ὁλοκλή‐ ρου τὸν ἄνθρωπον ἐν μορφῇ τῇ ἑαυτοῦ. Οὔτε γὰρ
30θάνατος ὑπερισχύσας ὑπηγάγετο ἑαυτῷ τὴν ἀνθρω‐ πίνην τοῦ Λόγου ψυχὴν εἰς δεσμῶν κατοχήν· οὔτε πάλιν ἡ φθορὰ τυραννικῶς διαρπάσασα τὸ σῶμα ἐνεργεῖ εἰς διαφθορὰν, ὡς ἀπρονοήτων ὄντων τῶν πραγμάτων. Οὕτως γὰρ ἐννοεῖν τὸ τοιοῦτον ἀσεβές·
35ἀλλ’ ὁ τὴν ἐξέτασιν τῆς παρακοῆς ποιησάμενος καὶ κρίσιν ἐπαγαγὼν, διπλῆν τῆς τιμωρίας τὴν ἀπό‐ φασιν δέδωκε· τῷ μὲν γηΐνῳ εἰρηκώς· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· καὶ οὕτως ὑποδέχεται φθορὰ τὸ σῶμα, Δεσπότου ἀποφηναμένου· τῇ δὲ ψυχῇ· Θανάτῳ
40ἀποθανῇ· καὶ οὕτως διχῆ διαιρεῖται ὁ ἄνθρωπος, καὶ ἐν δυσὶ τόποις οἴχεσθαι καταδικάζεται. Διὰ τοῦτο χρεία γέγονε τοῦ ἀποφηναμένου, ἵνα αὐτὸς δι’ ἑαυτοῦ λύσῃ τὴν ἑαυτοῦ ἀπόφασιν, ἐν μορφῇ τοῦ καταδικασθέντος ἀκαταδικάστῳ καὶ ἀναμαρτήτῳ
45ὀφθείς· ἵνα καὶ ἡ καταλλαγὴ τοῦ Θεοῦ πρὸς τὸν ἄνθρωπον γένηται, καὶ ἡ ἐλευθερία τοῦ παντὸς ἀν‐
θρώπου δι’ ἀνθρώπου ὑπάρξῃ, ἐν τῇ καινότητι1117

26

.

1120

τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυ‐ ρίου ἡμῶν. Εἰ δὲ καὶ ἕτερον τόπον καταδίκης δεῖξαι δύνασθε, εἰκότως ἂν λέγοιτε τριχῆ διαιρεῖσθαι τὸν ἄνθρωπον· καὶ ἐκ μὲν τῶν δύο τόπων τὴν ἀνά‐
5κλησιν γεγονέναι, ἐν δὲ τῷ τρίτῳ μένειν ἐν δεσμοῖς τὸ δεδεμένον. Εἰ δὲ μὴ ἔχετε δεῖξαι ἕτερον τόπον παρὰ τὸν τάφον καὶ τὸν ᾅδην, ἐξ ὧν ἠλευθέρωται τελείως ὁ ἄνθρωπος, Χριστοῦ ἐλευθερώσαντος ἡμᾶς ἐν τῇ ἑαυτοῦ καθ’ ἡμᾶς μορφῇ τελείᾳ καὶ ἀλη‐
10θεστάτῃ· πῶς ἔτι ταῦτα λέγετε, ὡς οὐδέπω καταλ‐ λαγέντος τῇ ἀνθρωπότητι τοῦ Θεοῦ; Πῶς οὖν ἐπεδήμησεν ὁ Σωτήρ; ἢ ὡς ἀδύνατος τὸν σύμπαντα λῦσαι ἄνθρωπον; ἢ ὡς βδελυξάμενος τὸν ἅπαξ ἁμαρ‐ τήσαντα νοῦν; ἢ ὡς δεδοικὼς μὴ καὶ αὐτὸς μέτοχος
15γένηται τῆς ἁμαρτίας, εἰ τέλειος γένηται ἄνθρωπος, Θεὸς ὤν; Ἀλλ’ ἀσεβείας ἔμπλεοι οἱ ταῦτα οὕτως ἐν‐ νοοῦντες. Τί γὰρ περὶ τῆς ἁμαρτίας ὁριζόμενοι ταῦτα λαλεῖτε, φυσικὴν εἶναι τὴν ἁμαρτίαν λέγοντες, κατὰ τὸν ἀσεβέστατον Μανιχαῖον;
20 Ταῦτα οὕτως φρονεῖτε κατήγοροι γινόμενοι τοῦ δημιουργοῦ τῆς φύσεως. Ὅτε τὸν Ἀδὰμ ἀρχῆθεν ἔπλασεν ὁ Θεὸς, μήτιγε σύμφυτον αὐτῷ δέδωκε τὴν ἁμαρτίαν; Τίς οὖν ἔτι χρεία ἦν τῆς ἐντο‐ λῆς; πῶς δὲ αὐτὸν κατεδίκασεν ἁμαρτήσαντα; πῶς
25δὲ καὶ πρὸ τῆς παρακοῆς οὐκ ἐγίνωσκε καλὸν καὶ πονηρὸν ὁ Ἀδάμ; Ὃν ἔπλασεν ὁ Θεὸς ἐπὶ ἀφθαρσίᾳ καὶ εἰκόνι τῆς ἰδίας ἀϊδιότητος, ἐποίησεν αὐτὸν φύσιν ἀναμάρτητον, καὶ θέλησιν αὐτεξούσιον· Φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον,
30εὑραμένου τῆς παραβάσεως τὴν ἐπίνοιαν. Καὶ οὕτως ἐκ παρακοῆς, ἐντολῆς Θεοῦ γέγονεν ὁ ἄνθρωπος δεκτικὸς τῆς ἐπισπορᾶς τοῦ ἐχθροῦ. Καὶ ἐνήργει λοιπὸν ἡ ἁμαρτία ἐν τῇ φύσει τοῦ ἀνθρώπου πρὸς πᾶσαν ἐπιθυμίαν· οὐ φύσιν ἐν αὐτῷ ἐργασαμένου τοῦ
35διαβόλου, μὴ γένοιτο! οὐδὲ γὰρ φύσεως ἂν εἴη δη‐ μιουργὸς ὁ διάβολος, κατὰ τὴν τῶν Μανιχαίων ἀσέ‐ βειαν· ἀλλὰ φύσεως παρατροπὴν ἐκ παραβάσεως εἰργάσατο· καὶ οὕτως ἐβασίλευσεν ὁ θάνατος πάντων ἀνθρώπων. Διὰ τοῦτο οὖν, φησὶν, ἦλθεν ὁ Υἱὸς
40τοῦ Θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου. Ποῖα ἔργα τοῦ διαβόλου ἔλυσεν ὁ Υἱὸς τοῦ Θεοῦ; ὅτι φύσιν, ἣν ἐποίησεν ὁ Θεὸς ἀναμάρτητον, παρέτρεψεν ὁ διάβολος εἰς παράβασιν ἐντολῆς Θεοῦ, καὶ εὕρεσιν ἁμαρτίας θανάτου, ταύτην ἑαυτῷ ἀνεστήσατο ὁ Θεὸς
45Λόγος, ἀνεπίδεκτον τῆς τοῦ διαβόλου παρατροπῆς καὶ εὑρέσεως ἁμαρτίας. Καὶ διὰ τοῦτο ἔλεγεν ὁ Κύριος· Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου,
καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν. Εἰ δὲ ὁ ἄρχων τοῦ1119

26

.

1121

κόσμου τούτου οὐδὲν τῶν ἑαυτοῦ πραγμάτων ηὕρισκεν ἐν τῷ Χριστῷ, πολλῷ μᾶλλον ὁ Χριστὸς οὐδὲν τῆς ἰδίας ποιήσεως προσκατέλιπε τῷ ἄρχοντι τοῦ κόσμου τούτου. Ἢ καὶ διὰ τοῦτο οὐδὲν ηὕρισκεν ἐν αὐτῷ,
5τελείαν τὴν καινότητα ἐπιδειξαμένου τοῦ Χριστοῦ, ἵνα τελείαν τὴν σωτηρίαν κατεργάσηται ὅλου τοῦ ἀν‐ θρώπου, ψυχῆς λογικῆς καὶ σώματος, ἵνα τελεία ᾖ καὶ ἀνάστασις. Μάτην οὖν Ἀρειανοὶ σοφίζονται, σάρκα μόνην ὑποτιθέμενοι ἀνειληφέναι τὸν Σωτῆρα,
10τὴν δὲ τοῦ πάθους νόησιν ἐπὶ τὴν ἀπαθῆ θεότητα ἀναφέροντες ἀσεβῶς. Μάτην δὴ καὶ ὑμεῖς καθ’ ἑτέραν ἐπίνοιαν, τὰ ἴσα τούτοις φρονοῦντες, λέγετε τῷ περιέχοντι σχήματι, τουτέστι τῷ ὀργανικῷ προσκε‐ χρῆσθαι· ἀντὶ δὲ τοῦ ἔσωθεν ἐν ἡμῖν ἀνθρώπου, νοῦς
15ἐπουράνιος ἐν Χριστῷ. Καὶ πῶς ἦν λυπούμενος καὶ ἀδημονῶν, καὶ προσευχόμενος; Καὶ, Ἐταράχθη δὲ τῷ πνεύματι ὁ Ἰησοῦς, γέγραπται. Ταῦτα δὲ οὔτε σαρκὸς ἀνοήτου ἂν εἴη, οὔτε θεότητος ἀτρέπτου, ἀλλὰ ψυχῆς νόησιν ἐχούσης, λυπουμένης, καὶ ταραττομένης, καὶ ἀδημονούσης, καὶ νοητῶς ἐπαισθα‐
20νομένης τοῦ πάθους. Εἰ δὲ τοίνυν ταῦτα οὕτω νοεῖν οὐ βούλεσθε, τριῶν προσκειμένων νοημάτων, φαντασίας καὶ βλασφημίας καὶ ἀληθείας, ποίαν ἕλοισθε ἄν; Τῷ γὰρ ὑπονοεῖν δοκήσει εἰρῆσθαι τὰ εἰρημένα, φαντασία
25ἂν νομισθείη καὶ τὰ γενόμενα. Εἰ δὲ ἐπ’ ἀληθείας εἴρηται, ἀλλοτρία δὲ καθόλου ἡ ψυχὴ τοῦ Κυ‐ ρίου ἐγεγόνει τῆς ἰδίας νοήσεως, Θεὸν τὸν Λόγον ἔχουσα νοῦν, τετράφθαι τὸ ἄτρεπτον εἰς λύπην, καὶ ἀδημονίαν, καὶ ταραχὴν, τὸ ἐννοεῖν ἀσεβές ἐστι·
30κἂν λέγῃ τὰ Εὐαγγέλια, ὅτι Ἐταράχθη Ἰησοῦς τῷ πνεύματι· ἀλλὰ δείκνυσι τὸν νοῦν ὁ Κύριος εἰρηκώς· Ἡ ψυχή μου τετάρακται. Εἰ δὴ ψυχῆς ἰδίας νόησιν ὁ Κύριος ἐπιδείκνυται, εἰς συμπάθειαν τῆς ἡμετέρας ψυχῆς, ἵνα οὕτω καὶ αὐτοῦ νοήσωμεν
35εἶναι τὸ πάθος, καὶ αὐτὸν ἀπαθῆ ὁμολογῶμεν. Ὥσπερ γὰρ τῷ αἵματι τῆς σαρκὸς αὐτοῦ ἐλυτρώσατο ἡμᾶς, οὕτω καὶ τῇ νοήσει τῆς ψυχῆς αὐτοῦ τὴν νίκην ὑπὲρ ἡμῶν ἐπιδείκνυται, λέγων· Ἐγὼ νενίκηκα τὸν κόσμον· καὶ ἀλλαχοῦ δέ· Διδόντι ἡμῖν τὸ
40νῖκος. Ἀλλ’ ὥσπερ τὸ αἷμα οὐκ ἂν κοινὸν τοῖς εὐσεβέσι νοηθείη, ὥσπερ τοῖς ἀπίστοις, ἀλλὰ σωτή‐ ριον· οὕτως καὶ ἡ νόησις λεγομένη, οὐκ ἀνθρωπίνῃ ἀσθενείᾳ περικειμένη, ἀλλὰ Θεοῦ φύσιν ἐπι‐ δεικνυμένη. Καὶ οὕτως ἂν λέγοιτο τέλειος Θεὸς καὶ
45τέλειος ἄνθρωπος ὁ Χριστός· οὐχ ὡς τῆς θεϊκῆς τε‐1121

26

.

1124

λειότητος εἰς ἀνθρωπίνην τελειότητα μεταποιηθείσης, ὅ ἐστιν ἀσεβές· οὔτε μὴν ὡς δύο τελειοτήτων κατὰ διαίρεσιν ὁμολογουμένων, ὅ ἐστιν ἀλλότριον εὐσε‐ βείας· οὔτε δὲ κατὰ προκοπὴν ἀρετῆς, καὶ πρόσληψιν
5δικαιοσύνης, μὴ γένοιτο! ἀλλὰ καθ’ ὕπαρξιν ἀνελ‐ λιπῆ· ἵνα εἷς ᾖ τὰ ἑκάτερα, τέλειος κατὰ πάντα, Θεὸς καὶ ἄνθρωπος ὁ αὐτός. Διὰ τοῦτο γὰρ καὶ ὁ Κύριος ἔλεγε· Νῦν ἡ ψυχή μου τετάρακται, καὶ κατώδυνός ἐστι. Τὸ δὲ νῦν, τοῦτ’ ἔστιν, ὅτε
10ἠθέλησεν. Ὅμως μέντοι τὸ ὂν ἐπεδείκνυτο· οὐ γὰρ τὸ μὴ ὂν ὡς παρὸν ὠνόμαζεν, ὡς δοκήσει λε‐ γομένων τῶν γινομένων· φύσει γὰρ καὶ ἀληθείᾳ τὰ πάντα ἐγένετο. Φύσει οὖν καὶ οὐ θέσει τοῦ Κυρίου ἀνθρώπου
15γενομένου, οὔτε κατὰ φύσιν, οὔτε κατὰ πρᾶξιν ἀνθυπο‐ φέρειν ὑμᾶς δυνατὸν τὴν ἁμαρτίαν ἐν τῷ Δημιουργῷ. Ἐν μὲν γὰρ τῇ ἡμετέρᾳ φύσει καὶ τῆς εὑρέσεως ἡ μάχη ἔτι γίνεται, καὶ τῆς ἐπισπορᾶς ἡ προσχώρησις διὰ τὸ ἡμῶν ἀσθενές· ἡ δὲ τοῦ
20Λόγου σάρκωσις κατὰ φύσιν Θεοῦ γενομένη, ἀνεπί‐ δεκτος γέγονε τῶν ἐν ἡμῖν ἐκ τῆς παλαιότητος ἔτι πολιτευομένων πραγμάτων· καὶ διὰ τοῦτο διδασκό‐ μεθα ἀπεκδύσασθαι τὸν παλαιὸν καὶ ἐπενδύσασθαι τὸν νέον. Καὶ ἐν τούτῳ τὸ θαυμαστὸν, ὅτι καὶ ἄνθρω‐
25πος γέγονεν ὁ Κύριος, καὶ χωρὶς ἁμαρτίας· ὅτι και‐ νότης ὅλη γέγονεν, ἵνα ἐνδείξηται τὸ δυνατὸν αὐτοῦ. Καὶ ὅσα μὲν αὐτὸς συνέταξε θελήσας τῇ φύσει, εἰς ἑαυτὸν ἀνεδέξατο, ὅσα ἠθέλησε, τουτέστι γεν‐ νήσεως τῆς ἐκ γυναικὸς, αὐξήσεώς τε ἡλικίας,
30ἐτῶν ἀριθμήσεως, κόπου, καὶ πείνης, καὶ δίψης, καὶ ὕπνου, καὶ λύπης, καὶ θανάτου, καὶ ἀναστάσεως. Διὰ τοῦτο καὶ ὅπου διεφθάρη τὸ τοῦ ἀνθρώπου σῶμα, ἐκεῖ προΐεται Ἰησοῦς τὸ ἴδιον σῶμα· καὶ ὅπου κεκράτητο ἡ ψυχὴ ἡ ἀνθρωπίνη ἐν θανάτῳ, ἐκεῖ
35ἐπιδείκνυται ὁ Χριστὸς τὴν ἀνθρωπίνην ψυχὴν ἰδίαν οὖσαν, ἵνα καὶ παρῇ ὡς ἄνθρωπος ὁ ἀκράτητος ἐν θανάτῳ, καὶ λύσῃ τὴν κράτησιν τοῦ θανάτου, ὡς Θεός· ἵνα ὅπου ἐσπάρη ἡ φθορὰ, ἐκεῖ ἀνατείλῃ ἡ ἀφθαρσία· καὶ ὅπου ἐβασίλευσεν ὁ θάνατος ἐν
40μορφῇ ψυχῆς ἀνθρωπίνης, παρὼν ὁ ἀθάνατος ἐπιδεί‐ ξηται τὴν ἀθανασίαν· καὶ οὕτως ἡμᾶς μετόχους κα‐ ταστήσῃ τῆς ἑαυτοῦ ἀφθαρσίας καὶ ἀθανασίας ἐν ἐλπίδι ἀναστάσεως τῆς ἐκ νεκρῶν· ὅπως ἂν καὶ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν, καὶ τὸ
45θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, ὡς γέγραπται· ἵν’, ὥσπερ δι’ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν
κόσμον εἰσῆλθε, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος,1123

26

.

1125

οὕτως καὶ δι’ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ ἡ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον, καθὼς γέγραπται. Πῶς οὖν λέγετε, Ἀντὶ τοῦ ἔσω‐ θεν ἀνθρώπου τοῦ ἐν ἡμῖν, νοῦς ἐπουράνιος ἐν Χρι‐
5στῷ; Μήτιγε, διχῆ μερίσας τὸ ἔξωθεν καὶ τὸ ἔσω‐ θεν, καὶ ἐν τάφῳ ἐπεδείκνυτο καὶ ἐν ᾅδῃ; Ἀλλ’ οὐχ οἷόν τε ἦν ἕτερον ἀνθ’ ἑτέρου ἀντιδοῦναι λύτρον· ἀλλὰ σῶμα ἀντὶ σώματος, καὶ ψυχὴν ἀντὶ ψυχῆς δέδωκε, καὶ τελείαν ὕπαρξιν ὑπὲρ ὅλου ἀν‐
10θρώπου· τοῦτ’ ἔστι τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ, ὃ ὠνείδισαν ἐπὶ τοῦ σταυροῦ οἱ ἐχθροὶ τῆς ζωῆς Ἰου‐ δαῖοι παραπορευόμενοι, καὶ κινοῦντες τὰς κε‐ φαλὰς αὐτῶν. Οὔτε γὰρ ὁ ᾅδης ἤνεγκεν ἀπαρακαλύπτου θεότητος ἐπίβασιν· τοῦτο καὶ προφῆται καὶ ἀπόστολοι μαρτυροῦσιν.
15 Ἔστι δὲ καὶ ἐπὶ τῆς τοῦ σταυροῦ οἰκονομίας συνιδεῖν τὸ λεγόμενον· ὅπως ὁ Κύριος τῇ μὲν προ‐ βολῇ τοῦ αἵματος τὴν βεβαιότητα τῆς σαρκὸς ἐπ‐ εδείκνυτο· τῇ δὲ προσθήκῃ τοῦ ὕδατος τὴν ἄχραντον καθαρότητα ἐδήλου, καὶ ὅτι τοῦ Θεοῦ τὸ σῶμα· κρά‐
20ξας δὲ καὶ κλίνας τὴν κεφαλὴν, καὶ παραδοὺς τὸ πνεῦμα, τὸ ἔσωθεν τοῦ ἰδίου σώματος, τουτέστι τὴν ψυχὴν ἐσήμανε· περὶ ἧς καὶ εἴρηκεν, ὅτι Τίθημι ὑπὲρ τῶν προβάτων τῶν ἐμῶν. Ὥστε τὴν ἔκπνευσιν οὐκ ἄν τις εἴποι θεότητος μετάστασιν, ἀλλὰ
25ψυχῆς ἀποχώρησιν. Εἰ γὰρ κατὰ μετάστασιν θεότη‐ τος ὁ θάνατος γέγονε καὶ ἡ τοῦ σώματος νέκρωσις, ἴδιον ἄρα θάνατον ἀπέθανε, καὶ οὐ τὸν ἡμέτερον. Καὶ πῶς εἰς ᾅδου κατῆλθεν ἀπαρακαλύπτῳ τῇ θεό‐ τητι; Ποῦ οὖν ἡ ψυχὴ, ἣν ἐπηγγείλατο ὁ Κύριος
30τιθέναι ὑπὲρ τῶν προβάτων, περὶ ἧς καὶ προφῆται προμηνύουσιν; εἰ δὲ ψυχῆς ἀποχώρησις γέγονε, διὰ τοῦτο εἴρηται, ὅτι τὸν ἡμέτερον ἀνεδέξατο θάνατον, τουτέστι τῆς καθ’ ἡμᾶς διαλύσεως ἀνασχόμενος, ὥσπερ καὶ γεννήσεως.
35 Μάταιον οὖν ὑμῶν τὸ σόφισμα· ἐπεὶ πῶς ἂν ὁ θάνατος ἐγεγόνει, εἰ μὴ καὶ τὸν ἔσωθεν καὶ τὸν ἔξωθεν συνεστήσατο ἑαυτῷ ὁ Λόγος, τουτέστι σῶμα καὶ ψυχήν; Πῶς δὲ καὶ ὑπὲρ τοῦ παντὸς ἀντέ‐ δωκεν ἀντίλυτρον; ἢ πῶς ἡ κράτησις τοῦ θανάτου
40τελείαν ἐλάμβανε τὴν λύσιν, εἰ τὸ κατὰ φρόνησιν ἁμαρτῆσαν, τὴν ψυχὴν, Χριστὸς ἀναμάρτητον οὐ συνεστήσατο ἐν ἑαυτῷ; Ἔτι οὖν βασιλεύει ὁ θά‐ νατος τοῦ ἔσωθεν ἀνθρώπου· τίνος γὰρ ἄλλου καὶ ἐβασίλευσέ ποτε, οὐχὶ ψυχῆς τῆς ἐν φρονήσει ἁμαρ‐
45τησάσης; καθὼς εἴρηται· Ψυχὴ ἡ ἁμαρτά‐ νουσα, αὕτη καὶ ἀποθανεῖται· ὑπὲρ ἧς τὴν ἰδίαν
ψυχὴν τέθεικεν ὁ Χριστὸς λύτρον ἀντιδιδούς.1125

26

.

1128

Τίνος δὲ καὶ ἀρχῆθεν κατέγνω ὁ Θεός; τῆς πλάσεως τοῦ πλάσαντος, ἢ τῆς πράξεως τοῦ πλάσματος; Εἰ τῆς πλάσεως τοῦ πλάσαντος κατέγνω Θεὸς, ἑαυτοῦ κατέγνω· καὶ ἔσται ὡς οἱ ἄνθρωποι. Εἰ δὲ ἀσεβὲς
5τοῦτο περὶ Θεοῦ ἐννοεῖν, κατέγνω δὲ τῆς πράξεως τοῦ πλάσματος, περιαιρεῖ τοίνυν τὴν πρᾶξιν, καὶ καινοποιεῖ τὴν πλάσιν· αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐπὶ ἔργοις ἀγαθοῖς. Ἀλλὰ πάλιν λέγετε· Ἡμεῖς Θεὸν λέγομεν τὸν
10ἐκ Μαρίας. Πῶς τοίνυν λέγετε, ὡς Μαρκίων, Θεὸν ἐπιδημήσαντα, καὶ Θεὸν ἀθιγῶς προσεληλυ‐ θότα, φύσιν ἔχοντα ἀνεπίδεκτον σαρκὸς ἀνθρωπίνης; Ἢ πῶς λέγετε Θεὸν, ὡς Παῦλος ὁ Σαμοσατεύς; τοῦτο γὰρ τῆς ἐκείνου ἀσεβείας τὸ πρόσχημα, Θεὸν
15ὁμολογεῖν τὸν ἐκ Μαρίας, πρὸ αἰώνων μὲν προορι‐ σθέντα, ἐκ δὲ Μαρίας τὴν ἀρχὴν τῆς ὑπάρξεως ἐσχηκότα. Λόγον δὲ ἐνεργῆ ἐξ οὐρανοῦ καὶ σοφίαν ἐν αὐτῷ ὁμολογεῖ, πλεῖον παρ’ ὑμᾶς χαριζόμενος κατὰ τὴν ἑαυτοῦ ἀσέβειαν· ὥσπερ ὑμεῖς λέγετε νοῦν
20ἐπουράνιον ἐν σώματι ἐμψύχῳ. Οὔτε δὲ σῶμα ἔμ‐ ψυχον ἤδη ἄνθρωπος τέλειος, οὔτε νοῦς ἐπουρά‐ νιος ἤδη Θεός. Σῶμα γὰρ ἔμψυχον λέγεται, ἐφ’ ᾧ ἐνυποστάτως τὸ τῆς ψυχῆς φέρεται ὄνομα. Σῶμα δὲ ἀνθρώπου σῶμα λέγεται, καὶ οὐ ψυχή· καὶ ψυχὴ ἀν‐
25θρώπου λέγεται, καὶ οὐ σῶμα, ἕτερον πρὸς ἕτερον ὂν, τουτέστι πνεῦμα πρὸς σῶμα. Τίς δὲ, φησὶν, ἔγνω νοῦν Κυρίου; Νοῦς Κυρίου οὔπω Κύριος, ἀλλὰ Κυρίου θέλησις, ἢ βουλὴ, ἢ ἐνέργεια πρός τι. Πῶς οὖν ταῦτα λαλεῖν ἐπινοεῖτε, πλαστοῖς λόγοις
30καπηλεύοντες τὸν Λόγον τοῦ Θεοῦ; Ἀλλ’ ἡ τοῦ Θεοῦ Ἐκκλησία οὔτε οὕτω παρείληφεν, οὔτε οὕτω παρ‐ έδωκεν· ἀλλὰ, καθὼς γέγραπται, τὸν Θεὸν καὶ Λόγον, τὸν ὄντα πρὸς τὸν Θεὸν πρὸ αἰώνων, ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐπιδημήσαντα, καὶ ἐξ ἁγίας
35Παρθένου, καὶ ἐκ Πνεύματος ἁγίου γεννηθέντα Υἱὸν ἀνθρώπου, ὡς γέγραπται· Ἕως οὗ ἔτεκε τὸν Υἱὸν αὐτῆς τὸν πρωτότοκον· ἵνα γένηται πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς, αὐτὸς ὢν Θεὸς ἀληθινός· ἵνα καὶ πάθῃ ὑπὲρ ἡμῶν, ὡς ἄνθρωπος, καὶ λυτρώση‐
40ται ἡμᾶς ἐκ πάθους καὶ θανάτου, ὡς Θεός. Μάτην οὖν φαντάζεσθε, τοῦ φρονοῦντος καὶ ἄγοντος τὴν σάρκα ἐν ἑαυτοῖς δύνασθαι τὴν καινότητα κατ‐ εργάζεσθαι, οἰόμενοι διὰ μιμήσεως· οὐ νοοῦντες, ὅτι μίμησις, προαγούσης πραγματείας γίνεται μίμησις·
45ἐπεὶ οὐκ ἂν λέγοιτο μίμησις. Ἐν δὲ Χριστῷ, σαρκὸς μόνης καινότητα ὁμολογοῦντες, πλανώμενοι βλασφη‐
μεῖτε. Εἰ γὰρ τοῦ ἄγοντος τὴν σάρκα δυνατὸν1127

26

.

1129

ἦν ἀνθρώποις τὴν καινότητα κατεργάσασθαι ἑαυ‐ τοῖς χωρὶς Χριστοῦ, ἕπεται δὲ τῷ ἄγοντι τὸ ἀγόμενον· τίς ἦν χρεία τῆς Χριστοῦ ἐπιδημίας; Μάταιοι δὲ καὶ οἱ λέγοντες, ὡς ἐπὶ ἕνα τῶν
5προφητῶν ἐπιδεδημηκέναι τὸν Λόγον. Τίς γὰρ τῶν προφητῶν, Θεὸς ὢν, ἄνθρωπος γέγονε; Διὰ τί δὲ ὁ νόμος οὐδὲν ἐτελείωσε; διὰ τί δὲ καὶ ἐβασί‐ λευσεν ὁ θάνατος καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐν τῷ ὁμοιώματι τῶν πρωτοπλάστων; διὰ τί δὲ καὶ
10ὁ Κύριος ἔλεγεν· Ἐὰν ὑμᾶς ὁ Υἱὸς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε; Οὐχὶ κατὰ τὴν καινότητα, τὴν ἐν αὐτῷ, καὶ τὴν τελειότητα, δι’ ἧς καὶ οἱ πιστεύ‐ σαντες ἀνακαινιζόμεθα, κατὰ μίμησιν καὶ μετ‐ οχὴν τῆς τελείας καινότητος τοῦ Χριστοῦ, Ἀλλὰ
15ὑμῖν πάντα ἐπινενόηται, ἵνα μίαν τῆς ἀρνήσεως κατασκευάσητε γνώμην. Καὶ τὴν μὲν ψυχὴν κατὰ μετάφρασιν, ποτὲ μὲν νοῦν παράφρονα ὀνομά‐ ζοντες, ποτὲ δὲ ἁμαρτίαν ἐνυπόστατον, ποτὲ δὲ, ὡς ἐργάτιν τῆς ἁμαρτίας, ἐξωθεῖτε· καὶ τὴν σάρκα
20ποτὲ μὲν ἄκτιστον, ποτὲ δὲ ἐπουράνιον, ποτὲ δὲ ὁμοούσιον τῷ Λόγῳ, ἵνα τελείαν ἑαυτοῖς τὴν ἄρνησιν βεβαιώσητε. Ὥσπερ δὲ Ἄρειος, ἀπολισθή‐ σας ἀπὸ τῆς πίστεως, τῆς ἐν τῇ ἀῤῥήτῳ καὶ ἀληθε‐ στάτῃ τοῦ Υἱοῦ ἐκ Πατρὸς γεννήσει, πάθος καὶ
25τομὴν καὶ ῥεῦσιν προεξεῦρεν· ἵνα διὰ τῶν ἀσεβῶν ῥημάτων καταβάλῃ τοὺς ἀστηρίκτους εἰς τὸν τῆς παρανομίας βόθρον· Βόθρος γὰρ βαθὺς στόμα παρανόμου· οὕτω δ’ αὖ πάλιν Σαβέλλιος, ἀνυπόστα‐ τον τὸν Υἱὸν ἐννοήσας, καὶ ἀνύπαρκτον τὸ ἅγιον
30Πνεῦμα. διαίρεσιν θεότητος, καὶ ἀρχῶν, καὶ θεῶν ἀρίθμησιν καταιτιώμενος, τῇ Ἰουδαϊκῇ στηρίζεται γνώμῃ· οὕτω δὴ Μανιχαῖος, ἀπιστήσας τῇ σαρκώσει καὶ ἐνανθρωπήσει τοῦ Κυρίου, ἀσεβὴς κατὰ πάντα γέγονε, λέγων δυσὶν ὑποκεῖσθαι Δημιουρ‐
35γοῖς τὸν ἄνθρωπον, πονηρῷ τε καὶ ἀγαθῷ· τὸν αὐτὸν τρόπον καὶ ὑμεῖς συκοφαντοῦντες λέγετε ἡμᾶς δύο λέγειν Υἱοὺς, καὶ ἀνθρωπολάτρας ἡμᾶς ὀνομάζετε, ἢ τὴν ἁμαρτίαν ἀνθυποφέρετε, οὐχ ἵνα εὐσεβή‐ σητε, ἀλλ’ ἵνα τὴν πλάνην ὑμῶν ταῖς κακαῖς
40ἐφευρέσεσιν εὐπροχώρητον δείξητε, καὶ ἐκκλίνητε τοὺς ἀστηρίκτους ἀπὸ τῆς πίστεως τοῖς ἀσεβέσιν ὑμῶν ῥήμασιν. Ὁ μέντοι στερεὸς θεμέλιος τοῦ Θεοῦ
ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην.1129

26

.

1132

Ταῦτα ἔγραψα, ἀγαπητέ· κἂν ὅτι μάλιστα οὐδὲν πλέον ἔδει γράφειν· αὐτάρκης γὰρ ἡ εὐαγγε‐ λικὴ παράδοσις· ἀλλ’ ἐπειδὴ ἠρώτησας περὶ τῆς ἐν ἡμῖν πίστεως, καὶ ἕνεκά γε τῶν ἐρεσχελεῖν βουλομέ‐
5νων ταῖς ἐφευρέσεσι, καὶ οὐ λογιζομένων, ὅτι ὁ ἐκ τῶν ἰδίων λαλῶν τὸ ψεῦδος λαλεῖ. Οὔτε γὰρ κάλλος, οὔτε δόξαν σώματος Χριστοῦ ἐφικτὸν διανοίᾳ ἀνθρώπου ἐξειπεῖν· ἀλλά γε καὶ τὰ γενόμενα, ὡς γέγραπται, ὁμολογεῖν, καὶ τὸν ὄντα Θεὸν προσκυνεῖν
10εἰς δόξαν καὶ ἐξομολόγησιν τῆς αὐτοῦ φιλανθρωπίας, καὶ ἐλπίδα τῆς σωτηρίας ἡμῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀμήν.
13tΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ
14tΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
15tΠΕΡΙ ΤΗΣ ΣΩΤΗΡΙΩΔΟΥΣ ΕΠΙΦΑΝΕΙΑΣ ΤΟΥ ΧΡΙΣΤΟΥ, ΚΑΙ ΚΑΤΑ ΑΠΟΛΛΙΝΑΡΙΟΥ
16tΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ.
21 Οἱ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μὴ ἐκ Θεοῦ καὶ ἀνθρώπου ἕνα ὁμολογοῦντες, ὡς γέγραπται ἐν τῷ Εὐαγγελίῳ, Τοῦ Ἀδὰμ, τοῦ Θεοῦ, λεγέτω‐ σαν, πῶς τὸν ἐν μορφῇ Θεοῦ ὑπάρχοντα Θεὸν καὶ
25λαβόντα τὴν τοῦ δούλου μορφὴν ὑπειλήφασιν, ἢ τὸ, Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, νενοήκασιν. Ὁ γὰρ εἰρηκὼς, ὅτι Ὁ Λόγος σὰρξ ἐγένετο, εἴρηκεν, ὅτι αὐτὸς τὴν ψυχὴν
αὐτοῦ ἔδωκεν ὑπὲρ ἡμῶν. Ἆρα ὡς τοῦ Λόγου τρο‐1131

26

.

1133

πὴν ὑπομείναντος εἰς σαρκὸς μεταποίησιν, ἢ ψυχῆς ὁμοίωσιν· ἣ ὡς φανταστικὴν τὴν δεῖξιν ποιησαμένου τῆς ἀνθρωπίνης μορφῆς, ὥσπερ οἱ ἄλλοι τῶν αἱρετι‐ κῶν πλανώμενοι λέγουσιν; Ἀλλ’ οὐ συγχωρεῖ ὁ
5Ἀπόστολος, σαφῶς εἰρηκὼς, ὅτι Τίς ὢν, τί ἔλαβεν. Ὥσπερ γὰρ ἡ μορφὴ τοῦ Θεοῦ, τὸ πλήρωμα τῆς τοῦ Λόγου θεότητος νοεῖται· οὕτως καὶ ἡ μορφὴ τοῦ δούλου, ἡ νοερὰ τῆς ἀνθρώπων συστάσεως φύσις σὺν τῇ ὀργανικῇ καταστάσει ὁμολογεῖται· ἵνα τὸ μὲν,
10ἦν, ὁ Λόγος νοῆται, τὸ δὲ, ἐγένετο, ἡ σὰρξ ὁμολογῆ‐ ται σὺν τῇ ψυχῇ· ἥτις λέγεται μορφὴ δούλου, νοερά τις σύστασις νοουμένη. Διὰ τοῦτο νεκρωθεὶς ἄν‐ θρωπος ἄμορφος λέγεται, καὶ λύεται ὅλος, τῆς ψυχῆς, τῆς ἄλυτον ἐχούσης τὴν φύσιν, ἀποχωρησάσης ἀπὸ
15τοῦ σώματος. Ὅθεν ὁ μὲν Παῦλος τῆς νοερᾶς φύσεως τὴν μαρτυρίαν ποιεῖται, ὁ δὲ Ἰωάννης τῆς ὀργανικῆς τοῦ σώματος ἐπιδείξεως, ἵνα ἑκάτεροι τὸ πᾶν τῆς οἰκονομίας μυστήριον καταγγέλλωσι. Δῆλον γὰρ, ὅτι ὁ προϋπάρχων Θεὸς Λόγος πρὸ τῆς ἐν σαρκὶ ἐπι‐
20δημίας οὐκ ἦν ἄνθρωπος, ἀλλὰ Θεὸς ἦν πρὸς τὸν Θεὸν, ἀόρατος καὶ ἀπαθὴς ὤν. Οὔτε οὖν τὸ, Χριστὸς, ὄνομα δίχα τῆς σαρκὸς προσάγεται· ἐπειδὴ ἀκολουθεῖ τῷ ὀνόματι τὸ πάθος καὶ ὁ θάνατος, τοῦ μὲν Παύλου γράφοντος· Εἰ
25παθητὸς ὁ Χριστὸς, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν· καὶ ἀλλαχοῦ λέγοντος· Τὸ Πάσχα ἡμῶν ἐτύθη Χριστός· καὶ ὅτι Ἄνθρωπος Ἰησοῦς Χρι‐ στὸς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν. Οὐχ ὅτι οὐ Θεὸς, ἀλλ’ ὅτι καὶ ἄνθρωπος ὁ Χριστός. Διὸ,
30Μνημόνευε, φησὶν, Ἰησοῦν Χριστὸν ἐγηγερ‐ μένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα. Καὶ διὰ τοῦτο ἡ Γραφὴ ἑκατέρων τῶν ὀνο‐ μάτων ποιεῖται τὴν προσαγωγὴν ἐν ἐπιδείξει ὑπάρ‐ ξεως· ἀοράτως μὲν Θεοῦ νοουμένου καὶ ὄντος ἀληθῶς,
35ὁρατῶς δὲ ἀνθρώπου ψηλαφωμένου καὶ ὑπάρχοντος ἀληθῶς· οὐκ ἐν διαιρέσει προσώπων ἢ ὀνομάτων, ἀλλὰ φυσικῇ γεννήσει καὶ ἀλύτῳ ἑνώσει· ἵνα, ἐν αὐτῷ τοῦ πάθους ὁμολογουμένου ἀληθῶς, ὁ αὐτὸς καὶ παθητὸς καὶ ἀπαθὴς εἶναι συνομολογῆται ἀληθινῶς.
40Πῶς οὖν γέγονε Χριστὸς ὁ Λόγος, Θεὸς ὢν, πρὶν γέ‐ νηται ἄνθρωπος; Εἰ μὲν γὰρ θεότητος ἴδιον τὸ, Χρι‐ στὸς, ὄνομα, δίχα σαρκὸς, προσακτέον ἄρα καὶ τῷ Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι· ἔσται δὲ καὶ τὸ πά‐
θος κοινὸν, ὥς τινες πεπλανημένοι λέγουσιν. Ἢ καὶ1133

26

.

1136

αὐτὸν ἀπαθῆ καὶ ἀσώματον Θεὸν Λόγον καὶ πρὸ τῆς σαρκώσεως καὶ ἐνανθρωπήσεως ἐρεῖτε δεκτικὸν εἶναι πάθους καὶ θανάτου; Καὶ πῶς ὁ τῷ Πατρὶ ὁμοούσιος Υἱὸς, καὶ ἀδιαίρετος κατὰ τὴν θείαν φύσιν, παθητὸς
5ἂν λέγοιτο, ἄτρεπτος ὢν καὶ ἀναλλοίωτος, εἰ μὴ, λα‐ βὼν ἐκ μήτρας Παρθένου τὸ σύμπαν τῆς ἀνθρώπου συστάσεως εἶδος ἐν ἑαυτῷ, ἐγένετο ἄνθρωπος· ἵνα καὶ ἄνθρωπος ᾖ ἐν τῷ πάθει, καὶ ἄτρεπτος ᾖ Θεὸς ὤν;
10 Διὰ τοῦτο γὰρ καὶ ἡ χρίσις ἐγένετο, οὐχ ὡς Θεοῦ χρίσεως δεομένου, οὐδ’ αὖ πάλιν τῆς χρίσεως δίχα Θεοῦ γενομένης, ἀλλὰ Θεοῦ μὲν τὴν χρίσιν προσαγο‐ μένου, ἐν δὲ τῷ δεκτικῷ τῆς χρίσεως σώματι δεχομέ‐ νου. Πρόδηλον οὖν, ὅτι οὐ δίχα σαρκὸς ἀνθρωπίνης
15ὁ Λόγος Χριστὸς γέγονεν, ἑαυτὸν καταμερίσας εἰς σαρκὸς ἐπίδειξιν, ἢ ψυχῆς ὁμοίωσιν· ἀλλὰ μένων ὃ ἦν, ἔλαβε τὴν τοῦ δούλου μορφὴν, οὐ λειπομένην ὑπάρξεως τῆς ἐν ἐπιδείξει φανερουμένης, διά τε πάθους καὶ ἀναστάσεως καὶ πάσης τῆς οἰκονομίας,
20ὡς γέγραπται καὶ δεδήλωται. Εἴπατε τοίνυν, πῶς Θεὸν ἐν Ναζαρὲτ γεγενῆσθαι ὑπειλήφατε; ἐπειδὴ καὶ πάντες αἱρετικοὶ τοῦτο λέγειν εἰώθασιν, ὡς Παῦλος ὁ Σαμοσατεὺς Θεὸν ἐκ τῆς Παρθένου ὁμολογεῖ, Θεὸν ἐκ Ναζαρὲτ ὀφθέντα, καὶ ἐντεῦθεν τῆς ὑπάρ‐
25ξεως τὴν ἀρχὴν ἐσχηκότα, καὶ ἀρχὴν βασιλείας παρειληφότα· Λόγον δὲ ἐνεργὸν ἐξ οὐρανοῦ, καὶ σο‐ φίαν ἐν αὐτῷ ὁμολογεῖ· τῷ μὲν προορισμῷ πρὸ αἰώ‐ νων ὄντα, τῇ δὲ ὑπάρξει ἐκ Ναζαρὲτ ἀναδειχθέντα· ἵνα εἷς εἴη, φησὶν, ὁ ἐπὶ πάντα Θεὸς ὁ Πατήρ.
30Τοιαύτη τούτου ἡ ἀσέβεια. Μαρκίων δὲ καὶ Μανι‐ χαῖος, Θεὸν ἐπιδημήσατα ἐν Παρθένῳ, καὶ ἀθιγῶς προεληλυθότα, καὶ ἀνεπιδέκτως ἔχοντα κοινω‐ νῆσαι φύσει ἀνθρωπίνῃ, τῇ ὑποπεπτωκυίᾳ τῇ ἁμαρ‐ τίᾳ, καὶ ὑποκειμένῃ τῷ ἄρχοντι τῆς κακίας. Εἰ
35γὰρ ταύτην προσηγάγετο, καὶ τῷ ἄρχοντι τῆς κακίας ὑποκείσεται, καὶ οὐκ ἔσται χωρὶς ἁμαρτίας ὁ Χρι‐ στός· ἀλλ’ ἰδίαν σάρκα ἐπιδεδεῖχθαι ἐξ ἑαυτοῦ καθ’ ὁμοίωσιν, ὡς ἠθέλησεν ἐξ οὐρανοῦ ὀφθεῖσαν, καὶ εἰς οὐρανοὺς χωρήσασαν, καὶ θεότητα ὅλην οὖσαν.
40Οὐαλεντῖνος δὲ πάλιν κοινὸν τῆς Τριάδος τὸ πάθος λέγει, τῆς θεότητος μέρος τὴν σάρκα φανταζόμενος. Ἄρειος δὲ σάρκα μόνην πρὸς ἀποκρυφὴν τῆς θεότη‐ τος ὁμολογεῖ· ἀντὶ δὲ τοῦ ἔσωθεν ἐν ἡμῖν ἀνθρώπου,
τουτέστι τῆς ψυχῆς, τὸν Λόγον ἐν τῇ σαρκὶ λέ‐1135

26

.

1137

γει γεγονέναι, τὴν τοῦ πάθους νόησιν, καὶ τὴν ἐξ ᾅδου ἀνάστασιν τῇ θεότητι προσάγειν τολμῶν. Σαβέλλιος δὲ τοῦ Σαμοσατέως Παύλου καὶ τῶν κατ’ αὐτὸν ἐπι‐ δέδεικται τὴν γνώμην· δεδοικὼς γὰρ τὴν ἐξ Ἀρείου
5διαίρεσιν, τῇ ἀναιρετικῇ καταπέπτωκε πλάνῃ. Ὑμεῖς δὲ τίνι πρόσκεισθε, ἢ τίνι βοηθεῖν βούλεσθε; Ἢ, τὸ λεγόμενον, πάμφυλοι γεγόνατε; Πᾶσι γὰρ τοῖς προειρημένοις αἱρετικοῖς συνηνέχθητε, ἀπιστήσαντες τῇ ἑνώσει· καὶ ἀντιλέγοντες τῇ πληρώσει, εἰς ἀναί‐
10ρεσιν κεχωρήκατε, διαιρέσεως δειλίαν προφασι‐ ζόμενοι. Ὥσπερ δὲ οἱ διαιροῦντες μεμήνασι, καὶ οἱ παραιροῦντες πεπλάνηνται, οὕτως οἱ ἀναιροῦντες ἀπόλλυνται· ἀληθινῆς τῆς οἰκονομίας γεγενημένης, καὶ τῆς ἀληθείας φανερωθείσης, καὶ τῆς χάρι‐
15τος μαρτυρουμένης. Τί τοίνυν προφασιζόμενοι σοφίζεσθε; τί ὑπο‐ κρινόμενοι ὑποκαλύπτετε, καὶ οὐ φανερῶς λέ‐ γετε, ὅτι οὐχὶ λαβὼν δούλου μορφὴν γέγονεν ἄνθρω‐ πος, ἀλλ’ ὅτι ὤφθη ὡς ἄνθρωπος; ταύτην παρέχει
20τὴν πεῦσιν ὑμῶν ὁ λόγος, προφάσει λεγόντων ὁ αὐτὸς καὶ ὁ αὐτός. Διὰ τοῦτο καταλέγειν τῆς ἀληθοῦς οἰκονομίας ἐπιχειρεῖτε συκοφαντοῦντες, καὶ λέγοντες· Ἄνθρωπον λέγουσι τὸν Χριστὸν θεοποιηθέντα. Καὶ ποῦ τὸ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος; καὶ ὅτι Λαβὼν
25μορφὴν δούλου ἐγένετο ἄνθρωπος; ἢ ἄνθρωπόν φησι μετὰ Θεοῦ ὄντα, ἢ ἄνθρωπόν φησι Θεῷ συμ‐ πλακέντα, ἢ ἄνθρωπον ὑπὲρ κόσμου ἀποθανόντα, καὶ μέρος τοῦ κόσμου ὄντα, ἢ ἄνθρωπον τῆς ἁμαρτίας οὐ χωρισθέντα, ἢ ἄνθρωπον ἀγγέλων δεσπόζοντα, ἢ ἄν‐
30θρωπον ὑπὸ τῆς κτίσεως προσκυνούμενον, ἢ ἄνθρω‐ πον Κύριον ὄντα, τοῦ Ἀποστόλου λέγοντος· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ· ἢ ἄνθρωπον σταυρωθέντα, καὶ Κύριον τῆς δόξης ὄντα, ἢ ἄνθρωπον ἀκούοντα· Κάθου ἐκ δεξιῶν μου· ἢ ἄνθρωπον ἐρχόμενον κρί‐
35σιν κρῖναι. Αὕτη ἐστὶν ὑμῶν ἡ θολερὰ ἀνατροπὴ, ἢν ποτίζετε τοὺς ἀνθρώπους, καὶ μεθύσκετε. Ἐρω‐ τήσατε τοίνυν Ἰουδαίους, ἵνα, ταῦτα παρ’ αὐτῶν ἀ‐ κούσαντες τὰ ῥήματα κατὰ Χριστοῦ λεγόμενα, καὶ τῶν εἰς αὐτὸν πεπιστευκότων, ἐρυθριάσητε· μάθετε
40δὲ καὶ παρὰ τῶν ἄλλων αἱρετικῶν, τὰ αὐτὰ λαλούν‐ των καὶ φρονούντων. Προκείσθω τοίνυν τῶν αἱρετι‐ κῶν τὰ δόγματα, καὶ τῆς ὑμετέρας φρονήσεως ἡ γνώμη, καὶ τῆς ἡμετέρας πίστεως ὁ λόγος, καὶ τοῦ Εὐαγγελίου ὁ ὅρος, καὶ τῶν ἀποστόλων τὸ κήρυγμα,
45καὶ τῶν προφητῶν ἡ μαρτυρία, καὶ τῆς πληρωθείσης οἰκονομίας ἡ κατανόησις. Εἴπατε τοίνυν, πῶς λέγετε Θεὸν ἐκ Ναζαρὲτ γεγενῆσθαι, τῆς θεότητος ὡς ἀρχὴν γενέσεως ἀπαγ‐
γέλλοντες κατὰ Παῦλον τὸν Σαμοσατέα, ἢ τῆς σαρ‐1137

26

.

1140

κὸς τὴν γέννησιν ἀρνούμενοι κατὰ Μαρκίωνα καὶ τοὺς ἄλλους αἱρετικοὺς, οὐ τῷ εὐαγγελικῷ στοι‐ χοῦντες ὅρῳ, ἀλλ’ ἐκ τῶν ἰδίων λαλεῖν θέλοντες; Διὰ τοῦτο γὰρ λέγετε Θεὸν γεγεννῆσθαι ἐκ Παρθένου, καὶ
5οὐχὶ Θεὸν καὶ ἄνθρωπον κατὰ τὸν εὐαγγελικὸν ὅρον· ἵνα μήποτε, γέννησιν σαρκὸς ὁμολογήσαντες, φυσικὴν αὐτὴν εἴπητε, ἐπαληθεύοντες τῷ λόγῳ· ἀλλὰ Θεὸν γεννηθέντα, ἰδίαν δὲ σάρκα δείξαντα ὡς ἐν δοκήσει. Οὐ γὰρ ἀρχὴν γεννήσεως ἐκ Ναζαρὲτ ὁ Θεὸς
10ἐπιδείκνυται· ἀλλ’ ὁ ὑπάρχων πρὸ τῶν αἰώνων Λό‐ γος Θεὸς ἐκ Ναζαρὲτ ἄνθρωπος ὤφθη, γεννηθεὶς ἐκ Μαρίας τῆς Παρθένου καὶ Πνεύματος ἁγίου ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐκ σπέρματος Δαβὶδ καὶ Ἀ‐ βραὰμ, καὶ τοῦ Ἀδὰμ, ὡς γέγραπται· πάντα λαβὼν
15ἐκ Παρθένου, ὅσα ἀρχῆθεν ὁ Θεὸς εἰς σύστασιν ἀνθρώπου ἔπλασε καὶ ἐποίησε χωρὶς ἁμαρτίας· ὡς καὶ ὁ Ἀπόστολος λέγει· Καθ’ ὁμοιότητα κατὰ πάν‐ τα, χωρὶς ἁμαρτίας, οὐ τῆς θεότητος μεταποίη‐ σιν ἐπιδειξάμενος, ἀλλὰ τῆς ἀνθρωπότητος καινοποίη‐
20σιν ἐργασάμενος, κατὰ τὸ αὐτοῦ θέλημα· ὥστε εἶναι τὰ ἔθνη σύσσωμα, καὶ συμμέτοχα τοῦ Χριστοῦ, ὡς καὶ ὁ Ἀπόστολος γράφει· ἵνα καὶ ὁ ἄνθρωπος ᾖ Θεὸς ἀληθῶς, καὶ ὁ Θεὸς ᾖ ἄνθρωπος ἀληθῶς, ἵνα ᾖ καὶ ἄνθρωπος ἀληθῶς καὶ Θεὸς ἀληθῶς· οὐχὶ ἀν‐
25θρώπου πρὸς τὸν Θεὸν ὄντος, ὡς ὑμεῖς συκοφαντοῦν‐ τες λέγετε, διασύροντες τὸ τῶν Χριστιανῶν μυστή‐ ριον· ἀλλὰ Θεοῦ τοῦ μονογενοῦς εὐδοκήσαντος τῷ πληρώματι τῆς θεότητος αὐτοῦ τὴν τοῦ ἀρχετύπου πλάσιν ἀνθρώπου, καὶ ποίησιν καινὴν, ἐκ μήτρας
30Παρθένου ἀναστήσασθαι ἑαυτῷ, φυσικῇ γεννήσει καὶ ἀλύτῳ ἑνώσει· ἵνα τὴν ὑπὲρ ἀνθρώπων σωτήριον πραγματείαν ποιήσηται, ἐν πάθει καὶ θανάτῳ καὶ ἀναστάσει τὴν σωτηρίαν τῶν ἀνθρώπων κατεργαζό‐ μενος.
35 Ἀλλὰ λέγετε, ὅτι, εἰ πάντα ἔλαβε, πάντως δή‐ που καὶ τοὺς ἀνθρωπίνους λογισμοὺς εἶχεν· ἀδύνα‐ τον δέ ἐστιν ἐν λογισμοῖς ἀνθρωπίνοις ἁμαρτίαν μὴ εἶναι· καὶ πῶς ἔσται χωρὶς ἁμαρτίας ὁ Χριστός; Εἴπατε τοίνυν· Εἰ τῶν ἁμαρτητικῶν λογισμῶν δη‐
40μιουργὸς ὁ Θεὸς, προσακτέον τῷ Θεῷ τὴν ἰδίαν δη‐ μιουργίαν· ἦλθε γὰρ προσάγεσθαι τὴν ἰδίαν ποίησιν. Ἀλλὰ ἄδικος ἔσται πάλιν ἡ κρίσις καταδικάζουσα τὸν ἁμαρτήσαντα· εἰ γὰρ ἁμαρτητικοὺς λογι‐ σμοὺς ἐδημιούργησεν ὁ Θεὸς, πῶς καταδικάζει τὸν
45ἁμαρτήσαντα; καὶ πῶς οἷόν τε παρὰ Θεοῦ τοιαύτην
κρίσιν γενέσθαι; Εἰ δὲ καὶ ὁ Ἀδὰμ ὑπέκειτο τοῖς1139

26

.

1141

τοιούτοις λογισμοῖς, πρὶν ἢ παρακούσῃ τῆς τοῦ Θεοῦ ἐντολῆς, καὶ πῶς οὐκ ἐγίνωσκε καλὸν καὶ πονηρόν; λογικὸς μὲν ὢν τὴν φύσιν, ἐλεύθερος δὲ τὸν λογισμὸν, πεῖραν κακοῦ οὐκ εἰδὼς, μόνον δὲ τὸ καλὸν γινώ‐
5σκων, καὶ ὥσπερ τις μονότροπος ὤν· παρακούσας δὲ τῆς ἐντολῆς τοῦ Θεοῦ, ὑποπέπτωκε τοῖς ἁμαρτη‐ τικοῖς λογισμοῖς· οὐ τοῦ Θεοῦ δημιουργήσαντος τοὺς αἰχμαλωτίζοντας λογισμοὺς, ἀλλὰ τοῦ διαβόλου ἐξ ἀπάτης ἐπισπείραντος τῇ λογικῇ φύσει τοῦ ἀνθρώ‐
10που, ἐν παραβάσει γενομένῃ, καὶ ἀπωσθείσῃ ἀπὸ τοῦ Θεοῦ; ὥστε τὸν διάβολον καὶ νόμον ἁμαρτίας κατα‐ στήσασθαι ἐν τῇ φύσει τοῦ ἀνθρώπου, καὶ θάνατον βασιλεύοντα διὰ τοῦ ἔργου τῆς ἁμαρτίας. Διὰ τοῦτο οὖν ἦλθεν ὁ Υἱὸς τοῦ Θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ
15διαβόλου. Ἀλλὰ λέγετε· Ἔλυσε μὴ ἁμαρτήσας. Ἀλλ’ οὐκ ἔστιν αὕτη λύσις τῆς ἁμαρτίας. Οὐ γὰρ ἐν ἐκείνῳ ἀρχῆθεν εἰργάσατο ὁ διάβολος τὴν ἁμαρτίαν, ἵνα, ἐλθόντος αὐτοῦ εἰς τὸν κόσμον, καὶ μὴ ἁμαρτήσαντος, λυθῇ ἡ ἁμαρτία· ἀλλ’ ἐν τῇ λογι‐
20κῇ καὶ νοερᾷ φύσει τοῦ ἀνθρώπου ἐπισπείρας εἰργά‐ σατο διάβολος τὴν ἁμαρτίαν. Διὰ τοῦτο ἀδύνα‐ τον γέγονε τῇ φύσει, λογικῇ οὔσῃ καὶ ἑκουσίως ἁμαρ‐ τησάσῃ, καὶ ὑπὸ καταδίκην θανάτου γενομένῃ, ἑαυ‐ τὴν ἀνακαλέσασθαι εἰς ἐλευθερίαν, ὥς φησιν ὁ Ἀπό‐
25στολος· Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός. Διὰ τοῦτο δι’ ἑαυτοῦ ἦλθεν ὁ Υἱὸς τοῦ Θεοῦ ταύτην ἐν τῇ ἰδίᾳ φύσει καταστήσα‐ σθαι ἐκ νέας ἀρχῆς καὶ γενέσεως θαυμαστῆς· οὐ τὴν ἀρχῆθεν σύστασιν καταμερίσας, ἀλλὰ τὴν ἐπι‐
30σπαρεῖσαν ἀθέτησιν ἀθετήσας, ὡς μαρτυρεῖ ὁ προ‐ φήτης, λέγων· Πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Εἰ δὲ μὴ ἐν τῇ ἁμαρτησάσῃ φύσει ἡ ἀναμαρτησία ὤφθη, πῶς κατεκρίθη ἡ ἁμαρτία ἐν τῇ
35σαρκὶ, μήτε τῆς σαρκὸς τὸ πρακτικὸν ἐχούσης, μήτε τῆς θεότητος ἁμαρτίαν γινωσκούσης; Πῶς δὲ ὁ Ἀπόστολος λέγει· Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις; οὐ τόπον διαγράφων, ἀλλὰ φύσιν ὑποτιθέμενος· Ἵνα, ὥσπερ, φησὶ, δι’
40ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰσῆλθεν εἰς τὸν κό‐ σμον, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, οὕτω καὶ δι’ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ ἡ χάρις βασι‐ λεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον· ἵνα δι’ ἧς φύσεως ἡ προχώρησις τῆς ἁμαρτίας γέγονε, δι’
45αὐτῆς καὶ ἡ ἐπίδειξις τῆς δικαιοσύνης γένηται· καὶ οὕτω λυθῇ τὰ ἔργα τοῦ διαβόλου, ἐλευθερωθεί‐
σης τῆς ἀνθρώπων φύσεως ἀπὸ τῆς ἁμαρτίας, καὶ δοξασθῇ ὁ Θεός.1141

26

.

1144

Ἀλλὰ πάλιν λέγετε· Εἰ ἄνθρωπος ὁ Χριστὸς, μέρος ἔσται τοῦ κόσμου· μέρος δὲ κόσμου κόσμον σῶσαι οὐ δύναται. Ὢ ἐπίνοια ἀπάτης, καὶ ἀπόνοια βλασφημίας! Λεγέτωσαν γὰρ ποίας Γραφῆς οὗτος ὁ
5ὅρος, ἢ τοῦ διαβόλου σόφισμα· καίτοι τοῦ προφήτου λέγοντος· Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος· καὶ ἀλλαχοῦ· Καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος. Πῶς οὖν Χριστὸς οὐ σώζει κόσμον, γενόμενος
10ἄνθρωπος; ὁπότε δὴ πρόδηλον, ὅτι ἐν ᾗ φύσει ἐπρά‐ χθη ἡ ἁμαρτία, ἐν αὐτῇ γέγονεν ἡ περισσεία τῆς χά‐ ριτος. Τίς δὲ περισσεία τῆς χάριτος; ὅτι ὁ Λόγος ἅνθρωπος γέγονε, μένων Θεός· ἵνα, καὶ ἄνθρω‐ πος γενόμενος, Θεὸς πιστευθῇ· ὡς καὶ ἄνθρωπος
15ὢν ὁ Χριστὸς, Θεός ἐστιν, ὅτι Θεὸς ὢν γέγονεν ἄν‐ θρωπος, καὶ σώζει τοὺς πιστεύοντας ἐν ἀνθρώπου μορφῇ. Ἐὰν γὰρ ὁμολογήσῃς Κύριον Ἰησοῦν ἐν τῷ στόματί σου, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν, σωθήσῃ. Νέκρωσιν
20δὲ Θεὸς οὐκ ἐπιδέχεται, οὔτε ἀναστάσεως δέε‐ ται, ἀλλὰ ἐκ νεκρῶν ἀνίστησιν. Ὅθεν χρεία γέγονεν ἔχειν τι τὸν Θεὸν, ὃ προσενέγκῃ ὑπὲρ ἡμῶν, εἴτε ἐν θανάτῳ εἴτε ἐν ζωῇ· ὥστε τούτῳ μᾶλλον σώζει ὁ Λόγος, ὅτι ἄνθρωπος γέγονεν.
25 Ἀλλὰ πάλιν λέγετε· Καὶ πῶς δύναται ἡ ἐν συν‐ ηθείᾳ τῆς ἁμαρτίας γενομένη φύσις, καὶ τὴν διαδο‐ χὴν τῆς ἁμαρτίας διαδεξαμένη, χωρὶς ἁμαρτίας εἶναι; ὅ ἐστιν ἀδύνατον· ἔσται δὲ καὶ ὁ Χριστὸς, ὡς εἷς τῶν ἀνθρώπων. Ταῦτα δὲ καὶ Μαρκίων ἐφρόνη‐
30σε· ταύτην καὶ Μανιχαῖος εἰσηγήσατο τὴν γνώ‐ μην, τοῦ ἀνθρώπου τὴν σάρκα καὶ αὐτὴν τὴν γέννη‐ σιν ὑπὸ τὸν ἄρχοντα τῆς κακίας τάσσων, καὶ Ἐξουσια‐ στὴν τοῦτον ἐπιγραφόμενος· ἐπειδὴ ᾧ τις ἥττηται, τούτῳ καὶ δεδούλωται. Τούτων καὶ ὑμεῖς ἀνα‐
35νεοῦσθε τὴν γνώμην, καθ’ ἕτερον τρόπον τὴν νοερὰν τοῦ ἀνθρώπου φύσιν, ἥτις νοεῖται ψυχὴ, προσεπιδι‐ δόντες, καὶ ἄφευκτον ταύτην τῆς ἁμαρτίας διοριζόμε‐ νοι· κἂν ὅτι μάλιστα καὶ ψυχὴν σαρκικὴν γεγράφατε, πόθεν μαθόντες οὐ συνεπίσταμαι· οὔτε γὰρ ἐκ τῶν
40ἁγίων Γραφῶν ἔστιν εὑρεῖν τοῦτο, οὔτε ἐν τῷ κοινῷ τῶν ἀνθρώπων λογισμῷ, τοῦ Κυρίου λέγοντος· Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. Καὶ πῶς, εἰ σαρκικὴ ἡ ψυχὴ καθ’ ὑμᾶς, οὐ συνθνήσκει τῷ σώμα‐
45τι, καὶ συμφθείρεται; πῶς δὲ καὶ ὁ Πέτρος, τὰς ἐν1143

26

.

1145

ᾅδῃ κατεχομένας ψυχὰς πνεύματα ὀνομάσας, ἔλεγεν· Ἐπορεύθη τοῖς ἐν φυλακῇ κατακεκλει‐ σμένοις πνεύμασιν εὐαγγελίσασθαι τὴν ἀνάστα‐ σιν; Ἀλλὰ ὑμεῖς πάντα παρὰ φύσιν λέγετε καὶ ὀνο‐
5μάζετε, ἵνα μή ποτε κατὰ φύσιν διηγούμενοι τὴν οἰ‐ κονομίαν ἐπαληθεύσητε τῷ Λόγῳ, ὅτι καὶ ἄν‐ θρωπος γέγονεν ἀληθῶς ὁ Λόγος. Εἰρήκατε γὰρ, ὅτι φωνὴ Θεοῦ ἐστιν ἡ λέγουσα, ὅτι Ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐπιμελῶς ἐκ νεότη‐
10τος· οὐ νοοῦντες, ὅτι, ἐκ νεότητος, εἰρηκὼς, τὸ ἐξ ἐπισπορᾶς καὶ ἐπίκηρον ἐδήλωσε. Διὰ τοῦτο ὤ‐ μοσε Κύριος τῷ Δαβὶδ ἀλήθειαν, ἐκ καρποῦ τῆς κοιλίας αὐτοῦ ἀναστῆσαι τὸν Χριστὸν τὸ κατὰ σάρκα· οὐχὶ ἄνδρα ἐκ μεταποιήσεως θεότητος ὀφθησόμενον
15(ἐπεὶ τίς ἦν χρεία τοῦ ὀμόσαι τῷ Δαβὶδ τὸν Κύριον;)· ἀλλὰ λαβόντα τὴν τοῦ δούλου μορφὴν ἐν ἀνοχῇ τῆς γεννήσεως τῆς ἐκ γυναικὸς καὶ αὐξήσεως ἡλι‐ κίας τῆς καθ’ ἡμᾶς, ὥς φησιν ὁ Ἀπόστολος· Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς,
20καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν· παραπλησίως μὲν, ὅτι οὐκ ἐκ σπέρματος, ἀλλ’ ἐκ Πνεύματος· τῶν δὲ αὐτῶν, ὅτι οὐχ ἑτέρω‐ θεν, ἀλλ’ ἐκ σπέρματος τοῦ Δαβὶδ καὶ τοῦ Ἀβραὰμ, καὶ τοῦ Ἀδὰμ, ὡς γέγραπται.
25 Πῶς οὖν, παρελθόντες τὰς ἁγίας Γραφὰς, καὶ τῆς ἀληθείας τὴν φανέρωσιν, λέγετε, ὅτι εἰ μὴ ἐξ ἑαυτοῦ ἀνὴρ ὤφθη, ἀλλὰ λαβὼν ἀνθρωπίνην ὕπαρξιν, ἐγένετο ἄνθρωπος· πρὸς ἄνδρα ἄρα συν‐ ήφθη· ἔσται δὲ καὶ ὁ σταυρωθεὶς Κύριος τῆς δό‐
30ξης ἄνθρωπος; Ἐὰν οὖν ἀκούσητε τοῦ Πέτρου λέ‐ γοντος· Τοῦτον καὶ Χριστὸν καὶ Κύριον ὁ Θεὸς ἐποίησε τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε, ἐπὶ τίνος τὴν ποίησιν λαμβάνετε; εἰ μὲν ἐπὶ τῆς τοῦ Λόγου θεότητος, τί ἔτι Ἀρειανοῖς μέμφεσθε,
35τὰ ἴσα ἐκείνοις φρονοῦντες; εἰ δὲ ἐπὶ τῆς ἐν τῷ Λό‐ γῳ τοῦ δούλου μορφῆς, τί ἔτι ἑαυτοῖς μάχεσθε; ἀλλ’ οὐχ οὕτως ὑμεῖς πεπιστεύκατε· πάλιν γὰρ λέ‐ γετε· Εἰ ἡ ἁμαρτήσασα φύσις ἐν Θεῷ γέγονεν, ἁμαρτίαν μὴ ποιήσασα, ἀνάγκῃ τοίνυν κατέχεται·
40τὸ δὲ ἀνάγκῃ κατεχόμενον βίαιόν ἐστιν. Εἴπατε τοί‐ νυν· Εἰ τὸ μὴ ἁμαρτάνειν κατὰ ἀνάγκην γίνεται, τὸ ἁμαρτάνειν κατὰ φύσιν ἔσται· δώσετε οὖν τὸν τῆς φύσεως δημιουργὸν τῆς ἁμαρτίας εἶναι ἐνεργόν. Εἰ δὲ βλασφημία ἐστὶ τὸ τοιοῦτον, κατὰ ἀνάγ‐
45κην δὲ τὸ ἁμαρτάνειν συμβέβηκε· πρόδηλον, ὅτι τὸ
μὴ ἁμαρτάνειν κατὰ φύσιν γέγονε. Διὰ τοῦτο, ἐν1145

26

.

1148

τῇ τοῦ Λόγου θεότητι ὀφθεῖσα ἡ τοῦ δούλου μορφὴ, οὐκ ἀνάγκῃ ὑποκειμένη, ἀλλὰ φύσει καὶ δυνάμει, τὴν ἀναμαρτησίαν ἐπιδείκνυται, διαλύσασα τὸν τῆς ἀνάγκης ὅρον, καὶ τὸν τῆς ἁμαρτίας νόμον, καὶ τὸν
5τῆς αἰχμαλωσίας τύραννον αἰχμαλωτεύσασα, ὥς φησιν ὁ προφήτης· Ἀνέβης εἰς ὕψος, ᾐχμαλώ‐ τευσας αἰχμαλωσίαν. Τὴν γὰρ μορφὴν τοῦ δούλου κατὰ τοῦ ἐχθροῦ προβαλλόμενος ὁ Λόγος, τὴν νίκην πεποίηται διὰ τοῦ ποτὲ ἡττηθέντος. Διὰ τοῦτο καὶ
10πάντα τὸν πειρασμὸν συνετέλεσεν ὁ Ἰησοῦς, ὅτι πάντα ἔλαβε τὰ πειρασμοῦ πεῖραν ἐσχηκότα, δι’ ὧν τὴν ὑπὲρ ἀνθρώπων νίκην πεποίηται, λέγων· Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Οὐ γὰρ πρὸς θεότητα ἤρατο τὸν πόλεμον ὁ διάβολος, ἣν ἠγνόησεν,
15οὐδὲ γὰρ ἐτόλμα· διὰ τοῦτο ἔλεγεν· Εἰ σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ· ἀλλὰ πρὸς ἄνθρωπον, ὃν πάλαι πλανῆσαι ἴσχυσε, καὶ ἐξ ἐκείνου εἰς πάντας ἀνθρώ‐ πους ἐξέτεινε τῆς κακίας αὐτοῦ τὴν ἐνέργειαν. Τῆς δὲ τοῦ Ἀδὰμ ψυχῆς ἐν καταδίκῃ θανάτου κατ‐
20εχομένης, καὶ βοώσης πρὸς τὸν ἑαυτῆς δεσπότην διαπαντὸς, καὶ τῶν εὐαρεστησάντων τῷ Θεῷ, καὶ δικαιωθέντων ἐν τῷ φυσικῷ νόμῳ, συγκατεχο‐ μένων τῷ Ἀδὰμ, συμπενθούντων τε καὶ συμβοών‐ των, ἐλεήσας ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἐποίησεν,
25ηὐδόκησε διὰ μυστηρίου φανερώσεως, καινότητος σωτηρίαν κατεργάσασθαι τῷ γένει τῶν ἀνθρώπων, καὶ καθαίρεσιν μὲν ποιήσασθαι τοῦ διὰ φθόνον ἀπατήσαντος ἐχθροῦ, ὕψωσιν δὲ ἀσυλλόγιστον ἀναδεῖ‐ ξαι τοῦ ἀνθρώπου τῇ πρὸς τὸν Ὕψιστον ἑνώσει καὶ
30κοινωνίᾳ φύσει καὶ ἀληθείᾳ. Διὰ τοῦτο ἦλθεν ὁ Λόγος Θεὸς ὢν, καὶ τοῦ πρώτου ἀνθρώπου δημιουργὸς, γενέσθαι ἄνθρωπος, εἰς ζωοποίησιν μὲν τοῦ ἀνθρώπου, καθαίρεσιν δὲ τοῦ ἀδίκου ἐχθροῦ· καὶ ἐγεννήθη ἐκ γυναικὸς, ἐκ τῆς
35πρώτης πλάσεως τὴν ἀνθρώπου μορφὴν ἐν ἑαυτῷ ἀναστησάμενος, ἐν ἐπιδείξει σαρκὸς δίχα σαρκικῶν θελημάτων καὶ λογισμῶν ἀνθρωπίνων, ἐν εἰκόνι καινότητος. Ἡ γὰρ θέλησις θεότητος μό‐ νης· ἐπειδὴ καὶ φύσις ὅλη τοῦ Λόγου, ἐν ἐπι‐
40δείξει μορφῆς τῆς ἀνθρωπίνης καὶ σαρκὸς τῆς ὁρωμένης τοῦ δευτέρου Ἀδὰμ, οὐκ ἐν διαιρέσει προσ‐ ώπων, ἀλλ’ ἐν ὑπάρξει θεότητος καὶ ἀνθρωπότη‐ τος. Διὰ τοῦτο γὰρ προσῄει ὁ διάβολος τῷ Ἰη‐ σοῦ, ὡς ἀνθρώπῳ, μὴ εὑρίσκων δὲ ἐν αὐτῷ τῆς πα‐
45λαιᾶς αὐτοῦ ἐπισπορᾶς γνώρισμα, μηδὲ τῆς1147

26

.

1149

πρὸς τὸ παρὸν ἐπιχειρήσεως προχώρησιν, ἡττᾶτο αἰσχυνόμενος καὶ νικώμενος· καὶ ἀτονῶν ἔλεγε· Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδὼμ, τουτέστιν, ἐκ γῆς ἀνθρώπων, διαβαίνων βίᾳ μετὰ ἰσχύος;
5Διὸ καὶ ὁ Κύριος ἔλεγεν· Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν. Καί‐ τοι καὶ ψυχὴν, καὶ σῶμα, καὶ ὅλον τὸν πρῶτον μεμα‐ θήκαμεν ἔχειν τὸν δεύτερον Ἀδάμ. Εἰ γὰρ περὶ ὑπάρξεως ἀνθρώπου ἦν τὸ, οὐδὲν, πῶς τὸ σῶμα
10εὗρε τὸ ὁρώμενον εἰρηκότος οὐδέν; Ἀλλ’ οὐχ εὗρεν ἐν αὐτῷ, ὧν αὐτὸς εἰργάσατο ἐν τῷ πρώτῳ Ἀδάμ· καὶ οὕτως κατελύθη ἡ ἁμαρτία ἐν Χριστῷ· διὰ τοῦτο καὶ ἡ Γραφὴ μαρτυρεῖ· Ὃς ἁμαρτίαν οὐκ ἐποίη‐ σεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐ‐
15τοῦ. Πῶς οὖν λέγετε, ὅτι ἀδύνατόν ἐστιν ἀναιχμα‐ λώτιστον γενέσθαι τὸν ἅπαξ αἰχμαλωτισθέντα ἄνθρω‐ πον; ἵνα τὸ μὲν ἀδύνατον τῷ Θεῷ προσάγητε, τὸ δὲ δυνατὸν τῷ διαβόλῳ, ἀκατάλυτον αὐτοῦ λέγον‐
20τες τὴν ἁμαρτίαν ἐν τῇ φύσει τῶν ἀνθρώπων, ὡς καὶ οἱ ἄλλοι αἱρετικοί· καὶ διὰ τοῦτο ἐληλυθέναι τὴν θεότητα, τὴν μὴ αἰχμαλωτιζομένην, ἐν ὁμοιώσει σαρκὸς καὶ ψυχῆς, ἵνα αὐτὴ ἀναιχμαλώτιστος μείνῃ, καὶ οὕτως ὀφθῇ καθαρὰ δικαιοσύνη. Πότε γοῦν
25οὐκ ἦν τῆς θεότητος καθαρὰ ἡ δικαιοσύνη; Τίς δὲ ἐν τούτοις ἀνθρώπων εὐεργεσία, εἰ μὴ ταυτότητι ὑπάρξεως καὶ φύσεως καινότητι ὤφθη ὁ Κύριος, ὥς φησιν ὁ Ἀπόστολος· Ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν· λέγων· Ἐγώ εἰμι ἡ ὁδὸς,
30καὶ ἡ ζωὴ, καὶ ἡ ἀλήθεια; Ἀλλὰ λέγετε, τῇ ὁμοιώ‐ σει καὶ τῇ μιμήσει σώζεσθαι τοὺς πιστεύοντας, καὶ οὐ τῇ ἀνακαινίσει, καὶ τῇ ἀπαρχῇ. Καὶ πῶς πρωτότοκος γέγονεν ἐν πολλοῖς ἀδελφοῖς, καὶ ἀπαρχὴ τῶν κεκοιμημένων Χριστὸς, ὅς ἐστι κεφαλὴ τοῦ
35σώματος τῆς Ἐκκλησίας; Οὔτε γὰρ πίστις κατὰ δήλου φαινομένη πίστις ἂν λέγοιτο· ἀλλ’ ἔστι πίστις ἡ τὸ ἀδύνατον ἐν δυνάμει πιστεύουσα, καὶ τὸ ἀσθενὲς ἐν ἰσχύϊ, καὶ τὸ παθητὸν ἐν ἀπαθείᾳ, καὶ τὸ φθαρτὸν ἐν ἀφθαρσίᾳ, καὶ τὸ θνητὸν ἐν ἀθανασίᾳ.
40Τὸ μυστήριον τοῦτο μέγα ἐστὶν, ὥς φησιν ὁ Ἀπό‐ στολος· ἐγὼ δὲ λέγω, εἰς Χριστὸν, καὶ εἰς τὴν Ἐκκλησίαν. Οὐ γὰρ ἦλθεν ἡ θεότης ἑαυτὴν δικαιῶ‐ σαι, οὔτε γὰρ ἥμαρτεν, Ἀλλ’ ἐπτώχευσε δι’ ἡμᾶς πλούσιος ὢν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτω‐
45χείᾳ πλουτήσωμεν. Πῶς δὲ ἐπτώχευσεν ὁ Θεός;1149

26

.

1152

ὅτι τὴν πτωχεύσασαν φύσιν ἐν ἑαυτῷ ἀνελάβετο, ἐν ἰδίᾳ δικαιοσύνῃ ταύτην προβαλλόμενος ὑπὲρ ἀνθρώπων πάσχουσαν καὶ ὑπὲρ ἀνθρώπους οὖσαν, καὶ ἐξ ἀνθρώπων φανερωθεῖσαν, καὶ Θεοῦ ὅλην γε‐
5νομένην. Εἰ γὰρ μὴ πρωτότοκος ἐγεγόνει ἐν πολλοῖς ἀδελφοῖς, πῶς ἂν πρωτότοκος ὤφθη ἐκ τῶν νεκρῶν; Πῶς οὖν λέγετε, ὁ Θεὸς ὁ διὰ σαρκὸς πα‐ θὼν καὶ ἀναστάς; Φεῦ τῆς ἀτοπίας καὶ τῆς βλασφη‐ μίας! Ἀρειανῶν τὰ τοιαῦτα τολμήματα. Ἐκεῖνοι
10γὰρ τὴν τοιαύτην βλασφημίαν προβάλλονται ἀδεῶς, προσποιητῶς ὀνομάζειν Θεὸν τὸν Υἱὸν τοῦ Θεοῦ μεμαθηκότες· καίτοι τῆς Γραφῆς διδασκούσης, ὅτι διὰ Θεοῦ ἐν σαρκὶ αὐτοῦ τὸ πάθος γέγονε, καὶ οὐχὶ Θεὸς διὰ σαρκὸς ἔπαθεν.
15 Οἱ τοίνυν τῆς ὁμοουσιότητος τὴν ὁμολογίαν προϋπισχνούμενοι πῶς εἰς πάθος καθέλκετε τὸ ἀδιαί‐ ρετον ὄνομα; τὴν ἀμέριστον φύσιν, τὴν ἄφραστον θεότητα, τὴν ἄτρεπτον καὶ ἀναλλοίωτον ὁμοουσιότητα εἰς πάθος καθέλκοντες, καὶ ἐξ ἀναστάσεως ὁμολο‐
20γοῦντες; Εἰ μὲν γὰρ ἐξ ἑαυτοῦ μεταποιήσας σάρκα ὁ Λόγος μέχρι πάθους κεχώρηκε, μηδὲν πα‐ θητικὸν ἢ ἀνάστασιν ἐπιδεχόμενον ἐν ἑαυτῷ προσλα‐ βόμενος, αὐτὸς ἂν εἴη ὁ παθὼν καὶ ἀναστὰς ἐκ νε‐ κρῶν· ἔσται δὲ κοινὸν τῆς Τριάδος τὸ πάθος κατὰ Οὐα‐
25λεντῖνον, ἀδιαιρέτου ἐκ Πατρὸς τοῦ Λόγου τυγχάνοντος κατὰ τὴν θείαν φύσιν. Εἰ δὲ ταῦτα οὕτω νοεῖν βού‐ λεσθε, τίς ἡ διὰ τῶν προφητῶν ἐπαγγελία, ἢ τῶν εὐαγγελιστῶν ἡ γενεαλογία, ἢ τῶν ἀποστόλων ἡ μαρ‐ τυρία, ἢ τῆς μητρὸς Μαρίας ἡ παράστασις, ἢ τῆς
30ἡλικίας ἡ αὔξησις, ἢ τῆς βρώσεως ἡ ἐπίδειξις, ἢ τῆς κατὰ πάντα συμπαθείας ἡ ἔνδειξις, ἢ τοῦ ὀνό‐ ματος ἡ προσαγωγὴ, ἢ ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ υἱὸς ἀνθρώπου γέγονεν, ἢ ὅτι ἄνθρωπος Ἰησοῦς Χριστὸς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν;
35ἢ ὅτι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐκ νεκρῶν ἀναστῆναι; Εἰ δὲ μὴ πιστεύετε, ὅτι παθητὸς ὁ Χριστὸς, ἐπειδὴ ἄνθρωπος· ἀπαθὴς δὲ, ἐπειδὴ Θεός· ἀλλὰ στενοχωρούμενοι λογίζεσθε, ὅτι, ἐὰν
40ὁμολογήσητε Θεὸν καὶ ἄνθρωπον τὸν Χριστὸν, οὐκ ἔτι ἕνα, ἀλλὰ δύο λέγετε· ἀνάγκη ὑμᾶς ἢ τὴν οἰκο‐ νομίαν τοῦ πάθους καὶ τοῦ θανάτου καὶ τῆς ἀναστά‐ σεως δόκησιν λέγειν, κατὰ Μαρκίωνα καὶ τοὺς ἄλ‐ λους αἱρετικοὺς, ἢ τὴν θεότητα τοῦ Λόγου παθη‐
45τὴν ὀνομάζειν, κατὰ Ἄρειον καὶ τοὺς κατ’ αὐ‐
τόν.1151

26

.

1153

Εἰ γὰρ, ἀναγινώσκοντες τὰς θείας Γραφὰς, κατενοήσατε ὅπως ἐν νόμῳ καὶ προφήταις, Εὐαγ‐ γελίοις τε καὶ ἀποστόλοις πανταχοῦ πρῶτον ἄνθρω‐ πον προσαγορεύουσι τὸν Κύριον, καὶ τότε τὸ πάθος
5προσάγουσιν, ἵνα μήποτε κατὰ τῆς θεότητος βλάσφημον πρόωνται ῥῆμα· διὸ οὔτε γέννησιν τῆς τοῦ Λόγου θεότητος εἰρήκασιν, ἀλλὰ Πατέρα ὁμολο‐ γοῦσι, καὶ τὸν Υἱὸν κηρύττουσιν· ἐκ δὲ Μαρίας υἱὸν Δαβὶδ καὶ τοῦ Ἰωσὴφ γενεαλογοῦσι τὸν Χριστὸν
10τὸ κατὰ σάρκα τῇ προσλήψει τῆς τοῦ δούλου μορ‐ φῆς, ἵνα τὸ ἀνθρώπινον αὐτοῦ ἐξ ἀνθρώπων πιστευθῇ, καὶ ἐκ Πατρὸς Θεοῦ Θεὸς Λόγος ὁμολογηθῇ, φέρων τὰ ὑπὲρ ἀνθρώπων πάθη, τῷ ἐξ ἀνθρώπων παθη‐ τικῷ μορφώματι ἐν τῷ πάσχοντι σώματι τὴν ἀπά‐
15θειαν ἐπιδεικνύμενος, καὶ ἐν τῷ θνήσκοντι τὴν ἀθα‐ νασίαν, καὶ ἐν τῷ θαπτομένῳ τὴν ἀφθαρσίαν, καὶ ἐν τῷ πειρασθέντι τὴν νίκην, καὶ ἐν τῷ παλαιω‐ θέντι τὴν καινότητα· ὅτι ὁ παλαιὸς ἡμῶν ἄν‐ θρωπος συνεσταυρώθη· αὕτη γάρ ἐστιν ἡ χάρις·
20οὐδαμοῦ δὲ θεότης πάθος προσίεται δίχα πά‐ σχοντος σώματος· οὔτε ταραχὴν καὶ λύπην ἐπι‐ δείκνυται δίχα ψυχῆς λυπουμένης καὶ ταραττομένης· οὔτε ἀδημονεῖ καὶ προσεύχεται δίχα νοήσεως ἀδη‐ μονούσης καὶ προσευχομένης· ἀλλὰ γὰρ κἂν μὴ ἡτ‐
25τήματι φύσεως συνέβαινε τὰ λεγόμενα, ἀλλ’ ἐπιδείξει ὑπάρξεως ἐπράττετο τὰ γινόμενα· πῶς οὖν γεγράφατε, ὅτι Θεὸς ὁ διὰ σαρκὸς παθὼν καὶ ἀναστάς; εἰ γὰρ Θεὸς ὁ διὰ σαρκὸς παθὼν καὶ ἀναστὰς, παθητὸν ἐρεῖτε καὶ τὸν Πατέρα, καὶ τὸν
30Παράκλητον, ἑνὸς ὄντος τοῦ ὀνόματος, καὶ μιᾶς τῆς θείας φύσεως. Ἐκ δὲ τῆς ῥήσεως ταύτης ἔστι συνιδεῖν ὑμῶν τὴν διάνοιαν, οἵαν ὡς μὴ φοβουμένων τὸν Θεὸν, μήτε πειθομένων ταῖς θείαις Γραφαῖς· τοῦ μὲν Μω‐
35σέως περὶ Θεοῦ γράφοντος, ὅτι Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον· περὶ δὲ τῆς ἐν σαρκὶ αὐτοῦ ἐπιδημίας, προφήτην ἐκ τῶν ἀδελφῶν ὑμῶν λέγει ἀναστησόμενον τὸν Κύριον, καὶ τὴν ζωὴν ἐπὶ ξύ‐ λου κρεμαμένην ὡσανεὶ τοῦ σώματος τοῦ Κυρίου, εἰς
40ζωὴν ἡμῖν γινομένου· καὶ Ἡσαΐας δὲ βοᾷ περὶ μὲν Θεοῦ λέγων· Θεὸς ὁ μέγας, ὁ αἰώνιος, ὁ κατασκευά‐
σας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει οὐδὲ κοπιάσει,1153

26

.

1156

καὶ τὰ ἑξῆς· περὶ δὲ τοῦ πάθους. Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν. Τί δέ ἐστι τὸ, Εἰδὼς φέρειν μαλακίαν; ὅτι ἐκ τοῦ πεπονθό‐ τος τὸ παθητικὸν ἐπεδείκνυτο. Διὰ τοῦτο γὰρ καὶ,
5Γράψον, φησὶ, γραφίδι ἀνθρώπου ἐν τῷ καινῷ τόμῳ, καὶ οὐ σαρκὸς ἀμόρφου. Καὶ ὁ Ἀπόστο‐ λος δὲ λέγει· Ἄνθρωπος, Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ὑπὲρ ἡμῶν· διὸ καὶ τῷ ἐκ σπέρματος Δα‐ βὶδ προσάγει τὴν ἀνάστασιν, τὸ κατὰ σάρκα λέγων·
10περὶ δὲ τῆς θεότητος αὐτοῦ· Ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. Καὶ ὁ Κύριος δὲ τὸ πάθος ἐπὶ Υἱοῦ ἀνθρώπου ἵστησι, δεικνὺς τὸ κατὰ σάρκα· περὶ δὲ τῆς θεότητος αὐτοῦ· Ἐγὼ καὶ ὁ Πατὴρ
15ἕν ἐσμεν· καὶ, Οὐδεὶς οἶδε τὸν Υἱὸν, τίς ἐστιν, εἰ μὴ μόνος ὁ Πατήρ. Οὐδαμοῦ δὲ αἷμα Θεοῦ δίχα σαρκὸς παραδεδώκασιν αἱ Γραφαὶ, ἢ Θεὸν διὰ σαρκὸς παθόντα καὶ ἀναστάντα. Ἀρειανῶν τὰ τοιαῦτα τολμήματα, ἐπειδὴ μήτε Θεὸν ἀληθινὸν τὸν Υἱὸν τοῦ
20Θεοῦ ὁμολογοῦσιν. Αἱ δὲ ἅγιαι Γραφαὶ ἐν σαρκὶ Θεοῦ καὶ σαρκὸς Θεοῦ ἀνθρώπου γενομένου, αἷμα, καὶ πά‐ θος, καὶ ἀνάστασιν κηρύττουσι σώματος Θεοῦ, ἀνά‐ στασιν ἐκ νεκρῶν γενομένην. Ὑμεῖς δὲ, τὸ ἔμπα‐ λιν λέγετε, ὡς σοφώτεροι τῶν ἀποστόλων, καὶ μυ‐
25στικώτεροι τῶν προφητῶν, καὶ ἐξουσιαστικώτεροι τῶν εὐαγγελιστῶν, ἢ καὶ αὐθεντικώτεροι τοῦ Κυ‐ ρίου· ἐψευσμένῃ ὑμῶν εὐφημίᾳ ἀπαρνούμενοι μὲν τὴν ἀλήθειαν, κατὰ δὲ τῆς θεότητος φθεγγόμενοι, τῆς οἰκονομίας σαφῶς καὶ ἐπὶ τοῦ σταυροῦ δεικνυ‐
30μένης, ἐν μὲν προβολῇ αἵματος σαρκὸς βεβαιουμέ‐ νης· φωνῆς· δὲ γενομένης καὶ ψυχῆς σημαινομέ‐ νης, οὐ χωρισμὸν θεότητος δηλούσης, ἀλλὰ νέκρωσιν σώματος σημαινούσης, μήτε τῆς θεότητος τοῦ σώματος ἐν τῷ τάφῳ ἀπολιμπανομένης,
35μήτε τῆς ψυχῆς ἐν τῷ ᾅδῃ χωριζομένης. Τοῦτο γάρ ἐστι τὸ ῥηθὲν διὰ τῶν προφητῶν· Οὐκ ἐγκαταλεί‐ ψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Διὸ καὶ ὁ Κύριος ἔλε‐ γεν· Οὐδεὶς αἴρει αὐτὴν ἀπ’ ἐμοῦ· ἀλλ’ ἐγὼ ἀπ’
40ἐμαυτοῦ τίθημι αὐτήν· τουτέστι, παρὼν ἐπι‐ δείκνυμι. Διὰ τοῦτο ἐν μὲν ψυχῇ Θεοῦ ἡ κράτησις τοῦ θα‐
νάτου ἐλύετο, καὶ ἡ ἐξ ᾅδου ἀνάστασις ἐγίνετο, καὶ1155

26

.

1157

ταῖς ψυχαῖς εὐηγγελίζετο· ἐν δὲ σώματι Χριστοῦ ἡ φθορὰ κατηργεῖτο, καὶ ἡ ἀφθαρσία ἐκ τάφου ἐδεί‐ κνυτο. Ὥστε οὐκ ἄνθρωπος Θεοῦ ἐχωρίζετο, οὔτε Θεὸς πρὸς ἄνθρωπον ἐγκατάλειψιν διηγεῖτο, οὔτε ἡ
5νέκρωσις καὶ τοῦ πνεύματος ἀποχώρησις Θεοῦ ἀπὸ σώματος ἦν μετάστασις, ἀλλὰ ψυχῆς ἀπὸ σώμα‐ τος χωρισμός· ὁ γὰρ ἡμέτερος ἐκεῖ διεγράφετο θά‐ νατος. Εἰ δὲ ὁ Θεὸς ἐχωρίσθη τοῦ σώματος, καὶ οὕ‐ τως ἡ νέκρωσις ἐδείκνυτο, πῶς τὸ σῶμα, χωρι‐
10σθὲν τοῦ ἀφθάρτου Θεοῦ, τὴν ἀφθαρσίαν ἐπεδείκνυτο; πῶς δὲ καὶ ὁ Λόγος τὴν εἰς ᾅδου ἐπίβασιν ἐποιήσατο; ἢ πῶς τὴν ἐξ ᾅδου ἀνάστασιν ἐπεδείκνυτο; μήτιγε αὐτὸς ἀντὶ τῆς ἡμετέρας ψυχῆς ἀνίστατο, ἵνα τῆς ἡμετέρας ἀναστάσεως τὴν εἰκόνα ἁρμόσηται; Καὶ
15πῶς οἷόν τε περὶ Θεοῦ ταῦτα ἐννοεῖν; Ἀσύμφωνος τοίνυν ταῖς ἁγίαις Γραφαῖς ὁ ὅρος ὑμῶν, καὶ ἀνάρ‐ μοστος τῆς πληρωθείσης οἰκονομίας ἡ γνώμη ὑμῶν. Καὶ τὸ, Κάθου ἐκ δεξιῶν μου, οὐκ ἀνθρώ‐ που μὲν τὸ ἀξίωμα, ἀλλὰ Θεοῦ. Ἀλλ’ ἐπειδὴ τὸ τοῦ
20Θεοῦ ἀξίωμα ἀνθρώπου ἀξίωμα γέγονεν, ἵνα τὸ τοῦ ἀνθρώπου ἀξίωμα Θεοῦ ἀξίωμα πιστευθῇ, εἴρη‐ ται· Κάθου ἐκ δεξιῶν μου, καὶ, Δόξασόν με, Πά‐ τερ, τῇ ἀϊδίῳ δόξῃ. Οὐ χωρισθεὶς τῆς δόξης τοῦτο λέγει, ἀλλ’ ἐν ἀδόξῳ σώματι γεγονὼς, ἵνα δείξῃ οὐ
25χωριζομένην τῆς θεϊκῆς δόξης τὴν τοῦ δούλου μορ‐ φὴν, ἀλλὰ ταύτην ἐπιδεικνυμένην. Διὸ λέγει· Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω, μίαν τὴν πρὸ σώμα‐ τος καὶ ἐν σώματι δόξαν δεικνὺς, ὥς φησιν ὁ Ἀπό‐ στολος· Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγ‐
30γέλων, ὅσον διαφορώτερον παρ’ αὐτοὺς κεκλη‐ ρονόμηκεν ὄνομα. Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέ‐ λων· Κάθου ἐκ δεξιῶν μου; Οὐ πάντως ὁ ποιητὴς τῶν ἀγγέλων Λόγος κρείττων γέγονεν, ὡς ἥττων ὤν· ἀλλὰ τὴν ἐν αὐτῷ ἀνατείλασαν τοῦ δούλου
35μορφὴν κρείττονα τῶν ἀγγέλων, ἢ καὶ πάσης τῆς κτίσεως ἐπιδειξάμενος· ἐπειδήπερ, εἰκὼν ὢν τοῦ Θεοῦ τοῦ ἀοράτου, καὶ πρωτότοκος πάσης τῆς κτί‐ σεως γέγονεν, ὡς γέγραπται καὶ ἐν Εὐαγγελίοις· Ἕως οὗ ἔτεκε τὸν Υἱὸν αὐτῆς τὸν πρωτότοκον.
40Διὸ καὶ ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, καὶ ἐν αὐτῷ τὸ πάθος γέγονε, καὶ αὐτός ἐστιν ὁ ἐλευθερωτὴς τοῦ πά‐ θους καὶ τοῦ θανάτου, καὶ δι’ αὐτοῦ τὰ πάντα γέγονε, καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλη‐ σίας, ὅς ἐστι πρωτότοκος ἐκ νεκρῶν, ἵνα γένηται,
45φησὶν, ἐν πᾶσιν αὐτὸς πρωτεύων. Πῶς οὖν τὸν δημιουργὸν τῶν λογικῶν φύσεων Λόγον λέγετε, σάρκα ἑαυτῷ συγκεράσαντα, λογικὸν
ἄνθρωπον γεγονέναι; καὶ πῶς ἄτρεπτος καὶ ἀναλ‐1157

26

.

1160

λοίωτος, καὶ οὐχὶ λογικὴν τὴν τοῦ δούλου μορ‐ φὴν συστησάμενος γέγονεν ἄνθρωπος, ἵνα καὶ ὁ Λό‐ γος ἄτρεπτος ᾖ μένων ὃ ἦν, καὶ λογικὸς ὁ ἄνθρωπος ἐπὶ γῆς ὁραθῇ Θεὸς ὤν; Ἐπουράνιος γὰρ ἄνθρωπος
5ὁ Κύριος, οὐχὶ ἐξ οὐρανοῦ τὴν σάρκα ἐπιδειξάμενος, ἀλλὰ τὴν ἐκ γῆς ἐπουράνιον συστησάμενος. Διὸ καὶ οἷος ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι κατὰ τὴν αὐτοῦ μετοχὴν τῆς ἁγιότητος. Διὸ καὶ ᾠκείωται τὰ τοῦ σώματος. Ἀλλὰ πάλιν λέγετε· Πῶς τὸν Κύ‐
10ριον τῆς δόξης ἐσταύρωσαν, ἀλλ’ οὐ τὸν Λόγον ἐσταύ‐ ρωσαν καθ’ ὑμᾶς; Μὴ γένοιτο! ἀλλὰ τὸν Λόγον ἠθέτησαν, τὸ σῶμα τοῦ Λόγου σταυρῷ προσηλώσαν‐ τες. Θεὸς γὰρ ὁ ἀθετηθείς· σαρκὸς δὲ Θεοῦ καὶ ψυ‐ χῆς τὸ πάθος, καὶ ὁ θάνατος, καὶ ἡ ἀνάστασις γέγονε.
15Διὰ τοῦτο ἔλεγε τοῖς Ἰουδαίοις ὁ Κύριος· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐ‐ τόν· ὥς φησιν ὁ προφήτης· Ἀνθ’ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ οὐκ αὐτὸς ὁ Λόγος. Καὶ ὁ Ἰωάννης δὲ λέγει· Αὐτὸς τὴν ψυχὴν αὐτοῦ
20ἔθηκεν ὑπὲρ ἡμῶν. Πῶς οὖν ἴσχυσαν οἱ Ἰουδαῖοι λῦσαι ναὸν Θεοῦ, καὶ τὴν ἄλυτον σύγκρασιν τῆς σαρ‐ κὸς πρὸς τὸν Λόγον γενομένην χωρίσαι, εἴγε καθ’ ὑμᾶς ἔσχε τοῦτον τὸν τρόπον ἡ τοῦ σώματος νέκρω‐ σις. Οὔτε γὰρ ἂν ἐνεκρώθη τὸ σῶμα, εἰ μή τινος
25ἐχωρίσθη. Εἰ γὰρ μὴ λύσις γέγονεν, οὔτε θάνατος· εἰ δὲ θάνατος οὐ γέγονεν, οὔτε ἀνάστασις γέγονε. Δότε οὖν τὴν λύσιν καὶ τὸν χωρισμὸν ἀπὸ τοῦ σώμα‐ τος γενόμενον, ὡς γέγραπται ἐν Εὐαγγελίοις, ὅτι Ἐξέπνευσε, καὶ ὅτι Κλίνας τὴν κεφαλὴν
30παρέδωκε τὸ πνεῦμα, ἵνα ἴδωμεν ποῖον πνεῦμα ὑπει‐ λήφατε ἀποκεχωρηκέναι τοῦ σώματος, καὶ τὴν νέκρω‐ σιν γεγονέναι. Εἰρήκατε γὰρ, ὅτι Σάρκα τὴν ἀνυπό‐ στατον συγκεράσας ἑαυτῷ ὁ Λόγος, ἔδειξε τὸν ὄντως λογικὸν καὶ τέλειον ἄνθρωπον. Εἰ τοίνυν ὁ Λό‐
35γος ἀπεχώρησε τοῦ σώματος, καὶ οὕτως ἡ νέκρωσις γέγονε, κατὰ Θεοῦ ἴσχυσαν οἱ Ἰουδαῖοι, λύσαντες τὴν ἄλυτον σύγκρασιν. Οὔτε οὖν ὁ ἡμέτερος ἐκεῖ γέγονε θάνατος, εἰ Θεοῦ χωρισθέντος ἡ νέκρωσις τοῦ σώμα‐ τος γέγονε. Πῶς δὲ καὶ τὸ σῶμα τοῦ ἀφθάρτου Θεοῦ
40χωρισθὲν ἐν ἀφθαρσίᾳ διέμεινεν; Ἔσται δὲ ἡ μὲν τρῶσις τοῦ σώματος, τὸ δὲ πάθος τοῦ Λόγου. Διὰ τοῦτο γὰρ καὶ Θεὸν παθόντα λέγετε, ἀκολούθως ἑαυ‐ τοῖς φθεγγόμενοι, μᾶλλον δὲ συμφώνως τοῖς Ἀρεια‐ νοῖς· τοῦτο γὰρ ἐκεῖνοι δογματίζουσιν. Ἔσται δὲ καὶ
45ἐξ ἀναστάσεως ἐγειρόμενος ὁ Λόγος καθ’ ὑμᾶς. Ἀνάγ‐ κη γάρ τινα ἐξ ᾅδου τὴν ἀρχὴν τῆς ἀναστάσεως εἰληφέναι, ἵνα τελεία ᾖ ἡ ἀνάστασις, καὶ τοῦ θανάτου
ἡ λύσις, καὶ τῶν ἐκεῖσε πνευμάτων ἡ ἀπόλυσις.1159

26

.

1161

Εἰ δὲ ταῦτα ὁ Λόγος πέπονθε, καὶ ποῦ τὸ ἄτρεπτον καὶ ἀναλλοίωτον τοῦ Λόγου; Πῶς δὲ καὶ ἀπαρακαλύπτως ὀφθεὶς ὁ Λόγος ἐν τῷ ᾅδῃ ἐνομίσθη ἐν τῷ θανάτῳ ὡς ἄνθρωπος; Πῶς δὲ καὶ τοῖς Ἰου‐
5δαίοις ἔλεγεν ὁ Κύριος· Ἐγὼ ἐγερῶ αὐτὸν, καὶ οὐχὶ, Ἐγὼ ἐξ ᾅδου ἀνίσταμαι; Εἰ γὰρ ὁ Λόγος, ἐν θανάτῳ γεγονὼς, χρείαν εἶχε τοῦ ἐγείροντος αὐτὸν ἐκ θανάτου, οὐκ αὐτοῦ ἔσται ἡ νίκη, ἀλλὰ τοῦ ἐγείρον‐ τος αὐτόν. Πῶς δὲ καὶ διὰ τῶν προφητῶν προεσημαί‐
10νετο περὶ τῆς ψυχῆς αὐτοῦ; Πῶς παρὼν ὁ Κύριος ἔλεγε πληρῶν τὴν ἐπαγγελίαν· Τὴν ψυχήν μου τί‐ θημι ὑπὲρ τῶν προβάτων τῶν ἐμῶν; ἥντινα ψυχὴν πνεῦμα οὖσαν σαφῶς αἱ ἅγιαι Γραφαὶ διδάσκουσι· καὶ ὁ Κύριος δὲ εἰρηκώς· Τὸ μὲν σῶμα ὑπὸ ἀνθρώ‐
15πων ἀποκτεινόμενον, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι, ἅτε δὴ πνεῦμα οὖσαν. Τούτῳ τῷ Πνεύ‐ ματι ἐταράχθη ὁ Ἰησοῦς· τούτου τοῦ Πνεύματος ἡ ἀποχώρησις γέγονεν ἀπὸ τοῦ σώματος ἐπὶ τοῦ σταυροῦ. Καὶ οὕτως ἐνεκροῦτο τὸ σῶμα, καὶ αὐτοῦ
20γέγονεν ἡ λύσις, Θεοῦ τοῦ Λόγου ἀμεταθέτως ἔχοντος πρός τε τὸ σῶμα, πρός τε τὴν ψυχὴν, πρός τε ἑαυτὸν ὄντα εἰς τὸν κόλπον τοῦ Πατρὸς ἐν ἐπιδείξει ἀτρεπτότητος. Ἐν δὲ τῇ καθ’ ἡμᾶς γενομένῃ ἐν αὐτῷ μορφῇ τὸν ἡμέτερον ἐκεῖ διέγραφε θάνατον· ἵνα ἐν
25αὐτῇ καὶ τὴν ὑπὲρ ἡμῶν ἁρμόσηται ἀνάστασιν, ἐξ ᾅδου μὲν τὴν ψυχὴν, ἐκ τάφου δὲ τὸ σῶμα ἐπιδεικνύ‐ μενος· ὅπως ἐν θανάτῳ καταλύσῃ τὸν θάνατον ἐν ἐπιδείξει ψυχῆς, ἐν δὲ τῷ τάφῳ καταργήσῃ τὴν φθορὰν ἐν ταφῇ σώματος· ἐξ ᾅδου καὶ ἐκ τάφου
30τὴν ἀθανασίαν καὶ τὴν ἀφθαρσίαν ἐπιδεικνύμενος, ἐν μορφῇ τῇ καθ’ ἡμᾶς τὴν ἡμετέραν ὁδεύσας ὁδὸν, καὶ τὴν καθ’ ἡμῶν γενομένην κατοχὴν λύσας. Καὶ τοῦτο ἦν τὸ θαυμαστόν· αὕτη γὰρ γέγονεν ἡ χάρις. Ὑμεῖς δὲ, σάρκα μόνην προσομολογοῦντες, οὔτε τῆς
35ἁμαρτίας τὴν κατάκρισιν δεῖξαι δύνασθε, οὔτε τοῦ θανάτου τὴν κατάλυσιν, οὔτε τῆς ἀναστάσεως τὴν τε‐ λείωσιν, οὔτε τοῦ Λόγου τὴν ἀτρεπτότητα· ἐπειδὴ ἔξω τῶν ἁγίων Γραφῶν βεβήκατε, λαλοῦντες ἃ Ἀρειανοὶ σοφίζονται, φανεροῦ ὄντος τοῦ περὶ ψυχῆς
40λόγου ἐν Γραφαῖς ἁγίαις, καὶ πληρωθείσης τῆς οἰκο‐ νομίας ἐν ἐπιδείξει πάσης πληρώσεώς τε καὶ τελειώ‐ σεως. Ἀλλ’ οἱ μὲν τῶν αἱρετικῶν, τὸν ὁραθέντα ὁμο‐ λογοῦντες, ἀπιστοῦσιν αὐτοῦ τῇ θεότητι οἱ δὲ ὁμο‐
45λογοῦντες Θεὸν, ἀρνοῦνται αὐτοῦ τῆς σαρκὸς τὴν γέν‐1161

26

.

1164

νησιν· οἱ δὲ σάρκα προσομολογοῦντες ἀρνοῦνται αὐτοῦ τῆς ψυχῆς τὴν ἐπίδειξιν· καὶ γεγόνασι κατὰ τοὺς μανι‐ κοὺς παῖδας τῶν Ἀρειανῶν, τῶν συμπλεκόντων τὰς στραγγαλιώδεις καὶ σκολιὰς προτάσεις, ἵνα ταύταις
5ἐπαποροῦντες, εὑρίσκωσι τοὺς ἀκεραίους, αὐτοὶ ἄπο‐ ροι ὄντες τῆς πίστεως. Ὁμοίως καὶ αὐτοὶ λέγειν με‐ μαθήκασι· Τί ὁ γεννηθεὶς ἐκ Μαρίας; Θεὸς, ἢ ἄνθρω‐ πος; Εἶτα ἐὰν μὲν εἴπῃ, Ἄνθρωπος, ἀπιστήσει αὐτοῦ τῇ θεότητι, σύμφωνος γινόμενος τοῖς ταύτῃ
10ἀπιστήσασιν αἱρετικοῖς· ἐὰν δὲ εἴπῃ, Θεὸς, ἀρ‐ νήσεται αὐτοῦ τῆς σαρκὸς τὴν γέννησιν, καὶ συναχθή‐ σεται τοῖς ταύτην ἀπαρνουμένοις αἱρετικοῖς. Εἶτα δ’ αὖ πάλιν· Τίς ὁ παθών; τίς ὁ σταυρωθείς; Θεὸς, ἢ ἄνθρωπος; ἵνα, ἐὰν μὲν εἴπῃ, Θεὸς, βλάσφημον
15πρόηται ῥῆμα κατὰ τοὺς ἀσεβοῦντας Ἀρειανούς· ἐὰν δὲ εἴπῃ, Ἄνθρωπος, Ἰουδαϊκῇ πάλιν φθέγξηται ὑπο‐ λήψει. Διὰ τοῦτο αἱ ἅγιαι Γραφαὶ Θεὸν ἀφράστως ἐκ Πατρὸς κηρύττουσι τὸν Λόγον, καὶ τοῦτον ἐπ’ ἐσχάτων ἐκ Παρθένου ἄνθρωπον γεννηθέντα· ἵνα
20μήτε Θεὸς ἀπιστηθῇ, μήτε σαρκὸς γέννησις ἀρνηθῇ. Ὅπου δὲ σαρκὸς τὸ ὄνομα, ἐκεῖ πάσης τῆς συστά‐ σεως ἡ ἁρμονία χωρὶς ἁμαρτίας. Καὶ ἐπὶ μὲν τοῦ ὀνόματος τοῦ ἀνθρώπου τὸ πάθος ἱστῶσι, καὶ οὐχ ὑπερβαίνουσιν, ὡς γέγραπται ἐν ταῖς ἁγίαις Γρα‐
25φαῖς· περὶ δὲ τῆς θεότητος τοῦ Λόγου τὴν ἀτρε‐ πτότητα καὶ τὴν ἀφραστότητα ὁμολογοῦσι· διὰ τοῦτο θεολογεῖται μὲν ὁ Λόγος, γενεαλογεῖται δὲ ἄνθρω‐ πος, ἵνα πρὸς ἑκάτερα ᾖ ὁ αὐτὸς φυσικῶς καὶ ἀληθινῶς· Θεὸς μὲν πρὸς τῇ ἀϊδιότητι τῆς θεότητος
30καὶ τῇ δημιουργίᾳ τῆς κτίσεως· ἄνθρωπος δὲ πρὸς τῇ γεννήσει τῇ ἐκ γυναικὸς, καὶ τῇ αὐξήσει τῆς ἡλι‐ κίας. Καὶ Θεὸς μὲν πρὸς ταῖς ζωτικαῖς εὐεργεσίαις, καὶ δυνατὸς ταῖς θαυματουργίαις· ἄνθρωπος δὲ πρὸς ταῖς ὁμοιοτρόποις συμπαθείαις, καὶ ταῖς καθ’ ὑμᾶς
35ἀσθενείαις. Καὶ Θεὸς μὲν Λόγος ἐν ἐπιδείξει τῆς ἀθανασίας, καὶ ἀφθαρσίας, καὶ ἀτρεπτότητος· ἄν‐ θρωπος δὲ τῇ προσηλώσει τοῦ σταυροῦ, καὶ αἵματος ῥύσει, καὶ ταφῇ σώματος, καὶ καταβάσει εἰς ᾅδου, καὶ ἀναστάσει τῇ ἐκ νεκρῶν. Οὕτως ὁ Χριστὸς ἐκ
40νεκρῶν ἐγήγερται, καὶ Θεὸς ὢν ἐγείρει τοὺς νεκρούς.1163

26

.

1165

Μάταιοι οὖν οἱ τῇ θεότητι αὐτοῦ πάθος προσ‐ άγοντες, ἢ τῇ ἐνανθρωπήσει αὐτοῦ ἀπιστοῦντες, ἢ τὸν ἕνα δύο λέγοντες, ἢ τῆς σαρκὸς αὐτοῦ τὴν δια‐ μέτρησιν ποιεῖσθαι ἐπιχειροῦντες, καὶ τὸ πόσον, ἢ
5πῶς, παρὰ τὰς Γραφὰς λέγειν τολμῶντες. Τοιαύταις γὰρ ὑπονοίαις ὠλίσθησε τῶν αἱρετικῶν ἡ διάνοια· Μαρκίωνος μὲν δι’ ὑπερβολὴν βλασφημίας ἐκκλίναν‐ τος· Μανιχαίου δὲ δι’ ὑπόνοιαν ἁμαρτίας ἐκτρα‐ πέντος· Οὐαλεντίνου δὲ διὰ πρόφασιν γνώσεως
10πλανηθέντος· τοῦ δὲ Σαμοσατέως Παύλου, καὶ τοῦ λεγομένου Φωτεινοῦ, καὶ τῶν κατ’ αὐτοὺς, δι’ ἀπι‐ στίαν θεότητος ἐκπεσόντων· Ἀρείου δὲ διὰ μανίαν βλασφημήσαντος. Καὶ ὑμεῖς, ταῖς ὁμοίαις χρώμενοι παρατριβαῖς, λαλεῖτε τὰ μὴ γεγραμμένα, ἐκτρέπον‐
15τες τοὺς ἀστηρίκτους. Ἀρκεῖ δὲ πιστεῦσαι τοῖς γε‐ γραμμένοις καὶ γενομένοις, ὥς φησιν ὁ Παῦλος· Καθ’ ὁμοιότητα κατὰ πάντα, χωρὶς ἁμαρτίας· καὶ ὁ Πέ‐ τρος δέ· Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ, καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθαι, καὶ
20μὴ περαιτέρω ἐκτεινομένους ἀθετεῖν ἀλή‐
θειαν.1165